ΙΛΙΑΔΟΣ Γ

Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστοι,
Τρω̃ες μὲν κλαγγη̨̃ τ' ἐνοπη̨̃ τ' ἴσαν ὄρνιθες ὣς
ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό:
αἵ τ' ἐπεὶ οὐ̃ν χειμω̃να φύγον καὶ ἀθέσφατον ὄμβρον
κλαγγη̨̃ ταί γε πέτονται ἐπ' ὠκεανοι̃ο ῥοάων
ἀνδράσι Πυγμαίοισι φόνον καὶ κη̃ρα φέρουσαι:
ἠέριαι δ' ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
οἳ δ' ἄρ' ἴσαν σιγη̨̃ μένεα πνείοντες 'Αχαιοὶ
ἐν θυμω̨̃ μεμαω̃τες ἀλεξέμεν ἀλλήλοισιν.

   Εὐ̃τ' ὄρεος κορυφη̨̃σι Νότος κατέχευεν ὀμίχλην
ποιμέσιν οὔ τι φίλην, κλέπτη̨ δέ τε νυκτὸς ἀμείνω,
τόσσόν τίς τ' ἐπιλεύσσει ὅσον τ' ἐπὶ λα̃αν ἵησιν:
ὣς ἄρα τω̃ν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ' ἀελλὴς
ἐρχομένων: μάλα δ' ὠ̃κα διέπρησσον πεδίοιο.

   Οἳ δ' ὅτε δὴ σχεδὸν ἠ̃σαν ἐπ' ἀλλήλοισιν ἰόντεσ,
Τρωσὶν μὲν προμάχιζεν 'Αλέξανδρος θεοειδὴς
παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
καὶ ξίφοσ: αὐτὰρ δου̃ρε δύω κεκορυθμένα χαλκω̨̃
πάλλων 'Αργείων προκαλίζετο πάντας ἀρίστους
ἀντίβιον μαχέσασθαι ἐν αἰνη̨̃ δηϊοτη̃τι.

   Τὸν δ' ὡς οὐ̃ν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,
ὥς τε λέων ἐχάρη μεγάλω̨ ἐπὶ σώματι κύρσας
εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἰ̃γα
πεινάων: μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν
σεύωνται ταχέες τε κύνες θαλεροί τ' αἰζηοί:
ὣς ἐχάρη Μενέλαος 'Αλέξανδρον θεοειδέα
ὀφθαλμοι̃σιν ἰδών: φάτο γὰρ τίσεσθαι ἀλείτην:
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἀ̃λτο χαμα̃ζε.

   Τὸν δ' ὡς οὐ̃ν ἐνόησεν 'Αλέξανδρος θεοειδὴς
ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἠ̃τορ,
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κη̃ρ' ἀλεείνων.
ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
οὔρεος ἐν βήσση̨σ, ὑπό τε τρόμος ἔλλαβε γυι̃α,
ἂψ δ' ἀνεχώρησεν, ὠ̃χρός τέ μιν εἱ̃λε παρειάσ,
ὣς αὐ̃τις καθ' ὅμιλον ἔδυ Τρώων ἀγερώχων
δείσας 'Ατρέος υἱὸν 'Αλέξανδρος θεοειδήσ.

   Τὸν δ' 'Έκτωρ νείκεσσεν ἰδὼν αἰσχροι̃ς ἐπέεσσιν:
Δύσπαρι εἰ̃δος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
αἴθ' ὄφελες ἄγονός τ' ἔμεναι ἄγαμός τ' ἀπολέσθαι:
καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἠ̃εν
ἢ οὕτω λώβην τ' ἔμεναι καὶ ὑπόψιον ἄλλων.
ἠ̃ που καγχαλόωσι κάρη κομόωντες 'Αχαιοὶ
φάντες ἀριστη̃α πρόμον ἔμμεναι, οὕνεκα καλὸν
εἰ̃δος ἔπ', ἀλλ' οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.
ἠ̃ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι
πόντον ἐπιπλώσασ, ἑτάρους ἐρίηρας ἀγείρασ,
μιχθεὶς ἀλλοδαποι̃σι γυναι̃κ' εὐειδέ' ἀνη̃γες
ἐξ ἀπίης γαίης νυὸν ἀνδρω̃ν αἰχμητάων
πατρί τε σω̨̃ μέγα πη̃μα πόληΐ τε παντί τε δήμω̨,
δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτω̨̃;
οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;
γνοίης χ' οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν:
οὐκ ἄν τοι χραίσμη̨ κίθαρις τά τε δω̃ρ' 'Αφροδίτης
ἥ τε κόμη τό τε εἰ̃δος ὅτ' ἐν κονίη̨σι μιγείησ.
ἀλλὰ μάλα Τρω̃ες δειδήμονεσ: ἠ̃ τέ κεν ἤδη
λάϊνον ἕσσο χιτω̃να κακω̃ν ἕνεχ' ὅσσα ἔοργασ.

   Τὸν δ' αὐ̃τε προσέειπεν 'Αλέξανδρος θεοειδήσ:
'Έκτορ ἐπεί με κατ' αἰ̃σαν ἐνείκεσας οὐδ' ὑπὲρ αἰ̃σαν:
αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς
ὅς τ' εἰ̃σιν διὰ δουρὸς ὑπ' ἀνέρος ὅς ῥά τε τέχνη̨
νήϊον ἐκτάμνη̨σιν, ὀφέλλει δ' ἀνδρὸς ἐρωήν:
ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί:
μή μοι δω̃ρ' ἐρατὰ πρόφερε χρυσέης 'Αφροδίτησ:
οὔ τοι ἀπόβλητ' ἐστὶ θεω̃ν ἐρικυδέα δω̃ρα
ὅσσά κεν αὐτοὶ δω̃σιν, ἑκὼν δ' οὐκ ἄν τις ἕλοιτο:
νυ̃ν αὐ̃τ' εἴ μ' ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,
ἄλλους μὲν κάθισον Τρω̃ας καὶ πάντας 'Αχαιούσ,
αὐτὰρ ἔμ' ἐν μέσσω̨ καὶ ἀρηΐφιλον Μενέλαον
συμβάλετ' ἀμφ' 'Ελένη̨ καὶ κτήμασι πα̃σι μάχεσθαι:
ὁππότερος δέ κε νικήση̨ κρείσσων τε γένηται,
κτήμαθ' ἑλὼν εὐ̃ πάντα γυναι̃κά τε οἴκαδ' ἀγέσθω:
οἳ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων
'Άργος ἐς ἱππόβοτον καὶ 'Αχαιΐδα καλλιγύναικα.

   '`Ως ἔφαθ', 'Έκτωρ δ' αὐ̃τ' ἐχάρη μέγα μυ̃θον ἀκούσασ,
καί ῥ' ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας
μέσσου δουρὸς ἑλών: τοὶ δ' ἱδρύνθησαν ἅπαντεσ.
τω̨̃ δ' ἐπετοξάζοντο κάρη κομόωντες 'Αχαιοὶ
ἰοι̃σίν τε τιτυσκόμενοι λάεσσί τ' ἔβαλλον:
αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων:
ἴσχεσθ' 'Αργει̃οι, μὴ βάλλετε κου̃ροι 'Αχαιω̃ν:
στευ̃ται γάρ τι ἔπος ἐρέειν κορυθαίολος 'Έκτωρ.

   '`Ως ἔφαθ', οἳ δ' ἔσχοντο μάχης ἄνεώ̨ τ' ἐγένοντο
ἐσσυμένωσ: 'Έκτωρ δὲ μετ' ἀμφοτέροισιν ἔειπε:
κέκλυτέ μευ Τρω̃ες καὶ ἐϋκνήμιδες 'Αχαιοὶ
μυ̃θον 'Αλεξάνδροιο, του̃ εἵνεκα νει̃κος ὄρωρεν.
ἄλλους μὲν κέλεται Τρω̃ας καὶ πάντας 'Αχαιοὺς
τεύχεα κάλ' ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρη̨,
αὐτὸν δ' ἐν μέσσω̨ καὶ ἀρηΐφιλον Μενέλαον
οἴους ἀμφ' 'Ελένη̨ καὶ κτήμασι πα̃σι μάχεσθαι.
ὁππότερος δέ κε νικήση̨ κρείσσων τε γένηται
κτήμαθ' ἑλὼν εὐ̃ πάντα γυναι̃κά τε οἴκαδ' ἀγέσθω:
οἳ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃:
τοι̃σι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαοσ:
κέκλυτε νυ̃ν καὶ ἐμει̃ο: μάλιστα γὰρ ἄλγος ἱκάνει
θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη
'Αργείους καὶ Τρω̃ασ, ἐπεὶ κακὰ πολλὰ πέπασθε
εἵνεκ' ἐμη̃ς ἔριδος καὶ 'Αλεξάνδρου ἕνεκ' ἀρχη̃σ:
ἡμέων δ' ὁπποτέρω̨ θάνατος καὶ μοι̃ρα τέτυκται
τεθναίη: ἄλλοι δὲ διακρινθει̃τε τάχιστα.
οἴσετε ἄρν', ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,
Γη̨̃ τε καὶ 'Ηελίω̨: Διὶ δ' ἡμει̃ς οἴσομεν ἄλλον:
ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ' ὅρκια τάμνη̨
αὐτόσ, ἐπεί οἱ παι̃δες ὑπερφίαλοι καὶ ἄπιστοι,
μή τις ὑπερβασίη̨ Διὸς ὅρκια δηλήσηται.
αἰεὶ δ' ὁπλοτέρων ἀνδρω̃ν φρένες ἠερέθονται:
οἱ̃ς δ' ὁ γέρων μετέη̨σιν ἅμα πρόσσω καὶ ὀπίσσω
λεύσσει, ὅπως ὄχ' ἄριστα μετ' ἀμφοτέροισι γένηται.

   '`Ως ἔφαθ', οἳ δ' ἐχάρησαν 'Αχαιοί τε Τρω̃ές τε
ἐλπόμενοι παύσασθαι ὀϊζυρου̃ πολέμοιο.
καί ῥ' ἵππους μὲν ἔρυξαν ἐπὶ στίχασ, ἐκ δ' ἔβαν αὐτοί,
τεύχεά τ' ἐξεδύοντο: τὰ μὲν κατέθεντ' ἐπὶ γαίη̨
πλησίον ἀλλήλων, ὀλίγη δ' ἠ̃ν ἀμφὶς ἄρουρα:
'Έκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε
καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι:
αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων 'Αγαμέμνων
νη̃ας ἔπι γλαφυρὰς ἰέναι, ἠδ' ἄρν' ἐκέλευεν
οἰσέμεναι: ὃ δ' ἄρ' οὐκ ἀπίθησ' 'Αγαμέμνονι δίω̨.

   ~'Ιρις δ' αὐ̃θ' 'Ελένη̨ λευκωλένω̨ ἄγγελος ἠ̃λθεν
εἰδομένη γαλόω̨ 'Αντηνορίδαο δάμαρτι,
τὴν 'Αντηνορίδης εἰ̃χε κρείων 'Ελικάων
Λαοδίκην Πριάμοιο θυγατρω̃ν εἰ̃δος ἀρίστην.
τὴν δ' εὑ̃ρ' ἐν μεγάρω̨: ἣ δὲ μέγαν ἱστὸν ὕφαινε
δίπλακα πορφυρέην, πολέας δ' ἐνέπασσεν ἀέθλους
Τρώων θ' ἱπποδάμων καὶ 'Αχαιω̃ν χαλκοχιτώνων,
οὕς ἑθεν εἵνεκ' ἔπασχον ὑπ' 'Άρηος παλαμάων:
ἀγχου̃ δ' ἱσταμένη προσέφη πόδας ὠκέα ~'Ιρισ:
δευ̃ρ' ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
Τρώων θ' ἱπποδάμων καὶ 'Αχαιω̃ν χαλκοχιτώνων,
οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν 'Άρηα
ἐν πεδίω̨ ὀλοοι̃ο λιλαιόμενοι πολέμοιο:
οἳ δὴ νυ̃ν ἕαται σιγη̨̃, πόλεμος δὲ πέπαυται,
ἀσπίσι κεκλιμένοι, παρὰ δ' ἔγχεα μακρὰ πέπηγεν.
αὐτὰρ 'Αλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
μακρη̨̃ς ἐγχείη̨σι μαχήσονται περὶ σει̃ο:
τω̨̃ δέ κε νικήσαντι φίλη κεκλήση̨ ἄκοιτισ.

   '`Ως εἰπου̃σα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμω̨̃
ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων:
αὐτίκα δ' ἀργεννη̨̃σι καλυψαμένη ὀθόνη̨σιν
ὁρμα̃τ' ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα
οὐκ οἴη, ἅμα τη̨̃ γε καὶ ἀμφίπολοι δύ' ἕποντο,
Αἴθρη Πιτθη̃ος θυγάτηρ, Κλυμένη τε βοω̃πισ:
αἰ̃ψα δ' ἔπειθ' ἵκανον ὅθι Σκαιαὶ πύλαι ἠ̃σαν.

   Οἳ δ' ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην
Λάμπόν τε Κλυτίον θ' 'Ικετάονά τ' ὄζον 'Άρηος
Οὐκαλέγων τε καὶ 'Αντήνωρ πεπνυμένω ἄμφω
ἥατο δημογέροντες ἐπὶ Σκαιη̨̃σι πύλη̨σι,
γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ' ἀγορηταὶ
ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθ' ὕλην
δενδρέω̨ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱει̃σι:
τοι̃οι ἄρα Τρώων ἡγήτορες ἡ̃ντ' ἐπὶ πύργω̨.
οἳ δ' ὡς οὐ̃ν εἴδονθ' 'Ελένην ἐπὶ πύργον ἰου̃σαν,
ἠ̃κα πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον:
οὐ νέμεσις Τρω̃ας καὶ ἐϋκνήμιδας 'Αχαιοὺς
τοιη̨̃δ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν:
αἰνω̃ς ἀθανάτη̨σι θεη̨̃ς εἰς ὠ̃πα ἔοικεν:
ἀλλὰ καὶ ὡ̃ς τοίη περ ἐου̃σ' ἐν νηυσὶ νεέσθω,
μηδ' ἡμι̃ν τεκέεσσί τ' ὀπίσσω πη̃μα λίποιτο.

   '`Ως ἄρ' ἔφαν, Πρίαμος δ' 'Ελένην ἐκαλέσσατο φωνη̨̃:
δευ̃ρο πάροιθ' ἐλθου̃σα φίλον τέκος ἵζευ ἐμει̃ο,
ὄφρα ἴδη̨ πρότερόν τε πόσιν πηούς τε φίλους τε:
οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν
οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν 'Αχαιω̃ν:
ὥς μοι καὶ τόνδ' ἄνδρα πελώριον ἐξονομήνη̨ς
ὅς τις ὅδ' ἐστὶν 'Αχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.
ἤτοι μὲν κεφαλη̨̃ καὶ μείζονες ἄλλοι ἔασι,
καλὸν δ' οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοι̃σιν,
οὐδ' οὕτω γεραρόν: βασιλη̃ϊ γὰρ ἀνδρὶ ἔοικε.

   Τὸν δ' 'Ελένη μύθοισιν ἀμείβετο δι̃α γυναικω̃ν:
αἰδοι̃ός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε:
ὡς ὄφελεν θάνατός μοι ἁδει̃ν κακὸς ὁππότε δευ̃ρο
υἱέϊ σω̨̃ ἑπόμην θάλαμον γνωτούς τε λιπου̃σα
παι̃δά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.
ἀλλὰ τά γ' οὐκ ἐγένοντο: τὸ καὶ κλαίουσα τέτηκα.
του̃το δέ τοι ἐρέω ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλα̨̃σ:
οὑ̃τός γ' 'Ατρεΐδης εὐρὺ κρείων 'Αγαμέμνων,
ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητήσ:
δαὴρ αὐ̃τ' ἐμὸς ἔσκε κυνώπιδοσ, εἴ ποτ' ἔην γε.

   '`Ως φάτο, τὸν δ' ὁ γέρων ἠγάσσατο φώνησέν τε:
ὠ̃ μάκαρ 'Ατρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,
ἠ̃ ῥά νύ τοι πολλοὶ δεδμήατο κου̃ροι 'Αχαιω̃ν.
ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,
ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους
λαοὺς 'Οτρη̃ος καὶ Μυγδόνος ἀντιθέοιο,
οἵ ῥα τότ' ἐστρατόωντο παρ' ὄχθας Σαγγαρίοιο:
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοι̃σιν ἐλέχθην
ἤματι τω̨̃ ὅτε τ' ἠ̃λθον 'Αμαζόνες ἀντιάνειραι:
ἀλλ' οὐδ' οἳ τόσοι ἠ̃σαν ὅσοι ἑλίκωπες 'Αχαιοί.

   Δεύτερον αὐ̃τ' 'Οδυση̃α ἰδὼν ἐρέειν' ὁ γεραιόσ:
εἴπ' ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδ' ἐστί:
μείων μὲν κεφαλη̨̃ 'Αγαμέμνονος 'Ατρεΐδαο,
εὐρύτερος δ' ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.
τεύχεα μέν οἱ κει̃ται ἐπὶ χθονὶ πουλυβοτείρη̨,
αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλει̃ται στίχας ἀνδρω̃ν:
ἀρνειω̨̃ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλω̨,
ὅς τ' οἰω̃ν μέγα πω̃ϋ διέρχεται ἀργεννάων.

   Τὸν δ' ἠμείβετ' ἔπειθ' 'Ελένη Διὸς ἐκγεγαυι̃α:
οὑ̃τος δ' αὐ̃ Λαερτιάδης πολύμητις 'Οδυσσεύσ,
ὃς τράφη ἐν δήμω̨ 'Ιθάκης κραναη̃ς περ ἐούσης
εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.

   Τὴν δ' αὐ̃τ' 'Αντήνωρ πεπνυμένος ἀντίον ηὔδα:
ὠ̃ γύναι ἠ̃ μάλα του̃το ἔπος νημερτὲς ἔειπεσ:
ἤδη γὰρ καὶ δευ̃ρό ποτ' ἤλυθε δι̃ος 'Οδυσσεὺς
σευ̃ ἕνεκ' ἀγγελίης σὺν ἀρηϊφίλω̨ Μενελάω̨:
τοὺς δ' ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,
ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.
ἀλλ' ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν
στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμουσ,
ἄμφω δ' ἑζομένω γεραρώτερος ἠ̃εν 'Οδυσσεύσ:
ἀλλ' ὅτε δὴ μύθους καὶ μήδεα πα̃σιν ὕφαινον
ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,
παυ̃ρα μὲν ἀλλὰ μάλα λιγέωσ, ἐπεὶ οὐ πολύμυθος
οὐδ' ἀφαμαρτοεπήσ: ἠ̃ καὶ γένει ὕστερος ἠ̃εν.
ἀλλ' ὅτε δὴ πολύμητις ἀναΐξειεν 'Οδυσσεὺς
στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξασ,
σκη̃πτρον δ' οὔτ' ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,
ἀλλ' ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώσ:
φαίης κε ζάκοτόν τέ τιν' ἔμμεναι ἄφρονά τ' αὔτωσ.
ἀλλ' ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη
καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίη̨σιν,
οὐκ ἂν ἔπειτ' 'Οδυση̃ΐ γ' ἐρίσσειε βροτὸς ἄλλοσ:
οὐ τότε γ' ὡ̃δ' 'Οδυση̃ος ἀγασσάμεθ' εἰ̃δος ἰδόντεσ.

   Τὸ τρίτον αὐ̃τ' Αἴαντα ἰδὼν ἐρέειν' ὃ γεραιόσ:
τίς τὰρ ὅδ' ἄλλος 'Αχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε
ἔξοχος 'Αργείων κεφαλήν τε καὶ εὐρέας ὤμουσ;

   Τὸν δ' 'Ελένη τανύπεπλος ἀμείβετο δι̃α γυναικω̃ν:
οὑ̃τος δ' Αἴας ἐστὶ πελώριος ἕρκος 'Αχαιω̃ν:
'Ιδομενεὺς δ' ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς
ἕστηκ', ἀμφὶ δέ μιν Κρητω̃ν ἀγοὶ ἠγερέθονται.
πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος
οἴκω̨ ἐν ἡμετέρω̨ ὁπότε Κρήτηθεν ἵκοιτο.
νυ̃ν δ' ἄλλους μὲν πάντας ὁρω̃ ἑλίκωπας 'Αχαιούσ,
οὕς κεν ἐὺ̈ γνοίην καί τ' οὔνομα μυθησαίμην:
δοιὼ δ' οὐ δύναμαι ἰδέειν κοσμήτορε λαω̃ν
Κάστορά θ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα
αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.
ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινη̃σ,
ἢ δεύρω μὲν ἕποντο νέεσσ' ἔνι ποντοπόροισι,
νυ̃ν αὐ̃τ' οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρω̃ν
αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ' ἅ μοί ἐστιν.

   '`Ως φάτο, τοὺς δ' ἤδη κάτεχεν φυσίζοος αἰ̃α
ἐν Λακεδαίμονι αὐ̃θι φίλη̨ ἐν πατρίδι γαίη̨.

   Κήρυκες δ' ἀνὰ ἄστυ θεω̃ν φέρον ὅρκια πιστὰ
ἄρνε δύω καὶ οἰ̃νον ἐΰφρονα καρπὸν ἀρούρης
ἀσκω̨̃ ἐν αἰγείω̨: φέρε δὲ κρητη̃ρα φαεινὸν
κη̃ρυξ 'Ιδαι̃ος ἠδὲ χρύσεια κύπελλα:
ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν:
ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι
Τρώων θ' ἱπποδάμων καὶ 'Αχαιω̃ν χαλκοχιτώνων
ἐς πεδίον καταβη̃ναι ἵν' ὅρκια πιστὰ τάμητε:
αὐτὰρ 'Αλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
μακρη̨̃ς ἐγχείη̨σι μαχήσοντ' ἀμφὶ γυναικί:
τω̨̃ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ' ἕποιτο:
οἳ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται
'Άργος ἐς ἱππόβοτον καὶ 'Αχαιΐδα καλλιγύναικα.

   '`Ως φάτο ῥίγησεν δ' ὃ γέρων, ἐκέλευσε δ' ἑταίρους
ἵππους ζευγνύμεναι: τοὶ δ' ὀτραλέως ἐπίθοντο.
ἂν δ' ἄρ' ἔβη Πρίαμοσ, κατὰ δ' ἡνία τει̃νεν ὀπίσσω:
πὰρ δέ οἱ 'Αντήνωρ περικαλλέα βήσετο δίφρον:
τὼ δὲ διὰ Σκαιω̃ν πεδίον δ' ἔχον ὠκέας ἵππουσ.

   'Αλλ' ὅτε δή ῥ' ἵκοντο μετὰ Τρω̃ας καὶ 'Αχαιούσ,
ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν
ἐς μέσσον Τρώων καὶ 'Αχαιω̃ν ἐστιχόωντο.
ὄρνυτο δ' αὐτίκ' ἔπειτα ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων,
ἂν δ' 'Οδυσεὺς πολύμητισ: ἀτὰρ κήρυκες ἀγαυοὶ
ὅρκια πιστὰ θεω̃ν σύναγον, κρητη̃ρι δὲ οἰ̃νον
μίσγον, ἀτὰρ βασιλευ̃σιν ὕδωρ ἐπὶ χει̃ρας ἔχευαν.
'Ατρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
ἀρνω̃ν ἐκ κεφαλέων τάμνε τρίχασ: αὐτὰρ ἔπειτα
κήρυκες Τρώων καὶ 'Αχαιω̃ν νει̃μαν ἀρίστοισ.
τοι̃σιν δ' 'Ατρεΐδης μεγάλ' εὔχετο χει̃ρας ἀνασχών:
Ζευ̃ πάτερ 'Ίδηθεν μεδέων κύδιστε μέγιστε,
'Ηέλιός θ', ὃς πάντ' ἐφορα̨̃ς καὶ πάντ' ἐπακούεισ,
καὶ ποταμοὶ καὶ γαι̃α, καὶ οἳ ὑπένερθε καμόντας
ἀνθρώπους τίνυσθον ὅτις κ' ἐπίορκον ὀμόσση̨,
ὑμει̃ς μάρτυροι ἔστε, φυλάσσετε δ' ὅρκια πιστά:
εἰ μέν κεν Μενέλαον 'Αλέξανδρος καταπέφνη̨
αὐτὸς ἔπειθ' 'Ελένην ἐχέτω καὶ κτήματα πάντα,
ἡμει̃ς δ' ἐν νήεσσι νεώμεθα ποντοπόροισιν:
εἰ δέ κ' 'Αλέξανδρον κτείνη̨ ξανθὸς Μενέλαοσ,
Τρω̃ας ἔπειθ' 'Ελένην καὶ κτήματα πάντ' ἀποδου̃ναι,
τιμὴν δ' 'Αργείοις ἀποτινέμεν ἥν τιν' ἔοικεν,
ἥ τε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται.
εἰ δ' ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παι̃δες
τίνειν οὐκ ἐθέλωσιν 'Αλεξάνδροιο πεσόντοσ,
αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινη̃ς
αὐ̃θι μένων, ἡ̃ός κε τέλος πολέμοιο κιχείω.

   ~'Η, καὶ ἀπὸ στομάχους ἀρνω̃ν τάμε νηλέϊ χαλκω̨̃:
καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας
θυμου̃ δευομένουσ: ἀπὸ γὰρ μένος εἵλετο χαλκόσ.
οἰ̃νον δ' ἐκ κρητη̃ρος ἀφυσσόμενοι δεπάεσσιν
ἔκχεον, ἠδ' εὔχοντο θεοι̃ς αἰειγενέτη̨σιν.
ὡ̃δε δέ τις εἴπεσκεν 'Αχαιω̃ν τε Τρώων τε:
Ζευ̃ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν
ὡ̃δέ σφ' ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἰ̃νος
αὐτω̃ν καὶ τεκέων, ἄλοχοι δ' ἄλλοισι δαμει̃εν.

   '`Ως ἔφαν, οὐδ' ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.
τοι̃σι δὲ Δαρδανίδης Πρίαμος μετὰ μυ̃θον ἔειπε:
κέκλυτέ μευ Τρω̃ες καὶ ἐϋκνήμιδες 'Αχαιοί:
ἤτοι ἐγὼν εἰ̃μι προτὶ 'Ίλιον ἠνεμόεσσαν
ἄψ, ἐπεὶ οὔ πω τλήσομ' ἐν ὀφθαλμοι̃σιν ὁρα̃σθαι
μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλω̨ Μενελάω̨:
Ζεὺς μέν που τό γε οἰ̃δε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
ὁπποτέρω̨ θανάτοιο τέλος πεπρωμένον ἐστίν.

   ~'Η ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώσ,
ἂν δ' ἄρ' ἔβαιν' αὐτόσ, κατὰ δ' ἡνία τει̃νεν ὀπίσσω:
πὰρ δέ οἱ 'Αντήνωρ περικαλλέα βήσετο δίφρον.
τὼ μὲν ἄρ' ἄψορροι προτὶ 'Ίλιον ἀπονέοντο:
'Έκτωρ δὲ Πριάμοιο πάϊς καὶ δι̃ος 'Οδυσσεὺς
χω̃ρον μὲν πρω̃τον διεμέτρεον, αὐτὰρ ἔπειτα
κλήρους ἐν κυνέη̨ χαλκήρεϊ πάλλον ἑλόντεσ,
ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχοσ.
λαοὶ δ' ἠρήσαντο, θεοι̃σι δὲ χει̃ρας ἀνέσχον,
ὡ̃δε δέ τις εἴπεσκεν 'Αχαιω̃ν τε Τρώων τε:
Ζευ̃ πάτερ 'Ίδηθεν μεδέων κύδιστε μέγιστε
ὁππότερος τάδε ἔργα μετ' ἀμφοτέροισιν ἔθηκε,
τὸν δὸς ἀποφθίμενον δυ̃ναι δόμον 'Άϊδος εἴσω,
ἡμι̃ν δ' αὐ̃ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.

   '`Ως ἄρ' ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος 'Έκτωρ
ἂψ ὁρόων: Πάριος δὲ θοω̃ς ἐκ κλη̃ρος ὄρουσεν.
οἳ μὲν ἔπειθ' ἵζοντο κατὰ στίχασ, ἡ̃χι ἑκάστω̨
ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε' ἔκειτο:
αὐτὰρ ὅ γ' ἀμφ' ὤμοισιν ἐδύσετο τεύχεα καλὰ
δι̃ος 'Αλέξανδρος 'Ελένης πόσις ἠϋκόμοιο.
κνημι̃δας μὲν πρω̃τα περὶ κνήμη̨σιν ἔθηκε
καλάσ, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίασ:
δεύτερον αὐ̃ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
οἱ̃ο κασιγνήτοιο Λυκάονοσ: ἥρμοσε δ' αὐτω̨̃.
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε:
κρατὶ δ' ἐπ' ἰφθίμω̨ κυνέην εὔτυκτον ἔθηκεν
ἵππουριν: δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν:
εἵλετο δ' ἄλκιμον ἔγχοσ, ὅ οἱ παλάμηφιν ἀρήρει.
ὣς δ' αὔτως Μενέλαος ἀρήϊος ἔντε' ἔδυνεν.

   Οἳ δ' ἐπεὶ οὐ̃ν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
ἐς μέσσον Τρώων καὶ 'Αχαιω̃ν ἐστιχόωντο
δεινὸν δερκόμενοι: θάμβος δ' ἔχεν εἰσορόωντας
Τρω̃άς θ' ἱπποδάμους καὶ ἐϋκνήμιδας 'Αχαιούσ.
καί ῥ' ἐγγὺς στήτην διαμετρητω̨̃ ἐνὶ χώρω̨
σείοντ' ἐγχείας ἀλλήλοισιν κοτέοντε.
πρόσθε δ' 'Αλέξανδρος προΐει δολιχόσκιον ἔγχοσ,
καὶ βάλεν 'Ατρεΐδαο κατ' ἀσπίδα πάντοσε ἴσην,
οὐδ' ἔρρηξεν χαλκόσ, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
ἀσπίδ' ἐνὶ κρατερη̨̃: ὃ δὲ δεύτερον ὄρνυτο χαλκω̨̃
'Ατρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί:
Ζευ̃ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκ' ἔοργε
δι̃ον 'Αλέξανδρον, καὶ ἐμη̨̃ς ὑπὸ χερσὶ δάμασσον,
ὄφρα τις ἐρρίγη̨σι καὶ ὀψιγόνων ἀνθρώπων
ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχη̨.

   ~'Η ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχοσ,
καὶ βάλε Πριαμίδαο κατ' ἀσπίδα πάντοσε ἴσην:
διὰ μὲν ἀσπίδος ἠ̃λθε φαεινη̃ς ὄβριμον ἔγχοσ,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο:
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτω̃να
ἔγχοσ: ὃ δ' ἐκλίνθη καὶ ἀλεύατο κη̃ρα μέλαιναν.
'Ατρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
πλη̃ξεν ἀνασχόμενος κόρυθος φάλον: ἀμφὶ δ' ἄρ' αὐτω̨̃
τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρόσ.
'Ατρεΐδης δ' ὤ̨μωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν:
Ζευ̃ πάτερ οὔ τις σει̃ο θεω̃ν ὀλοώτερος ἄλλοσ:
ἠ̃ τ' ἐφάμην τίσασθαι 'Αλέξανδρον κακότητοσ:
νυ̃ν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφοσ, ἐκ δέ μοι ἔγχος
ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδ' ἔβαλόν μιν.

   ~'Η καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείησ,
ἕλκε δ' ἐπιστρέψας μετ' ἐϋκνήμιδας 'Αχαιούσ:
ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,
ὅς οἱ ὑπ' ἀνθερεω̃νος ὀχεὺς τέτατο τρυφαλείησ.
καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κυ̃δοσ,
εἰ μὴ ἄρ' ὀξὺ νόησε Διὸς θυγάτηρ 'Αφροδίτη,
ἥ οἱ ῥη̃ξεν ἱμάντα βοὸς ἰ̃φι κταμένοιο:
κεινὴ δὲ τρυφάλεια ἅμ' ἕσπετο χειρὶ παχείη̨.
τὴν μὲν ἔπειθ' ἥρως μετ' ἐϋκνήμιδας 'Αχαιοὺς
ῥι̃ψ' ἐπιδινήσασ, κόμισαν δ' ἐρίηρες ἑται̃ροι:
αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
ἔγχεϊ χαλκείω̨: τὸν δ' ἐξήρπαξ' 'Αφροδίτη
ῥει̃α μάλ' ὥς τε θεόσ, ἐκάλυψε δ' ἄρ' ἠέρι πολλη̨̃,
κὰδ δ' εἱ̃σ' ἐν θαλάμω̨ εὐώδεϊ κηώεντι.
αὐτὴ δ' αὐ̃ 'Ελένην καλέουσ' ἴε: τὴν δὲ κίχανε
πύργω̨ ἐφ' ὑψηλω̨̃, περὶ δὲ Τρω̨αὶ ἅλις ἠ̃σαν:
χειρὶ δὲ νεκταρέου ἑανου̃ ἐτίναξε λαβου̃σα,
γρηὶ̈ δέ μιν ἐϊκυι̃α παλαιγενέϊ προσέειπεν
εἰροκόμω̨, ἥ οἱ Λακεδαίμονι ναιετοώση̨
ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε:
τη̨̃ μιν ἐεισαμένη προσεφώνεε δι̃' 'Αφροδίτη:
δευ̃ρ' ἴθ': 'Αλέξανδρός σε καλει̃ οἰ̃κον δὲ νέεσθαι.
κει̃νος ὅ γ' ἐν θαλάμω̨ καὶ δινωτοι̃σι λέχεσσι
κάλλεΐ τε στίλβων καὶ εἵμασιν: οὐδέ κε φαίης
ἀνδρὶ μαχεσσάμενον τόν γ' ἐλθει̃ν, ἀλλὰ χορὸν δὲ
ἔρχεσθ', ἠὲ χοροι̃ο νέον λήγοντα καθίζειν.

   '`Ως φάτο, τη̨̃ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε:
καί ῥ' ὡς οὐ̃ν ἐνόησε θεα̃ς περικαλλέα δειρὴν
στήθεά θ' ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
θάμβησέν τ' ἄρ' ἔπειτα ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:
δαιμονίη, τί με ταυ̃τα λιλαίεαι ἠπεροπεύειν;
ἠ̃ πή̨ με προτέρω πολίων εὐ̃ ναιομενάων
ἄξεισ, ἢ Φρυγίης ἢ Μη̨ονίης ἐρατεινη̃σ,
εἴ τίς τοι καὶ κει̃θι φίλος μερόπων ἀνθρώπων:
οὕνεκα δὴ νυ̃ν δι̃ον 'Αλέξανδρον Μενέλαος
νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ' ἄγεσθαι,
τοὔνεκα δὴ νυ̃ν δευ̃ρο δολοφρονέουσα παρέστησ;
ἡ̃σο παρ' αὐτὸν ἰου̃σα, θεω̃ν δ' ἀπόεικε κελεύθου,
μηδ' ἔτι σοι̃σι πόδεσσιν ὑποστρέψειας 'Όλυμπον,
ἀλλ' αἰεὶ περὶ κει̃νον ὀΐζυε καί ἑ φύλασσε,
εἰς ὅ κέ σ' ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
κει̃σε δ' ἐγὼν οὐκ εἰ̃μι: νεμεσσητὸν δέ κεν εἴη:
κείνου πορσανέουσα λέχοσ: Τρω̨αὶ δέ μ' ὀπίσσω
πα̃σαι μωμήσονται: ἔχω δ' ἄχε' ἄκριτα θυμω̨̃.

   Τὴν δὲ χολωσαμένη προσεφώνεε δι̃' 'Αφροδίτη:
μή μ' ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,
τὼς δέ σ' ἀπεχθήρω ὡς νυ̃ν ἔκπαγλ' ἐφίλησα,
μέσσω̨ δ' ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
Τρώων καὶ Δαναω̃ν, σὺ δέ κεν κακὸν οἰ̃τον ὄληαι.

   '`Ως ἔφατ', ἔδεισεν δ' 'Ελένη Διὸς ἐκγεγαυι̃α,
βη̃ δὲ κατασχομένη ἑανω̨̃ ἀργη̃τι φαεινω̨̃
σιγη̨̃, πάσας δὲ Τρω̨ὰς λάθεν: ἠ̃ρχε δὲ δαίμων.

   Αἳ δ' ὅτ' 'Αλεξάνδροιο δόμον περικαλλέ' ἵκοντο,
ἀμφίπολοι μὲν ἔπειτα θοω̃ς ἐπὶ ἔργα τράποντο,
ἣ δ' εἰς ὑψόροφον θάλαμον κίε δι̃α γυναικω̃ν.
τη̨̃ δ' ἄρα δίφρον ἑλου̃σα φιλομειδὴς 'Αφροδίτη
ἀντί' 'Αλεξάνδροιο θεὰ κατέθηκε φέρουσα:
ἔνθα κάθιζ' 'Ελένη κούρη Διὸς αἰγιόχοιο
ὄσσε πάλιν κλίνασα, πόσιν δ' ἠνίπαπε μύθω̨:
ἤλυθες ἐκ πολέμου: ὡς ὤφελες αὐτόθ' ὀλέσθαι
ἀνδρὶ δαμεὶς κρατερω̨̃, ὃς ἐμὸς πρότερος πόσις ἠ̃εν.
ἠ̃ μὲν δὴ πρίν γ' εὔχε' ἀρηϊφίλου Μενελάου
ση̨̃ τε βίη̨ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἰ̃ναι:
ἀλλ' ἴθι νυ̃ν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον
ἐξαυ̃τις μαχέσασθαι ἐναντίον: ἀλλά σ' ἔγωγε
παύεσθαι κέλομαι, μηδὲ ξανθω̨̃ Μενελάω̨
ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
ἀφραδέωσ, μή πως τάχ' ὑπ' αὐτου̃ δουρὶ δαμήη̨σ.

   Τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε:
μή με γύναι χαλεποι̃σιν ὀνείδεσι θυμὸν ἔνιπτε:
νυ̃ν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν 'Αθήνη̨,
κει̃νον δ' αὐ̃τις ἐγώ: πάρα γὰρ θεοί εἰσι καὶ ἡμι̃ν.
ἀλλ' ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε:
οὐ γάρ πώ ποτέ μ' ὡ̃δέ γ' ἔρως φρένας ἀμφεκάλυψεν,
οὐδ' ὅτε σε πρω̃τον Λακεδαίμονος ἐξ ἐρατεινη̃ς
ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,
νήσω̨ δ' ἐν Κραναη̨̃ ἐμίγην φιλότητι καὶ εὐνη̨̃,
ὥς σεο νυ̃ν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρει̃.

   ~'Η ῥα, καὶ ἄρχε λέχος δὲ κιών: ἅμα δ' εἵπετ' ἄκοιτισ.

   Τὼ μὲν ἄρ' ἐν τρητοι̃σι κατεύνασθεν λεχέεσσιν,
'Ατρεΐδης δ' ἀν' ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς
εἴ που ἐσαθρήσειεν 'Αλέξανδρον θεοειδέα.
ἀλλ' οὔ τις δύνατο Τρώων κλειτω̃ν τ' ἐπικούρων
δει̃ξαι 'Αλέξανδρον τότ' ἀρηϊφίλω̨ Μενελάω̨:
οὐ μὲν γὰρ φιλότητί γ' ἐκεύθανον εἴ τις ἴδοιτο:
ἰ̃σον γάρ σφιν πα̃σιν ἀπήχθετο κηρὶ μελαίνη̨.
τοι̃σι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων:
κέκλυτέ μευ Τρω̃ες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι:
νίκη μὲν δὴ φαίνετ' ἀρηϊφίλου Μενελάου,
ὑμει̃ς δ' 'Αργείην 'Ελένην καὶ κτήμαθ' ἅμ' αὐτη̨̃
ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν' ἔοικεν,
ἥ τε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται.

   '`Ως ἔφατ' 'Ατρεΐδησ, ἐπὶ δ' ἤ̨νεον ἄλλοι 'Αχαιοί.