ΙΛΙΑΔΟΣ Δ

   Οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
χρυσέω̨ ἐν δαπέδω̨, μετὰ δέ σφισι πότνια 'Ήβη
νέκταρ ἐοινοχόει: τοὶ δὲ χρυσέοις δεπάεσσι
δειδέχατ' ἀλλήλουσ, Τρώων πόλιν εἰσορόωντεσ:
αὐτίκ' ἐπειρα̃το Κρονίδης ἐρεθιζέμεν 'Ήρην
κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων:
δοιαὶ μὲν Μενελάω̨ ἀρηγόνες εἰσὶ θεάων
'Ήρη τ' 'Αργείη καὶ 'Αλαλκομενηὶ̈ς 'Αθήνη.
ἀλλ' ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι
τέρπεσθον: τω̨̃ δ' αὐ̃τε φιλομειδὴς 'Αφροδίτη
αἰεὶ παρμέμβλωκε καὶ αὐτου̃ κη̃ρας ἀμύνει:
καὶ νυ̃ν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.
ἀλλ' ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου:
ἡμει̃ς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα,
ἤ ῥ' αὐ̃τις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
ὄρσομεν, ἠ̃ φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν.
εἰ δ' αὐ̃ πως τόδε πα̃σι φίλον καὶ ἡδὺ γένοιτο,
ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτοσ,
αὐ̃τις δ' 'Αργείην 'Ελένην Μενέλαος ἄγοιτο.

   '`Ως ἔφαθ', αἳ δ' ἐπέμυξαν 'Αθηναίη τε καὶ 'Ήρη:
πλησίαι αἵ γ' ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
ἤτοι 'Αθηναίη ἀκέων ἠ̃ν οὐδέ τι εἰ̃πε
σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ἥ̨ρει:
'Ήρη̨ δ' οὐκ ἔχαδε στη̃θος χόλον, ἀλλὰ προσηύδα:
αἰνότατε Κρονίδη ποι̃ον τὸν μυ̃θον ἔειπεσ:
πω̃ς ἐθέλεις ἅλιον θει̃ναι πόνον ἠδ' ἀτέλεστον,
ἱδρω̃ θ' ὃν ἵδρωσα μόγω̨, καμέτην δέ μοι ἵπποι
λαὸν ἀγειρούση̨, Πριάμω̨ κακὰ τοι̃ό τε παισίν.
ἕρδ': ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.

   Τὴν δὲ μέγ' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύσ:
δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παι̃δες
τόσσα κακὰ ῥέζουσιν, ὅ τ' ἀσπερχὲς μενεαίνεις
'Ιλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;
εἰ δὲ σύ γ' εἰσελθου̃σα πύλας καὶ τείχεα μακρὰ
ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παι̃δας
ἄλλους τε Τρω̃ασ, τότε κεν χόλον ἐξακέσαιο.
ἕρξον ὅπως ἐθέλεισ: μὴ του̃τό γε νει̃κος ὀπίσσω
σοὶ καὶ ἐμοὶ μέγ' ἔρισμα μετ' ἀμφοτέροισι γένηται.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο ση̨̃σιν:
ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι
τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ' ἐα̃σαι:
καὶ γὰρ ἐγὼ σοὶ δω̃κα ἑκὼν ἀέκοντί γε θυμω̨̃:
αἳ γὰρ ὑπ' ἠελίω̨ τε καὶ οὐρανω̨̃ ἀστερόεντι
ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,
τάων μοι περὶ κη̃ρι τιέσκετο 'Ίλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
λοιβη̃ς τε κνίσης τε: τὸ γὰρ λάχομεν γέρας ἡμει̃σ.

   Τὸν δ' ἠμείβετ' ἔπειτα βοω̃πις πότνια 'Ήρη:
ἤτοι ἐμοὶ τρει̃ς μὲν πολὺ φίλταταί εἰσι πόληες
'Άργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη:
τὰς διαπέρσαι ὅτ' ἄν τοι ἀπέχθωνται περὶ κη̃ρι:
τάων οὔ τοι ἐγὼ πρόσθ' ἵσταμαι οὐδὲ μεγαίρω.
εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰω̃ διαπέρσαι,
οὐκ ἀνύω φθονέουσ' ἐπεὶ ἠ̃ πολὺ φέρτερός ἐσσι.
ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον:
καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,
καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτησ,
ἀμφότερον γενεη̨̃ τε καὶ οὕνεκα σὴ παράκοιτις
κέκλημαι, σὺ δὲ πα̃σι μετ' ἀθανάτοισιν ἀνάσσεισ.
ἀλλ' ἤτοι μὲν ταυ̃θ' ὑποείξομεν ἀλλήλοισι,
σοὶ μὲν ἐγώ, σὺ δ' ἐμοί: ἐπὶ δ' ἕψονται θεοὶ ἄλλοι
ἀθάνατοι: σὺ δὲ θα̃σσον 'Αθηναίη̨ ἐπιτει̃λαι
ἐλθει̃ν ἐς Τρώων καὶ 'Αχαιω̃ν φύλοπιν αἰνήν,
πειρα̃ν δ' ὥς κε Τρω̃ες ὑπερκύδαντας 'Αχαιοὺς
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε πατὴρ ἀνδρω̃ν τε θεω̃ν τε:
αὐτίκ' 'Αθηναίην ἔπεα πτερόεντα προσηύδα:
αἰ̃ψα μάλ' ἐς στρατὸν ἐλθὲ μετὰ Τρω̃ας καὶ 'Αχαιούσ,
πειρα̃ν δ' ὥς κε Τρω̃ες ὑπερκύδαντας 'Αχαιοὺς
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.

   '`Ως εἰπὼν ὄτρυνε πάρος μεμαυι̃αν 'Αθήνην,
βη̃ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα.
οἱ̃ον δ' ἀστέρα ἡ̃κε Κρόνου πάϊς ἀγκυλομήτεω
ἢ ναύτη̨σι τέρας ἠὲ στρατω̨̃ εὐρέϊ λαω̃ν
λαμπρόν: του̃ δέ τε πολλοὶ ἀπὸ σπινθη̃ρες ἵενται:
τω̨̃ ἐϊκυι̃' ἤϊξεν ἐπὶ χθόνα Παλλὰς 'Αθήνη,
κὰδ δ' ἔθορ' ἐς μέσσον: θάμβος δ' ἔχεν εἰσορόωντας
Τρω̃άς θ' ἱπποδάμους καὶ ἐϋκνήμιδας 'Αχαιούσ:
ὡ̃δε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
ἠ̃ ῥ' αὐ̃τις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
ἔσσεται, ἢ φιλότητα μετ' ἀμφοτέροισι τίθησι
Ζεύσ, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.

   '`Ως ἄρα τις εἴπεσκεν 'Αχαιω̃ν τε Τρώων τε.
ἣ δ' ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ' ὅμιλον
Λαοδόκω̨ 'Αντηνορίδη̨ κρατερω̨̃ αἰχμητη̨̃,
Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.
εὑ̃ρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε
ἑσταότ': ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
λαω̃ν, οἵ οἱ ἕποντο ἀπ' Αἰσήποιο ῥοάων:
ἀγχου̃ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
ἠ̃ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.
τλαίης κεν Μενελάω̨ ἐπιπροέμεν ταχὺν ἰόν,
πα̃σι δέ κε Τρώεσσι χάριν καὶ κυ̃δος ἄροιο,
ἐκ πάντων δὲ μάλιστα 'Αλεξάνδρω̨ βασιλη̃ϊ.
του̃ κεν δὴ πάμπρωτα παρ' ἀγλαὰ δω̃ρα φέροιο,
αἴ κεν ἴδη̨ Μενέλαον ἀρήϊον 'Ατρέος υἱὸν
σω̨̃ βέλεϊ δμηθέντα πυρη̃ς ἐπιβάντ' ἀλεγεινη̃σ.
ἀλλ' ἄγ' ὀΐστευσον Μενελάου κυδαλίμοιο,
εὔχεο δ' 'Απόλλωνι Λυκηγενέϊ κλυτοτόξω̨
ἀρνω̃ν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
οἴκαδε νοστήσας ἱερη̃ς εἰς ἄστυ Ζελείησ.

   '`Ως φάτ' 'Αθηναίη, τω̨̃ δὲ φρένας ἄφρονι πει̃θεν:
αὐτίκ' ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς
ἀγρίου, ὅν ῥά ποτ' αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκη̨̃σι
βεβλήκει πρὸς στη̃θοσ: ὃ δ' ὕπτιος ἔμπεσε πέτρη̨.
του̃ κέρα ἐκ κεφαλη̃ς ἑκκαιδεκάδωρα πεφύκει:
καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,
πα̃ν δ' εὐ̃ λειήνας χρυσέην ἐπέθηκε κορώνην.
καὶ τὸ μὲν εὐ̃ κατέθηκε τανυσσάμενος ποτὶ γαίη̨
ἀγκλίνασ: πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑται̃ροι
μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἱ̃ες 'Αχαιω̃ν
πρὶν βλη̃σθαι Μενέλαον ἀρήϊον 'Ατρέος υἱόν.
αὐτὰρ ὁ σύλα πω̃μα φαρέτρησ, ἐκ δ' ἕλετ' ἰὸν
ἀβλη̃τα πτερόεντα μελαινέων ἕρμ' ὀδυνάων:
αἰ̃ψα δ' ἐπὶ νευρη̨̃ κατεκόσμει πικρὸν ὀϊστόν,
εὔχετο δ' 'Απόλλωνι Λυκηγενέϊ κλυτοτόξω̨
ἀρνω̃ν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
οἴκαδε νοστήσας ἱερη̃ς εἰς ἄστυ Ζελείησ.
ἕλκε δ' ὁμου̃ γλυφίδας τε λαβὼν καὶ νευ̃ρα βόεια:
νευρὴν μὲν μαζω̨̃ πέλασεν, τόξω̨ δὲ σίδηρον.
αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
λίγξε βιόσ, νευρὴ δὲ μέγ' ἴαχεν, ἀ̃λτο δ' ὀϊστὸς
ὀξυβελὴς καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων.

   Οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
ἥ τοι πρόσθε στα̃σα βέλος ἐχεπευκὲς ἄμυνεν.
ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ
παιδὸς ἐέργη̨ μυι̃αν ὅθ' ἡδέϊ λέξαται ὕπνω̨,
αὐτὴ δ' αὐ̃τ' ἴθυνεν ὅθι ζωστη̃ρος ὀχη̃ες
χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.
ἐν δ' ἔπεσε ζωστη̃ρι ἀρηρότι πικρὸς ὀϊστόσ:
διὰ μὲν ἂρ ζωστη̃ρος ἐλήλατο δαιδαλέοιο,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
μίτρης θ', ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,
ἥ οἱ πλει̃στον ἔρυτο: διὰ πρὸ δὲ εἴσατο καὶ τη̃σ.
ἀκρότατον δ' ἄρ' ὀϊστὸς ἐπέγραψε χρόα φωτόσ:
αὐτίκα δ' ἔρρεεν αἱ̃μα κελαινεφὲς ἐξ ὠτειλη̃σ.

   'Ως δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ φοίνικι μιήνη̨
Μη̨ονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων:
κει̃ται δ' ἐν θαλάμω̨, πολέες τέ μιν ἠρήσαντο
ἱππη̃ες φορέειν: βασιλη̃ϊ δὲ κει̃ται ἄγαλμα,
ἀμφότερον κόσμός θ' ἵππω̨ ἐλατη̃ρί τε κυ̃δοσ:
τοι̃οί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
εὐφυέες κνη̃μαί τε ἰδὲ σφυρὰ κάλ' ὑπένερθε.

   'Ρίγησεν δ' ἄρ' ἔπειτα ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων
ὡς εἰ̃δεν μέλαν αἱ̃μα καταρρέον ἐξ ὠτειλη̃σ:
ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαοσ.
ὡς δὲ ἴδεν νευ̃ρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας
ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.
τοι̃ς δὲ βαρὺ στενάχων μετέφη κρείων 'Αγαμέμνων
χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δ' ἑται̃ροι:
φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκι' ἔταμνον
οἰ̃ον προστήσας πρὸ 'Αχαιω̃ν Τρωσὶ μάχεσθαι,
ὥς σ' ἔβαλον Τρω̃εσ, κατὰ δ' ὅρκια πιστὰ πάτησαν.
οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἱ̃μά τε ἀρνω̃ν
σπονδαί τ' ἄκρητοι καὶ δεξιαὶ ἡ̨̃ς ἐπέπιθμεν.
εἴ περ γάρ τε καὶ αὐτίκ' 'Ολύμπιος οὐκ ἐτέλεσσεν,
ἔκ τε καὶ ὀψὲ τελει̃, σύν τε μεγάλω̨ ἀπέτισαν
σὺν σφη̨̃σιν κεφαλη̨̃σι γυναιξί τε καὶ τεκέεσσιν.
εὐ̃ γὰρ ἐγὼ τόδε οἰ̃δα κατὰ φρένα καὶ κατὰ θυμόν:
ἔσσεται ἠ̃μαρ ὅτ' ἄν ποτ' ὀλώλη̨ 'Ίλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,
Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
αὐτὸς ἐπισσείη̨σιν ἐρεμνὴν αἰγίδα πα̃σι
τη̃σδ' ἀπάτης κοτέων: τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα:
ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὠ̃ Μενέλαε
αἴ κε θάνη̨ς καὶ πότμον ἀναπλήση̨ς βιότοιο.
καί κεν ἐλέγχιστος πολυδίψιον 'Άργος ἱκοίμην:
αὐτίκα γὰρ μνήσονται 'Αχαιοὶ πατρίδος αἴησ:
κὰδ δέ κεν εὐχωλὴν Πριάμω̨ καὶ Τρωσὶ λίποιμεν
'Αργείην 'Ελένην: σέο δ' ὀστέα πύσει ἄρουρα
κειμένου ἐν Τροίη̨ ἀτελευτήτω̨ ἐπὶ ἔργω̨.
καί κέ τις ὡ̃δ' ἐρέει Τρώων ὑπερηνορεόντων
τύμβω̨ ἐπιθρώ̨σκων Μενελάου κυδαλίμοιο:
αἴθ' οὕτως ἐπὶ πα̃σι χόλον τελέσει' 'Αγαμέμνων,
ὡς καὶ νυ̃ν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ' 'Αχαιω̃ν,
καὶ δὴ ἔβη οἰ̃κον δὲ φίλην ἐς πατρίδα γαι̃αν
σὺν κεινη̨̃σιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.
ὥς ποτέ τις ἐρέει: τότε μοι χάνοι εὐρει̃α χθών.

   Τὸν δ' ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαοσ:
θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν 'Αχαιω̃ν:
οὐκ ἐν καιρίω̨ ὀξὺ πάγη βέλοσ, ἀλλὰ πάροιθεν
εἰρύσατο ζωστήρ τε παναίολος ἠδ' ὑπένερθε
ζω̃μά τε καὶ μίτρη, τὴν χαλκη̃ες κάμον ἄνδρεσ.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων 'Αγαμέμνων:
αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὠ̃ Μενέλαε:
ἕλκος δ' ἰητὴρ ἐπιμάσσεται ἠδ' ἐπιθήσει
φάρμαχ' ἅ κεν παύση̨σι μελαινάων ὀδυνάων.

   ~'Η καὶ Ταλθύβιον θει̃ον κήρυκα προσηύδα:
Ταλθύβι' ὅττι τάχιστα Μαχάονα δευ̃ρο κάλεσσον
φω̃τ' 'Ασκληπιου̃ υἱὸν ἀμύμονος ἰητη̃ροσ,
ὄφρα ἴδη̨ Μενέλαον ἀρήϊον 'Ατρέος υἱόν,
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐὺ̈ εἰδὼς
Τρώων ἢ Λυκίων, τω̨̃ μὲν κλέοσ, ἄμμι δὲ πένθοσ.

   '`Ως ἔφατ', οὐδ' ἄρα οἱ κη̃ρυξ ἀπίθησεν ἀκούσασ,
βη̃ δ' ἰέναι κατὰ λαὸν 'Αχαιω̃ν χαλκοχιτώνων
παπταίνων ἥρωα Μαχάονα: τὸν δὲ νόησεν
ἑσταότ': ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
λαω̃ν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
ἀγχου̃ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
ὄρσ' 'Ασκληπιάδη, καλέει κρείων 'Αγαμέμνων,
ὄφρα ἴδη̨ς Μενέλαον ἀρήϊον ἀρχὸν 'Αχαιω̃ν,
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐὺ̈ εἰδὼς
Τρώων ἢ Λυκίων, τω̨̃ μὲν κλέοσ, ἄμμι δὲ πένθοσ.

   '`Ως φάτο, τω̨̃ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε:
βὰν δ' ἰέναι καθ' ὅμιλον ἀνὰ στρατὸν εὐρὺν 'Αχαιω̃ν.
ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι ξανθὸς Μενέλαος
βλήμενος ἠ̃ν, περὶ δ' αὐτὸν ἀγηγέραθ' ὅσσοι ἄριστοι
κυκλόσ', ὃ δ' ἐν μέσσοισι παρίστατο ἰσόθεος φώσ,
αὐτίκα δ' ἐκ ζωστη̃ρος ἀρηρότος ἕλκεν ὀϊστόν:
του̃ δ' ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.
λυ̃σε δέ οἱ ζωστη̃ρα παναίολον ἠδ' ὑπένερθε
ζω̃μά τε καὶ μίτρην, τὴν χαλκη̃ες κάμον ἄνδρεσ.
αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ' ἔμπεσε πικρὸς ὀϊστόσ,
αἱ̃μ' ἐκμυζήσας ἐπ' ἄρ' ἤπια φάρμακα εἰδὼς
πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.

   'Όφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,
τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων:
οἳ δ' αὐ̃τις κατὰ τεύχε' ἔδυν, μνήσαντο δὲ χάρμησ.

   'Ένθ' οὐκ ἂν βρίζοντα ἴδοις 'Αγαμέμνονα δι̃ον
οὐδὲ καταπτώσσοντ' οὐδ' οὐκ ἐθέλοντα μάχεσθαι,
ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.
ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκω̨̃:
καὶ τοὺς μὲν θεράπων ἀπάνευθ' ἔχε φυσιόωντας
Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο:
τω̨̃ μάλα πόλλ' ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
γυι̃α λάβη̨ κάματος πολέας διὰ κοιρανέοντα:
αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλει̃το στίχας ἀνδρω̃ν:
καί ῥ' οὓς μὲν σπεύδοντας ἴδοι Δαναω̃ν ταχυπώλων,
τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν:
'Αργει̃οι μή πώ τι μεθίετε θούριδος ἀλκη̃σ:
οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ' ἀρωγόσ,
ἀλλ' οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
τω̃ν ἤτοι αὐτω̃ν τέρενα χρόα γυ̃πες ἔδονται,
ἡμει̃ς αὐ̃τ' ἀλόχους τε φίλας καὶ νήπια τέκνα
ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.

   Οὕς τινας αὐ̃ μεθιέντας ἴδοι στυγερου̃ πολέμοιο,
τοὺς μάλα νεικείεσκε χολωτοι̃σιν ἐπέεσσιν:

   'Αργει̃οι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;
τίφθ' οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,
αἵ τ' ἐπεὶ οὐ̃ν ἔκαμον πολέος πεδίοιο θέουσαι
ἑστα̃σ', οὐδ' ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή:
ὣς ὑμει̃ς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.
ἠ̃ μένετε Τρω̃ας σχεδὸν ἐλθέμεν ἔνθά τε νη̃ες
εἰρύατ' εὔπρυμνοι πολιη̃ς ἐπὶ θινὶ θαλάσσησ,
ὄφρα ἴδητ' αἴ κ' ὔμμιν ὑπέρσχη̨ χει̃ρα Κρονίων;

   '`Ως ὅ γε κοιρανέων ἐπεπωλει̃το στίχας ἀνδρω̃ν:
ἠ̃λθε δ' ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρω̃ν.
οἳ δ' ἀμφ' 'Ιδομενη̃α δαΐφρονα θωρήσσοντο:
'Ιδομενεὺς μὲν ἐνὶ προμάχοις συὶ̈ εἴκελος ἀλκήν,
Μηριόνης δ' ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγασ.
τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων,
αὐτίκα δ' 'Ιδομενη̃α προσηύδα μειλιχίοισιν:
'Ιδομενευ̃ περὶ μέν σε τίω Δαναω̃ν ταχυπώλων
ἠμὲν ἐνὶ πτολέμω̨ ἠδ' ἀλλοίω̨ ἐπὶ ἔργω̨
ἠδ' ἐν δαίθ', ὅτε πέρ τε γερούσιον αἴθοπα οἰ̃νον
'Αργείων οἳ ἄριστοι ἐνὶ κρητη̃ρι κέρωνται.
εἴ περ γάρ τ' ἄλλοι γε κάρη κομόωντες 'Αχαιοὶ
δαιτρὸν πίνωσιν, σὸν δὲ πλει̃ον δέπας αἰεὶ
ἕστηχ', ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
ἀλλ' ὄρσευ πόλεμον δ' οἱ̃ος πάρος εὔχεαι εἰ̃ναι.

   Τὸν δ' αὐ̃τ' 'Ιδομενεὺς Κρητω̃ν ἀγὸς ἀντίον ηὔδα:
'Ατρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑται̃ρος
ἔσσομαι, ὡς τὸ πρω̃τον ὑπέστην καὶ κατένευσα:
ἀλλ' ἄλλους ὄτρυνε κάρη κομόωντας 'Αχαιοὺς
ὄφρα τάχιστα μαχώμεθ', ἐπεὶ σύν γ' ὅρκι' ἔχευαν
Τρω̃εσ: τοι̃σιν δ' αὐ̃ θάνατος καὶ κήδε' ὀπίσσω
ἔσσετ' ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.

   '`Ως ἔφατ', 'Ατρεΐδης δὲ παρώ̨χετο γηθόσυνος κη̃ρ:
ἠ̃λθε δ' ἐπ' Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρω̃ν:
τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζω̃ν.
ὡς δ' ὅτ' ἀπὸ σκοπιη̃ς εἰ̃δεν νέφος αἰπόλος ἀνὴρ
ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωη̃σ:
τω̨̃ δέ τ' ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
φαίνετ' ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,
ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μη̃λα:
τοι̃αι ἅμ' Αἰάντεσσι διοτρεφέων αἰζηω̃ν
δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυι̃αι.
καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων 'Αγαμέμνων,
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
Αἴαντ' 'Αργείων ἡγήτορε χαλκοχιτώνων,
σφω̃ϊ μέν: οὐ γὰρ ἔοικ' ὀτρυνέμεν: οὔ τι κελεύω:
αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἰ̃φι μάχεσθαι.
αἲ γὰρ Ζευ̃ τε πάτερ καὶ 'Αθηναίη καὶ 'Άπολλον
τοι̃ος πα̃σιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο:
τώ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
χερσὶν ὑφ' ἡμετέρη̨σιν ἁλου̃σά τε περθομένη τε.

   '`Ως εἰπὼν τοὺς μὲν λίπεν αὐτου̃, βη̃ δὲ μετ' ἄλλουσ:
ἔνθ' ὅ γε Νέστορ' ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
ἀμφὶ μέγαν Πελάγοντα 'Αλάστορά τε Χρομίον τε
Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαω̃ν:
ἱππη̃ας μὲν πρω̃τα σὺν ἵπποισιν καὶ ὄχεσφι,
πεζοὺς δ' ἐξόπιθε στη̃σεν πολέας τε καὶ ἐσθλοὺς
ἕρκος ἔμεν πολέμοιο: κακοὺς δ' ἐς μέσσον ἔλασσεν,
ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίη̨ πολεμίζοι.
ἱππευ̃σιν μὲν πρω̃τ' ἐπετέλλετο: τοὺς γὰρ ἀνώγει
σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλω̨:
μηδέ τις ἱπποσύνη̨ τε καὶ ἠνορέηφι πεποιθὼς
οἰ̃ος πρόσθ' ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
μηδ' ἀναχωρείτω: ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
ὃς δέ κ' ἀνὴρ ἀπὸ ὡ̃ν ὀχέων ἕτερ' ἅρμαθ' ἵκηται
ἔγχει ὀρεξάσθω, ἐπεὶ ἠ̃ πολὺ φέρτερον οὕτω.
ὡ̃δε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε' ἐπόρθεον
τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντεσ.

   '`Ως ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐὺ̈ εἰδώσ:
καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων 'Αγαμέμνων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
ὠ̃ γέρον εἴθ' ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
Ίὥς τοι γούναθ' ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη:
ἀλλά σε γη̃ρας τείρει ὁμοίϊον: ὡς ὄφελέν τις
ἀνδρω̃ν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετει̃ναι.

   Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
'Ατρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
ὣς ἔμεν ὡς ὅτε δι̃ον 'Ερευθαλίωνα κατέκταν.
ἀλλ' οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν:
εἰ τότε κου̃ρος ἔα νυ̃ν αὐ̃τέ με γη̃ρας ὀπάζει.
ἀλλὰ καὶ ὡ̃ς ἱππευ̃σι μετέσσομαι ἠδὲ κελεύσω
βουλη̨̃ καὶ μύθοισι: τὸ γὰρ γέρας ἐστὶ γερόντων.
αἰχμὰς δ' αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμει̃ο
ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.

   '`Ως ἔφατ', 'Ατρεΐδης δὲ παρώ̨χετο γηθόσυνος κη̃ρ.
εὑ̃ρ' υἱὸν Πετεω̃ο Μενεσθη̃α πλήξιππον
ἑσταότ': ἀμφὶ δ' 'Αθηναι̃οι μήστωρες ἀϋτη̃σ:
αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις 'Οδυσσεύσ,
πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
ἕστασαν: οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτη̃σ,
ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
Τρώων ἱπποδάμων καὶ 'Αχαιω̃ν: οἳ δὲ μένοντες
ἕστασαν ὁππότε πύργος 'Αχαιω̃ν ἄλλος ἐπελθὼν
Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων,
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
ὠ̃ υἱὲ Πετεω̃ο διοτρεφέος βασιλη̃οσ,
καὶ σὺ κακοι̃σι δόλοισι κεκασμένε κερδαλεόφρον
τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ' ἄλλουσ;
σφω̃ϊν μέν τ' ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
ἑστάμεν ἠδὲ μάχης καυστειρη̃ς ἀντιβολη̃σαι:
πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμει̃ο,
ὁππότε δαι̃τα γέρουσιν ἐφοπλίζωμεν 'Αχαιοί.
ἔνθα φίλ' ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
οἴνου πινέμεναι μελιηδέος ὄφρ' ἐθέλητον:
νυ̃ν δὲ φίλως χ' ὁρόω̨τε καὶ εἰ δέκα πύργοι 'Αχαιω̃ν
ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκω̨̃.

   Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις 'Οδυσσεύσ:
'Ατρεΐδη ποι̃όν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
πω̃ς δὴ φὴ̨ς πολέμοιο μεθιέμεν ὁππότ' 'Αχαιοὶ
Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν 'Άρηα;
ὄψεαι αἴ κ' ἐθέλη̨σθα καὶ αἴ κέν τοι τὰ μεμήλη̨
Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
Τρώων ἱπποδάμων: σὺ δὲ ταυ̃τ' ἀνεμώλια βάζεισ.

   Τὸν δ' ἐπιμειδήσας προσέφη κρείων 'Αγαμέμνων
ὡς γνω̃ χωομένοιο: πάλιν δ' ὅ γε λάζετο μυ̃θον:
διογενὲς Λαερτιάδη πολυμήχαν' 'Οδυσσευ̃
οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω:
οἰ̃δα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
ἤπια δήνεα οἰ̃δε: τὰ γὰρ φρονέεις ἅ τ' ἐγώ περ.
ἀλλ' ἴθι ταυ̃τα δ' ὄπισθεν ἀρεσσόμεθ' εἴ τι κακὸν νυ̃ν
εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θει̃εν.

   '`Ως εἰπὼν τοὺς μὲν λίπεν αὐτου̃, βη̃ δὲ μετ' ἄλλουσ.
εὑ̃ρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
ἑσταότ' ἔν θ' ἵπποισι καὶ ἅρμασι κολλητοι̃σι:
πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱόσ.
καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων 'Αγαμέμνων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
τί πτώσσεισ, τί δ' ὀπιπεύεις πολέμοιο γεφύρασ;
οὐ μὲν Τυδέϊ γ' ὡ̃δε φίλον πτωσκαζέμεν ἠ̃εν,
ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,
ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον: οὐ γὰρ ἔγωγε
ἤντησ' οὐδὲ ἴδον: περὶ δ' ἄλλων φασὶ γενέσθαι.
ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰση̃λθε Μυκήνας
ξει̃νος ἅμ' ἀντιθέω̨ Πολυνείκεϊ λαὸν ἀγείρων:
οἳ δὲ τότ' ἐστρατόωνθ' ἱερὰ πρὸς τείχεα Θήβησ,
καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρουσ:
οἳ δ' ἔθελον δόμεναι καὶ ἐπή̨νεον ὡς ἐκέλευον:
ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
οἳ δ' ἐπεὶ οὐ̃ν ὤ̨χοντο ἰδὲ πρὸ ὁδου̃ ἐγένοντο,
'Ασωπὸν δ' ἵκοντο βαθύσχοινον λεχεποίην,
ἔνθ' αὐ̃τ' ἀγγελίην ἐπὶ Τυδη̃ στει̃λαν 'Αχαιοί.
αὐτὰρ ὃ βη̃, πολέας δὲ κιχήσατο Καδμεΐωνας
δαινυμένους κατὰ δω̃μα βίης 'Ετεοκληείησ.
ἔνθ' οὐδὲ ξει̃νός περ ἐὼν ἱππηλάτα Τυδεὺς
τάρβει, μου̃νος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,
ἀλλ' ὅ γ' ἀεθλεύειν προκαλίζετο, πάντα δ' ἐνίκα
ῥηϊδίωσ: τοίη οἱ ἐπίρροθος ἠ̃εν 'Αθήνη.
οἳ δὲ χολωσάμενοι Καδμει̃οι κέντορες ἵππων
ἂψ ἄρ' ἀνερχομένω̨ πυκινὸν λόχον εἱ̃σαν ἄγοντες
κούρους πεντήκοντα: δύω δ' ἡγήτορες ἠ̃σαν,
Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
υἱός τ' Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντησ.
Τυδεὺς μὲν καὶ τοι̃σιν ἀεικέα πότμον ἐφη̃κε:
πάντας ἔπεφν', ἕνα δ' οἰ̃ον ἵει οἰ̃κον δὲ νέεσθαι:
Μαίον' ἄρα προέηκε θεω̃ν τεράεσσι πιθήσασ.
τοι̃ος ἔην Τυδεὺς Αἰτώλιοσ: ἀλλὰ τὸν υἱὸν
γείνατο εἱ̃ο χέρεια μάχη̨, ἀγορη̨̃ δέ τ' ἀμείνω.

   '`Ως φάτο, τὸν δ' οὔ τι προσέφη κρατερὸς Διομήδης
αἰδεσθεὶς βασιλη̃ος ἐνιπὴν αἰδοίοιο:
τὸν δ' υἱὸς Καπανη̃ος ἀμείψατο κυδαλίμοιο:
'Ατρεΐδη μὴ ψεύδε' ἐπιστάμενος σάφα εἰπει̃ν:
ἡμει̃ς τοι πατέρων μέγ' ἀμείνονες εὐχόμεθ' εἰ̃ναι:
ἡμει̃ς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
παυρότερον λαὸν ἀγαγόνθ' ὑπὸ τει̃χος ἄρειον,
πειθόμενοι τεράεσσι θεω̃ν καὶ Ζηνὸς ἀρωγη̨̃:
κει̃νοι δὲ σφετέρη̨σιν ἀτασθαλίη̨σιν ὄλοντο:
τὼ μή μοι πατέρας ποθ' ὁμοίη̨ ἔνθεο τιμη̨̃.

   Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδησ:
τέττα, σιωπη̨̃ ἡ̃σο, ἐμω̨̃ δ' ἐπιπείθεο μύθω̨:
οὐ γὰρ ἐγὼ νεμεσω̃ 'Αγαμέμνονι ποιμένι λαω̃ν
ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας 'Αχαιούσ:
τούτω̨ μὲν γὰρ κυ̃δος ἅμ' ἕψεται εἴ κεν 'Αχαιοὶ
Τρω̃ας δη̨ώσωσιν ἕλωσί τε 'Ίλιον ἱρήν,
τούτω̨ δ' αὐ̃ μέγα πένθος 'Αχαιω̃ν δη̨ωθέντων.
ἀλλ' ἄγε δὴ καὶ νω̃ϊ μεδώμεθα θούριδος ἀλκη̃σ.

   ~'Η ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἀ̃λτο χαμα̃ζε:
δεινὸν δ' ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
ὀρνυμένου: ὑπό κεν ταλασίφρονά περ δέος εἱ̃λεν.

   'Ως δ' ὅτ' ἐν αἰγιαλω̨̃ πολυηχέϊ κυ̃μα θαλάσσης
ὄρνυτ' ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντοσ:
πόντω̨ μέν τε πρω̃τα κορύσσεται, αὐτὰρ ἔπειτα
χέρσω̨ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ' ἄκρας
κυρτὸν ἐὸν κορυφου̃ται, ἀποπτύει δ' ἁλὸς ἄχνην:
ὣς τότ' ἐπασσύτεραι Δαναω̃ν κίνυντο φάλαγγες
νωλεμέως πόλεμον δέ: κέλευε δὲ οἱ̃σιν ἕκαστος
ἡγεμόνων: οἳ δ' ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης
τόσσον λαὸν ἕπεσθαι ἔχοντ' ἐν στήθεσιν αὐδήν,
σιγη̨̃ δειδιότες σημάντορασ: ἀμφὶ δὲ πα̃σι
τεύχεα ποικίλ' ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
Τρω̃ες δ', ὥς τ' ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλη̨̃
μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
ἀζηχὲς μεμακυι̃αι ἀκούουσαι ὄπα ἀρνω̃ν,
ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει:
οὐ γὰρ πάντων ἠ̃εν ὁμὸς θρόος οὐδ' ἴα γη̃ρυσ,
ἀλλὰ γλω̃σσα μέμικτο, πολύκλητοι δ' ἔσαν ἄνδρεσ.
ὄρσε δὲ τοὺς μὲν 'Άρησ, τοὺς δὲ γλαυκω̃πις 'Αθήνη
Δει̃μός τ' ἠδὲ Φόβος καὶ 'Έρις ἄμοτον μεμαυι̃α,
'Άρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
ἥ τ' ὀλίγη μὲν πρω̃τα κορύσσεται, αὐτὰρ ἔπειτα
οὐρανω̨̃ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει:
ἥ σφιν καὶ τότε νει̃κος ὁμοίϊον ἔμβαλε μέσσω̨
ἐρχομένη καθ' ὅμιλον ὀφέλλουσα στόνον ἀνδρω̃ν.

   Οἳ δ' ὅτε δή ῥ' ἐς χω̃ρον ἕνα ξυνιόντες ἵκοντο,
σύν ῥ' ἔβαλον ῥινούσ, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρω̃ν
χαλκεοθωρήκων: ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
ἔπληντ' ἀλλήλη̨σι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.
ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρω̃ν
ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ' αἵματι γαι̃α.
ὡς δ' ὅτε χείμαρροι ποταμοὶ κατ' ὄρεσφι ῥέοντες
ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
κρουνω̃ν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρησ,
τω̃ν δέ τε τηλόσε δου̃πον ἐν οὔρεσιν ἔκλυε ποιμήν:
ὣς τω̃ν μισγομένων γένετο ἰαχή τε πόνος τε.

   Πρω̃τος δ' 'Αντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην 'Εχέπωλον:
τόν ῥ' ἔβαλε πρω̃τος κόρυθος φάλον ἱπποδασείησ,
ἐν δὲ μετώπω̨ πη̃ξε, πέρησε δ' ἄρ' ὀστέον εἴσω
αἰχμὴ χαλκείη: τὸν δὲ σκότος ὄσσε κάλυψεν,
ἤριπε δ' ὡς ὅτε πύργος ἐνὶ κρατερη̨̃ ὑσμίνη̨.
τὸν δὲ πεσόντα ποδω̃ν ἔλαβε κρείων 'Ελεφήνωρ
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς 'Αβάντων,
ἕλκε δ' ὑπ' ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα
τεύχεα συλήσειε: μίνυνθα δέ οἱ γένεθ' ὁρμή.
νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος 'Αγήνωρ
πλευρά, τά οἱ κύψαντι παρ' ἀσπίδος ἐξεφαάνθη,
οὔτησε ξυστω̨̃ χαλκήρεϊ, λυ̃σε δὲ γυι̃α.
ὣς τὸν μὲν λίπε θυμόσ, ἐπ' αὐτω̨̃ δ' ἔργον ἐτύχθη
ἀργαλέον Τρώων καὶ 'Αχαιω̃ν: οἳ δὲ λύκοι ὣς
ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ' ἄνδρ' ἐδνοπάλιζεν.

   'Ένθ' ἔβαλ' 'Ανθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
'Ίδηθεν κατιου̃σα παρ' ὄχθη̨σιν Σιμόεντος
γείνατ', ἐπεί ῥα τοκευ̃σιν ἅμ' ἕσπετο μη̃λα ἰδέσθαι:
τοὔνεκά μιν κάλεον Σιμοείσιον: οὐδὲ τοκευ̃σι
θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
ἔπλεθ' ὑπ' Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
πρω̃τον γάρ μιν ἰόντα βάλε στη̃θος παρὰ μαζὸν
δεξιόν: ἀντικρὺ δὲ δι' ὤμου χάλκεον ἔγχος
ἠ̃λθεν: ὃ δ' ἐν κονίη̨σι χαμαὶ πέσεν αἴγειρος ὣς
ἥ ῥά τ' ἐν εἱαμενη̨̃ ἕλεος μεγάλοιο πεφύκει
λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπ' ἀκροτάτη̨ πεφύασι:
τὴν μέν θ' ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρω̨
ἐξέταμ', ὄφρα ἴτυν κάμψη̨ περικαλλέϊ δίφρω̨:
ἣ μέν τ' ἀζομένη κει̃ται ποταμοι̃ο παρ' ὄχθασ.
τοι̃ον ἄρ' 'Ανθεμίδην Σιμοείσιον ἐξενάριξεν
Αἴας διογενήσ: του̃ δ' 'Άντιφος αἰολοθώρηξ
Πριαμίδης καθ' ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
του̃ μὲν ἅμαρθ', ὃ δὲ Λευ̃κον 'Οδυσσέος ἐσθλὸν ἑται̃ρον
βεβλήκει βουβω̃να, νέκυν ἑτέρωσ' ἐρύοντα:
ἤριπε δ' ἀμφ' αὐτω̨̃, νεκρὸς δέ οἱ ἔκπεσε χειρόσ.
του̃ δ' 'Οδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
βη̃ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκω̨̃,
στη̃ δὲ μάλ' ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινω̨̃
ἀμφὶ ἓ παπτήνασ: ὑπὸ δὲ Τρω̃ες κεκάδοντο
ἀνδρὸς ἀκοντίσσαντοσ: ὃ δ' οὐχ ἅλιον βέλος ἡ̃κεν,
ἀλλ' υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
ὅς οἱ 'Αβυδόθεν ἠ̃λθε παρ' ἵππων ὠκειάων.
τόν ῥ' 'Οδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
κόρσην: ἣ δ' ἑτέροιο διὰ κροτάφοιο πέρησεν
αἰχμὴ χαλκείη: τὸν δὲ σκότος ὄσσε κάλυψε,
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτω̨̃.
χώρησαν δ' ὑπό τε πρόμαχοι καὶ φαίδιμος 'Έκτωρ:
'Αργει̃οι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούσ,
ἴθυσαν δὲ πολὺ προτέρω: νεμέσησε δ' 'Απόλλων
Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετ' ἀΰσασ:
ὄρνυσθ' ἱππόδαμοι Τρω̃ες μηδ' εἴκετε χάρμης
'Αργείοισ, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν:
οὐ μὰν οὐδ' 'Αχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
μάρναται, ἀλλ' ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.

   '`Ως φάτ' ἀπὸ πτόλιος δεινὸς θεόσ: αὐτὰρ 'Αχαιοὺς
ὠ̃ρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
ἐρχομένη καθ' ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.

   'Ένθ' 'Αμαρυγκείδην Διώρεα μοι̃ρα πέδησε:
χερμαδίω̨ γὰρ βλη̃το παρὰ σφυρὸν ὀκριόεντι
κνήμην δεξιτερήν: βάλε δὲ Θρη̨κω̃ν ἀγὸς ἀνδρω̃ν
Πείρως 'Ιμβρασίδης ὃς ἄρ' Αἰνόθεν εἰληλούθει.
ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λα̃ας ἀναιδὴς
ἄχρις ἀπηλοίησεν: ὃ δ' ὕπτιος ἐν κονίη̨σι
κάππεσεν ἄμφω χει̃ρε φίλοις ἑτάροισι πετάσσας
θυμὸν ἀποπνείων: ὃ δ' ἐπέδραμεν ὅς ῥ' ἔβαλέν περ
Πείροοσ, οὐ̃τα δὲ δουρὶ παρ' ὀμφαλόν: ἐκ δ' ἄρα πα̃σαι
χύντο χαμαὶ χολάδεσ, τὸν δὲ σκότος ὄσσε κάλυψε.

   Τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
στέρνον ὑπὲρ μαζοι̃ο, πάγη δ' ἐν πνεύμονι χαλκόσ:
ἀγχίμολον δέ οἱ ἠ̃λθε Θόασ, ἐκ δ' ὄβριμον ἔγχος
ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
τω̨̃ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δ' αἴνυτο θυμόν.
τεύχεα δ' οὐκ ἀπέδυσε: περίστησαν γὰρ ἑται̃ροι
Θρήϊκες ἀκρόκομοι δολίχ' ἔγχεα χερσὶν ἔχοντεσ,
οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
ὠ̃σαν ἀπὸ σφείων: ὃ δὲ χασσάμενος πελεμίχθη.
ὣς τώ γ' ἐν κονίη̨σι παρ' ἀλλήλοισι τετάσθην,
ἤτοι ὃ μὲν Θρη̨κω̃ν, ὃ δ' 'Επειω̃ν χαλκοχιτώνων
ἡγεμόνεσ: πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.

   'Ένθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
ὅς τις ἔτ' ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκω̨̃
δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς 'Αθήνη
χειρὸς ἑλου̃σ', αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν:
πολλοὶ γὰρ Τρώων καὶ 'Αχαιω̃ν ἤματι κείνω̨
πρηνέες ἐν κονίη̨σι παρ' ἀλλήλοισι τέταντο.