ΙΛΙΑΔΟΣ Μ

   '`Ως ὃ μὲν ἐν κλισίη̨σι Μενοιτίου ἄλκιμος υἱὸς
ἰα̃τ' Εὐρύπυλον βεβλημένον: οἳ δὲ μάχοντο
'Αργει̃οι καὶ Τρω̃ες ὁμιλαδόν: οὐδ' ἄρ' ἔμελλε
τάφρος ἔτι σχήσειν Δαναω̃ν καὶ τει̃χος ὕπερθεν
εὐρύ, τὸ ποιήσαντο νεω̃ν ὕπερ, ἀμφὶ δὲ τάφρον
ἤλασαν: οὐδὲ θεοι̃σι δόσαν κλειτὰς ἑκατόμβασ:
ὄφρά σφιν νη̃άς τε θοὰς καὶ ληΐδα πολλὴν
ἐντὸς ἔχον ῥύοιτο: θεω̃ν δ' ἀέκητι τέτυκτο
ἀθανάτων: τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἠ̃εν.
ὄφρα μὲν 'Έκτωρ ζωὸς ἔην καὶ μήνι' 'Αχιλλεὺς
καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,
τόφρα δὲ καὶ μέγα τει̃χος 'Αχαιω̃ν ἔμπεδον ἠ̃εν.
αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,
πολλοὶ δ' 'Αργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,
πέρθετο δὲ Πριάμοιο πόλις δεκάτω̨ ἐνιαυτω̨̃,
'Αργει̃οι δ' ἐν νηυσὶ φίλην ἐς πατρίδ' ἔβησαν,
δὴ τότε μητιόωντο Ποσειδάων καὶ 'Απόλλων
τει̃χος ἀμαλδυ̃ναι ποταμω̃ν μένος εἰσαγαγόντεσ.
ὅσσοι ἀπ' 'Ιδαίων ὀρέων ἅλα δὲ προρέουσι,
'Ρη̃σός θ' 'Επτάπορός τε Κάρησός τε 'Ροδίος τε
Γρήνικός τε καὶ Αἴσηπος δι̃ός τε Σκάμανδρος
καὶ Σιμόεισ, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
κάππεσον ἐν κονίη̨σι καὶ ἡμιθέων γένος ἀνδρω̃ν:
τω̃ν πάντων ὁμόσε στόματ' ἔτραπε Φοι̃βος 'Απόλλων,
ἐννη̃μαρ δ' ἐς τει̃χος ἵει ῥόον: ὑ̃ε δ' ἄρα Ζεὺς
συνεχέσ, ὄφρά κε θα̃σσον ἁλίπλοα τείχεα θείη.
αὐτὸς δ' ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
ἡγει̃τ', ἐκ δ' ἄρα πάντα θεμείλια κύμασι πέμπε
φιτρω̃ν καὶ λάων, τὰ θέσαν μογέοντες 'Αχαιοί,
λει̃α δ' ἐποίησεν παρ' ἀγάρροον 'Ελλήσποντον,
αὐ̃τις δ' ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
τει̃χος ἀμαλδύνασ: ποταμοὺς δ' ἔτρεψε νέεσθαι
κὰρ ῥόον, ἡ̨̃ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.

   '`Ως ἄρ' ἔμελλον ὄπισθε Ποσειδάων καὶ 'Απόλλων
θησέμεναι: τότε δ' ἀμφὶ μάχη ἐνοπή τε δεδήει
τει̃χος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων
βαλλόμεν': 'Αργει̃οι δὲ Διὸς μάστιγι δαμέντες
νηυσὶν ἔπι γλαφυρη̨̃σιν ἐελμένοι ἰσχανόωντο
'Έκτορα δειδιότεσ, κρατερὸν μήστωρα φόβοιο:
αὐτὰρ ὅ γ' ὡς τὸ πρόσθεν ἐμάρνατο ἰ̃σος ἀέλλη̨:
ὡς δ' ὅτ' ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτη̨̃σι
κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων:
οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
αἰχμὰς ἐκ χειρω̃ν: του̃ δ' οὔ ποτε κυδάλιμον κη̃ρ
ταρβει̃ οὐδὲ φοβει̃ται, ἀγηνορίη δέ μιν ἔκτα:
ταρφέα τε στρέφεται στίχας ἀνδρω̃ν πειρητίζων:
ὅππη̨ τ' ἰθύση̨ τη̨̃ εἴκουσι στίχες ἀνδρω̃ν:
ὣς 'Έκτωρ ἀν' ὅμιλον ἰὼν ἐλλίσσεθ' ἑταίρους
τάφρον ἐποτρύνων διαβαινέμεν: οὐδέ οἱ ἵπποι
τόλμων ὠκύποδεσ, μάλα δὲ χρεμέτιζον ἐπ' ἄκρω̨
χείλει ἐφεσταότεσ: ἀπὸ γὰρ δειδίσσετο τάφρος
εὐρει̃', οὔτ' ἄρ' ὑπερθορέειν σχεδὸν οὔτε περη̃σαι
ῥηϊδίη: κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πα̃σαν
ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν
ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἱ̃ες 'Αχαιω̃ν
πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρω̃ν ἀλεωρήν.
ἔνθ' οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
δὴ τότε Πουλυδάμας θρασὺν 'Έκτορα εἰ̃πε παραστάσ:
'Έκτορ τ' ἠδ' ἄλλοι Τρώων ἀγοὶ ἠδ' ἐπικούρων
ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππουσ:
ἣ δὲ μάλ' ἀργαλέη περάαν: σκόλοπες γὰρ ἐν αὐτη̨̃
ὀξέες ἑστα̃σιν, ποτὶ δ' αὐτοὺς τει̃χος 'Αχαιω̃ν,
ἔνθ' οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι
ἱππευ̃σι: στει̃νος γάρ, ὅθι τρώσεσθαι ὀΐω.
εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
Ζεὺς ὑψιβρεμέτησ, Τρώεσσι δὲ ἵετ' ἀρήγειν,
ἠ̃ τ' ἂν ἔγωγ' ἐθέλοιμι καὶ αὐτίκα του̃το γενέσθαι,
νωνύμνους ἀπολέσθαι ἀπ' 'Άργεος ἐνθάδ' 'Αχαιούσ:
εἰ δέ χ' ὑποστρέψωσι, παλίωξις δὲ γένηται
ἐκ νηω̃ν καὶ τάφρω̨ ἐνιπλήξωμεν ὀρυκτη̨̃,
οὐκέτ' ἔπειτ' ὀΐω οὐδ' ἄγγελον ἀπονέεσθαι
ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ' 'Αχαιω̃ν.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντεσ:
ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρω̨,
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
'Έκτορι πάντες ἑπώμεθ' ἀολλέεσ: αὐτὰρ 'Αχαιοὶ
οὐ μενέουσ' εἰ δή σφιν ὀλέθρου πείρατ' ἐφη̃πται.

   '`Ως φάτο Πουλυδάμασ, ἅδε δ' 'Έκτορι μυ̃θος ἀπήμων,
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἀ̃λτο χαμα̃ζε.
οὐδὲ μὲν ἄλλοι Τρω̃ες ἐφ' ἵππων ἠγερέθοντο,
ἀλλ' ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον 'Έκτορα δι̃ον.
ἡνιόχω̨ μὲν ἔπειτα ἑω̨̃ ἐπέτελλεν ἕκαστος
ἵππους εὐ̃ κατὰ κόσμον ἐρυκέμεν αὐ̃θ' ἐπὶ τάφρω̨:
οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες
πένταχα κοσμηθέντες ἅμ' ἡγεμόνεσσιν ἕποντο.

   Οἳ μὲν ἅμ' 'Έκτορ' ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,
οἳ πλει̃στοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
τει̃χος ῥηξάμενοι κοίλη̨ς ἐπὶ νηυσὶ μάχεσθαι.
καί σφιν Κεβριόνης τρίτος εἵπετο: πὰρ δ' ἄρ' ὄχεσφιν
ἄλλον Κεβριόναο χερείονα κάλλιπεν 'Έκτωρ.
τω̃ν δ' ἑτέρων Πάρις ἠ̃ρχε καὶ 'Αλκάθοος καὶ 'Αγήνωρ,
τω̃ν δὲ τρίτων 'Έλενος καὶ Δηΐφοβος θεοειδὴς
υἱ̃ε δύω Πριάμοιο: τρίτος δ' ἠ̃ν 'Άσιος ἥρως
'Άσιος 'Υρτακίδησ, ὃν 'Αρίσβηθεν φέρον ἵπποι
αἴθωνες μεγάλοι ποταμου̃ ἄπο Σελλήεντοσ.
τω̃ν δὲ τετάρτων ἠ̃ρχεν ἐὺ̈ς πάϊς 'Αγχίσαο
Αἰνείασ, ἅμα τω̨̃ γε δύω 'Αντήνορος υἱ̃ε
'Αρχέλοχός τ' 'Ακάμας τε μάχης εὐ̃ εἰδότε πάσησ.
Σαρπηδὼν δ' ἡγήσατ' ἀγακλειτω̃ν ἐπικούρων,
πρὸς δ' ἕλετο Γλαυ̃κον καὶ ἀρήϊον 'Αστεροπαι̃ον:
οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἰ̃ναι ἄριστοι
τω̃ν ἄλλων μετά γ' αὐτόν: ὃ δ' ἔπρεπε καὶ διὰ πάντων.
οἳ δ' ἐπεὶ ἀλλήλους ἄραρον τυκτη̨̃σι βόεσσι
βάν ῥ' ἰθὺς Δαναω̃ν λελιημένοι, οὐδ' ἔτ' ἔφαντο
σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνη̨σιν πεσέεσθαι.

   'Ένθ' ἄλλοι Τρω̃ες τηλεκλειτοί τ' ἐπίκουροι
βουλη̨̃ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο:
ἀλλ' οὐχ 'Υρτακίδης ἔθελ' 'Άσιος ὄρχαμος ἀνδρω̃ν
αὐ̃θι λιπει̃ν ἵππους τε καὶ ἡνίοχον θεράποντα,
ἀλλὰ σὺν αὐτοι̃σιν πέλασεν νήεσσι θοη̨̃σι
νήπιοσ, οὐδ' ἄρ' ἔμελλε κακὰς ὑπὸ κη̃ρας ἀλύξας
ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηω̃ν
ἂψ ἀπονοστήσειν προτὶ 'Ίλιον ἠνεμόεσσαν:
πρόσθεν γάρ μιν μοι̃ρα δυσώνυμος ἀμφεκάλυψεν
ἔγχεϊ 'Ιδομενη̃ος ἀγαυου̃ Δευκαλίδαο.
εἴσατο γὰρ νηω̃ν ἐπ' ἀριστερά, τη̨̃ περ 'Αχαιοὶ
ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι:
τη̨̃ ῥ' ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλη̨σιν
εὑ̃ρ' ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχη̃α,
ἀλλ' ἀναπεπταμένας ἔχον ἀνέρεσ, εἴ τιν' ἑταίρων
ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νη̃ασ.
τη̨̃ ῥ' ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ' ἅμ' ἕποντο
ὀξέα κεκλήγοντεσ: ἔφαντο γὰρ οὐκ ἔτ' 'Αχαιοὺς
σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνη̨σιν πεσέεσθαι
νήπιοι, ἐν δὲ πύλη̨σι δύ' ἀνέρας εὑ̃ρον ἀρίστους
υἱ̃ας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
τὸν μὲν Πειριθόου υἱ̃α κρατερὸν Πολυποίτην,
τὸν δὲ Λεοντη̃α βροτολοιγω̨̃ ἰ̃σον 'Άρηϊ.
τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
αἵ τ' ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα
ῥίζη̨σιν μεγάλη̨σι διηνεκέεσσ' ἀραρυι̃αι:
ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
μίμνον ἐπερχόμενον μέγαν 'Άσιον οὐδὲ φέβοντο.
οἳ δ' ἰθὺς πρὸς τει̃χος ἐΰδμητον βόας αὔας
ὑψόσ' ἀνασχόμενοι ἔκιον μεγάλω̨ ἀλαλητω̨̃
'Άσιον ἀμφὶ ἄνακτα καὶ 'Ιαμενὸν καὶ 'Ορέστην
'Ασιάδην τ' 'Αδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
οἳ δ' ἤτοι εἱ̃ος μὲν ἐϋκνήμιδας 'Αχαιοὺς
ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηω̃ν:
αὐτὰρ ἐπεὶ δὴ τει̃χος ἐπεσσυμένους ἐνόησαν
Τρω̃ασ, ἀτὰρ Δαναω̃ν γένετο ἰαχή τε φόβος τε,
ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην
ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ' ἐν ὄρεσσιν
ἀνδρω̃ν ἠδὲ κυνω̃ν δέχαται κολοσυρτὸν ἰόντα,
δοχμώ τ' ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
πρυμνὴν ἐκτάμνοντεσ, ὑπαὶ δέ τε κόμπος ὀδόντων
γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται:
ὣς τω̃ν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
ἄντην βαλλομένων: μάλα γὰρ κρατερω̃ς ἐμάχοντο
λαοι̃σιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
οἳ δ' ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
βάλλον ἀμυνόμενοι σφω̃ν τ' αὐτω̃ν καὶ κλισιάων
νηω̃ν τ' ὠκυπόρων: νιφάδες δ' ὡς πι̃πτον ἔραζε,
ἅς τ' ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρη̨:
ὣς τω̃ν ἐκ χειρω̃ν βέλεα ῥέον ἠμὲν 'Αχαιω̃ν
ἠδὲ καὶ ἐκ Τρώων: κόρυθες δ' ἀμφ' αὐ̃ον ἀΰτευν
βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
δή ῥα τότ' ὤ̨μωξεν καὶ ὣ πεπλήγετο μηρὼ
'Άσιος 'Υρτακίδησ, καὶ ἀλαστήσας ἔπος ηὔδα:
Ζευ̃ πάτερ ἠ̃ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
πάγχυ μάλ': οὐ γὰρ ἔγωγ' ἐφάμην ἥρωας 'Αχαιοὺς
σχήσειν ἡμέτερόν γε μένος καὶ χει̃ρας ἀάπτουσ.
οἳ δ', ὥς τε σφη̃κες μέσον αἰόλοι ἠὲ μέλισσαι
οἰκία ποιήσωνται ὁδω̨̃ ἔπι παιπαλοέσση̨,
οὐδ' ἀπολείπουσιν κοι̃λον δόμον, ἀλλὰ μένοντες
ἄνδρας θηρητη̃ρας ἀμύνονται περὶ τέκνων,
ὣς οἵ γ' οὐκ ἐθέλουσι πυλάων καὶ δύ' ἐόντε
χάσσασθαι πρίν γ' ἠὲ κατακτάμεν ἠὲ ἁλω̃ναι.

   '`Ως ἔφατ', οὐδὲ Διὸς πει̃θε φρένα ταυ̃τ' ἀγορεύων:
'Έκτορι γάρ οἱ θυμὸς ἐβούλετο κυ̃δος ὀρέξαι.

   'Άλλοι δ' ἀμφ' ἄλλη̨σι μάχην ἐμάχοντο πύλη̨σιν:
ἀργαλέον δέ με ταυ̃τα θεὸν ὣς πάντ' ἀγορευ̃σαι:
πάντη̨ γὰρ περὶ τει̃χος ὀρώρει θεσπιδαὲς πυ̃ρ
λάϊνον: 'Αργει̃οι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκη̨
νηω̃ν ἠμύνοντο: θεοὶ δ' ἀκαχήατο θυμὸν
πάντες ὅσοι Δαναοι̃σι μάχης ἐπιτάρροθοι ἠ̃σαν.
σὺν δ' ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτη̃τα.

   'Ένθ' αὐ̃ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης
δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρή̨ου:
οὐδ' ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ
αἰχμὴ χαλκείη ῥη̃ξ' ὀστέον, ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο: δάμασσε δέ μιν μεμαω̃τα:
αὐτὰρ ἔπειτα Πύλωνα καὶ 'Όρμενον ἐξενάριξεν.
υἱὸν δ' 'Αντιμάχοιο Λεοντεὺς ὄζος 'Άρηος
'Ιππόμαχον βάλε δουρὶ κατὰ ζωστη̃ρα τυχήσασ.
αὐ̃τις δ' ἐκ κολεοι̃ο ἐρυσσάμενος ξίφος ὀξὺ
'Αντιφάτην μὲν πρω̃τον ἐπαΐξας δι' ὁμίλου
πλη̃ξ' αὐτοσχεδίην: ὃ δ' ἄρ' ὕπτιος οὔδει ἐρείσθη:
αὐτὰρ ἔπειτα Μένωνα καὶ 'Ιαμενὸν καὶ 'Ορέστην
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρη̨.

   'Όφρ' οἳ τοὺς ἐνάριζον ἀπ' ἔντεα μαρμαίροντα,
τόφρ' οἳ Πουλυδάμαντι καὶ 'Έκτορι κου̃ροι ἕποντο,
οἳ πλει̃στοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
τει̃χός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νη̃ασ,
οἵ ῥ' ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρω̨.
ὄρνις γάρ σφιν ἐπη̃λθε περησέμεναι μεμαω̃σιν
αἰετὸς ὑψιπέτης ἐπ' ἀριστερὰ λαὸν ἐέργων
φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
ζωὸν ἔτ' ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμησ,
κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στη̃θος παρὰ δειρὴν
ἰδνωθεὶς ὀπίσω: ὃ δ' ἀπὸ ἕθεν ἡ̃κε χαμα̃ζε
ἀλγήσας ὀδύνη̨σι, μέσω̨ δ' ἐνὶ κάββαλ' ὁμίλω̨,
αὐτὸς δὲ κλάγξας πέτετο πνοιη̨̃ς ἀνέμοιο.
Τρω̃ες δ' ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν
κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.
δὴ τότε Πουλυδάμας θρασὺν 'Έκτορα εἰ̃πε παραστάσ:
'Έκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορη̨̃σιν
ἐσθλὰ φραζομένω̨, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε
δη̃μον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτ' ἐνὶ βουλη̨̃
οὔτέ ποτ' ἐν πολέμω̨, σὸν δὲ κράτος αἰὲν ἀέξειν:
νυ̃ν αὐ̃τ' ἐξερέω ὥς μοι δοκει̃ εἰ̃ναι ἄριστα.
μὴ ἴομεν Δαναοι̃σι μαχησόμενοι περὶ νηω̃ν.
ὡ̃δε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε
Τρωσὶν ὅδ' ὄρνις ἠ̃λθε περησέμεναι μεμαω̃σιν
αἰετὸς ὑψιπέτης ἐπ' ἀριστερὰ λαὸν ἐέργων
φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
ζωόν: ἄφαρ δ' ἀφέηκε πάρος φίλα οἰκί' ἱκέσθαι,
οὐδ' ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοι̃σιν.
ὣς ἡμει̃σ, εἴ πέρ τε πύλας καὶ τει̃χος 'Αχαιω̃ν
ῥηξόμεθα σθένεϊ μεγάλω̨, εἴξωσι δ' 'Αχαιοί,
οὐ κόσμω̨ παρὰ ναυ̃φιν ἐλευσόμεθ' αὐτὰ κέλευθα:
πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν 'Αχαιοὶ
χαλκω̨̃ δη̨ώσωσιν ἀμυνόμενοι περὶ νηω̃ν.
ὡ̃δέ χ' ὑποκρίναιτο θεοπρόποσ, ὃς σάφα θυμω̨̃
εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.

   Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος 'Έκτωρ:
Πουλυδάμα, σὺ μὲν οὐκ ἔτ' ἐμοὶ φίλα ταυ̃τ' ἀγορεύεισ:
οἰ̃σθα καὶ ἄλλον μυ̃θον ἀμείνονα του̃δε νοη̃σαι.
εἰ δ' ἐτεὸν δὴ του̃τον ἀπὸ σπουδη̃ς ἀγορεύεισ,
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,
ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε:
τύνη δ' οἰωνοι̃σι τανυπτερύγεσσι κελεύεις
πείθεσθαι, τω̃ν οὔ τι μετατρέπομ' οὐδ' ἀλεγίζω
εἴτ' ἐπὶ δεξί' ἴωσι πρὸς ἠω̃ τ' ἠέλιόν τε,
εἴτ' ἐπ' ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.
ἡμει̃ς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλη̨̃,
ὃς πα̃σι θνητοι̃σι καὶ ἀθανάτοισιν ἀνάσσει.
εἱ̃ς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρησ.
τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτη̃τα;
εἴ περ γάρ τ' ἄλλοι γε περὶ κτεινώμεθα πάντες
νηυσὶν ἐπ' 'Αργείων, σοὶ δ' οὐ δέος ἔστ' ἀπολέσθαι:
οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.
εἰ δὲ σὺ δηϊοτη̃τος ἀφέξεαι, ἠέ τιν' ἄλλον
παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
αὐτίκ' ἐμω̨̃ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεισ.

   '`Ως ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο
ἠχη̨̃ θεσπεσίη̨: ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
ὠ̃ρσεν ἀπ' 'Ιδαίων ὀρέων ἀνέμοιο θύελλαν,
ἥ ῥ' ἰθὺς νηω̃ν κονίην φέρεν: αὐτὰρ 'Αχαιω̃ν
θέλγε νόον, Τρωσὶν δὲ καὶ 'Έκτορι κυ̃δος ὄπαζε.
του̃ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι
ῥήγνυσθαι μέγα τει̃χος 'Αχαιω̃ν πειρήτιζον.
κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεισ,
στήλας τε προβλη̃τας ἐμόχλεον, ἃς ἄρ' 'Αχαιοὶ
πρώτας ἐν γαίη̨ θέσαν ἔμμεναι ἔχματα πύργων.
τὰς οἵ γ' αὐέρυον, ἔλποντο δὲ τει̃χος 'Αχαιω̃ν
ῥήξειν: οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,
ἀλλ' οἵ γε ῥινοι̃σι βοω̃ν φράξαντες ἐπάλξεις
βάλλον ἀπ' αὐτάων δηΐους ὑπὸ τει̃χος ἰόντασ.

   'Αμφοτέρω δ' Αἴαντε κελευτιόωντ' ἐπὶ πύργων
πάντοσε φοιτήτην μένος ὀτρύνοντες 'Αχαιω̃ν.
ἄλλον μειλιχίοισ, ἄλλον στερεοι̃ς ἐπέεσσι
νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν:
ὠ̃ φίλοι 'Αργείων ὅς τ' ἔξοχος ὅς τε μεσήεις
ὅς τε χερειότεροσ, ἐπεὶ οὔ πω πάντες ὁμοι̃οι
ἀνέρες ἐν πολέμω̨, νυ̃ν ἔπλετο ἔργον ἅπασι:
καὶ δ' αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω
τετράφθω ποτὶ νη̃ας ὁμοκλητη̃ρος ἀκούσασ,
ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,
αἴ κε Ζεὺς δώη̨σιν 'Ολύμπιος ἀστεροπητὴς
νει̃κος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.

   '`Ως τώ γε προβοω̃ντε μάχην ὄτρυνον 'Αχαιω̃ν.
τω̃ν δ', ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
ἤματι χειμερίω̨, ὅτε τ' ὤρετο μητίετα Ζεὺς
νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κη̃λα:
κοιμήσας δ' ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψη̨
ὑψηλω̃ν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους
καὶ πεδία λωτου̃ντα καὶ ἀνδρω̃ν πίονα ἔργα,
καί τ' ἐφ' ἁλὸς πολιη̃ς κέχυται λιμέσιν τε καὶ ἀκται̃σ,
κυ̃μα δέ μιν προσπλάζον ἐρύκεται: ἄλλά τε πάντα
εἴλυται καθύπερθ', ὅτ' ἐπιβρίση̨ Διὸς ὄμβροσ:
ὣς τω̃ν ἀμφοτέρωσε λίθοι πωτω̃ντο θαμειαί,
αἱ μὲν ἄρ' ἐς Τρω̃ασ, αἱ δ' ἐκ Τρώων ἐς 'Αχαιούσ,
βαλλομένων: τὸ δὲ τει̃χος ὕπερ πα̃ν δου̃πος ὀρώρει.

   Οὐδ' ἄν πω τότε γε Τρω̃ες καὶ φαίδιμος 'Έκτωρ
τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχη̃α,
εἰ μὴ ἄρ' υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
ὠ̃ρσεν ἐπ' 'Αργείοισι λέονθ' ὣς βουσὶν ἕλιξιν.
αὐτίκα δ' ἀσπίδα μὲν πρόσθ' ἔσχετο πάντοσ' ἐΐσην
καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς
ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
χρυσείη̨ς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.
τὴν ἄρ' ὅ γε πρόσθε σχόμενος δύο δου̃ρε τινάσσων
βη̃ ῥ' ἴμεν ὥς τε λέων ὀρεσίτροφοσ, ὅς τ' ἐπιδευὴς
δηρὸν ἔη̨ κρειω̃ν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθει̃ν:
εἴ περ γάρ χ' εὕρη̨σι παρ' αὐτόφι βώτορας ἄνδρας
σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μη̃λα,
οὔ ῥά τ' ἀπείρητος μέμονε σταθμοι̃ο δίεσθαι,
ἀλλ' ὅ γ' ἄρ' ἢ ἥρπαξε μετάλμενοσ, ἠὲ καὶ αὐτὸς
ἔβλητ' ἐν πρώτοισι θοη̃ς ἀπὸ χειρὸς ἄκοντι:
ὥς ῥα τότ' ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνη̃κε
τει̃χος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεισ.
αὐτίκα δὲ Γλαυ̃κον προσέφη παι̃δ' 'Ιππολόχοιο:
Γλαυ̃κε τί ἢ δὴ νω̃ϊ τετιμήμεσθα μάλιστα
ἕδρη̨ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
ἐν Λυκίη̨, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ' ὄχθας
καλὸν φυταλιη̃ς καὶ ἀρούρης πυροφόροιο;
τὼ νυ̃ν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας
ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολη̃σαι,
ὄφρά τις ὡ̃δ' εἴπη̨ Λυκίων πύκα θωρηκτάων:
οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
ἡμέτεροι βασιλη̃εσ, ἔδουσί τε πίονα μη̃λα
οἰ̃νόν τ' ἔξαιτον μελιηδέα: ἀλλ' ἄρα καὶ ἲς
ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.
ὠ̃ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ' ἀθανάτω τε
ἔσσεσθ', οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν:
νυ̃ν δ' ἔμπης γὰρ κη̃ρες ἐφεστα̃σιν θανάτοιο
μυρίαι, ἃς οὐκ ἔστι φυγει̃ν βροτὸν οὐδ' ὑπαλύξαι,
ἴομεν ἠέ τω̨ εὐ̃χος ὀρέξομεν ἠέ τις ἡμι̃ν.

   '`Ως ἔφατ', οὐδὲ Γλαυ̃κος ἀπετράπετ' οὐδ' ἀπίθησε:
τὼ δ' ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.
τοὺς δὲ ἰδὼν ῥίγησ' υἱὸς Πετεω̃ο Μενεσθεύσ:
του̃ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντεσ.
πάπτηνεν δ' ἀνὰ πύργον 'Αχαιω̃ν εἴ τιν' ἴδοιτο
ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι:
ἐς δ' ἐνόησ' Αἴαντε δύω πολέμου ἀκορήτω
ἑσταότασ, Τευ̃κρόν τε νέον κλισίηθεν ἰόντα
ἐγγύθεν: ἀλλ' οὔ πώς οἱ ἔην βώσαντι γεγωνει̃ν:
τόσσος γὰρ κτύπος ἠ̃εν, ἀϋτὴ δ' οὐρανὸν ἱ̃κε,
βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειω̃ν
καὶ πυλέων: πα̃σαι γὰρ ἐπώχατο, τοὶ δὲ κατ' αὐτὰς
ἱστάμενοι πειρω̃ντο βίη̨ ῥήξαντες ἐσελθει̃ν.
αἰ̃ψα δ' ἐπ' Αἴαντα προΐει κήρυκα Θοώτην:
ἔρχεο δι̃ε Θοω̃τα, θέων Αἴαντα κάλεσσον,
ἀμφοτέρω μὲν μα̃λλον: ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων
εἴη, ἐπεὶ τάχα τη̨̃δε τετεύξεται αἰπὺς ὄλεθροσ.
ὡ̃δε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
ζαχρηει̃ς τελέθουσι κατὰ κρατερὰς ὑσμίνασ.
εἰ δέ σφιν καὶ κει̃θι πόνος καὶ νει̃κος ὄρωρεν,
ἀλλά περ οἰ̃ος ἴτω Τελαμώνιος ἄλκιμος Αἴασ,
καί οἱ Τευ̃κρος ἅμα σπέσθω τόξων ἐὺ̈ εἰδώσ.

   '`Ως ἔφατ', οὐδ' ἄρα οἱ κη̃ρυξ ἀπίθησεν ἀκούσασ,
βη̃ δὲ θέειν παρὰ τει̃χος 'Αχαιω̃ν χαλκοχιτώνων,
στη̃ δὲ παρ' Αἰάντεσσι κιών, εἰ̃θαρ δὲ προσηύδα:
Αἴαντ' 'Αργείων ἡγήτορε χαλκοχιτώνων
ἠνώγει Πετεω̃ο διοτρεφέος φίλος υἱὸς
κει̃σ' ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον
ἀμφοτέρω μὲν μα̃λλον: ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων
εἴη, ἐπεὶ τάχα κει̃θι τετεύξεται αἰπὺς ὄλεθροσ:
ὡ̃δε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
ζαχρηει̃ς τελέθουσι κατὰ κρατερὰς ὑσμίνασ.
εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νει̃κος ὄρωρεν,
ἀλλά περ οἰ̃ος ἴτω Τελαμώνιος ἄλκιμος Αἴασ,
καί οἱ Τευ̃κρος ἅμα σπέσθω τόξων ἐὺ̈ εἰδώσ.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε μέγας Τελαμώνιος Αἴασ.
αὐτίκ' 'Οϊλιάδην ἔπεα πτερόεντα προσηύδα:
Αἰ̃αν σφω̃ϊ μὲν αὐ̃θι, σὺ καὶ κρατερὸς Λυκομήδησ,
ἑσταότες Δαναοὺς ὀτρύνετον ἰ̃φι μάχεσθαι:
αὐτὰρ ἐγὼ κει̃σ' εἰ̃μι καὶ ἀντιόω πολέμοιο:
αἰ̃ψα δ' ἐλεύσομαι αὐ̃τισ, ἐπὴν εὐ̃ τοι̃ς ἐπαμύνω.

   '`Ως ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴασ,
καί οἱ Τευ̃κρος ἅμ' ἠ̨̃ε κασίγνητος καὶ ὄπατροσ:
τοι̃ς δ' ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
εὐ̃τε Μενεσθη̃ος μεγαθύμου πύργον ἵκοντο
τείχεος ἐντὸς ἰόντεσ, ἐπειγομένοισι δ' ἵκοντο,
οἳ δ' ἐπ' ἐπάλξεις βαι̃νον ἐρεμνη̨̃ λαίλαπι ἰ̃σοι
ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντεσ:
σὺν δ' ἐβάλοντο μάχεσθαι ἐναντίον, ὠ̃ρτο δ' ἀϋτή.

   Αἴας δὲ πρω̃τος Τελαμώνιος ἄνδρα κατέκτα
Σαρπήδοντος ἑται̃ρον 'Επικλη̃α μεγάθυμον
μαρμάρω̨ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς
κει̃το μέγας παρ' ἔπαλξιν ὑπέρτατοσ: οὐδέ κέ μιν ῥέα
χείρεσσ' ἀμφοτέρη̨ς ἔχοι ἀνὴρ οὐδὲ μάλ' ἡβω̃ν,
οἱ̃οι νυ̃ν βροτοί εἰσ': ὃ δ' ἄρ' ὑψόθεν ἔμβαλ' ἀείρασ,
θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ' ὀστέ' ἄραξε
πάντ' ἄμυδις κεφαλη̃σ: ὃ δ' ἄρ' ἀρνευτη̃ρι ἐοικὼς
κάππεσ' ἀφ' ὑψηλου̃ πύργου, λίπε δ' ὀστέα θυμόσ.
Τευ̃κρος δὲ Γλαυ̃κον κρατερὸν παι̃δ' 'Ιππολόχοιο
ἰω̨̃ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοι̃ο,
ἡ̨̃ ῥ' ἴδε γυμνωθέντα βραχίονα, παυ̃σε δὲ χάρμησ.
ἂψ δ' ἀπὸ τείχεος ἀ̃λτο λαθών, ἵνα μή τις 'Αχαιω̃ν
βλήμενον ἀθρήσειε καὶ εὐχετόω̨τ' ἐπέεσσι.
Σαρπήδοντι δ' ἄχος γένετο Γλαύκου ἀπιόντος
αὐτίκ' ἐπεί τ' ἐνόησεν: ὅμως δ' οὐ λήθετο χάρμησ,
ἀλλ' ὅ γε Θεστορίδην 'Αλκμάονα δουρὶ τυχήσας
νύξ', ἐκ δ' ἔσπασεν ἔγχοσ: ὃ δ' ἑσπόμενος πέσε δουρὶ
πρηνήσ, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκω̨̃,
Σαρπηδὼν δ' ἄρ' ἔπαλξιν ἑλὼν χερσὶ στιβαρη̨̃σιν
ἕλχ', ἣ δ' ἕσπετο πα̃σα διαμπερέσ, αὐτὰρ ὕπερθε
τει̃χος ἐγυμνώθη, πολέεσσι δὲ θη̃κε κέλευθον.

   Τὸν δ' Αἴας καὶ Τευ̃κρος ὁμαρτήσανθ' ὃ μὲν ἰω̨̃
βεβλήκει τελαμω̃να περὶ στήθεσσι φαεινὸν
ἀσπίδος ἀμφιβρότησ: ἀλλὰ Ζεὺς κη̃ρας ἄμυνε
παιδὸς ἑου̃, μὴ νηυσὶν ἔπι πρύμνη̨σι δαμείη:
Αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενοσ, οὐδὲ διὰ πρὸ
ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαω̃τα.
χώρησεν δ' ἄρα τυτθὸν ἐπάλξιοσ: οὐδ' ὅ γε πάμπαν
χάζετ', ἐπεί οἱ θυμὸς ἐέλπετο κυ̃δος ἀρέσθαι.
κέκλετο δ' ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν:
ὠ̃ Λύκιοι τί τ' ἄρ' ὡ̃δε μεθίετε θούριδος ἀλκη̃σ;
ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμω̨ περ ἐόντι
μούνω̨ ῥηξαμένω̨ θέσθαι παρὰ νηυσὶ κέλευθον:
ἀλλ' ἐφομαρτει̃τε: πλεόνων δέ τι ἔργον ἄμεινον.

   '`Ως ἔφαθ', οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
μα̃λλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.
'Αργει̃οι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον:
οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναω̃ν ἐδύναντο
τει̃χος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,
οὔτέ ποτ' αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρω̃τα πέλασθεν.
ἀλλ' ὥς τ' ἀμφ' οὔροισι δύ' ἀνέρε δηριάασθον
μέτρ' ἐν χερσὶν ἔχοντες ἐπιξύνω̨ ἐν ἀρούρη̨,
ὥ τ' ὀλίγω̨ ἐνὶ χώρω̨ ἐρίζητον περὶ ἴσησ,
ὣς ἄρα τοὺς διέεργον ἐπάλξιεσ: οἳ δ' ὑπὲρ αὐτέων
δή̨ουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
πολλοὶ δ' οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκω̨̃,
ἠμὲν ὅτεω̨ στρεφθέντι μετάφρενα γυμνωθείη
μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτη̃σ.
πάντη̨ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτω̃ν
ἐρράδατ' ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ 'Αχαιω̃ν.
ἀλλ' οὐδ' ὡ̃ς ἐδύναντο φόβον ποιη̃σαι 'Αχαιω̃ν,
ἀλλ' ἔχον ὥς τε τάλαντα γυνὴ χερνη̃τις ἀληθήσ,
ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
ἰσάζουσ', ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται:
ὣς μὲν τω̃ν ἐπὶ ἰ̃σα μάχη τέτατο πτόλεμός τε,
πρίν γ' ὅτε δὴ Ζεὺς κυ̃δος ὑπέρτερον 'Έκτορι δω̃κε
Πριαμίδη̨, ὃς πρω̃τος ἐσήλατο τει̃χος 'Αχαιω̃ν.
ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώσ:
ὄρνυσθ' ἱππόδαμοι Τρω̃εσ, ῥήγνυσθε δὲ τει̃χος
'Αργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πυ̃ρ.

   '`Ως φάτ' ἐποτρύνων, οἳ δ' οὔασι πάντες ἄκουον,
ἴθυσαν δ' ἐπὶ τει̃χος ἀολλέεσ: οἳ μὲν ἔπειτα
κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ' ἔχοντεσ,
'Έκτωρ δ' ἁρπάξας λα̃αν φέρεν, ὅς ῥα πυλάων
ἑστήκει πρόσθε πρυμνὸς παχύσ, αὐτὰρ ὕπερθεν
ὀξὺς ἔην: τὸν δ' οὔ κε δύ' ἀνέρε δήμου ἀρίστω
ῥηϊδίως ἐπ' ἄμαξαν ἀπ' οὔδεος ὀχλίσσειαν,
οἱ̃οι νυ̃ν βροτοί εἰσ': ὃ δέ μιν ῥέα πάλλε καὶ οἰ̃οσ.
τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.
ὡς δ' ὅτε ποιμὴν ῥει̃α φέρει πόκον ἄρσενος οἰὸς
χειρὶ λαβὼν ἑτέρη̨, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,
ὣς 'Έκτωρ ἰθὺς σανίδων φέρε λαα̃ν ἀείρασ,
αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρω̃ς ἀραρυίας
δικλίδας ὑψηλάσ: δοιοὶ δ' ἔντοσθεν ὀχη̃ες
εἰ̃χον ἐπημοιβοί, μία δὲ κληὶ̈ς ἐπαρήρει.
στη̃ δὲ μάλ' ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας
εὐ̃ διαβάσ, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,
ῥη̃ξε δ' ἀπ' ἀμφοτέρους θαιρούσ: πέσε δὲ λίθος εἴσω
βριθοσύνη̨, μέγα δ' ἀμφὶ πύλαι μύκον, οὐδ' ἄρ' ὀχη̃ες
ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
λα̃ος ὑπὸ ῥιπη̃σ: ὃ δ' ἄρ' ἔσθορε φαίδιμος 'Έκτωρ
νυκτὶ θοη̨̃ ἀτάλαντος ὑπώπια: λάμπε δὲ χαλκω̨̃
σμερδαλέω̨, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ
δου̃ρ' ἔχεν: οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας
νόσφι θεω̃ν ὅτ' ἐσα̃λτο πύλασ: πυρὶ δ' ὄσσε δεδήει.
κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ' ὅμιλον
τει̃χος ὑπερβαίνειν: τοὶ δ' ὀτρύνοντι πίθοντο.
αὐτίκα δ' οἳ μὲν τει̃χος ὑπέρβασαν, οἳ δὲ κατ' αὐτὰς
ποιητὰς ἐσέχυντο πύλασ: Δαναοὶ δὲ φόβηθεν
νη̃ας ἀνὰ γλαφυράσ, ὅμαδος δ' ἀλίαστος ἐτύχθη.