ΙΛΙΑΔΟΣ Ζ

Τρώων δ' οἰώθη καὶ 'Αχαιω̃ν φύλοπις αἰνή:
πολλὰ δ' ἄρ' ἔνθα καὶ ἔνθ' ἴθυσε μάχη πεδίοιο
ἀλλήλων ἰθυνομένων χαλκήρεα δου̃ρα
μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.

   Αἴας δὲ πρω̃τος Τελαμώνιος ἕρκος 'Αχαιω̃ν
Τρώων ῥη̃ξε φάλαγγα, φόως δ' ἑτάροισιν ἔθηκεν,
ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρή̨κεσσι τέτυκτο
υἱὸν 'Εϋσσώρου 'Ακάμαντ' ἠΰν τε μέγαν τε.
τόν ῥ' ἔβαλε πρω̃τος κόρυθος φάλον ἱπποδασείησ,
ἐν δὲ μετώπω̨ πη̃ξε, πέρησε δ' ἄρ' ὀστέον εἴσω
αἰχμὴ χαλκείη: τὸν δὲ σκότος ὄσσε κάλυψεν.

   'Άξυλον δ' ἄρ' ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένη̨ ἐν 'Αρίσβη̨
ἀφνειὸς βιότοιο, φίλος δ' ἠ̃ν ἀνθρώποισι.
πάντας γὰρ φιλέεσκεν ὁδω̨̃ ἔπι οἰκία ναίων.
ἀλλά οἱ οὔ τις τω̃ν γε τότ' ἤρκεσε λυγρὸν ὄλεθρον
πρόσθεν ὑπαντιάσασ, ἀλλ' ἄμφω θυμὸν ἀπηύρα
αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ' ἵππων
ἔσκεν ὑφηνίοχοσ: τὼ δ' ἄμφω γαι̃αν ἐδύτην.

   Δρη̃σον δ' Εὐρύαλος καὶ 'Οφέλτιον ἐξενάριξε:
βη̃ δὲ μετ' Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
νηὶ̈ς 'Αβαρβαρέη τέκ' ἀμύμονι Βουκολίωνι.
Βουκολίων δ' ἠ̃ν υἱὸς ἀγαυου̃ Λαομέδοντος
πρεσβύτατος γενεη̨̃, σκότιον δέ ἑ γείνατο μήτηρ:
ποιμαίνων δ' ἐπ' ὄεσσι μίγη φιλότητι καὶ εὐνη̨̃,
ἣ δ' ὑποκυσαμένη διδυμάονε γείνατο παι̃δε.
καὶ μὲν τω̃ν ὑπέλυσε μένος καὶ φαίδιμα γυι̃α
Μηκιστηϊάδης καὶ ἀπ' ὤμων τεύχε' ἐσύλα.

   'Αστύαλον δ' ἄρ' ἔπεφνε μενεπτόλεμος Πολυποίτησ:
Πιδύτην δ' 'Οδυσεὺς Περκώσιον ἐξενάριξεν
ἔγχεϊ χαλκείω̨, Τευ̃κρος δ' 'Αρετάονα δι̃ον.
'Αντίλοχος δ' 'Άβληρον ἐνήρατο δουρὶ φαεινω̨̃
Νεστορίδησ, 'Έλατον δὲ ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων:
ναι̃ε δὲ Σατνιόεντος ἐϋρρείταο παρ' ὄχθας
Πήδασον αἰπεινήν. Φύλακον δ' ἕλε Λήϊτος ἥρως
φεύγοντ': Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.

   'Άδρηστον δ' ἄρ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
ζωὸν ἕλ': ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
ὄζω̨ ἔνι βλαφθέντε μυρικίνω̨ ἀγκύλον ἅρμα
ἄξαντ' ἐν πρώτω̨ ῥυμω̨̃ αὐτὼ μὲν ἐβήτην
πρὸς πόλιν, ἡ̨̃ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
πρηνὴς ἐν κονίη̨σιν ἐπὶ στόμα: πὰρ δέ οἱ ἔστη
'Ατρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχοσ.
'Άδρηστος δ' ἄρ' ἔπειτα λαβὼν ἐλίσσετο γούνων:
ζώγρει 'Ατρέος υἱέ, σὺ δ' ἄξια δέξαι ἄποινα:
πολλὰ δ' ἐν ἀφνειου̃ πατρὸς κειμήλια κει̃ται
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηροσ,
τω̃ν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ' ἐπὶ νηυσὶν 'Αχαιω̃ν.

   '`Ως φάτο, τω̨̃ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε:
καὶ δή μιν τάχ' ἔμελλε θοὰς ἐπὶ νη̃ας 'Αχαιω̃ν
δώσειν ὡ̨̃ θεράποντι καταξέμεν: ἀλλ' 'Αγαμέμνων
ἀντίος ἠ̃λθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα:
ὠ̃ πέπον ὠ̃ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως
ἀνδρω̃ν; ἠ̃ σοὶ ἄριστα πεποίηται κατὰ οἰ̃κον
πρὸς Τρώων; τω̃ν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
χει̃ράς θ' ἡμετέρασ, μηδ' ὅν τινα γαστέρι μήτηρ
κου̃ρον ἐόντα φέροι, μηδ' ὃς φύγοι, ἀλλ' ἅμα πάντες
'Ιλίου ἐξαπολοίατ' ἀκήδεστοι καὶ ἄφαντοι.

   '`Ως εἰπὼν ἔτρεψεν ἀδελφειου̃ φρένας ἥρως
αἴσιμα παρειπών: ὃ δ' ἀπὸ ἕθεν ὤσατο χειρὶ
ἥρω' 'Άδρηστον: τὸν δὲ κρείων 'Αγαμέμνων
οὐ̃τα κατὰ λαπάρην: ὃ δ' ἀνετράπετ', 'Ατρεΐδης δὲ
λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχοσ.

   Νέστωρ δ' 'Αργείοισιν ἐκέκλετο μακρὸν ἀΰσασ:
ὠ̃ φίλοι ἥρωες Δαναοὶ θεράποντες 'Άρηος
μή τις νυ̃ν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε
μιμνέτω ὥς κε πλει̃στα φέρων ἐπὶ νη̃ας ἵκηται,
ἀλλ' ἄνδρας κτείνωμεν: ἔπειτα δὲ καὶ τὰ ἕκηλοι
νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηω̃τασ.

   '`Ως εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
ἔνθά κεν αὐ̃τε Τρω̃ες ἀρηϊφίλων ὑπ' 'Αχαιω̃ν
'Ίλιον εἰσανέβησαν ἀναλκείη̨σι δαμέντεσ,
εἰ μὴ ἄρ' Αἰνεία̨ τε καὶ 'Έκτορι εἰ̃πε παραστὰς
Πριαμίδης 'Έλενος οἰωνοπόλων ὄχ' ἄριστοσ:
Αἰνεία τε καὶ 'Έκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα
Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ' ἄριστοι
πα̃σαν ἐπ' ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,
στη̃τ' αὐτου̃, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων
πάντη̨ ἐποιχόμενοι πρὶν αὐ̃τ' ἐν χερσὶ γυναικω̃ν
φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.
αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσασ,
ἡμει̃ς μὲν Δαναοι̃σι μαχησόμεθ' αὐ̃θι μένοντεσ,
καὶ μάλα τειρόμενοί περ: ἀναγκαίη γὰρ ἐπείγει:
'Έκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δ' ἔπειτα
μητέρι ση̨̃ καὶ ἐμη̨̃: ἣ δὲ ξυνάγουσα γεραιὰς
νηὸν 'Αθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρη̨
οἴξασα κληι̃̈δι θύρας ἱεροι̃ο δόμοιο
πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
εἰ̃ναι ἐνὶ μεγάρω̨ καί οἱ πολὺ φίλτατος αὐτη̨̃,
θει̃ναι 'Αθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βου̃ς ἐνὶ νηω̨̃
ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ' ἐλεήση̨
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
ὥς κεν Τυδέος υἱὸν ἀπόσχη̨ 'Ιλίου ἱρη̃ς
ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,
ὃν δὴ ἐγὼ κάρτιστον 'Αχαιω̃ν φημι γενέσθαι.
οὐδ' 'Αχιλη̃ά ποθ' ὡ̃δέ γ' ἐδείδιμεν ὄρχαμον ἀνδρω̃ν,
ὅν πέρ φασι θεα̃ς ἐξέμμεναι: ἀλλ' ὅδε λίην
μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.

   '`Ως ἔφαθ', 'Έκτωρ δ' οὔ τι κασιγνήτω̨ ἀπίθησεν.
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἀ̃λτο χαμα̃ζε,
πάλλων δ' ὀξέα δου̃ρα κατὰ στρατὸν ὤ̨χετο πάντη̨
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν 'Αχαιω̃ν:
'Αργει̃οι δ' ὑπεχώρησαν, λη̃ξαν δὲ φόνοιο,
φὰν δέ τιν' ἀθανάτων ἐξ οὐρανου̃ ἀστερόεντος
Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
'Έκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσασ:
Τρω̃ες ὑπέρθυμοι τηλεκλειτοί τ' ἐπίκουροι
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκη̃σ,
ὄφρ' ἂν ἐγὼ βείω προτὶ 'Ίλιον, ἠδὲ γέρουσιν
εἴπω βουλευτη̨̃σι καὶ ἡμετέρη̨ς ἀλόχοισι
δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ' ἑκατόμβασ.

   '`Ως ἄρα φωνήσας ἀπέβη κορυθαίολος 'Έκτωρ:
ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσησ.

   Γλαυ̃κος δ' 'Ιππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
ἐς μέσον ἀμφοτέρων συνίτην μεμαω̃τε μάχεσθαι.
οἳ δ' ὅτε δὴ σχεδὸν ἠ̃σαν ἐπ' ἀλλήλοισιν ἰόντε,
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδησ:
τίς δὲ σύ ἐσσι φέριστε καταθνητω̃ν ἀνθρώπων;
οὐ μὲν γάρ ποτ' ὄπωπα μάχη̨ ἔνι κυδιανείρη̨
τὸ πρίν: ἀτὰρ μὲν νυ̃ν γε πολὺ προβέβηκας ἁπάντων
σω̨̃ θάρσει, ὅ τ' ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινασ:
δυστήνων δέ τε παι̃δες ἐμω̨̃ μένει ἀντιόωσιν.
εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανου̃ εἰλήλουθασ,
οὐκ ἂν ἔγωγε θεοι̃σιν ἐπουρανίοισι μαχοίμην.
οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
δὴν ἠ̃ν, ὅς ῥα θεοι̃σιν ἐπουρανίοισιν ἔριζεν:
ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
σευ̃ε κατ' ἠγάθεον Νυσήϊον: αἳ δ' ἅμα πα̃σαι
θύσθλα χαμαὶ κατέχευαν ὑπ' ἀνδροφόνοιο Λυκούργου
θεινόμεναι βουπλη̃γι: Διώνυσος δὲ φοβηθεὶς
δύσεθ' ἁλὸς κατὰ κυ̃μα, Θέτις δ' ὑπεδέξατο κόλπω̨
δειδιότα: κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλη̨̃.
τω̨̃ μὲν ἔπειτ' ὀδύσαντο θεοὶ ῥει̃α ζώοντεσ,
καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊσ: οὐδ' ἄρ' ἔτι δὴν
ἠ̃ν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πα̃σι θεοι̃σιν:
οὐδ' ἂν ἐγὼ μακάρεσσι θεοι̃ς ἐθέλοιμι μάχεσθαι.
εἰ δέ τίς ἐσσι βροτω̃ν οἳ ἀρούρης καρπὸν ἔδουσιν,
ἀ̃σσον ἴθ' ὥς κεν θα̃σσον ὀλέθρου πείραθ' ἵκηαι.

   Τὸν δ' αὐ̃θ' 'Ιππολόχοιο προσηύδα φαίδιμος υἱόσ:
Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεισ;
οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρω̃ν.
φύλλα τὰ μέν τ' ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ' ὕλη
τηλεθόωσα φύει, ἔαρος δ' ἐπιγίγνεται ὥρη:
ὣς ἀνδρω̃ν γενεὴ ἣ μὲν φύει ἣ δ' ἀπολήγει.
εἰ δ' ἐθέλεις καὶ ταυ̃τα δαήμεναι ὄφρ' ἐὺ̈ εἰδη̨̃ς
ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν:
ἔστι πόλις 'Εφύρη μυχω̨̃ 'Άργεος ἱπποβότοιο,
ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ' ἀνδρω̃ν,
Σίσυφος Αἰολίδησ: ὃ δ' ἄρα Γλαυ̃κον τέκεθ' υἱόν,
αὐτὰρ Γλαυ̃κος τίκτεν ἀμύμονα Βελλεροφόντην:
τω̨̃ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
ὤπασαν: αὐτάρ οἱ Προι̃τος κακὰ μήσατο θυμω̨̃,
ὅς ῥ' ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἠ̃εν,
'Αργείων: Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρω̨ ἐδάμασσε.
τω̨̃ δὲ γυνὴ Προίτου ἐπεμήνατο δι̃' 'Άντεια
κρυπταδίη̨ φιλότητι μιγήμεναι: ἀλλὰ τὸν οὔ τι
πει̃θ' ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
ἣ δὲ ψευσαμένη Προι̃τον βασιλη̃α προσηύδα:
τεθναίης ὠ̃ Προι̃τ', ἢ κάκτανε Βελλεροφόντην,
ὅς μ' ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούση̨.
ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἱ̃ον ἄκουσε:
κτει̃ναι μέν ῥ' ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμω̨̃,
πέμπε δέ μιν Λυκίην δέ, πόρεν δ' ὅ γε σήματα λυγρὰ
γράψας ἐν πίνακι πτυκτω̨̃ θυμοφθόρα πολλά,
δει̃ξαι δ' ἠνώγειν ὡ̨̃ πενθερω̨̃ ὄφρ' ἀπόλοιτο.
αὐτὰρ ὁ βη̃ Λυκίην δὲ θεω̃ν ὑπ' ἀμύμονι πομπη̨̃.
ἀλλ' ὅτε δὴ Λυκίην ἱ̃ξε Ξάνθόν τε ῥέοντα,
προφρονέως μιν τι̃εν ἄναξ Λυκίης εὐρείησ:
ἐννη̃μαρ ξείνισσε καὶ ἐννέα βου̃ς ἱέρευσεν.
ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος 'Ηὼς
καὶ τότε μιν ἐρέεινε καὶ ἤ̨τεε ση̃μα ἰδέσθαι
ὅττί ῥά οἱ γαμβροι̃ο πάρα Προίτοιο φέροιτο.
αὐτὰρ ἐπεὶ δὴ ση̃μα κακὸν παρεδέξατο γαμβρου̃,
πρω̃τον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
πεφνέμεν: ἣ δ' ἄρ' ἔην θει̃ον γένος οὐδ' ἀνθρώπων,
πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,
καὶ τὴν μὲν κατέπεφνε θεω̃ν τεράεσσι πιθήσασ.
δεύτερον αὐ̃ Σολύμοισι μαχέσσατο κυδαλίμοισι:
καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρω̃ν.
τὸ τρίτον αὐ̃ κατέπεφνεν 'Αμαζόνας ἀντιανείρασ.
τω̨̃ δ' ἄρ' ἀνερχομένω̨ πυκινὸν δόλον ἄλλον ὕφαινε:
κρίνας ἐκ Λυκίης εὐρείης φω̃τας ἀρίστους
εἱ̃σε λόχον: τοὶ δ' οὔ τι πάλιν οἰ̃κον δὲ νέοντο:
πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντησ.
ἀλλ' ὅτε δὴ γίγνωσκε θεου̃ γόνον ἠὺ̈ν ἐόντα
αὐτου̃ μιν κατέρυκε, δίδου δ' ὅ γε θυγατέρα ἥν,
δω̃κε δέ οἱ τιμη̃ς βασιληΐδος ἥμισυ πάσησ:
καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων
καλὸν φυταλιη̃ς καὶ ἀρούρησ, ὄφρα νέμοιτο.
ἣ δ' ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντη̨
'Ίσανδρόν τε καὶ 'Ιππόλοχον καὶ Λαοδάμειαν.
Λαοδαμείη̨ μὲν παρελέξατο μητίετα Ζεύσ,
ἣ δ' ἔτεκ' ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.
ἀλλ' ὅτε δὴ καὶ κει̃νος ἀπήχθετο πα̃σι θεοι̃σιν,
ἤτοι ὃ κὰπ πεδίον τὸ 'Αλήϊον οἰ̃ος ἀλα̃το
ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων:
'Ίσανδρον δέ οἱ υἱὸν 'Άρης ἀ̃τος πολέμοιο
μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι:
τὴν δὲ χολωσαμένη χρυσήνιος 'Άρτεμις ἔκτα.
'Ιππόλοχος δέ μ' ἔτικτε, καὶ ἐκ του̃ φημι γενέσθαι:
πέμπε δέ μ' ἐς Τροίην, καί μοι μάλα πόλλ' ἐπέτελλεν
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ' ἄριστοι
ἔν τ' 'Εφύρη̨ ἐγένοντο καὶ ἐν Λυκίη̨ εὐρείη̨.
ταύτης τοι γενεη̃ς τε καὶ αἵματος εὔχομαι εἰ̃ναι.

   '`Ως φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδησ:
ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρη̨,
αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαω̃ν:
ἠ̃ ῥά νύ μοι ξει̃νος πατρώϊός ἐσσι παλαιόσ:
Οἰνεὺς γάρ ποτε δι̃ος ἀμύμονα Βελλεροφόντην
ξείνισ' ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ' ἐρύξασ:
οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά:
Οἰνεὺς μὲν ζωστη̃ρα δίδου φοίνικι φαεινόν,
Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον
καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ' ἐμοι̃σι.
Τυδέα δ' οὐ μέμνημαι, ἐπεί μ' ἔτι τυτθὸν ἐόντα
κάλλιφ', ὅτ' ἐν Θήβη̨σιν ἀπώλετο λαὸς 'Αχαιω̃ν.
τὼ νυ̃ν σοὶ μὲν ἐγὼ ξει̃νος φίλος 'Άργεϊ μέσσω̨
εἰμί, σὺ δ' ἐν Λυκίη̨ ὅτε κεν τω̃ν δη̃μον ἵκωμαι.
ἔγχεα δ' ἀλλήλων ἀλεώμεθα καὶ δι' ὁμίλου:
πολλοὶ μὲν γὰρ ἐμοὶ Τρω̃ες κλειτοί τ' ἐπίκουροι
κτείνειν ὅν κε θεός γε πόρη̨ καὶ ποσσὶ κιχείω,
πολλοὶ δ' αὐ̃ σοὶ 'Αχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.
τεύχεα δ' ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἱ̃δε
γνω̃σιν ὅτι ξει̃νοι πατρώϊοι εὐχόμεθ' εἰ̃ναι.

   '`Ως ἄρα φωνήσαντε καθ' ἵππων ἀΐξαντε
χει̃ράς τ' ἀλλήλων λαβέτην καὶ πιστώσαντο:
ἔνθ' αὐ̃τε Γλαύκω̨ Κρονίδης φρένας ἐξέλετο Ζεύσ,
ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχε' ἄμειβε
χρύσεα χαλκείων, ἑκατόμβοι' ἐννεαβοίων.

   'Έκτωρ δ' ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,
ἀμφ' ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
εἰρόμεναι παι̃δάς τε κασιγνήτους τε ἔτας τε
καὶ πόσιασ: ὃ δ' ἔπειτα θεοι̃ς εὔχεσθαι ἀνώγει
πάσας ἑξείησ: πολλη̨̃σι δὲ κήδε' ἐφη̃πτο.

   'Αλλ' ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ' ἵκανε
ξεστη̨̃ς αἰθούση̨σι τετυγμένον: αὐτὰρ ἐν αὐτω̨̃
πεντήκοντ' ἔνεσαν θάλαμοι ξεστοι̃ο λίθοιο
πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παι̃δες
κοιμω̃ντο Πριάμοιο παρὰ μνηστη̨̃ς ἀλόχοισι,
κουράων δ' ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλη̃ς
δώδεκ' ἔσαν τέγεοι θάλαμοι ξεστοι̃ο λίθοιο
πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ
κοιμω̃ντο Πριάμοιο παρ' αἰδοίη̨ς ἀλόχοισιν:
ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ
Λαοδίκην ἐσάγουσα θυγατρω̃ν εἰ̃δος ἀρίστην:
ἔν τ' ἄρα οἱ φυ̃ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:
τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθασ;
ἠ̃ μάλα δὴ τείρουσι δυσώνυμοι υἱ̃ες 'Αχαιω̃ν
μαρνάμενοι περὶ ἄστυ: σὲ δ' ἐνθάδε θυμὸς ἀνη̃κεν
ἐλθόντ' ἐξ ἄκρης πόλιος Διὶ χει̃ρας ἀνασχει̃ν.
ἀλλὰ μέν' ὄφρά κέ τοι μελιηδέα οἰ̃νον ἐνείκω,
ὡς σπείση̨ς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
πρω̃τον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίη̨σθα.
ἀνδρὶ δὲ κεκμηω̃τι μένος μέγα οἰ̃νος ἀέξει,
ὡς τύνη κέκμηκας ἀμύνων σοι̃σιν ἔτη̨σι.

   Τὴν δ' ἠμείβετ' ἔπειτα μέγας κορυθαίολος 'Έκτωρ:
μή μοι οἰ̃νον ἄειρε μελίφρονα πότνια μη̃τερ,
μή μ' ἀπογυιώση̨ς μένεοσ, ἀλκη̃ς τε λάθωμαι:
χερσὶ δ' ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἰ̃νον
ἅζομαι: οὐδέ πη̨ ἔστι κελαινεφέϊ Κρονίωνι
αἵματι καὶ λύθρω̨ πεπαλαγμένον εὐχετάασθαι.
ἀλλὰ σὺ μὲν πρὸς νηὸν 'Αθηναίης ἀγελείης
ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάσ:
πέπλον δ', ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος
ἔστιν ἐνὶ μεγάρω̨ καί τοι πολὺ φίλτατος αὐτη̨̃,
τὸν θὲς 'Αθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βου̃ς ἐνὶ νηω̨̃
ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ' ἐλεήση̨
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
αἴ κεν Τυδέος υἱὸν ἀπόσχη̨ 'Ιλίου ἱρη̃ς
ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.
ἀλλὰ σὺ μὲν πρὸς νηὸν 'Αθηναίης ἀγελείης
ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω
αἴ κ' ἐθέλη̨σ' εἰπόντος ἀκουέμεν: ὥς κέ οἱ αὐ̃θι
γαι̃α χάνοι: μέγα γάρ μιν 'Ολύμπιος ἔτρεφε πη̃μα
Τρωσί τε καὶ Πριάμω̨ μεγαλήτορι τοι̃ό τε παισίν.
εἰ κει̃νόν γε ἴδοιμι κατελθόντ' 'Άϊδος εἴσω
φαίην κε φρέν' ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.

   '`Ως ἔφαθ', ἣ δὲ μολου̃σα ποτὶ μέγαρ' ἀμφιπόλοισι
κέκλετο: ταὶ δ' ἄρ' ἀόλλισσαν κατὰ ἄστυ γεραιάσ.
αὐτὴ δ' ἐς θάλαμον κατεβήσετο κηώεντα,
ἔνθ' ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικω̃ν
Σιδονίων, τὰς αὐτὸς 'Αλέξανδρος θεοειδὴς
ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
τὴν ὁδὸν ἣν 'Ελένην περ ἀνήγαγεν εὐπατέρειαν:
τω̃ν ἕν' ἀειραμένη 'Εκάβη φέρε δω̃ρον 'Αθήνη̨,
ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστοσ,
ἀστὴρ δ' ὣς ἀπέλαμπεν: ἔκειτο δὲ νείατος ἄλλων.
βη̃ δ' ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.

   Αἳ δ' ὅτε νηὸν ἵκανον 'Αθήνης ἐν πόλει ἄκρη̨,
τη̨̃σι θύρας ὤϊξε Θεανὼ καλλιπάρη̨ος
Κισσηὶ̈ς ἄλοχος 'Αντήνορος ἱπποδάμοιο:
τὴν γὰρ Τρω̃ες ἔθηκαν 'Αθηναίης ἱέρειαν.
αἳ δ' ὀλολυγη̨̃ πα̃σαι 'Αθήνη̨ χει̃ρας ἀνέσχον:
ἣ δ' ἄρα πέπλον ἑλου̃σα Θεανὼ καλλιπάρη̨ος
θη̃κεν 'Αθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
εὐχομένη δ' ἠρα̃το Διὸς κούρη̨ μεγάλοιο:
πότνι' 'Αθηναίη ἐρυσίπτολι δι̃α θεάων
ἀ̃ξον δὴ ἔγχος Διομήδεοσ, ἠδὲ καὶ αὐτὸν
πρηνέα δὸς πεσέειν Σκαιω̃ν προπάροιθε πυλάων,
ὄφρά τοι αὐτίκα νυ̃ν δυοκαίδεκα βου̃ς ἐνὶ νηω̨̃
ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κ' ἐλεήση̨ς
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.

   '`Ως ἔφατ' εὐχομένη, ἀνένευε δὲ Παλλὰς 'Αθήνη.
ὣς αἳ μέν ῥ' εὔχοντο Διὸς κούρη̨ μεγάλοιο,
'Έκτωρ δὲ πρὸς δώματ' 'Αλεξάνδροιο βεβήκει
καλά, τά ῥ' αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ' ἄριστοι
ἠ̃σαν ἐνὶ Τροίη̨ ἐριβώλακι τέκτονες ἄνδρεσ,
οἵ οἱ ἐποίησαν θάλαμον καὶ δω̃μα καὶ αὐλὴν
ἐγγύθι τε Πριάμοιο καὶ 'Έκτορος ἐν πόλει ἄκρη̨.
ἔνθ' 'Έκτωρ εἰση̃λθε Διὶ̈ φίλοσ, ἐν δ' ἄρα χειρὶ
ἔγχος ἔχ' ἑνδεκάπηχυ: πάροιθε δὲ λάμπετο δουρὸς
αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκησ.
τὸν δ' εὑ̃ρ' ἐν θαλάμω̨ περικαλλέα τεύχε' ἕποντα
ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ' ἁφόωντα:
'Αργείη δ' 'Ελένη μετ' ἄρα δμω̨η̨̃σι γυναιξὶν
ἡ̃στο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
τὸν δ' 'Έκτωρ νείκεσσεν ἰδὼν αἰσχροι̃ς ἐπέεσσι:
δαιμόνι' οὐ μὲν καλὰ χόλον τόνδ' ἔνθεο θυμω̨̃,
λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τει̃χος
μαρνάμενοι: σέο δ' εἵνεκ' ἀϋτή τε πτόλεμός τε
ἄστυ τόδ' ἀμφιδέδηε: σὺ δ' ἂν μαχέσαιο καὶ ἄλλω̨,
ὅν τινά που μεθιέντα ἴδοις στυγερου̃ πολέμοιο.
ἀλλ' ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.

   Τὸν δ' αὐ̃τε προσέειπεν 'Αλέξανδρος θεοειδήσ:
'Έκτορ ἐπεί με κατ' αἰ̃σαν ἐνείκεσας οὐδ' ὑπὲρ αἰ̃σαν,
τοὔνεκά τοι ἐρέω: σὺ δὲ σύνθεο καί μευ ἄκουσον:
οὔ τοι ἐγὼ Τρώων τόσσον χόλω̨ οὐδὲ νεμέσσι
ἥμην ἐν θαλάμω̨, ἔθελον δ' ἄχεϊ προτραπέσθαι.
νυ̃ν δέ με παρειπου̃σ' ἄλοχος μαλακοι̃ς ἐπέεσσιν
ὅρμησ' ἐς πόλεμον: δοκέει δέ μοι ὡ̃δε καὶ αὐτω̨̃
λώϊον ἔσσεσθαι: νίκη δ' ἐπαμείβεται ἄνδρασ.
ἀλλ' ἄγε νυ̃ν ἐπίμεινον, 'Αρήϊα τεύχεα δύω:
ἢ ἴθ', ἐγὼ δὲ μέτειμι: κιχήσεσθαι δέ σ' ὀΐω.

   '`Ως φάτο, τὸν δ' οὔ τι προσέφη κορυθαίολος 'Έκτωρ:
τὸν δ' 'Ελένη μύθοισι προσηύδα μειλιχίοισι:
δα̃ερ ἐμει̃ο κυνὸς κακομηχάνου ὀκρυοέσσησ,
ὥς μ' ὄφελ' ἤματι τω̨̃ ὅτε με πρω̃τον τέκε μήτηρ

   οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
εἰς ὄρος ἢ εἰς κυ̃μα πολυφλοίσβοιο θαλάσσησ,
ἔνθά με κυ̃μ' ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
αὐτὰρ ἐπεὶ τάδε γ' ὡ̃δε θεοὶ κακὰ τεκμήραντο,
ἀνδρὸς ἔπειτ' ὤφελλον ἀμείνονος εἰ̃ναι ἄκοιτισ,
ὃς ἤ̨δη νέμεσίν τε καὶ αἴσχεα πόλλ' ἀνθρώπων.
τούτω̨ δ' οὔτ' ἂρ νυ̃ν φρένες ἔμπεδοι οὔτ' ἄρ' ὀπίσσω
ἔσσονται: τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
ἀλλ' ἄγε νυ̃ν εἴσελθε καὶ ἕζεο τω̨̃δ' ἐπὶ δίφρω̨
δα̃ερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
εἵνεκ' ἐμει̃ο κυνὸς καὶ 'Αλεξάνδρου ἕνεκ' ἄτησ,
οἱ̃σιν ἐπὶ Ζεὺς θη̃κε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
ἀνθρώποισι πελώμεθ' ἀοίδιμοι ἐσσομένοισι.

   Τὴν δ' ἠμείβετ' ἔπειτα μέγας κορυθαίολος 'Έκτωρ
μή με κάθιζ' 'Ελένη φιλέουσά περ: οὐδέ με πείσεισ:
ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ' ἐπαμύνω
Τρώεσσ', οἳ μέγ' ἐμει̃ο ποθὴν ἀπεόντος ἔχουσιν.
ἀλλὰ σύ γ' ὄρνυθι του̃τον, ἐπειγέσθω δὲ καὶ αὐτόσ,
ὥς κεν ἔμ' ἔντοσθεν πόλιος καταμάρψη̨ ἐόντα.
καὶ γὰρ ἐγὼν οἰ̃κον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι
οἰκη̃ας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
οὐ γὰρ οἰ̃δ' εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὐ̃τισ,
ἠ̃ ἤδη μ' ὑπὸ χερσὶ θεοὶ δαμόωσιν 'Αχαιω̃ν.

   '`Ως ἄρα φωνήσας ἀπέβη κορυθαίολος 'Έκτωρ:
αἰ̃ψα δ' ἔπειθ' ἵκανε δόμους εὐ̃ ναιετάοντασ,
οὐδ' εὑ̃ρ' 'Ανδρομάχην λευκώλενον ἐν μεγάροισιν,
ἀλλ' ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλω̨ ἐϋπέπλω̨
πύργω̨ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
'Έκτωρ δ' ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
ἔστη ἐπ' οὐδὸν ἰών, μετὰ δὲ δμω̨η̨̃σιν ἔειπεν:
εἰ δ' ἄγε μοι δμω̨αὶ νημερτέα μυθήσασθε:
πη̨̃ ἔβη 'Ανδρομάχη λευκώλενος ἐκ μεγάροιο;
ἠέ πη̨ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων
ἢ ἐς 'Αθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
Τρω̨αὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;

   Τὸν δ' αὐ̃τ' ὀτρηρὴ ταμίη πρὸς μυ̃θον ἔειπεν:
'Έκτορ ἐπεὶ μάλ' ἄνωγας ἀληθέα μυθήσασθαι,
οὔτέ πη̨ ἐς γαλόων οὔτ' εἰνατέρων ἐϋπέπλων
οὔτ' ἐς 'Αθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
Τρω̨αὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
ἀλλ' ἐπὶ πύργον ἔβη μέγαν 'Ιλίου, οὕνεκ' ἄκουσε
τείρεσθαι Τρω̃ασ, μέγα δὲ κράτος εἰ̃ναι 'Αχαιω̃ν.
ἣ μὲν δὴ πρὸς τει̃χος ἐπειγομένη ἀφικάνει
μαινομένη̨ ἐϊκυι̃α: φέρει δ' ἅμα παι̃δα τιθήνη.

   ~'Η ῥα γυνὴ ταμίη, ὃ δ' ἀπέσσυτο δώματος 'Έκτωρ
τὴν αὐτὴν ὁδὸν αὐ̃τις ἐϋκτιμένας κατ' ἀγυιάσ.
εὐ̃τε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
Σκαιάσ, τη̨̃ ἄρ' ἔμελλε διεξίμεναι πεδίον δέ,
ἔνθ' ἄλοχος πολύδωρος ἐναντίη ἠ̃λθε θέουσα
'Ανδρομάχη θυγάτηρ μεγαλήτορος 'Ηετίωνος
'Ηετίων ὃς ἔναιεν ὑπὸ Πλάκω̨ ὑληέσση̨
Θήβη̨ 'Υποπλακίη̨ Κιλίκεσσ' ἄνδρεσσιν ἀνάσσων:
του̃ περ δὴ θυγάτηρ ἔχεθ' 'Έκτορι χαλκοκορυστη̨̃.
ἥ οἱ ἔπειτ' ἤντησ', ἅμα δ' ἀμφίπολος κίεν αὐτη̨̃
παι̃δ' ἐπὶ κόλπω̨ ἔχουσ' ἀταλάφρονα νήπιον αὔτως
'Εκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλω̨̃,
τόν ῥ' 'Έκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
'Αστυάνακτ': οἰ̃ος γὰρ ἐρύετο 'Ίλιον 'Έκτωρ.
ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παι̃δα σιωπη̨̃:
'Ανδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
ἔν τ' ἄρα οἱ φυ̃ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:
δαιμόνιε φθίσει σε τὸ σὸν μένοσ, οὐδ' ἐλεαίρεις
παι̃δά τε νηπίαχον καὶ ἔμ' ἄμμορον, ἣ τάχα χήρη
σευ̃ ἔσομαι: τάχα γάρ σε κατακτανέουσιν 'Αχαιοὶ
πάντες ἐφορμηθέντεσ: ἐμοὶ δέ κε κέρδιον εἴη
σευ̃ ἀφαμαρτούση̨ χθόνα δύμεναι: οὐ γὰρ ἔτ' ἄλλη
ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπη̨ς
ἀλλ' ἄχε': οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
ἤτοι γὰρ πατέρ' ἁμὸν ἀπέκτανε δι̃ος 'Αχιλλεύσ,
ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὐ̃ ναιετάουσαν
Θήβην ὑψίπυλον: κατὰ δ' ἔκτανεν 'Ηετίωνα,
οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμω̨̃,
ἀλλ' ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
ἠδ' ἐπὶ ση̃μ' ἔχεεν: περὶ δὲ πτελέας ἐφύτευσαν
νύμφαι ὀρεστιάδες κου̃ραι Διὸς αἰγιόχοιο.
οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
οἳ μὲν πάντες ἰω̨̃ κίον ἤματι 'Άϊδος εἴσω:
πάντας γὰρ κατέπεφνε ποδάρκης δι̃ος 'Αχιλλεὺς
βουσὶν ἐπ' εἰλιπόδεσσι καὶ ἀργεννη̨̃ς ὀΐεσσι.
μητέρα δ', ἣ βασίλευεν ὑπὸ Πλάκω̨ ὑληέσση̨,
τὴν ἐπεὶ ἂρ δευ̃ρ' ἤγαγ' ἅμ' ἄλλοισι κτεάτεσσιν,
ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι' ἄποινα,
πατρὸς δ' ἐν μεγάροισι βάλ' 'Άρτεμις ἰοχέαιρα.
'Έκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
ἠδὲ κασίγνητοσ, σὺ δέ μοι θαλερὸς παρακοίτησ:
ἀλλ' ἄγε νυ̃ν ἐλέαιρε καὶ αὐτου̃ μίμν' ἐπὶ πύργω̨,
μὴ παι̃δ' ὀρφανικὸν θήη̨ς χήρην τε γυναι̃κα:
λαὸν δὲ στη̃σον παρ' ἐρινεόν, ἔνθα μάλιστα
ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τει̃χοσ.
τρὶς γὰρ τη̨̃ γ' ἐλθόντες ἐπειρήσανθ' οἱ ἄριστοι
ἀμφ' Αἴαντε δύω καὶ ἀγακλυτὸν 'Ιδομενη̃α
ἠδ' ἀμφ' 'Ατρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν:
ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐὺ̈ εἰδώσ,
ἤ νυ καὶ αὐτω̃ν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.

   Τὴν δ' αὐ̃τε προσέειπε μέγας κορυθαίολος 'Έκτωρ:
ἠ̃ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι: ἀλλὰ μάλ' αἰνω̃ς
αἰδέομαι Τρω̃ας καὶ Τρω̨άδας ἑλκεσιπέπλουσ,
αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο:
οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ' ἐμὸν αὐτου̃.
εὐ̃ γὰρ ἐγὼ τόδε οἰ̃δα κατὰ φρένα καὶ κατὰ θυμόν:
ἔσσεται ἠ̃μαρ ὅτ' ἄν ποτ' ὀλώλη̨ 'Ίλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
ἀλλ' οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
οὔτ' αὐτη̃ς 'Εκάβης οὔτε Πριάμοιο ἄνακτος
οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
ἐν κονίη̨σι πέσοιεν ὑπ' ἀνδράσι δυσμενέεσσιν,
ὅσσον σευ̃, ὅτε κέν τις 'Αχαιω̃ν χαλκοχιτώνων
δακρυόεσσαν ἄγηται ἐλεύθερον ἠ̃μαρ ἀπούρασ:
καί κεν ἐν 'Άργει ἐου̃σα πρὸς ἄλλης ἱστὸν ὑφαίνοισ,
καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ 'Υπερείης
πόλλ' ἀεκαζομένη, κρατερὴ δ' ἐπικείσετ' ἀνάγκη:
καί ποτέ τις εἴπη̨σιν ἰδὼν κατὰ δάκρυ χέουσαν:
'Έκτορος ἡ̃δε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
Τρώων ἱπποδάμων ὅτε 'Ίλιον ἀμφεμάχοντο.
ὥς ποτέ τις ἐρέει: σοὶ δ' αὐ̃ νέον ἔσσεται ἄλγος
χήτεϊ τοιου̃δ' ἀνδρὸς ἀμύνειν δούλιον ἠ̃μαρ.
ἀλλά με τεθνηω̃τα χυτὴ κατὰ γαι̃α καλύπτοι
πρίν γέ τι ση̃ς τε βοη̃ς σου̃ θ' ἑλκηθμοι̃ο πυθέσθαι.

   '`Ως εἰπὼν οὑ̃ παιδὸς ὀρέξατο φαίδιμος 'Έκτωρ:
ἂψ δ' ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
δεινὸν ἀπ' ἀκροτάτης κόρυθος νεύοντα νοήσασ.
ἐκ δ' ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ:
αὐτίκ' ἀπὸ κρατὸς κόρυθ' εἵλετο φαίδιμος 'Έκτωρ,
καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν:
αὐτὰρ ὅ γ' ὃν φίλον υἱὸν ἐπεὶ κύσε πη̃λέ τε χερσὶν
εἰ̃πε δ' ἐπευξάμενος Διί τ' ἄλλοισίν τε θεοι̃σι:
Ζευ̃ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
παι̃δ' ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
ὡ̃δε βίην τ' ἀγαθόν, καὶ 'Ιλίου ἰ̃φι ἀνάσσειν:
καί ποτέ τις εἴποι πατρός γ' ὅδε πολλὸν ἀμείνων
ἐκ πολέμου ἀνιόντα: φέροι δ' ἔναρα βροτόεντα
κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.

   '`Ως εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
παι̃δ' ἑόν: ἣ δ' ἄρα μιν κηώδεϊ δέξατο κόλπω̨
δακρυόεν γελάσασα: πόσις δ' ἐλέησε νοήσασ,
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:
δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμω̨̃:
οὐ γάρ τίς μ' ὑπὲρ αἰ̃σαν ἀνὴρ 'Άϊδι προϊάψει:
μοι̃ραν δ' οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρω̃ν,
οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρω̃τα γένηται.
ἀλλ' εἰς οἰ̃κον ἰου̃σα τὰ σ' αὐτη̃ς ἔργα κόμιζε
ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι: πόλεμος δ' ἄνδρεσσι μελήσει
πα̃σι, μάλιστα δ' ἐμοί, τοὶ 'Ιλίω̨ ἐγγεγάασιν.

   '`Ως ἄρα φωνήσας κόρυθ' εἵλετο φαίδιμος 'Έκτωρ
ἵππουριν: ἄλοχος δὲ φίλη οἰ̃κον δὲ βεβήκει
ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
αἰ̃ψα δ' ἔπειθ' ἵκανε δόμους εὐ̃ ναιετάοντας
'Έκτορος ἀνδροφόνοιο, κιχήσατο δ' ἔνδοθι πολλὰς
ἀμφιπόλουσ, τη̨̃σιν δὲ γόον πάση̨σιν ἐνω̃ρσεν.
αἳ μὲν ἔτι ζωὸν γόον 'Έκτορα ὡ̨̃ ἐνὶ οἴκω̨:
οὐ γάρ μιν ἔτ' ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
ἵξεσθαι προφυγόντα μένος καὶ χει̃ρας 'Αχαιω̃ν.

   Οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοι̃σι δόμοισιν,
ἀλλ' ὅ γ', ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκω̨̃,
σεύατ' ἔπειτ' ἀνὰ ἄστυ ποσὶ κραιπνοι̃σι πεποιθώσ.
ὡς δ' ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνη̨
δεσμὸν ἀπορρήξας θείη̨ πεδίοιο κροαίνων
εἰωθὼς λούεσθαι ἐϋρρει̃ος ποταμοι̃ο
κυδιόων: ὑψου̃ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαι̃ται
ὤμοις ἀΐσσονται: ὃ δ' ἀγλαΐηφι πεποιθὼς
ῥίμφά ἑ γου̃να φέρει μετά τ' ἤθεα καὶ νομὸν ἵππων:
ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
τεύχεσι παμφαίνων ὥς τ' ἠλέκτωρ ἐβεβήκει
καγχαλόων, ταχέες δὲ πόδες φέρον: αἰ̃ψα δ' ἔπειτα
'Έκτορα δι̃ον ἔτετμεν ἀδελφεὸν εὐ̃τ' ἄρ' ἔμελλε
στρέψεσθ' ἐκ χώρης ὅθι ἡ̨̃ ὀάριζε γυναικί.
τὸν πρότερος προσέειπεν 'Αλέξανδρος θεοειδήσ:
ἠθει̃' ἠ̃ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
δηθύνων, οὐδ' ἠ̃λθον ἐναίσιμον ὡς ἐκέλευεσ;

   Τὸν δ' ἀπαμειβόμενος προσέφη κορυθαίολος 'Έκτωρ:
δαιμόνι' οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
ἔργον ἀτιμήσειε μάχησ, ἐπεὶ ἄλκιμός ἐσσι:
ἀλλὰ ἑκὼν μεθιει̃ς τε καὶ οὐκ ἐθέλεισ: τὸ δ' ἐμὸν κη̃ρ
ἄχνυται ἐν θυμω̨̃, ὅθ' ὑπὲρ σέθεν αἴσχε' ἀκούω
πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σει̃ο.
ἀλλ' ἴομεν: τὰ δ' ὄπισθεν ἀρεσσόμεθ', αἴ κέ ποθι Ζεὺς
δώη̨ ἐπουρανίοισι θεοι̃ς αἰειγενέτη̨σι
κρητη̃ρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας 'Αχαιούσ.