ΙΛΙΑΔΟΣ Λ

'Ηὼς δ' ἐκ λεχέων παρ' ἀγαυου̃ Τιθωνοι̃ο
ὄρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοι̃σι:
Ζεὺς δ' 'Έριδα προΐαλλε θοὰς ἐπὶ νη̃ας 'Αχαιω̃ν
ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
στη̃ δ' ἐπ' 'Οδυσση̃ος μεγακήτεϊ νηὶ̈ μελαίνη̨,
ἥ ῥ' ἐν μεσσάτω̨ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
ἠμὲν ἐπ' Αἴαντος κλισίας Τελαμωνιάδαο
ἠδ' ἐπ' 'Αχιλλη̃οσ, τοί ῥ' ἔσχατα νη̃ας ἐΐσας
εἴρυσαν ἠνορέη̨ πίσυνοι καὶ κάρτεϊ χειρω̃ν
ἔνθα στα̃σ' ἤϋσε θεὰ μέγα τε δεινόν τε
ὄρθι', 'Αχαιοι̃σιν δὲ μέγα σθένος ἔμβαλ' ἑκάστω̨
καρδίη̨ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
τοι̃σι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠὲ νέεσθαι
ἐν νηυσὶ γλαφυρη̨̃σι φίλην ἐς πατρίδα γαι̃αν.

   'Ατρεΐδης δ' ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν
'Αργείουσ: ἐν δ' αὐτὸς ἐδύσετο νώροπα χαλκόν.
κνημι̃δας μὲν πρω̃τα περὶ κνήμη̨σιν ἔθηκε
καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίασ:
δεύτερον αὐ̃ θώρηκα περὶ στήθεσσιν ἔδυνε,
τόν ποτέ οἱ Κινύρης δω̃κε ξεινήϊον εἰ̃ναι.
πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκ' 'Αχαιοὶ
ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον:
τοὔνεκά οἱ τὸν δω̃κε χαριζόμενος βασιλη̃ϊ.
του̃ δ' ἤτοι δέκα οἰ̃μοι ἔσαν μέλανος κυάνοιο,
δώδεκα δὲ χρυσοι̃ο καὶ εἴκοσι κασσιτέροιο:
κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
τρει̃ς ἑκάτερθ' ἴρισσιν ἐοικότεσ, ἅς τε Κρονίων
ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφοσ: ἐν δέ οἱ ἡ̃λοι
χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἠ̃εν
ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρόσ.
ἂν δ' ἕλετ' ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θου̃ριν
καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἠ̃σαν,
ἐν δέ οἱ ὀμφαλοὶ ἠ̃σαν ἐείκοσι κασσιτέροιο
λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
τη̨̃ δ' ἐπὶ μὲν Γοργὼ βλοσυρω̃πις ἐστεφάνωτο
δεινὸν δερκομένη, περὶ δὲ Δει̃μός τε Φόβος τε.
τη̃ς δ' ἐξ ἀργύρεος τελαμὼν ἠ̃ν: αὐτὰρ ἐπ' αὐτου̃
κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἠ̃σαν
τρει̃ς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυι̃αι.
κρατὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
ἵππουριν: δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
εἵλετο δ' ἄλκιμα δου̃ρε δύω κεκορυθμένα χαλκω̨̃
ὀξέα: τη̃λε δὲ χαλκὸς ἀπ' αὐτόφιν οὐρανὸν εἴσω
λάμπ': ἐπὶ δ' ἐγδούπησαν 'Αθηναίη τε καὶ 'Ήρη
τιμω̃σαι βασιλη̃α πολυχρύσοιο Μυκήνησ.

   'Ηνιόχω̨ μὲν ἔπειτα ἑω̨̃ ἐπέτελλεν ἕκαστος
ἵππους εὐ̃ κατὰ κόσμον ἐρυκέμεν αὐ̃θ' ἐπὶ τάφρω̨,
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
ῥώοντ': ἄσβεστος δὲ βοὴ γένετ' ἠω̃θι πρό.
φθὰν δὲ μέγ' ἱππήων ἐπὶ τάφρω̨ κοσμηθέντεσ,
ἱππη̃ες δ' ὀλίγον μετεκίαθον: ἐν δὲ κυδοιμὸν
ὠ̃ρσε κακὸν Κρονίδησ, κατὰ δ' ὑψόθεν ἡ̃κεν ἐέρσας
αἵματι μυδαλέας ἐξ αἰθέροσ, οὕνεκ' ἔμελλε
πολλὰς ἰφθίμους κεφαλὰς 'Άϊδι προϊάψειν.

   Τρω̃ες δ' αὐ̃θ' ἑτέρωθεν ἐπὶ θρωσμω̨̃ πεδίοιο
'Έκτορά τ' ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
Αἰνείαν θ', ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμω̨,
τρει̃ς τ' 'Αντηνορίδας Πόλυβον καὶ 'Αγήνορα δι̃ον
ἠΐθεόν τ' 'Ακάμαντ' ἐπιείκελον ἀθανάτοισιν.
'Έκτωρ δ' ἐν πρώτοισι φέρ' ἀσπίδα πάντοσ' ἐΐσην,
οἱ̃ος δ' ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
παμφαίνων, τοτὲ δ' αὐ̃τις ἔδυ νέφεα σκιόεντα,
ὣς 'Έκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
ἄλλοτε δ' ἐν πυμάτοισι κελεύων: πα̃ς δ' ἄρα χαλκω̨̃
λάμφ' ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.

   Οἳ δ', ὥς τ' ἀμητη̃ρες ἐναντίοι ἀλλήλοισιν
ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ' ἄρουραν
πυρω̃ν ἢ κριθω̃ν: τὰ δὲ δράγματα ταρφέα πίπτει:
ὣς Τρω̃ες καὶ 'Αχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες
δή̨ουν, οὐδ' ἕτεροι μνώοντ' ὀλοοι̃ο φόβοιο.
ἴσας δ' ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς
θυ̃νον: 'Έρις δ' ἄρ' ἔχαιρε πολύστονος εἰσορόωσα:
οἴη γάρ ῥα θεω̃ν παρετύγχανε μαρναμένοισιν,
οἳ δ' ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
σφοι̃σιν ἐνὶ μεγάροισι καθήατο, ἡ̃χι ἑκάστω̨
δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.
πάντες δ' ἠ̨τιόωντο κελαινεφέα Κρονίωνα
οὕνεκ' ἄρα Τρώεσσιν ἐβούλετο κυ̃δος ὀρέξαι.
τω̃ν μὲν ἄρ' οὐκ ἀλέγιζε πατήρ: ὃ δὲ νόσφι λιασθεὶς
τω̃ν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων
εἰσορόων Τρώων τε πόλιν καὶ νη̃ας 'Αχαιω̃ν
χαλκου̃ τε στεροπήν, ὀλλύντάς τ' ὀλλυμένους τε.

   'Όφρα μὲν ἠὼς ἠ̃ν καὶ ἀέξετο ἱερὸν ἠ̃μαρ,
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πι̃πτε δὲ λαόσ:
ἠ̃μος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δει̃πνον
οὔρεος ἐν βήσση̨σιν, ἐπεί τ' ἐκορέσσατο χει̃ρας
τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,
σίτου τε γλυκεροι̃ο περὶ φρένας ἵμερος αἱρει̃,
τη̃μος σφη̨̃ ἀρετη̨̃ Δαναοὶ ῥήξαντο φάλαγγας
κεκλόμενοι ἑτάροισι κατὰ στίχασ: ἐν δ' 'Αγαμέμνων
πρω̃τος ὄρουσ', ἕλε δ' ἄνδρα Βιάνορα ποιμένα λαω̃ν
αὐτόν, ἔπειτα δ' ἑται̃ρον 'Οϊλη̃α πλήξιππον.
ἤτοι ὅ γ' ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη:
τὸν δ' ἰθὺς μεμαω̃τα μετώπιον ὀξέϊ δουρὶ
νύξ', οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
ἀλλὰ δι' αὐτη̃ς ἠ̃λθε καὶ ὀστέου, ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο: δάμασσε δέ μιν μεμαω̃τα.
καὶ τοὺς μὲν λίπεν αὐ̃θι ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων
στήθεσι παμφαίνοντασ, ἐπεὶ περίδυσε χιτω̃νασ:
αὐτὰρ ὃ βη̃ ~'Ισόν τε καὶ 'Άντιφον ἐξεναρίξων
υἱ̃ε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω
εἰν ἑνὶ δίφρω̨ ἐόντασ: ὃ μὲν νόθος ἡνιόχευεν,
'Άντιφος αὐ̃ παρέβασκε περικλυτόσ: ὥ ποτ' 'Αχιλλεὺς
'Ίδης ἐν κνημοι̃σι δίδη μόσχοισι λύγοισι,
ποιμαίνοντ' ἐπ' ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.
δὴ τότε γ' 'Ατρεΐδης εὐρὺ κρείων 'Αγαμέμνων
τὸν μὲν ὑπὲρ μαζοι̃ο κατὰ στη̃θος βάλε δουρί,
'Άντιφον αὐ̃ παρὰ οὐ̃ς ἔλασε ξίφει, ἐκ δ' ἔβαλ' ἵππων.
σπερχόμενος δ' ἀπὸ τοι̃ιν ἐσύλα τεύχεα καλὰ
γιγνώσκων: καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοη̨̃σιν
εἰ̃δεν, ὅτ' ἐξ 'Ίδης ἄγαγεν πόδας ὠκὺς 'Αχιλλεύσ.
ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
ῥηϊδίως συνέαξε λαβὼν κρατεροι̃σιν ὀδου̃σιν
ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφ' ἠ̃τορ ἀπηύρα:
ἣ δ' εἴ πέρ τε τύχη̨σι μάλα σχεδόν, οὐ δύναταί σφι
χραισμει̃ν: αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει:
καρπαλίμως δ' ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
σπεύδουσ' ἱδρώουσα κραταιου̃ θηρὸς ὑφ' ὁρμη̃σ:
ὣς ἄρα τοι̃ς οὔ τις δύνατο χραισμη̃σαι ὄλεθρον
Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπ' 'Αργείοισι φέβοντο.

   Αὐτὰρ ὃ Πείσανδρόν τε καὶ 'Ιππόλοχον μενεχάρμην
υἱέας 'Αντιμάχοιο δαΐφρονοσ, ὅς ῥα μάλιστα
χρυσὸν 'Αλεξάνδροιο δεδεγμένος ἀγλαὰ δω̃ρα
οὐκ εἴασχ' 'Ελένην δόμεναι ξανθω̨̃ Μενελάω̨,
του̃ περ δὴ δύο παι̃δε λάβε κρείων 'Αγαμέμνων
εἰν ἑνὶ δίφρω̨ ἐόντασ, ὁμου̃ δ' ἔχον ὠκέας ἵππουσ:
ἐκ γάρ σφεας χειρω̃ν φύγον ἡνία σιγαλόεντα,
τὼ δὲ κυκηθήτην: ὃ δ' ἐναντίον ὠ̃ρτο λέων ὣς
'Ατρεΐδησ: τὼ δ' αὐ̃τ' ἐκ δίφρου γουναζέσθην:
ζώγρει 'Ατρέος υἱέ, σὺ δ' ἄξια δέξαι ἄποινα:
πολλὰ δ' ἐν 'Αντιμάχοιο δόμοις κειμήλια κει̃ται
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηροσ,
τω̃ν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα,
εἰ νω̃ϊ ζωοὺς πεπύθοιτ' ἐπὶ νηυσὶν 'Αχαιω̃ν.

   '`Ως τώ γε κλαίοντε προσαυδήτην βασιλη̃α
μειλιχίοις ἐπέεσσιν: ἀμείλικτον δ' ὄπ' ἄκουσαν:
εἰ μὲν δὴ 'Αντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,
ὅς ποτ' ἐνὶ Τρώων ἀγορη̨̃ Μενέλαον ἄνωγεν
ἀγγελίην ἐλθόντα σὺν ἀντιθέω̨ 'Οδυση̃ϊ
αὐ̃θι κατακτει̃ναι μηδ' ἐξέμεν ἂψ ἐς 'Αχαιούσ,
νυ̃ν μὲν δὴ του̃ πατρὸς ἀεικέα τίσετε λώβην.

   ~'Η, καὶ Πείσανδρον μὲν ἀφ' ἵππων ὠ̃σε χαμα̃ζε
δουρὶ βαλὼν πρὸς στη̃θοσ: ὃ δ' ὕπτιος οὔδει ἐρείσθη.
'Ιππόλοχος δ' ἀπόρουσε, τὸν αὐ̃ χαμαὶ ἐξενάριξε
χει̃ρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ' αὐχένα κόψασ,
ὅλμον δ' ὣς ἔσσευε κυλίνδεσθαι δι' ὁμίλου.
τοὺς μὲν ἔασ': ὃ δ' ὅθι πλει̃σται κλονέοντο φάλαγγεσ,
τη̨̃ ῥ' ἐνόρουσ', ἅμα δ' ἄλλοι ἐϋκνήμιδες 'Αχαιοί.
πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκη̨,
ἱππει̃ς δ' ἱππη̃ασ: ὑπὸ δέ σφισιν ὠ̃ρτο κονίη
ἐκ πεδίου, τὴν ὠ̃ρσαν ἐρίγδουποι πόδες ἵππων
χαλκω̨̃ δηϊόωντεσ: ἀτὰρ κρείων 'Αγαμέμνων
αἰὲν ἀποκτείνων ἕπετ' 'Αργείοισι κελεύων.
ὡς δ' ὅτε πυ̃ρ ἀΐδηλον ἐν ἀξύλω̨ ἐμπέση̨ ὕλη̨,
πάντη̨ τ' εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι
πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμη̨̃:
ὣς ἄρ' ὑπ' 'Ατρεΐδη̨ 'Αγαμέμνονι πι̃πτε κάρηνα
Τρώων φευγόντων, πολλοὶ δ' ἐριαύχενες ἵπποι
κείν' ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας
ἡνιόχους ποθέοντες ἀμύμονασ: οἳ δ' ἐπὶ γαίη̨
κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.

   'Έκτορα δ' ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
ἔκ τ' ἀνδροκτασίης ἔκ θ' αἵματος ἔκ τε κυδοιμου̃:
'Ατρεΐδης δ' ἕπετο σφεδανὸν Δαναοι̃σι κελεύων.
οἳ δὲ παρ' 'Ίλου ση̃μα παλαιου̃ Δαρδανίδαο
μέσσον κὰπ πεδίον παρ' ἐρινεὸν ἐσσεύοντο
ἱέμενοι πόλιοσ: ὃ δὲ κεκλήγων ἕπετ' αἰεὶ
'Ατρεΐδησ, λύθρω̨ δὲ παλάσσετο χει̃ρας ἀάπτουσ.
ἀλλ' ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,
ἔνθ' ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
οἳ δ' ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥσ,
ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγω̨̃
πάσασ: τη̨̃ δέ τ' ἰη̨̃ ἀναφαίνεται αἰπὺς ὄλεθροσ:
τη̃ς δ' ἐξ αὐχέν' ἔαξε λαβὼν κρατεροι̃σιν ὀδου̃σι
πρω̃τον, ἔπειτα δέ θ' αἱ̃μα καὶ ἔγκατα πάντα λαφύσσει:
ὣς τοὺς 'Ατρεΐδης ἔφεπε κρείων 'Αγαμέμνων
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον: οἳ δ' ἐφέβοντο.
πολλοὶ δὲ πρηνει̃ς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
'Ατρεΐδεω ὑπὸ χερσί: περὶ πρὸ γὰρ ἔγχεϊ θυ̃εν.
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τει̃χος
ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρω̃ν τε θεω̃ν τε
'Ίδης ἐν κορυφη̨̃σι καθέζετο πιδηέσσης
οὐρανόθεν καταβάσ: ἔχε δ' ἀστεροπὴν μετὰ χερσίν.
~'Ιριν δ' ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν:
βάσκ' ἴθι ~'Ιρι ταχει̃α, τὸν 'Έκτορι μυ̃θον ἐνίσπεσ:
ὄφρ' ἂν μέν κεν ὁρα̨̃ 'Αγαμέμνονα ποιμένα λαω̃ν
θύνοντ' ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρω̃ν,
τόφρ' ἀναχωρείτω, τὸν δ' ἄλλον λαὸν ἀνώχθω
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
αὐτὰρ ἐπεί κ' ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰω̨̃
εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω
κτείνειν εἰς ὅ κε νη̃ας ἐϋσσέλμους ἀφίκηται
δύη̨ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθη̨.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα ~'Ιρισ,
βη̃ δὲ κατ' 'Ιδαίων ὀρέων εἰς 'Ίλιον ἱρήν.
εὑ̃ρ' υἱὸν Πριάμοιο δαΐφρονος 'Έκτορα δι̃ον
ἑσταότ' ἔν θ' ἵπποισι καὶ ἅρμασι κολλητοι̃σιν:
ἀγχου̃ δ' ἱσταμένη προσέφη πόδας ὠκέα ~'Ιρισ:
'Έκτορ υἱὲ Πριάμοιο Διὶ μη̃τιν ἀτάλαντε
Ζεύς με πατὴρ προέηκε τεὶ̈ν τάδε μυθήσασθαι.
ὄφρ' ἂν μέν κεν ὁρα̨̃ς 'Αγαμέμνονα ποιμένα λαω̃ν
θύνοντ' ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρω̃ν,
τόφρ' ὑπόεικε μάχησ, τὸν δ' ἄλλον λαὸν ἄνωχθι
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
αὐτὰρ ἐπεί κ' ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰω̨̃
εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει
κτείνειν, εἰς ὅ κε νη̃ας ἐϋσσέλμους ἀφίκηαι
δύη̨ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθη̨.

   ἣ μὲν ἄρ' ὣς εἰπου̃σ' ἀπέβη πόδας ὠκέα ~'Ιρισ,
'Έκτωρ δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἀ̃λτο χαμα̃ζε,
πάλλων δ' ὀξέα δου̃ρα κατὰ στρατὸν ὤ̨χετο πάντη̨
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν 'Αχαιω̃ν,
'Αργει̃οι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγασ.
ἀρτύνθη δὲ μάχη, στὰν δ' ἀντίοι: ἐν δ' 'Αγαμέμνων
πρω̃τος ὄρουσ', ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.

   'Έσπετε νυ̃ν μοι Μου̃σαι 'Ολύμπια δώματ' ἔχουσαι
ὅς τις δὴ πρω̃τος 'Αγαμέμνονος ἀντίον ἠ̃λθεν
ἢ αὐτω̃ν Τρώων ἠὲ κλειτω̃ν ἐπικούρων.

   'Ιφιδάμας 'Αντηνορίδης ἠΰς τε μέγας τε
ὃς τράφη ἐν Θρή̨κη̨ ἐριβώλακι μητέρι μήλων:
Κισση̃ς τόν γ' ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρη̨ον:
αὐτὰρ ἐπεί ῥ' ἥβης ἐρικυδέος ἵκετο μέτρον,
αὐτου̃ μιν κατέρυκε, δίδου δ' ὅ γε θυγατέρα ἥν:
γήμας δ' ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ' 'Αχαιω̃ν
σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
τὰς μὲν ἔπειτ' ἐν Περκώτη̨ λίπε νη̃ας ἐΐσασ,
αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς 'Ίλιον εἰληλούθει:
ὅς ῥα τότ' 'Ατρεΐδεω 'Αγαμέμνονος ἀντίον ἠ̃λθεν.
οἳ δ' ὅτε δὴ σχεδὸν ἠ̃σαν ἐπ' ἀλλήλοισιν ἰόντεσ,
'Ατρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ' ἔγχοσ,
'Ιφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
νύξ', ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείη̨ χειρὶ πιθήσασ:
οὐδ' ἔτορε ζωστη̃ρα παναίολον, ἀλλὰ πολὺ πρὶν
ἀργύρω̨ ἀντομένη μόλιβος ὣς ἐτράπετ' αἰχμή.
καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων 'Αγαμέμνων
ἕλκ' ἐπὶ οἱ̃ μεμαὼς ὥς τε λίσ, ἐκ δ' ἄρα χειρὸς
σπάσσατο: τὸν δ' ἄορι πλη̃ξ' αὐχένα, λυ̃σε δὲ γυι̃α.
ὣς ὃ μὲν αὐ̃θι πεσὼν κοιμήσατο χάλκεον ὕπνον
οἰκτρὸς ἀπὸ μνηστη̃ς ἀλόχου, ἀστοι̃σιν ἀρήγων,
κουριδίησ, ἡ̃ς οὔ τι χάριν ἴδε, πολλὰ δ' ἔδωκε:
πρω̃θ' ἑκατὸν βου̃ς δω̃κεν, ἔπειτα δὲ χίλι' ὑπέστη
αἰ̃γας ὁμου̃ καὶ ὄϊσ, τά οἱ ἄσπετα ποιμαίνοντο.
δὴ τότε γ' 'Ατρεΐδης 'Αγαμέμνων ἐξενάριξε,
βη̃ δὲ φέρων ἀν' ὅμιλον 'Αχαιω̃ν τεύχεα καλά.

   Τὸν δ' ὡς οὐ̃ν ἐνόησε Κόων ἀριδείκετος ἀνδρω̃ν
πρεσβυγενὴς 'Αντηνορίδησ, κρατερόν ῥά ἑ πένθος
ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντοσ.
στη̃ δ' εὐρὰξ σὺν δουρὶ λαθὼν 'Αγαμέμνονα δι̃ον,
νύξε δέ μιν κατὰ χει̃ρα μέσην ἀγκω̃νος ἔνερθε,
ἀντικρὺ δὲ διέσχε φαεινου̃ δουρὸς ἀκωκή.
ῥίγησέν τ' ἄρ' ἔπειτα ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων:
ἀλλ' οὐδ' ὡ̃ς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,
ἀλλ' ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχοσ.
ἤτοι ὃ 'Ιφιδάμαντα κασίγνητον καὶ ὄπατρον
ἕλκε ποδὸς μεμαώσ, καὶ ἀΰτει πάντας ἀρίστουσ:
τὸν δ' ἕλκοντ' ἀν' ὅμιλον ὑπ' ἀσπίδος ὀμφαλοέσσης
οὔτησε ξυστω̨̃ χαλκήρεϊ, λυ̃σε δὲ γυι̃α:
τοι̃ο δ' ἐπ' 'Ιφιδάμαντι κάρη ἀπέκοψε παραστάσ.
ἔνθ' 'Αντήνορος υἱ̃ες ὑπ' 'Ατρεΐδη̨ βασιλη̃ϊ
πότμον ἀναπλήσαντες ἔδυν δόμον 'Άϊδος εἴσω.

   Αὐτὰρ ὃ τω̃ν ἄλλων ἐπεπωλει̃το στίχας ἀνδρω̃ν
ἔγχεΐ τ' ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
ὄφρά οἱ αἱ̃μ' ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλη̃σ.
αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἱ̃μα,
ὀξει̃αι δ' ὀδύναι δυ̃νον μένος 'Ατρεΐδαο.
ὡς δ' ὅτ' ἂν ὠδίνουσαν ἔχη̨ βέλος ὀξὺ γυναι̃κα
δριμύ, τό τε προϊει̃σι μογοστόκοι Εἰλείθυιαι
'Ήρης θυγατέρες πικρὰς ὠδι̃νας ἔχουσαι,
ὣς ὀξει̃' ὀδύναι δυ̃νον μένος 'Ατρεΐδαο.
ἐς δίφρον δ' ἀνόρουσε, καὶ ἡνιόχω̨ ἐπέτελλε
νηυσὶν ἔπι γλαφυρη̨̃σιν ἐλαυνέμεν: ἤχθετο γὰρ κη̃ρ.
ἤϋσεν δὲ διαπρύσιον Δαναοι̃σι γεγωνώσ:
ὠ̃ φίλοι 'Αργείων ἡγήτορες ἠδὲ μέδοντες
ὑμει̃ς μὲν νυ̃ν νηυσὶν ἀμύνετε ποντοπόροισι
φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς
εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.

   '`Ως ἔφαθ', ἡνίοχος δ' ἵμασεν καλλίτριχας ἵππους
νη̃ας ἔπι γλαφυράσ: τὼ δ' οὐκ ἀέκοντε πετέσθην:
ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίη̨
τειρόμενον βασιλη̃α μάχης ἀπάνευθε φέροντεσ.

   'Έκτωρ δ' ὡς ἐνόησ' 'Αγαμέμνονα νόσφι κιόντα
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσασ:
Τρω̃ες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκη̃σ.
οἴχετ' ἀνὴρ ὤριστοσ, ἐμοὶ δὲ μέγ' εὐ̃χος ἔδωκε
Ζεὺς Κρονίδησ: ἀλλ' ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
ἰφθίμων Δαναω̃ν, ἵν' ὑπέρτερον εὐ̃χος ἄρησθε.

   '`Ως εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
ὡς δ' ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
σεύη̨ ἐπ' ἀγροτέρω̨ συὶ̈ καπρίω̨ ἠὲ λέοντι,
ὣς ἐπ' 'Αχαιοι̃σιν σευ̃ε Τρω̃ας μεγαθύμους
'Έκτωρ Πριαμίδης βροτολοιγω̨̃ ἰ̃σος 'Άρηϊ.
αὐτὸς δ' ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,
ἐν δ' ἔπεσ' ὑσμίνη̨ ὑπεραέϊ ἰ̃σος ἀέλλη̨,
ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.

   'Ένθα τίνα πρω̃τον, τίνα δ' ὕστατον ἐξενάριξεν
'Έκτωρ Πριαμίδησ, ὅτε οἱ Ζεὺς κυ̃δος ἔδωκεν;
'Ασαι̃ον μὲν πρω̃τα καὶ Αὐτόνοον καὶ 'Οπίτην
καὶ Δόλοπα Κλυτίδην καὶ 'Οφέλτιον ἠδ' 'Αγέλαον
Αἴσυμνόν τ' ~'Ωρόν τε καὶ 'Ιππόνοον μενεχάρμην.
τοὺς ἄρ' ὅ γ' ἡγεμόνας Δαναω̃ν ἕλεν, αὐτὰρ ἔπειτα
πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξη̨
ἀργεστα̃ο Νότοιο βαθείη̨ λαίλαπι τύπτων:
πολλὸν δὲ τρόφι κυ̃μα κυλίνδεται, ὑψόσε δ' ἄχνη
σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωη̃σ:
ὣς ἄρα πυκνὰ καρήαθ' ὑφ' 'Έκτορι δάμνατο λαω̃ν.

   'Ένθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες 'Αχαιοί,
εἰ μὴ Τυδεΐδη̨ Διομήδεϊ κέκλετ' 'Οδυσσεύσ:
Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκη̃σ;
ἀλλ' ἄγε δευ̃ρο πέπον, παρ' ἔμ' ἵσταο: δὴ γὰρ ἔλεγχος
ἔσσεται εἴ κεν νη̃ας ἕλη̨ κορυθαίολος 'Έκτωρ.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδησ:
ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι: ἀλλὰ μίνυνθα
ἡμέων ἔσσεται ἠ̃δοσ, ἐπεὶ νεφεληγερέτα Ζεὺς
Τρωσὶν δὴ βόλεται δου̃ναι κράτος ἠέ περ ἡμι̃ν.

   ~'Η καὶ Θυμβραι̃ον μὲν ἀφ' ἵππων ὠ̃σε χαμα̃ζε
δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν: αὐτὰρ 'Οδυσσεὺς
ἀντίθεον θεράποντα Μολίονα τοι̃ο ἄνακτοσ.
τοὺς μὲν ἔπειτ' εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν:
τὼ δ' ἀν' ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
ἐν κυσὶ θηρευτη̨̃σι μέγα φρονέοντε πέσητον:
ὣς ὄλεκον Τρω̃ας πάλιν ὀρμένω: αὐτὰρ 'Αχαιοὶ
ἀσπασίως φεύγοντες ἀνέπνεον 'Έκτορα δι̃ον.

   'Ένθ' ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω
υἱ̃ε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
ἤ̨δεε μαντοσύνασ, οὐδὲ οὓς παι̃δας ἔασκε
στείχειν ἐς πόλεμον φθισήνορα: τὼ δέ οἱ οὔ τι
πειθέσθην: κη̃ρες γὰρ ἄγον μέλανος θανάτοιο.
τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης
θυμου̃ καὶ ψυχη̃ς κεκαδὼν κλυτὰ τεύχε' ἀπηύρα:
'Ιππόδαμον δ' 'Οδυσεὺς καὶ 'Υπείροχον ἐξενάριξεν.

   'Ένθά σφιν κατὰ ἰ̃σα μάχην ἐτάνυσσε Κρονίων
ἐξ 'Ίδης καθορω̃ν: τοὶ δ' ἀλλήλους ἐνάριζον.
ἤτοι Τυδέος υἱὸς 'Αγάστροφον οὔτασε δουρὶ
Παιονίδην ἥρωα κατ' ἰσχίον: οὐ δέ οἱ ἵπποι
ἐγγὺς ἔσαν προφυγει̃ν, ἀάσατο δὲ μέγα θυμω̨̃.
τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ' ἔχεν, αὐτὰρ ὃ πεζὸς
θυ̃νε διὰ προμάχων, εἱ̃ος φίλον ὤλεσε θυμόν.
'Έκτωρ δ' ὀξὺ νόησε κατὰ στίχασ, ὠ̃ρτο δ' ἐπ' αὐτοὺς
κεκλήγων: ἅμα δὲ Τρώων εἵποντο φάλαγγεσ.
τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδησ,
αἰ̃ψα δ' 'Οδυσση̃α προσεφώνεεν ἐγγὺς ἐόντα:
νω̃ϊν δὴ τόδε πη̃μα κυλίνδεται ὄβριμος 'Έκτωρ:
ἀλλ' ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντεσ.

   ~'Η ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
καὶ βάλεν, οὐδ' ἀφάμαρτε τιτυσκόμενος κεφαλη̃φιν,
ἄκρην κὰκ κόρυθα: πλάγχθη δ' ἀπὸ χαλκόφι χαλκόσ,
οὐδ' ἵκετο χρόα καλόν: ἐρύκακε γὰρ τρυφάλεια
τρίπτυχος αὐλω̃πισ, τήν οἱ πόρε Φοι̃βος 'Απόλλων.
'Έκτωρ δ' ὠ̃κ' ἀπέλεθρον ἀνέδραμε, μίκτο δ' ὁμίλω̨,
στη̃ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείη̨
γαίησ: ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ὤ̨χετ' ἐρωὴν
τη̃λε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης
τόφρ' 'Έκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας
ἐξέλασ' ἐς πληθύν, καὶ ἀλεύατο κη̃ρα μέλαιναν.
δουρὶ δ' ἐπαΐσσων προσέφη κρατερὸς Διομήδησ:
ἐξ αὐ̃ νυ̃ν ἔφυγες θάνατον κύον: ἠ̃ τέ τοι ἄγχι
ἠ̃λθε κακόν: νυ̃ν αὐ̃τέ σ' ἐρύσατο Φοι̃βος 'Απόλλων
ὡ̨̃ μέλλεις εὔχεσθαι ἰὼν ἐς δου̃πον ἀκόντων.
ἠ̃ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσασ,
εἴ πού τις καὶ ἔμοιγε θεω̃ν ἐπιτάρροθός ἐστι.
νυ̃ν αὐ̃ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.

   ~'Η, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.
αὐτὰρ 'Αλέξανδρος 'Ελένης πόσις ἠϋκόμοιο
Τυδεΐδη̨ ἔπι τόξα τιταίνετο ποιμένι λαω̃ν,
στήλη̨ κεκλιμένος ἀνδροκμήτω̨ ἐπὶ τύμβω̨
'Ίλου Δαρδανίδαο, παλαιου̃ δημογέροντοσ.
ἤτοι ὃ μὲν θώρηκα 'Αγαστρόφου ἰφθίμοιο
αἴνυτ' ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τ' ὤμων
καὶ κόρυθα βριαρήν: ὃ δὲ τόξου πη̃χυν ἄνελκε
καὶ βάλεν, οὐδ' ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρόσ,
ταρσὸν δεξιτεροι̃ο ποδόσ: διὰ δ' ἀμπερὲς ἰὸς
ἐν γαίη̨ κατέπηκτο: ὃ δὲ μάλα ἡδὺ γελάσσας
ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα:
βέβληαι οὐδ' ἅλιον βέλος ἔκφυγεν: ὡς ὄφελόν τοι
νείατον ἐς κενεω̃να βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
οὕτω κεν καὶ Τρω̃ες ἀνέπνευσαν κακότητοσ,
οἵ τέ σε πεφρίκασι λέονθ' ὡς μηκάδες αἰ̃γεσ.

   Τὸν δ' οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδησ:
τοξότα λωβητὴρ κέρα̨ ἀγλαὲ παρθενοπι̃πα
εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείησ,
οὐκ ἄν τοι χραίσμη̨σι βιὸς καὶ ταρφέες ἰοί:
νυ̃ν δέ μ' ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτωσ.
οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων:
κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοι̃ο.
ἠ̃ τ' ἄλλως ὑπ' ἐμει̃ο, καὶ εἴ κ' ὀλίγον περ ἐπαύρη̨,
ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἰ̃ψα τίθησι.
του̃ δὲ γυναικὸς μέν τ' ἀμφίδρυφοί εἰσι παρειαί,
παι̃δες δ' ὀρφανικοί: ὃ δέ θ' αἵματι γαι̃αν ἐρεύθων
πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναι̃κεσ.

   '`Ως φάτο, του̃ δ' 'Οδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
ἔστη πρόσθ': ὃ δ' ὄπισθε καθεζόμενος βέλος ὠκὺ
ἐκ πόδος ἕλκ', ὀδύνη δὲ διὰ χροὸς ἠ̃λθ' ἀλεγεινή.
ἐς δίφρον δ' ἀνόρουσε, καὶ ἡνιόχω̨ ἐπέτελλε
νηυσὶν ἔπι γλαφυρη̨̃σιν ἐλαυνέμεν: ἤχθετο γὰρ κη̃ρ.

   Οἰώθη δ' 'Οδυσεὺς δουρὶ κλυτόσ, οὐδέ τις αὐτω̨̃
'Αργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντασ:
ὀχθήσας δ' ἄρα εἰ̃πε πρὸς ὃν μεγαλήτορα θυμόν:
ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι
πληθὺν ταρβήσασ: τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
μου̃νοσ: τοὺς δ' ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.
ἀλλὰ τί ἤ μοι ταυ̃τα φίλος διελέξατο θυμόσ;
οἰ̃δα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
ὃς δέ κ' ἀριστεύη̨σι μάχη̨ ἔνι τὸν δὲ μάλα χρεὼ
ἑστάμεναι κρατερω̃σ, ἤ τ' ἔβλητ' ἤ τ' ἔβαλ' ἄλλον.

   εἱ̃ος ὃ ταυ̃θ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
ἔλσαν δ' ἐν μέσσοισι, μετὰ σφίσι πη̃μα τιθέντεσ.
ὡς δ' ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ' αἰζηοὶ
σεύωνται, ὃ δέ τ' εἰ̃σι βαθείης ἐκ ξυλόχοιο
θήγων λευκὸν ὀδόντα μετὰ γναμπτη̨̃σι γένυσσιν,
ἀμφὶ δέ τ' ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων
γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
ὥς ῥα τότ' ἀμφ' 'Οδυση̃α Διὶ̈ φίλον ἐσσεύοντο
Τρω̃εσ: ὃ δὲ πρω̃τον μὲν ἀμύμονα Δηϊοπίτην
οὔτασεν ὠ̃μον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,
αὐτὰρ ἔπειτα Θόωνα καὶ 'Έννομον ἐξενάριξε.
Χερσιδάμαντα δ' ἔπειτα καθ' ἵππων ἀΐξαντα
δουρὶ κατὰ πρότμησιν ὑπ' ἀσπίδος ὀμφαλοέσσης
νύξεν: ὃ δ' ἐν κονίη̨σι πεσὼν ἕλε γαι̃αν ἀγοστω̨̃.
τοὺς μὲν ἔασ', ὃ δ' ἄρ' 'Ιππασίδην Χάροπ' οὔτασε δουρὶ
αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
τω̨̃ δ' ἐπαλεξήσων Σω̃κος κίεν ἰσόθεος φώσ,
στη̃ δὲ μάλ' ἐγγὺς ἰὼν καί μιν πρὸς μυ̃θον ἔειπεν
ὠ̃ 'Οδυσευ̃ πολύαινε δόλων ἀ̃τ' ἠδὲ πόνοιο
σήμερον ἢ δοιοι̃σιν ἐπεύξεαι 'Ιππασίδη̨σι
τοιώδ' ἄνδρε κατακτείνας καὶ τεύχε' ἀπούρασ,
ἤ κεν ἐμω̨̃ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσση̨σ.

   '`Ως εἰπὼν οὔτησε κατ' ἀσπίδα πάντοσ' ἐΐσην.
διὰ μὲν ἀσπίδος ἠ̃λθε φαεινη̃ς ὄβριμον ἔγχοσ,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
πάντα δ' ἀπὸ πλευρω̃ν χρόα ἔργαθεν, οὐδ' ἔτ' ἔασε
Παλλὰς 'Αθηναίη μιχθήμεναι ἔγκασι φωτόσ.
γνω̃ δ' 'Οδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἠ̃λθεν,
ἂψ δ' ἀναχωρήσας Σω̃κον πρὸς μυ̃θον ἔειπεν:
ἀ̃ δείλ' ἠ̃ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθροσ.
ἤτοι μέν ῥ' ἔμ' ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι:
σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κη̃ρα μέλαιναν
ἤματι τω̨̃δ' ἔσσεσθαι, ἐμω̨̃ δ' ὑπὸ δουρὶ δαμέντα
εὐ̃χος ἐμοὶ δώσειν, ψυχὴν δ' 'Άϊδι κλυτοπώλω̨.

   ~'Η, καὶ ὃ μὲν φύγαδ' αὐ̃τις ὑποστρέψας ἐβεβήκει,
τω̨̃ δὲ μεταστρεφθέντι μεταφρένω̨ ἐν δόρυ πη̃ξεν
ὤμων μεσσηγύσ, διὰ δὲ στήθεσφιν ἔλασσε,
δούπησεν δὲ πεσών: ὃ δ' ἐπεύξατο δι̃ος 'Οδυσσεύσ:
ὠ̃ Σω̃χ' 'Ιππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο
φθη̃ σε τέλος θανάτοιο κιχήμενον, οὐδ' ὑπάλυξασ.
ἀ̃ δείλ' οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ' οἰωνοὶ
ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντεσ.
αὐτὰρ ἔμ', εἴ κε θάνω, κτεριου̃σί γε δι̃οι 'Αχαιοί.

   '`Ως εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσησ:
αἱ̃μα δέ οἱ σπασθέντος ἀνέσσυτο, κη̃δε δὲ θυμόν.
Τρω̃ες δὲ μεγάθυμοι ὅπως ἴδον αἱ̃μ' 'Οδυση̃ος
κεκλόμενοι καθ' ὅμιλον ἐπ' αὐτω̨̃ πάντες ἔβησαν.
αὐτὰρ ὅ γ' ἐξοπίσω ἀνεχάζετο, αὐ̃ε δ' ἑταίρουσ.
τρὶς μὲν ἔπειτ' ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτόσ,
τρὶς δ' ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαοσ.
αἰ̃ψα δ' ἄρ' Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα:
Αἰ̃αν διογενὲς Τελαμώνιε κοίρανε λαω̃ν
ἀμφί μ' 'Οδυσση̃ος ταλασίφρονος ἵκετ' ἀϋτὴ
τω̨̃ ἰκέλη ὡς εἴ ἑ βιώ̨ατο μου̃νον ἐόντα
Τρω̃ες ἀποτμήξαντες ἐνὶ κρατερη̨̃ ὑσμίνη̨.
ἀλλ' ἴομεν καθ' ὅμιλον: ἀλεξέμεναι γὰρ ἄμεινον.
δείδω μή τι πάθη̨σιν ἐνὶ Τρώεσσι μονωθεὶς
ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοι̃σι γένηται.

   '`Ως εἰπὼν ὃ μὲν ἠ̃ρχ', ὃ δ' ἅμ' ἕσπετο ἰσόθεος φώσ.
εὑ̃ρον ἔπειτ' 'Οδυση̃α Διὶ̈ φίλον: ἀμφὶ δ' ἄρ' αὐτὸν
Τρω̃ες ἕπονθ' ὡς εἴ τε δαφοινοὶ θω̃ες ὄρεσφιν
ἀμφ' ἔλαφον κεραὸν βεβλημένον, ὅν τ' ἔβαλ' ἀνὴρ
ἰω̨̃ ἀπὸ νευρη̃σ: τὸν μέν τ' ἤλυξε πόδεσσι
φεύγων, ὄφρ' αἱ̃μα λιαρὸν καὶ γούνατ' ὀρώρη̨:
αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστόσ,
ὠμοφάγοι μιν θω̃ες ἐν οὔρεσι δαρδάπτουσιν
ἐν νέμεϊ σκιερω̨̃: ἐπί τε λι̃ν ἤγαγε δαίμων
σίντην: θω̃ες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει:
ὥς ῥα τότ' ἀμφ' 'Οδυση̃α δαΐφρονα ποικιλομήτην
Τρω̃ες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γ' ἥρως
ἀΐσσων ὡ̨̃ ἔγχει ἀμύνετο νηλεὲς ἠ̃μαρ.
Αἴας δ' ἐγγύθεν ἠ̃λθε φέρων σάκος ἠΰτε πύργον,
στη̃ δὲ παρέξ: Τρω̃ες δὲ διέτρεσαν ἄλλυδις ἄλλοσ.
ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ' ὁμίλου
χειρὸς ἔχων, εἱ̃ος θεράπων σχεδὸν ἤλασεν ἵππουσ.

   Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἱ̃λε Δόρυκλον
Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὐ̃τα,
οὐ̃τα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
ὡς δ' ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
χειμάρρους κατ' ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρω̨,
πολλὰς δὲ δρυ̃ς ἀζαλέασ, πολλὰς δέ τε πεύκας
ἐσφέρεται, πολλὸν δέ τ' ἀφυσγετὸν εἰς ἅλα βάλλει,
ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴασ,
δαΐζων ἵππους τε καὶ ἀνέρασ: οὐδέ πω 'Έκτωρ
πεύθετ', ἐπεί ῥα μάχης ἐπ' ἀριστερὰ μάρνατο πάσης
ὄχθας πὰρ ποταμοι̃ο Σκαμάνδρου, τη̨̃ ῥα μάλιστα
ἀνδρω̃ν πι̃πτε κάρηνα, βοὴ δ' ἄσβεστος ὀρώρει
Νέστορά τ' ἀμφὶ μέγαν καὶ ἀρήϊον 'Ιδομενη̃α.
'Έκτωρ μὲν μετὰ τοι̃σιν ὁμίλει μέρμερα ῥέζων
ἔγχεΐ θ' ἱπποσύνη̨ τε, νέων δ' ἀλάπαζε φάλαγγασ:
οὐδ' ἄν πω χάζοντο κελεύθου δι̃οι 'Αχαιοὶ
εἰ μὴ 'Αλέξανδρος 'Ελένης πόσις ἠϋκόμοιο
παυ̃σεν ἀριστεύοντα Μαχάονα ποιμένα λαω̃ν,
ἰω̨̃ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὠ̃μον.
τω̨̃ ῥα περίδεισαν μένεα πνείοντες 'Αχαιοὶ
μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
αὐτίκα δ' 'Ιδομενεὺς προσεφώνεε Νέστορα δι̃ον:
ὠ̃ Νέστορ Νηληϊάδη μέγα κυ̃δος 'Αχαιω̃ν
ἄγρει σω̃ν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων
βαινέτω, ἐς νη̃ας δὲ τάχιστ' ἔχε μώνυχας ἵππουσ:
ἰητρὸς γὰρ ἀνὴρ πολλω̃ν ἀντάξιος ἄλλων
ἰούς τ' ἐκτάμνειν ἐπί τ' ἤπια φάρμακα πάσσειν.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
αὐτίκα δ' ὡ̃ν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων
βαι̃ν' 'Ασκληπιου̃ υἱὸς ἀμύμονος ἰητη̃ροσ:
μάστιξεν δ' ἵππουσ, τὼ δ' οὐκ ἀέκοντε πετέσθην
νη̃ας ἔπι γλαφυράσ: τη̨̃ γὰρ φίλον ἔπλετο θυμω̨̃.

   Κεβριόνης δὲ Τρω̃ας ὀρινομένους ἐνόησεν
'Έκτορι παρβεβαώσ, καί μιν πρὸς μυ̃θον ἔειπεν:
'Έκτορ νω̃ϊ μὲν ἐνθάδ' ὁμιλέομεν Δαναοι̃σιν
ἐσχατιη̨̃ πολέμοιο δυσηχέοσ: οἳ δὲ δὴ ἄλλοι
Τρω̃ες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.
Αἴας δὲ κλονέει Τελαμώνιοσ: εὐ̃ δέ μιν ἔγνων:
εὐρὺ γὰρ ἀμφ' ὤμοισιν ἔχει σάκοσ: ἀλλὰ καὶ ἡμει̃ς
κει̃σ' ἵππους τε καὶ ἅρμ' ἰθύνομεν, ἔνθα μάλιστα
ἱππη̃ες πεζοί τε κακὴν ἔριδα προβαλόντες
ἀλλήλους ὀλέκουσι, βοὴ δ' ἄσβεστος ὄρωρεν.

   '`Ως ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
μάστιγι λιγυρη̨̃: τοὶ δὲ πληγη̃ς ἀΐοντες
ῥίμφ' ἔφερον θοὸν ἅρμα μετὰ Τρω̃ας καὶ 'Αχαιοὺς
στείβοντες νέκυάς τε καὶ ἀσπίδασ: αἵματι δ' ἄξων
νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
ἃς ἄρ' ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
αἵ τ' ἀπ' ἐπισσώτρων. ὃ δὲ ἵετο δυ̃ναι ὅμιλον
ἀνδρόμεον ῥη̃ξαί τε μετάλμενοσ: ἐν δὲ κυδοιμὸν
ἡ̃κε κακὸν Δαναοι̃σι, μίνυνθα δὲ χάζετο δουρόσ.
αὐτὰρ ὃ τω̃ν ἄλλων ἐπεπωλει̃το στίχας ἀνδρω̃ν
ἔγχεΐ τ' ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
Αἴαντος δ' ἀλέεινε μάχην Τελαμωνιάδαο.

   Ζεὺς δὲ πατὴρ Αἴανθ' ὑψίζυγος ἐν φόβον ὠ̃ρσε:
στη̃ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,
τρέσσε δὲ παπτήνας ἐφ' ὁμίλου θηρὶ ἐοικὼς
ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.
ὡς δ' αἴθωνα λέοντα βοω̃ν ἀπὸ μεσσαύλοιο
ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιω̃ται,
οἵ τέ μιν οὐκ εἰω̃σι βοω̃ν ἐκ πι̃αρ ἑλέσθαι
πάννυχοι ἐγρήσσοντεσ: ὃ δὲ κρειω̃ν ἐρατίζων
ἰθύει, ἀλλ' οὔ τι πρήσσει: θαμέες γὰρ ἄκοντες
ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρω̃ν
καιόμεναί τε δεταί, τάς τε τρει̃ ἐσσύμενός περ:
ἠω̃θεν δ' ἀπὸ νόσφιν ἔβη τετιηότι θυμω̨̃:
ὣς Αἴας τότ' ἀπὸ Τρώων τετιημένος ἠ̃τορ
ἤϊε πόλλ' ἀέκων: περὶ γὰρ δίε νηυσὶν 'Αχαιω̃ν.
ὡς δ' ὅτ' ὄνος παρ' ἄρουραν ἰὼν ἐβιήσατο παι̃δας
νωθήσ, ὡ̨̃ δὴ πολλὰ περὶ ῥόπαλ' ἀμφὶς ἐάγη̨,
κείρει τ' εἰσελθὼν βαθὺ λήϊον: οἳ δέ τε παι̃δες
τύπτουσιν ῥοπάλοισι: βίη δέ τε νηπίη αὐτω̃ν:
σπουδη̨̃ τ' ἐξήλασσαν, ἐπεί τ' ἐκορέσσατο φορβη̃σ:
ὣς τότ' ἔπειτ' Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
Τρω̃ες ὑπέρθυμοι πολυηγερέες τ' ἐπίκουροι
νύσσοντες ξυστοι̃σι μέσον σάκος αἰὲν ἕποντο.
Αἴας δ' ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκη̃ς
αὐ̃τις ὑποστρεφθείσ, καὶ ἐρητύσασκε φάλαγγας
Τρώων ἱπποδάμων: ὁτὲ δὲ τρωπάσκετο φεύγειν.
πάντας δὲ προέεργε θοὰς ἐπὶ νη̃ας ὁδεύειν,
αὐτὸς δὲ Τρώων καὶ 'Αχαιω̃ν θυ̃νε μεσηγὺ
ἱστάμενοσ: τὰ δὲ δου̃ρα θρασειάων ἀπὸ χειρω̃ν
ἄλλα μὲν ἐν σάκεϊ μεγάλω̨ πάγεν ὄρμενα πρόσσω,
πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρει̃ν,
ἐν γαίη̨ ἵσταντο λιλαιόμενα χροὸς ἀ̃σαι.

   Τὸν δ' ὡς οὐ̃ν ἐνόησ' Εὐαίμονος ἀγλαὸς υἱὸς
Εὐρύπυλος πυκινοι̃σι βιαζόμενον βελέεσσι,
στη̃ ῥα παρ' αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινω̨̃,
καὶ βάλε Φαυσιάδην 'Απισάονα ποιμένα λαω̃ν
ἡ̃παρ ὑπὸ πραπίδων, εἰ̃θαρ δ' ὑπὸ γούνατ' ἔλυσεν:
Εὐρύπυλος δ' ἐπόρουσε καὶ αἴνυτο τεύχε' ἀπ' ὤμων.
τὸν δ' ὡς οὐ̃ν ἐνόησεν 'Αλέξανδρος θεοειδὴς
τεύχε' ἀπαινύμενον 'Απισάονοσ, αὐτίκα τόξον
ἕλκετ' ἐπ' Εὐρυπύλω̨, καί μιν βάλε μηρὸν ὀϊστω̨̃
δεξιόν: ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κη̃ρ' ἀλεείνων,
ἤϋσεν δὲ διαπρύσιον Δαναοι̃σι γεγωνώσ:
ὠ̃ φίλοι 'Αργείων ἡγήτορες ἠδὲ μέδοντες
στη̃τ' ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἠ̃μαρ
Αἴανθ', ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι
φεύξεσθ' ἐκ πολέμοιο δυσηχέοσ: ἀλλὰ μάλ' ἄντην
ἵστασθ' ἀμφ' Αἴαντα μέγαν Τελαμώνιον υἱόν.

   '`Ως ἔφατ' Εὐρύπυλος βεβλημένοσ: οἳ δὲ παρ' αὐτὸν
πλησίοι ἔστησαν σάκε' ὤμοισι κλίναντες
δούρατ' ἀνασχόμενοι: τω̃ν δ' ἀντίος ἤλυθεν Αἴασ.
στη̃ δὲ μεταστρεφθείσ, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.

   '`Ως οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο:
Νέστορα δ' ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
ἱδρω̃σαι, ἠ̃γον δὲ Μαχάονα ποιμένα λαω̃ν.
τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δι̃ος 'Αχιλλεύσ:
ἑστήκει γὰρ ἐπὶ πρυμνη̨̃ μεγακήτεϊ νηὶ̈
εἰσορόων πόνον αἰπὺν ἰω̃κά τε δακρυόεσσαν.
αἰ̃ψα δ' ἑται̃ρον ἑὸν Πατροκλη̃α προσέειπε
φθεγξάμενος παρὰ νηόσ: ὃ δὲ κλισίηθεν ἀκούσας
ἔκμολεν ἰ̃σος 'Άρηϊ, κακου̃ δ' ἄρα οἱ πέλεν ἀρχή.
τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱόσ:
τίπτέ με κικλήσκεις 'Αχιλευ̃; τί δέ σε χρεὼ ἐμει̃ο;
τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
δι̃ε Μενοιτιάδη τω̨̃ ἐμω̨̃ κεχαρισμένε θυμω̨̃
νυ̃ν ὀΐω περὶ γούνατ' ἐμὰ στήσεσθαι 'Αχαιοὺς
λισσομένουσ: χρειὼ γὰρ ἱκάνεται οὐκέτ' ἀνεκτόσ.
ἀλλ' ἴθι νυ̃ν Πάτροκλε Διὶ̈ φίλε Νέστορ' ἔρειο
ὅν τινα του̃τον ἄγει βεβλημένον ἐκ πολέμοιο:
ἤτοι μὲν τά γ' ὄπισθε Μαχάονι πάντα ἔοικε
τω̨̃ 'Ασκληπιάδη̨, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτόσ:
ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυι̃αι.

   '`Ως φάτο, Πάτροκλος δὲ φίλω̨ ἐπεπείθεθ' ἑταίρω̨,
βη̃ δὲ θέειν παρά τε κλισίας καὶ νη̃ας 'Αχαιω̃ν.

   Οἳ δ' ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,
αὐτοὶ μέν ῥ' ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,
ἵππους δ' Εὐρυμέδων θεράπων λύε τοι̃ο γέροντος
ἐξ ὀχέων: τοὶ δ' ἱδρω̃ ἀπεψύχοντο χιτώνων
στάντε ποτὶ πνοιὴν παρὰ θι̃ν' ἁλόσ: αὐτὰρ ἔπειτα
ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοι̃σι κάθιζον.
τοι̃σι δὲ τευ̃χε κυκειω̃ ἐϋπλόκαμος 'Εκαμήδη,
τὴν ἄρετ' ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν 'Αχιλλεύσ,
θυγατέρ' 'Αρσινόου μεγαλήτοροσ, ἥν οἱ 'Αχαιοὶ
ἔξελον οὕνεκα βουλη̨̃ ἀριστεύεσκεν ἁπάντων.
ἥ σφωϊν πρω̃τον μὲν ἐπιπροΐηλε τράπεζαν
καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπ' αὐτη̃ς
χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτω̨̃ ὄψον,
ἠδὲ μέλι χλωρόν, παρὰ δ' ἀλφίτου ἱερου̃ ἀκτήν,
πὰρ δὲ δέπας περικαλλέσ, ὃ οἴκοθεν ἠ̃γ' ὁ γεραιόσ,
χρυσείοις ἥλοισι πεπαρμένον: οὔατα δ' αὐτου̃
τέσσαρ' ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
χρύσειαι νεμέθοντο, δύω δ' ὑπὸ πυθμένες ἠ̃σαν.
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
πλει̃ον ἐόν, Νέστωρ δ' ὁ γέρων ἀμογητὶ ἄειρεν.
ἐν τω̨̃ ῥά σφι κύκησε γυνὴ ἐϊκυι̃α θεη̨̃σιν
οἴνω̨ Πραμνείω̨, ἐπὶ δ' αἴγειον κνη̃ τυρὸν
κνήστι χαλκείη̨, ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνε,
πινέμεναι δ' ἐκέλευσεν, ἐπεί ῥ' ὥπλισσε κυκειω̃.
τὼ δ' ἐπεὶ οὐ̃ν πίνοντ' ἀφέτην πολυκαγκέα δίψαν
μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντεσ,
Πάτροκλος δὲ θύρη̨σιν ἐφίστατο ἰσόθεος φώσ.
τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὠ̃ρτο φαεινου̃,
ἐς δ' ἄγε χειρὸς ἑλών, κατὰ δ' ἑδριάασθαι ἄνωγε.
Πάτροκλος δ' ἑτέρωθεν ἀναίνετο εἰ̃πέ τε μυ̃θον:
οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφέσ, οὐδέ με πείσεισ.
αἰδοι̃ος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι
ὅν τινα του̃τον ἄγεις βεβλημένον: ἀλλὰ καὶ αὐτὸς
γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαω̃ν.
νυ̃ν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἰ̃μ' 'Αχιλη̃ϊ.
εὐ̃ δὲ σὺ οἰ̃σθα γεραιὲ διοτρεφέσ, οἱ̃ος ἐκει̃νος
δεινὸς ἀνήρ: τάχα κεν καὶ ἀναίτιον αἰτιόω̨το.

   Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
τίπτε τὰρ ὡ̃δ' 'Αχιλεὺς ὀλοφύρεται υἱ̃ας 'Αχαιω̃ν,
ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἰ̃δε
πένθεοσ, ὅσσον ὄρωρε κατὰ στρατόν: οἳ γὰρ ἄριστοι
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδησ,
οὔτασται δ' 'Οδυσεὺς δουρὶ κλυτὸς ἠδ' 'Αγαμέμνων:
βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστω̨̃:
του̃τον δ' ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο
ἰω̨̃ ἀπὸ νευρη̃ς βεβλημένον. αὐτὰρ 'Αχιλλεὺς
ἐσθλὸς ἐὼν Δαναω̃ν οὐ κήδεται οὐδ' ἐλεαίρει.
ἠ̃ μένει εἰς ὅ κε δὴ νη̃ες θοαὶ ἄγχι θαλάσσης
'Αργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,
αὐτοί τε κτεινώμεθ' ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς
ἔσθ' οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοι̃σι μέλεσσιν.
εἴθ' ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη
ὡς ὁπότ' 'Ηλείοισι καὶ ἡμι̃ν νει̃κος ἐτύχθη
ἀμφὶ βοηλασίη̨, ὅτ' ἐγὼ κτάνον 'Ιτυμονη̃α
ἐσθλὸν 'Υπειροχίδην, ὃς ἐν 'Ήλιδι ναιετάασκε,
ῥύσι' ἐλαυνόμενοσ: ὃ δ' ἀμύνων ἡ̨̃σι βόεσσιν
ἔβλητ' ἐν πρώτοισιν ἐμη̃ς ἀπὸ χειρὸς ἄκοντι,
κὰδ δ' ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιω̃ται.
ληΐδα δ' ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν
πεντήκοντα βοω̃ν ἀγέλασ, τόσα πώεα οἰω̃ν,
τόσσα συω̃ν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγω̃ν,
ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
πάσας θηλείασ, πολλη̨̃σι δὲ πω̃λοι ὑπη̃σαν.
καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
ἐννύχιοι προτὶ ἄστυ: γεγήθει δὲ φρένα Νηλεύσ,
οὕνεκά μοι τύχε πολλὰ νέω̨ πόλεμον δὲ κιόντι.
κήρυκες δ' ἐλίγαινον ἅμ' ἠοι̃ φαινομένηφι
τοὺς ἴμεν οἱ̃σι χρει̃ος ὀφείλετ' ἐν 'Ήλιδι δίη̨:
οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες
δαίτρευον: πολέσιν γὰρ 'Επειοὶ χρει̃ος ὄφειλον,
ὡς ἡμει̃ς παυ̃ροι κεκακωμένοι ἐν Πύλω̨ ἠ̃μεν:
ἐλθὼν γάρ ῥ' ἐκάκωσε βίη 'Ηρακληείη
τω̃ν προτέρων ἐτέων, κατὰ δ' ἔκταθεν ὅσσοι ἄριστοι:
δώδεκα γὰρ Νηλη̃ος ἀμύμονος υἱέες ἠ̃μεν:
τω̃ν οἰ̃ος λιπόμην, οἳ δ' ἄλλοι πάντες ὄλοντο.
ταυ̃θ' ὑπερηφανέοντες 'Επειοὶ χαλκοχίτωνες
ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.
ἐκ δ' ὃ γέρων ἀγέλην τε βοω̃ν καὶ πω̃ϋ μέγ' οἰω̃ν
εἵλετο κρινάμενος τριηκόσι' ἠδὲ νομη̃ασ.
καὶ γὰρ τω̨̃ χρει̃ος μέγ' ὀφείλετ' ἐν 'Ήλιδι δίη̨
τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοι̃σιν ὄχεσφιν
ἐλθόντες μετ' ἄεθλα: περὶ τρίποδος γὰρ ἔμελλον
θεύσεσθαι: τοὺς δ' αὐ̃θι ἄναξ ἀνδρω̃ν Αὐγείας
κάσχεθε, τὸν δ' ἐλατη̃ρ' ἀφίει ἀκαχήμενον ἵππων.
τω̃ν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων
ἐξέλετ' ἄσπετα πολλά: τὰ δ' ἄλλ' ἐς δη̃μον ἔδωκε
δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσησ.
ἡμει̃ς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ
ἕρδομεν ἱρὰ θεοι̃σ: οἳ δὲ τρίτω̨ ἤματι πάντες
ἠ̃λθον ὁμω̃ς αὐτοί τε πολει̃ς καὶ μώνυχες ἵπποι
πανσυδίη̨: μετὰ δέ σφι Μολίονε θωρήσσοντο
παι̃δ' ἔτ' ἐόντ', οὔ πω μάλα εἰδότε θούριδος ἀλκη̃σ.
ἔστι δέ τις Θρυόεσσα πόλις αἰπει̃α κολώνη
τηλου̃ ἐπ' 'Αλφειω̨̃, νεάτη Πύλου ἠμαθόεντοσ:
τὴν ἀμφεστρατόωντο διαρραι̃σαι μεμαω̃τεσ.
ἀλλ' ὅτε πα̃ν πεδίον μετεκίαθον, ἄμμι δ' 'Αθήνη
ἄγγελος ἠ̃λθε θέουσ' ἀπ' 'Ολύμπου θωρήσσεσθαι
ἔννυχοσ, οὐδ' ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν
ἀλλὰ μάλ' ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς
εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππουσ:
οὐ γάρ πώ τί μ' ἔφη ἴδμεν πολεμήϊα ἔργα.
ἀλλὰ καὶ ὡ̃ς ἱππευ̃σι μετέπρεπον ἡμετέροισι
καὶ πεζός περ ἐών, ἐπεὶ ὡ̃ς ἄγε νει̃κος 'Αθήνη.
ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων
ἐγγύθεν 'Αρήνησ, ὅθι μείναμεν 'Ηω̃ δι̃αν
ἱππη̃ες Πυλίων, τὰ δ' ἐπέρρεον ἔθνεα πεζω̃ν.
ἔνθεν πανσυδίη̨ σὺν τεύχεσι θωρηχθέντες
ἔνδιοι ἱκόμεσθ' ἱερὸν ῥόον 'Αλφειοι̃ο.
ἔνθα Διὶ ῥέξαντες ὑπερμενει̃ ἱερὰ καλά,
ταυ̃ρον δ' 'Αλφειω̨̃, ταυ̃ρον δὲ Ποσειδάωνι,
αὐτὰρ 'Αθηναίη γλαυκώπιδι βου̃ν ἀγελαίην,
δόρπον ἔπειθ' ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,
καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἱ̃σιν ἕκαστος
ἀμφὶ ῥοὰς ποταμοι̃ο. ἀτὰρ μεγάθυμοι 'Επειοὶ
ἀμφέσταν δὴ ἄστυ διαρραι̃σαι μεμαω̃τεσ:
ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον 'Άρηοσ:
εὐ̃τε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίησ,
συμφερόμεσθα μάχη̨ Διί τ' εὐχόμενοι καὶ 'Αθήνη̨.
ἀλλ' ὅτε δὴ Πυλίων καὶ 'Επειω̃ν ἔπλετο νει̃κοσ,
πρω̃τος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππουσ,
Μούλιον αἰχμητήν: γαμβρὸς δ' ἠ̃ν Αὐγείαο,
πρεσβυτάτην δὲ θύγατρ' εἰ̃χε ξανθὴν 'Αγαμήδην,
ἣ τόσα φάρμακα ἤ̨δη ὅσα τρέφει εὐρει̃α χθών.
τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,
ἤριπε δ' ἐν κονίη̨σιν: ἐγὼ δ' ἐς δίφρον ὀρούσας
στη̃ν ῥα μετὰ προμάχοισιν: ἀτὰρ μεγάθυμοι 'Επειοὶ
ἔτρεσαν ἄλλυδις ἄλλοσ, ἐπεὶ ἴδον ἄνδρα πεσόντα
ἡγεμόν' ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.
αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινη̨̃ λαίλαπι ἰ̃σοσ,
πεντήκοντα δ' ἕλον δίφρουσ, δύο δ' ἀμφὶς ἕκαστον
φω̃τες ὀδὰξ ἕλον οὐ̃δας ἐμω̨̃ ὑπὸ δουρὶ δαμέντεσ.
καί νύ κεν 'Ακτορίωνε Μολίονε παι̃δ' ἀλάπαξα,
εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων
ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλη̨̃.
ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε:
τόφρα γὰρ οὐ̃ν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο
κτείνοντές τ' αὐτοὺς ἀνά τ' ἔντεα καλὰ λέγοντεσ,
ὄφρ' ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
πέτρης τ' 'Ωλενίησ, καὶ 'Αλησίου ἔνθα κολώνη
κέκληται: ὅθεν αὐ̃τις ἀπέτραπε λαὸν 'Αθήνη.
ἔνθ' ἄνδρα κτείνας πύματον λίπον: αὐτὰρ 'Αχαιοὶ
ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ' ἔχον ὠκέας ἵππουσ,
πάντες δ' εὐχετόωντο θεω̃ν Διὶ Νέστορί τ' ἀνδρω̃ν.
ὣς ἔον, εἴ ποτ' ἔον γε, μετ' ἀνδράσιν. αὐτὰρ 'Αχιλλεὺς
οἰ̃ος τη̃ς ἀρετη̃ς ἀπονήσεται: ἠ̃ τέ μιν οἴω
πολλὰ μετακλαύσεσθαι ἐπεί κ' ἀπὸ λαὸς ὄληται.
ὠ̃ πέπον ἠ̃ μὲν σοί γε Μενοίτιος ὡ̃δ' ἐπέτελλεν
ἤματι τω̨̃ ὅτε σ' ἐκ Φθίης 'Αγαμέμνονι πέμπε,
νω̃ϊ δέ τ' ἔνδον ἐόντες ἐγὼ καὶ δι̃ος 'Οδυσσεὺς
πάντα μάλ' ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
Πηλη̃ος δ' ἱκόμεσθα δόμους εὐ̃ ναιετάοντας
λαὸν ἀγείροντες κατ' 'Αχαιΐδα πουλυβότειραν.
ἔνθα δ' ἔπειθ' ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
ἠδὲ σέ, πὰρ δ' 'Αχιλη̃α: γέρων δ' ἱππηλάτα Πηλεὺς
πίονα μηρία και̃ε βοὸς Διὶ τερπικεραύνω̨
αὐλη̃ς ἐν χόρτω̨: ἔχε δὲ χρύσειον ἄλεισον
σπένδων αἴθοπα οἰ̃νον ἐπ' αἰθομένοις ἱεροι̃σι.
σφω̃ϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νω̃ϊ δ' ἔπειτα
στη̃μεν ἐνὶ προθύροισι: ταφὼν δ' ἀνόρουσεν 'Αχιλλεύσ,
ἐς δ' ἄγε χειρὸς ἑλών, κατὰ δ' ἑδριάασθαι ἄνωγε,
ξείνιά τ' εὐ̃ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.
αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτη̃τοσ,
ἠ̃ρχον ἐγὼ μύθοιο κελεύων ὔμμ' ἅμ' ἕπεσθαι:
σφὼ δὲ μάλ' ἠθέλετον, τὼ δ' ἄμφω πόλλ' ἐπέτελλον.
Πηλεὺς μὲν ὡ̨̃ παιδὶ γέρων ἐπέτελλ' 'Αχιλη̃ϊ
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων:
σοὶ δ' αὐ̃θ' ὡ̃δ' ἐπέτελλε Μενοίτιος 'Άκτορος υἱόσ:
τέκνον ἐμὸν γενεη̨̃ μὲν ὑπέρτερός ἐστιν 'Αχιλλεύσ,
πρεσβύτερος δὲ σύ ἐσσι: βίη̨ δ' ὅ γε πολλὸν ἀμείνων.
ἀλλ' εὐ̃ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ' ὑποθέσθαι
καί οἱ σημαίνειν: ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.
ὣς ἐπέτελλ' ὃ γέρων, σὺ δὲ λήθεαι: ἀλλ' ἔτι καὶ νυ̃ν
ταυ̃τ' εἴποις 'Αχιλη̃ϊ δαΐφρονι αἴ κε πίθηται.
τίς δ' οἰ̃δ' εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
εἰ δέ τινα φρεσὶν ἡ̨̃σι θεοπροπίην ἀλεείνει
καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
ἀλλὰ σέ περ προέτω, ἅμα δ' ἄλλος λαὸς ἑπέσθω
Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοι̃σι γένηαι:
καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,
αἴ κέ σε τω̨̃ εἴσκοντες ἀπόσχωνται πολέμοιο
Τρω̃εσ, ἀναπνεύσωσι δ' ἀρήϊοι υἱ̃ες 'Αχαιω̃ν
τειρόμενοι: ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο.
ῥει̃α δέ κ' ἀκμη̃τες κεκμηότας ἄνδρας ἀϋτη̨̃
ὤσαισθε προτὶ ἄστυ νεω̃ν ἄπο καὶ κλισιάων.

   '`Ως φάτο, τω̨̃ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
βη̃ δὲ θέειν παρὰ νη̃ας ἐπ' Αἰακίδην 'Αχιλη̃α.
ἀλλ' ὅτε δὴ κατὰ νη̃ας 'Οδυσση̃ος θείοιο
ἱ̃ξε θέων Πάτροκλοσ, ἵνά σφ' ἀγορή τε θέμις τε
ἤην, τη̨̃ δὴ καί σφι θεω̃ν ἐτετεύχατο βωμοί,
ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε
διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστω̨̃
σκάζων ἐκ πολέμου: κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
ὤμων καὶ κεφαλη̃σ, ἀπὸ δ' ἕλκεος ἀργαλέοιο
αἱ̃μα μέλαν κελάρυζε: νόος γε μὲν ἔμπεδος ἠ̃εν.
τὸν δὲ ἰδὼν ὤ̨κτειρε Μενοιτίου ἄλκιμος υἱόσ,
καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:
ἀ̃ δειλοὶ Δαναω̃ν ἡγήτορες ἠδὲ μέδοντες
ὣς ἄρ' ἐμέλλετε τη̃λε φίλων καὶ πατρίδος αἴης
ἄσειν ἐν Τροίη̨ ταχέας κύνας ἀργέτι δημω̨̃.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ' ἥρωσ,
ἤ ῥ' ἔτι που σχήσουσι πελώριον 'Έκτορ' 'Αχαιοί,
ἠ̃ ἤδη φθίσονται ὑπ' αὐτου̃ δουρὶ δαμέντεσ;

   Τὸν δ' αὐ̃τ' Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα:
οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ 'Αχαιω̃ν
ἔσσεται, ἀλλ' ἐν νηυσὶ μελαίνη̨σιν πεσέονται.
οἳ μὲν γὰρ δὴ πάντεσ, ὅσοι πάρος ἠ̃σαν ἄριστοι,
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
χερσὶν ὕπο Τρώων: τω̃ν δὲ σθένος ὄρνυται αἰέν.
ἀλλ' ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νη̃α μέλαιναν,
μηρου̃ δ' ἔκταμ' ὀϊστόν, ἀπ' αὐτου̃ δ' αἱ̃μα κελαινὸν
νίζ' ὕδατι λιαρω̨̃, ἐπὶ δ' ἤπια φάρμακα πάσσε
ἐσθλά, τά σε προτί φασιν 'Αχιλλη̃ος δεδιδάχθαι,
ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων
τὸν μὲν ἐνὶ κλισίη̨σιν ὀΐομαι ἕλκος ἔχοντα
χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητη̃ρος
κει̃σθαι: ὃ δ' ἐν πεδίω̨ Τρώων μένει ὀξὺν 'Άρηα.

   Τὸν δ' αὐ̃τε προσέειπε Μενοιτίου ἄλκιμος υἱόσ:
πω̃ς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλ' ἥρωσ;
ἔρχομαι ὄφρ' 'Αχιλη̃ϊ δαΐφρονι μυ̃θον ἐνίσπω
ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὐ̃ρος 'Αχαιω̃ν:
ἀλλ' οὐδ' ὡ̃ς περ σει̃ο μεθήσω τειρομένοιο.

   ~'Η, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαω̃ν
ἐς κλισίην: θεράπων δὲ ἰδὼν ὑπέχευε βοείασ.
ἔνθά μιν ἐκτανύσας ἐκ μηρου̃ τάμνε μαχαίρη̨
ὀξὺ βέλος περιπευκέσ, ἀπ' αὐτου̃ δ' αἱ̃μα κελαινὸν
νίζ' ὕδατι λιαρω̨̃, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
ἔσχ' ὀδύνασ: τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἱ̃μα.