ΙΛΙΑΔΟΣ Α

   Μη̃νιν ἄειδε θεὰ Πηληϊάδεω 'Αχιλη̃ος
οὐλομένην, ἣ μυρί' 'Αχαιοι̃ς ἄλγε' ἔθηκε,
πολλὰς δ' ἰφθίμους ψυχὰς 'Άϊδι προΐαψεν
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τευ̃χε κύνεσσιν
οἰωνοι̃σί τε πα̃σι, Διὸς δ' ἐτελείετο βουλή,
ἐξ οὑ̃ δὴ τὰ πρω̃τα διαστήτην ἐρίσαντε
'Ατρεΐδης τε ἄναξ ἀνδρω̃ν καὶ δι̃ος 'Αχιλλεύσ.

   Τίς τάρ σφωε θεω̃ν ἔριδι ξυνέηκε μάχεσθαι;
Λητου̃ς καὶ Διὸς υἱόσ: ὃ γὰρ βασιλη̃ϊ χολωθεὶς
νου̃σον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητη̃ρα
'Ατρεΐδησ: ὃ γὰρ ἠ̃λθε θοὰς ἐπὶ νη̃ας 'Αχαιω̃ν
λυσόμενός τε θύγατρα φέρων τ' ἀπερείσι' ἄποινα,
στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου 'Απόλλωνος
χρυσέω̨ ἀνὰ σκήπτρω̨, καὶ λίσσετο πάντας 'Αχαιούσ,
'Ατρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαω̃ν:
'Ατρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες 'Αχαιοί,
ὑμι̃ν μὲν θεοὶ δοι̃εν 'Ολύμπια δώματ' ἔχοντες
ἐκπέρσαι Πριάμοιο πόλιν, εὐ̃ δ' οἴκαδ' ἱκέσθαι:
παι̃δα δ' ἐμοὶ λύσαιτε φίλην, τὰ δ' ἄποινα δέχεσθαι,
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον 'Απόλλωνα.

   'Ένθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν 'Αχαιοὶ
αἰδει̃σθαί θ' ἱερη̃α καὶ ἀγλαὰ δέχθαι ἄποινα:
ἀλλ' οὐκ 'Ατρεΐδη̨ 'Αγαμέμνονι ἥνδανε θυμω̨̃,
ἀλλὰ κακω̃ς ἀφίει, κρατερὸν δ' ἐπὶ μυ̃θον ἔτελλε:
μή σε γέρον κοίλη̨σιν ἐγὼ παρὰ νηυσὶ κιχείω
ἢ νυ̃ν δηθύνοντ' ἢ ὕστερον αὐ̃τις ἰόντα,
μή νύ τοι οὐ χραίσμη̨ σκη̃πτρον καὶ στέμμα θεοι̃ο:
τὴν δ' ἐγὼ οὐ λύσω: πρίν μιν καὶ γη̃ρας ἔπεισιν
ἡμετέρω̨ ἐνὶ οἴκω̨ ἐν 'Άργεϊ τηλόθι πάτρης
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν:
ἀλλ' ἴθι μή μ' ἐρέθιζε σαώτερος ὥς κε νέηαι.

   '`Ως ἔφατ', ἔδεισεν δ' ὃ γέρων καὶ ἐπείθετο μύθω̨:
βη̃ δ' ἀκέων παρὰ θι̃να πολυφλοίσβοιο θαλάσσησ:
πολλὰ δ' ἔπειτ' ἀπάνευθε κιὼν ἠρα̃θ' ὃ γεραιὸς
'Απόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ:
κλυ̃θί μευ ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας
Κίλλάν τε ζαθέην Τενέδοιό τε ἰ̃φι ἀνάσσεισ,
Σμινθευ̃ εἴ ποτέ τοι χαρίεντ' ἐπὶ νηὸν ἔρεψα,
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί' ἔκηα
ταύρων ἠδ' αἰγω̃ν, τὸ δέ μοι κρήηνον ἐέλδωρ:
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοι̃σι βέλεσσιν.

   '`Ως ἔφατ' εὐχόμενοσ, του̃ δ' ἔκλυε Φοι̃βος 'Απόλλων,
βη̃ δὲ κατ' Οὐλύμποιο καρήνων χωόμενος κη̃ρ,
τόξ' ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην:
ἔκλαγξαν δ' ἄρ' ὀϊστοὶ ἐπ' ὤμων χωομένοιο,
αὐτου̃ κινηθέντοσ: ὃ δ' ἤϊε νυκτὶ ἐοικώσ.
ἕζετ' ἔπειτ' ἀπάνευθε νεω̃ν, μετὰ δ' ἰὸν ἕηκε:
δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοι̃ο:
οὐρη̃ας μὲν πρω̃τον ἐπώ̨χετο καὶ κύνας ἀργούσ,
αὐτὰρ ἔπειτ' αὐτοι̃σι βέλος ἐχεπευκὲς ἐφιεὶς
βάλλ': αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.

   'Εννη̃μαρ μὲν ἀνὰ στρατὸν ὤ̨χετο κη̃λα θεοι̃ο,
τη̨̃ δεκάτη̨ δ' ἀγορὴν δὲ καλέσσατο λαὸν 'Αχιλλεύσ:
τω̨̃ γὰρ ἐπὶ φρεσὶ θη̃κε θεὰ λευκώλενος 'Ήρη:
κήδετο γὰρ Δαναω̃ν, ὅτι ῥα θνήσκοντας ὁρα̃το.
οἳ δ' ἐπεὶ οὐ̃ν ἤγερθεν ὁμηγερέες τε γένοντο,
τοι̃σι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
'Ατρεΐδη νυ̃ν ἄμμε παλιμπλαγχθέντας ὀΐω
ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,
εἰ δὴ ὁμου̃ πόλεμός τε δαμα̨̃ καὶ λοιμὸς 'Αχαιούσ:
ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερη̃α
ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν,
ὅς κ' εἴποι ὅ τι τόσσον ἐχώσατο Φοι̃βος 'Απόλλων,
εἴ ταρ ὅ γ' εὐχωλη̃ς ἐπιμέμφεται ἠδ' ἑκατόμβησ,
αἴ κέν πως ἀρνω̃ν κνίσης αἰγω̃ν τε τελείων
βούλεται ἀντιάσας ἡμι̃ν ἀπὸ λοιγὸν ἀμυ̃ναι.

   'Ήτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο: τοι̃σι δ' ἀνέστη
Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ' ἄριστοσ,
ὃς ἤ̨δη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα,
καὶ νήεσσ' ἡγήσατ' 'Αχαιω̃ν 'Ίλιον εἴσω
ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοι̃βος 'Απόλλων:
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
ὠ̃ 'Αχιλευ̃ κέλεαί με Διὶ̈ φίλε μυθήσασθαι
μη̃νιν 'Απόλλωνος ἑκατηβελέταο ἄνακτοσ:
τοὶ γὰρ ἐγὼν ἐρέω: σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
ἠ̃ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν:
ἠ̃ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
'Αργείων κρατέει καί οἱ πείθονται 'Αχαιοί:
κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ:
εἴ περ γάρ τε χόλον γε καὶ αὐτη̃μαρ καταπέψη̨,
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσση̨,
ἐν στήθεσσιν ἑοι̃σι: σὺ δὲ φράσαι εἴ με σαώσεισ.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἰ̃σθα:
οὐ μὰ γὰρ 'Απόλλωνα Διὶ̈ φίλον, ὡ̨̃ τε σὺ Κάλχαν
εὐχόμενος Δαναοι̃σι θεοπροπίας ἀναφαίνεισ,
οὔ τις ἐμευ̃ ζω̃ντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
σοὶ κοίλη̨ς παρὰ νηυσὶ βαρείας χει̃ρας ἐποίσει
συμπάντων Δαναω̃ν, οὐδ' ἢν 'Αγαμέμνονα εἴπη̨σ,
ὃς νυ̃ν πολλὸν ἄριστος 'Αχαιω̃ν εὔχεται εἰ̃ναι.

   Καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων:
οὔ ταρ ὅ γ' εὐχωλη̃ς ἐπιμέμφεται οὐδ' ἑκατόμβησ,
ἀλλ' ἕνεκ' ἀρητη̃ρος ὃν ἠτίμησ' 'Αγαμέμνων,
οὐδ' ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ' ἄποινα,
τοὔνεκ' ἄρ' ἄλγε' ἔδωκεν ἑκηβόλος ἠδ' ἔτι δώσει:
οὐδ' ὅ γε πρὶν Δαναοι̃σιν ἀεικέα λοιγὸν ἀπώσει
πρίν γ' ἀπὸ πατρὶ φίλω̨ δόμεναι ἑλικώπιδα κούρην
ἀπριάτην ἀνάποινον, ἄγειν θ' ἱερὴν ἑκατόμβην
ἐς Χρύσην: τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.

   'Ήτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο: τοι̃σι δ' ἀνέστη
ἥρως 'Ατρεΐδης εὐρὺ κρείων 'Αγαμέμνων
ἀχνύμενοσ: μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην:
Κάλχαντα πρώτιστα κάκ' ὀσσόμενος προσέειπε:
μάντι κακω̃ν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἰ̃πασ:
αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,
ἐσθλὸν δ' οὔτέ τί πω εἰ̃πας ἔπος οὔτ' ἐτέλεσσασ:
καὶ νυ̃ν ἐν Δαναοι̃σι θεοπροπέων ἀγορεύεις
ὡς δὴ του̃δ' ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,
οὕνεκ' ἐγὼ κούρης Χρυσηΐδος ἀγλά' ἄποινα
οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
οἴκοι ἔχειν: καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,
οὐ δέμας οὐδὲ φυήν, οὔτ' ἂρ φρένας οὔτέ τι ἔργα.
ἀλλὰ καὶ ὡ̃ς ἐθέλω δόμεναι πάλιν εἰ τό γ' ἄμεινον:
βούλομ' ἐγὼ λαὸν σω̃ν ἔμμεναι ἢ ἀπολέσθαι:
αὐτὰρ ἐμοὶ γέρας αὐτίχ' ἑτοιμάσατ' ὄφρα μὴ οἰ̃ος
'Αργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε:
λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλη̨.

   Τὸν δ' ἠμείβετ' ἔπειτα ποδάρκης δι̃ος 'Αχιλλεύσ:
'Ατρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,
πω̃ς γάρ τοι δώσουσι γέρας μεγάθυμοι 'Αχαιοί;
οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά:
ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,
λαοὺς δ' οὐκ ἐπέοικε παλίλλογα ταυ̃τ' ἐπαγείρειν.
ἀλλὰ σὺ μὲν νυ̃ν τη̃νδε θεω̨̃ πρόεσ: αὐτὰρ 'Αχαιοὶ
τριπλη̨̃ τετραπλη̨̃ τ' ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς
δω̨̃σι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων 'Αγαμέμνων:
μὴ δ' οὕτως ἀγαθός περ ἐὼν θεοείκελ' 'Αχιλλευ̃
κλέπτε νόω̨, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεισ.
ἠ̃ ἐθέλεις ὄφρ' αὐτὸς ἔχη̨ς γέρασ, αὐτὰρ ἔμ' αὔτως
ἡ̃σθαι δευόμενον, κέλεαι δέ με τη̃νδ' ἀποδου̃ναι;
ἀλλ' εἰ μὲν δώσουσι γέρας μεγάθυμοι 'Αχαιοὶ
ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται:
εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρασ, ἢ 'Οδυση̃ος
ἄξω ἑλών: ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
ἀλλ' ἤτοι μὲν ταυ̃τα μεταφρασόμεσθα καὶ αὐ̃τισ,
νυ̃ν δ' ἄγε νη̃α μέλαιναν ἐρύσσομεν εἰς ἅλα δι̃αν,
ἐν δ' ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ' ἑκατόμβην
θείομεν, ἂν δ' αὐτὴν Χρυσηΐδα καλλιπάρη̨ον
βήσομεν: εἱ̃ς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,
ἢ Αἴας ἢ 'Ιδομενεὺς ἢ δι̃ος 'Οδυσσεὺς
ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατ' ἀνδρω̃ν,
ὄφρ' ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξασ.

   Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον
πω̃ς τίς τοι πρόφρων ἔπεσιν πείθηται 'Αχαιω̃ν
ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἰ̃φι μάχεσθαι;
οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ' ἤλυθον αἰχμητάων
δευ̃ρο μαχησόμενοσ, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν:
οὐ γὰρ πώποτ' ἐμὰς βου̃ς ἤλασαν οὐδὲ μὲν ἵππουσ,
οὐδέ ποτ' ἐν Φθίη̨ ἐριβώλακι βωτιανείρη̨
καρπὸν ἐδηλήσαντ', ἐπεὶ ἠ̃ μάλα πολλὰ μεταξὺ
οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα:
ἀλλὰ σοὶ ὠ̃ μέγ' ἀναιδὲς ἅμ' ἑσπόμεθ' ὄφρα σὺ χαίρη̨σ,
τιμὴν ἀρνύμενοι Μενελάω̨ σοί τε κυνω̃πα
πρὸς Τρώων: τω̃ν οὔ τι μετατρέπη̨ οὐδ' ἀλεγίζεισ:
καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλει̃σ,
ὡ̨̃ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἱ̃ες 'Αχαιω̃ν.
οὐ μὲν σοί ποτε ἰ̃σον ἔχω γέρας ὁππότ' 'Αχαιοὶ
Τρώων ἐκπέρσωσ' εὐ̃ ναιόμενον πτολίεθρον:
ἀλλὰ τὸ μὲν πλει̃ον πολυάϊκος πολέμοιο
χει̃ρες ἐμαὶ διέπουσ': ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,
σοὶ τὸ γέρας πολὺ μει̃ζον, ἐγὼ δ' ὀλίγον τε φίλον τε
ἔρχομ' ἔχων ἐπὶ νη̃ασ, ἐπεί κε κάμω πολεμίζων.
νυ̃ν δ' εἰ̃μι Φθίην δ', ἐπεὶ ἠ̃ πολὺ φέρτερόν ἐστιν
οἴκαδ' ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ' ὀΐω
ἐνθάδ' ἄτιμος ἐὼν ἄφενος καὶ πλου̃τον ἀφύξειν.

   Τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων:
φευ̃γε μάλ' εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ' ἔγωγε
λίσσομαι εἵνεκ' ἐμει̃ο μένειν: πάρ' ἔμοιγε καὶ ἄλλοι
οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύσ.
ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων:
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε:
εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ' ἔδωκεν:
οἴκαδ' ἰὼν σὺν νηυσί τε ση̨̃ς καὶ σοι̃ς ἑτάροισι
Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω,
οὐδ' ὄθομαι κοτέοντοσ: ἀπειλήσω δέ τοι ὡ̃δε:
ὡς ἔμ' ἀφαιρει̃ται Χρυσηΐδα Φοι̃βος 'Απόλλων,
τὴν μὲν ἐγὼ σὺν νηΐ τ' ἐμη̨̃ καὶ ἐμοι̃ς ἑτάροισι
πέμψω, ἐγὼ δέ κ' ἄγω Βρισηΐδα καλλιπάρη̨ον
αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ' ἐὺ̈ εἰδη̨̃ς
ὅσσον φέρτερός εἰμι σέθεν, στυγέη̨ δὲ καὶ ἄλλος
ἰ̃σον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.

   '`Ως φάτο: Πηλεΐωνι δ' ἄχος γένετ', ἐν δέ οἱ ἠ̃τορ
στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηρου̃
τοὺς μὲν ἀναστήσειεν, ὃ δ' 'Ατρεΐδην ἐναρίζοι,
ἠ̃ε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.
ἡ̃ος ὃ ταυ̃θ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἕλκετο δ' ἐκ κολεοι̃ο μέγα ξίφοσ, ἠ̃λθε δ' 'Αθήνη
οὐρανόθεν: πρὸ γὰρ ἡ̃κε θεὰ λευκώλενος 'Ήρη
ἄμφω ὁμω̃ς θυμω̨̃ φιλέουσά τε κηδομένη τε:
στη̃ δ' ὄπιθεν, ξανθη̃ς δὲ κόμης ἕλε Πηλεΐωνα
οἴω̨ φαινομένη: τω̃ν δ' ἄλλων οὔ τις ὁρα̃το:
θάμβησεν δ' 'Αχιλεύσ, μετὰ δ' ἐτράπετ', αὐτίκα δ' ἔγνω
Παλλάδ' 'Αθηναίην: δεινὼ δέ οἱ ὄσσε φάανθεν:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
τίπτ' αὐ̃τ' αἰγιόχοιο Διὸς τέκος εἰλήλουθασ;
ἠ̃ ἵνα ὕβριν ἴδη̨ 'Αγαμέμνονος 'Ατρεΐδαο;
ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω:
ἡ̨̃ς ὑπεροπλίη̨σι τάχ' ἄν ποτε θυμὸν ὀλέσση̨.

   Τὸν δ' αὐ̃τε προσέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:
ἠ̃λθον ἐγὼ παύσουσα τὸ σὸν μένοσ, αἴ κε πίθηαι,
οὐρανόθεν: πρὸ δέ μ' ἡ̃κε θεὰ λευκώλενος 'Ήρη
ἄμφω ὁμω̃ς θυμω̨̃ φιλέουσά τε κηδομένη τε:
ἀλλ' ἄγε λη̃γ' ἔριδοσ, μηδὲ ξίφος ἕλκεο χειρί:
ἀλλ' ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ:
ὡ̃δε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται:
καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δω̃ρα
ὕβριος εἵνεκα τη̃σδε: σὺ δ' ἴσχεο, πείθεο δ' ἡμι̃ν.

   Τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι
καὶ μάλα περ θυμω̨̃ κεχολωμένον: ὡ̃ς γὰρ ἄμεινον:
ὅς κε θεοι̃ς ἐπιπείθηται μάλα τ' ἔκλυον αὐτου̃.

   ~'Η καὶ ἐπ' ἀργυρέη̨ κώπη̨ σχέθε χει̃ρα βαρει̃αν,
ἂψ δ' ἐς κουλεὸν ὠ̃σε μέγα ξίφοσ, οὐδ' ἀπίθησε
μύθω̨ 'Αθηναίησ: ἣ δ' Οὔλυμπον δὲ βεβήκει
δώματ' ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλουσ.

   Πηλεΐδης δ' ἐξαυ̃τις ἀταρτηροι̃ς ἐπέεσσιν
'Ατρεΐδην προσέειπε, καὶ οὔ πω λη̃γε χόλοιο:
οἰνοβαρέσ, κυνὸς ὄμματ' ἔχων, κραδίην δ' ἐλάφοιο,
οὔτέ ποτ' ἐς πόλεμον ἅμα λαω̨̃ θωρηχθη̃ναι
οὔτε λόχον δ' ἰέναι σὺν ἀριστήεσσιν 'Αχαιω̃ν
τέτληκας θυμω̨̃: τὸ δέ τοι κὴρ εἴδεται εἰ̃ναι.
ἠ̃ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν 'Αχαιω̃ν
δω̃ρ' ἀποαιρει̃σθαι ὅς τις σέθεν ἀντίον εἴπη̨:
δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοι̃σιν ἀνάσσεισ:
ἠ̃ γὰρ ἂν 'Ατρεΐδη νυ̃ν ὕστατα λωβήσαιο.
ἀλλ' ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμου̃μαι:
ναὶ μὰ τόδε σκη̃πτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
φύσει, ἐπεὶ δὴ πρω̃τα τομὴν ἐν ὄρεσσι λέλοιπεν,
οὐδ' ἀναθηλήσει: περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
φύλλά τε καὶ φλοιόν: νυ̃ν αὐ̃τέ μιν υἱ̃ες 'Αχαιω̃ν
ἐν παλάμη̨ς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας
πρὸς Διὸς εἰρύαται: ὃ δέ τοι μέγας ἔσσεται ὅρκοσ:
ἠ̃ ποτ' 'Αχιλλη̃ος ποθὴ ἵξεται υἱ̃ας 'Αχαιω̃ν
σύμπαντασ: τότε δ' οὔ τι δυνήσεαι ἀχνύμενός περ
χραισμει̃ν, εὐ̃τ' ἂν πολλοὶ ὑφ' 'Έκτορος ἀνδροφόνοιο
θνήσκοντες πίπτωσι: σὺ δ' ἔνδοθι θυμὸν ἀμύξεις
χωόμενος ὅ τ' ἄριστον 'Αχαιω̃ν οὐδὲν ἔτισασ.

   '`Ως φάτο Πηλεΐδησ, ποτὶ δὲ σκη̃πτρον βάλε γαίη̨
χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ' αὐτόσ:
'Ατρεΐδης δ' ἑτέρωθεν ἐμήνιε: τοι̃σι δὲ Νέστωρ
ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητήσ,
του̃ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή:
τω̨̃ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
ἐφθίαθ', οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ' ἐγένοντο
ἐν Πύλω̨ ἠγαθέη̨, μετὰ δὲ τριτάτοισιν ἄνασσεν:
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
ὠ̃ πόποι ἠ̃ μέγα πένθος 'Αχαιΐδα γαι̃αν ἱκάνει:
ἠ̃ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παι̃δες
ἄλλοι τε Τρω̃ες μέγα κεν κεχαροίατο θυμω̨̃
εἰ σφω̃ϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,
οἳ περὶ μὲν βουλὴν Δαναω̃ν, περὶ δ' ἐστὲ μάχεσθαι.
ἀλλὰ πίθεσθ': ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμει̃ο:
ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμι̃ν
ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ' οἵ γ' ἀθέριζον.
οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
οἱ̃ον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαω̃ν
Καινέα τ' 'Εξάδιόν τε καὶ ἀντίθεον Πολύφημον
Θησέα τ' Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν:
κάρτιστοι δὴ κει̃νοι ἐπιχθονίων τράφεν ἀνδρω̃ν:
κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο
φηρσὶν ὀρεσκώ̨οισι καὶ ἐκπάγλως ἀπόλεσσαν.
καὶ μὲν τοι̃σιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
τηλόθεν ἐξ ἀπίης γαίησ: καλέσαντο γὰρ αὐτοί:
καὶ μαχόμην κατ' ἔμ' αὐτὸν ἐγώ: κείνοισι δ' ἂν οὔ τις
τω̃ν οἳ νυ̃ν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο:
καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθω̨:
ἀλλὰ πίθεσθε καὶ ὔμμεσ, ἐπεὶ πείθεσθαι ἄμεινον:
μήτε σὺ τόνδ' ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,
ἀλλ' ἔα ὥς οἱ πρω̃τα δόσαν γέρας υἱ̃ες 'Αχαιω̃ν:
μήτε σὺ Πηλείδη 'θελ' ἐριζέμεναι βασιλη̃ϊ
ἀντιβίην, ἐπεὶ οὔ ποθ' ὁμοίης ἔμμορε τιμη̃ς
σκηπτου̃χος βασιλεύσ, ὡ̨̃ τε Ζεὺς κυ̃δος ἔδωκεν.
εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,
ἀλλ' ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
'Ατρεΐδη σὺ δὲ παυ̃ε τεὸν μένοσ: αὐτὰρ ἔγωγε
λίσσομ' 'Αχιλλη̃ϊ μεθέμεν χόλον, ὃς μέγα πα̃σιν
ἕρκος 'Αχαιοι̃σιν πέλεται πολέμοιο κακοι̃ο.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων 'Αγαμέμνων:
ναὶ δὴ ταυ̃τά γε πάντα γέρον κατὰ μοι̃ραν ἔειπεσ:
ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,
πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ' ἀνάσσειν,
πα̃σι δὲ σημαίνειν, ἅ τιν' οὐ πείσεσθαι ὀΐω:
εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες
τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;

   Τὸν δ' ἄρ' ὑποβλήδην ἠμείβετο δι̃ος 'Αχιλλεύσ:
ἠ̃ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην
εἰ δὴ σοὶ πα̃ν ἔργον ὑπείξομαι ὅττί κεν εἴπη̨σ:
ἄλλοισιν δὴ ταυ̃τ' ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε
σήμαιν': οὐ γὰρ ἔγωγ' ἔτι σοὶ πείσεσθαι ὀΐω.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο ση̨̃σι:
χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
οὔτε σοὶ οὔτέ τω̨ ἄλλω̨, ἐπεί μ' ἀφέλεσθέ γε δόντεσ:
τω̃ν δ' ἄλλων ἅ μοί ἐστι θοη̨̃ παρὰ νηὶ̈ μελαίνη̨
τω̃ν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμει̃ο:
εἰ δ' ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἱ̃δε:
αἰ̃ψά τοι αἱ̃μα κελαινὸν ἐρωήσει περὶ δουρί.

   '`Ως τώ γ' ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
ἀνστήτην, λυ̃σαν δ' ἀγορὴν παρὰ νηυσὶν 'Αχαιω̃ν:
Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νη̃ας ἐΐσας
ἤϊε σύν τε Μενοιτιάδη̨ καὶ οἱ̃ς ἑτάροισιν:
'Ατρεΐδης δ' ἄρα νη̃α θοὴν ἅλα δὲ προέρυσσεν,
ἐν δ' ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ' ἑκατόμβην
βη̃σε θεω̨̃, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρη̨ον
εἱ̃σεν ἄγων: ἐν δ' ἀρχὸς ἔβη πολύμητις 'Οδυσσεύσ.

   Οἳ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
λαοὺς δ' 'Ατρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν:
οἳ δ' ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
ἕρδον δ' 'Απόλλωνι τεληέσσας ἑκατόμβας
ταύρων ἠδ' αἰγω̃ν παρὰ θι̃ν' ἁλὸς ἀτρυγέτοιο:
κνίση δ' οὐρανὸν ἱ̃κεν ἑλισσομένη περὶ καπνω̨̃.

   '`Ως οἳ μὲν τὰ πένοντο κατὰ στρατόν: οὐδ' 'Αγαμέμνων
λη̃γ' ἔριδος τὴν πρω̃τον ἐπηπείλησ' 'Αχιλη̃ϊ,
ἀλλ' ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,
τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε:
ἔρχεσθον κλισίην Πηληϊάδεω 'Αχιλη̃οσ:
χειρὸς ἑλόντ' ἀγέμεν Βρισηΐδα καλλιπάρη̨ον:
εἰ δέ κε μὴ δώη̨σιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
ἐλθὼν σὺν πλεόνεσσι: τό οἱ καὶ ῥίγιον ἔσται.

   '`Ως εἰπὼν προΐει, κρατερὸν δ' ἐπὶ μυ̃θον ἔτελλε:
τὼ δ' ἀέκοντε βάτην παρὰ θι̃ν' ἁλὸς ἀτρυγέτοιο,
Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νη̃ας ἱκέσθην,
τὸν δ' εὑ̃ρον παρά τε κλισίη̨ καὶ νηὶ̈ μελαίνη̨
ἥμενον: οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν 'Αχιλλεύσ.
τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλη̃α
στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ' ἐρέοντο:
αὐτὰρ ὃ ἔγνω ἡ̨̃σιν ἐνὶ φρεσὶ φώνησέν τε:
χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρω̃ν,
ἀ̃σσον ἴτ': οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ' 'Αγαμέμνων,
ὃ σφω̃ϊ προΐει Βρισηΐδος εἵνεκα κούρησ.
ἀλλ' ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην
καί σφωϊν δὸς ἄγειν: τὼ δ' αὐτὼ μάρτυροι ἔστων
πρός τε θεω̃ν μακάρων πρός τε θνητω̃ν ἀνθρώπων
καὶ πρὸς του̃ βασιλη̃ος ἀπηνέος εἴ ποτε δ' αὐ̃τε
χρειὼ ἐμει̃ο γένηται ἀεικέα λοιγὸν ἀμυ̃ναι
τοι̃ς ἄλλοισ: ἠ̃ γὰρ ὅ γ' ὀλοιη̨̃σι φρεσὶ θύει,
οὐδέ τι οἰ̃δε νοη̃σαι ἅμα πρόσσω καὶ ὀπίσσω,
ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο 'Αχαιοί.

   '`Ως φάτο, Πάτροκλος δὲ φίλω̨ ἐπεπείθεθ' ἑταίρω̨,
ἐκ δ' ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρη̨ον,
δω̃κε δ' ἄγειν: τὼ δ' αὐ̃τις ἴτην παρὰ νη̃ας 'Αχαιω̃ν:
ἣ δ' ἀέκουσ' ἅμα τοι̃σι γυνὴ κίεν: αὐτὰρ 'Αχιλλεὺς
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείσ,
θι̃ν' ἔφ' ἁλὸς πολιη̃σ, ὁρόων ἐπ' ἀπείρονα πόντον:
πολλὰ δὲ μητρὶ φίλη̨ ἠρήσατο χει̃ρας ὀρεγνύσ:
μη̃τερ ἐπεί μ' ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
τιμήν πέρ μοι ὄφελλεν 'Ολύμπιος ἐγγυαλίξαι
Ζεὺς ὑψιβρεμέτησ: νυ̃ν δ' οὐδέ με τυτθὸν ἔτισεν:
ἠ̃ γάρ μ' 'Ατρεΐδης εὐρὺ κρείων 'Αγαμέμνων
ἠτίμησεν: ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρασ.

   '`Ως φάτο δάκρυ χέων, του̃ δ' ἔκλυε πότνια μήτηρ
ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι:
καρπαλίμως δ' ἀνέδυ πολιη̃ς ἁλὸς ἠΰτ' ὀμίχλη,
καί ῥα πάροιθ' αὐτοι̃ο καθέζετο δάκρυ χέοντοσ,
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:
τέκνον τί κλαίεισ; τί δέ σε φρένας ἵκετο πένθοσ;
ἐξαύδα, μὴ κευ̃θε νόω̨, ἵνα εἴδομεν ἄμφω.

   Τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
οἰ̃σθα: τί ἤ τοι ταυ̃τα ἰδυίη̨ πάντ' ἀγορεύω;
ὠ̨χόμεθ' ἐς Θήβην ἱερὴν πόλιν 'Ηετίωνοσ,
τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα:
καὶ τὰ μὲν εὐ̃ δάσσαντο μετὰ σφίσιν υἱ̃ες 'Αχαιω̃ν,
ἐκ δ' ἕλον 'Ατρεΐδη̨ Χρυσηΐδα καλλιπάρη̨ον.
Χρύσης δ' αὐ̃θ' ἱερεὺς ἑκατηβόλου 'Απόλλωνος
ἠ̃λθε θοὰς ἐπὶ νη̃ας 'Αχαιω̃ν χαλκοχιτώνων
λυσόμενός τε θύγατρα φέρων τ' ἀπερείσι' ἄποινα,
στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου 'Απόλλωνος
χρυσέω̨ ἀνὰ σκήπτρω̨, καὶ λίσσετο πάντας 'Αχαιούσ,
'Ατρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαω̃ν.
ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν 'Αχαιοὶ
αἰδει̃σθαί θ' ἱερη̃α καὶ ἀγλαὰ δέχθαι ἄποινα:
ἀλλ' οὐκ 'Ατρεΐδη̨ 'Αγαμέμνονι ἥνδανε θυμω̨̃,
ἀλλὰ κακω̃ς ἀφίει, κρατερὸν δ' ἐπὶ μυ̃θον ἔτελλε:
χωόμενος δ' ὁ γέρων πάλιν ὤ̨χετο: τοι̃ο δ' 'Απόλλων
εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἠ̃εν,
ἡ̃κε δ' ἐπ' 'Αργείοισι κακὸν βέλοσ: οἳ δέ νυ λαοὶ
θνη̨̃σκον ἐπασσύτεροι, τὰ δ' ἐπώ̨χετο κη̃λα θεοι̃ο
πάντη̨ ἀνὰ στρατὸν εὐρὺν 'Αχαιω̃ν: ἄμμι δὲ μάντις
εὐ̃ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
αὐτίκ' ἐγὼ πρω̃τος κελόμην θεὸν ἱλάσκεσθαι:
'Ατρεΐωνα δ' ἔπειτα χόλος λάβεν, αἰ̃ψα δ' ἀναστὰς
ἠπείλησεν μυ̃θον ὃ δὴ τετελεσμένος ἐστί:
τὴν μὲν γὰρ σὺν νηὶ̈ θοη̨̃ ἑλίκωπες 'Αχαιοὶ
ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δω̃ρα ἄνακτι:
τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
κούρην Βριση̃ος τήν μοι δόσαν υἱ̃ες 'Αχαιω̃ν.
ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑη̃οσ:
ἐλθου̃σ' Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι
ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργω̨.
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
εὐχομένης ὅτ' ἔφησθα κελαινεφέϊ Κρονίωνι
οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμυ̃ναι,
ὁππότε μιν ξυνδη̃σαι 'Ολύμπιοι ἤθελον ἄλλοι
'Ήρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς 'Αθήνη:
ἀλλὰ σὺ τόν γ' ἐλθου̃σα θεὰ ὑπελύσαο δεσμω̃ν,
ὠ̃χ' ἑκατόγχειρον καλέσασ' ἐς μακρὸν 'Όλυμπον,
ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες
Αἰγαίων', ὃ γὰρ αὐ̃τε βίην οὑ̃ πατρὸς ἀμείνων:
ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων:
τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ' ἔτ' ἔδησαν.
τω̃ν νυ̃ν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων
αἴ κέν πως ἐθέλη̨σιν ἐπὶ Τρώεσσιν ἀρη̃ξαι,
τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ' ἅλα ἔλσαι 'Αχαιοὺς
κτεινομένουσ, ἵνα πάντες ἐπαύρωνται βασιλη̃οσ,
γνω̨̃ δὲ καὶ 'Ατρεΐδης εὐρὺ κρείων 'Αγαμέμνων
ἣν ἄτην ὅ τ' ἄριστον 'Αχαιω̃ν οὐδὲν ἔτισεν.

   Τὸν δ' ἠμείβετ' ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα:
ὤ μοι τέκνον ἐμόν, τί νύ σ' ἔτρεφον αἰνὰ τεκου̃σα;
αἴθ' ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων
ἡ̃σθαι, ἐπεί νύ τοι αἰ̃σα μίνυνθά περ οὔ τι μάλα δήν:
νυ̃ν δ' ἅμα τ' ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων
ἔπλεο: τώ σε κακη̨̃ αἴση̨ τέκον ἐν μεγάροισι.
του̃το δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνω̨
εἰ̃μ' αὐτὴ πρὸς 'Όλυμπον ἀγάννιφον αἴ κε πίθηται.
ἀλλὰ σὺ μὲν νυ̃ν νηυσὶ παρήμενος ὠκυπόροισι
μήνι' 'Αχαιοι̃σιν, πολέμου δ' ἀποπαύεο πάμπαν:
Ζεὺς γὰρ ἐς 'Ωκεανὸν μετ' ἀμύμονας Αἰθιοπη̃ας
χθιζὸς ἔβη κατὰ δαι̃τα, θεοὶ δ' ἅμα πάντες ἕποντο:
δωδεκάτη̨ δέ τοι αὐ̃τις ἐλεύσεται Οὔλυμπον δέ,
καὶ τότ' ἔπειτά τοι εἰ̃μι Διὸς ποτὶ χαλκοβατὲς δω̃,
καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.

   '`Ως ἄρα φωνήσασ' ἀπεβήσετο, τὸν δὲ λίπ' αὐτου̃
χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς
τήν ῥα βίη̨ ἀέκοντος ἀπηύρων: αὐτὰρ 'Οδυσσεὺς
ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
οἳ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο
ἱστία μὲν στείλαντο, θέσαν δ' ἐν νηὶ̈ μελαίνη̨,
ἱστὸν δ' ἱστοδόκη̨ πέλασαν προτόνοισιν ὑφέντες
καρπαλίμωσ, τὴν δ' εἰς ὅρμον προέρεσσαν ἐρετμοι̃σ.
ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν:
ἐκ δὲ καὶ αὐτοὶ βαι̃νον ἐπὶ ῥηγμι̃νι θαλάσσησ,
ἐκ δ' ἑκατόμβην βη̃σαν ἑκηβόλω̨ 'Απόλλωνι:
ἐκ δὲ Χρυσηὶ̈ς νηὸς βη̃ ποντοπόροιο.
τὴν μὲν ἔπειτ' ἐπὶ βωμὸν ἄγων πολύμητις 'Οδυσσεὺς
πατρὶ φίλω̨ ἐν χερσὶ τίθει καί μιν προσέειπεν:
ὠ̃ Χρύση, πρό μ' ἔπεμψεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων
παι̃δά τε σοὶ ἀγέμεν, Φοίβω̨ θ' ἱερὴν ἑκατόμβην
ῥέξαι ὑπὲρ Δαναω̃ν ὄφρ' ἱλασόμεσθα ἄνακτα,
ὃς νυ̃ν 'Αργείοισι πολύστονα κήδε' ἐφη̃κεν.

   '`Ως εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων
παι̃δα φίλην: τοὶ δ' ὠ̃κα θεω̨̃ ἱερὴν ἑκατόμβην
ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,
χερνίψαντο δ' ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
τοι̃σιν δὲ Χρύσης μεγάλ' εὔχετο χει̃ρας ἀνασχών:
κλυ̃θί μευ ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας
Κίλλάν τε ζαθέην Τενέδοιό τε ἰ̃φι ἀνάσσεισ:
ἠ̃ μὲν δή ποτ' ἐμευ̃ πάρος ἔκλυες εὐξαμένοιο,
τίμησας μὲν ἐμέ, μέγα δ' ἴψαο λαὸν 'Αχαιω̃ν:
ἠδ' ἔτι καὶ νυ̃ν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ:
ἤδη νυ̃ν Δαναοι̃σιν ἀεικέα λοιγὸν ἄμυνον.

   '`Ως ἔφατ' εὐχόμενοσ, του̃ δ' ἔκλυε Φοι̃βος 'Απόλλων.
αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
αὐέρυσαν μὲν πρω̃τα καὶ ἔσφαξαν καὶ ἔδειραν,
μηρούς τ' ἐξέταμον κατά τε κνίση̨ ἐκάλυψαν
δίπτυχα ποιήσαντεσ, ἐπ' αὐτω̃ν δ' ὠμοθέτησαν:
και̃ε δ' ἐπὶ σχίζη̨ς ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἰ̃νον
λει̃βε: νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν.
αὐτὰρ ἐπεὶ κατὰ μη̃ρε κάη καὶ σπλάγχνα πάσαντο,
μίστυλλόν τ' ἄρα τἀ̃λλα καὶ ἀμφ' ὀβελοι̃σιν ἔπειραν,
ὤπτησάν τε περιφραδέωσ, ἐρύσαντό τε πάντα.
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαι̃τα
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσησ.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
κου̃ροι μὲν κρητη̃ρας ἐπεστέψαντο ποτοι̃ο,
νώμησαν δ' ἄρα πα̃σιν ἐπαρξάμενοι δεπάεσσιν:
οἳ δὲ πανημέριοι μολπη̨̃ θεὸν ἱλάσκοντο
καλὸν ἀείδοντες παιήονα κου̃ροι 'Αχαιω̃ν
μέλποντες ἑκάεργον: ὃ δὲ φρένα τέρπετ' ἀκούων.

   ~'Ημος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἠ̃λθε,
δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηόσ:
ἠ̃μος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
καὶ τότ' ἔπειτ' ἀνάγοντο μετὰ στρατὸν εὐρὺν 'Αχαιω̃ν:
τοι̃σιν δ' ἴκμενον οὐ̃ρον ἵει ἑκάεργος 'Απόλλων:
οἳ δ' ἱστὸν στήσαντ' ἀνά θ' ἱστία λευκὰ πέτασσαν,
ἐν δ' ἄνεμος πρη̃σεν μέσον ἱστίον, ἀμφὶ δὲ κυ̃μα
στείρη̨ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσησ:
ἣ δ' ἔθεεν κατὰ κυ̃μα διαπρήσσουσα κέλευθον.
αὐτὰρ ἐπεί ῥ' ἵκοντο κατὰ στρατὸν εὐρὺν 'Αχαιω̃ν,
νη̃α μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν
ὑψου̃ ἐπὶ ψαμάθοισ, ὑπὸ δ' ἕρματα μακρὰ τάνυσσαν:
αὐτοὶ δ' ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.

   Αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
διογενὴς Πηλη̃ος υἱὸς πόδας ὠκὺς 'Αχιλλεύσ:
οὔτέ ποτ' εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
οὔτέ ποτ' ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κη̃ρ
αὐ̃θι μένων, ποθέεσκε δ' ἀϋτήν τε πτόλεμόν τε.

   'Αλλ' ὅτε δή ῥ' ἐκ τοι̃ο δυωδεκάτη γένετ' ἠώσ,
καὶ τότε δὴ πρὸς 'Όλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
πάντες ἅμα, Ζεὺς δ' ἠ̃ρχε: Θέτις δ' οὐ λήθετ' ἐφετμέων
παιδὸς ἑου̃, ἀλλ' ἥ γ' ἀνεδύσετο κυ̃μα θαλάσσησ.
ἠερίη δ' ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
εὑ̃ρεν δ' εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
ἀκροτάτη̨ κορυφη̨̃ πολυδειράδος Οὐλύμποιο:
καί ῥα πάροιθ' αὐτοι̃ο καθέζετο, καὶ λάβε γούνων
σκαιη̨̃, δεξιτερη̨̃ δ' ἄρ' ὑπ' ἀνθερεω̃νος ἑλου̃σα
λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα:
Ζευ̃ πάτερ εἴ ποτε δή σε μετ' ἀθανάτοισιν ὄνησα
ἢ ἔπει ἢ ἔργω̨, τόδε μοι κρήηνον ἐέλδωρ:
τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων
ἔπλετ': ἀτάρ μιν νυ̃ν γε ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων
ἠτίμησεν: ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρασ.
ἀλλὰ σύ πέρ μιν τι̃σον 'Ολύμπιε μητίετα Ζευ̃:
τόφρα δ' ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ' ἂν 'Αχαιοὶ
υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμη̨̃.

   '`Ως φάτο: τὴν δ' οὔ τι προσέφη νεφεληγερέτα Ζεύσ,
ἀλλ' ἀκέων δὴν ἡ̃στο: Θέτις δ' ὡς ἥψατο γούνων
ὣς ἔχετ' ἐμπεφυυι̃α, καὶ εἴρετο δεύτερον αὐ̃τισ:
νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον
ἢ ἀπόειπ', ἐπεὶ οὔ τοι ἔπι δέοσ, ὄφρ' ἐὺ̈ εἰδέω
ὅσσον ἐγὼ μετὰ πα̃σιν ἀτιμοτάτη θεός εἰμι.

   Τὴν δὲ μέγ' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύσ:
ἠ̃ δὴ λοίγια ἔργ' ὅ τέ μ' ἐχθοδοπη̃σαι ἐφήσεις
'Ήρη̨ ὅτ' ἄν μ' ἐρέθη̨σιν ὀνειδείοις ἐπέεσσιν:
ἣ δὲ καὶ αὔτως μ' αἰεὶ ἐν ἀθανάτοισι θεοι̃σι
νεικει̃, καί τέ μέ φησι μάχη̨ Τρώεσσιν ἀρήγειν.
ἀλλὰ σὺ μὲν νυ̃ν αὐ̃τις ἀπόστιχε μή τι νοήση̨
'Ήρη: ἐμοὶ δέ κε ταυ̃τα μελήσεται ὄφρα τελέσσω:
εἰ δ' ἄγε τοι κεφαλη̨̃ κατανεύσομαι ὄφρα πεποίθη̨σ:
του̃το γὰρ ἐξ ἐμέθεν γε μετ' ἀθανάτοισι μέγιστον
τέκμωρ: οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλὸν
οὐδ' ἀτελεύτητον ὅ τί κεν κεφαλη̨̃ κατανεύσω.

   ~'Η καὶ κυανέη̨σιν ἐπ' ὀφρύσι νευ̃σε Κρονίων:
ἀμβρόσιαι δ' ἄρα χαι̃ται ἐπερρώσαντο ἄνακτος
κρατὸς ἀπ' ἀθανάτοιο: μέγαν δ' ἐλέλιξεν 'Όλυμπον.

   Τώ γ' ὣς βουλεύσαντε διέτμαγεν: ἣ μὲν ἔπειτα
εἰς ἅλα ἀ̃λτο βαθει̃αν ἀπ' αἰγλήεντος 'Ολύμπου,
Ζεὺς δὲ ἑὸν πρὸς δω̃μα: θεοὶ δ' ἅμα πάντες ἀνέσταν
ἐξ ἑδέων σφου̃ πατρὸς ἐναντίον: οὐδέ τις ἔτλη
μει̃ναι ἐπερχόμενον, ἀλλ' ἀντίοι ἔσταν ἅπαντεσ.
ὣς ὃ μὲν ἔνθα καθέζετ' ἐπὶ θρόνου: οὐδέ μιν 'Ήρη
ἠγνοίησεν ἰδου̃σ' ὅτι οἱ συμφράσσατο βουλὰς
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντοσ.
αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα:
τίς δ' αὐ̃ τοι δολομη̃τα θεω̃ν συμφράσσατο βουλάσ;
αἰεί τοι φίλον ἐστὶν ἐμευ̃ ἀπὸ νόσφιν ἐόντα
κρυπτάδια φρονέοντα δικαζέμεν: οὐδέ τί πώ μοι
πρόφρων τέτληκας εἰπει̃ν ἔπος ὅττι νοήση̨σ.

   Τὴν δ' ἠμείβετ' ἔπειτα πατὴρ ἀνδρω̃ν τε θεω̃ν τε:
'Ήρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
εἰδήσειν: χαλεποί τοι ἔσοντ' ἀλόχω̨ περ ἐούση̨:
ἀλλ' ὃν μέν κ' ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
οὔτε θεω̃ν πρότερος τὸν εἴσεται οὔτ' ἀνθρώπων:
ὃν δέ κ' ἐγὼν ἀπάνευθε θεω̃ν ἐθέλωμι νοη̃σαι
μή τι σὺ ταυ̃τα ἕκαστα διείρεο μηδὲ μετάλλα.

   Τὸν δ' ἠμείβετ' ἔπειτα βοω̃πις πότνια 'Ήρη:
αἰνότατε Κρονίδη ποι̃ον τὸν μυ̃θον ἔειπεσ;
καὶ λίην σε πάρος γ' οὔτ' εἴρομαι οὔτε μεταλλω̃,
ἀλλὰ μάλ' εὔκηλος τὰ φράζεαι ἅσσ' ἐθέλη̨σθα.
νυ̃ν δ' αἰνω̃ς δείδοικα κατὰ φρένα μή σε παρείπη̨
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντοσ:
ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων:
τη̨̃ σ' ὀΐω κατανευ̃σαι ἐτήτυμον ὡς 'Αχιλη̃α
τιμήση̨σ, ὀλέση̨ς δὲ πολέας ἐπὶ νηυσὶν 'Αχαιω̃ν.

   Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύσ:
δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω:
πρη̃ξαι δ' ἔμπης οὔ τι δυνήσεαι, ἀλλ' ἀπὸ θυμου̃
μα̃λλον ἐμοὶ ἔσεαι: τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
εἰ δ' οὕτω του̃τ' ἐστὶν ἐμοὶ μέλλει φίλον εἰ̃ναι:
ἀλλ' ἀκέουσα κάθησο, ἐμω̨̃ δ' ἐπιπείθεο μύθω̨,
μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ' ἐν 'Ολύμπω̨
ἀ̃σσον ἰόνθ', ὅτε κέν τοι ἀάπτους χει̃ρας ἐφείω.

   '`Ως ἔφατ' ἔδεισεν δὲ βοω̃πις πότνια 'Ήρη,
καί ῥ' ἀκέουσα καθη̃στο ἐπιγνάμψασα φίλον κη̃ρ:
ὄχθησαν δ' ἀνὰ δω̃μα Διὸς θεοὶ Οὐρανίωνεσ:
τοι̃σιν δ' 'Ήφαιστος κλυτοτέχνης ἠ̃ρχ' ἀγορεύειν
μητρὶ φίλη̨ ἐπίηρα φέρων λευκωλένω̨ 'Ήρη̨:
ἠ̃ δὴ λοίγια ἔργα τάδ' ἔσσεται οὐδ' ἔτ' ἀνεκτά,
εἰ δὴ σφὼ ἕνεκα θνητω̃ν ἐριδαίνετον ὡ̃δε,
ἐν δὲ θεοι̃σι κολω̨ὸν ἐλαύνετον: οὐδέ τι δαιτὸς
ἐσθλη̃ς ἔσσεται ἠ̃δοσ, ἐπεὶ τὰ χερείονα νικα̨̃.
μητρὶ δ' ἐγὼ παράφημι καὶ αὐτη̨̃ περ νοεούση̨
πατρὶ φίλω̨ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὐ̃τε
νεικείη̨σι πατήρ, σὺν δ' ἡμι̃ν δαι̃τα ταράξη̨.
εἴ περ γάρ κ' ἐθέλη̨σιν 'Ολύμπιος ἀστεροπητὴς
ἐξ ἑδέων στυφελίξαι: ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοι̃σιν:
αὐτίκ' ἔπειθ' ἵλαος 'Ολύμπιος ἔσσεται ἡμι̃ν.

   '`Ως ἄρ' ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
μητρὶ φίλη̨ ἐν χειρὶ τίθει καί μιν προσέειπε:
τέτλαθι μη̃τερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,
μή σε φίλην περ ἐου̃σαν ἐν ὀφθαλμοι̃σιν ἴδωμαι
θεινομένην, τότε δ' οὔ τι δυνήσομαι ἀχνύμενός περ
χραισμει̃ν: ἀργαλέος γὰρ 'Ολύμπιος ἀντιφέρεσθαι:
ἤδη γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαω̃τα
ῥι̃ψε ποδὸς τετάγων ἀπὸ βηλου̃ θεσπεσίοιο,
πα̃ν δ' ἠ̃μαρ φερόμην, ἅμα δ' ἠελίω̨ καταδύντι
κάππεσον ἐν Λήμνω̨, ὀλίγος δ' ἔτι θυμὸς ἐνη̃εν:
ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.

   '`Ως φάτο, μείδησεν δὲ θεὰ λευκώλενος 'Ήρη,
μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον:
αὐτὰρ ὃ τοι̃ς ἄλλοισι θεοι̃ς ἐνδέξια πα̃σιν
οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητη̃ρος ἀφύσσων:
ἄσβεστος δ' ἄρ' ἐνω̃ρτο γέλως μακάρεσσι θεοι̃σιν
ὡς ἴδον 'Ήφαιστον διὰ δώματα ποιπνύοντα.

   '`Ως τότε μὲν πρόπαν ἠ̃μαρ ἐς ἠέλιον καταδύντα
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσησ,
οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ' 'Απόλλων,
Μουσάων θ' αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλη̨̃.

   Αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,
οἳ μὲν κακκείοντες ἔβαν οἰ̃κον δὲ ἕκαστοσ,
ἡ̃χι ἑκάστω̨ δω̃μα περικλυτὸς ἀμφιγυήεις
'Ήφαιστος ποίησεν ἰδυίη̨σι πραπίδεσσι:
Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ' 'Ολύμπιος ἀστεροπητήσ,
ἔνθα πάρος κοιμα̃θ' ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι:
ἔνθα καθευ̃δ' ἀναβάσ, παρὰ δὲ χρυσόθρονος 'Ήρη.