ΙΛΙΑΔΟΣ Η

   '`Ως εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος 'Έκτωρ,
τω̨̃ δ' ἅμ' 'Αλέξανδρος κί' ἀδελφεόσ: ἐν δ' ἄρα θυμω̨̃
ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
ὡς δὲ θεὸς ναύτη̨σιν ἐελδομένοισιν ἔδωκεν
οὐ̃ρον, ἐπεί κε κάμωσιν ἐϋξέστη̨ς ἐλάτη̨σι
πόντον ἐλαύνοντεσ, καμάτω̨ δ' ὑπὸ γυι̃α λέλυνται,
ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.

   'Ένθ' ἑλέτην ὃ μὲν υἱὸν 'Αρηϊθόοιο ἄνακτος
'Άρνη̨ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
γείνατ' 'Αρηΐθοος καὶ Φυλομέδουσα βοω̃πισ:
'Έκτωρ δ' 'Ηϊονη̃α βάλ' ἔγχεϊ ὀξυόεντι
αὐχέν' ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυι̃α.
Γλαυ̃κος δ' 'Ιππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρω̃ν
'Ιφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
ὠ̃μον: ὃ δ' ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυι̃α.

   Τοὺς δ' ὡς οὐ̃ν ἐνόησε θεὰ γλαυκω̃πις 'Αθήνη
'Αργείους ὀλέκοντας ἐνὶ κρατερη̨̃ ὑσμίνη̨,
βη̃ ῥα κατ' Οὐλύμποιο καρήνων ἀΐξασα
'Ίλιον εἰς ἱερήν: τη̨̃ δ' ἀντίος ὄρνυτ' 'Απόλλων
Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην:
ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγω̨̃.
τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς 'Απόλλων:
τίπτε σὺ δ' αὐ̃ μεμαυι̃α Διὸς θύγατερ μεγάλοιο
ἠ̃λθες ἀπ' Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνη̃κεν;
ἠ̃ ἵνα δὴ Δαναοι̃σι μάχης ἑτεραλκέα νίκην
δω̨̃σ; ἐπεὶ οὔ τι Τρω̃ας ἀπολλυμένους ἐλεαίρεισ.
ἀλλ' εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη:
νυ̃ν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτη̃τα
σήμερον: ὕστερον αὐ̃τε μαχήσοντ' εἰς ὅ κε τέκμωρ
'Ιλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμω̨̃
ὑμι̃ν ἀθανάτη̨σι, διαπραθέειν τόδε ἄστυ.

   Τὸν δ' αὐ̃τε προσέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:
ὡ̃δ' ἔστω ἑκάεργε: τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
ἠ̃λθον ἀπ' Οὐλύμποιο μετὰ Τρω̃ας καὶ 'Αχαιούσ.
ἀλλ' ἄγε πω̃ς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρω̃ν;

   Τὴν δ' αὐ̃τε προσέειπεν ἄναξ Διὸς υἱὸς 'Απόλλων:
'Έκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
ἤν τινά που Δαναω̃ν προκαλέσσεται οἰόθεν οἰ̃ος
ἀντίβιον μαχέσασθαι ἐν αἰνη̨̃ δηϊοτη̃τι,
οἳ δέ κ' ἀγασσάμενοι χαλκοκνήμιδες 'Αχαιοὶ
οἰ̃ον ἐπόρσειαν πολεμίζειν 'Έκτορι δίω̨.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε θεὰ γλαυκω̃πις 'Αθήνη.
τω̃ν δ' 'Έλενος Πριάμοιο φίλος παι̃ς σύνθετο θυμω̨̃
βουλήν, ἥ ῥα θεοι̃σιν ἐφήνδανε μητιόωσι:
στη̃ δὲ παρ' 'Έκτορ' ἰὼν καί μιν πρὸς μυ̃θον ἔειπεν:
'Έκτορ υἱὲ Πριάμοιο Διὶ μη̃τιν ἀτάλαντε
ἠ̃ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι:
ἄλλους μὲν κάθισον Τρω̃ας καὶ πάντας 'Αχαιούσ,
αὐτὸς δὲ προκάλεσσαι 'Αχαιω̃ν ὅς τις ἄριστος
ἀντίβιον μαχέσασθαι ἐν αἰνη̨̃ δηϊοτη̃τι:
οὐ γάρ πώ τοι μοι̃ρα θανει̃ν καὶ πότμον ἐπισπει̃ν:
ὣς γὰρ ἐγὼ ὄπ' ἄκουσα θεω̃ν αἰειγενετάων.

   '`Ως ἔφαθ', 'Έκτωρ δ' αὐ̃τε χάρη μέγα μυ̃θον ἀκούσασ,
καί ῥ' ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγασ,
μέσσου δουρὸς ἑλών: οἳ δ' ἱδρύνθησαν ἅπαντεσ.
κὰδ δ' 'Αγαμέμνων εἱ̃σεν ἐϋκνήμιδας 'Αχαιούσ:
κὰδ δ' ἄρ' 'Αθηναίη τε καὶ ἀργυρότοξος 'Απόλλων
ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοι̃σι
φηγω̨̃ ἐφ' ὑψηλη̨̃ πατρὸς Διὸς αἰγιόχοιο
ἀνδράσι τερπόμενοι: τω̃ν δὲ στίχες εἵατο πυκναὶ
ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυι̃αι.
οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ
ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ' αὐτη̃σ,
τοι̃αι ἄρα στίχες εἵατ' 'Αχαιω̃ν τε Τρώων τε
ἐν πεδίω̨: 'Έκτωρ δὲ μετ' ἀμφοτέροισιν ἔειπε:
κέκλυτέ μευ Τρω̃ες καὶ ἐϋκνήμιδες 'Αχαιοὶ
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,
ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν
εἰς ὅ κεν ἢ ὑμει̃ς Τροίην εὔπυργον ἕλητε
ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.
ὑμι̃ν δ' ἐν γὰρ ἔασιν ἀριστη̃ες Παναχαιω̃ν:
τω̃ν νυ̃ν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
δευ̃ρ' ἴτω ἐκ πάντων πρόμος ἔμμεναι 'Έκτορι δίω̨.
ὡ̃δε δὲ μυθέομαι, Ζεὺς δ' ἄμμ' ἐπιμάρτυρος ἔστω:
εἰ μέν κεν ἐμὲ κει̃νος ἕλη̨ ταναήκεϊ χαλκω̨̃,
τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νη̃ασ,
σω̃μα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
Τρω̃ες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
εἰ δέ κ' ἐγὼ τὸν ἕλω, δώη̨ δέ μοι εὐ̃χος 'Απόλλων,
τεύχεα σύλησας οἴσω προτὶ 'Ίλιον ἱρήν,
καὶ κρεμόω προτὶ νηὸν 'Απόλλωνος ἑκάτοιο,
τὸν δὲ νέκυν ἐπὶ νη̃ας ἐϋσσέλμους ἀποδώσω,
ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες 'Αχαιοί,
ση̃μά τέ οἱ χεύωσιν ἐπὶ πλατει̃ 'Ελλησπόντω̨.
καί ποτέ τις εἴπη̨σι καὶ ὀψιγόνων ἀνθρώπων
νηὶ̈ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον:
ἀνδρὸς μὲν τόδε ση̃μα πάλαι κατατεθνηω̃τοσ,
ὅν ποτ' ἀριστεύοντα κατέκτανε φαίδιμος 'Έκτωρ.
ὥς ποτέ τις ἐρέει: τὸ δ' ἐμὸν κλέος οὔ ποτ' ὀλει̃ται.

   '`Ως ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃:
αἴδεσθεν μὲν ἀνήνασθαι, δει̃σαν δ' ὑποδέχθαι:
ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε
νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμω̨̃:
ὤ μοι ἀπειλητη̃ρες 'Αχαιΐδες οὐκέτ' 'Αχαιοί:
ἠ̃ μὲν δὴ λώβη τάδε γ' ἔσσεται αἰνόθεν αἰνω̃ς
εἰ μή τις Δαναω̃ν νυ̃ν 'Έκτορος ἀντίος εἰ̃σιν.
ἀλλ' ὑμει̃ς μὲν πάντες ὕδωρ καὶ γαι̃α γένοισθε
ἥμενοι αὐ̃θι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτωσ:
τω̨̃δε δ' ἐγὼν αὐτὸς θωρήξομαι: αὐτὰρ ὕπερθε
νίκης πείρατ' ἔχονται ἐν ἀθανάτοισι θεοι̃σιν.

   '`Ως ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ
'Έκτορος ἐν παλάμη̨σιν, ἐπεὶ πολὺ φέρτερος ἠ̃εν,
εἰ μὴ ἀναΐξαντες ἕλον βασιλη̃ες 'Αχαιω̃ν,
αὐτός τ' 'Ατρεΐδης εὐρὺ κρείων 'Αγαμέμνων
δεξιτερη̃ς ἕλε χειρὸς ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:
ἀφραίνεις Μενέλαε διοτρεφέσ, οὐδέ τί σε χρὴ
ταύτης ἀφροσύνησ: ἀνὰ δὲ σχέο κηδόμενός περ,
μηδ' ἔθελ' ἐξ ἔριδος σευ̃ ἀμείνονι φωτὶ μάχεσθαι
'Έκτορι Πριαμίδη̨, τόν τε στυγέουσι καὶ ἄλλοι.
καὶ δ' 'Αχιλεὺς τούτω̨ γε μάχη̨ ἔνι κυδιανείρη̨
ἔρριγ' ἀντιβολη̃σαι, ὅ περ σέο πολλὸν ἀμείνων.
ἀλλὰ σὺ μὲν νυ̃ν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,
τούτω̨ δὲ πρόμον ἄλλον ἀναστήσουσιν 'Αχαιοί.
εἴ περ ἀδειής τ' ἐστὶ καὶ εἰ μόθου ἔστ' ἀκόρητοσ,
φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγη̨σι
δηΐου ἐκ πολέμοιο καὶ αἰνη̃ς δηϊοτη̃τοσ.

   '`Ως εἰπὼν παρέπεισεν ἀδελφειου̃ φρένας ἥρως
αἴσιμα παρειπών, ὃ δ' ἐπείθετο: του̃ μὲν ἔπειτα
γηθόσυνοι θεράποντες ἀπ' ὤμων τεύχε' ἕλοντο:
Νέστωρ δ' 'Αργείοισιν ἀνίστατο καὶ μετέειπεν:
ὢ πόποι ἠ̃ μέγα πένθος 'Αχαιΐδα γαι̃αν ἱκάνει.
ἠ̃ κε μέγ' οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς
ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ' ἀγορητήσ,
ὅς ποτέ μ' εἰρόμενος μέγ' ἐγήθεεν ὡ̨̃ ἐνὶ οἴκω̨
πάντων 'Αργείων ἐρέων γενεήν τε τόκον τε.
τοὺς νυ̃ν εἰ πτώσσοντας ὑφ' 'Έκτορι πάντας ἀκούσαι,
πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χει̃ρας ἀείραι
θυμὸν ἀπὸ μελέων δυ̃ναι δόμον 'Άϊδος εἴσω.
αἲ γὰρ Ζευ̃ τε πάτερ καὶ 'Αθηναίη καὶ 'Άπολλον
ἡβω̨̃μ' ὡς ὅτ' ἐπ' ὠκυρόω̨ Κελάδοντι μάχοντο
ἀγρόμενοι Πύλιοί τε καὶ 'Αρκάδες ἐγχεσίμωροι
Φεια̃ς πὰρ τείχεσσιν 'Ιαρδάνου ἀμφὶ ῥέεθρα.
τοι̃σι δ' 'Ερευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
τεύχε' ἔχων ὤμοισιν 'Αρηϊθόοιο ἄνακτος
δίου 'Αρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναι̃κες
οὕνεκ' ἄρ' οὐ τόξοισι μαχέσκετο δουρί τε μακρω̨̃,
ἀλλὰ σιδηρείη̨ κορύνη̨ ῥήγνυσκε φάλαγγασ.
τὸν Λυκόοργος ἔπεφνε δόλω̨, οὔ τι κράτεΐ γε,
στεινωπω̨̃ ἐν ὁδω̨̃ ὅθ' ἄρ' οὐ κορύνη οἱ ὄλεθρον
χραι̃σμε σιδηρείη: πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
δουρὶ μέσον περόνησεν, ὃ δ' ὕπτιος οὔδει ἐρείσθη:
τεύχεα δ' ἐξενάριξε, τά οἱ πόρε χάλκεος 'Άρησ.
καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μω̃λον 'Άρηοσ:
αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
δω̃κε δ' 'Ερευθαλίωνι φίλω̨ θεράποντι φορη̃ναι:
του̃ ὅ γε τεύχε' ἔχων προκαλίζετο πάντας ἀρίστουσ.
οἳ δὲ μάλ' ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη:
ἀλλ' ἐμὲ θυμὸς ἀνη̃κε πολυτλήμων πολεμίζειν
θάρσεϊ ὡ̨̃: γενεη̨̃ δὲ νεώτατος ἔσκον ἁπάντων:
καὶ μαχόμην οἱ ἐγώ, δω̃κεν δέ μοι εὐ̃χος 'Αθήνη.
τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα:
πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
εἴθ' ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη:
τώ κε τάχ' ἀντήσειε μάχης κορυθαίολος 'Έκτωρ.
ὑμέων δ' οἵ περ ἔασιν ἀριστη̃ες Παναχαιω̃ν
οὐδ' οἳ προφρονέως μέμαθ' 'Έκτορος ἀντίον ἐλθει̃ν.

   '`Ως νείκεσσ' ὃ γέρων, οἳ δ' ἐννέα πάντες ἀνέσταν.
ὠ̃ρτο πολὺ πρω̃τος μὲν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων,
τω̨̃ δ' ἐπὶ Τυδεΐδης ὠ̃ρτο κρατερὸς Διομήδησ,
τοι̃σι δ' ἐπ' Αἴαντες θου̃ριν ἐπιειμένοι ἀλκήν,
τοι̃σι δ' ἐπ' 'Ιδομενεὺς καὶ ὀπάων 'Ιδομενη̃ος
Μηριόνης ἀτάλαντος 'Ενυαλίω̨ ἀνδρειφόντη̨,
τοι̃σι δ' ἐπ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱόσ,
ἂν δὲ Θόας 'Ανδραιμονίδης καὶ δι̃ος 'Οδυσσεύσ:
πάντες ἄρ' οἵ γ' ἔθελον πολεμίζειν 'Έκτορι δίω̨.
τοι̃ς δ' αὐ̃τις μετέειπε Γερήνιος ἱππότα Νέστωρ:
κλήρω̨ νυ̃ν πεπάλασθε διαμπερὲς ὅς κε λάχη̨σιν:
οὑ̃τος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας 'Αχαιούσ,
καὶ δ' αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγη̨σι
δηΐου ἐκ πολέμοιο καὶ αἰνη̃ς δηϊοτη̃τοσ.

   '`Ως ἔφαθ', οἳ δὲ κλη̃ρον ἐσημήναντο ἕκαστοσ,
ἐν δ' ἔβαλον κυνέη̨ 'Αγαμέμνονος 'Ατρεΐδαο.
λαοὶ δ' ἠρήσαντο, θεοι̃σι δὲ χει̃ρας ἀνέσχον:
ὡ̃δε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν:
Ζευ̃ πάτερ ἢ Αἴαντα λαχει̃ν, ἢ Τυδέος υἱόν,
ἢ αὐτὸν βασιλη̃α πολυχρύσοιο Μυκήνησ.

   '`Ως ἄρ' ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
ἐκ δ' ἔθορε κλη̃ρος κυνέης ὃν ἄρ' ἤθελον αὐτοὶ
Αἴαντοσ: κη̃ρυξ δὲ φέρων ἀν' ὅμιλον ἁπάντη̨
δει̃ξ' ἐνδέξια πα̃σιν ἀριστήεσσιν 'Αχαιω̃ν.
οἳ δ' οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστοσ.
ἀλλ' ὅτε δὴ τὸν ἵκανε φέρων ἀν' ὅμιλον ἁπάντη̨
ὅς μιν ἐπιγράψας κυνέη̨ βάλε φαίδιμος Αἴασ,
ἤτοι ὑπέσχεθε χει̃ρ', ὃ δ' ἄρ' ἔμβαλεν ἄγχι παραστάσ,
γνω̃ δὲ κλήρου ση̃μα ἰδών, γήθησε δὲ θυμω̨̃.
τὸν μὲν πὰρ πόδ' ἑὸν χαμάδις βάλε φώνησέν τε:
ὠ̃ φίλοι ἤτοι κλη̃ρος ἐμόσ, χαίρω δὲ καὶ αὐτὸς
θυμω̨̃, ἐπεὶ δοκέω νικησέμεν 'Έκτορα δι̃ον.
ἀλλ' ἄγετ' ὄφρ' ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
τόφρ' ὑμει̃ς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι
σιγη̨̃ ἐφ' ὑμείων ἵνα μὴ Τρω̃ές γε πύθωνται,
ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπησ:
οὐ γάρ τίς με βίη̨ γε ἑκὼν ἀέκοντα δίηται
οὐδέ τι ἰδρείη̨, ἐπεὶ οὐδ' ἐμὲ νήϊδά γ' οὕτως
ἔλπομαι ἐν Σαλαμι̃νι γενέσθαι τε τραφέμεν τε.

   '`Ως ἔφαθ', οἳ δ' εὔχοντο Διὶ Κρονίωνι ἄνακτι:
ὡ̃δε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν:
Ζευ̃ πάτερ 'Ίδηθεν μεδέων κύδιστε μέγιστε
δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὐ̃χος ἀρέσθαι:
εἰ δὲ καὶ 'Έκτορά περ φιλέεις καὶ κήδεαι αὐτου̃,
ἴσην ἀμφοτέροισι βίην καὶ κυ̃δος ὄπασσον.

   '`Ως ἄρ' ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκω̨̃.
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροὶ̈ ἕσσατο τεύχεα,
σεύατ' ἔπειθ' οἱ̃ός τε πελώριος ἔρχεται 'Άρησ,
ὅς τ' εἰ̃σιν πόλεμον δὲ μετ' ἀνέρας οὕς τε Κρονίων
θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.
τοι̃ος ἄρ' Αἴας ὠ̃ρτο πελώριος ἕρκος 'Αχαιω̃ν
μειδιόων βλοσυροι̃σι προσώπασι: νέρθε δὲ ποσσὶν
ἤϊε μακρὰ βιβάσ, κραδάων δολιχόσκιον ἔγχοσ.
τὸν δὲ καὶ 'Αργει̃οι μὲν ἐγήθεον εἰσορόωντεσ,
Τρω̃ας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυι̃α ἕκαστον,
'Έκτορί τ' αὐτω̨̃ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν:
ἀλλ' οὔ πως ἔτι εἰ̃χεν ὑποτρέσαι οὐδ' ἀναδυ̃ναι
ἂψ λαω̃ν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμη̨.
Αἴας δ' ἐγγύθεν ἠ̃λθε φέρων σάκος ἠΰτε πύργον
χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων
σκυτοτόμων ὄχ' ἄριστος 'Ύλη̨ ἔνι οἰκία ναίων,
ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον
ταύρων ζατρεφέων, ἐπὶ δ' ὄγδοον ἤλασε χαλκόν.
τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
στη̃ ῥα μάλ' 'Έκτορος ἐγγύσ, ἀπειλήσας δὲ προσηύδα:
'Έκτορ νυ̃ν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἰ̃ος
οἱ̃οι καὶ Δαναοι̃σιν ἀριστη̃ες μετέασι
καὶ μετ' 'Αχιλλη̃α ῥηξήνορα θυμολέοντα.
ἀλλ' ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
κει̃τ' ἀπομηνίσας 'Αγαμέμνονι ποιμένι λαω̃ν:
ἡμει̃ς δ' εἰμὲν τοι̃οι οἳ ἂν σέθεν ἀντιάσαιμεν
καὶ πολέεσ: ἀλλ' ἄρχε μάχης ἠδὲ πτολέμοιο.

   Τὸν δ' αὐ̃τε προσέειπε μέγας κορυθαίολος 'Έκτωρ:
Αἰ̃αν διογενὲς Τελαμώνιε κοίρανε λαω̃ν
μή τί μευ ἠΰτε παιδὸς ἀφαυρου̃ πειρήτιζε
ἠὲ γυναικόσ, ἣ οὐκ οἰ̃δεν πολεμήϊα ἔργα.
αὐτὰρ ἐγὼν εὐ̃ οἰ̃δα μάχας τ' ἀνδροκτασίας τε:
οἰ̃δ' ἐπὶ δεξιά, οἰ̃δ' ἐπ' ἀριστερὰ νωμη̃σαι βω̃ν
ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν:
οἰ̃δα δ' ἐπαΐξαι μόθον ἵππων ὠκειάων:
οἰ̃δα δ' ἐνὶ σταδίη̨ δηΐω̨ μέλπεσθαι 'Άρηϊ.
ἀλλ' οὐ γάρ σ' ἐθέλω βαλέειν τοιου̃τον ἐόντα
λάθρη̨ ὀπιπεύσασ, ἀλλ' ἀμφαδόν, αἴ κε τύχωμι.

   ~'Η ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχοσ,
καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἠ̃εν ἐπ' αὐτω̨̃.
ἓξ δὲ διὰ πτύχας ἠ̃λθε δαΐζων χαλκὸς ἀτειρήσ,
ἐν τη̨̃ δ' ἑβδομάτη̨ ῥινω̨̃ σχέτο: δεύτερος αὐ̃τε
Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχοσ,
καὶ βάλε Πριαμίδαο κατ' ἀσπίδα πάντοσ' ἐΐσην.
διὰ μὲν ἀσπίδος ἠ̃λθε φαεινη̃ς ὄβριμον ἔγχοσ,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο:
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτω̃να
ἔγχοσ: ὃ δ' ἐκλίνθη καὶ ἀλεύατο κη̃ρα μέλαιναν.
τὼ δ' ἐκσπασσαμένω δολίχ' ἔγχεα χερσὶν ἅμ' ἄμφω
σύν ῥ' ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν
ἢ συσὶ κάπροισιν, τω̃ν τε σθένος οὐκ ἀλαπαδνόν.
Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
οὐδ' ἔρρηξεν χαλκόσ, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
Αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενοσ: ἣ δὲ διαπρὸ
ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαω̃τα,
τμήδην δ' αὐχέν' ἐπη̃λθε, μέλαν δ' ἀνεκήκιεν αἱ̃μα,
ἀλλ' οὐδ' ὡ̃ς ἀπέληγε μάχης κορυθαίολος 'Έκτωρ,
ἀλλ' ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείη̨
κείμενον ἐν πεδίω̨ μέλανα τρηχύν τε μέγαν τε:
τω̨̃ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
μέσσον ἐπομφάλιον: περιήχησεν δ' ἄρα χαλκόσ.
δεύτερος αὐ̃τ' Αἴας πολὺ μείζονα λα̃αν ἀείρας
ἡ̃κ' ἐπιδινήσασ, ἐπέρεισε δὲ ἰ̃ν' ἀπέλεθρον,
εἴσω δ' ἀσπίδ' ἔαξε βαλὼν μυλοειδέϊ πέτρω̨,
βλάψε δέ οἱ φίλα γούναθ': ὃ δ' ὕπτιος ἐξετανύσθη
ἀσπίδι ἐγχριμφθείσ: τὸν δ' αἰ̃ψ' ὤρθωσεν 'Απόλλων.
καί νύ κε δὴ ξιφέεσσ' αὐτοσχεδὸν οὐτάζοντο,
εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρω̃ν
ἠ̃λθον, ὃ μὲν Τρώων, ὃ δ' 'Αχαιω̃ν χαλκοχιτώνων,
Ταλθύβιός τε καὶ 'Ιδαι̃ος πεπνυμένω ἄμφω:
μέσσω̨ δ' ἀμφοτέρων σκη̃πτρα σχέθον, εἰ̃πέ τε μυ̃θον
κη̃ρυξ 'Ιδαι̃ος πεπνυμένα μήδεα εἰδώσ:
μηκέτι παι̃δε φίλω πολεμίζετε μηδὲ μάχεσθον:
ἀμφοτέρω γὰρ σφω̃ϊ φιλει̃ νεφεληγερέτα Ζεύσ,
ἄμφω δ' αἰχμητά: τό γε δὴ καὶ ἴδμεν ἅπαντεσ.
νὺξ δ' ἤδη τελέθει: ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴασ:
'Ιδαι̃' 'Έκτορα ταυ̃τα κελεύετε μυθήσασθαι:
αὐτὸς γὰρ χάρμη̨ προκαλέσσατο πάντας ἀρίστουσ.
ἀρχέτω: αὐτὰρ ἐγὼ μάλα πείσομαι ἡ̨̃ περ ἂν οὑ̃τοσ.

   Τὸν δ' αὐ̃τε προσέειπε μέγας κορυθαίολος 'Έκτωρ:
Αἰ̃αν ἐπεί τοι δω̃κε θεὸς μέγεθός τε βίην τε
καὶ πινυτήν, περὶ δ' ἔγχει 'Αχαιω̃ν φέρτατός ἐσσι,
νυ̃ν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτη̃τος
σήμερον: ὕστερον αὐ̃τε μαχησόμεθ' εἰς ὅ κε δαίμων
ἄμμε διακρίνη̨, δώη̨ δ' ἑτέροισί γε νίκην.
νὺξ δ' ἤδη τελέθει: ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,
ὡς σύ τ' ἐϋφρήνη̨ς πάντας παρὰ νηυσὶν 'Αχαιούσ,
σούς τε μάλιστα ἔτας καὶ ἑταίρουσ, οἵ τοι ἔασιν:
αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος
Τρω̃ας ἐϋφρανέω καὶ Τρω̨άδας ἑλκεσιπέπλουσ,
αἵ τέ μοι εὐχόμεναι θει̃ον δύσονται ἀγω̃να.
δω̃ρα δ' ἄγ' ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
ὄφρά τις ὡ̃δ' εἴπη̨σιν 'Αχαιω̃ν τε Τρώων τε:
ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
ἠδ' αὐ̃τ' ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.

   '`Ως ἄρα φωνήσας δω̃κε ξίφος ἀργυρόηλον
σὺν κολεω̨̃ τε φέρων καὶ ἐϋτμήτω̨ τελαμω̃νι:
Αἴας δὲ ζωστη̃ρα δίδου φοίνικι φαεινόν.
τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν 'Αχαιω̃ν
ἤϊ', ὃ δ' ἐς Τρώων ὅμαδον κίε: τοὶ δὲ χάρησαν,
ὡς εἰ̃δον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,
Αἴαντος προφυγόντα μένος καὶ χει̃ρας ἀάπτουσ:
καί ῥ' ἠ̃γον προτὶ ἄστυ ἀελπτέοντες σόον εἰ̃ναι.
Αἴαντ' αὐ̃θ' ἑτέρωθεν ἐϋκνήμιδες 'Αχαιοὶ
εἰς 'Αγαμέμνονα δι̃ον ἄγον κεχαρηότα νίκη̨.

   Οἳ δ' ὅτε δὴ κλισίη̨σιν ἐν 'Ατρεΐδαο γένοντο,
τοι̃σι δὲ βου̃ν ἱέρευσεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων
ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.
τὸν δέρον ἀμφί θ' ἕπον, καί μιν διέχευαν ἅπαντα,
μίστυλλόν τ' ἄρ' ἐπισταμένως πει̃ράν τ' ὀβελοι̃σιν,
ὄπτησάν τε περιφραδέωσ, ἐρύσαντό τε πάντα.
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαι̃τα,
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσησ:
νώτοισιν δ' Αἴαντα διηνεκέεσσι γέραιρεν
ἥρως 'Ατρεΐδης εὐρὺ κρείων 'Αγαμέμνων.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοι̃ς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μη̃τιν
Νέστωρ, οὑ̃ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή:
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
'Ατρεΐδη τε καὶ ἄλλοι ἀριστη̃ες Παναχαιω̃ν,
πολλοὶ γὰρ τεθνα̃σι κάρη κομόωντες 'Αχαιοί,
τω̃ν νυ̃ν αἱ̃μα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον
ἐσκέδασ' ὀξὺς 'Άρησ, ψυχαὶ δ' 'Άϊδος δὲ κατη̃λθον:
τώ σε χρὴ πόλεμον μὲν ἅμ' ἠοι̃ παυ̃σαι 'Αχαιω̃ν,
αὐτοὶ δ' ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
βουσὶ καὶ ἡμιόνοισιν: ἀτὰρ κατακήομεν αὐτοὺς
τυτθὸν ἀπὸ πρὸ νεω̃ν, ὥς κ' ὀστέα παισὶν ἕκαστος
οἴκαδ' ἄγη̨ ὅτ' ἂν αὐ̃τε νεώμεθα πατρίδα γαι̃αν.
τύμβον δ' ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
ἄκριτον ἐκ πεδίου: ποτὶ δ' αὐτὸν δείμομεν ὠ̃κα
πύργους ὑψηλοὺς εἰ̃λαρ νηω̃ν τε καὶ αὐτω̃ν.
ἐν δ' αὐτοι̃σι πύλας ποιήσομεν εὐ̃ ἀραρυίασ,
ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη:
ἔκτοσθεν δὲ βαθει̃αν ὀρύξομεν ἐγγύθι τάφρον,
ἥ χ' ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐου̃σα,
μή ποτ' ἐπιβρίση πόλεμος Τρώων ἀγερώχων.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπή̨νησαν βασιλη̃εσ.
Τρώων αὐ̃τ' ἀγορὴ γένετ' 'Ιλίου ἐν πόλει ἄκρη̨
δεινὴ τετρηχυι̃α, παρὰ Πριάμοιο θύρη̨σι:
τοι̃σιν δ' 'Αντήνωρ πεπνυμένος ἠ̃ρχ' ἀγορεύειν:
κέκλυτέ μευ Τρω̃ες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι,
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
δευ̃τ' ἄγετ' 'Αργείην 'Ελένην καὶ κτήμαθ' ἅμ' αὐτη̨̃
δώομεν 'Ατρεΐδη̨σιν ἄγειν: νυ̃ν δ' ὅρκια πιστὰ
ψευσάμενοι μαχόμεσθα: τὼ οὔ νύ τι κέρδιον ἡμι̃ν
ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὡ̃δε.

   'Ήτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο: τοι̃σι δ' ἀνέστη
δι̃ος 'Αλέξανδρος 'Ελένης πόσις ἠϋκόμοιο,
ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα:
'Αντη̃νορ σὺ μὲν οὐκέτ' ἐμοὶ φίλα ταυ̃τ' ἀγορεύεισ:
οἰ̃σθα καὶ ἄλλον μυ̃θον ἀμείνονα του̃δε νοη̃σαι.
εἰ δ' ἐτεὸν δὴ του̃τον ἀπὸ σπουδη̃ς ἀγορεύεισ,
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
αὐτὰρ ἐγὼ Τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω:
ἀντικρὺ δ' ἀπόφημι γυναι̃κα μὲν οὐκ ἀποδώσω:
κτήματα δ' ὅσσ' ἀγόμην ἐξ 'Άργεος ἡμέτερον δω̃
πάντ' ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ' ἐπιθει̃ναι.

   'Ήτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο: τοι̃σι δ' ἀνέστη
Δαρδανίδης Πρίαμοσ, θεόφιν μήστωρ ἀτάλαντοσ,
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε:
κέκλυτέ μευ Τρω̃ες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι,
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
νυ̃ν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,
καὶ φυλακη̃ς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστοσ:
ἠω̃θεν δ' 'Ιδαι̃ος ἴτω κοίλας ἐπὶ νη̃ας
εἰπέμεν 'Ατρεΐδη̨ς 'Αγαμέμνονι καὶ Μενελάω̨
μυ̃θον 'Αλεξάνδροιο, του̃ εἵνεκα νει̃κος ὄρωρε:
καὶ δὲ τόδ' εἰπέμεναι πυκινὸν ἔποσ, αἴ κ' ἐθέλωσι
παύσασθαι πολέμοιο δυσηχέοσ, εἰς ὅ κε νεκροὺς
κήομεν: ὕστερον αὐ̃τε μαχησόμεθ' εἰς ὅ κε δαίμων
ἄμμε διακρίνη̨, δώη̨ δ' ἑτέροισί γε νίκην.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα του̃ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο:
δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν:
ἠω̃θεν δ' 'Ιδαι̃ος ἔβη κοίλας ἐπὶ νη̃ασ:
τοὺς δ' εὑ̃ρ' εἰν ἀγορη̨̃ Δαναοὺς θεράποντας 'Άρηος
νηὶ̈ πάρα πρύμνη̨ 'Αγαμέμνονοσ: αὐτὰρ ὃ τοι̃σι
στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κη̃ρυξ:
'Ατρεΐδη τε καὶ ἄλλοι ἀριστη̃ες Παναχαιω̃ν
ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρω̃ες ἀγαυοὶ
εἰπει̃ν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
μυ̃θον 'Αλεξάνδροιο, του̃ εἵνεκα νει̃κος ὄρωρε:
κτήματα μὲν ὅσ' 'Αλέξανδρος κοίλη̨ς ἐνὶ νηυσὶν
ἠγάγετο Τροίηνδ': ὡς πρὶν ὤφελλ' ἀπολέσθαι:
πάντ' ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλ' ἐπιθει̃ναι:
κουριδίην δ' ἄλοχον Μενελάου κυδαλίμοιο
οὔ φησιν δώσειν: ἠ̃ μὴν Τρω̃ές γε κέλονται.
καὶ δὲ τόδ' ἠνώγεον εἰπει̃ν ἔπος αἴ κ' ἐθέλητε
παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς
κήομεν: ὕστερον αὐ̃τε μαχησόμεθ' εἰς ὅ κε δαίμων
ἄμμε διακρίνη̨, δώη̨ δ' ἑτέροισί γε νίκην.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃:
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδησ:
μήτ' ἄρ τις νυ̃ν κτήματ' 'Αλεξάνδροιο δεχέσθω
μήθ' 'Ελένην: γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν
ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ' ἐφη̃πται.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπίαχον υἱ̃ες 'Αχαιω̃ν
μυ̃θον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο:
καὶ τότ' ἄρ' 'Ιδαι̃ον προσέφη κρείων 'Αγαμέμνων:
'Ιδαι̃' ἤτοι μυ̃θον 'Αχαιω̃ν αὐτὸς ἀκούεις
ὥς τοι ὑποκρίνονται: ἐμοὶ δ' ἐπιανδάνει οὕτως
ἀμφὶ δὲ νεκροι̃σιν κατακαιέμεν οὔ τι μεγαίρω:
οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
γίγνετ' ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὠ̃κα.
ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις 'Ήρησ.

   '`Ως εἰπὼν τὸ σκη̃πτρον ἀνέσχεθε πα̃σι θεοι̃σιν,
ἄψορρον δ' 'Ιδαι̃ος ἔβη προτὶ 'Ίλιον ἱρήν.
οἳ δ' ἕατ' εἰν ἀγορη̨̃ Τρω̃ες καὶ Δαρδανίωνες
πάντες ὁμηγερέεσ, ποτιδέγμενοι ὁππότ' ἄρ' ἔλθοι
'Ιδαι̃οσ: ὃ δ' ἄρ' ἠ̃λθε καὶ ἀγγελίην ἀπέειπε
στὰς ἐν μέσσοισιν: τοὶ δ' ὁπλίζοντο μάλ' ὠ̃κα,
ἀμφότερον νέκυάς τ' ἀγέμεν ἕτεροι δὲ μεθ' ὕλην:
'Αργει̃οι δ' ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηω̃ν
ὀτρύνοντο νέκυς τ' ἀγέμεν, ἕτεροι δὲ μεθ' ὕλην.

   'Ηέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
ἐξ ἀκαλαρρείταο βαθυρρόου 'Ωκεανοι̃ο
οὐρανὸν εἰσανιών: οἳ δ' ἤντεον ἀλλήλοισιν.
ἔνθα διαγνω̃ναι χαλεπω̃ς ἠ̃ν ἄνδρα ἕκαστον:
ἀλλ' ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα
δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.
οὐδ' εἴα κλαίειν Πρίαμος μέγασ: οἳ δὲ σιωπη̨̃
νεκροὺς πυρκαϊη̃ς ἐπινήνεον ἀχνύμενοι κη̃ρ,
ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ 'Ίλιον ἱρήν.
ὣς δ' αὔτως ἑτέρωθεν ἐϋκνήμιδες 'Αχαιοὶ
νεκροὺς πυρκαϊη̃ς ἐπινήνεον ἀχνύμενοι κη̃ρ,
ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νη̃ασ.

   ~'Ημος δ' οὔτ' ἄρ πω ἠώσ, ἔτι δ' ἀμφιλύκη νύξ,
τη̃μος ἄρ' ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς 'Αχαιω̃ν,
τύμβον δ' ἀμφ' αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες
ἄκριτον ἐκ πεδίου, ποτὶ δ' αὐτὸν τει̃χος ἔδειμαν
πύργους θ' ὑψηλούσ, εἰ̃λαρ νηω̃ν τε καὶ αὐτω̃ν.
ἐν δ' αὐτοι̃σι πύλας ἐνεποίεον εὐ̃ ἀραρυίασ,
ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη:
ἔκτοσθεν δὲ βαθει̃αν ἐπ' αὐτω̨̃ τάφρον ὄρυξαν
εὐρει̃αν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.

   '`Ως οἳ μὲν πονέοντο κάρη κομόωντες 'Αχαιοί:
οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητη̨̃
θηευ̃ντο μέγα ἔργον 'Αχαιω̃ν χαλκοχιτώνων.
τοι̃σι δὲ μύθων ἠ̃ρχε Ποσειδάων ἐνοσίχθων:
Ζευ̃ πάτερ, ἠ̃ ῥά τίς ἐστι βροτω̃ν ἐπ' ἀπείρονα γαι̃αν
ὅς τις ἔτ' ἀθανάτοισι νόον καὶ μη̃τιν ἐνίψει;
οὐχ ὁράα̨ς ὅτι δ' αὐ̃τε κάρη κομόωντες 'Αχαιοὶ
τει̃χος ἐτειχίσσαντο νεω̃ν ὕπερ, ἀμφὶ δὲ τάφρον
ἤλασαν, οὐδὲ θεοι̃σι δόσαν κλειτὰς ἑκατόμβασ;
του̃ δ' ἤτοι κλέος ἔσται ὅσον τ' ἐπικίδναται ἠώσ:
του̃ δ' ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοι̃βος 'Απόλλων
ἥρω̨ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.

   Τὸν δὲ μέγ' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύσ:
ὢ πόποι ἐννοσίγαι' εὐρυσθενέσ, οἱ̃ον ἔειπεσ.
ἄλλός κέν τις του̃το θεω̃ν δείσειε νόημα,
ὃς σέο πολλὸν ἀφαυρότερος χει̃ράς τε μένος τε:
σὸν δ' ἤτοι κλέος ἔσται ὅσον τ' ἐπικίδναται ἠώσ.
ἄγρει μὰν ὅτ' ἂν αὐ̃τε κάρη κομόωντες 'Αχαιοὶ
οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαι̃αν
τει̃χος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πα̃ν καταχευ̃αι,
αὐ̃τις δ' ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
ὥς κέν τοι μέγα τει̃χος ἀμαλδύνηται 'Αχαιω̃ν.

   '`Ως οἳ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον,
δύσετο δ' ἠέλιοσ, τετέλεστο δὲ ἔργον 'Αχαιω̃ν,
βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.
νη̃ες δ' ἐκ Λήμνοιο παρέσταν οἰ̃νον ἄγουσαι
πολλαί, τὰς προέηκεν 'Ιησονίδης Εὔνηοσ,
τόν ῥ' ἔτεχ' 'Υψιπύλη ὑπ' 'Ιήσονι ποιμένι λαω̃ν.
χωρὶς δ' 'Ατρεΐδη̨ς 'Αγαμέμνονι καὶ Μενελάω̨
δω̃κεν 'Ιησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
ἔνθεν οἰνίζοντο κάρη κομόωντες 'Αχαιοί,
ἄλλοι μὲν χαλκω̨̃, ἄλλοι δ' αἴθωνι σιδήρω̨,
ἄλλοι δὲ ῥινοι̃σ, ἄλλοι δ' αὐτη̨̃σι βόεσσιν,
ἄλλοι δ' ἀνδραπόδεσσι: τίθεντο δὲ δαι̃τα θάλειαν.
παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες 'Αχαιοὶ
δαίνυντο, Τρω̃ες δὲ κατὰ πτόλιν ἠδ' ἐπίκουροι:
παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς
σμερδαλέα κτυπέων: τοὺς δὲ χλωρὸν δέος ἥ̨ρει:
οἰ̃νον δ' ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη
πρὶν πιέειν πρὶν λει̃ψαι ὑπερμενέϊ Κρονίωνι.
κοιμήσαντ' ἄρ' ἔπειτα καὶ ὕπνου δω̃ρον ἕλοντο.