ΙΛΙΑΔΟΣ Κ

'Άλλοι μὲν παρὰ νηυσὶν ἀριστη̃ες Παναχαιω̃ν
εὑ̃δον παννύχιοι μαλακω̨̃ δεδμημένοι ὕπνω̨:
ἀλλ' οὐκ 'Ατρεΐδην 'Αγαμέμνονα ποιμένα λαω̃ν
ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.
ὡς δ' ὅτ' ἂν ἀστράπτη̨ πόσις 'Ήρης ἠϋκόμοιο
τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν
ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρασ,
ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοι̃ο,
ὣς πυκίν' ἐν στήθεσσιν ἀνεστενάχιζ' 'Αγαμέμνων
νειόθεν ἐκ κραδίησ, τρομέοντο δέ οἱ φρένες ἐντόσ.
ἤτοι ὅτ' ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο 'Ιλιόθι πρὸ
αὐλω̃ν συρίγγων τ' ἐνοπὴν ὅμαδόν τ' ἀνθρώπων.
αὐτὰρ ὅτ' ἐς νη̃άς τε ἴδοι καὶ λαὸν 'Αχαιω̃ν,
πολλὰς ἐκ κεφαλη̃ς προθελύμνους ἕλκετο χαίτας
ὑψόθ' ἐόντι Διί, μέγα δ' ἔστενε κυδάλιμον κη̃ρ.
ἡ̃δε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
Νέστορ' ἔπι πρω̃τον Νηλήϊον ἐλθέμεν ἀνδρω̃ν,
εἴ τινά οἱ σὺν μη̃τιν ἀμύμονα τεκτήναιτο,
ἥ τις ἀλεξίκακος πα̃σιν Δαναοι̃σι γένοιτο.
ὀρθωθεὶς δ' ἔνδυνε περὶ στήθεσσι χιτω̃να,
ποσσὶ δ' ὑπὸ λιπαροι̃σιν ἐδήσατο καλὰ πέδιλα,
ἀμφὶ δ' ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
αἴθωνος μεγάλοιο ποδηνεκέσ, εἵλετο δ' ἔγχοσ.

   '`Ως δ' αὔτως Μενέλαον ἔχε τρόμοσ: οὐδὲ γὰρ αὐτω̨̃
ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε: μή τι πάθοιεν
'Αργει̃οι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ' ὑγρὴν
ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντεσ.
παρδαλέη̨ μὲν πρω̃τα μετάφρενον εὐρὺ κάλυψε
ποικίλη̨, αὐτὰρ ἐπὶ στεφάνην κεφαλη̃φιν ἀείρας
θήκατο χαλκείην, δόρυ δ' εἵλετο χειρὶ παχείη̨.
βη̃ δ' ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων
'Αργείων ἤνασσε, θεὸς δ' ὣς τίετο δήμω̨.
τὸν δ' εὑ̃ρ' ἀμφ' ὤμοισι τιθήμενον ἔντεα καλὰ
νηὶ̈ πάρα πρύμνη̨: τω̨̃ δ' ἀσπάσιος γένετ' ἐλθών.
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαοσ:
τίφθ' οὕτως ἠθει̃ε κορύσσεαι; ἠ̃ τιν' ἑταίρων
ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλ' αἰνω̃ς
δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον
ἄνδρας δυσμενέας σκοπιαζέμεν οἰ̃ος ἐπελθὼν
νύκτα δι' ἀμβροσίην: μάλα τις θρασυκάρδιος ἔσται.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων 'Αγαμέμνων:
χρεὼ βουλη̃ς ἐμὲ καὶ σὲ διοτρεφὲς ὠ̃ Μενέλαε
κερδαλέησ, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει
'Αργείους καὶ νη̃ασ, ἐπεὶ Διὸς ἐτράπετο φρήν.
'Εκτορέοις ἄρα μα̃λλον ἐπὶ φρένα θη̃χ' ἱεροι̃σιν:
οὐ γάρ πω ἰδόμην, οὐδ' ἔκλυον αὐδήσαντος
ἄνδρ' ἕνα τοσσάδε μέρμερ' ἐπ' ἤματι μητίσασθαι,
ὅσσ' 'Έκτωρ ἔρρεξε Διὶ̈ φίλος υἱ̃ας 'Αχαιω̃ν
αὔτωσ, οὔτε θεα̃ς υἱὸς φίλος οὔτε θεοι̃ο.
ἔργα δ' ἔρεξ' ὅσα φημὶ μελησέμεν 'Αργείοισι
δηθά τε καὶ δολιχόν: τόσα γὰρ κακὰ μήσατ' 'Αχαιούσ.
ἀλλ' ἴθι νυ̃ν Αἴαντα καὶ 'Ιδομενη̃α κάλεσσον
ῥίμφα θέων παρὰ νη̃ασ: ἐγὼ δ' ἐπὶ Νέστορα δι̃ον
εἰ̃μι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ' ἐθέλη̨σιν
ἐλθει̃ν ἐς φυλάκων ἱερὸν τέλος ἠδ' ἐπιτει̃λαι.
κείνω̨ γάρ κε μάλιστα πιθοίατο: τοι̃ο γὰρ υἱὸς
σημαίνει φυλάκεσσι καὶ 'Ιδομενη̃ος ὀπάων
Μηριόνησ: τοι̃σιν γὰρ ἐπετράπομέν γε μάλιστα.

   Τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαοσ:
πω̃ς γάρ μοι μύθω̨ ἐπιτέλλεαι ἠδὲ κελεύεισ;
αὐ̃θι μένω μετὰ τοι̃σι δεδεγμένος εἰς ὅ κεν ἔλθη̨σ,
ἠ̃ε θέω μετὰ σ' αὐ̃τισ, ἐπὴν εὐ̃ τοι̃ς ἐπιτείλω;

   Τὸν δ' αὐ̃τε προσέειπεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων,
αὐ̃θι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν
ἐρχομένω: πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
φθέγγεο δ' ἡ̨̃ κεν ἴη̨σθα καὶ ἐγρήγορθαι ἄνωχθι
πατρόθεν ἐκ γενεη̃ς ὀνομάζων ἄνδρα ἕκαστον
πάντας κυδαίνων: μηδὲ μεγαλίζεο θυμω̨̃,
ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα: ὡ̃δέ που ἄμμι
Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρει̃αν.

   '`Ως εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὐ̃ ἐπιτείλασ:
αὐτὰρ ὃ βη̃ ῥ' ἰέναι μετὰ Νέστορα ποιμένα λαω̃ν:
τὸν δ' εὑ̃ρεν παρά τε κλισίη̨ καὶ νηὶ̈ μελαίνη̨
εὐνη̨̃ ἔνι μαλακη̨̃: παρὰ δ' ἔντεα ποικίλ' ἔκειτο
ἀσπὶς καὶ δύο δου̃ρε φαεινή τε τρυφάλεια.
πὰρ δὲ ζωστὴρ κει̃το παναίολοσ, ὡ̨̃ ῥ' ὁ γεραιὸς
ζώννυθ' ὅτ' ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρω̨̃.
ὀρθωθεὶς δ' ἄρ' ἐπ' ἀγκω̃νος κεφαλὴν ἐπαείρας
'Ατρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθω̨:
τίς δ' οὑ̃τος κατὰ νη̃ας ἀνὰ στρατὸν ἔρχεαι οἰ̃ος
νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι,
ἠέ τιν' οὐρήων διζήμενοσ, ἤ τιν' ἑταίρων;
φθέγγεο, μηδ' ἀκέων ἐπ' ἔμ' ἔρχεο: τίπτε δέ σε χρεώ;

   Τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων:
ὠ̃ Νέστορ Νηληϊάδη μέγα κυ̃δος 'Αχαιω̃ν
γνώσεαι 'Ατρεΐδην 'Αγαμέμνονα, τὸν περὶ πάντων
Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κ' ἀϋτμὴ
ἐν στήθεσσι μένη̨ καί μοι φίλα γούνατ' ὀρώρη̨.
πλάζομαι ὡ̃δ' ἐπεὶ οὔ μοι ἐπ' ὄμμασι νήδυμος ὕπνος
ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε' 'Αχαιω̃ν.
αἰνω̃ς γὰρ Δαναω̃ν περιδείδια, οὐδέ μοι ἠ̃τορ
ἔμπεδον, ἀλλ' ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
στηθέων ἐκθρώ̨σκει, τρομέει δ' ὑπὸ φαίδιμα γυι̃α.
ἀλλ' εἴ τι δραίνεισ, ἐπεὶ οὐδὲ σέ γ' ὕπνος ἱκάνει,
δευ̃ρ' ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
μὴ τοὶ μὲν καμάτω̨ ἀδηκότες ἠδὲ καὶ ὕπνω̨
κοιμήσωνται, ἀτὰρ φυλακη̃ς ἐπὶ πάγχυ λάθωνται.
δυσμενέες δ' ἄνδρες σχεδὸν εἵαται: οὐδέ τι ἴδμεν
μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.

   Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
'Ατρεΐδη κύδιστε ἄναξ ἀνδρω̃ν 'Αγάμεμνον
οὔ θην 'Έκτορι πάντα νοήματα μητίετα Ζεὺς
ἐκτελέει, ὅσα πού νυν ἐέλπεται: ἀλλά μιν οἴω
κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν 'Αχιλλεὺς
ἐκ χόλου ἀργαλέοιο μεταστρέψη̨ φίλον ἠ̃τορ.
σοὶ δὲ μάλ' ἕψομ' ἐγώ: ποτὶ δ' αὐ̃ καὶ ἐγείρομεν ἄλλους
ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδ' 'Οδυση̃α
ἠδ' Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
ἀλλ' εἴ τις καὶ του̃σδε μετοιχόμενος καλέσειεν
ἀντίθεόν τ' Αἴαντα καὶ 'Ιδομενη̃α ἄνακτα:
τω̃ν γὰρ νη̃ες ἔασιν ἑκαστάτω, οὐδὲ μάλ' ἐγγύσ.
ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοι̃ον Μενέλαον
νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδ' ἐπικεύσω
ὡς εὕδει, σοὶ δ' οἴω̨ ἐπέτρεψεν πονέεσθαι.
νυ̃ν ὄφελεν κατὰ πάντας ἀριστη̃ας πονέεσθαι
λισσόμενοσ: χρειὼ γὰρ ἱκάνεται οὐκέτ' ἀνεκτόσ.

   Τὸν δ' αὐ̃τε προσέειπεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων:
ὠ̃ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα:
πολλάκι γὰρ μεθιει̃ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
οὔτ' ὄκνω̨ εἴκων οὔτ' ἀφραδίη̨σι νόοιο,
ἀλλ' ἐμέ τ' εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
νυ̃ν δ' ἐμέο πρότερος μάλ' ἐπέγρετο καί μοι ἐπέστη:
τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλα̨̃σ.
ἀλλ' ἴομεν: κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
ἐν φυλάκεσσ', ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.

   Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδ' ἀπιθήσει
'Αργείων, ὅτε κέν τιν' ἐποτρύνη̨ καὶ ἀνώγη̨.

   '`Ως εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτω̃να,
ποσσὶ δ' ὑπὸ λιπαροι̃σιν ἐδήσατο καλὰ πέδιλα,
ἀμφὶ δ' ἄρα χλαι̃ναν περονήσατο φοινικόεσσαν
διπλη̃ν ἐκταδίην, οὔλη δ' ἐπενήνοθε λάχνη.
εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκω̨̃,
βη̃ δ' ἰέναι κατὰ νη̃ας 'Αχαιω̃ν χαλκοχιτώνων.
πρω̃τον ἔπειτ' 'Οδυση̃α Διὶ μη̃τιν ἀτάλαντον
ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
φθεγξάμενοσ: τὸν δ' αἰ̃ψα περὶ φρένας ἤλυθ' ἰωή,
ἐκ δ' ἠ̃λθε κλισίης καί σφεας πρὸς μυ̃θον ἔειπε:
τίφθ' οὕτω κατὰ νη̃ας ἀνὰ στρατὸν οἰ̃οι ἀλα̃σθε
νύκτα δι' ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;

   Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
διογενὲς Λαερτιάδη πολυμήχαν' 'Οδυσσευ̃
μὴ νεμέσα: τοι̃ον γὰρ ἄχος βεβίηκεν 'Αχαιούσ.
ἀλλ' ἕπε', ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ' ἐπέοικε
βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.

   '`Ως φάθ', ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις 'Οδυσσεὺς
ποικίλον ἀμφ' ὤμοισι σάκος θέτο, βη̃ δὲ μετ' αὐτούσ.
βὰν δ' ἐπὶ Τυδεΐδην Διομήδεα: τὸν δὲ κίχανον
ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν: ἀμφὶ δ' ἑται̃ροι
εὑ̃δον, ὑπὸ κρασὶν δ' ἔχον ἀσπίδασ: ἔγχεα δέ σφιν
ὄρθ' ἐπὶ σαυρωτη̃ρος ἐλήλατο, τη̃λε δὲ χαλκὸς
λάμφ' ὥς τε στεροπὴ πατρὸς Διόσ: αὐτὰρ ὅ γ' ἥρως
εὑ̃δ', ὑπὸ δ' ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,
αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινόσ.
τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
λὰξ ποδὶ κινήσασ, ὄτρυνέ τε νείκεσέ τ' ἄντην:
ἔγρεο Τυδέος υἱέ: τί πάννυχον ὕπνον ἀωτει̃σ;
οὐκ ἀΐεις ὡς Τρω̃ες ἐπὶ θρωσμω̨̃ πεδίοιο
εἵαται ἄγχι νεω̃ν, ὀλίγος δ' ἔτι χω̃ρος ἐρύκει;

   '`Ως φάθ', ὃ δ' ἐξ ὕπνοιο μάλα κραιπνω̃ς ἀνόρουσε,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
σχέτλιός ἐσσι γεραιέ: σὺ μὲν πόνου οὔ ποτε λήγεισ.
οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἱ̃ες 'Αχαιω̃ν
οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
πάντη̨ ἐποιχόμενοι; σὺ δ' ἀμήχανός ἐσσι γεραιέ.

   Τὸν δ' αὐ̃τε προσέειπε Γερήνιος ἱππότα Νέστωρ:
ναὶ δὴ ταυ̃τά γε πάντα φίλος κατὰ μοι̃ραν ἔειπεσ.
εἰσὶν μέν μοι παι̃δες ἀμύμονεσ, εἰσὶ δὲ λαοὶ
καὶ πολέεσ, τω̃ν κέν τις ἐποιχόμενος καλέσειεν:
ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν 'Αχαιούσ.
νυ̃ν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυρου̃ ἵσταται ἀκμη̃ς
ἢ μάλα λυγρὸς ὄλεθρος 'Αχαιοι̃ς ἠὲ βιω̃ναι.
ἀλλ' ἴθι νυ̃ν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν
ἄνστησον: σὺ γάρ ἐσσι νεώτεροσ: εἴ μ' ἐλεαίρεισ.

   '`Ως φάθ', ὃ δ' ἀμφ' ὤμοισιν ἑέσσατο δέρμα λέοντος
αἴθωνος μεγάλοιο ποδηνεκέσ, εἵλετο δ' ἔγχοσ.
βη̃ δ' ἰέναι, τοὺς δ' ἔνθεν ἀναστήσας ἄγεν ἥρωσ.

   Οἳ δ' ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,
οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὑ̃ρον,
ἀλλ' ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντεσ.
ὡς δὲ κύνες περὶ μη̃λα δυσωρήσωνται ἐν αὐλη̨̃
θηρὸς ἀκούσαντες κρατερόφρονοσ, ὅς τε καθ' ὕλην
ἔρχηται δι' ὄρεσφι: πολὺς δ' ὀρυμαγδὸς ἐπ' αὐτω̨̃
ἀνδρω̃ν ἠδὲ κυνω̃ν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν:
ὣς τω̃ν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
νύκτα φυλασσομένοισι κακήν: πεδίον δὲ γὰρ αἰεὶ
τετράφαθ', ὁππότ' ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
τοὺς δ' ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθω̨
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
οὕτω νυ̃ν φίλα τέκνα φυλάσσετε: μηδέ τιν' ὕπνος
αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.

   '`Ως εἰπὼν τάφροιο διέσσυτο: τοὶ δ' ἅμ' ἕποντο
'Αργείων βασιλη̃ες ὅσοι κεκλήατο βουλήν.
τοι̃ς δ' ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
ἤϊσαν: αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
τάφρον δ' ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
ἐν καθαρω̨̃, ὅθι δὴ νεκύων διεφαίνετο χω̃ρος
πιπτόντων: ὅθεν αὐ̃τις ἀπετράπετ' ὄβριμος 'Έκτωρ
ὀλλὺς 'Αργείουσ, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
ἔνθα καθεζόμενοι ἔπε' ἀλλήλοισι πίφαυσκον:
τοι̃σι δὲ μύθων ἠ̃ρχε Γερήνιος ἱππότα Νέστωρ:
ὠ̃ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ' ἑω̨̃ αὐτου̃
θυμω̨̃ τολμήεντι μετὰ Τρω̃ας μεγαθύμους
ἐλθει̃ν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,
ἤ τινά που καὶ φη̃μιν ἐνὶ Τρώεσσι πύθοιτο,
ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
αὐ̃θι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἠ̃ε πόλιν δὲ
ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ' 'Αχαιούσ.
ταυ̃τά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
ἀσκηθήσ: μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
πάντας ἐπ' ἀνθρώπουσ, καί οἱ δόσις ἔσσεται ἐσθλή:
ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι
τω̃ν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν
θη̃λυν ὑπόρρηνον: τη̨̃ μὲν κτέρας οὐδὲν ὁμοι̃ον,
αἰεὶ δ' ἐν δαίτη̨σι καὶ εἰλαπίνη̨σι παρέσται.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃.
τοι̃σι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδησ:
Νέστορ ἔμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
ἀνδρω̃ν δυσμενέων δυ̃ναι στρατὸν ἐγγὺς ἐόντων
Τρώων: ἀλλ' εἴ τίς μοι ἀνὴρ ἅμ' ἕποιτο καὶ ἄλλος
μα̃λλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.
σύν τε δύ' ἐρχομένω καί τε πρὸ ὃ του̃ ἐνόησεν
ὅππως κέρδος ἔη̨: μου̃νος δ' εἴ πέρ τε νοήση̨
ἀλλά τέ οἱ βράσσων τε νόοσ, λεπτὴ δέ τε μη̃τισ.

   '`Ως ἔφαθ', οἳ δ' ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
ἠθελέτην Αἴαντε δύω θεράποντες 'Άρηοσ,
ἤθελε Μηριόνησ, μάλα δ' ἤθελε Νέστορος υἱόσ,
ἤθελε δ' 'Ατρεΐδης δουρικλειτὸς Μενέλαοσ,
ἤθελε δ' ὁ τλήμων 'Οδυσεὺς καταδυ̃ναι ὅμιλον
Τρώων: αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
τοι̃σι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων:
Τυδεΐδη Διόμηδες ἐμω̨̃ κεχαρισμένε θυμω̨̃
τὸν μὲν δὴ ἕταρόν γ' αἱρήσεαι ὅν κ' ἐθέλη̨σθα,
φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
μηδὲ σύ γ' αἰδόμενος ση̨̃σι φρεσὶ τὸν μὲν ἀρείω
καλλείπειν, σὺ δὲ χείρον' ὀπάσσεαι αἰδοι̃ εἴκων
ἐς γενεὴν ὁρόων, μηδ' εἰ βασιλεύτερός ἐστιν.

   '`Ως ἔφατ', ἔδεισεν δὲ περὶ ξανθω̨̃ Μενελάω̨.
τοι̃ς δ' αὐ̃τις μετέειπε βοὴν ἀγαθὸς Διομήδησ:
εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ' αὐτὸν ἑλέσθαι,
πω̃ς ἂν ἔπειτ' 'Οδυση̃ος ἐγὼ θείοιο λαθοίμην,
οὑ̃ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ
ἐν πάντεσσι πόνοισι, φιλει̃ δέ ἑ Παλλὰς 'Αθήνη.
τούτου γ' ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο
ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοη̃σαι.

   Τὸν δ' αὐ̃τε προσέειπε πολύτλας δι̃ος 'Οδυσσεύσ:
Τυδεΐδη μήτ' ἄρ με μάλ' αἴνεε μήτέ τι νείκει:
εἰδόσι γάρ τοι ταυ̃τα μετ' 'Αργείοις ἀγορεύεισ.
ἀλλ' ἴομεν: μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ' ἠώσ,
ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ
τω̃ν δύο μοιράων, τριτάτη δ' ἔτι μοι̃ρα λέλειπται.

   '`Ως εἰπόνθ' ὅπλοισιν ἔνι δεινοι̃σιν ἐδύτην.
Τυδεΐδη̨ μὲν δω̃κε μενεπτόλεμος Θρασυμήδης
φάσγανον ἄμφηκεσ: τὸ δ' ἑὸν παρὰ νηὶ̈ λέλειπτο:
καὶ σάκοσ: ἀμφὶ δέ οἱ κυνέην κεφαλη̃φιν ἔθηκε
ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καται̃τυξ
κέκληται, ῥύεται δὲ κάρη θαλερω̃ν αἰζηω̃ν.
Μηριόνης δ' 'Οδυση̃ϊ δίδου βιὸν ἠδὲ φαρέτρην
καὶ ξίφοσ, ἀμφὶ δέ οἱ κυνέην κεφαλη̃φιν ἔθηκε
ῥινου̃ ποιητήν: πολέσιν δ' ἔντοσθεν ἱμα̃σιν
ἐντέτατο στερεω̃σ: ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα
εὐ̃ καὶ ἐπισταμένωσ: μέσση̨ δ' ἐνὶ πι̃λος ἀρήρει.
τήν ῥά ποτ' ἐξ 'Ελεω̃νος 'Αμύντορος 'Ορμενίδαο
ἐξέλετ' Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσασ,
Σκάνδειαν δ' ἄρα δω̃κε Κυθηρίω̨ 'Αμφιδάμαντι:
'Αμφιδάμας δὲ Μόλω̨ δω̃κε ξεινήϊον εἰ̃ναι,
αὐτὰρ ὃ Μηριόνη̨ δω̃κεν ὡ̨̃ παιδὶ φορη̃ναι:
δὴ τότ' 'Οδυσση̃ος πύκασεν κάρη ἀμφιτεθει̃σα.

   Τὼ δ' ἐπεὶ οὐ̃ν ὅπλοισιν ἔνι δεινοι̃σιν ἐδύτην,
βάν ῥ' ἰέναι, λιπέτην δὲ κατ' αὐτόθι πάντας ἀρίστουσ.
τοι̃σι δὲ δεξιὸν ἡ̃κεν ἐρωδιὸν ἐγγὺς ὁδοι̃ο
Παλλὰς 'Αθηναίη: τοὶ δ' οὐκ ἴδον ὀφθαλμοι̃σι
νύκτα δι' ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
χαι̃ρε δὲ τω̨̃ ὄρνιθ' 'Οδυσεύσ, ἠρα̃το δ' 'Αθήνη̨:
κλυ̃θί μευ αἰγιόχοιο Διὸς τέκοσ, ἥ τέ μοι αἰεὶ
ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω
κινύμενοσ: νυ̃ν αὐ̃τε μάλιστά με φι̃λαι 'Αθήνη,
δὸς δὲ πάλιν ἐπὶ νη̃ας ἐϋκλει̃ας ἀφικέσθαι
ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήση̨.

   Δεύτερος αὐ̃τ' ἠρα̃το βοὴν ἀγαθὸς Διομήδησ:
κέκλυθι νυ̃ν καὶ ἐμει̃ο Διὸς τέκος 'Ατρυτώνη:
σπει̃ό μοι ὡς ὅτε πατρὶ ἅμ' ἕσπεο Τυδέϊ δίω̨
ἐς Θήβασ, ὅτε τε πρὸ 'Αχαιω̃ν ἄγγελος ἤ̨ει.
τοὺς δ' ἄρ' ἐπ' 'Ασωπω̨̃ λίπε χαλκοχίτωνας 'Αχαιούσ,
αὐτὰρ ὃ μειλίχιον μυ̃θον φέρε Καδμείοισι
κει̃σ': ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
σὺν σοὶ δι̃α θεά, ὅτε οἱ πρόφρασσα παρέστησ.
ὣς νυ̃ν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
σοὶ δ' αὐ̃ ἐγὼ ῥέξω βου̃ν ἠ̃νιν εὐρυμέτωπον
ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ:
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύασ.

   '`Ως ἔφαν εὐχόμενοι, τω̃ν δ' ἔκλυε Παλλὰς 'Αθήνη.
οἳ δ' ἐπεὶ ἠρήσαντο Διὸς κούρη̨ μεγάλοιο,
βάν ῥ' ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
ἂμ φόνον, ἂν νέκυασ, διά τ' ἔντεα καὶ μέλαν αἱ̃μα.

   Οὐδὲ μὲν οὐδὲ Τρω̃ας ἀγήνορας εἴασεν 'Έκτωρ
εὕδειν, ἀλλ' ἄμυδις κικλήσκετο πάντας ἀρίστουσ,
ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντεσ:
τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν:
τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
δώρω̨ ἔπι μεγάλω̨; μισθὸς δέ οἱ ἄρκιος ἔσται.
δώσω γὰρ δίφρόν τε δύω τ' ἐριαύχενας ἵππους
οἵ κεν ἄριστοι ἔωσι θοη̨̃ς ἐπὶ νηυσὶν 'Αχαιω̃ν
ὅς τίς κε τλαίη, οἱ̃ τ' αὐτω̨̃ κυ̃δος ἄροιτο,
νηω̃ν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
ἠὲ φυλάσσονται νη̃ες θοαὶ ὡς τὸ πάρος περ,
ἠ̃ ἤδη χείρεσσιν ὑφ' ἡμετέρη̨σι δαμέντες
φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ' ἐθέλουσι
νύκτα φυλασσέμεναι, καμάτω̨ ἀδηκότες αἰνω̨̃.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃.
ἠ̃ν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
κήρυκος θείοιο πολύχρυσος πολύχαλκοσ,
ὃς δή τοι εἰ̃δος μὲν ἔην κακόσ, ἀλλὰ ποδώκησ:
αὐτὰρ ὃ μου̃νος ἔην μετὰ πέντε κασιγνήτη̨σιν.
ὅς ῥα τότε Τρωσίν τε καὶ 'Έκτορι μυ̃θον ἔειπεν:
'Έκτορ ἔμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
νηω̃ν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
ἀλλ' ἄγε μοι τὸ σκη̃πτρον ἀνάσχεο, καί μοι ὄμοσσον
ἠ̃ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκω̨̃
δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,
σοὶ δ' ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ' ἀπὸ δόξησ:
τόφρα γὰρ ἐς στρατὸν εἰ̃μι διαμπερὲς ὄφρ' ἂν ἵκωμαι
νη̃' 'Αγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.

   '`Ως φάθ', ὃ δ' ἐν χερσὶ σκη̃πτρον λάβε καί οἱ ὄμοσσεν:
ἴστω νυ̃ν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις 'Ήρης
μὴ μὲν τοι̃ς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊει̃σθαι.

   '`Ως φάτο καί ῥ' ἐπίορκον ἐπώμοσε, τὸν δ' ὀρόθυνεν:
αὐτίκα δ' ἀμφ' ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
ἕσσατο δ' ἔκτοσθεν ῥινὸν πολιοι̃ο λύκοιο,
κρατὶ δ' ἐπὶ κτιδέην κυνέην, ἕλε δ' ὀξὺν ἄκοντα,
βη̃ δ' ἰέναι προτὶ νη̃ας ἀπὸ στρατου̃: οὐδ' ἄρ' ἔμελλεν
ἐλθὼν ἐκ νηω̃ν ἂψ 'Έκτορι μυ̃θον ἀποίσειν.
ἀλλ' ὅτε δή ῥ' ἵππων τε καὶ ἀνδρω̃ν κάλλιφ' ὅμιλον,
βη̃ ῥ' ἀν' ὁδὸν μεμαώσ: τὸν δὲ φράσατο προσιόντα
διογενὴς 'Οδυσεύσ, Διομήδεα δὲ προσέειπεν:
οὑ̃τός τις Διόμηδες ἀπὸ στρατου̃ ἔρχεται ἀνήρ,
οὐκ οἰ̃δ' ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρη̨σιν,
ἠ̃ τινα συλήσων νεκύων κατατεθνηώτων.
ἀλλ' ἐω̃μέν μιν πρω̃τα παρεξελθει̃ν πεδίοιο
τυτθόν: ἔπειτα δέ κ' αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
καρπαλίμωσ: εἰ δ' ἄμμε παραφθαίησι πόδεσσιν,
αἰεί μιν ἐπὶ νη̃ας ἀπὸ στρατόφι προτιειλει̃ν
ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξη̨.

   '`Ως ἄρα φωνήσαντε παρὲξ ὁδου̃ ἐν νεκύεσσι
κλινθήτην: ὃ δ' ἄρ' ὠ̃κα παρέδραμεν ἀφραδίη̨σιν.
ἀλλ' ὅτε δή ῥ' ἀπέην ὅσσόν τ' ἐπὶ οὐ̃ρα πέλονται
ἡμιόνων: αἱ γάρ τε βοω̃ν προφερέστεραί εἰσιν
ἑλκέμεναι νειοι̃ο βαθείης πηκτὸν ἄροτρον:
τὼ μὲν ἐπεδραμέτην, ὃ δ' ἄρ' ἔστη δου̃πον ἀκούσασ.
ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους
ἐκ Τρώων ἰέναι πάλιν 'Έκτορος ὀτρύναντοσ.
ἀλλ' ὅτε δή ῥ' ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,
γνω̃ ῥ' ἄνδρας δηΐουσ, λαιψηρὰ δὲ γούνατ' ἐνώμα
φευγέμεναι: τοὶ δ' αἰ̃ψα διώκειν ὁρμήθησαν.
ὡς δ' ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
ἢ κεμάδ' ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
χω̃ρον ἀν' ὑλήενθ', ὃ δέ τε προθέη̨σι μεμηκώσ,
ὣς τὸν Τυδεΐδης ἠδ' ὃ πτολίπορθος 'Οδυσσεὺς
λαου̃ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλε μιγήσεσθαι φυλάκεσσι
φεύγων ἐς νη̃ασ, τότε δὴ μένος ἔμβαλ' 'Αθήνη
Τυδεΐδη̨, ἵνα μή τις 'Αχαιω̃ν χαλκοχιτώνων
φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.
δουρὶ δ' ἐπαΐσσων προσέφη κρατερὸς Διομήδησ:
ἠὲ μέν' ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι
δηρὸν ἐμη̃ς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.

   ~'Η ῥα καὶ ἔγχος ἀφη̃κεν, ἑκὼν δ' ἡμάρτανε φωτόσ:
δεξιτερὸν δ' ὑπὲρ ὠ̃μον ἐΰξου δουρὸς ἀκωκὴ
ἐν γαίη̨ ἐπάγη: ὃ δ' ἄρ' ἔστη τάρβησέν τε
βαμβαίνων: ἄραβος δὲ διὰ στόμα γίγνετ' ὀδόντων:
χλωρὸς ὑπαὶ δείουσ: τὼ δ' ἀσθμαίνοντε κιχήτην,
χειρω̃ν δ' ἁψάσθην: ὃ δὲ δακρύσας ἔπος ηὔδα:
ζωγρει̃τ', αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι: ἔστι γὰρ ἔνδον
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηροσ,
τω̃ν κ' ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ' ἐπὶ νηυσὶν 'Αχαιω̃ν.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
πη̨̃ δὴ οὕτως ἐπὶ νη̃ας ἀπὸ στρατου̃ ἔρχεαι οἱ̃ος
νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι;
ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;
ἠ̃ σ' 'Έκτωρ προέηκε διασκοπια̃σθαι ἕκαστα
νη̃ας ἔπι γλαφυράσ; ἠ̃ σ' αὐτὸν θυμὸς ἀνη̃κε;

   Τὸν δ' ἠμείβετ' ἔπειτα Δόλων, ὑπὸ δ' ἔτρεμε γυι̃α:
πολλη̨̃σίν μ' ἄτη̨σι παρὲκ νόον ἤγαγεν 'Έκτωρ,
ὅς μοι Πηλεΐωνος ἀγαυου̃ μώνυχας ἵππους
δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκω̨̃,
ἠνώγει δέ μ' ἰόντα θοὴν διὰ νύκτα μέλαιναν
ἀνδρω̃ν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
ἠὲ φυλάσσονται νη̃ες θοαὶ ὡς τὸ πάρος περ,
ἠ̃ ἤδη χείρεσσιν ὑφ' ἡμετέρη̨σι δαμέντες
φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ' ἐθέλουσι
νύκτα φυλασσέμεναι, καμάτω̨ ἀδηκότες αἰνω̨̃.

   Τὸν δ' ἐπιμειδήσας προσέφη πολύμητις 'Οδυσσεύσ:
ἠ̃ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
ἵππων Αἰακίδαο δαΐφρονοσ: οἳ δ' ἀλεγεινοὶ
ἀνδράσι γε θνητοι̃σι δαμήμεναι ἠδ' ὀχέεσθαι
ἄλλω̨ γ' ἢ 'Αχιλη̃ϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
που̃ νυ̃ν δευ̃ρο κιὼν λίπες 'Έκτορα ποιμένα λαω̃ν;
που̃ δέ οἱ ἔντεα κει̃ται ἀρήϊα, που̃ δέ οἱ ἵπποι;
πω̃ς δαὶ τω̃ν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
αὐ̃θι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἠ̃ε πόλιν δὲ
ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ' 'Αχαιούσ.

   Τὸν δ' αὐ̃τε προσέειπε Δόλων Εὐμήδεος υἱόσ:
τοὶ γὰρ ἐγώ τοι ταυ̃τα μάλ' ἀτρεκέως καταλέξω.
'Έκτωρ μὲν μετὰ τοι̃σιν, ὅσοι βουληφόροι εἰσί,
βουλὰς βουλεύει θείου παρὰ σήματι 'Ίλου
νόσφιν ἀπὸ φλοίσβου: φυλακὰς δ' ἃς εἴρεαι ἥρως
οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.
ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἱ̃σιν ἀνάγκη
οἱ̃ δ' ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
ἀλλήλοισ: ἀτὰρ αὐ̃τε πολύκλητοι ἐπίκουροι
εὕδουσι: Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν:
οὐ γάρ σφιν παι̃δες σχεδὸν εἵαται οὐδὲ γυναι̃κεσ.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
πω̃ς γὰρ νυ̃ν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
εὕδουσ' ἠ̃ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.

   Τὸν δ' ἠμείβετ' ἔπειτα Δόλων Εὐμήδεος υἱόσ:
τοὶ γὰρ ἐγὼ καὶ ταυ̃τα μάλ' ἀτρεκέως καταλέξω.
πρὸς μὲν ἁλὸς Κα̃ρες καὶ Παίονες ἀγκυλότοξοι
καὶ Λέλεγες καὶ Καύκωνες δι̃οί τε Πελασγοί,
πρὸς Θύμβρης δ' ἔλαχον Λύκιοι Μυσοί τ' ἀγέρωχοι
καὶ Φρύγες ἱππόμαχοι καὶ Μή̨ονες ἱπποκορυσταί.
ἀλλὰ τί ἢ ἐμὲ ταυ̃τα διεξερέεσθε ἕκαστα;
εἰ γὰρ δὴ μέματον Τρώων καταδυ̃ναι ὅμιλον
Θρήϊκες οἱ̃δ' ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων:
ἐν δέ σφιν 'Ρη̃σος βασιλεὺς πάϊς 'Ηϊονη̃οσ.
του̃ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστουσ:
λευκότεροι χιόνοσ, θείειν δ' ἀνέμοισιν ὁμοι̃οι:
ἅρμα δέ οἱ χρυσω̨̃ τε καὶ ἀργύρω̨ εὐ̃ ἤσκηται:
τεύχεα δὲ χρύσεια πελώρια θαυ̃μα ἰδέσθαι
ἤλυθ' ἔχων: τὰ μὲν οὔ τι καταθνητοι̃σιν ἔοικεν
ἄνδρεσσιν φορέειν, ἀλλ' ἀθανάτοισι θεοι̃σιν.
ἀλλ' ἐμὲ μὲν νυ̃ν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
ἠέ με δήσαντες λίπετ' αὐτόθι νηλέϊ δεσμω̨̃,
ὄφρά κεν ἔλθητον καὶ πειρηθη̃τον ἐμει̃ο
ἠὲ κατ' αἰ̃σαν ἔειπον ἐν ὑμι̃ν, ἠ̃ε καὶ οὐκί.

   Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδησ:
μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμω̨̃:
ἐσθλά περ ἀγγείλασ, ἐπεὶ ἵκεο χει̃ρας ἐς ἁμάσ.
εἰ μὲν γάρ κέ σε νυ̃ν ἀπολύσομεν ἠὲ μεθω̃μεν,
ἠ̃ τε καὶ ὕστερον εἰ̃σθα θοὰς ἐπὶ νη̃ας 'Αχαιω̃ν
ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων:
εἰ δέ κ' ἐμη̨̃ς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσησ,
οὐκέτ' ἔπειτα σὺ πη̃μά ποτ' ἔσσεαι 'Αργείοισιν.

   ~'Η, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείη̨
ἁψάμενος λίσσεσθαι, ὃ δ' αὐχένα μέσσον ἔλασσε
φασγάνω̨ ἀΐξασ, ἀπὸ δ' ἄμφω κέρσε τένοντε:
φθεγγομένου δ' ἄρα του̃ γε κάρη κονίη̨σιν ἐμίχθη.
του̃ δ' ἀπὸ μὲν κτιδέην κυνέην κεφαλη̃φιν ἕλοντο
καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν:
καὶ τά γ' 'Αθηναίη̨ ληΐτιδι δι̃ος 'Οδυσσεὺς
ὑψόσ' ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα:
χαι̃ρε θεὰ τοι̃σδεσσι: σὲ γὰρ πρώτην ἐν 'Ολύμπω̨
πάντων ἀθανάτων ἐπιδωσόμεθ': ἀλλὰ καὶ αὐ̃τις
πέμψον ἐπὶ Θρη̨κω̃ν ἀνδρω̃ν ἵππους τε καὶ εὐνάσ.

   '`Ως ἄρ' ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσ' ἀείρας
θη̃κεν ἀνὰ μυρίκην: δέελον δ' ἐπὶ ση̃μά τ' ἔθηκε
συμμάρψας δόνακας μυρίκης τ' ἐριθηλέας ὄζουσ,
μὴ λάθοι αὐ̃τις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
τὼ δὲ βάτην προτέρω διά τ' ἔντεα καὶ μέλαν αἱ̃μα,
αἰ̃ψα δ' ἐπὶ Θρη̨κω̃ν ἀνδρω̃ν τέλος ἱ̃ξον ἰόντεσ.
οἳ δ' εὑ̃δον καμάτω̨ ἀδηκότεσ, ἔντεα δέ σφιν
καλὰ παρ' αὐτοι̃σι χθονὶ κέκλιτο εὐ̃ κατὰ κόσμον
τριστοιχί: παρὰ δέ σφιν ἑκάστω̨ δίζυγες ἵπποι.
'Ρη̃σος δ' ἐν μέσω̨ εὑ̃δε, παρ' αὐτω̨̃ δ' ὠκέες ἵπποι
ἐξ ἐπιδιφριάδος πυμάτης ἱμα̃σι δέδεντο.
τὸν δ' 'Οδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δει̃ξεν:
οὑ̃τός τοι Διόμηδες ἀνήρ, οὑ̃τοι δέ τοι ἵπποι,
οὓς νω̃ϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμει̃σ.
ἀλλ' ἄγε δὴ πρόφερε κρατερὸν μένοσ: οὐδέ τί σε χρὴ
ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύ' ἵππουσ:
ἠὲ σύ γ' ἄνδρας ἔναιρε, μελήσουσιν δ' ἐμοὶ ἵπποι.

   '`Ως φάτο, τω̨̃ δ' ἔμπνευσε μένος γλαυκω̃πις 'Αθήνη,
κτει̃νε δ' ἐπιστροφάδην: τω̃ν δὲ στόνος ὄρνυτ' ἀεικὴς
ἄορι θεινομένων, ἐρυθαίνετο δ' αἵματι γαι̃α.
ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούση̨,
ὣς μὲν Θρήϊκας ἄνδρας ἐπώ̨χετο Τυδέος υἱὸς
ὄφρα δυώδεκ' ἔπεφνεν: ἀτὰρ πολύμητις 'Οδυσσεὺς
ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
τὸν δ' 'Οδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
ῥει̃α διέλθοιεν μηδὲ τρομεοίατο θυμω̨̃
νεκροι̃ς ἀμβαίνοντεσ: ἀήθεσσον γὰρ ἔτ' αὐτω̃ν.
ἀλλ' ὅτε δὴ βασιλη̃α κιχήσατο Τυδέος υἱόσ,
τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
ἀσθμαίνοντα: κακὸν γὰρ ὄναρ κεφαλη̃φιν ἐπέστη
τὴν νύκτ' Οἰνεΐδαο πάϊς διὰ μη̃τιν 'Αθήνησ.
τόφρα δ' ἄρ' ὃ τλήμων 'Οδυσεὺς λύε μώνυχας ἵππουσ,
σὺν δ' ἤειρεν ἱμα̃σι καὶ ἐξήλαυνεν ὁμίλου
τόξω̨ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι:
ῥοίζησεν δ' ἄρα πιφαύσκων Διομήδεϊ δίω̨.

   Αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχε' ἔκειτο,
ῥυμου̃ ἐξερύοι ἢ ἐκφέροι ὑψόσ' ἀείρασ,
ἠ̃ ἔτι τω̃ν πλεόνων Θρη̨κω̃ν ἀπὸ θυμὸν ἕλοιτο.
εἱ̃ος ὃ ταυ̃θ' ὥρμαινε κατὰ φρένα, τόφρα δ' 'Αθήνη
ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δι̃ον:
νόστου δὴ μνη̃σαι μεγαθύμου Τυδέος υἱὲ
νη̃ας ἔπι γλαφυράσ, μὴ καὶ πεφοβημένος ἔλθη̨σ,
μή πού τις καὶ Τρω̃ας ἐγείρη̨σιν θεὸς ἄλλοσ.

   '`Ως φάθ', ὃ δὲ ξυνέηκε θεα̃ς ὄπα φωνησάσησ,
καρπαλίμως δ' ἵππων ἐπεβήσετο: κόψε δ' 'Οδυσσεὺς
τόξω̨: τοὶ δ' ἐπέτοντο θοὰς ἐπὶ νη̃ας 'Αχαιω̃ν.

   Οὐδ' ἀλαοσκοπιὴν εἰ̃χ' ἀργυρότοξος 'Απόλλων
ὡς ἴδ' 'Αθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν:
τη̨̃ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
ὠ̃ρσεν δὲ Θρη̨κω̃ν βουληφόρον 'Ιπποκόωντα
'Ρήσου ἀνεψιὸν ἐσθλόν: ὃ δ' ἐξ ὕπνου ἀνορούσας
ὡς ἴδε χω̃ρον ἐρη̃μον, ὅθ' ἕστασαν ὠκέες ἵπποι,
ἄνδράς τ' ἀσπαίροντας ἐν ἀργαλέη̨σι φονη̨̃σιν,
ὤ̨μωξέν τ' ἄρ' ἔπειτα φίλον τ' ὀνόμηνεν ἑται̃ρον.
Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὠ̃ρτο κυδοιμὸς
θυνόντων ἄμυδισ: θηευ̃ντο δὲ μέρμερα ἔργα
ὅσσ' ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νη̃ασ.

   Οἳ δ' ὅτε δή ῥ' ἵκανον ὅθι σκοπὸν 'Έκτορος ἔκταν,
ἔνθ' 'Οδυσεὺς μὲν ἔρυξε Διὶ̈ φίλος ὠκέας ἵππουσ,
Τυδεΐδης δὲ χαμα̃ζε θορὼν ἔναρα βροτόεντα
ἐν χείρεσσ' 'Οδυση̃ϊ τίθει, ἐπεβήσετο δ' ἵππων:
μάστιξεν δ' ἵππουσ, τὼ δ' οὐκ ἀέκοντε πετέσθην
νη̃ας ἔπι γλαφυράσ: τη̨̃ γὰρ φίλον ἔπλετο θυμω̨̃.
Νέστωρ δὲ πρω̃τος κτύπον ἄϊε φώνησέν τε:
ὠ̃ φίλοι 'Αργείων ἡγήτορες ἠδὲ μέδοντες
ψεύσομαι, ἠ̃ ἔτυμον ἐρέω; κέλεται δέ με θυμόσ.
ἵππων μ' ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
αἲ γὰρ δὴ 'Οδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης
ὡ̃δ' ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππουσ:
ἀλλ' αἰνω̃ς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
'Αργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδου̃.

   Οὔ πω πα̃ν εἴρητο ἔπος ὅτ' ἄρ' ἤλυθον αὐτοί.
καί ῥ' οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
δεξιη̨̃ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι:
πρω̃τος δ' ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ:
εἴπ' ἄγε μ' ὠ̃ πολύαιν' 'Οδυσευ̃ μέγα κυ̃δος 'Αχαιω̃ν
ὅππως του̃σδ' ἵππους λάβετον καταδύντες ὅμιλον
Τρώων, ἠ̃ τίς σφωε πόρεν θεὸς ἀντιβολήσασ.
αἰνω̃ς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
αἰεὶ μὲν Τρώεσσ' ἐπιμίσγομαι, οὐδέ τί φημι
μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστήσ:
ἀλλ' οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νοήσα.
ἀλλά τιν' ὔμμ' ὀΐω δόμεναι θεὸν ἀντιάσαντα:
ἀμφοτέρω γὰρ σφω̃ϊ φιλει̃ νεφεληγερέτα Ζεὺς
κούρη τ' αἰγιόχοιο Διὸς γλαυκω̃πις 'Αθήνη.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
ὠ̃ Νέστορ Νηληϊάδη μέγα κυ̃δος 'Αχαιω̃ν
ῥει̃α θεός γ' ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἱ̃δε
ἵππους δωρήσαιτ', ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
ἵπποι δ' οἱ̃δε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
Θρηΐκιοι: τὸν δέ σφιν ἄνακτ' ἀγαθὸς Διομήδης
ἔκτανε, πὰρ δ' ἑτάρους δυοκαίδεκα πάντας ἀρίστουσ.
τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηω̃ν,
τόν ῥα διοπτη̃ρα στρατου̃ ἔμμεναι ἡμετέροιο
'Έκτωρ τε προέηκε καὶ ἄλλοι Τρω̃ες ἀγαυοί.

   '`Ως εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
καγχαλόων: ἅμα δ' ἄλλοι ἴσαν χαίροντες 'Αχαιοί.
οἳ δ' ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμα̃σι
φάτνη̨ ἐφ' ἱππείη̨, ὅθι περ Διομήδεος ἵπποι
ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντεσ:
νηὶ̈ δ' ἐνὶ πρυμνη̨̃ ἔναρα βροτόεντα Δόλωνος
θη̃κ' 'Οδυσεύσ, ὄφρ' ἱρὸν ἑτοιμασσαίατ' 'Αθήνη̨.
αὐτοὶ δ' ἱδρω̃ πολλὸν ἀπενίζοντο θαλάσση̨
ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούσ.
αὐτὰρ ἐπεί σφιν κυ̃μα θαλάσσης ἱδρω̃ πολλὸν
νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἠ̃τορ,
ἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ' ἐλαίω̨
δείπνω̨ ἐφιζανέτην, ἀπὸ δὲ κρητη̃ρος 'Αθήνη̨
πλείου ἀφυσσόμενοι λει̃βον μελιηδέα οἰ̃νον.