ΙΛΙΑΔΟΣ Θ

'Ηὼς μὲν κροκόπεπλος ἐκίδνατο πα̃σαν ἐπ' αἰ̃αν,
Ζεὺς δὲ θεω̃ν ἀγορὴν ποιήσατο τερπικέραυνος
ἀκροτάτη̨ κορυφη̨̃ πολυδειράδος Οὐλύμποιο:
αὐτὸς δέ σφ' ἀγόρευε, θεοὶ δ' ὑπὸ πάντες ἄκουον:
κέκλυτέ μευ πάντές τε θεοὶ πα̃σαί τε θέαιναι,
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
μήτέ τις οὐ̃ν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην
πειράτω διακέρσαι ἐμὸν ἔποσ, ἀλλ' ἅμα πάντες
αἰνει̃τ', ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
ὃν δ' ἂν ἐγὼν ἀπάνευθε θεω̃ν ἐθέλοντα νοήσω
ἐλθόντ' ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοι̃σι
πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ:
ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα
τη̃λε μάλ', ἡ̃χι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδόσ,
τόσσον ἔνερθ' 'Αΐδεω ὅσον οὐρανός ἐστ' ἀπὸ γαίησ:
γνώσετ' ἔπειθ' ὅσον εἰμὶ θεω̃ν κάρτιστος ἁπάντων.
εἰ δ' ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντεσ:
σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
πάντές τ' ἐξάπτεσθε θεοὶ πα̃σαί τε θέαιναι:
ἀλλ' οὐκ ἂν ἐρύσαιτ' ἐξ οὐρανόθεν πεδίον δὲ
Ζη̃ν' ὕπατον μήστωρ', οὐδ' εἰ μάλα πολλὰ κάμοιτε.
ἀλλ' ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
αὐτη̨̃ κεν γαίη̨ ἐρύσαιμ' αὐτη̨̃ τε θαλάσση̨:
σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο
δησαίμην, τὰ δέ κ' αὐ̃τε μετήορα πάντα γένοιτο.
τόσσον ἐγὼ περί τ' εἰμὶ θεω̃ν περί τ' εἴμ' ἀνθρώπων.

   '`Ως ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃
μυ̃θον ἀγασσάμενοι: μάλα γὰρ κρατερω̃ς ἀγόρευσεν.
ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:
ὠ̃ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων
εὐ̃ νυ καὶ ἡμει̃ς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν:
ἀλλ' ἔμπης Δαναω̃ν ὀλοφυρόμεθ' αἰχμητάων,
οἵ κεν δὴ κακὸν οἰ̃τον ἀναπλήσαντες ὄλωνται.
ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθ' ὡς σὺ κελεύεισ:
βουλὴν δ' 'Αργείοις ὑποθησόμεθ' ἥ τις ὀνήσει,
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοι̃ο.

   Τὴν δ' ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύσ:
θάρσει Τριτογένεια φίλον τέκοσ: οὔ νύ τι θυμω̨̃
πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἰ̃ναι.

   '`Ως εἰπὼν ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω
ὠκυπέτα χρυσέη̨σιν ἐθείρη̨σιν κομόωντε,
χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ' ἱμάσθλην
χρυσείην εὔτυκτον, ἑου̃ δ' ἐπεβήσετο δίφρου,
μάστιξεν δ' ἐλάαν: τὼ δ' οὐκ ἀέκοντε πετέσθην
μεσσηγὺς γαίης τε καὶ οὐρανου̃ ἀστερόεντοσ.
'Ίδην δ' ἵκανεν πολυπίδακα μητέρα θηρω̃ν
Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεισ.
ἔνθ' ἵππους ἔστησε πατὴρ ἀνδρω̃ν τε θεω̃ν τε
λύσας ἐξ ὀχέων, κατὰ δ' ἠέρα πουλὺν ἔχευεν.
αὐτὸς δ' ἐν κορυφη̨̃σι καθέζετο κύδεϊ γαίων
εἰσορόων Τρώων τε πόλιν καὶ νη̃ας 'Αχαιω̃ν.

   Οἳ δ' ἄρα δει̃πνον ἕλοντο κάρη κομόωντες 'Αχαιοὶ
ῥίμφα κατὰ κλισίασ, ἀπὸ δ' αὐτου̃ θωρήσσοντο.
Τρω̃ες δ' αὐ̃θ' ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο
παυρότεροι: μέμασαν δὲ καὶ ὡ̃ς ὑσμι̃νι μάχεσθαι
χρειοι̃ ἀναγκαίη̨, πρό τε παίδων καὶ πρὸ γυναικω̃ν.
πα̃σαι δ' ὠΐγνυντο πύλαι, ἐκ δ' ἔσσυτο λαόσ,
πεζοί θ' ἱππη̃ές τε: πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.

   Οἳ δ' ὅτε δή ῥ' ἐς χω̃ρον ἕνα ξυνιόντες ἵκοντο
σύν ῥ' ἔβαλον ῥινούσ, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρω̃ν
χαλκεοθωρήκων: ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
ἔπληντ' ἀλλήλη̨σι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.
ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρω̃ν
ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ' αἵματι γαι̃α.

   'Όφρα μὲν ἠὼς ἠ̃ν καὶ ἀέξετο ἱερὸν ἠ̃μαρ,
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πι̃πτε δὲ λαόσ.
ἠ̃μος δ' 'Ηέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα:
ἐν δ' ἐτίθει δύο κη̃ρε τανηλεγέος θανάτοιο
Τρώων θ' ἱπποδάμων καὶ 'Αχαιω̃ν χαλκοχιτώνων,
ἕλκε δὲ μέσσα λαβών: ῥέπε δ' αἴσιμον ἠ̃μαρ 'Αχαιω̃ν.
αἳ μὲν 'Αχαιω̃ν κη̃ρες ἐπὶ χθονὶ πουλυβοτείρη̨
ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν:
αὐτὸς δ' ἐξ 'Ίδης μεγάλ' ἔκτυπε, δαιόμενον δὲ
ἡ̃κε σέλας μετὰ λαὸν 'Αχαιω̃ν: οἳ δὲ ἰδόντες
θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἱ̃λεν.

   'Ένθ' οὔτ' 'Ιδομενεὺς τλη̃ μίμνειν οὔτ' 'Αγαμέμνων,
οὔτε δύ' Αἴαντες μενέτην θεράποντες 'Άρηοσ:
Νέστωρ οἰ̃ος ἔμιμνε Γερήνιος οὐ̃ρος 'Αχαιω̃ν
οὔ τι ἑκών, ἀλλ' ἵππος ἐτείρετο, τὸν βάλεν ἰω̨̃
δι̃ος 'Αλέξανδρος 'Ελένης πόσις ἠϋκόμοιο
ἄκρην κὰκ κορυφήν, ὅθι τε πρω̃ται τρίχες ἵππων
κρανίω̨ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
ἀλγήσας δ' ἀνέπαλτο, βέλος δ' εἰς ἐγκέφαλον δυ̃,
σὺν δ' ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκω̨̃.
ὄφρ' ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
φασγάνω̨ ἀΐσσων, τόφρ' 'Έκτορος ὠκέες ἵπποι
ἠ̃λθον ἀν' ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
'Έκτορα: καί νύ κεν ἔνθ' ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν
εἰ μὴ ἄρ' ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδησ:
σμερδαλέον δ' ἐβόησεν ἐποτρύνων 'Οδυση̃α:
διογενὲς Λαερτιάδη πολυμήχαν' 'Οδυσσευ̃
πη̨̃ φεύγεις μετὰ νω̃τα βαλὼν κακὸς ὣς ἐν ὁμίλω̨;
μή τίς τοι φεύγοντι μεταφρένω̨ ἐν δόρυ πήξη̨:
ἀλλὰ μέν' ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.

   '`Ως ἔφατ', οὐδ' ἐσάκουσε πολύτλας δι̃ος 'Οδυσσεύσ,
ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νη̃ας 'Αχαιω̃ν.
Τυδεΐδης δ' αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,
στη̃ δὲ πρόσθ' ἵππων Νηληϊάδαο γέροντοσ,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
ὠ̃ γέρον ἠ̃ μάλα δή σε νέοι τείρουσι μαχηταί,
σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γη̃ρας ὀπάζει,
ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
ἀλλ' ἄγ' ἐμω̃ν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
οἱ̃οι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,
οὕς ποτ' ἀπ' Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νω̃ϊ
Τρωσὶν ἐφ' ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ 'Έκτωρ
εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμη̨σιν.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
Νεστορέας μὲν ἔπειθ' ἵππους θεράποντε κομείτην
ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
τὼ δ' εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην:
Νέστωρ δ' ἐν χείρεσσι λάβ' ἡνία σιγαλόεντα,
μάστιξεν δ' ἵππουσ: τάχα δ' 'Έκτορος ἄγχι γένοντο.
του̃ δ' ἰθὺς μεμαω̃τος ἀκόντισε Τυδέος υἱόσ:
καὶ του̃ μέν ῥ' ἀφάμαρτεν, ὃ δ' ἡνίοχον θεράποντα
υἱὸν ὑπερθύμου Θηβαίου 'Ηνιοπη̃α
ἵππων ἡνί' ἔχοντα βάλε στη̃θος παρὰ μαζόν.
ἤριπε δ' ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
ὠκύποδεσ: του̃ δ' αὐ̃θι λύθη ψυχή τε μένος τε.
'Έκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο:
τὸν μὲν ἔπειτ' εἴασε καὶ ἀχνύμενός περ ἑταίρου
κει̃σθαι, ὃ δ' ἡνίοχον μέθεπε θρασύν: οὐδ' ἄρ' ἔτι δὴν
ἵππω δευέσθην σημάντοροσ: αἰ̃ψα γὰρ εὑ̃ρεν
'Ιφιτίδην 'Αρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ' ἵππων
ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.

   'Ένθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
καί νύ κε σήκασθεν κατὰ 'Ίλιον ἠΰτε ἄρνεσ,
εἰ μὴ ἄρ' ὀξὺ νόησε πατὴρ ἀνδρω̃ν τε θεω̃ν τε:
βροντήσας δ' ἄρα δεινὸν ἀφη̃κ' ἀργη̃τα κεραυνόν,
κὰδ δὲ πρόσθ' ἵππων Διομήδεος ἡ̃κε χαμα̃ζε:
δεινὴ δὲ φλὸξ ὠ̃ρτο θεείου καιομένοιο,
τὼ δ' ἵππω δείσαντε καταπτήτην ὑπ' ὄχεσφι:
Νέστορα δ' ἐκ χειρω̃ν φύγον ἡνία σιγαλόεντα,
δει̃σε δ' ὅ γ' ἐν θυμω̨̃, Διομήδεα δὲ προσέειπε:
Τυδεΐδη ἄγε δ' αὐ̃τε φόβον δ' ἔχε μώνυχας ἵππουσ.
ἠ̃ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ' ἀλκή;
νυ̃ν μὲν γὰρ τούτω̨ Κρονίδης Ζεὺς κυ̃δος ὀπάζει
σήμερον: ὕστερον αὐ̃τε καὶ ἡμι̃ν, αἴ κ' ἐθέλη̨σι,
δώσει: ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
οὐδὲ μάλ' ἴφθιμοσ, ἐπεὶ ἠ̃ πολὺ φέρτερός ἐστι.

   Τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Διομήδησ:
ναὶ δὴ ταυ̃τά γε πάντα γέρον κατὰ μοι̃ραν ἔειπεσ:
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει:
'Έκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ' ἀγορεύων:
Τυδεΐδης ὑπ' ἐμει̃ο φοβεύμενος ἵκετο νη̃ασ.
ὥς ποτ' ἀπειλήσει: τότε μοι χάνοι εὐρει̃α χθών.

   Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
ὤ μοι Τυδέος υἱὲ δαΐφρονοσ, οἱ̃ον ἔειπεσ.
εἴ περ γάρ σ' 'Έκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,
ἀλλ' οὐ πείσονται Τρω̃ες καὶ Δαρδανίωνες
καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,
τάων ἐν κονίη̨σι βάλες θαλεροὺς παρακοίτασ.

   '`Ως ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους
αὐ̃τις ἀν' ἰωχμόν: ἐπὶ δὲ Τρω̃ές τε καὶ 'Έκτωρ
ἠχη̨̃ θεσπεσίη̨ βέλεα στονόεντα χέοντο.
τω̨̃ δ' ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος 'Έκτωρ:
Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι
ἕδρη̨ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι:
νυ̃ν δέ σ' ἀτιμήσουσι: γυναικὸς ἄρ' ἀντὶ τέτυξο.
ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμει̃ο
πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναι̃κας
ἄξεις ἐν νήεσσι: πάρος τοι δαίμονα δώσω.

   '`Ως φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.
τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,
τρὶς δ' ἄρ' ἀπ' 'Ιδαίων ὀρέων κτύπε μητίετα Ζεὺς
ση̃μα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.
'Έκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσασ:
Τρω̃ες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκη̃σ.
γιγνώσκω δ' ὅτι μοι πρόφρων κατένευσε Κρονίων
νίκην καὶ μέγα κυ̃δοσ, ἀτὰρ Δαναοι̃σί γε πη̃μα:
νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο
ἀβλήχρ' οὐδενόσωρα: τὰ δ' οὐ μένος ἁμὸν ἐρύξει:
ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
ἀλλ' ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρη̨̃σι γένωμαι,
μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,
ὡς πυρὶ νη̃ας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς
'Αργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνου̃.

   '`Ως εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε:
Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δι̃ε
νυ̃ν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν
'Ανδρομάχη θυγάτηρ μεγαλήτορος 'Ηετίωνος
ὑμι̃ν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν
οἰ̃νόν τ' ἐγκεράσασα πιει̃ν, ὅτε θυμὸς ἀμώγοι,
ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἰ̃ναι.
ἀλλ' ἐφομαρτει̃τον καὶ σπεύδετον ὄφρα λάβωμεν
ἀσπίδα Νεστορέην, τη̃ς νυ̃ν κλέος οὐρανὸν ἵκει
πα̃σαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,
αὐτὰρ ἀπ' ὤμοιιν Διομήδεος ἱπποδάμοιο
δαιδάλεον θώρηκα, τὸν 'Ήφαιστος κάμε τεύχων.
εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν 'Αχαιοὺς
αὐτονυχὶ νηω̃ν ἐπιβησέμεν ὠκειάων.

   '`Ως ἔφατ' εὐχόμενοσ, νεμέσησε δὲ πότνια 'Ήρη,
σείσατο δ' εἰνὶ θρόνω̨, ἐλέλιξε δὲ μακρὸν 'Όλυμπον,
καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα:
ὢ πόποι ἐννοσίγαι' εὐρυσθενέσ, οὐδέ νυ σοί περ
ὀλλυμένων Δαναω̃ν ὀλοφύρεται ἐν φρεσὶ θυμόσ.
οἳ δέ τοι εἰς 'Ελίκην τε καὶ Αἰγὰς δω̃ρ' ἀνάγουσι
πολλά τε καὶ χαρίεντα: σὺ δέ σφισι βούλεο νίκην.
εἴ περ γάρ κ' ἐθέλοιμεν, ὅσοι Δαναοι̃σιν ἀρωγοί,
Τρω̃ας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζη̃ν,
αὐτου̃ κ' ἔνθ' ἀκάχοιτο καθήμενος οἰ̃ος ἐν 'Ίδη̨.

   Τὴν δὲ μέγ' ὀχθήσας προσέφη κρείων ἐνοσίχθων:
'Ήρη ἀπτοεπὲς ποι̃ον τὸν μυ̃θον ἔειπεσ.
οὐκ ἂν ἔγωγ' ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι
ἡμέας τοὺς ἄλλουσ, ἐπεὶ ἠ̃ πολὺ φέρτερός ἐστιν.

   '`Ως οἳ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον:
τω̃ν δ' ὅσον ἐκ νηω̃ν ἀπὸ πύργου τάφρος ἔεργε
πλη̃θεν ὁμω̃ς ἵππων τε καὶ ἀνδρω̃ν ἀσπιστάων
εἰλομένων: εἴλει δὲ θοω̨̃ ἀτάλαντος 'Άρηϊ
'Έκτωρ Πριαμίδησ, ὅτε οἱ Ζεὺς κυ̃δος ἔδωκε.
καί νύ κ' ἐνέπρησεν πυρὶ κηλέω̨ νη̃ας ἐΐσασ,
εἰ μὴ ἐπὶ φρεσὶ θη̃κ' 'Αγαμέμνονι πότνια 'Ήρη
αὐτω̨̃ ποιπνύσαντι θοω̃ς ὀτρυ̃ναι 'Αχαιούσ.
βη̃ δ' ἰέναι παρά τε κλισίας καὶ νη̃ας 'Αχαιω̃ν
πορφύρεον μέγα φα̃ρος ἔχων ἐν χειρὶ παχείη̨,
στη̃ δ' ἐπ' 'Οδυσση̃ος μεγακήτεϊ νηὶ̈ μελαίνη̨,
ἥ ῥ' ἐν μεσσάτω̨ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
ἠμὲν ἐπ' Αἴαντος κλισίας Τελαμωνιάδαο
ἠδ' ἐπ' 'Αχιλλη̃οσ, τοί ῥ' ἔσχατα νη̃ας ἐΐσας
εἴρυσαν, ἠνορέη̨ πίσυνοι καὶ κάρτεϊ χειρω̃ν:
ἤϋσεν δὲ διαπρύσιον Δαναοι̃σι γεγωνώσ:
αἰδὼς 'Αργει̃οι, κάκ' ἐλέγχεα, εἰ̃δος ἀγητοί:
πη̨̃ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἰ̃ναι ἄριστοι,
ἃς ὁπότ' ἐν Λήμνω̨ κενεαυχέες ἠγοράασθε,
ἔσθοντες κρέα πολλὰ βοω̃ν ὀρθοκραιράων
πίνοντες κρητη̃ρας ἐπιστεφέας οἴνοιο,
Τρώων ἄνθ' ἑκατόν τε διηκοσίων τε ἕκαστος
στήσεσθ' ἐν πολέμω̨: νυ̃ν δ' οὐδ' ἑνὸς ἄξιοί εἰμεν
'Έκτοροσ, ὃς τάχα νη̃ας ἐνιπρήσει πυρὶ κηλέω̨.
Ζευ̃ πάτερ, ἠ̃ ῥά τιν' ἤδη ὑπερμενέων βασιλήων
τη̨̃δ' ἄτη̨ ἄασας καί μιν μέγα κυ̃δος ἀπηύρασ;
οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
νηὶ̈ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,
ἀλλ' ἐπὶ πα̃σι βοω̃ν δημὸν καὶ μηρί' ἔκηα
ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.
ἀλλὰ Ζευ̃ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ:
αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,
μηδ' οὕτω Τρώεσσιν ἔα δάμνασθαι 'Αχαιούσ.

   '`Ως φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,
νευ̃σε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδ' ἀπολέσθαι.
αὐτίκα δ' αἰετὸν ἡ̃κε τελειότατον πετεηνω̃ν,
νεβρὸν ἔχοντ' ὀνύχεσσι τέκος ἐλάφοιο ταχείησ:
πὰρ δὲ Διὸς βωμω̨̃ περικαλλέϊ κάββαλε νεβρόν,
ἔνθα πανομφαίω̨ Ζηνὶ ῥέζεσκον 'Αχαιοί.
οἳ δ' ὡς οὐ̃ν εἴδονθ' ὅ τ' ἄρ' ἐκ Διὸς ἤλυθεν ὄρνισ,
μα̃λλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμησ.

   'Ένθ' οὔ τις πρότερος Δαναω̃ν πολλω̃ν περ ἐόντων
εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
τάφρου τ' ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,
ἀλλὰ πολὺ πρω̃τος Τρώων ἕλεν ἄνδρα κορυστὴν
Φραδμονίδην 'Αγέλαον: ὃ μὲν φύγαδ' ἔτραπεν ἵππουσ:
τω̨̃ δὲ μεταστρεφθέντι μεταφρένω̨ ἐν δόρυ πη̃ξεν
ὤμων μεσσηγύσ, διὰ δὲ στήθεσφιν ἔλασσεν:
ἤριπε δ' ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτω̨̃.

   Τὸν δὲ μετ' 'Ατρεΐδαι 'Αγαμέμνων καὶ Μενέλαοσ,
τοι̃σι δ' ἐπ' Αἴαντες θου̃ριν ἐπιειμένοι ἀλκήν,
τοι̃σι δ' ἐπ' 'Ιδομενεὺς καὶ ὀπάων 'Ιδομενη̃ος
Μηριόνης ἀτάλαντος 'Ενυαλίω̨ ἀνδρειφόντη̨,
τοι̃σι δ' ἐπ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱόσ:
Τευ̃κρος δ' εἴνατος ἠ̃λθε παλίντονα τόξα τιταίνων,
στη̃ δ' ἄρ' ὑπ' Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
ἔνθ' Αἴας μὲν ὑπεξέφερεν σάκοσ: αὐτὰρ ὅ γ' ἥρως
παπτήνασ, ἐπεὶ ἄρ τιν' ὀϊστεύσας ἐν ὁμίλω̨
βεβλήκοι, ὃ μὲν αὐ̃θι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,
αὐτὰρ ὃ αὐ̃τις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
εἰς Αἴανθ': ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινω̨̃.

   'Ένθα τίνα πρω̃τον Τρώων ἕλε Τευ̃κρος ἀμύμων;
'Ορσίλοχον μὲν πρω̃τα καὶ 'Όρμενον ἠδ' 'Οφελέστην
Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην
καὶ Πολυαιμονίδην 'Αμοπάονα καὶ Μελάνιππον,
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρη̨.
τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων
τόξου ἄπο κρατερου̃ Τρώων ὀλέκοντα φάλαγγασ:
στη̃ δὲ παρ' αὐτὸν ἰὼν καί μιν πρὸς μυ̃θον ἔειπε:
Τευ̃κρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαω̃ν
βάλλ' οὕτωσ, αἴ κέν τι φόως Δαναοι̃σι γένηαι
πατρί τε σω̨̃ Τελαμω̃νι, ὅ σ' ἔτρεφε τυτθὸν ἐόντα,
καί σε νόθον περ ἐόντα κομίσσατο ὡ̨̃ ἐνὶ οἴκω̨:
τὸν καὶ τηλόθ' ἐόντα ἐϋκλείης ἐπίβησον.
σοὶ δ' ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται:
αἴ κέν μοι δώη̨ Ζεύς τ' αἰγίοχος καὶ 'Αθήνη
'Ιλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
πρώτω̨ τοι μετ' ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
ἢ τρίποδ' ἠὲ δύω ἵππους αὐτοι̃σιν ὄχεσφιν
ἠὲ γυναι̃χ', ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.

   Τὸν δ' ἀπαμειβόμενος προσεφώνεε Τευ̃κρος ἀμύμων:
'Ατρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν
ὀτρύνεισ; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
παύομαι, ἀλλ' ἐξ οὑ̃ προτὶ 'Ίλιον ὠσάμεθ' αὐτοὺς
ἐκ του̃ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούσ,
πάντες δ' ἐν χροὶ̈ πη̃χθεν ἀρηϊθόων αἰζηω̃ν:
του̃τον δ' οὐ δύναμαι βαλέειν κύνα λυσσητη̃ρα.

   ~'Η ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρη̃φιν ἴαλλεν
'Έκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμόσ:
καὶ του̃ μέν ῥ' ἀφάμαρθ', ὃ δ' ἀμύμονα Γοργυθίωνα
υἱὸν ἐὺ̈ν Πριάμοιο κατὰ στη̃θος βάλεν ἰω̨̃,
τόν ῥ' ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
καλὴ Καστιάνειρα δέμας ἐϊκυι̃α θεη̨̃σι.
μήκων δ' ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τ' ἐνὶ κήπω̨
καρπω̨̃ βριθομένη νοτίη̨σί τε εἰαρινη̨̃σιν,
ὣς ἑτέρωσ' ἤμυσε κάρη πήληκι βαρυνθέν.

   Τευ̃κρος δ' ἄλλον ὀϊστὸν ἀπὸ νευρη̃φιν ἴαλλεν
'Έκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμόσ.
ἀλλ' ὅ γε καὶ τόθ' ἅμαρτε: παρέσφηλεν γὰρ 'Απόλλων:
ἀλλ' 'Αρχεπτόλεμον θρασὺν 'Έκτορος ἡνιοχη̃α
ἱέμενον πόλεμον δὲ βάλε στη̃θος παρὰ μαζόν:
ἤριπε δ' ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
ὠκύποδεσ: του̃ δ' αὐ̃θι λύθη ψυχή τε μένος τε.
'Έκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο:
τὸν μὲν ἔπειτ' εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
Κεβριόνην δ' ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
ἵππων ἡνί' ἑλει̃ν: ὃ δ' ἄρ' οὐκ ἀπίθησεν ἀκούσασ.
αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
σμερδαλέα ἰάχων: ὃ δὲ χερμάδιον λάβε χειρί,
βη̃ δ' ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
θη̃κε δ' ἐπὶ νευρη̨̃: τὸν δ' αὐ̃ κορυθαίολος 'Έκτωρ
αὐερύοντα παρ' ὠ̃μον, ὅθι κληὶ̈ς ἀποέργει
αὐχένα τε στη̃θός τε, μάλιστα δὲ καίριόν ἐστι,
τη̨̃ ῥ' ἐπὶ οἱ̃ μεμαω̃τα βάλεν λίθω̨ ὀκριόεντι,
ῥη̃ξε δέ οἱ νευρήν: νάρκησε δὲ χεὶρ ἐπὶ καρπω̨̃,
στη̃ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρόσ.
Αἴας δ' οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντοσ,
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
τὸν μὲν ἔπειθ' ὑποδύντε δύω ἐρίηρες ἑται̃ροι
Μηκιστεὺς 'Εχίοιο πάϊς καὶ δι̃ος 'Αλάστωρ
νη̃ας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.

   '`Αψ δ' αὐ̃τις Τρώεσσιν 'Ολύμπιος ἐν μένος ὠ̃ρσεν:
οἳ δ' ἰθὺς τάφροιο βαθείης ὠ̃σαν 'Αχαιούσ:
'Έκτωρ δ' ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
ὡς δ' ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,
ὣς 'Έκτωρ ὤπαζε κάρη κομόωντας 'Αχαιούσ,
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον: οἳ δὲ φέβοντο.
αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
φεύγοντεσ, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντεσ,
ἀλλήλοισί τε κεκλόμενοι καὶ πα̃σι θεοι̃σι
χει̃ρας ἀνίσχοντες μεγάλ' εὐχετόωντο ἕκαστοσ:
'Έκτωρ δ' ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
Γοργου̃ς ὄμματ' ἔχων ἠδὲ βροτολοιγου̃ 'Άρηοσ.

   Τοὺς δὲ ἰδου̃σ' ἐλέησε θεὰ λευκώλενος 'Ήρη,
αἰ̃ψα δ' 'Αθηναίην ἔπεα πτερόεντα προσηύδα:
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νω̃ϊ
ὀλλυμένων Δαναω̃ν κεκαδησόμεθ' ὑστάτιόν περ;
οἵ κεν δὴ κακὸν οἰ̃τον ἀναπλήσαντες ὄλωνται
ἀνδρὸς ἑνὸς ῥιπη̨̃, ὃ δὲ μαίνεται οὐκέτ' ἀνεκτω̃ς
'Έκτωρ Πριαμίδησ, καὶ δὴ κακὰ πολλὰ ἔοργε.

   Τὴν δ' αὐ̃τε προσέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:
καὶ λίην οὑ̃τός γε μένος θυμόν τ' ὀλέσειε
χερσὶν ὑπ' 'Αργείων φθίμενος ἐν πατρίδι γαίη̨:
ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθη̨̃σι
σχέτλιοσ, αἰὲν ἀλιτρόσ, ἐμω̃ν μενέων ἀπερωεύσ:
οὐδέ τι τω̃ν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
τειρόμενον σώεσκον ὑπ' Εὐρυσθη̃ος ἀέθλων.
ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς
τω̨̃ ἐπαλεξήσουσαν ἀπ' οὐρανόθεν προΐαλλεν.
εἰ γὰρ ἐγὼ τάδε ἤ̨δε' ἐνὶ φρεσὶ πευκαλίμη̨σιν
εὐ̃τέ μιν εἰς 'Αΐδαο πυλάρταο προὔπεμψεν
ἐξ 'Ερέβευς ἄξοντα κύνα στυγερου̃ 'Αΐδαο,
οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
νυ̃ν δ' ἐμὲ μὲν στυγέει, Θέτιδος δ' ἐξήνυσε βουλάσ,
ἥ οἱ γούνατ' ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,
λισσομένη τιμη̃σαι 'Αχιλλη̃α πτολίπορθον.
ἔσται μὰν ὅτ' ἂν αὐ̃τε φίλην γλαυκώπιδα εἴπη̨.
ἀλλὰ σὰ μὲν νυ̃ν νω̃ϊν ἐπέντυε μώνυχας ἵππουσ,
ὄφρ' ἂν ἐγὼ καταδυ̃σα Διὸς δόμον αἰγιόχοιο
τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι
ἢ νω̃ϊ Πριάμοιο πάϊς κορυθαίολος 'Έκτωρ
γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρασ,
ἠ̃ τις καὶ Τρώων κορέει κύνας ἠδ' οἰωνοὺς
δημω̨̃ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν 'Αχαιω̃ν.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος 'Ήρη.
ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
'Ήρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο:
αὐτὰρ 'Αθηναίη κούρη Διὸς αἰγιόχοιο
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει
ποικίλον, ὅν ῥ' αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
ἣ δὲ χιτω̃ν' ἐνδυ̃σα Διὸς νεφεληγερέταο
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
ἐς δ' ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ' ἔγχος
βριθὺ μέγα στιβαρόν, τω̨̃ δάμνησι στίχας ἀνδρω̃ν
ἡρώων, τοι̃σίν τε κοτέσσεται ὀβριμοπάτρη.
'Ήρη δὲ μάστιγι θοω̃ς ἐπεμαίετ' ἄρ' ἵππουσ:
αὐτόμαται δὲ πύλαι μύκον οὐρανου̃ ἃς ἔχον '~Ωραι,
τη̨̃ς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
ἠμὲν ἀνακλι̃ναι πυκινὸν νέφος ἠδ' ἐπιθει̃ναι.
τη̨̃ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππουσ.

   Ζεὺς δὲ πατὴρ 'Ίδηθεν ἐπεὶ ἴδε χώσατ' ἄρ' αἰνω̃σ,
~'Ιριν δ' ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν:
βάσκ' ἴθι ~'Ιρι ταχει̃α, πάλιν τρέπε μηδ' ἔα ἄντην
ἔρχεσθ': οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.
ὡ̃δε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται:
γυιώσω μέν σφωϊν ὑφ' ἅρμασιν ὠκέας ἵππουσ,
αὐτὰς δ' ἐκ δίφρου βαλέω κατά θ' ἅρματα ἄξω:
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτη̨σι κεραυνόσ:
ὄφρα ἰδη̨̃ γλαυκω̃πις ὅτ' ἂν ὡ̨̃ πατρὶ μάχηται.
'Ήρη̨ δ' οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολου̃μαι:
αἰεὶ γάρ μοι ἔωθεν ἐνικλα̃ν ὅττί κεν εἴπω.

   '`Ως ἔφατ', ὠ̃ρτο δὲ ~'Ιρις ἀελλόπος ἀγγελέουσα,
βη̃ δ' ἐξ 'Ιδαίων ὀρέων ἐς μακρὸν 'Όλυμπον.
πρώτη̨σιν δὲ πύλη̨σι πολυπτύχου Οὐλύμποιο
ἀντομένη κατέρυκε, Διὸς δέ σφ' ἔννεπε μυ̃θον:
πη̨̃ μέματον; τί σφω̃ϊν ἐνὶ φρεσὶ μαίνεται ἠ̃τορ;
οὐκ ἐάα̨ Κρονίδης ἐπαμυνέμεν 'Αργείοισιν.
ὡ̃δε γὰρ ἠπείλησε Κρόνου πάϊσ, ἡ̨̃ τελέει περ,
γυιώσειν μὲν σφω̃ϊν ὑφ' ἅρμασιν ὠκέας ἵππουσ,
αὐτὰς δ' ἐκ δίφρου βαλέειν κατά θ' ἅρματα ἄξειν:
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτη̨σι κεραυνόσ:
ὄφρα ἰδη̨̃ς γλαυκω̃πι ὅτ' ἂν σω̨̃ πατρὶ μάχηαι.
'Ήρη̨ δ' οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολου̃ται:
αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλα̃ν ὅττι κεν εἴπη̨:
ἀλλὰ σύ γ' αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε
τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀει̃ραι.

   '`Η μὲν ἄρ' ὣς εἰπου̃σ' ἀπέβη πόδας ὠκέα ~'Ιρισ,
αὐτὰρ 'Αθηναίην 'Ήρη πρὸς μυ̃θον ἔειπεν:
ὢ πόποι αἰγιόχοιο Διὸς τέκοσ, οὐκέτ' ἔγωγε
νω̃ϊ ἐω̃ Διὸς ἄντα βροτω̃ν ἕνεκα πτολεμίζειν:
τω̃ν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
ὅς κε τύχη̨: κει̃νος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμω̨̃
Τρωσί τε καὶ Δαναοι̃σι δικαζέτω, ὡς ἐπιεικέσ.

   '`Ως ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππουσ:
τη̨̃σιν δ' '~Ωραι μὲν λυ̃σαν καλλίτριχας ἵππουσ,
καὶ τοὺς μὲν κατέδησαν ἐπ' ἀμβροσίη̨σι κάπη̨σιν,
ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα:
αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοι̃σι κάθιζον
μίγδ' ἄλλοισι θεοι̃σι, φίλον τετιημέναι ἠ̃τορ.

   Ζεὺς δὲ πατὴρ 'Ίδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
Οὔλυμπον δὲ δίωκε, θεω̃ν δ' ἐξίκετο θώκουσ.
τω̨̃ δὲ καὶ ἵππους μὲν λυ̃σε κλυτὸς ἐννοσίγαιοσ,
ἅρματα δ' ἂμ βωμοι̃σι τίθει κατὰ λι̃τα πετάσσασ:
αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
ἕζετο, τω̨̃ δ' ὑπὸ ποσσὶ μέγας πελεμίζετ' 'Όλυμποσ.
αἳ δ' οἰ̃αι Διὸς ἀμφὶς 'Αθηναίη τε καὶ 'Ήρη
ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδ' ἐρέοντο:
αὐτὰρ ὃ ἔγνω ἡ̨̃σιν ἐνὶ φρεσὶ φώνησέν τε:
τίφθ' οὕτω τετίησθον 'Αθηναίη τε καὶ 'Ήρη;
οὐ μέν θην κάμετόν γε μάχη̨ ἔνι κυδιανείρη̨
ὀλλυ̃σαι Τρω̃ασ, τοι̃σιν κότον αἰνὸν ἔθεσθε.
πάντωσ, οἱ̃ον ἐμόν γε μένος καὶ χει̃ρες ἄαπτοι,
οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ' ἐν 'Ολύμπω̨.
σφω̃ϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυι̃α
πρὶν πόλεμόν τε ἰδει̃ν πολέμοιό τε μέρμερα ἔργα.
ὡ̃δε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἠ̃εν:
οὐκ ἂν ἐφ' ὑμετέρων ὀχέων πληγέντε κεραυνω̨̃
ἂψ ἐς 'Όλυμπον ἵκεσθον, ἵν' ἀθανάτων ἕδος ἐστίν.

   '`Ως ἔφαθ', αἳ δ' ἐπέμυξαν 'Αθηναίη τε καὶ 'Ήρη:
πλησίαι αἵ γ' ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
ἤτοι 'Αθηναίη ἀκέων ἠ̃ν οὐδέ τι εἰ̃πε
σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ἥ̨ρει:
'Ήρη̨ δ' οὐκ ἔχαδε στη̃θος χόλον, ἀλλὰ προσηύδα:
αἰνότατε Κρονίδη ποι̃ον τὸν μυ̃θον ἔειπεσ.
εὐ̃ νυ καὶ ἡμει̃ς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν:
ἀλλ' ἔμπης Δαναω̃ν ὀλοφυρόμεθ' αἰχμητάων,
οἵ κεν δὴ κακὸν οἰ̃τον ἀναπλήσαντες ὄλωνται.
ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθ', εἰ σὺ κελεύεισ:
βουλὴν δ' 'Αργείοις ὑποθησόμεθ' ἥ τις ὀνήσει,
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοι̃ο.

   Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύσ:
ἠου̃ς δὴ καὶ μα̃λλον ὑπερμενέα Κρονίωνα
ὄψεαι, αἴ κ' ἐθέλη̨σθα, βοω̃πις πότνια 'Ήρη
ὀλλύντ' 'Αργείων πουλὺν στρατὸν αἰχμητάων:
οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος 'Έκτωρ
πρὶν ὄρθαι παρὰ ναυ̃φι ποδώκεα Πηλεΐωνα,
ἤματι τω̨̃ ὅτ' ἂν οἳ μὲν ἐπὶ πρύμνη̨σι μάχωνται
στείνει ἐν αἰνοτάτω̨ περὶ Πατρόκλοιο θανόντοσ:
ὣς γὰρ θέσφατόν ἐστι: σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω
χωομένησ, οὐδ' εἴ κε τὰ νείατα πείραθ' ἵκηαι
γαίης καὶ πόντοιο, ἵν' 'Ιάπετός τε Κρόνος τε
ἥμενοι οὔτ' αὐγη̨̃ς 'Υπερίονος 'Ηελίοιο
τέρποντ' οὔτ' ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίσ:
οὐδ' ἢν ἔνθ' ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε
σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.

   '`Ως φάτο, τὸν δ' οὔ τι προσέφη λευκώλενος 'Ήρη.
ἐν δ' ἔπεσ' 'Ωκεανω̨̃ λαμπρὸν φάος ἠελίοιο
ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
Τρωσὶν μέν ῥ' ἀέκουσιν ἔδυ φάοσ, αὐτὰρ 'Αχαιοι̃ς
ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.

   Τρώων αὐ̃τ' ἀγορὴν ποιήσατο φαίδιμος 'Έκτωρ
νόσφι νεω̃ν ἀγαγὼν ποταμω̨̃ ἔπι δινήεντι,
ἐν καθαρω̨̃ ὅθι δὴ νεκύων διεφαίνετο χω̃ροσ.
ἐξ ἵππων δ' ἀποβάντες ἐπὶ χθόνα μυ̃θον ἄκουον
τόν ῥ' 'Έκτωρ ἀγόρευε Διὶ̈ φίλοσ: ἐν δ' ἄρα χειρὶ
ἔγχος ἔχ' ἑνδεκάπηχυ: πάροιθε δὲ λάμπετο δουρὸς
αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκησ,
τω̨̃ ὅ γ' ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα:
κέκλυτέ μευ Τρω̃ες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι:
νυ̃ν ἐφάμην νη̃άς τ' ὀλέσας καὶ πάντας 'Αχαιοὺς
ἂψ ἀπονοστήσειν προτὶ 'Ίλιον ἠνεμόεσσαν:
ἀλλὰ πρὶν κνέφας ἠ̃λθε, τὸ νυ̃ν ἐσάωσε μάλιστα
'Αργείους καὶ νη̃ας ἐπὶ ῥηγμι̃νι θαλάσσησ.
ἀλλ' ἤτοι νυ̃ν μὲν πειθώμεθα νυκτὶ μελαίνη̨
δόρπά τ' ἐφοπλισόμεσθα: ἀτὰρ καλλίτριχας ἵππους
λύσαθ' ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετ' ἐδωδήν:
ἐκ πόλιος δ' ἄξεσθε βόας καὶ ἴφια μη̃λα
καρπαλίμωσ, οἰ̃νον δὲ μελίφρονα οἰνίζεσθε
σι̃τόν τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
ὥς κεν παννύχιοι μέσφ' ἠου̃ς ἠριγενείης
καίωμεν πυρὰ πολλά, σέλας δ' εἰς οὐρανὸν ἵκη̨,
μή πως καὶ διὰ νύκτα κάρη κομόωντες 'Αχαιοὶ
φεύγειν ὁρμήσωνται ἐπ' εὐρέα νω̃τα θαλάσσησ.
μὴ μὰν ἀσπουδί γε νεω̃ν ἐπιβαι̃εν ἕκηλοι,
ἀλλ' ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσση̨
βλήμενος ἢ ἰω̨̃ ἢ ἔγχεϊ ὀξυόεντι
νηὸς ἐπιθρώ̨σκων, ἵνα τις στυγέη̨σι καὶ ἄλλος
Τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν 'Άρηα.
κήρυκες δ' ἀνὰ ἄστυ Διὶ̈ φίλοι ἀγγελλόντων
παι̃δας πρωθήβας πολιοκροτάφους τε γέροντας
λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων:
θηλύτεραι δὲ γυναι̃κες ἐνὶ μεγάροισιν ἑκάστη
πυ̃ρ μέγα καιόντων: φυλακὴ δέ τις ἔμπεδος ἔστω
μὴ λόχος εἰσέλθη̨σι πόλιν λαω̃ν ἀπεόντων.
ὡ̃δ' ἔστω Τρω̃ες μεγαλήτορες ὡς ἀγορεύω:
μυ̃θος δ' ὃς μὲν νυ̃ν ὑγιὴς εἰρημένος ἔστω,
τὸν δ' ἠου̃ς Τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω.
ἔλπομαι εὐχόμενος Διί τ' ἄλλοισίν τε θεοι̃σιν
ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτουσ,
οὓς κη̃ρες φορέουσι μελαινάων ἐπὶ νηω̃ν.
ἀλλ' ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούσ,
πρω̃ϊ δ' ὑπηοι̃οι σὺν τεύχεσι θωρηχθέντες
νηυσὶν ἔπι γλαφυρη̨̃σιν ἐγείρομεν ὀξὺν 'Άρηα.
εἴσομαι εἴ κέ μ' ὁ Τυδεΐδης κρατερὸς Διομήδης
πὰρ νηω̃ν πρὸς τει̃χος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν
χαλκω̨̃ δη̨ώσας ἔναρα βροτόεντα φέρωμαι.
αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ' ἐμὸν ἔγχος
μείνη̨ ἐπερχόμενον: ἀλλ' ἐν πρώτοισιν ὀΐω
κείσεται οὐτηθείσ, πολέες δ' ἀμφ' αὐτὸν ἑται̃ροι
ἠελίου ἀνιόντος ἐς αὔριον: εἰ γὰρ ἐγὼν ὣς
εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,
τιοίμην δ' ὡς τίετ' 'Αθηναίη καὶ 'Απόλλων,
ὡς νυ̃ν ἡμέρη ἡ̃δε κακὸν φέρει 'Αργείοισιν.

   '`Ως 'Έκτωρ ἀγόρευ', ἐπὶ δὲ Τρω̃ες κελάδησαν.
οἳ δ' ἵππους μὲν λυ̃σαν ὑπὸ ζυγου̃ ἱδρώοντασ,
δη̃σαν δ' ἱμάντεσσι παρ' ἅρμασιν οἱ̃σιν ἕκαστοσ:
ἐκ πόλιος δ' ἄξοντο βόας καὶ ἴφια μη̃λα
καρπαλίμωσ, οἰ̃νον δὲ μελίφρονα οἰνίζοντο,
σι̃τόν τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.

   νίσην δ' ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.

   Οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας
εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.
ὡς δ' ὅτ' ἐν οὐρανω̨̃ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
φαίνετ' ἀριπρεπέα, ὅτε τ' ἔπλετο νήνεμος αἰθήρ:
ἔκ τ' ἔφανεν πα̃σαι σκοπιαὶ καὶ πρώονες ἄκροι
καὶ νάπαι: οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ,
πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν:
τόσσα μεσηγὺ νεω̃ν ἠδὲ Ξάνθοιο ῥοάων
Τρώων καιόντων πυρὰ φαίνετο 'Ιλιόθι πρό.
χίλι' ἄρ' ἐν πεδίω̨ πυρὰ καίετο, πὰρ δὲ ἑκάστω̨
εἴατο πεντήκοντα σέλα̨ πυρὸς αἰθομένοιο.
ἵπποι δὲ κρι̃ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
ἑσταότες παρ' ὄχεσφιν ἐΰθρονον 'Ηω̃ μίμνον.