ΙΛΙΑΔΟΣ Ε

'Ένθ' αὐ̃ Τυδεΐδη̨ Διομήδεϊ Παλλὰς 'Αθήνη
δω̃κε μένος καὶ θάρσοσ, ἵν' ἔκδηλος μετὰ πα̃σιν
'Αργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο:
δαι̃έ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πυ̃ρ
ἀστέρ' ὀπωρινω̨̃ ἐναλίγκιον, ὅς τε μάλιστα
λαμπρὸν παμφαίνη̨σι λελουμένος ὠκεανοι̃ο:
τοι̃όν οἱ πυ̃ρ δαι̃εν ἀπὸ κρατός τε καὶ ὤμων,
ὠ̃ρσε δέ μιν κατὰ μέσσον ὅθι πλει̃στοι κλονέοντο.

   ~'Ην δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
ἱρεὺς 'Ηφαίστοιο: δύω δέ οἱ υἱέες ἤστην
Φηγεὺς 'Ιδαι̃ός τε μάχης εὐ̃ εἰδότε πάσησ.
τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην:
τὼ μὲν ἀφ' ἵπποιιν, ὃ δ' ἀπὸ χθονὸς ὄρνυτο πεζόσ.
οἳ δ' ὅτε δὴ σχεδὸν ἠ̃σαν ἐπ' ἀλλήλοισιν ἰόντες
Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχοσ:
Τυδεΐδεω δ' ὑπὲρ ὠ̃μον ἀριστερὸν ἤλυθ' ἀκωκὴ
ἔγχεοσ, οὐδ' ἔβαλ' αὐτόν: ὃ δ' ὕστερος ὄρνυτο χαλκω̨̃
Τυδεΐδησ: του̃ δ' οὐχ ἅλιον βέλος ἔκφυγε χειρόσ,
ἀλλ' ἔβαλε στη̃θος μεταμάζιον, ὠ̃σε δ' ἀφ' ἵππων.
'Ιδαι̃ος δ' ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
οὐδ' ἔτλη περιβη̃ναι ἀδελφειου̃ κταμένοιο:
οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κη̃ρα μέλαιναν,
ἀλλ' 'Ήφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψασ,
ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
ἵππους δ' ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
δω̃κεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νη̃ασ.
Τρω̃ες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἱ̃ε Δάρητος
τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ' ὄχεσφι,
πα̃σιν ὀρίνθη θυμόσ: ἀτὰρ γλαυκω̃πις 'Αθήνη
χειρὸς ἑλου̃σ' ἐπέεσσι προσηύδα θου̃ρον 'Άρηα:
~'Αρες 'Άρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλη̃τα
οὐκ ἂν δὴ Τρω̃ας μὲν ἐάσαιμεν καὶ 'Αχαιοὺς
μάρνασθ', ὁπποτέροισι πατὴρ Ζεὺς κυ̃δος ὀρέξη̨,
νω̃ϊ δὲ χαζώμεσθα, Διὸς δ' ἀλεώμεθα μη̃νιν;

   '`Ως εἰπου̃σα μάχης ἐξήγαγε θου̃ρον 'Άρηα:
τὸν μὲν ἔπειτα καθει̃σεν ἐπ' ἠϊόεντι Σκαμάνδρω̨,
Τρω̃ας δ' ἔκλιναν Δαναοί: ἕλε δ' ἄνδρα ἕκαστος
ἡγεμόνων: πρω̃τος δὲ ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων
ἀρχὸν 'Αλιζώνων 'Οδίον μέγαν ἔκβαλε δίφρου:
πρώτω̨ γὰρ στρεφθέντι μεταφρένω̨ ἐν δόρυ πη̃ξεν
ὤμων μεσσηγύσ, διὰ δὲ στήθεσφιν ἔλασσε,
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτω̨̃.

   'Ιδομενεὺς δ' ἄρα Φαι̃στον ἐνήρατο Μή̨ονος υἱὸν
Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
τὸν μὲν ἄρ' 'Ιδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρω̨̃
νύξ' ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὠ̃μον:
ἤριπε δ' ἐξ ὀχέων, στυγερὸς δ' ἄρα μιν σκότος εἱ̃λε.

   Τὸν μὲν ἄρ' 'Ιδομενη̃ος ἐσύλευον θεράποντεσ:
υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
'Ατρεΐδης Μενέλαος ἕλ' ἔγχεϊ ὀξυόεντι
ἐσθλὸν θηρητη̃ρα: δίδαξε γὰρ 'Άρτεμις αὐτὴ
βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη:
ἀλλ' οὔ οἱ τότε γε χραι̃σμ' 'Άρτεμις ἰοχέαιρα,
οὐδὲ ἑκηβολίαι ἡ̨̃σιν τὸ πρίν γε κέκαστο:
ἀλλά μιν 'Ατρεΐδης δουρικλειτὸς Μενέλαος
πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
ὤμων μεσσηγύσ, διὰ δὲ στήθεσφιν ἔλασσεν,
ἤριπε δὲ πρηνήσ, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτω̨̃.

   Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
'Αρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
τεύχειν: ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς 'Αθήνη:
ὃς καὶ 'Αλεξάνδρω̨ τεκτήνατο νη̃ας ἐΐσας
ἀρχεκάκουσ, αἳ πα̃σι κακὸν Τρώεσσι γένοντο
οἱ̃ τ' αὐτω̨̃, ἐπεὶ οὔ τι θεω̃ν ἐκ θέσφατα ἤ̨δη.
τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
βεβλήκει γλουτὸν κατὰ δεξιόν: ἣ δὲ διαπρὸ
ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἤλυθ' ἀκωκή:
γνὺξ δ' ἔριπ' οἰμώξασ, θάνατος δέ μιν ἀμφεκάλυψε.

   Πήδαιον δ' ἄρ' ἔπεφνε Μέγης 'Αντήνορος υἱὸν
ὅς ῥα νόθος μὲν ἔην, πύκα δ' ἔτρεφε δι̃α Θεανὼ
ἰ̃σα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ὡ̨̃.
τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
βεβλήκει κεφαλη̃ς κατὰ ἰνίον ὀξέϊ δουρί:
ἀντικρὺ δ' ἀν' ὀδόντας ὑπὸ γλω̃σσαν τάμε χαλκόσ:
ἤριπε δ' ἐν κονίη̨, ψυχρὸν δ' ἕλε χαλκὸν ὀδου̃σιν.

   Εὐρύπυλος δ' Εὐαιμονίδης 'Υψήνορα δι̃ον
υἱὸν ὑπερθύμου Δολοπίονοσ, ὅς ῥα Σκαμάνδρου
ἀρητὴρ ἐτέτυκτο, θεὸς δ' ὣς τίετο δήμω̨,
τὸν μὲν ἄρ' Εὐρύπυλοσ, Εὐαίμονος ἀγλαὸς υἱόσ,
πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ' ὠ̃μον
φασγάνω̨ ἀΐξασ, ἀπὸ δ' ἔξεσε χει̃ρα βαρει̃αν:
αἱματόεσσα δὲ χεὶρ πεδίω̨ πέσε: τὸν δὲ κατ' ὄσσε
ἔλλαβε πορφύρεος θάνατος καὶ μοι̃ρα κραταιή.

   '`Ως οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην:
Τυδεΐδην δ' οὐκ ἂν γνοίης ποτέροισι μετείη
ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἠ̃ μετ' 'Αχαιοι̃σ.
θυ̃νε γὰρ ἂμ πεδίον ποταμω̨̃ πλήθοντι ἐοικὼς
χειμάρρω̨, ὅς τ' ὠ̃κα ῥέων ἐκέδασσε γεφύρασ:
τὸν δ' οὔτ' ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
οὔτ' ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
ἐλθόντ' ἐξαπίνης ὅτ' ἐπιβρίση̨ Διὸς ὄμβροσ:
πολλὰ δ' ὑπ' αὐτου̃ ἔργα κατήριπε κάλ' αἰζηω̃ν:
ὣς ὑπὸ Τυδεΐδη̨ πυκιναὶ κλονέοντο φάλαγγες
Τρώων, οὐδ' ἄρα μιν μίμνον πολέες περ ἐόντεσ.

   Τὸν δ' ὡς οὐ̃ν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
θύνοντ' ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγασ,
αἰ̃ψ' ἐπὶ Τυδεΐδη̨ ἐτιταίνετο καμπύλα τόξα,
καὶ βάλ' ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὠ̃μον
θώρηκος γύαλον: διὰ δ' ἔπτατο πικρὸς ὀϊστόσ,
ἀντικρὺ δὲ διέσχε, παλάσσετο δ' αἵματι θώρηξ.
τω̨̃ δ' ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱόσ:
ὄρνυσθε Τρω̃ες μεγάθυμοι κέντορες ἵππων:
βέβληται γὰρ ἄριστος 'Αχαιω̃ν, οὐδέ ἕ φημι
δήθ' ἀνσχήσεσθαι κρατερὸν βέλοσ, εἰ ἐτεόν με
ὠ̃ρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.

   '`Ως ἔφατ' εὐχόμενοσ: τὸν δ' οὐ βέλος ὠκὺ δάμασσεν,
ἀλλ' ἀναχωρήσας πρόσθ' ἵπποιιν καὶ ὄχεσφιν
ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν:
ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
ὄφρά μοι ἐξ ὤμοιο ἐρύσση̨ς πικρὸν ὀϊστόν.

   '`Ως ἄρ' ἔφη, Σθένελος δὲ καθ' ἵππων ἀ̃λτο χαμα̃ζε,
πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ' ὤμου:
αἱ̃μα δ' ἀνηκόντιζε διὰ στρεπτοι̃ο χιτω̃νοσ.
δὴ τότ' ἔπειτ' ἠρα̃το βοὴν ἀγαθὸς Διομήδησ:
κλυ̃θί μευ αἰγιόχοιο Διὸς τέκος 'Ατρυτώνη,
εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
δηΐω̨ ἐν πολέμω̨, νυ̃ν αὐ̃τ' ἐμὲ φι̃λαι 'Αθήνη:
δὸς δέ τέ μ' ἄνδρα ἑλει̃ν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθει̃ν
ὅς μ' ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
δηρὸν ἔτ' ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.

   '`Ως ἔφατ' εὐχόμενοσ: του̃ δ' ἔκλυε Παλλὰς 'Αθήνη,
γυι̃α δ' ἔθηκεν ἐλαφρά, πόδας καὶ χει̃ρας ὕπερθεν:
ἀγχου̃ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
θαρσω̃ν νυ̃ν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι:
ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἡ̃κα
ἄτρομον, οἱ̃ον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύσ:
ἀχλὺν δ' αὐ̃ τοι ἀπ' ὀφθαλμω̃ν ἕλον ἣ πρὶν ἐπη̃εν,
ὄφρ' εὐ̃ γιγνώσκη̨ς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
τὼ νυ̃ν αἴ κε θεὸς πειρώμενος ἐνθάδ' ἵκηται
μή τι σύ γ' ἀθανάτοισι θεοι̃ς ἀντικρὺ μάχεσθαι
τοι̃ς ἄλλοισ: ἀτὰρ εἴ κε Διὸς θυγάτηρ 'Αφροδίτη
ἔλθη̨σ' ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκω̨̃.

   ἣ μὲν ἄρ' ὣς εἰπου̃σ' ἀπέβη γλαυκω̃πις 'Αθήνη,
Τυδεΐδης δ' ἐξαυ̃τις ἰὼν προμάχοισιν ἐμίχθη
καὶ πρίν περ θυμω̨̃ μεμαὼς Τρώεσσι μάχεσθαι:
δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
ὅν ῥά τε ποιμὴν ἀγρω̨̃ ἐπ' εἰροπόκοις ὀΐεσσι
χραύση̨ μέν τ' αὐλη̃ς ὑπεράλμενον οὐδὲ δαμάσση̨:
του̃ μέν τε σθένος ὠ̃ρσεν, ἔπειτα δέ τ' οὐ προσαμύνει,
ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ' ἐρη̃μα φοβει̃ται:
αἳ μέν τ' ἀγχιστι̃ναι ἐπ' ἀλλήλη̨σι κέχυνται,
αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλη̃σ:
ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδησ.

   'Ένθ' ἕλεν 'Αστύνοον καὶ 'Υπείρονα ποιμένα λαω̃ν,
τὸν μὲν ὑπὲρ μαζοι̃ο βαλὼν χαλκήρεϊ δουρί,
τὸν δ' ἕτερον ξίφεϊ μεγάλω̨ κληι̃̈δα παρ' ὠ̃μον
πλη̃ξ', ἀπὸ δ' αὐχένος ὠ̃μον ἐέργαθεν ἠδ' ἀπὸ νώτου.
τοὺς μὲν ἔασ', ὃ δ' 'Άβαντα μετώ̨χετο καὶ Πολύειδον
υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντοσ:
τοι̃ς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατ' ὀνείρουσ,
ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε:
βη̃ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἱ̃ε
ἄμφω τηλυγέτω: ὃ δὲ τείρετο γήραϊ λυγρω̨̃,
υἱὸν δ' οὐ τέκετ' ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
ἔνθ' ὅ γε τοὺς ἐνάριζε, φίλον δ' ἐξαίνυτο θυμὸν
ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
λει̃π', ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
δέξατο: χηρωσταὶ δὲ διὰ κτη̃σιν δατέοντο.

   'Ένθ' υἱ̃ας Πριάμοιο δύω λάβε Δαρδανίδαο
εἰν ἑνὶ δίφρω̨ ἐόντας 'Εχέμμονά τε Χρομίον τε.
ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξη̨
πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
βη̃σε κακω̃ς ἀέκοντασ, ἔπειτα δὲ τεύχε' ἐσύλα:
ἵππους δ' οἱ̃ς ἑτάροισι δίδου μετὰ νη̃ας ἐλαύνειν.

   Τὸν δ' ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρω̃ν,
βη̃ δ' ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι:
εὑ̃ρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
στη̃ δὲ πρόσθ' αὐτοι̃ο ἔπος τέ μιν ἀντίον ηὔδα:
Πάνδαρε που̃ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
καὶ κλέοσ; ὡ̨̃ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ' ἀνήρ,
οὐδέ τις ἐν Λυκίη̨ σέο γ' εὔχεται εἰ̃ναι ἀμείνων.
ἀλλ' ἄγε τω̨̃δ' ἔφες ἀνδρὶ βέλος Διὶ χει̃ρας ἀνασχὼν
ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
Τρω̃ασ, ἐπεὶ πολλω̃ν τε καὶ ἐσθλω̃ν γούνατ' ἔλυσεν:
εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
ἱρω̃ν μηνίσασ: χαλεπὴ δὲ θεου̃ ἔπι μη̃νισ.

   Τὸν δ' αὐ̃τε προσέειπε Λυκάονος ἀγλαὸς υἱόσ:
Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
Τυδεΐδη̨ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείη̨,
ἵππους τ' εἰσορόων: σάφα δ' οὐκ οἰ̃δ' εἰ θεός ἐστιν.
εἰ δ' ὅ γ' ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
οὐχ ὅ γ' ἄνευθε θεου̃ τάδε μαίνεται, ἀλλά τις ἄγχι
ἕστηκ' ἀθανάτων νεφέλη̨ εἰλυμένος ὤμουσ,
ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλη̨.
ἤδη γάρ οἱ ἐφη̃κα βέλοσ, καί μιν βάλον ὠ̃μον
δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο:
καί μιν ἔγωγ' ἐφάμην 'Αϊδωνη̃ϊ προϊάψειν,
ἔμπης δ' οὐκ ἐδάμασσα: θεός νύ τίς ἐστι κοτήεισ.
ἵπποι δ' οὐ παρέασι καὶ ἅρματα τω̃ν κ' ἐπιβαίην:
ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
καλοὶ πρωτοπαγει̃ς νεοτευχέεσ: ἀμφὶ δὲ πέπλοι
πέπτανται: παρὰ δέ σφιν ἑκάστω̨ δίζυγες ἵπποι
ἑστα̃σι κρι̃ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρασ.
ἠ̃ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
ἐρχομένω̨ ἐπέτελλε δόμοις ἔνι ποιητοι̃σιν:
ἵπποισίν μ' ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαω̃τα
ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνασ:
ἀλλ' ἐγὼ οὐ πιθόμην: ἠ̃ τ' ἂν πολὺ κέρδιον ἠ̃εν:
ἵππων φειδόμενοσ, μή μοι δευοίατο φορβη̃ς
ἀνδρω̃ν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
ὣς λίπον, αὐτὰρ πεζὸς ἐς 'Ίλιον εἰλήλουθα
τόξοισιν πίσυνοσ: τὰ δέ μ' οὐκ ἄρ' ἔμελλον ὀνήσειν.
ἤδη γὰρ δοιοι̃σιν ἀριστήεσσιν ἐφη̃κα
Τυδεΐδη̨ τε καὶ 'Ατρεΐδη̨, ἐκ δ' ἀμφοτέροιιν
ἀτρεκὲς αἱ̃μ' ἔσσευα βαλών, ἤγειρα δὲ μα̃λλον.
τώ ῥα κακη̨̃ αἴση̨ ἀπὸ πασσάλου ἀγκύλα τόξα
ἤματι τω̨̃ ἑλόμην ὅτε 'Ίλιον εἰς ἐρατεινὴν
ἡγεόμην Τρώεσσι φέρων χάριν 'Έκτορι δίω̨.
εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοι̃σι
πατρίδ' ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δω̃μα,
αὐτίκ' ἔπειτ' ἀπ' ἐμει̃ο κάρη τάμοι ἀλλότριος φὼς
εἰ μὴ ἐγὼ τάδε τόξα φαεινω̨̃ ἐν πυρὶ θείην
χερσὶ διακλάσσασ: ἀνεμώλια γάρ μοι ὀπηδει̃.

   Τὸν δ' αὐ̃τ' Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα:
μὴ δ' οὕτως ἀγόρευε: πάρος δ' οὐκ ἔσσεται ἄλλωσ,
πρίν γ' ἐπὶ νὼ τω̨̃δ' ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθη̃ναι.
ἀλλ' ἄγ' ἐμω̃ν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
οἱ̃οι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι:
τὼ καὶ νω̃ϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὐ̃τε
Ζεὺς ἐπὶ Τυδεΐδη̨ Διομήδεϊ κυ̃δος ὀρέξη̨.
ἀλλ' ἄγε νυ̃ν μάστιγα καὶ ἡνία σιγαλόεντα
δέξαι, ἐγὼ δ' ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι:
ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ' ἐμοὶ ἵπποι.

   Τὸν δ' αὐ̃τε προσέειπε Λυκάονος ἀγλαὸς υἱόσ:
Αἰνεία σὺ μὲν αὐτὸς ἔχ' ἡνία καὶ τεὼ ἵππω:
μα̃λλον ὑφ' ἡνιόχω̨ εἰωθότι καμπύλον ἅρμα
οἴσετον, εἴ περ ἂν αὐ̃τε φεβώμεθα Τυδέος υἱόν:
μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδ' ἐθέλητον
ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
νω̃ϊ δ' ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς
αὐτώ τε κτείνη̨ καὶ ἐλάσση̨ μώνυχας ἵππουσ.
ἀλλὰ σύ γ' αὐτὸς ἔλαυνε τέ' ἅρματα καὶ τεὼ ἵππω,
τὸν δὲ δ' ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.

   '`Ως ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
ἐμμεμαω̃τ' ἐπὶ Τυδεΐδη̨ ἔχον ὠκέας ἵππουσ.
τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱόσ,
αἰ̃ψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα:
Τυδεΐδη Διόμηδες ἐμω̨̃ κεχαρισμένε θυμω̨̃,
ἄνδρ' ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαω̃τε μάχεσθαι
ἰ̃ν' ἀπέλεθρον ἔχοντασ: ὃ μὲν τόξων ἐὺ̈ εἰδὼς
Πάνδαροσ, υἱὸς δ' αὐ̃τε Λυκάονος εὔχεται εἰ̃ναι:
Αἰνείας δ' υἱὸς μὲν ἀμύμονος 'Αγχίσαο
εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστ' 'Αφροδίτη.
ἀλλ' ἄγε δὴ χαζώμεθ' ἐφ' ἵππων, μηδέ μοι οὕτω
θυ̃νε διὰ προμάχων, μή πως φίλον ἠ̃τορ ὀλέσση̨σ.

   Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδησ:
μή τι φόβον δ' ἀγόρευ', ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.
οὐ γάρ μοι γενναι̃ον ἀλυσκάζοντι μάχεσθαι
οὐδὲ καταπτώσσειν: ἔτι μοι μένος ἔμπεδόν ἐστιν:
ὀκνείω δ' ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως
ἀντίον εἰ̃μ' αὐτω̃ν: τρει̃ν μ' οὐκ ἐα̨̃ Παλλὰς 'Αθήνη.
τούτω δ' οὐ πάλιν αὐ̃τις ἀποίσετον ὠκέες ἵπποι
ἄμφω ἀφ' ἡμείων, εἴ γ' οὐ̃ν ἕτερός γε φύγη̨σιν.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο ση̨̃σιν:
αἴ κέν μοι πολύβουλος 'Αθήνη κυ̃δος ὀρέξη̨
ἀμφοτέρω κτει̃ναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
αὐτου̃ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνασ,
Αἰνείαο δ' ἐπαΐξαι μεμνημένος ἵππων,
ἐκ δ' ἐλάσαι Τρώων μετ' ἐϋκνήμιδας 'Αχαιούσ.
τη̃ς γάρ τοι γενεη̃ς ἡ̃ς Τρωΐ περ εὐρύοπα Ζεὺς
δω̃χ' υἱ̃ος ποινὴν Γανυμήδεοσ, οὕνεκ' ἄριστοι
ἵππων ὅσσοι ἔασιν ὑπ' ἠω̃ τ' ἠέλιόν τε,
τη̃ς γενεη̃ς ἔκλεψεν ἄναξ ἀνδρω̃ν 'Αγχίσης
λάθρη̨ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππουσ:
τω̃ν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.
τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ' ἐπὶ φάτνη̨,
τὼ δὲ δύ' Αἰνεία̨ δω̃κεν μήστωρε φόβοιο.
εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.

   '`Ως οἳ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον,
τὼ δὲ τάχ' ἐγγύθεν ἠ̃λθον ἐλαύνοντ' ὠκέας ἵππουσ.
τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱόσ:
καρτερόθυμε δαΐφρον ἀγαυου̃ Τυδέος υἱὲ
ἠ̃ μάλα σ' οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστόσ:
νυ̃ν αὐ̃τ' ἐγχείη̨ πειρήσομαι αἴ κε τύχωμι.

   ~'Η ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
καὶ βάλε Τυδεΐδαο κατ' ἀσπίδα: τη̃ς δὲ διὰ πρὸ
αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη:
τω̨̃ δ' ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱόσ:
βέβληαι κενεω̃να διαμπερέσ, οὐδέ σ' ὀΐω
δηρὸν ἔτ' ἀνσχήσεσθαι: ἐμοὶ δὲ μέγ' εὐ̃χος ἔδωκασ.

   Τὸν δ' οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδησ:
ἤμβροτες οὐδ' ἔτυχεσ: ἀτὰρ οὐ μὲν σφω̃ΐ γ' ὀΐω
πρίν γ' ἀποπαύσεσθαι πρίν γ' ἢ ἕτερόν γε πεσόντα
αἵματος ἀ̃σαι 'Άρηα, ταλαύρινον πολεμιστήν.

   '`Ως φάμενος προέηκε: βέλος δ' ἴθυνεν 'Αθήνη
ῥι̃να παρ' ὀφθαλμόν, λευκοὺς δ' ἐπέρησεν ὀδόντασ.
του̃ δ' ἀπὸ μὲν γλω̃σσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρήσ,
αἰχμὴ δ' ἐξελύθη παρὰ νείατον ἀνθερεω̃να:
ἤριπε δ' ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτω̨̃
αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι
ὠκύποδεσ: του̃ δ' αὐ̃θι λύθη ψυχή τε μένος τε.

   Αἰνείας δ' ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρω̨̃
δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν 'Αχαιοί.
ἀμφὶ δ' ἄρ' αὐτω̨̃ βαι̃νε λέων ὣς ἀλκὶ πεποιθώσ,
πρόσθε δέ οἱ δόρυ τ' ἔσχε καὶ ἀσπίδα πάντοσ' ἐΐσην,
τὸν κτάμεναι μεμαὼς ὅς τις του̃ γ' ἀντίος ἔλθοι
σμερδαλέα ἰάχων: ὃ δὲ χερμάδιον λάβε χειρὶ
Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γ' ἄνδρε φέροιεν,
οἱ̃οι νυ̃ν βροτοί εἰσ': ὃ δέ μιν ῥέα πάλλε καὶ οἰ̃οσ.
τω̨̃ βάλεν Αἰνείαο κατ' ἰσχίον ἔνθά τε μηρὸς
ἰσχίω̨ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι:
θλάσσε δέ οἱ κοτύλην, πρὸς δ' ἄμφω ῥη̃ξε τένοντε:
ὠ̃σε δ' ἀπὸ ῥινὸν τρηχὺς λίθοσ: αὐτὰρ ὅ γ' ἥρως
ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείη̨
γαίησ: ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.

   Καί νύ κεν ἔνθ' ἀπόλοιτο ἄναξ ἀνδρω̃ν Αἰνείασ,
εἰ μὴ ἄρ' ὀξὺ νόησε Διὸς θυγάτηρ 'Αφροδίτη
μήτηρ, ἥ μιν ὑπ' 'Αγχίση̨ τέκε βουκολέοντι:
ἀμφὶ δ' ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,
πρόσθε δέ οἱ πέπλοιο φαεινου̃ πτύγμα κάλυψεν
ἕρκος ἔμεν βελέων, μή τις Δαναω̃ν ταχυπώλων
χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.

   ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο:
οὐδ' υἱὸς Καπανη̃ος ἐλήθετο συνθεσιάων
τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδησ,
ἀλλ' ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνασ,
Αἰνείαο δ' ἐπαΐξας καλλίτριχας ἵππους
ἐξέλασε Τρώων μετ' ἐϋκνήμιδας 'Αχαιούσ.
δω̃κε δὲ Δηϊπύλω̨ ἑτάρω̨ φίλω̨, ὃν περὶ πάσης
τι̃εν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ἤ̨δη,
νηυσὶν ἔπι γλαφυρη̨̃σιν ἐλαυνέμεν: αὐτὰρ ὅ γ' ἥρως
ὡ̃ν ἵππων ἐπιβὰς ἔλαβ' ἡνία σιγαλόεντα,
αἰ̃ψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
ἐμμεμαώσ: ὃ δὲ Κύπριν ἐπώ̨χετο νηλέϊ χαλκω̨̃
γιγνώσκων ὅ τ' ἄναλκις ἔην θεόσ, οὐδὲ θεάων
τάων αἵ τ' ἀνδρω̃ν πόλεμον κάτα κοιρανέουσιν,
οὔτ' ἄρ' 'Αθηναίη οὔτε πτολίπορθος 'Ενυώ.
ἀλλ' ὅτε δή ῥ' ἐκίχανε πολὺν καθ' ὅμιλον ὀπάζων,
ἔνθ' ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
ἄκρην οὔτασε χει̃ρα μετάλμενος ὀξέϊ δουρὶ
ἀβληχρήν: εἰ̃θαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
πρυμνὸν ὕπερ θέναροσ: ῥέε δ' ἄμβροτον αἱ̃μα θεοι̃ο
ἰχώρ, οἱ̃ός πέρ τε ῥέει μακάρεσσι θεοι̃σιν:
οὐ γὰρ σι̃τον ἔδουσ', οὐ πίνουσ' αἴθοπα οἰ̃νον,
τοὔνεκ' ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν:
καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοι̃βος 'Απόλλων
κυανέη̨ νεφέλη̨, μή τις Δαναω̃ν ταχυπώλων
χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο:
τη̨̃ δ' ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδησ:
εἰ̃κε Διὸς θύγατερ πολέμου καὶ δηϊοτη̃τοσ:
ἠ̃ οὐχ ἅλις ὅττι γυναι̃κας ἀνάλκιδας ἠπεροπεύεισ;
εἰ δὲ σύ γ' ἐς πόλεμον πωλήσεαι, ἠ̃ τέ σ' ὀΐω
ῥιγήσειν πόλεμόν γε καὶ εἴ χ' ἑτέρωθι πύθηαι.

   '`Ως ἔφαθ', ἣ δ' ἀλύουσ' ἀπεβήσετο, τείρετο δ' αἰνω̃σ:
τὴν μὲν ἄρ' ~'Ιρις ἑλου̃σα ποδήνεμος ἔξαγ' ὁμίλου
ἀχθομένην ὀδύνη̨σι, μελαίνετο δὲ χρόα καλόν.
εὑ̃ρεν ἔπειτα μάχης ἐπ' ἀριστερὰ θου̃ρον 'Άρηα
ἥμενον: ἠέρι δ' ἔγχος ἐκέκλιτο καὶ ταχέ' ἵππω:
ἣ δὲ γνὺξ ἐριπου̃σα κασιγνήτοιο φίλοιο
πολλὰ λισσομένη χρυσάμπυκας ἤ̨τεεν ἵππουσ:
φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππουσ,
ὄφρ' ἐς 'Όλυμπον ἵκωμαι ἵν' ἀθανάτων ἕδος ἐστί.
λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ
Τυδεΐδησ, ὃς νυ̃ν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.

   '`Ως φάτο, τη̨̃ δ' ἄρ' 'Άρης δω̃κε χρυσάμπυκας ἵππουσ:
ἣ δ' ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἠ̃τορ,
πὰρ δέ οἱ ~'Ιρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην.
αἰ̃ψα δ' ἔπειθ' ἵκοντο θεω̃ν ἕδος αἰπὺν 'Όλυμπον:
ἔνθ' ἵππους ἔστησε ποδήνεμος ὠκέα ~'Ιρις
λύσασ' ἐξ ὀχέων, παρὰ δ' ἀμβρόσιον βάλεν εἰ̃δαρ:
ἣ δ' ἐν γούνασι πι̃πτε Διώνης δι̃' 'Αφροδίτη
μητρὸς ἑη̃σ: ἣ δ' ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἐκ τ' ὀνόμαζε:
τίς νύ σε τοιάδ' ἔρεξε φίλον τέκος Οὐρανιώνων
μαψιδίωσ, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπη̨̃;

   Τὴν δ' ἠμείβετ' ἔπειτα φιλομμειδὴς 'Αφροδίτη:
οὐ̃τά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδησ,
οὕνεκ' ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
οὐ γὰρ ἔτι Τρώων καὶ 'Αχαιω̃ν φύλοπις αἰνή,
ἀλλ' ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.

   Τὴν δ' ἠμείβετ' ἔπειτα Διώνη, δι̃α θεάων:
τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ:
πολλοὶ γὰρ δὴ τλη̃μεν 'Ολύμπια δώματ' ἔχοντες
ἐξ ἀνδρω̃ν χαλέπ' ἄλγε' ἐπ' ἀλλήλοισι τιθέντεσ.
τλη̃ μὲν 'Άρης ὅτε μιν ~'Ωτος κρατερός τ' 'Εφιάλτης
παι̃δες 'Αλωη̃οσ, δη̃σαν κρατερω̨̃ ἐνὶ δεσμω̨̃:
χαλκέω̨ δ' ἐν κεράμω̨ δέδετο τρισκαίδεκα μη̃νασ:
καί νύ κεν ἔνθ' ἀπόλοιτο 'Άρης ἀ̃τος πολέμοιο,
εἰ μὴ μητρυιὴ περικαλλὴς 'Ηερίβοια
'Ερμέα̨ ἐξήγγειλεν: ὃ δ' ἐξέκλεψεν 'Άρηα
ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
τλη̃ δ' 'Ήρη, ὅτε μιν κρατερὸς πάϊς 'Αμφιτρύωνος
δεξιτερὸν κατὰ μαζὸν ὀϊστω̨̃ τριγλώχινι
βεβλήκει: τότε καί μιν ἀνήκεστον λάβεν ἄλγοσ.
τλη̃ δ' 'Αΐδης ἐν τοι̃σι πελώριος ὠκὺν ὀϊστόν,
εὐ̃τέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
ἐν Πύλω̨ ἐν νεκύεσσι βαλὼν ὀδύνη̨σιν ἔδωκεν:
αὐτὰρ ὃ βη̃ πρὸς δω̃μα Διὸς καὶ μακρὸν 'Όλυμπον
κη̃ρ ἀχέων ὀδύνη̨σι πεπαρμένοσ: αὐτὰρ ὀϊστὸς
ὤμω̨ ἔνι στιβαρω̨̃ ἠλήλατο, κη̃δε δὲ θυμόν.
τω̨̃ δ' ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
ἠκέσατ': οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετ' αἴσυλα ῥέζων,
ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ 'Όλυμπον ἔχουσι.
σοὶ δ' ἐπὶ του̃τον ἀνη̃κε θεὰ γλαυκω̃πις 'Αθήνη:
νήπιοσ, οὐδὲ τὸ οἰ̃δε κατὰ φρένα Τυδέος υἱὸς
ὅττι μάλ' οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
οὐδέ τί μιν παι̃δες ποτὶ γούνασι παππάζουσιν
ἐλθόντ' ἐκ πολέμοιο καὶ αἰνη̃ς δηϊοτη̃τοσ.
τὼ νυ̃ν Τυδεΐδησ, εἰ καὶ μάλα καρτερός ἐστι,
φραζέσθω μή τίς οἱ ἀμείνων σει̃ο μάχηται,
μὴ δὴν Αἰγιάλεια περίφρων 'Αδρηστίνη
ἐξ ὕπνου γοόωσα φίλους οἰκη̃ας ἐγείρη̨
κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον 'Αχαιω̃ν
ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.

   ~'Η ῥα καὶ ἀμφοτέρη̨σιν ἀπ' ἰχω̃ χειρὸς ὀμόργνυ:
ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρει̃αι.
αἳ δ' αὐ̃τ' εἰσορόωσαι 'Αθηναίη τε καὶ 'Ήρη
κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.
τοι̃σι δὲ μύθων ἠ̃ρχε θεὰ γλαυκω̃πις 'Αθήνη:
Ζευ̃ πάτερ ἠ̃ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;
ἠ̃ μάλα δή τινα Κύπρις 'Αχαιϊάδων ἀνιει̃σα
Τρωσὶν ἅμα σπέσθαι, τοὺς νυ̃ν ἔκπαγλα φίλησε,
τω̃ν τινα καρρέζουσα 'Αχαιϊάδων ἐϋπέπλων
πρὸς χρυση̨̃ περόνη̨ καταμύξατο χει̃ρα ἀραιήν.

   '`Ως φάτο, μείδησεν δὲ πατὴρ ἀνδρω̃ν τε θεω̃ν τε,
καί ῥα καλεσσάμενος προσέφη χρυση̃ν 'Αφροδίτην:
οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,
ἀλλὰ σύ γ' ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,
ταυ̃τα δ' 'Άρηϊ θοω̨̃ καὶ 'Αθήνη̨ πάντα μελήσει.

   '`Ως οἳ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον,
Αἰνεία̨ δ' ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδησ,
γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χει̃ρας 'Απόλλων:
ἀλλ' ὅ γ' ἄρ' οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δ' αἰεὶ
Αἰνείαν κτει̃ναι καὶ ἀπὸ κλυτὰ τεύχεα δυ̃σαι.
τρὶς μὲν ἔπειτ' ἐπόρουσε κατακτάμεναι μενεαίνων,
τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ' 'Απόλλων:
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἰ̃σοσ,
δεινὰ δ' ὁμοκλήσας προσέφη ἑκάεργος 'Απόλλων:
φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοι̃σιν
ἰ̃σ' ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φυ̃λον ὁμοι̃ον
ἀθανάτων τε θεω̃ν χαμαὶ ἐρχομένων τ' ἀνθρώπων.

   '`Ως φάτο, Τυδεΐδης δ' ἀνεχάζετο τυτθὸν ὀπίσσω
μη̃νιν ἀλευάμενος ἑκατηβόλου 'Απόλλωνοσ.
Αἰνείαν δ' ἀπάτερθεν ὁμίλου θη̃κεν 'Απόλλων
Περγάμω̨ εἰν ἱερη̨̃, ὅθι οἱ νηός γε τέτυκτο.
ἤτοι τὸν Λητώ τε καὶ 'Άρτεμις ἰοχέαιρα
ἐν μεγάλω̨ ἀδύτω̨ ἀκέοντό τε κύδαινόν τε:
αὐτὰρ ὃ εἴδωλον τευ̃ξ' ἀργυρότοξος 'Απόλλων
αὐτω̨̃ τ' Αἰνεία̨ ἴκελον καὶ τεύχεσι τοι̃ον,
ἀμφὶ δ' ἄρ' εἰδώλω̨ Τρω̃ες καὶ δι̃οι 'Αχαιοὶ
δή̨ουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
δὴ τότε θου̃ρον 'Άρηα προσηύδα Φοι̃βος 'Απόλλων:
~'Αρες 'Άρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλη̃τα,
οὐκ ἂν δὴ τόνδ' ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
Τυδεΐδην, ὃς νυ̃ν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
Κύπριδα μὲν πρω̃τα σχεδὸν οὔτασε χει̃ρ' ἐπὶ καρπω̨̃,
αὐτὰρ ἔπειτ' αὐτω̨̃ μοι ἐπέσσυτο δαίμονι ἰ̃σοσ.

   '`Ως εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμω̨ ἄκρη̨,
Τρω̨ὰς δὲ στίχας οὐ̃λος 'Άρης ὄτρυνε μετελθὼν
εἰδόμενος 'Ακάμαντι θοω̨̃ ἡγήτορι Θρη̨κω̃ν:
υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν:
ὠ̃ υἱει̃ς Πριάμοιο διοτρεφέος βασιλη̃ος
ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν 'Αχαιοι̃σ;
ἠ̃ εἰς ὅ κεν ἀμφὶ πύλη̨ς εὐ̃ ποιητη̨̃σι μάχωνται;
κει̃ται ἀνὴρ ὃν ἰ̃σον ἐτίομεν 'Έκτορι δίω̨
Αἰνείας υἱὸς μεγαλήτορος 'Αγχίσαο:
ἀλλ' ἄγετ' ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑται̃ρον.

   '`Ως εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
ἔνθ' αὐ̃ Σαρπηδὼν μάλα νείκεσεν 'Έκτορα δι̃ον:
'Έκτορ πη̨̃ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκεσ;
φη̃ς που ἄτερ λαω̃ν πόλιν ἑξέμεν ἠδ' ἐπικούρων
οἰ̃ος σὺν γαμβροι̃σι κασιγνήτοισί τε σοι̃σι.
τω̃ν νυ̃ν οὔ τιν' ἐγὼ ἰδέειν δύναμ' οὐδὲ νοη̃σαι,
ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα:
ἡμει̃ς δὲ μαχόμεσθ' οἵ πέρ τ' ἐπίκουροι ἔνειμεν.
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω:
τηλου̃ γὰρ Λυκίη Ξάνθω̨ ἔπι δινήεντι,
ἔνθ' ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ' ἐπιδευήσ.
ἀλλὰ καὶ ὡ̃ς Λυκίους ὀτρύνω καὶ μέμον' αὐτὸς
ἀνδρὶ μαχήσασθαι: ἀτὰρ οὔ τί μοι ἐνθάδε τοι̃ον
οἱ̃όν κ' ἠὲ φέροιεν 'Αχαιοὶ ἤ κεν ἄγοιεν:
τύνη δ' ἕστηκασ, ἀτὰρ οὐδ' ἄλλοισι κελεύεις
λαοι̃σιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
μή πως ὡς ἀψι̃σι λίνου ἁλόντε πανάγρου
ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε:
οἳ δὲ τάχ' ἐκπέρσουσ' εὐ̃ ναιομένην πόλιν ὑμήν.
σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἠ̃μαρ
ἀρχοὺς λισσομένω̨ τηλεκλειτω̃ν ἐπικούρων
νωλεμέως ἐχέμεν, κρατερὴν δ' ἀποθέσθαι ἐνιπήν.

   '`Ως φάτο Σαρπηδών, δάκε δὲ φρένας 'Έκτορι μυ̃θοσ:
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἀ̃λτο χαμα̃ζε,
πάλλων δ' ὀξέα δου̃ρα κατὰ στρατὸν ὤ̨χετο πάντη̨
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν 'Αχαιω̃ν:
'Αργει̃οι δ' ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.
ὡς δ' ἄνεμος ἄχνας φορέει ἱερὰς κατ' ἀλωὰς
ἀνδρω̃ν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ
κρίνη̨ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνασ,
αἳ δ' ὑπολευκαίνονται ἀχυρμιαί: ὣς τότ' 'Αχαιοὶ
λευκοὶ ὕπερθε γένοντο κονισάλω̨, ὅν ῥα δι' αὐτω̃ν
οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
ἂψ ἐπιμισγομένων: ὑπὸ δ' ἔστρεφον ἡνιοχη̃εσ.
οἳ δὲ μένος χειρω̃ν ἰθὺς φέρον: ἀμφὶ δὲ νύκτα
θου̃ρος 'Άρης ἐκάλυψε μάχη̨ Τρώεσσιν ἀρήγων
πάντοσ' ἐποιχόμενοσ: του̃ δ' ἐκραίαινεν ἐφετμὰς
Φοίβου 'Απόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
Τρωσὶν θυμὸν ἐγει̃ραι, ἐπεὶ ἴδε Παλλάδ' 'Αθήνην
οἰχομένην: ἣ γάρ ῥα πέλεν Δαναοι̃σιν ἀρηγών.
αὐτὸς δ' Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
ἡ̃κε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαω̃ν.
Αἰνείας δ' ἑτάροισι μεθίστατο: τοὶ δὲ χάρησαν,
ὡς εἰ̃δον ζωόν τε καὶ ἀρτεμέα προσιόντα
καὶ μένος ἐσθλὸν ἔχοντα: μετάλλησάν γε μὲν οὔ τι.
οὐ γὰρ ἔα πόνος ἄλλοσ, ὃν ἀργυρότοξος ἔγειρεν
'Άρης τε βροτολοιγὸς 'Έρις τ' ἄμοτον μεμαυι̃α.

   Τοὺς δ' Αἴαντε δύω καὶ 'Οδυσσεὺς καὶ Διομήδης
ὄτρυνον Δαναοὺς πολεμιζέμεν: οἳ δὲ καὶ αὐτοὶ
οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάσ,
ἀλλ' ἔμενον νεφέλη̨σιν ἐοικότες ἅς τε Κρονίων
νηνεμίης ἔστησεν ἐπ' ἀκροπόλοισιν ὄρεσσιν
ἀτρέμασ, ὄφρ' εὕδη̨σι μένος Βορέαο καὶ ἄλλων
ζαχρειω̃ν ἀνέμων, οἵ τε νέφεα σκιόεντα
πνοιη̨̃σιν λιγυρη̨̃σι διασκιδνα̃σιν ἀέντεσ:
ὣς Δαναοὶ Τρω̃ας μένον ἔμπεδον οὐδὲ φέβοντο.
'Ατρεΐδης δ' ἀν' ὅμιλον ἐφοίτα πολλὰ κελεύων:
ὠ̃ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἠ̃τορ ἕλεσθε,
ἀλλήλους τ' αἰδει̃σθε κατὰ κρατερὰς ὑσμίνασ:
αἰδομένων ἀνδρω̃ν πλέονες σόοι ἠὲ πέφανται:
φευγόντων δ' οὔτ' ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.

   ~'Η καὶ ἀκόντισε δουρὶ θοω̃σ, βάλε δὲ πρόμον ἄνδρα
Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
Περγασίδην, ὃν Τρω̃ες ὁμω̃ς Πριάμοιο τέκεσσι
τι̃ον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.
τόν ῥα κατ' ἀσπίδα δουρὶ βάλε κρείων 'Αγαμέμνων:
ἣ δ' οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκόσ,
νειαίρη̨ δ' ἐν γαστρὶ διὰ ζωστη̃ρος ἔλασσε:
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτω̨̃.

   'Ένθ' αὐ̃τ' Αἰνείας Δαναω̃ν ἕλεν ἄνδρας ἀρίστους
υἱ̃ε Διοκλη̃ος Κρήθωνά τε 'Ορσίλοχόν τε,
τω̃ν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένη̨ ἐνὶ Φηρη̨̃
ἀφνειὸς βιότοιο, γένος δ' ἠ̃ν ἐκ ποταμοι̃ο
'Αλφειου̃, ὅς τ' εὐρὺ ῥέει Πυλίων διὰ γαίησ,
ὃς τέκετ' 'Ορτίλοχον πολέεσσ' ἄνδρεσσιν ἄνακτα:
'Ορτίλοχος δ' ἄρ' ἔτικτε Διοκλη̃α μεγάθυμον,
ἐκ δὲ Διοκλη̃ος διδυμάονε παι̃δε γενέσθην,
Κρήθων 'Ορσίλοχός τε μάχης εὐ̃ εἰδότε πάσησ.
τὼ μὲν ἄρ' ἡβήσαντε μελαινάων ἐπὶ νηω̃ν
'Ίλιον εἰς εὔπωλον ἅμ' 'Αργείοισιν ἑπέσθην,
τιμὴν 'Ατρεΐδη̨ς 'Αγαμέμνονι καὶ Μενελάω̨
ἀρνυμένω: τὼ δ' αὐ̃θι τέλος θανάτοιο κάλυψεν.
οἵω τώ γε λέοντε δύω ὄρεος κορυφη̨̃σιν
ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλησ:
τὼ μὲν ἄρ' ἁρπάζοντε βόας καὶ ἴφια μη̃λα
σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ
ἀνδρω̃ν ἐν παλάμη̨σι κατέκταθεν ὀξέϊ χαλκω̨̃:
τοίω τὼ χείρεσσιν ὑπ' Αἰνείαο δαμέντε
καππεσέτην, ἐλάτη̨σιν ἐοικότες ὑψηλη̨̃σι.

   Τὼ δὲ πεσόντ' ἐλέησεν ἀρηΐφιλος Μενέλαοσ,
βη̃ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκω̨̃
σείων ἐγχείην: του̃ δ' ὄτρυνεν μένος 'Άρησ,
τὰ φρονέων ἵνα χερσὶν ὑπ' Αἰνείαο δαμείη.
τὸν δ' ἴδεν 'Αντίλοχος μεγαθύμου Νέστορος υἱόσ,
βη̃ δὲ διὰ προμάχων: περὶ γὰρ δίε ποιμένι λαω̃ν
μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
τὼ μὲν δὴ χει̃ράς τε καὶ ἔγχεα ὀξυόεντα
ἀντίον ἀλλήλων ἐχέτην μεμαω̃τε μάχεσθαι:
'Αντίλοχος δὲ μάλ' ἄγχι παρίστατο ποιμένι λαω̃ν.
Αἰνείας δ' οὐ μει̃νε θοός περ ἐὼν πολεμιστὴς
ὡς εἰ̃δεν δύο φω̃τε παρ' ἀλλήλοισι μένοντε.
οἳ δ' ἐπεὶ οὐ̃ν νεκροὺς ἔρυσαν μετὰ λαὸν 'Αχαιω̃ν,
τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.

   'Ένθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον 'Άρηϊ
ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
τὸν μὲν ἄρ' 'Ατρεΐδης δουρικλειτὸς Μενέλαος
ἑσταότ' ἔγχεϊ νύξε κατὰ κληι̃̈δα τυχήσασ:
'Αντίλοχος δὲ Μύδωνα βάλ' ἡνίοχον θεράποντα
ἐσθλὸν 'Ατυμνιάδην: ὃ δ' ὑπέστρεφε μώνυχας ἵππουσ:
χερμαδίω̨ ἀγκω̃να τυχὼν μέσον: ἐκ δ' ἄρα χειρω̃ν
ἡνία λεύκ' ἐλέφαντι χαμαὶ πέσον ἐν κονίη̨σιν.
'Αντίλοχος δ' ἄρ' ἐπαΐξας ξίφει ἤλασε κόρσην:
αὐτὰρ ὅ γ' ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
κύμβαχος ἐν κονίη̨σιν ἐπὶ βρεχμόν τε καὶ ὤμουσ.
δηθὰ μάλ' ἑστήκει: τύχε γάρ ῥ' ἀμάθοιο βαθείησ:
ὄφρ' ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίη̨σι:
τοὺς ἵμασ' 'Αντίλοχοσ, μετὰ δὲ στρατὸν ἤλασ' 'Αχαιω̃ν.

   Τοὺς δ' 'Έκτωρ ἐνόησε κατὰ στίχασ, ὠ̃ρτο δ' ἐπ' αὐτοὺς
κεκλήγων: ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
καρτεραί: ἠ̃ρχε δ' ἄρα σφιν 'Άρης καὶ πότνι' 'Ενυώ,
ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτη̃τοσ,
'Άρης δ' ἐν παλάμη̨σι πελώριον ἔγχος ἐνώμα,
φοίτα δ' ἄλλοτε μὲν πρόσθ' 'Έκτοροσ, ἄλλοτ' ὄπισθε.

   Τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδησ:
ὡς δ' ὅτ' ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο
στήη̨ ἐπ' ὠκυρόω̨ ποταμω̨̃ ἅλα δὲ προρέοντι
ἀφρω̨̃ μορμύροντα ἰδών, ἀνά τ' ἔδραμ' ὀπίσσω,
ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἰ̃πέ τε λαω̨̃:
ὠ̃ φίλοι οἱ̃ον δὴ θαυμάζομεν 'Έκτορα δι̃ον
αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν:
τω̨̃ δ' αἰεὶ πάρα εἱ̃ς γε θεω̃ν, ὃς λοιγὸν ἀμύνει:
καὶ νυ̃ν οἱ πάρα κει̃νος 'Άρης βροτω̨̃ ἀνδρὶ ἐοικώσ.
ἀλλὰ πρὸς Τρω̃ας τετραμμένοι αἰὲν ὀπίσσω
εἴκετε, μηδὲ θεοι̃ς μενεαινέμεν ἰ̃φι μάχεσθαι.

   '`Ως ἄρ' ἔφη, Τρω̃ες δὲ μάλα σχεδὸν ἤλυθον αὐτω̃ν.
ἔνθ' 'Έκτωρ δύο φω̃τε κατέκτανεν εἰδότε χάρμης
εἰν ἑνὶ δίφρω̨ ἐόντε, Μενέσθην 'Αγχίαλόν τε.
τὼ δὲ πεσόντ' ἐλέησε μέγας Τελαμώνιος Αἴασ:
στη̃ δὲ μάλ' ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινω̨̃,
καὶ βάλεν 'Άμφιον Σελάγου υἱόν, ὅς ῥ' ἐνὶ Παισω̨̃
ναι̃ε πολυκτήμων πολυλήϊοσ: ἀλλά ἑ μοι̃ρα
ἠ̃γ' ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἱ̃ασ.
τόν ῥα κατὰ ζωστη̃ρα βάλεν Τελαμώνιος Αἴασ,
νειαίρη̨ δ' ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχοσ,
δούπησεν δὲ πεσών: ὃ δ' ἐπέδραμε φαίδιμος Αἴας
τεύχεα συλήσων: Τρω̃ες δ' ἐπὶ δούρατ' ἔχευαν
ὀξέα παμφανόωντα: σάκος δ' ἀνεδέξατο πολλά.
αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκρου̃ χάλκεον ἔγχος
ἐσπάσατ': οὐδ' ἄρ' ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ
ὤμοιιν ἀφελέσθαι: ἐπείγετο γὰρ βελέεσσι.
δει̃σε δ' ὅ γ' ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε' ἔχοντεσ,
οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
ὠ̃σαν ἀπὸ σφείων: ὃ δὲ χασσάμενος πελεμίχθη.

   '`Ως οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην:
Τληπόλεμον δ' 'Ηρακλεΐδην ἠΰν τε μέγαν τε
ὠ̃ρσεν ἐπ' ἀντιθέω̨ Σαρπηδόνι μοι̃ρα κραταιή.
οἳ δ' ὅτε δὴ σχεδὸν ἠ̃σαν ἐπ' ἀλλήλοισιν ἰόντες
υἱός θ' υἱωνός τε Διὸς νεφεληγερέταο,
τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μυ̃θον ἔειπε:
Σαρπη̃δον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
πτώσσειν ἐνθάδ' ἐόντι μάχης ἀδαήμονι φωτί;
ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
εἰ̃ναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρω̃ν
οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων:
ἀλλ' οἱ̃όν τινά φασι βίην 'Ηρακληείην
εἰ̃ναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα:
ὅς ποτε δευ̃ρ' ἐλθὼν ἕνεχ' ἵππων Λαομέδοντος
ἓξ οἴη̨ς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
'Ιλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ' ἀγυιάσ:
σοὶ δὲ κακὸς μὲν θυμόσ, ἀποφθινύθουσι δὲ λαοί.
οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
ἐλθόντ' ἐκ Λυκίησ, οὐδ' εἰ μάλα καρτερός ἐσσι,
ἀλλ' ὑπ' ἐμοὶ δμηθέντα πύλας 'Αΐδαο περήσειν.

   Τὸν δ' αὐ̃ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα:
Τληπόλεμ' ἤτοι κει̃νος ἀπώλεσεν 'Ίλιον ἱρὴν
ἀνέρος ἀφραδίη̨σιν ἀγαυου̃ Λαομέδοντοσ,
ὅς ῥά μιν εὐ̃ ἕρξαντα κακω̨̃ ἠνίπαπε μύθω̨,
οὐδ' ἀπέδωχ' ἵππουσ, ὡ̃ν εἵνεκα τηλόθεν ἠ̃λθε.
σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κη̃ρα μέλαιναν
ἐξ ἐμέθεν τεύξεσθαι, ἐμω̨̃ δ' ὑπὸ δουρὶ δαμέντα
εὐ̃χος ἐμοὶ δώσειν, ψυχὴν δ' 'Άϊδι κλυτοπώλω̨.

   '`Ως φάτο Σαρπηδών, ὃ δ' ἀνέσχετο μείλινον ἔγχος
Τληπόλεμοσ: καὶ τω̃ν μὲν ἁμαρτη̨̃ δούρατα μακρὰ
ἐκ χειρω̃ν ἤϊξαν: ὃ μὲν βάλεν αὐχένα μέσσον
Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἠ̃λθ' ἀλεγεινή:
τὸν δὲ κατ' ὀφθαλμω̃ν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
Τληπόλεμος δ' ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρω̨̃
βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
ὀστέω ἐγχριμφθει̃σα, πατὴρ δ' ἔτι λοιγὸν ἄμυνεν.

   Οἳ μὲν ἄρ' ἀντίθεον Σαρπηδόνα δι̃οι ἑται̃ροι
ἐξέφερον πολέμοιο: βάρυνε δέ μιν δόρυ μακρὸν
ἑλκόμενον: τὸ μὲν οὔ τις ἐπεφράσατ' οὐδὲ νόησε
μηρου̃ ἐξερύσαι δόρυ μείλινον ὄφρ' ἐπιβαίη
σπευδόντων: τοι̃ον γὰρ ἔχον πόνον ἀμφιέποντεσ.

   Τληπόλεμον δ' ἑτέρωθεν ἐϋκνήμιδες 'Αχαιοὶ
ἐξέφερον πολέμοιο: νόησε δὲ δι̃ος 'Οδυσσεὺς
τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἠ̃τορ:
μερμήριξε δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
ἠ̃ ὅ γε τω̃ν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
οὐδ' ἄρ' 'Οδυσση̃ϊ μεγαλήτορι μόρσιμον ἠ̃εν
ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκω̨̃:
τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν 'Αθήνη.
ἔνθ' ὅ γε Κοίρανον εἱ̃λεν 'Αλάστορά τε Χρομίον τε
'Άλκανδρόν θ' 'Άλιόν τε Νοήμονά τε Πρύτανίν τε.
καί νύ κ' ἔτι πλέονας Λυκίων κτάνε δι̃ος 'Οδυσσεὺς
εἰ μὴ ἄρ' ὀξὺ νόησε μέγας κορυθαίολος 'Έκτωρ:
βη̃ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκω̨̃
δει̃μα φέρων Δαναοι̃σι: χάρη δ' ἄρα οἱ προσιόντι
Σαρπηδὼν Διὸς υἱόσ, ἔπος δ' ὀλοφυδνὸν ἔειπε:
Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοι̃σιν ἐάση̨ς
κει̃σθαι, ἀλλ' ἐπάμυνον: ἔπειτά με καὶ λίποι αἰὼν
ἐν πόλει ὑμετέρη̨, ἐπεὶ οὐκ ἄρ' ἔμελλον ἔγωγε
νοστήσας οἰ̃κον δὲ φίλην ἐς πατρίδα γαι̃αν
εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.

   '`Ως φάτο, τὸν δ' οὔ τι προσέφη κορυθαίολος 'Έκτωρ,
ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα
ὤσαιτ' 'Αργείουσ, πολέων δ' ἀπὸ θυμὸν ἕλοιτο.
οἳ μὲν ἄρ' ἀντίθεον Σαρπηδόνα δι̃οι ἑται̃ροι
εἱ̃σαν ὑπ' αἰγιόχοιο Διὸς περικαλλέϊ φηγω̨̃:
ἐκ δ' ἄρα οἱ μηρου̃ δόρυ μείλινον ὠ̃σε θύραζε
ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἠ̃εν ἑται̃ροσ.
τὸν δ' ἔλιπε ψυχή, κατὰ δ' ὀφθαλμω̃ν κέχυτ' ἀχλύσ:
αὐ̃τις δ' ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
ζώγρει ἐπιπνείουσα κακω̃ς κεκαφηότα θυμόν.

   'Αργει̃οι δ' ὑπ' 'Άρηϊ καὶ 'Έκτορι χαλκοκορυστη̨̃
οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηω̃ν
οὔτε ποτ' ἀντεφέροντο μάχη̨, ἀλλ' αἰὲν ὀπίσσω
χάζονθ', ὡς ἐπύθοντο μετὰ Τρώεσσιν 'Άρηα.

   'Ένθα τίνα πρω̃τον τίνα δ' ὕστατον ἐξενάριξαν
'Έκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος 'Άρησ;
ἀντίθεον Τεύθραντ', ἐπὶ δὲ πλήξιππον 'Ορέστην,
Τρη̃χόν τ' αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
Οἰνοπίδην θ' 'Έλενον καὶ 'Ορέσβιον αἰολομίτρην,
ὅς ῥ' ἐν 'Ύλη̨ ναίεσκε μέγα πλούτοιο μεμηλώσ,
λίμνη̨ κεκλιμένος Κηφισίδι: πὰρ δέ οἱ ἄλλοι
ναι̃ον Βοιωτοὶ μάλα πίονα δη̃μον ἔχοντεσ.

   Τοὺς δ' ὡς οὐ̃ν ἐνόησε θεὰ λευκώλενος 'Ήρη
'Αργείους ὀλέκοντας ἐνὶ κρατερη̨̃ ὑσμίνη̨,
αὐτίκ' 'Αθηναίην ἔπεα πτερόεντα προσηύδα:
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος 'Ατρυτώνη,
ἠ̃ ῥ' ἅλιον τὸν μυ̃θον ὑπέστημεν Μενελάω̨
'Ίλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι,
εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὐ̃λον 'Άρηα.
ἀλλ' ἄγε δὴ καὶ νω̃ϊ μεδώμεθα θούριδος ἀλκη̃σ.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε θεὰ γλαυκω̃πις 'Αθήνη.
ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
'Ήρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο:
'Ήβη δ' ἀμφ' ὀχέεσσι θοω̃ς βάλε καμπύλα κύκλα
χάλκεα ὀκτάκνημα σιδηρέω̨ ἄξονι ἀμφίσ.
τω̃ν ἤτοι χρυσέη ἴτυς ἄφθιτοσ, αὐτὰρ ὕπερθε
χάλκε' ἐπίσσωτρα προσαρηρότα, θαυ̃μα ἰδέσθαι:
πλη̃μναι δ' ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν:
δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμα̃σιν
ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
του̃ δ' ἐξ ἀργύρεος ῥυμὸς πέλεν: αὐτὰρ ἐπ' ἄκρω̨
δη̃σε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα
κάλ' ἔβαλε χρύσει': ὑπὸ δὲ ζυγὸν ἤγαγεν 'Ήρη
ἵππους ὠκύποδασ, μεμαυι̃' ἔριδος καὶ ἀϋτη̃σ.

   Αὐτὰρ 'Αθηναίη κούρη Διὸς αἰγιόχοιο
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει
ποικίλον, ὅν ῥ' αὐτὴ ποιήσατο καὶ κάμε χερσίν:
ἣ δὲ χιτω̃ν' ἐνδυ̃σα Διὸς νεφεληγερέταο
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετ' αἰγίδα θυσσανόεσσαν
δεινήν, ἣν περὶ μὲν πάντη̨ Φόβος ἐστεφάνωται,
ἐν δ' 'Έρισ, ἐν δ' 'Αλκή, ἐν δὲ κρυόεσσα 'Ιωκή,
ἐν δέ τε Γοργείη κεφαλὴ δεινοι̃ο πελώρου
δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
κρατὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
χρυσείην, ἑκατὸν πολίων πρυλέεσσ' ἀραρυι̃αν:
ἐς δ' ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ' ἔγχος
βριθὺ μέγα στιβαρόν, τω̨̃ δάμνησι στίχας ἀνδρω̃ν
ἡρώων, οἱ̃σίν τε κοτέσσεται ὀβριμοπάτρη.
'Ήρη δὲ μάστιγι θοω̃ς ἐπεμαίετ' ἄρ' ἵππουσ:
αὐτόμαται δὲ πύλαι μύκον οὐρανου̃ ἃς ἔχον '~Ωραι,
τη̨̃ς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
ἠμὲν ἀνακλι̃ναι πυκινὸν νέφος ἠδ' ἐπιθει̃ναι.
τη̨̃ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππουσ:
εὑ̃ρον δὲ Κρονίωνα θεω̃ν ἄτερ ἥμενον ἄλλων
ἀκροτάτη̨ κορυφη̨̃ πολυδειράδος Οὐλύμποιο.
ἔνθ' ἵππους στήσασα θεὰ λευκώλενος 'Ήρη
Ζη̃ν' ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε:
Ζευ̃ πάτερ οὐ νεμεσίζη̨ 'Άρη̨ τάδε καρτερὰ ἔργα
ὁσσάτιόν τε καὶ οἱ̃ον ἀπώλεσε λαὸν 'Αχαιω̃ν
μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δ' ἄχοσ, οἳ δὲ ἕκηλοι
τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος 'Απόλλων
ἄφρονα του̃τον ἀνέντεσ, ὃς οὔ τινα οἰ̃δε θέμιστα;
Ζευ̃ πάτερ ἠ̃ ῥά τί μοι κεχολώσεαι, αἴ κεν 'Άρηα
λυγρω̃ς πεπληγυι̃α μάχης ἐξαποδίωμαι;

   Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύσ:
ἄγρει μάν οἱ ἔπορσον 'Αθηναίην ἀγελείην,
ἥ ἑ μάλιστ' εἴωθε κακη̨̃ς ὀδύνη̨σι πελάζειν.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος 'Ήρη,
μάστιξεν δ' ἵππουσ: τὼ δ' οὐκ ἀέκοντε πετέσθην
μεσσηγὺς γαίης τε καὶ οὐρανου̃ ἀστερόεντοσ.
ὅσσον δ' ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοι̃σιν
ἥμενος ἐν σκοπιη̨̃, λεύσσων ἐπὶ οἴνοπα πόντον,
τόσσον ἐπιθρώ̨σκουσι θεω̃ν ὑψηχέες ἵπποι.
ἀλλ' ὅτε δὴ Τροίην ἱ̃ξον ποταμώ τε ῥέοντε,
ἡ̃χι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδροσ,
ἔνθ' ἵππους ἔστησε θεὰ λευκώλενος 'Ήρη
λύσασ' ἐξ ὀχέων, περὶ δ' ἠέρα πουλὺν ἔχευε:
τοι̃σιν δ' ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.

   Αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ' ὁμοι̃αι
ἀνδράσιν 'Αργείοισιν ἀλεξέμεναι μεμαυι̃αι:
ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι πλει̃στοι καὶ ἄριστοι
ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν
ἢ συσὶ κάπροισιν, τω̃ν τε σθένος οὐκ ἀλαπαδνόν,
ἔνθα στα̃σ' ἤϋσε θεὰ λευκώλενος 'Ήρη
Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνω̨,
ὃς τόσον αὐδήσασχ' ὅσον ἄλλοι πεντήκοντα:
αἰδὼς 'Αργει̃οι κάκ' ἐλέγχεα εἰ̃δος ἀγητοί:
ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δι̃ος 'Αχιλλεύσ,
οὐδέ ποτε Τρω̃ες πρὸ πυλάων Δαρδανιάων
οἴχνεσκον: κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχοσ:
νυ̃ν δὲ ἑκὰς πόλιος κοίλη̨ς ἐπὶ νηυσὶ μάχονται.

   '`Ως εἰπου̃σ' ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Τυδεΐδη̨ δ' ἐπόρουσε θεὰ γλαυκω̃πις 'Αθήνη:
εὑ̃ρε δὲ τόν γε ἄνακτα παρ' ἵπποισιν καὶ ὄχεσφιν
ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰω̨̃.
ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμω̃νος
ἀσπίδος εὐκύλου: τω̨̃ τείρετο, κάμνε δὲ χει̃ρα,
ἂν δ' ἴσχων τελαμω̃να κελαινεφὲς αἱ̃μ' ἀπομόργνυ.
ἱππείου δὲ θεὰ ζυγου̃ ἥψατο φώνησέν τε:
ἠ̃ ὀλίγον οἱ̃ παι̃δα ἐοικότα γείνατο Τυδεύσ.
Τυδεύς τοι μικρὸς μὲν ἔην δέμασ, ἀλλὰ μαχητήσ:
καί ῥ' ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
οὐδ' ἐκπαιφάσσειν, ὅτε τ' ἤλυθε νόσφιν 'Αχαιω̃ν
ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνασ:
δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον:
αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
κούρους Καδμείων προκαλίζετο, πάντα δ' ἐνίκα
ῥηϊδίωσ: τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἠ̃α.
σοὶ δ' ἤτοι μὲν ἐγὼ παρά θ' ἵσταμαι ἠδὲ φυλάσσω,
καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι:
ἀλλά σευ ἢ κάματος πολυα̃ϊξ γυι̃α δέδυκεν
ἤ νύ σέ που δέος ἴσχει ἀκήριον: οὐ σύ γ' ἔπειτα
Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.

   Τὴν δ' ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδησ:
γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο:
τώ τοι προφρονέως ἐρέω ἔπος οὐδ' ἐπικεύσω.
οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνοσ,
ἀλλ' ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλασ:
οὔ μ' εἴας μακάρεσσι θεοι̃ς ἀντικρὺ μάχεσθαι
τοι̃ς ἄλλοισ: ἀτὰρ εἴ κε Διὸς θυγάτηρ 'Αφροδίτη
ἔλθη̨σ' ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκω̨̃.
τοὔνεκα νυ̃ν αὐτός τ' ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
'Αργείους ἐκέλευσα ἀλήμεναι ἐνδάδε πάντασ:
γιγνώσκω γὰρ 'Άρηα μάχην ἀνὰ κοιρανέοντα.

   Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκω̃πις 'Αθήνη:
Τυδεΐδη Διόμηδες ἐμω̨̃ κεχαρισμένε θυμω̨̃
μήτε σύ γ' 'Άρηα τό γε δείδιθι μήτε τιν' ἄλλον
ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι:
ἀλλ' ἄγ' ἐπ' 'Άρηϊ πρώτω̨ ἔχε μώνυχας ἵππουσ,
τύψον δὲ σχεδίην μηδ' ἅζεο θου̃ρον 'Άρηα
του̃τον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
ὃς πρώ̨ην μὲν ἐμοί τε καὶ 'Ήρη̨ στευ̃τ' ἀγορεύων
Τρωσὶ μαχήσεσθαι, ἀτὰρ 'Αργείοισιν ἀρήξειν,
νυ̃ν δὲ μετὰ Τρώεσσιν ὁμιλει̃, τω̃ν δὲ λέλασται.

   '`Ως φαμένη Σθένελον μὲν ἀφ' ἵππων ὠ̃σε χαμα̃ζε,
χειρὶ πάλιν ἐρύσασ', ὃ δ' ἄρ' ἐμμαπέως ἀπόρουσεν:
ἣ δ' ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δι̃ον
ἐμμεμαυι̃α θεά: μέγα δ' ἔβραχε φήγινος ἄξων
βριθοσύνη̨: δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ' ἄριστον.
λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς 'Αθήνη:
αὐτίκ' ἐπ' 'Άρηϊ πρώτω̨ ἔχε μώνυχας ἵππουσ.
ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν
Αἰτωλω̃ν ὄχ' ἄριστον 'Οχησίου ἀγλαὸν υἱόν:
τὸν μὲν 'Άρης ἐνάριζε μιαιφόνοσ: αὐτὰρ 'Αθήνη
δυ̃ν' 'Άϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος 'Άρησ.

   'Ως δὲ ἴδε βροτολοιγὸς 'Άρης Διομήδεα δι̃ον,
ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθ' ἔασε
κει̃σθαι ὅθι πρω̃τον κτείνων ἐξαίνυτο θυμόν,
αὐτὰρ ὃ βη̃ ῥ' ἰθὺς Διομήδεος ἱπποδάμοιο.
οἳ δ' ὅτε δὴ σχεδὸν ἠ̃σαν ἐπ' ἀλλήλοισιν ἰόντεσ,
πρόσθεν 'Άρης ὠρέξαθ' ὑπὲρ ζυγὸν ἡνία θ' ἵππων
ἔγχεϊ χαλκείω̨ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι:
καὶ τό γε χειρὶ λαβου̃σα θεὰ γλαυκω̃πις 'Αθήνη
ὠ̃σεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθη̃ναι.
δεύτερος αὐ̃θ' ὡρμα̃το βοὴν ἀγαθὸς Διομήδης
ἔγχεϊ χαλκείω̨: ἐπέρεισε δὲ Παλλὰς 'Αθήνη
νείατον ἐς κενεω̃να ὅθι ζωννύσκετο μίτρη̨:
τη̨̃ ῥά μιν οὐ̃τα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,
ἐκ δὲ δόρυ σπάσεν αὐ̃τισ: ὃ δ' ἔβραχε χάλκεος 'Άρης
ὅσσόν τ' ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
ἀνέρες ἐν πολέμω̨ ἔριδα ξυνάγοντες 'Άρηοσ.
τοὺς δ' ἄρ' ὑπὸ τρόμος εἱ̃λεν 'Αχαιούς τε Τρω̃άς τε
δείσαντασ: τόσον ἔβραχ' 'Άρης ἀ̃τος πολέμοιο.

   Οἵη δ' ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
τοι̃ος Τυδεΐδη̨ Διομήδεϊ χάλκεος 'Άρης
φαίνεθ' ὁμου̃ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
καρπαλίμως δ' ἵκανε θεω̃ν ἕδος αἰπὺν 'Όλυμπον,
πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,
δει̃ξεν δ' ἄμβροτον αἱ̃μα καταρρέον ἐξ ὠτειλη̃σ,
καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:
Ζευ̃ πάτερ οὐ νεμεσίζη̨ ὁρω̃ν τάδε καρτερὰ ἔργα;
αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντεσ.
σοὶ πάντες μαχόμεσθα: σὺ γὰρ τέκες ἄφρονα κούρην
οὐλομένην, ἡ̨̃ τ' αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ' ἐν 'Ολύμπω̨
σοί τ' ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστοσ:
ταύτην δ' οὔτ' ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργω̨,
ἀλλ' ἀνιει̃σ, ἐπεὶ αὐτὸς ἐγείναο παι̃δ' ἀΐδηλον:
ἣ νυ̃ν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
μαργαίνειν ἀνέηκεν ἐπ' ἀθανάτοισι θεοι̃σι.
Κύπριδα μὲν πρω̃τον σχεδὸν οὔτασε χει̃ρ' ἐπὶ καρπω̨̃,
αὐτὰρ ἔπειτ' αὐτω̨̃ μοι ἐπέσσυτο δαίμονι ἰ̃σοσ:
ἀλλά μ' ὑπήνεικαν ταχέες πόδεσ: ἠ̃ τέ κε δηρὸν
αὐτου̃ πήματ' ἔπασχον ἐν αἰνη̨̃σιν νεκάδεσσιν,
ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοι̃ο τυπη̨̃σι.

   Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύσ.
μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
ἔχθιστος δέ μοί ἐσσι θεω̃ν οἳ 'Όλυμπον ἔχουσιν:
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
'Ήρησ: τὴν μὲν ἐγὼ σπουδη̨̃ δάμνημ' ἐπέεσσι:
τώ σ' ὀΐω κείνης τάδε πάσχειν ἐννεσίη̨σιν.
ἀλλ' οὐ μάν σ' ἔτι δηρὸν ἀνέξομαι ἄλγε' ἔχοντα:
ἐκ γὰρ ἐμευ̃ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ:
εἰ δέ τευ ἐξ ἄλλου γε θεω̃ν γένευ ὡ̃δ' ἀΐδηλος
καί κεν δὴ πάλαι ἠ̃σθα ἐνέρτερος Οὐρανιώνων.

   '`Ως φάτο, καὶ Παιήον' ἀνώγειν ἰήσασθαι.
τω̨̃ δ' ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
ἠκέσατ': οὐ μὲν γάρ τι καταθνητός γ' ἐτέτυκτο.
ὡς δ' ὅτ' ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
ὑγρὸν ἐόν, μάλα δ' ὠ̃κα περιτρέφεται κυκόωντι,
ὣς ἄρα καρπαλίμως ἰήσατο θου̃ρον 'Άρηα.
τὸν δ' 'Ήβη λου̃σεν, χαρίεντα δὲ εἵματα ἕσσε:
πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.

   Αἳ δ' αὐ̃τις πρὸς δω̃μα Διὸς μεγάλοιο νέοντο
'Ήρη τ' 'Αργείη καὶ 'Αλαλκομενηὶ̈ς 'Αθήνη
παύσασαι βροτολοιγὸν 'Άρη' ἀνδροκτασιάων.