ΙΛΙΑΔΟΣ Ι

   '`Ως οἳ μὲν Τρω̃ες φυλακὰς ἔχον: αὐτὰρ 'Αχαιοὺς
θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,
πένθεϊ δ' ἀτλήτω̨ βεβολήατο πάντες ἄριστοι.
ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα
βορέης καὶ Ζέφυροσ, τώ τε Θρή̨κηθεν ἄητον
ἐλθόντ' ἐξαπίνησ: ἄμυδις δέ τε κυ̃μα κελαινὸν
κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φυ̃κος ἔχευεν:
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν 'Αχαιω̃ν.

   'Ατρεΐδης δ' ἄχεϊ μεγάλω̨ βεβολημένος ἠ̃τορ
φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων
κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,
μὴ δὲ βοα̃ν: αὐτὸς δὲ μετὰ πρώτοισι πονει̃το.
ἱ̃ζον δ' εἰν ἀγορη̨̃ τετιηότεσ: ἂν δ' 'Αγαμέμνων
ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος
ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ:
ὣς ὃ βαρὺ στενάχων ἔπε' 'Αργείοισι μετηύδα:
ὠ̃ φίλοι 'Αργείων ἡγήτορες ἠδὲ μέδοντες
Ζεύς με μέγα Κρονίδης ἄτη̨ ἐνέδησε βαρείη̨
σχέτλιοσ, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν
'Ίλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι,
νυ̃ν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
δυσκλέα 'Άργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἰ̃ναι,
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
ἠδ' ἔτι καὶ λύσει: του̃ γὰρ κράτος ἐστὶ μέγιστον.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντεσ:
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαι̃αν:
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃.
δὴν δ' ἄνεω̨ ἠ̃σαν τετιηότες υἱ̃ες 'Αχαιω̃ν:
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδησ:
'Ατρεΐδη σοὶ πρω̃τα μαχήσομαι ἀφραδέοντι,
ἣ θέμις ἐστὶν ἄναξ ἀγορη̨̃: σὺ δὲ μή τι χολωθη̨̃σ.
ἀλκὴν μέν μοι πρω̃τον ὀνείδισας ἐν Δαναοι̃σι
φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα: ταυ̃τα δὲ πάντα
ἴσασ' 'Αργείων ἠμὲν νέοι ἠδὲ γέροντεσ.
σοὶ δὲ διάνδιχα δω̃κε Κρόνου πάϊς ἀγκυλομήτεω:
σκήπτρω̨ μέν τοι δω̃κε τετιμη̃σθαι περὶ πάντων,
ἀλκὴν δ' οὔ τοι δω̃κεν, ὅ τε κράτος ἐστὶ μέγιστον.
δαιμόνι' οὕτω που μάλα ἔλπεαι υἱ̃ας 'Αχαιω̃ν
ἀπτολέμους τ' ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεισ;
εἰ δέ τοι αὐτω̨̃ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι
ἔρχεο: πάρ τοι ὁδόσ, νη̃ες δέ τοι ἄγχι θαλάσσης
ἑστα̃σ', αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.
ἀλλ' ἄλλοι μενέουσι κάρη κομόωντες 'Αχαιοὶ
εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ
φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαι̃αν:
νω̃ϊ δ' ἐγὼ Σθένελός τε μαχησόμεθ' εἰς ὅ κε τέκμωρ
'Ιλίου εὕρωμεν: σὺν γὰρ θεω̨̃ εἰλήλουθμεν.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπίαχον υἱ̃ες 'Αχαιω̃ν
μυ̃θον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
τοι̃σι δ' ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ:
Τυδεΐδη περὶ μὲν πολέμω̨ ἔνι καρτερός ἐσσι,
καὶ βουλη̨̃ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστοσ.
οὔ τίς τοι τὸν μυ̃θον ὀνόσσεται ὅσσοι 'Αχαιοί,
οὐδὲ πάλιν ἐρέει: ἀτὰρ οὐ τέλος ἵκεο μύθων.
ἠ̃ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης
ὁπλότατος γενεη̃φιν: ἀτὰρ πεπνυμένα βάζεις
'Αργείων βασιλη̃ασ, ἐπεὶ κατὰ μοι̃ραν ἔειπεσ.
ἀλλ' ἄγ' ἐγών, ὃς σει̃ο γεραίτερος εὔχομαι εἰ̃ναι,
ἐξείπω καὶ πάντα διίξομαι: οὐδέ κέ τίς μοι
μυ̃θον ἀτιμήσει', οὐδὲ κρείων 'Αγαμέμνων.
ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκει̃νος
ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντοσ.
ἀλλ' ἤτοι νυ̃ν μὲν πειθώμεθα νυκτὶ μελαίνη̨
δόρπά τ' ἐφοπλισόμεσθα: φυλακτη̃ρες δὲ ἕκαστοι
λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτόσ.
κούροισιν μὲν ταυ̃τ' ἐπιτέλλομαι: αὐτὰρ ἔπειτα
'Ατρεΐδη σὺ μὲν ἄρχε: σὺ γὰρ βασιλεύτατός ἐσσι.
δαίνυ δαι̃τα γέρουσιν: ἔοικέ τοι, οὔ τοι ἀεικέσ.
πλει̃αί τοι οἴνου κλισίαι, τὸν νη̃ες 'Αχαιω̃ν
ἠμάτιαι Θρή̨κηθεν ἐπ' εὐρέα πόντον ἄγουσι:
πα̃σά τοί ἐσθ' ὑποδεξίη, πολέεσσι δ' ἀνάσσεισ.
πολλω̃ν δ' ἀγρομένων τω̨̃ πείσεαι ὅς κεν ἀρίστην
βουλὴν βουλεύση̨: μάλα δὲ χρεὼ πάντας 'Αχαιοὺς
ἐσθλη̃ς καὶ πυκινη̃σ, ὅτι δήϊοι ἐγγύθι νηω̃ν
καίουσιν πυρὰ πολλά: τίς ἂν τάδε γηθήσειε;
νὺξ δ' ἡ̃δ' ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα του̃ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
ἐκ δὲ φυλακτη̃ρες σὺν τεύχεσιν ἐσσεύοντο
ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαω̃ν,
ἠδ' ἀμφ' 'Ασκάλαφον καὶ 'Ιάλμενον υἱ̃ας 'Άρηος
ἀμφί τε Μηριόνην 'Αφαρη̃ά τε Δηΐπυρόν τε,
ἠδ' ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δι̃ον.
ἕπτ' ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστω̨
κου̃ροι ἅμα στει̃χον δολίχ' ἔγχεα χερσὶν ἔχοντεσ:
κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἱ̃ζον ἰόντεσ:
ἔνθα δὲ πυ̃ρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστοσ.

   'Ατρεΐδης δὲ γέροντας ἀολλέας ἠ̃γεν 'Αχαιω̃ν
ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαι̃τα.
οἳ δ' ἐπ' ὀνείαθ' ἑτοι̃μα προκείμενα χει̃ρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοι̃ς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μη̃τιν
Νέστωρ, οὑ̃ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή:
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
'Ατρεΐδη κύδιστε ἄναξ ἀνδρω̃ν 'Αγάμεμνον
ἐν σοὶ μὲν λήξω, σέο δ' ἄρξομαι, οὕνεκα πολλω̃ν
λαω̃ν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε
σκη̃πτρόν τ' ἠδὲ θέμιστασ, ἵνά σφισι βουλεύη̨σθα.
τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδ' ἐπακου̃σαι,
κρηη̃ναι δὲ καὶ ἄλλω̨, ὅτ' ἄν τινα θυμὸς ἀνώγη̨
εἰπει̃ν εἰς ἀγαθόν: σέο δ' ἕξεται ὅττί κεν ἄρχη̨.
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκει̃ εἰ̃ναι ἄριστα.
οὐ γάρ τις νόον ἄλλος ἀμείνονα του̃δε νοήσει
οἱ̃ον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ' ἔτι καὶ νυ̃ν
ἐξ ἔτι του̃ ὅτε διογενὲς Βρισηΐδα κούρην
χωομένου 'Αχιλη̃ος ἔβης κλισίηθεν ἀπούρας
οὔ τι καθ' ἡμέτερόν γε νόον: μάλα γάρ τοι ἔγωγε
πόλλ' ἀπεμυθεόμην: σὺ δὲ σω̨̃ μεγαλήτορι θυμω̨̃
εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,
ἠτίμησασ, ἑλὼν γὰρ ἔχεις γέρασ: ἀλλ' ἔτι καὶ νυ̃ν
φραζώμεσθ' ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν
δώροισίν τ' ἀγανοι̃σιν ἔπεσσί τε μειλιχίοισι.

   Τὸν δ' αὐ̃τε προσέειπεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων:
ὠ̃ γέρον οὔ τι ψευ̃δος ἐμὰς ἄτας κατέλεξασ:
ἀασάμην, οὐδ' αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλω̃ν
λαω̃ν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κη̃ρι φιλήση̨,
ὡς νυ̃ν του̃τον ἔτισε, δάμασσε δὲ λαὸν 'Αχαιω̃ν.
ἀλλ' ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέη̨σι πιθήσασ,
ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ' ἀπερείσι' ἄποινα.
ὑμι̃ν δ' ἐν πάντεσσι περικλυτὰ δω̃ρ' ὀνομήνω
ἕπτ' ἀπύρους τρίποδασ, δέκα δὲ χρυσοι̃ο τάλαντα,
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους
πηγοὺς ἀθλοφόρουσ, οἳ ἀέθλια ποσσὶν ἄροντο.
οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ὡ̨̃ τόσσα γένοιτο,
οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοι̃ο,
ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.
δώσω δ' ἑπτὰ γυναι̃κας ἀμύμονα ἔργα ἰδυίας
Λεσβίδασ, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς
ἐξελόμην, αἳ κάλλει ἐνίκων φυ̃λα γυναικω̃ν.
τὰς μέν οἱ δώσω, μετὰ δ' ἔσσεται ἣν τότ' ἀπηύρων
κούρη Βριση̃οσ: ἐπὶ δὲ μέγαν ὅρκον ὀμου̃μαι
μή ποτε τη̃ς εὐνη̃ς ἐπιβήμεναι ἠδὲ μιγη̃ναι,
ἣ θέμις ἀνθρώπων πέλει ἀνδρω̃ν ἠδὲ γυναικω̃ν.
ταυ̃τα μὲν αὐτίκα πάντα παρέσσεται: εἰ δέ κεν αὐ̃τε
ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι,
νη̃α ἅλις χρυσου̃ καὶ χαλκου̃ νηησάσθω
εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ' 'Αχαιοί,
Τρωϊάδας δὲ γυναι̃κας ἐείκοσιν αὐτὸς ἑλέσθω,
αἴ κε μετ' 'Αργείην 'Ελένην κάλλισται ἔωσιν.
εἰ δέ κεν 'Άργος ἱκοίμεθ' 'Αχαιϊκὸν οὐ̃θαρ ἀρούρης
γαμβρός κέν μοι ἔοι: τίσω δέ μιν ἰ̃σον 'Ορέστη̨,
ὅς μοι τηλύγετος τρέφεται θαλίη̨ ἔνι πολλη̨̃.
τρει̃ς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρω̨ εὐπήκτω̨
Χρυσόθεμις καὶ Λαοδίκη καὶ 'Ιφιάνασσα,
τάων ἥν κ' ἐθέλη̨σι φίλην ἀνάεδνον ἀγέσθω
πρὸς οἰ̃κον Πηλη̃οσ: ἐγὼ δ' ἐπὶ μείλια δώσω
πολλὰ μάλ', ὅσσ' οὔ πώ τις ἑη̨̃ ἐπέδωκε θυγατρί:
ἑπτὰ δέ οἱ δώσω εὐ̃ ναιόμενα πτολίεθρα
Καρδαμύλην 'Ενόπην τε καὶ 'Ιρὴν ποιήεσσαν
Φηράς τε ζαθέας ἠδ' 'Άνθειαν βαθύλειμον
καλήν τ' Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
πα̃σαι δ' ἐγγὺς ἁλόσ, νέαται Πύλου ἠμαθόεντοσ:
ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες πολυβου̃ται,
οἵ κέ ἑ δωτίνη̨σι θεὸν ὣς τιμήσουσι
καί οἱ ὑπὸ σκήπτρω̨ λιπαρὰς τελέουσι θέμιστασ.
ταυ̃τά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.
δμηθήτω: 'Αΐδης τοι ἀμείλιχος ἠδ' ἀδάμαστοσ,
τοὔνεκα καί τε βροτοι̃σι θεω̃ν ἔχθιστος ἁπάντων:
καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι
ἠδ' ὅσσον γενεη̨̃ προγενέστερος εὔχομαι εἰ̃ναι.

   Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
'Ατρεΐδη κύδιστε ἄναξ ἀνδρω̃ν 'Αγάμεμνον
δω̃ρα μὲν οὐκέτ' ὀνοστὰ διδοι̃ς 'Αχιλη̃ϊ ἄνακτι:
ἀλλ' ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα
ἔλθωσ' ἐς κλισίην Πηληϊάδεω 'Αχιλη̃οσ.
εἰ δ' ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.
Φοι̃νιξ μὲν πρώτιστα Διὶ̈ φίλος ἡγησάσθω,
αὐτὰρ ἔπειτ' Αἴας τε μέγας καὶ δι̃ος 'Οδυσσεύσ:
κηρύκων δ' 'Οδίος τε καὶ Εὐρυβάτης ἅμ' ἑπέσθων.
φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημη̃σαί τε κέλεσθε,
ὄφρα Διὶ Κρονίδη̨ ἀρησόμεθ', αἴ κ' ἐλεήση̨.

   '`Ως φάτο, τοι̃σι δὲ πα̃σιν ἑαδότα μυ̃θον ἔειπεν.
αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χει̃ρας ἔχευαν,
κου̃ροι δὲ κρητη̃ρας ἐπεστέψαντο ποτοι̃ο,
νώμησαν δ' ἄρα πα̃σιν ἐπαρξάμενοι δεπάεσσιν.
αὐτὰρ ἐπεὶ σπει̃σάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμόσ,
ὁρμω̃ντ' ἐκ κλισίης 'Αγαμέμνονος 'Ατρεΐδαο.
τοι̃σι δὲ πόλλ' ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ
δενδίλλων ἐς ἕκαστον, 'Οδυσση̃ϊ δὲ μάλιστα,
πειρα̃ν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.

   Τὼ δὲ βάτην παρὰ θι̃να πολυφλοίσβοιο θαλάσσης
πολλὰ μάλ' εὐχομένω γαιηόχω̨ ἐννοσιγαίω̨
ῥηϊδίως πεπιθει̃ν μεγάλας φρένας Αἰακίδαο.
Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νη̃ας ἱκέσθην,
τὸν δ' εὑ̃ρον φρένα τερπόμενον φόρμιγγι λιγείη̨
καλη̨̃ δαιδαλέη̨, ἐπὶ δ' ἀργύρεον ζυγὸν ἠ̃εν,
τὴν ἄρετ' ἐξ ἐνάρων πόλιν 'Ηετίωνος ὀλέσσασ:
τη̨̃ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δ' ἄρα κλέα ἀνδρω̃ν.
Πάτροκλος δέ οἱ οἰ̃ος ἐναντίος ἡ̃στο σιωπη̨̃,
δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,
τὼ δὲ βάτην προτέρω, ἡγει̃το δὲ δι̃ος 'Οδυσσεύσ,
στὰν δὲ πρόσθ' αὐτοι̃ο: ταφὼν δ' ἀνόρουσεν 'Αχιλλεὺς
αὐτη̨̃ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.
ὣς δ' αὔτως Πάτροκλοσ, ἐπεὶ ἴδε φω̃τασ, ἀνέστη.
τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
χαίρετον: ἠ̃ φίλοι ἄνδρες ἱκάνετον ἠ̃ τι μάλα χρεώ,
οἵ μοι σκυζομένω̨ περ 'Αχαιω̃ν φίλτατοί ἐστον.

   '`Ως ἄρα φωνήσας προτέρω ἄγε δι̃ος 'Αχιλλεύσ,
εἱ̃σεν δ' ἐν κλισμοι̃σι τάπησί τε πορφυρέοισιν.
αἰ̃ψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα:
μείζονα δὴ κρητη̃ρα Μενοιτίου υἱὲ καθίστα,
ζωρότερον δὲ κέραιε, δέπας δ' ἔντυνον ἑκάστω̨:
οἳ γὰρ φίλτατοι ἄνδρες ἐμω̨̃ ὑπέασι μελάθρω̨.

   '`Ως φάτο, Πάτροκλος δὲ φίλω̨ ἐπεπείθεθ' ἑταίρω̨.
αὐτὰρ ὅ γε κρει̃ον μέγα κάββαλεν ἐν πυρὸς αὐγη̨̃,
ἐν δ' ἄρα νω̃τον ἔθηκ' ὄϊος καὶ πίονος αἰγόσ,
ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυι̃αν ἀλοιφη̨̃.
τω̨̃ δ' ἔχεν Αὐτομέδων, τάμνεν δ' ἄρα δι̃ος 'Αχιλλεύσ.
καὶ τὰ μὲν εὐ̃ μίστυλλε καὶ ἀμφ' ὀβελοι̃σιν ἔπειρε,
πυ̃ρ δὲ Μενοιτιάδης δαι̃εν μέγα ἰσόθεος φώσ.
αὐτὰρ ἐπεὶ κατὰ πυ̃ρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,
ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,
πάσσε δ' ἁλὸς θείοιο κρατευτάων ἐπαείρασ.
αὐτὰρ ἐπεί ῥ' ὤπτησε καὶ εἰν ἐλεοι̃σιν ἔχευε,
Πάτροκλος μὲν σι̃τον ἑλὼν ἐπένειμε τραπέζη̨
καλοι̃ς ἐν κανέοισιν, ἀτὰρ κρέα νει̃μεν 'Αχιλλεύσ.
αὐτὸς δ' ἀντίον ἱ̃ζεν 'Οδυσση̃ος θείοιο
τοίχου του̃ ἑτέροιο, θεοι̃σι δὲ θυ̃σαι ἀνώγει
Πάτροκλον ὃν ἑται̃ρον: ὃ δ' ἐν πυρὶ βάλλε θυηλάσ.
οἳ δ' ἐπ' ὀνείαθ' ἑτοι̃μα προκείμενα χει̃ρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
νευ̃σ' Αἴας Φοίνικι: νόησε δὲ δι̃ος 'Οδυσσεύσ,
πλησάμενος δ' οἴνοιο δέπας δείδεκτ' 'Αχιλη̃α:
χαι̃ρ' 'Αχιλευ̃: δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευει̃ς
ἠμὲν ἐνὶ κλισίη̨ 'Αγαμέμνονος 'Ατρεΐδαο
ἠδὲ καὶ ἐνθάδε νυ̃ν, πάρα γὰρ μενοεικέα πολλὰ
δαίνυσθ': ἀλλ' οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,
ἀλλὰ λίην μέγα πη̃μα διοτρεφὲς εἰσορόωντες
δείδιμεν: ἐν δοιη̨̃ δὲ σαωσέμεν ἢ ἀπολέσθαι
νη̃ας ἐϋσσέλμουσ, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.
ἐγγὺς γὰρ νηω̃ν καὶ τείχεος αὐ̃λιν ἔθεντο
Τρω̃ες ὑπέρθυμοι τηλεκλειτοί τ' ἐπίκουροι
κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδ' ἔτι φασὶ
σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνη̨σιν πεσέεσθαι.
Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων
ἀστράπτει: 'Έκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων
μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει
ἀνέρας οὐδὲ θεούσ: κρατερὴ δέ ἑ λύσσα δέδυκεν.
ἀρα̃ται δὲ τάχιστα φανήμεναι 'Ηω̃ δι̃αν:
στευ̃ται γὰρ νηω̃ν ἀποκόψειν ἄκρα κόρυμβα
αὐτάς τ' ἐμπρήσειν μαλερου̃ πυρόσ, αὐτὰρ 'Αχαιοὺς
δη̨ώσειν παρὰ τη̨̃σιν ὀρινομένους ὑπὸ καπνου̃.
ταυ̃τ' αἰνω̃ς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς
ἐκτελέσωσι θεοί, ἡμι̃ν δὲ δὴ αἴσιμον εἴη
φθίσθαι ἐνὶ Τροίη̨ ἑκὰς 'Άργεος ἱπποβότοιο.
ἀλλ' ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἱ̃ας 'Αχαιω̃ν
τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδου̃.
αὐτω̨̃ τοι μετόπισθ' ἄχος ἔσσεται, οὐδέ τι μη̃χος
ῥεχθέντος κακου̃ ἔστ' ἄκος εὑρει̃ν: ἀλλὰ πολὺ πρὶν
φράζευ ὅπως Δαναοι̃σιν ἀλεξήσεις κακὸν ἠ̃μαρ.
ὠ̃ πέπον ἠ̃ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς
ἤματι τω̨̃ ὅτε σ' ἐκ Φθίης 'Αγαμέμνονι πέμπε:
τέκνον ἐμὸν κάρτος μὲν 'Αθηναίη τε καὶ 'Ήρη
δώσουσ' αἴ κ' ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν
ἴσχειν ἐν στήθεσσι: φιλοφροσύνη γὰρ ἀμείνων:
ληγέμεναι δ' ἔριδος κακομηχάνου, ὄφρά σε μα̃λλον
τίωσ' 'Αργείων ἠμὲν νέοι ἠδὲ γέροντεσ.
ὣς ἐπέτελλ' ὃ γέρων, σὺ δὲ λήθεαι: ἀλλ' ἔτι καὶ νυ̃ν
παύε', ἔα δὲ χόλον θυμαλγέα: σοὶ δ' 'Αγαμέμνων
ἄξια δω̃ρα δίδωσι μεταλήξαντι χόλοιο.
εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω
ὅσσά τοι ἐν κλισίη̨σιν ὑπέσχετο δω̃ρ' 'Αγαμέμνων:
ἕπτ' ἀπύρους τρίποδασ, δέκα δὲ χρυσοι̃ο τάλαντα,
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους
πηγοὺς ἀθλοφόρουσ, οἳ ἀέθλια ποσσὶν ἄροντο.
οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ὡ̨̃ τόσσα γένοιτο
οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοι̃ο,
ὅσσ' 'Αγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.
δώσει δ' ἑπτὰ γυναι̃κας ἀμύμονα ἔργα ἰδυίας
Λεσβίδασ, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς
ἐξέλεθ', αἳ τότε κάλλει ἐνίκων φυ̃λα γυναικω̃ν.
τὰς μέν τοι δώσει, μετὰ δ' ἔσσεται ἣν τότ' ἀπηύρα
κούρη Βριση̃οσ: ἐπὶ δὲ μέγαν ὅρκον ὀμει̃ται
μή ποτε τη̃ς εὐνη̃ς ἐπιβήμεναι ἠδὲ μιγη̃ναι
ἣ θέμις ἐστὶν ἄναξ ἤτ' ἀνδρω̃ν ἤτε γυναικω̃ν.
ταυ̃τα μὲν αὐτίκα πάντα παρέσσεται: εἰ δέ κεν αὐ̃τε
ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι,
νη̃α ἅλις χρυσου̃ καὶ χαλκου̃ νηήσασθαι
εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ' 'Αχαιοί,
Τρωϊάδας δὲ γυναι̃κας ἐείκοσιν αὐτὸς ἑλέσθαι,
αἵ κε μετ' 'Αργείην 'Ελένην κάλλισται ἔωσιν.
εἰ δέ κεν 'Άργος ἱκοίμεθ' 'Αχαιϊκὸν οὐ̃θαρ ἀρούρης
γαμβρός κέν οἱ ἔοισ: τίσει δέ σε ἰ̃σον 'Ορέστη̨,
ὅς οἱ τηλύγετος τρέφεται θαλίη̨ ἔνι πολλη̨̃.
τρει̃ς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρω̨ εὐπήκτω̨
Χρυσόθεμις καὶ Λαοδίκη καὶ 'Ιφιάνασσα,
τάων ἥν κ' ἐθέλη̨σθα φίλην ἀνάεδνον ἄγεσθαι
πρὸς οἰ̃κον Πηλη̃οσ: ὃ δ' αὐ̃τ' ἐπὶ μείλια δώσει
πολλὰ μάλ', ὅσσ' οὔ πώ τις ἑη̨̃ ἐπέδωκε θυγατρί:
ἑπτὰ δέ τοι δώσει εὐ̃ ναιόμενα πτολίεθρα
Καρδαμύλην 'Ενόπην τε καὶ 'Ιρὴν ποιήεσσαν
Φηράς τε ζαθέας ἠδ' 'Άνθειαν βαθύλειμον
καλήν τ' Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
πα̃σαι δ' ἐγγὺς ἁλόσ, νέαται Πύλου ἠμαθόεντοσ:
ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες πολυβου̃ται,
οἵ κέ σε δωτίνη̨σι θεὸν ὣς τιμήσουσι
καί τοι ὑπὸ σκήπτρω̨ λιπαρὰς τελέουσι θέμιστασ.
ταυ̃τά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.
εἰ δέ τοι 'Ατρεΐδης μὲν ἀπήχθετο κηρόθι μα̃λλον
αὐτὸς καὶ του̃ δω̃ρα, σὺ δ' ἄλλους περ Παναχαιοὺς
τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς
τίσουσ': ἠ̃ γάρ κέ σφι μάλα μέγα κυ̃δος ἄροιο:
νυ̃ν γάρ χ' 'Έκτορ' ἕλοισ, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοι̃ον
οἱ̃ ἔμεναι Δαναω̃ν οὓς ἐνθάδε νη̃ες ἔνεικαν.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
διογενὲς Λαερτιάδη πολυμήχαν' 'Οδυσσευ̃
χρὴ μὲν δὴ τὸν μυ̃θον ἀπηλεγέως ἀποειπει̃ν,
ἡ̨̃ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,
ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλοσ.
ἐχθρὸς γάρ μοι κει̃νος ὁμω̃ς 'Αΐδαο πύλη̨σιν
ὅς χ' ἕτερον μὲν κεύθη̨ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπη̨.
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκει̃ εἰ̃ναι ἄριστα:
οὔτ' ἔμεγ' 'Ατρεΐδην 'Αγαμέμνονα πεισέμεν οἴω
οὔτ' ἄλλους Δαναούσ, ἐπεὶ οὐκ ἄρα τις χάρις ἠ̃εν
μάρνασθαι δηΐοισιν ἐπ' ἀνδράσι νωλεμὲς αἰεί.
ἴση μοι̃ρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι:
ἐν δὲ ἰη̨̃ τιμη̨̃ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλόσ:
κάτθαν' ὁμω̃ς ὅ τ' ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώσ.
οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμω̨̃
αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.
ὡς δ' ὄρνις ἀπτη̃σι νεοσσοι̃σι προφέρη̨σι
μάστακ' ἐπεί κε λάβη̨σι, κακω̃ς δ' ἄρα οἱ πέλει αὐτη̨̃,
ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,
ἤματα δ' αἱματόεντα διέπρησσον πολεμίζων
ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.
δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ' ἀνθρώπων,
πεζὸς δ' ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον:
τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ
ἐξελόμην, καὶ πάντα φέρων 'Αγαμέμνονι δόσκον
'Ατρεΐδη̨: ὃ δ' ὄπισθε μένων παρὰ νηυσὶ θοη̨̃σι
δεξάμενος διὰ παυ̃ρα δασάσκετο, πολλὰ δ' ἔχεσκεν.
ἄλλα δ' ἀριστήεσσι δίδου γέρα καὶ βασιλευ̃σι:
τοι̃σι μὲν ἔμπεδα κει̃ται, ἐμευ̃ δ' ἀπὸ μούνου 'Αχαιω̃ν
εἵλετ', ἔχει δ' ἄλοχον θυμαρέα: τη̨̃ παριαύων
τερπέσθω. τί δὲ δει̃ πολεμιζέμεναι Τρώεσσιν
'Αργείουσ; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ' ἀγείρας
'Ατρεΐδησ; ἠ̃ οὐχ 'Ελένης ἕνεκ' ἠϋκόμοιο;
ἠ̃ μου̃νοι φιλέουσ' ἀλόχους μερόπων ἀνθρώπων
'Ατρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων
τὴν αὐτου̃ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν
ἐκ θυμου̃ φίλεον δουρικτητήν περ ἐου̃σαν.
νυ̃ν δ' ἐπεὶ ἐκ χειρω̃ν γέρας εἵλετο καί μ' ἀπάτησε
μή μευ πειράτω εὐ̃ εἰδότοσ: οὐδέ με πείσει.
ἀλλ' 'Οδυσευ̃ σὺν σοί τε καὶ ἄλλοισιν βασιλευ̃σι
φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πυ̃ρ.
ἠ̃ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμει̃ο,
καὶ δὴ τει̃χος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ' αὐτω̨̃
εὐρει̃αν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν:
ἀλλ' οὐδ' ὡ̃ς δύναται σθένος 'Έκτορος ἀνδροφόνοιο
ἴσχειν: ὄφρα δ' ἐγὼ μετ' 'Αχαιοι̃σιν πολέμιζον
οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν 'Έκτωρ,
ἀλλ' ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν:
ἔνθά ποτ' οἰ̃ον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.
νυ̃ν δ' ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν 'Έκτορι δίω̨
αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πα̃σι θεοι̃σι
νηήσας εὐ̃ νη̃ασ, ἐπὴν ἅλα δὲ προερύσσω,
ὄψεαι, αἴ κ' ἐθέλη̨σθα καὶ αἴ κέν τοι τὰ μεμήλη̨,
ἠ̃ρι μάλ' 'Ελλήσποντον ἐπ' ἰχθυόεντα πλεούσας
νη̃ας ἐμάσ, ἐν δ' ἄνδρας ἐρεσσέμεναι μεμαω̃τασ:
εἰ δέ κεν εὐπλοίην δώη̨ κλυτὸς ἐννοσίγαιος
ἤματί κε τριτάτω̨ Φθίην ἐρίβωλον ἱκοίμην.
ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων:
ἄλλον δ' ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν
ἠδὲ γυναι̃κας ἐϋζώνους πολιόν τε σίδηρον
ἄξομαι, ἅσσ' ἔλαχόν γε: γέρας δέ μοι, ὅς περ ἔδωκεν,
αὐ̃τις ἐφυβρίζων ἕλετο κρείων 'Αγαμέμνων
'Ατρεΐδησ: τω̨̃ πάντ' ἀγορευέμεν ὡς ἐπιτέλλω
ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται 'Αχαιοὶ
εἴ τινά που Δαναω̃ν ἔτι ἔλπεται ἐξαπατήσειν
αἰὲν ἀναιδείην ἐπιειμένοσ: οὐδ' ἂν ἔμοιγε
τετλαίη κύνεός περ ἐὼν εἰς ὠ̃πα ἰδέσθαι:
οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον:
ἐκ γὰρ δή μ' ἀπάτησε καὶ ἤλιτεν: οὐδ' ἂν ἔτ' αὐ̃τις
ἐξαπάφοιτ' ἐπέεσσιν: ἅλις δέ οἱ: ἀλλὰ ἕκηλος
ἐρρέτω: ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύσ.
ἐχθρὰ δέ μοι του̃ δω̃ρα, τίω δέ μιν ἐν καρὸς αἴση̨.
οὐδ' εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη
ὅσσά τέ οἱ νυ̃ν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,
οὐδ' ὅσ' ἐς 'Ορχομενὸν ποτινίσεται, οὐδ' ὅσα Θήβας
Αἰγυπτίασ, ὅθι πλει̃στα δόμοις ἐν κτήματα κει̃ται,
αἵ θ' ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ' ἀν' ἑκάστας
ἀνέρες ἐξοιχνευ̃σι σὺν ἵπποισιν καὶ ὄχεσφιν:
οὐδ' εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,
οὐδέ κεν ὡ̃ς ἔτι θυμὸν ἐμὸν πείσει' 'Αγαμέμνων
πρίν γ' ἀπὸ πα̃σαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
κούρην δ' οὐ γαμέω 'Αγαμέμνονος 'Ατρεΐδαο,
οὐδ' εἰ χρυσείη̨ 'Αφροδίτη̨ κάλλος ἐρίζοι,
ἔργα δ' 'Αθηναίη̨ γλαυκώπιδι ἰσοφαρίζοι:
οὐδέ μιν ὡ̃ς γαμέω: ὃ δ' 'Αχαιω̃ν ἄλλον ἑλέσθω,
ὅς τις οἱ̃ τ' ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.
ἢν γὰρ δή με σαω̃σι θεοὶ καὶ οἴκαδ' ἵκωμαι,
Πηλεύς θήν μοι ἔπειτα γυναι̃κά γε μάσσεται αὐτόσ.
πολλαὶ 'Αχαιΐδες εἰσὶν ἀν' 'Ελλάδα τε Φθίην τε
κου̃ραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,
τάων ἥν κ' ἐθέλωμι φίλην ποιήσομ' ἄκοιτιν.
ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ
γήμαντα μνηστὴν ἄλοχον ἐϊκυι̃αν ἄκοιτιν
κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύσ:
οὐ γὰρ ἐμοὶ ψυχη̃ς ἀντάξιον οὐδ' ὅσα φασὶν
'Ίλιον ἐκτη̃σθαι εὐ̃ ναιόμενον πτολίεθρον
τὸ πρὶν ἐπ' εἰρήνησ, πρὶν ἐλθει̃ν υἱ̃ας 'Αχαιω̃ν,
οὐδ' ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
Φοίβου 'Απόλλωνος Πυθοι̃ ἔνι πετρηέσση̨.
ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μη̃λα,
κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,
ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθει̃ν οὔτε λεϊστὴ
οὔθ' ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.
μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα
διχθαδίας κη̃ρας φερέμεν θανάτοιο τέλος δέ.
εἰ μέν κ' αὐ̃θι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,
ὤλετο μέν μοι νόστοσ, ἀτὰρ κλέος ἄφθιτον ἔσται:
εἰ δέ κεν οἴκαδ' ἵκωμι φίλην ἐς πατρίδα γαι̃αν,
ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν
ἔσσεται, οὐδέ κέ μ' ὠ̃κα τέλος θανάτοιο κιχείη.
καὶ δ' ἂν τοι̃ς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
οἴκαδ' ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
'Ιλίου αἰπεινη̃σ: μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
χει̃ρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
ἀλλ' ὑμει̃ς μὲν ἰόντες ἀριστήεσσιν 'Αχαιω̃ν
ἀγγελίην ἀπόφασθε: τὸ γὰρ γέρας ἐστὶ γερόντων:
ὄφρ' ἄλλην φράζωνται ἐνὶ φρεσὶ μη̃τιν ἀμείνω,
ἥ κέ σφιν νη̃άς τε σαω̨̃ καὶ λαὸν 'Αχαιω̃ν
νηυσὶν ἔπι γλαφυρη̨̃σ, ἐπεὶ οὔ σφισιν ἡ̃δέ γ' ἑτοίμη
ἣν νυ̃ν ἐφράσσαντο ἐμευ̃ ἀπομηνίσαντοσ:
Φοι̃νιξ δ' αὐ̃θι παρ' ἄμμι μένων κατακοιμηθήτω,
ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται
αὔριον ἢν ἐθέλη̨σιν: ἀνάγκη̨ δ' οὔ τί μιν ἄξω.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃
μυ̃θον ἀγασσάμενοι: μάλα γὰρ κρατερω̃ς ἀπέειπεν:
ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοι̃νιξ
δάκρυ' ἀναπρήσασ: περὶ γὰρ δίε νηυσὶν 'Αχαιω̃ν:
εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ' 'Αχιλλευ̃
βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοη̨̃σι
πυ̃ρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμω̨̃,
πω̃ς ἂν ἔπειτ' ἀπὸ σει̃ο φίλον τέκος αὐ̃θι λιποίμην
οἰ̃οσ; σοὶ δέ μ' ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς
ἤματι τω̨̃ ὅτε σ' ἐκ Φθίης 'Αγαμέμνονι πέμπε
νήπιον οὔ πω εἰδόθ' ὁμοιΐου πολέμοιο
οὐδ' ἀγορέων, ἵνα τ' ἄνδρες ἀριπρεπέες τελέθουσι.
τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,
μύθων τε ῥητη̃ρ' ἔμεναι πρηκτη̃ρά τε ἔργων.
ὡς ἂν ἔπειτ' ἀπὸ σει̃ο φίλον τέκος οὐκ ἐθέλοιμι
λείπεσθ', οὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς
γη̃ρας ἀποξύσας θήσειν νέον ἡβώοντα,
οἱ̃ον ὅτε πρω̃τον λίπον 'Ελλάδα καλλιγύναικα
φεύγων νείκεα πατρὸς 'Αμύντορος 'Ορμενίδαο,
ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,
τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δ' ἄκοιτιν
μητέρ' ἐμήν: ἣ δ' αἰὲν ἐμὲ λισσέσκετο γούνων
παλλακίδι προμιγη̃ναι, ἵν' ἐχθήρειε γέροντα.
τη̨̃ πιθόμην καὶ ἔρεξα: πατὴρ δ' ἐμὸς αὐτίκ' ὀϊσθεὶς
πολλὰ κατηρα̃το, στυγερὰς δ' ἐπεκέκλετ' 'Ερινυ̃σ,
μή ποτε γούνασιν οἱ̃σιν ἐφέσσεσθαι φίλον υἱὸν
ἐξ ἐμέθεν γεγαω̃τα: θεοὶ δ' ἐτέλειον ἐπαρὰς
Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.
ἔνθ' ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ' ἐν φρεσὶ θυμὸς
πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφα̃σθαι.
ἠ̃ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες
αὐτου̃ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,
πολλὰ δὲ ἴφια μη̃λα καὶ εἰλίποδας ἕλικας βου̃ς
ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφη̨̃
εὑόμενοι τανύοντο διὰ φλογὸς 'Ηφαίστοιο,
πολλὸν δ' ἐκ κεράμων μέθυ πίνετο τοι̃ο γέροντοσ.
εἰνάνυχες δέ μοι ἀμφ' αὐτω̨̃ παρὰ νύκτας ἴαυον:
οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτ' ἔσβη
πυ̃ρ, ἕτερον μὲν ὑπ' αἰθούση̨ εὐερκέος αὐλη̃σ,
ἄλλο δ' ἐνὶ προδόμω̨, πρόσθεν θαλάμοιο θυράων.
ἀλλ' ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,
καὶ τότ' ἐγὼ θαλάμοιο θύρας πυκινω̃ς ἀραρυίας
ῥήξας ἐξη̃λθον, καὶ ὑπέρθορον ἑρκίον αὐλη̃ς
ῥει̃α, λαθὼν φύλακάς τ' ἄνδρας δμω̨άς τε γυναι̃κασ.
φευ̃γον ἔπειτ' ἀπάνευθε δι' 'Ελλάδος εὐρυχόροιο,
Φθίην δ' ἐξικόμην ἐριβώλακα μητέρα μήλων
ἐς Πηλη̃α ἄναχθ': ὃ δέ με πρόφρων ὑπέδεκτο,
καί μ' ἐφίλησ' ὡς εἴ τε πατὴρ ὃν παι̃δα φιλήση̨
μου̃νον τηλύγετον πολλοι̃σιν ἐπὶ κτεάτεσσι,
καί μ' ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν:
ναι̃ον δ' ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.
καί σε τοσου̃τον ἔθηκα θεοι̃ς ἐπιείκελ' 'Αχιλλευ̃,
ἐκ θυμου̃ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ' ἄλλω̨
οὔτ' ἐς δαι̃τ' ἰέναι οὔτ' ἐν μεγάροισι πάσασθαι,
πρίν γ' ὅτε δή σ' ἐπ' ἐμοι̃σιν ἐγὼ γούνεσσι καθίσσας
ὄψου τ' ἄσαιμι προταμὼν καὶ οἰ̃νον ἐπισχών.
πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτω̃να
οἴνου ἀποβλύζων ἐν νηπιέη̨ ἀλεγεινη̨̃.
ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον
ἐξ ἐμευ̃: ἀλλὰ σὲ παι̃δα θεοι̃ς ἐπιείκελ' 'Αχιλλευ̃
ποιεύμην, ἵνα μοί ποτ' ἀεικέα λοιγὸν ἀμύνη̨σ.
ἀλλ' 'Αχιλευ̃ δάμασον θυμὸν μέγαν: οὐδέ τί σε χρὴ
νηλεὲς ἠ̃τορ ἔχειν: στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,
τω̃ν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.
καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλη̨̃ς ἀγανη̨̃σι
λοιβη̨̃ τε κνίση̨ τε παρατρωπω̃σ' ἄνθρωποι
λισσόμενοι, ὅτε κέν τις ὑπερβήη̨ καὶ ἁμάρτη̨.
καὶ γάρ τε λιταί εἰσι Διὸς κου̃ραι μεγάλοιο
χωλαί τε ῥυσαί τε παραβλω̃πές τ' ὀφθαλμώ,
αἵ ῥά τε καὶ μετόπισθ' ἄτης ἀλέγουσι κιου̃σαι.
ἣ δ' ἄτη σθεναρή τε καὶ ἀρτίποσ, οὕνεκα πάσας
πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πα̃σαν ἐπ' αἰ̃αν
βλάπτουσ' ἀνθρώπουσ: αἳ δ' ἐξακέονται ὀπίσσω.
ὃς μέν τ' αἰδέσεται κούρας Διὸς ἀ̃σσον ἰούσασ,
τὸν δὲ μέγ' ὤνησαν καί τ' ἔκλυον εὐχομένοιο:
ὃς δέ κ' ἀνήνηται καί τε στερεω̃ς ἀποείπη̨,
λίσσονται δ' ἄρα ταί γε Δία Κρονίωνα κιου̃σαι
τω̨̃ ἄτην ἅμ' ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίση̨.
ἀλλ' 'Αχιλευ̃ πόρε καὶ σὺ Διὸς κούρη̨σιν ἕπεσθαι
τιμήν, ἥ τ' ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλω̃ν.
εἰ μὲν γὰρ μὴ δω̃ρα φέροι τὰ δ' ὄπισθ' ὀνομάζοι
'Ατρεΐδησ, ἀλλ' αἰὲν ἐπιζαφελω̃ς χαλεπαίνοι,
οὐκ ἂν ἔγωγέ σε μη̃νιν ἀπορρίψαντα κελοίμην
'Αργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπησ:
νυ̃ν δ' ἅμα τ' αὐτίκα πολλὰ διδοι̃ τὰ δ' ὄπισθεν ὑπέστη,
ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους
κρινάμενος κατὰ λαὸν 'Αχαιϊκόν, οἵ τε σοὶ αὐτω̨̃
φίλτατοι 'Αργείων: τω̃ν μὴ σύ γε μυ̃θον ἐλέγξη̨ς
μηδὲ πόδασ: πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολω̃σθαι.
οὕτω καὶ τω̃ν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρω̃ν
ἡρώων, ὅτε κέν τιν' ἐπιζάφελος χόλος ἵκοι:
δωρητοί τε πέλοντο παράρρητοί τ' ἐπέεσσι.
μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε
ὡς ἠ̃ν: ἐν δ' ὑμι̃ν ἐρέω πάντεσσι φίλοισι.
Κουρη̃τές τ' ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι
ἀμφὶ πόλιν Καλυδω̃να καὶ ἀλλήλους ἐνάριζον,
Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδω̃νος ἐραννη̃σ,
Κουρη̃τες δὲ διαπραθέειν μεμαω̃τες 'Άρηϊ.
καὶ γὰρ τοι̃σι κακὸν χρυσόθρονος 'Άρτεμις ὠ̃ρσε
χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνω̨̃ ἀλωη̃ς
Οἰνεὺς ῥέξ': ἄλλοι δὲ θεοὶ δαίνυνθ' ἑκατόμβασ,
οἴη̨ δ' οὐκ ἔρρεξε Διὸς κούρη̨ μεγάλοιο.
ἢ λάθετ' ἢ οὐκ ἐνόησεν: ἀάσατο δὲ μέγα θυμω̨̃.
ἣ δὲ χολωσαμένη δι̃ον γένος ἰοχέαιρα
ὠ̃ρσεν ἔπι χλούνην συ̃ν ἄγριον ἀργιόδοντα,
ὃς κακὰ πόλλ' ἕρδεσκεν ἔθων Οἰνη̃ος ἀλωήν:
πολλὰ δ' ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ
αὐτη̨̃σιν ῥίζη̨σι καὶ αὐτοι̃ς ἄνθεσι μήλων.
τὸν δ' υἱὸς Οἰνη̃ος ἀπέκτεινεν Μελέαγρος
πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας
καὶ κύνασ: οὐ μὲν γάρ κε δάμη παύροισι βροτοι̃σι:
τόσσος ἔην, πολλοὺς δὲ πυρη̃ς ἐπέβησ' ἀλεγεινη̃σ.
ἣ δ' ἀμφ' αὐτω̨̃ θη̃κε πολὺν κέλαδον καὶ ἀϋτὴν
ἀμφὶ συὸς κεφαλη̨̃ καὶ δέρματι λαχνήεντι,
Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλω̃ν μεγαθύμων.
ὄφρα μὲν οὐ̃ν Μελέαγρος ἄρηι φίλος πολέμιζε,
τόφρα δὲ Κουρήτεσσι κακω̃ς ἠ̃ν, οὐδὲ δύναντο
τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντεσ:
ἀλλ' ὅτε δὴ Μελέαγρον ἔδυ χόλοσ, ὅς τε καὶ ἄλλων
οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,
ἤτοι ὃ μητρὶ φίλη̨ 'Αλθαίη̨ χωόμενος κη̃ρ
κει̃το παρὰ μνηστη̨̃ ἀλόχω̨ καλη̨̃ Κλεοπάτρη̨
κούρη̨ Μαρπήσσης καλλισφύρου Εὐηνίνης
'Ίδεώ θ', ὃς κάρτιστος ἐπιχθονίων γένετ' ἀνδρω̃ν
τω̃ν τότε: καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον
Φοίβου 'Απόλλωνος καλλισφύρου εἵνεκα νύμφησ,
τὴν δὲ τότ' ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ
'Αλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκ' ἄρ' αὐτη̃ς
μήτηρ ἀλκυόνος πολυπενθέος οἰ̃τον ἔχουσα
κλαι̃εν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοι̃βος 'Απόλλων:
τη̨̃ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων
ἐξ ἀρέων μητρὸς κεχολωμένοσ, ἥ ῥα θεοι̃σι
πόλλ' ἀχέουσ' ἠρα̃το κασιγνήτοιο φόνοιο,
πολλὰ δὲ καὶ γαι̃αν πολυφόρβην χερσὶν ἀλοία
κικλήσκουσ' 'Αΐδην καὶ ἐπαινὴν Περσεφόνειαν
πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,
παιδὶ δόμεν θάνατον: τη̃ς δ' ἠεροφοι̃τις 'Ερινὺς
ἔκλυεν ἐξ 'Ερέβεσφιν ἀμείλιχον ἠ̃τορ ἔχουσα.
τω̃ν δὲ τάχ' ἀμφὶ πύλας ὅμαδος καὶ δου̃πος ὀρώρει
πύργων βαλλομένων: τὸν δὲ λίσσοντο γέροντες
Αἰτωλω̃ν, πέμπον δὲ θεω̃ν ἱερη̃ας ἀρίστουσ,
ἐξελθει̃ν καὶ ἀμυ̃ναι ὑποσχόμενοι μέγα δω̃ρον:
ὁππόθι πιότατον πεδίον Καλυδω̃νος ἐραννη̃σ,
ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι
πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,
ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.
πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς
οὐδου̃ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο
σείων κολλητὰς σανίδας γουνούμενος υἱόν:
πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ
ἐλλίσσονθ': ὃ δὲ μα̃λλον ἀναίνετο: πολλὰ δ' ἑται̃ροι,
οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἠ̃σαν ἁπάντων:
ἀλλ' οὐδ' ὡ̃ς του̃ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,
πρίν γ' ὅτε δὴ θάλαμος πύκ' ἐβάλλετο, τοὶ δ' ἐπὶ πύργων
βαι̃νον Κουρη̃τες καὶ ἐνέπρηθον μέγα ἄστυ.
καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις
λίσσετ' ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα
κήδε', ὅσ' ἀνθρώποισι πέλει τω̃ν ἄστυ ἁλώη̨:
ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πυ̃ρ ἀμαθύνει,
τέκνα δέ τ' ἄλλοι ἄγουσι βαθυζώνους τε γυναι̃κασ.
του̃ δ' ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,
βη̃ δ' ἰέναι, χροὶ̈ δ' ἔντε' ἐδύσετο παμφανόωντα.
ὣς ὃ μὲν Αἰτωλοι̃σιν ἀπήμυνεν κακὸν ἠ̃μαρ
εἴξας ὡ̨̃ θυμω̨̃: τω̨̃ δ' οὐκέτι δω̃ρα τέλεσσαν
πολλά τε καὶ χαρίεντα, κακὸν δ' ἤμυνε καὶ αὔτωσ.
ἀλλὰ σὺ μή μοι ταυ̃τα νόει φρεσί, μὴ δέ σε δαίμων
ἐνταυ̃θα τρέψειε φίλοσ: κάκιον δέ κεν εἴη
νηυσὶν καιομένη̨σιν ἀμυνέμεν: ἀλλ' ἐπὶ δώρων
ἔρχεο: ἰ̃σον γάρ σε θεω̨̃ τίσουσιν 'Αχαιοί.
εἰ δέ κ' ἄτερ δώρων πόλεμον φθισήνορα δύη̨ς
οὐκέθ' ὁμω̃ς τιμη̃ς ἔσεαι πόλεμόν περ ἀλαλκών,

   Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
Φοι̃νιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης
χρεὼ τιμη̃σ: φρονέω δὲ τετιμη̃σθαι Διὸς αἴση̨,
ἥ μ' ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κ' ἀϋτμὴ
ἐν στήθεσσι μένη̨ καί μοι φίλα γούνατ' ὀρώρη̨.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο ση̨̃σι:
μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων
'Ατρεΐδη̨ ἥρωϊ φέρων χάριν: οὐδέ τί σε χρὴ
τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ' ἐμὲ κήδη̨:
ἰ̃σον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμη̃σ.
οὑ̃τοι δ' ἀγγελέουσι, σὺ δ' αὐτόθι λέξεο μίμνων
εὐνη̨̃ ἔνι μαλακη̨̃: ἅμα δ' ἠοι̃ φαινομένηφι
φρασσόμεθ' ἤ κε νεώμεθ' ἐφ' ἡμέτερ' ἠ̃ κε μένωμεν.

   ~'Η καὶ Πατρόκλω̨ ὅ γ' ἐπ' ὀφρύσι νευ̃σε σιωπη̨̃
Φοίνικι στορέσαι πυκινὸν λέχοσ, ὄφρα τάχιστα
ἐκ κλισίης νόστοιο μεδοίατο: τοι̃σι δ' ἄρ' Αἴας
ἀντίθεος Τελαμωνιάδης μετὰ μυ̃θον ἔειπε:
διογενὲς Λαερτιάδη πολυμήχαν' 'Οδυσσευ̃
ἴομεν: οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
τη̨̃δέ γ' ὁδω̨̃ κρανέεσθαι: ἀπαγγει̃λαι δὲ τάχιστα
χρὴ μυ̃θον Δαναοι̃σι καὶ οὐκ ἀγαθόν περ ἐόντα
οἵ που νυ̃ν ἕαται ποτιδέγμενοι. αὐτὰρ 'Αχιλλεὺς
ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν
σχέτλιοσ, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων
τη̃ς ἡ̨̃ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων
νηλήσ: καὶ μέν τίς τε κασιγνήτοιο φονη̃ος
ποινὴν ἢ οὑ̃ παιδὸς ἐδέξατο τεθνηω̃τοσ:
καί ῥ' ὃ μὲν ἐν δήμω̨ μένει αὐτου̃ πόλλ' ἀποτίσασ,
του̃ δέ τ' ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
ποινὴν δεξαμένω̨: σοὶ δ' ἄληκτόν τε κακόν τε
θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
οἴησ: νυ̃ν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ' ἀρίστασ,
ἄλλά τε πόλλ' ἐπὶ τη̨̃σι: σὺ δ' ἵλαον ἔνθεο θυμόν,
αἴδεσσαι δὲ μέλαθρον: ὑπωρόφιοι δέ τοί εἰμεν
πληθύος ἐκ Δαναω̃ν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων
κήδιστοί τ' ἔμεναι καὶ φίλτατοι ὅσσοι 'Αχαιοί.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
Αἰ̃αν διογενὲς Τελαμώνιε κοίρανε λαω̃ν
πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι:
ἀλλά μοι οἰδάνεται κραδίη χόλω̨ ὁππότε κείνων
μνήσομαι ὥς μ' ἀσύφηλον ἐν 'Αργείοισιν ἔρεξεν
'Ατρεΐδης ὡς εἴ τιν' ἀτίμητον μετανάστην.
ἀλλ' ὑμει̃ς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε:
οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος
πρίν γ' υἱὸν Πριάμοιο δαΐφρονος 'Έκτορα δι̃ον
Μυρμιδόνων ἐπί τε κλισίας καὶ νη̃ας ἱκέσθαι
κτείνοντ' 'Αργείουσ, κατά τε σμυ̃ξαι πυρὶ νη̃ασ.
ἀμφὶ δέ τοι τη̨̃ ἐμη̨̃ κλισίη̨ καὶ νηὶ̈ μελαίνη̨
'Έκτορα καὶ μεμαω̃τα μάχης σχήσεσθαι ὀΐω.

   '`Ως ἔφαθ', οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον
σπείσαντες παρὰ νη̃ας ἴσαν πάλιν: ἠ̃ρχε δ' 'Οδυσσεύσ.
Πάτροκλος δ' ἑτάροισιν ἰδὲ δμωη̨̃σι κέλευσε
Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.
αἳ δ' ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε
κώεά τε ῥη̃γός τε λίνοιό τε λεπτὸν ἄωτον.
ἔνθ' ὃ γέρων κατέλεκτο καὶ ἠω̃ δι̃αν ἔμιμνεν.
αὐτὰρ 'Αχιλλεὺς εὑ̃δε μυχω̨̃ κλισίης εὐπήκτου:
τω̨̃ δ' ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἠ̃γε,
Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρη̨οσ.
Πάτροκλος δ' ἑτέρωθεν ἐλέξατο: πὰρ δ' ἄρα καὶ τω̨̃
~'Ιφις ἐΰζωνοσ, τήν οἱ πόρε δι̃ος 'Αχιλλεὺς
Σκυ̃ρον ἑλὼν αἰπει̃αν 'Ενυη̃ος πτολίεθρον.

   Οἳ δ' ὅτε δὴ κλισίη̨σιν ἐν 'Ατρεΐδαο γένοντο.
τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἱ̃ες 'Αχαιω̃ν
δειδέχατ' ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τ' ἐρέοντο:
πρω̃τος δ' ἐξερέεινεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων:
εἴπ' ἄγε μ' ὠ̃ πολύαιν' 'Οδυσευ̃ μέγα κυ̃δος 'Αχαιω̃ν
ἤ ῥ' ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πυ̃ρ,
ἠ̃ ἀπέειπε, χόλος δ' ἔτ' ἔχει μεγαλήτορα θυμόν;

   Τὸν δ' αὐ̃τε προσέειπε πολύτλας δι̃ος 'Οδυσσεύσ:
'Ατρεΐδη κύδιστε ἄναξ ἀνδρω̃ν 'Αγάμεμνον
κει̃νός γ' οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλ' ἔτι μα̃λλον
πιμπλάνεται μένεοσ, σὲ δ' ἀναίνεται ἠδὲ σὰ δω̃ρα.
αὐτόν σε φράζεσθαι ἐν 'Αργείοισιν ἄνωγεν
ὅππως κεν νη̃άς τε σαω̨̃ς καὶ λαὸν 'Αχαιω̃ν:
αὐτὸς δ' ἠπείλησεν ἅμ' ἠοι̃ φαινομένηφι
νη̃ας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν ἀμφιελίσσασ.
καὶ δ' ἂν τοι̃ς ἄλλοισιν ἔφη παραμυθήσασθαι
οἴκαδ' ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
'Ιλίου αἰπεινη̃σ: μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
χει̃ρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
ὣς ἔφατ': εἰσὶ καὶ οἵδε τάδ' εἰπέμεν, οἵ μοι ἕποντο,
Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.
Φοι̃νιξ δ' αὐ̃θ' ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,
ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται
αὔριον, ἢν ἐθέλη̨σιν: ἀνάγκη̨ δ' οὔ τί μιν ἄξει.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃
μυ̃θον ἀγασσάμενοι: μάλα γὰρ κρατερω̃ς ἀγόρευσε.
δὴν δ' ἄνεω̨ ἠ̃σαν τετιηότες υἱ̃ες 'Αχαιω̃ν:
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδησ:
'Ατρεΐδη κύδιστε ἄναξ ἀνδρω̃ν 'Αγάμεμνον
μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα
μυρία δω̃ρα διδούσ: ὃ δ' ἀγήνωρ ἐστὶ καὶ ἄλλωσ:
νυ̃ν αὐ̃ μιν πολὺ μα̃λλον ἀγηνορίη̨σιν ἐνη̃κασ.
ἀλλ' ἤτοι κει̃νον μὲν ἐάσομεν ἤ κεν ἴη̨σιν
ἠ̃ κε μένη̨: τότε δ' αὐ̃τε μαχήσεται ὁππότε κέν μιν
θυμὸς ἐνὶ στήθεσσιν ἀνώγη̨ καὶ θεὸς ὄρση̨.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντεσ:
νυ̃ν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἠ̃τορ
σίτου καὶ οἴνοιο: τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή:
αὐτὰρ ἐπεί κε φανη̨̃ καλὴ ῥοδοδάκτυλος 'Ηώσ,
καρπαλίμως πρὸ νεω̃ν ἐχέμεν λαόν τε καὶ ἵππους
ὀτρύνων, καὶ δ' αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπή̨νησαν βασιλη̃ες
μυ̃θον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστοσ,
ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δω̃ρον ἕλοντο.