ΙΛΙΑΔΟΣ Ν

   Ζεὺς δ' ἐπεὶ οὐ̃ν Τρω̃άς τε καὶ 'Έκτορα νηυσὶ πέλασσε,
τοὺς μὲν ἔα παρὰ τη̨̃σι πόνον τ' ἐχέμεν καὶ ὀϊζὺν
νωλεμέωσ, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ
νόσφιν ἐφ' ἱπποπόλων Θρη̨κω̃ν καθορώμενος αἰ̃αν
Μυσω̃ν τ' ἀγχεμάχων καὶ ἀγαυω̃ν ἱππημολγω̃ν
γλακτοφάγων 'Αβίων τε δικαιοτάτων ἀνθρώπων.
ἐς Τροίην δ' οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ:
οὐ γὰρ ὅ γ' ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν
ἐλθόντ' ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοι̃σιν.

   Οὐδ' ἀλαοσκοπιὴν εἰ̃χε κρείων ἐνοσίχθων:
καὶ γὰρ ὃ θαυμάζων ἡ̃στο πτόλεμόν τε μάχην τε
ὑψου̃ ἐπ' ἀκροτάτης κορυφη̃ς Σάμου ὑληέσσης
Θρηϊκίησ: ἔνθεν γὰρ ἐφαίνετο πα̃σα μὲν 'Ίδη,
φαίνετο δὲ Πριάμοιο πόλις καὶ νη̃ες 'Αχαιω̃ν.
ἔνθ' ἄρ' ὅ γ' ἐξ ἁλὸς ἕζετ' ἰών, ἐλέαιρε δ' 'Αχαιοὺς
Τρωσὶν δαμναμένουσ, Διὶ δὲ κρατερω̃ς ἐνεμέσσα.

   Αὐτίκα δ' ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος
κραιπνὰ ποσὶ προβιβάσ: τρέμε δ' οὔρεα μακρὰ καὶ ὕλη
ποσσὶν ὑπ' ἀθανάτοισι Ποσειδάωνος ἰόντοσ.
τρὶς μὲν ὀρέξατ' ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
Αἰγάσ, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
ἔνθ' ἐλθὼν ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω
ὠκυπέτα χρυσέη̨σιν ἐθείρη̨σιν κομόωντε,
χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ' ἱμάσθλην
χρυσείην εὔτυκτον, ἑου̃ δ' ἐπεβήσετο δίφρου,
βη̃ δ' ἐλάαν ἐπὶ κύματ': ἄταλλε δὲ κήτε' ὑπ' αὐτου̃
πάντοθεν ἐκ κευθμω̃ν, οὐδ' ἠγνοίησεν ἄνακτα:
γηθοσύνη̨ δὲ θάλασσα διίστατο: τοὶ δὲ πέτοντο
ῥίμφα μάλ', οὐδ' ὑπένερθε διαίνετο χάλκεος ἄξων:
τὸν δ' ἐς 'Αχαιω̃ν νη̃ας ἐΰσκαρθμοι φέρον ἵπποι.

   'Έστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης
μεσσηγὺς Τενέδοιο καὶ 'Ίμβρου παιπαλοέσσησ:
ἔνθ' ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων
λύσας ἐξ ὀχέων, παρὰ δ' ἀμβρόσιον βάλεν εἰ̃δαρ
ἔδμεναι: ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
ἀρρήκτους ἀλύτουσ, ὄφρ' ἔμπεδον αὐ̃θι μένοιεν
νοστήσαντα ἄνακτα: ὃ δ' ἐς στρατὸν ὤ̨χετ' 'Αχαιω̃ν.

   Τρω̃ες δὲ φλογὶ ἰ̃σοι ἀολλέες ἠὲ θυέλλη̨
'Έκτορι Πριαμίδη̨ ἄμοτον μεμαω̃τες ἕποντο
ἄβρομοι αὐΐαχοι: ἔλποντο δὲ νη̃ας 'Αχαιω̃ν
αἱρήσειν, κτενέειν δὲ παρ' αὐτόθι πάντας ἀρίστουσ.
ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος
'Αργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν
εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν:
Αἴαντε πρώτω προσέφη μεμαω̃τε καὶ αὐτώ:
Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν 'Αχαιω̃ν
ἀλκη̃ς μνησαμένω, μὴ δὲ κρυεροι̃ο φόβοιο.
ἄλλη̨ μὲν γὰρ ἔγωγ' οὐ δείδια χει̃ρας ἀάπτους
Τρώων, οἳ μέγα τει̃χος ὑπερκατέβησαν ὁμίλω̨:
ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες 'Αχαιοί:
τη̨̃ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,
ἡ̨̃ ῥ' ὅ γ' ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει
'Έκτωρ, ὃς Διὸς εὔχετ' ἐρισθενέος πάϊς εἰ̃ναι.
σφω̃ϊν δ' ὡ̃δε θεω̃ν τις ἐνὶ φρεσὶ ποιήσειεν
αὐτώ θ' ἑστάμεναι κρατερω̃ς καὶ ἀνωγέμεν ἄλλουσ:
τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ' ἀπὸ νηω̃ν
ὠκυπόρων, εἰ καί μιν 'Ολύμπιος αὐτὸς ἐγείρει.

   ~'Η καὶ σκηπανίω̨ γαιήοχος ἐννοσίγαιος
ἀμφοτέρω κεκόπων πλη̃σεν μένεος κρατεροι̃ο,
γυι̃α δ' ἔθηκεν ἐλαφρὰ πόδας καὶ χει̃ρας ὕπερθεν.
αὐτὸς δ' ὥς τ' ἴρηξ ὠκύπτερος ὠ̃ρτο πέτεσθαι,
ὅς ῥά τ' ἀπ' αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
ὁρμήση̨ πεδίοιο διώκειν ὄρνεον ἄλλο,
ὣς ἀπὸ τω̃ν ἤϊξε Ποσειδάων ἐνοσίχθων.
τοι̃ιν δ' ἔγνω πρόσθεν 'Οϊλη̃ος ταχὺς Αἴασ,
αἰ̃ψα δ' ἄρ' Αἴαντα προσέφη Τελαμώνιον υἱόν:
Αἰ̃αν ἐπεί τις νω̃ϊ θεω̃ν οἳ 'Όλυμπον ἔχουσι
μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
οὐδ' ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστήσ:
ἴχνια γὰρ μετόπισθε ποδω̃ν ἠδὲ κνημάων
ῥει̃' ἔγνων ἀπιόντοσ: ἀρίγνωτοι δὲ θεοί περ:
καὶ δ' ἐμοὶ αὐτω̨̃ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
μα̃λλον ἐφορμα̃ται πολεμίζειν ἠδὲ μάχεσθαι,
μαιμώωσι δ' ἔνερθε πόδες καὶ χει̃ρες ὕπερθε.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴασ:
οὕτω νυ̃ν καὶ ἐμοὶ περὶ δούρατι χει̃ρες ἄαπτοι
μαιμω̃σιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν
ἔσσυμαι ἀμφοτέροισι: μενοινώω δὲ καὶ οἰ̃ος
'Έκτορι Πριαμίδη̨ ἄμοτον μεμαω̃τι μάχεσθαι.
   '`Ως οἳ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον
χάρμη̨ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμω̨̃:
τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὠ̃ρσεν 'Αχαιούσ,
οἳ παρὰ νηυσὶ θοη̨̃σιν ἀνέψυχον φίλον ἠ̃τορ.
τω̃ν ῥ' ἅμα τ' ἀργαλέω̨ καμάτω̨ φίλα γυι̃α λέλυντο,
καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
Τρω̃ασ, τοὶ μέγα τει̃χος ὑπερκατέβησαν ὁμίλω̨.
τοὺς οἵ γ' εἰσορόωντες ὑπ' ὀφρύσι δάκρυα λει̃βον:
οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ' ἐκ κακου̃: ἀλλ' ἐνοσίχθων
ῥει̃α μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγασ.
Τευ̃κρον ἔπι πρω̃τον καὶ Λήϊτον ἠ̃λθε κελεύων
Πηνέλεών θ' ἥρωα Θόαντά τε Δηΐπυρόν τε
Μηριόνην τε καὶ 'Αντίλοχον μήστωρας ἀϋτη̃σ:
τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα:
αἰδὼς 'Αργει̃οι, κου̃ροι νέοι: ὔμμιν ἔγωγε
μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάσ:
εἰ δ' ὑμει̃ς πολέμοιο μεθήσετε λευγαλέοιο,
νυ̃ν δὴ εἴδεται ἠ̃μαρ ὑπὸ Τρώεσσι δαμη̃ναι.
ὢ πόποι ἠ̃ μέγα θαυ̃μα τόδ' ὀφθαλμοι̃σιν ὁρω̃μαι
δεινόν, ὃ οὔ ποτ' ἔγωγε τελευτήσεσθαι ἔφασκον,
Τρω̃ας ἐφ' ἡμετέρας ἰέναι νέασ, οἳ τὸ πάρος περ
φυζακινη̨̃ς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθ' ὕλην
θώων παρδαλίων τε λύκων τ' ἤϊα πέλονται
αὔτως ἠλάσκουσαι ἀνάλκιδεσ, οὐδ' ἔπι χάρμη:
ὣς Τρω̃ες τὸ πρίν γε μένος καὶ χει̃ρας 'Αχαιω̃ν
μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδ' ἠβαιόν:
νυ̃ν δὲ ἑκὰς πόλιος κοίλη̨ς ἐπὶ νηυσὶ μάχονται
ἡγεμόνος κακότητι μεθημοσύνη̨σί τε λαω̃ν,
οἳ κείνω̨ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι
νηω̃ν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀν' αὐτάσ.
ἀλλ' εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν
ἥρως 'Ατρεΐδης εὐρὺ κρείων 'Αγαμέμνων
οὕνεκ' ἀπητίμησε ποδώκεα Πηλεΐωνα,
ἡμέας γ' οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.
ἀλλ' ἀκεώμεθα θα̃σσον: ἀκεσταί τοι φρένες ἐσθλω̃ν.
ὑμει̃ς δ' οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκη̃ς
πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδ' ἂν ἔγωγε
ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη
λυγρὸς ἐών: ὑμι̃ν δὲ νεμεσσω̃μαι περὶ κη̃ρι.
ὠ̃ πέπονες τάχα δή τι κακὸν ποιήσετε μει̃ζον
τη̨̃δε μεθημοσύνη̨: ἀλλ' ἐν φρεσὶ θέσθε ἕκαστος
αἰδω̃ καὶ νέμεσιν: δὴ γὰρ μέγα νει̃κος ὄρωρεν.
'Έκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει
καρτερόσ, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχη̃α.

   'Ώς ῥα κελευτιόων γαιήοχος ὠ̃ρσεν 'Αχαιούσ.
ἀμφὶ δ' ἄρ' Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
καρτεραί, ἃς οὔτ' ἄν κεν 'Άρης ὀνόσαιτο μετελθὼν
οὔτε κ' 'Αθηναίη λαοσσόοσ: οἳ γὰρ ἄριστοι
κρινθέντες Τρω̃άς τε καὶ 'Έκτορα δι̃ον ἔμιμνον,
φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνω̨:
ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ:
ψαυ̃ον δ' ἱππόκομοι κόρυθες λαμπροι̃σι φάλοισι
νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν:
ἔγχεα δ' ἐπτύσσοντο θρασειάων ἀπὸ χειρω̃ν
σειόμεν': οἳ δ' ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.

   Τρω̃ες δὲ προὔτυψαν ἀολλέεσ, ἠ̃ρχε δ' ἄρ' 'Έκτωρ
ἀντικρὺ μεμαώσ, ὀλοοίτροχος ὣς ἀπὸ πέτρησ,
ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤση̨
ῥήξας ἀσπέτω̨ ὄμβρω̨ ἀναιδέος ἔχματα πέτρησ:
ὕψι δ' ἀναθρώ̨σκων πέτεται, κτυπέει δέ θ' ὑπ' αὐτου̃
ὕλη: ὃ δ' ἀσφαλέως θέει ἔμπεδον, εἱ̃ος ἵκηται
ἰσόπεδον, τότε δ' οὔ τι κυλίνδεται ἐσσύμενός περ:
ὣς 'Έκτωρ εἱ̃ος μὲν ἀπείλει μέχρι θαλάσσης
ῥέα διελεύσεσθαι κλισίας καὶ νη̃ας 'Αχαιω̃ν
κτείνων: ἀλλ' ὅτε δὴ πυκινη̨̃ς ἐνέκυρσε φάλαγξι
στη̃ ῥα μάλ' ἐγχριμφθείσ: οἳ δ' ἀντίοι υἱ̃ες 'Αχαιω̃ν
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν
ὠ̃σαν ἀπὸ σφείων: ὃ δὲ χασσάμενος πελεμίχθη.
ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώσ:
Τρω̃ες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
παρμένετ': οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν 'Αχαιοὶ
καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντεσ,
ἀλλ' ὀΐω χάσσονται ὑπ' ἔγχεοσ, εἰ ἐτεόν με
ὠ̃ρσε θεω̃ν ὤριστοσ, ἐρίγδουπος πόσις 'Ήρησ.

   '`Ως εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Δηΐφοβος δ' ἐν τοι̃σι μέγα φρονέων ἐβεβήκει
Πριαμίδησ, πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσ' ἐΐσην
κου̃φα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
Μηριόνης δ' αὐτοι̃ο τιτύσκετο δουρὶ φαεινω̨̃
καὶ βάλεν, οὐδ' ἀφάμαρτε, κατ' ἀσπίδα πάντοσ' ἐΐσην
ταυρείην: τη̃ς δ' οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν
ἐν καυλω̨̃ ἐάγη δολιχὸν δόρυ: Δηΐφοβος δὲ
ἀσπίδα ταυρείην σχέθ' ἀπὸ ἕο, δει̃σε δὲ θυμω̨̃
ἔγχος Μηριόναο δαΐφρονοσ: αὐτὰρ ὅ γ' ἥρως
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ' αἰνω̃ς
ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
βη̃ δ' ἰέναι παρά τε κλισίας καὶ νη̃ας 'Αχαιω̃ν
οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.

   Οἳ δ' ἄλλοι μάρναντο, βοὴ δ' ἄσβεστος ὀρώρει.
Τευ̃κρος δὲ πρω̃τος Τελαμώνιος ἄνδρα κατέκτα
'Ίμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν:
ναι̃ε δὲ Πήδαιον πρὶν ἐλθει̃ν υἱ̃ας 'Αχαιω̃ν,
κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην:
αὐτὰρ ἐπεὶ Δαναω̃ν νέες ἤλυθον ἀμφιέλισσαι,
ἂψ ἐς 'Ίλιον ἠ̃λθε, μετέπρεπε δὲ Τρώεσσι,
ναι̃ε δὲ πὰρ Πριάμω̨: ὃ δέ μιν τίεν ἰ̃σα τέκεσσι.
τόν ῥ' υἱὸς Τελαμω̃νος ὑπ' οὔατος ἔγχεϊ μακρω̨̃
νύξ', ἐκ δ' ἔσπασεν ἔγχοσ: ὃ δ' αὐ̃τ' ἔπεσεν μελίη ὣς
ἥ τ' ὄρεος κορυφη̨̃ ἕκαθεν περιφαινομένοιο
χαλκω̨̃ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσση̨:
ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκω̨̃.
Τευ̃κρος δ' ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δυ̃σαι:
'Έκτωρ δ' ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινω̨̃.
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
τυτθόν: ὃ δ' 'Αμφίμαχον Κτεάτου υἱ̃' 'Ακτορίωνος
νισόμενον πόλεμον δὲ κατὰ στη̃θος βάλε δουρί:
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτω̨̃.
'Έκτωρ δ' ὁρμήθη κόρυθα κροτάφοις ἀραρυι̃αν
κρατὸς ἀφαρπάξαι μεγαλήτορος 'Αμφιμάχοιο:
Αἴας δ' ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινω̨̃
'Έκτοροσ: ἀλλ' οὔ πη̨ χροὸς εἴσατο, πα̃ς δ' ἄρα χαλκω̨̃
σμερδαλέω̨ κεκάλυφθ': ὃ δ' ἄρ' ἀσπίδος ὀμφαλὸν οὐ̃τα,
ὠ̃σε δέ μιν σθένεϊ μεγάλω̨: ὃ δὲ χάσσατ' ὀπίσσω
νεκρω̃ν ἀμφοτέρων, τοὺς δ' ἐξείρυσσαν 'Αχαιοί.
'Αμφίμαχον μὲν ἄρα Στιχίος δι̃ός τε Μενεσθεὺς
ἀρχοὶ 'Αθηναίων κόμισαν μετὰ λαὸν 'Αχαιω̃ν:
'Ίμβριον αὐ̃τ' Αἴαντε μεμαότε θούριδος ἀλκη̃ς
ὥς τε δύ' αἰ̃γα λέοντε κυνω̃ν ὕπο καρχαροδόντων
ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ
ὑψου̃ ὑπὲρ γαίης μετὰ γαμφηλη̨̃σιν ἔχοντε,
ὥς ῥα τὸν ὑψου̃ ἔχοντε δύω Αἴαντε κορυστὰ
τεύχεα συλήτην: κεφαλὴν δ' ἁπαλη̃ς ἀπὸ δειρη̃ς
κόψεν 'Οϊλιάδης κεχολωμένος 'Αμφιμάχοιο,
ἡ̃κε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι' ὁμίλου:
'Έκτορι δὲ προπάροιθε ποδω̃ν πέσεν ἐν κονίη̨σι.

   Καὶ τότε δὴ περὶ κη̃ρι Ποσειδάων ἐχολώθη
υἱωνοι̃ο πεσόντος ἐν αἰνη̨̃ δηϊοτη̃τι,
βη̃ δ' ἰέναι παρά τε κλισίας καὶ νη̃ας 'Αχαιω̃ν
ὀτρυνέων Δαναούσ, Τρώεσσι δὲ κήδεα τευ̃χεν.
'Ιδομενεὺς δ' ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν
ἐρχόμενος παρ' ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο
ἠ̃λθε κατ' ἰγνύην βεβλημένος ὀξέϊ χαλκω̨̃.
τὸν μὲν ἑται̃ροι ἔνεικαν, ὃ δ' ἰητροι̃ς ἐπιτείλας
ἤϊεν ἐς κλισίην: ἔτι γὰρ πολέμοιο μενοίνα
ἀντιάαν: τὸν δὲ προσέφη κρείων ἐνοσίχθων
εἰσάμενος φθογγὴν 'Ανδραίμονος υἱ̃ϊ Θόαντι
ὃς πάση̨ Πλευρω̃νι καὶ αἰπεινη̨̃ Καλυδω̃νι
Αἰτωλοι̃σιν ἄνασσε, θεὸς δ' ὣς τίετο δήμω̨:
'Ιδομενευ̃ Κρητω̃ν βουληφόρε που̃ τοι ἀπειλαὶ
οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἱ̃ες 'Αχαιω̃ν;

   Τὸν δ' αὐ̃τ' 'Ιδομενεὺς Κρητω̃ν ἀγὸς ἀντίον ηὔδα:
ὠ̃ Θόαν οὔ τις ἀνὴρ νυ̃ν γ' αἴτιοσ, ὅσσον ἔγωγε
γιγνώσκω: πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.
οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνω̨
εἴκων ἀνδύεται πόλεμον κακόν: ἀλλά που οὕτω
μέλλει δὴ φίλον εἰ̃ναι ὑπερμενέϊ Κρονίωνι
νωνύμνους ἀπολέσθαι ἀπ' 'Άργεος ἐνθάδ' 'Αχαιούσ.
ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἠ̃σθα,
ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι:
τὼ νυ̃ν μήτ' ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστω̨.

   Τὸν δ' ἠμείβετ' ἔπειτα Ποσειδάων ἐνοσίχθων:
'Ιδομενευ̃ μὴ κει̃νος ἀνὴρ ἔτι νοστήσειεν
ἐκ Τροίησ, ἀλλ' αὐ̃θι κυνω̃ν μέλπηθρα γένοιτο,
ὅς τις ἐπ' ἤματι τω̨̃δε ἑκὼν μεθίη̨σι μάχεσθαι.
ἀλλ' ἄγε τεύχεα δευ̃ρο λαβὼν ἴθι: ταυ̃τα δ' ἅμα χρὴ
σπεύδειν, αἴ κ' ὄφελός τι γενώμεθα καὶ δύ' ἐόντε.
συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρω̃ν καὶ μάλα λυγρω̃ν,
νω̃ϊ δὲ καί κ' ἀγαθοι̃σιν ἐπισταίμεσθα μάχεσθαι.

   '`Ως εἰπὼν ὃ μὲν αὐ̃τις ἔβη θεὸς ἂμ πόνον ἀνδρω̃ν:
'Ιδομενεὺς δ' ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε
δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δου̃ρε,
βη̃ δ' ἴμεν ἀστεροπη̨̃ ἐναλίγκιοσ, ἥν τε Κρονίων
χειρὶ λαβὼν ἐτίναξεν ἀπ' αἰγλήεντος 'Ολύμπου
δεικνὺς ση̃μα βροτοι̃σιν: ἀρίζηλοι δέ οἱ αὐγαί:
ὣς του̃ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντοσ.
Μηριόνης δ' ἄρα οἱ θεράπων ἐὺ̈ς ἀντεβόλησεν
ἐγγὺς ἔτι κλισίησ: μετὰ γὰρ δόρυ χάλκεον ἤ̨ει
οἰσόμενοσ: τὸν δὲ προσέφη σθένος 'Ιδομενη̃οσ:
Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθ' ἑταίρων
τίπτ' ἠ̃λθες πόλεμόν τε λιπὼν καὶ δηϊοτη̃τα;
ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,
ἠ̃έ τευ ἀγγελίης μετ' ἔμ' ἤλυθεσ; οὐδέ τοι αὐτὸς
ἡ̃σθαι ἐνὶ κλισίη̨σι λιλαίομαι, ἀλλὰ μάχεσθαι.

   Τὸν δ' αὐ̃ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα:
'Ιδομενευ̃, Κρητω̃ν βουληφόρε χαλκοχιτώνων,
ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίη̨σι λέλειπται
οἰσόμενοσ: τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον
ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντοσ.

   Τὸν δ' αὐ̃τ' 'Ιδομενεὺς Κρητω̃ν ἀγὸς ἀντίον ηὔδα:
δούρατα δ' αἴ κ' ἐθέλη̨σθα καὶ ἓν καὶ εἴκοσι δήεις
ἑσταότ' ἐν κλισίη̨ πρὸς ἐνώπια παμφανόωντα
Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι: οὐ γὰρ ὀΐω
ἀνδρω̃ν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.
τώ μοι δούρατά τ' ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι
καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντεσ.

   Τὸν δ' αὐ̃ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα:
καί τοι ἐμοὶ παρά τε κλισίη̨ καὶ νηὶ̈ μελαίνη̨
πόλλ' ἔναρα Τρώων: ἀλλ' οὐ σχεδόν ἐστιν ἑλέσθαι.
οὐδὲ γὰρ οὐδ' ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκη̃σ,
ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν
ἵσταμαι, ὁππότε νει̃κος ὀρώρηται πολέμοιο.
ἄλλόν πού τινα μα̃λλον 'Αχαιω̃ν χαλκοχιτώνων
λήθω μαρνάμενοσ, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.

   Τὸν δ' αὐ̃τ' 'Ιδομενεὺς Κρητω̃ν ἀγὸς ἀντίον ηὔδα:
οἰ̃δ' ἀρετὴν οἱ̃ός ἐσσι: τί σε χρὴ ταυ̃τα λέγεσθαι;
εἰ γὰρ νυ̃ν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
ἐς λόχον, ἔνθα μάλιστ' ἀρετὴ διαείδεται ἀνδρω̃ν,
ἔνθ' ὅ τε δειλὸς ἀνὴρ ὅς τ' ἄλκιμος ἐξεφαάνθη:
του̃ μὲν γάρ τε κακου̃ τρέπεται χρὼς ἄλλυδις ἄλλη̨,
οὐδέ οἱ ἀτρέμας ἡ̃σθαι ἐρητύετ' ἐν φρεσὶ θυμόσ,
ἀλλὰ μετοκλάζει καὶ ἐπ' ἀμφοτέρους πόδας ἵζει,
ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
κη̃ρας ὀϊομένω̨, πάταγος δέ τε γίγνετ' ὀδόντων:
του̃ δ' ἀγαθου̃ οὔτ' ἂρ τρέπεται χρὼς οὔτέ τι λίην
ταρβει̃, ἐπειδὰν πρω̃τον ἐσίζηται λόχον ἀνδρω̃ν,
ἀρα̃ται δὲ τάχιστα μιγήμεναι ἐν δαὶ̈ λυγρη̨̃:
οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χει̃ρας ὄνοιτο.
εἴ περ γάρ κε βλει̃ο πονεύμενος ἠὲ τυπείης
οὐκ ἂν ἐν αὐχέν' ὄπισθε πέσοι βέλος οὐδ' ἐνὶ νώτω̨,
ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε
πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
ἀλλ' ἄγε μηκέτι ταυ̃τα λεγώμεθα νηπύτιοι ὣς
ἑσταότεσ, μή πού τις ὑπερφιάλως νεμεσήση̨:
ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχοσ.

   '`Ως φάτο, Μηριόνης δὲ θοω̨̃ ἀτάλαντος 'Άρηϊ
καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχοσ,
βη̃ δὲ μετ' 'Ιδομενη̃α μέγα πτολέμοιο μεμηλώσ.
οἱ̃ος δὲ βροτολοιγὸς 'Άρης πόλεμον δὲ μέτεισι,
τω̨̃ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
ἕσπετο, ὅς τ' ἐφόβησε ταλάφρονά περ πολεμιστήν:
τὼ μὲν ἄρ' ἐκ Θρή̨κης 'Εφύρους μέτα θωρήσσεσθον,
ἠὲ μετὰ Φλεγύας μεγαλήτορασ: οὐδ' ἄρα τώ γε
ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κυ̃δος ἔδωκαν:
τοι̃οι Μηριόνης τε καὶ 'Ιδομενεὺς ἀγοὶ ἀνδρω̃ν
ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκω̨̃.
τὸν καὶ Μηριόνης πρότερος πρὸς μυ̃θον ἔειπε:
Δευκαλίδη πη̨̃ τὰρ μέμονας καταδυ̃ναι ὅμιλον;
ἢ ἐπὶ δεξιόφιν παντὸς στρατου̃, ἠ̃ ἀνὰ μέσσουσ,
ἠ̃ ἐπ' ἀριστερόφιν; ἐπεὶ οὔπωθι ἔλπομαι οὕτω
δεύεσθαι πολέμοιο κάρη κομόωντας 'Αχαιούσ.

   Τὸν δ' αὐ̃τ' 'Ιδομενεὺς Κρητω̃ν ἀγὸς ἀντίον ηὔδα:
νηυσὶ μὲν ἐν μέσση̨σιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι
Αἴαντές τε δύω Τευ̃κρός θ', ὃς ἄριστος 'Αχαιω̃ν
τοξοσύνη̨, ἀγαθὸς δὲ καὶ ἐν σταδίη̨ ὑσμίνη̨:
οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο
'Έκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.
αἰπύ οἱ ἐσσει̃ται μάλα περ μεμαω̃τι μάχεσθαι
κείνων νικήσαντι μένος καὶ χει̃ρας ἀάπτους
νη̃ας ἐνιπρη̃σαι, ὅτε μὴ αὐτός γε Κρονίων
ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοη̨̃σιν.
ἀνδρὶ δέ κ' οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴασ,
ὃς θνητός τ' εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν
χαλκω̨̃ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.
οὐδ' ἂν 'Αχιλλη̃ϊ ῥηξήνορι χωρήσειεν
ἔν γ' αὐτοσταδίη̨: ποσὶ δ' οὔ πως ἔστιν ἐρίζειν.
νω̃ϊν δ' ὡ̃δ' ἐπ' ἀριστέρ' ἔχε στρατου̃, ὄφρα τάχιστα
εἴδομεν ἠέ τω̨ εὐ̃χος ὀρέξομεν, ἠ̃έ τις ἡμι̃ν.

   '`Ως φάτο, Μηριόνης δὲ θοω̨̃ ἀτάλαντος 'Άρηϊ
ἠ̃ρχ' ἴμεν, ὄφρ' ἀφίκοντο κατὰ στρατὸν ἡ̨̃ μιν ἀνώγει,

   Οἳ δ' ὡς 'Ιδομενη̃α ἴδον φλογὶ εἴκελον ἀλκὴν
αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,
κεκλόμενοι καθ' ὅμιλον ἐπ' αὐτω̨̃ πάντες ἔβησαν:
τω̃ν δ' ὁμὸν ἵστατο νει̃κος ἐπὶ πρυμνη̨̃σι νέεσσιν.
ὡς δ' ὅθ' ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
ἤματι τω̨̃ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθουσ,
οἵ τ' ἄμυδις κονίης μεγάλην ἱστα̃σιν ὀμίχλην,
ὣς ἄρα τω̃ν ὁμόσ' ἠ̃λθε μάχη, μέμασαν δ' ἐνὶ θυμω̨̃
ἀλλήλους καθ' ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκω̨̃.
ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείη̨σι
μακρη̨̃σ, ἃς εἰ̃χον ταμεσίχροασ: ὄσσε δ' ἄμερδεν
αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
θωρήκων τε νεοσμήκτων σακέων τε φαεινω̃ν
ἐρχομένων ἄμυδισ: μάλα κεν θρασυκάρδιος εἴη
ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδ' ἀκάχοιτο.

   Τὼ δ' ἀμφὶς φρονέοντε δύω Κρόνου υἱ̃ε κραταιὼ
ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
Ζεὺς μέν ῥα Τρώεσσι καὶ 'Έκτορι βούλετο νίκην
κυδαίνων 'Αχιλη̃α πόδας ταχύν: οὐδέ τι πάμπαν
ἤθελε λαὸν ὀλέσθαι 'Αχαιϊκὸν 'Ιλιόθι πρό,
ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.
'Αργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν
λάθρη̨ ὑπεξαναδὺς πολιη̃ς ἁλόσ: ἤχθετο γάρ ῥα
Τρωσὶν δαμναμένουσ, Διὶ δὲ κρατερω̃ς ἐνεμέσσα.
ἠ̃ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ' ἴα πάτρη,
ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ἤ̨δη.
τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,
λάθρη̨ δ' αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώσ.
τοὶ δ' ἔριδος κρατερη̃ς καὶ ὁμοιΐου πτολέμοιο
πει̃ραρ ἐπαλλάξαντες ἐπ' ἀμφοτέροισι τάνυσσαν
ἄρρηκτόν τ' ἄλυτόν τε, τὸ πολλω̃ν γούνατ' ἔλυσεν.

   'Ένθα μεσαιπόλιός περ ἐὼν Δαναοι̃σι κελεύσας
'Ιδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὠ̃ρσε.
πέφνε γὰρ 'Οθρυονη̃α Καβησόθεν ἔνδον ἐόντα,
ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,
ἤ̨τεε δὲ Πριάμοιο θυγατρω̃ν εἰ̃δος ἀρίστην
Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,
ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἱ̃ας 'Αχαιω̃ν.
τω̨̃ δ' ὁ γέρων Πρίαμος ὑπό τ' ἔσχετο καὶ κατένευσε
δωσέμεναι: ὃ δὲ μάρναθ' ὑποσχεσίη̨σι πιθήσασ.
'Ιδομενεὺς δ' αὐτοι̃ο τιτύσκετο δουρὶ φαεινω̨̃,
καὶ βάλεν ὕψι βιβάντα τυχών: οὐδ' ἤρκεσε θώρηξ
χάλκεοσ, ὃν φορέεσκε, μέση̨ δ' ἐν γαστέρι πη̃ξε.
δούπησεν δὲ πεσών: ὃ δ' ἐπεύξατο φώνησέν τε:
'Οθρυονευ̃ περὶ δή σε βροτω̃ν αἰνίζομ' ἁπάντων
εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ' ὑπέστης
Δαρδανίδη̨ Πριάμω̨: ὃ δ' ὑπέσχετο θυγατέρα ἥν.
καί κέ τοι ἡμει̃ς ταυ̃τά γ' ὑποσχόμενοι τελέσαιμεν,
δοι̃μεν δ' 'Ατρεΐδαο θυγατρω̃ν εἰ̃δος ἀρίστην
'Άργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
'Ιλίου ἐκπέρση̨ς εὐ̃ ναιόμενον πτολίεθρον.
ἀλλ' ἕπε', ὄφρ' ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
ἀμφὶ γάμω̨, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.

   '`Ως εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
ἥρως 'Ιδομενεύσ: τω̨̃ δ' 'Άσιος ἠ̃λθ' ἐπαμύντωρ
πεζὸς πρόσθ' ἵππων: τὼ δὲ πνείοντε κατ' ὤμων
αἰὲν ἔχ' ἡνίοχος θεράπων: ὃ δὲ ἵετο θυμω̨̃
'Ιδομενη̃α βαλει̃ν: ὃ δέ μιν φθάμενος βάλε δουρὶ
λαιμὸν ὑπ' ἀνθερεω̃να, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
ἤριπε δ' ὡς ὅτε τις δρυ̃ς ἤριπεν ἢ ἀχερωὶ̈ς
ἠὲ πίτυς βλωθρή, τήν τ' οὔρεσι τέκτονες ἄνδρες
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἰ̃ναι:
ὣς ὃ πρόσθ' ἵππων καὶ δίφρου κει̃το τανυσθεὶς
βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσησ.
ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἰ̃χεν,
οὐδ' ὅ γ' ἐτόλμησεν δηΐων ὑπὸ χει̃ρας ἀλύξας
ἂψ ἵππους στρέψαι, τὸν δ' 'Αντίλοχος μενεχάρμης
δουρὶ μέσον περόνησε τυχών: οὐδ' ἤρκεσε θώρηξ
χάλκεος ὃν φορέεσκε, μέση̨ δ' ἐν γαστέρι πη̃ξεν.
αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,
ἵππους δ' 'Αντίλοχος μεγαθύμου Νέστορος υἱὸς
ἐξέλασε Τρώων μετ' ἐϋκνήμιδας 'Αχαιούσ.

   Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν 'Ιδομενη̃ος
'Ασίου ἀχνύμενοσ, καὶ ἀκόντισε δουρὶ φαεινω̨̃.
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
'Ιδομενεύσ: κρύφθη γὰρ ὑπ' ἀσπίδι πάντοσ' ἐΐση̨,
τὴν ἄρ' ὅ γε ῥινοι̃σι βοω̃ν καὶ νώροπι χαλκω̨̃
δινωτὴν φορέεσκε, δύω κανόνεσσ' ἀραρυι̃αν:
τη̨̃ ὕπο πα̃ς ἐάλη, τὸ δ' ὑπέρπτατο χάλκεον ἔγχοσ,
καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
ἔγχεοσ: οὐδ' ἅλιόν ῥα βαρείης χειρὸς ἀφη̃κεν,
ἀλλ' ἔβαλ' 'Ιππασίδην 'Υψήνορα ποιμένα λαω̃ν
ἡ̃παρ ὑπὸ πραπίδων, εἰ̃θαρ δ' ὑπὸ γούνατ' ἔλυσε.
Δηΐφοβος δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσασ:
οὐ μὰν αὐ̃τ' ἄτιτος κει̃τ' 'Άσιοσ, ἀλλά ἕ φημι
εἰς 'Άϊδός περ ἰόντα πυλάρταο κρατεροι̃ο
γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.

   '`Ως ἔφατ', 'Αργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο,
'Αντιλόχω̨ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν:
ἀλλ' οὐδ' ἀχνύμενός περ ἑου̃ ἀμέλησεν ἑταίρου,
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
τὸν μὲν ἔπειθ' ὑποδύντε δύω ἐρίηρες ἑται̃ροι
Μηκιστεὺς 'Εχίοιο πάϊς καὶ δι̃ος 'Αλάστωρ,
νη̃ας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.

   'Ιδομενεὺς δ' οὐ λη̃γε μένος μέγα, ἵετο δ' αἰεὶ
ἠέ τινα Τρώων ἐρεβεννη̨̃ νυκτὶ καλύψαι
ἢ αὐτὸς δουπη̃σαι ἀμύνων λοιγὸν 'Αχαιοι̃σ.
ἔνθ' Αἰσυήταο διοτρεφέος φίλον υἱὸν
ἥρω' 'Αλκάθοον, γαμβρὸς δ' ἠ̃ν 'Αγχίσαο,
πρεσβυτάτην δ' ὤπυιε θυγατρω̃ν 'Ιπποδάμειαν
τὴν περὶ κη̃ρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
ἐν μεγάρω̨: πα̃σαν γὰρ ὁμηλικίην ἐκέκαστο
κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί: τοὔνεκα καί μιν
γη̃μεν ἀνὴρ ὤριστος ἐνὶ Τροίη̨ εὐρείη̨:
τὸν τόθ' ὑπ' 'Ιδομενη̃ϊ Ποσειδάων ἐδάμασσε
θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυι̃α:
οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ' οὔτ' ἀλέασθαι,
ἀλλ' ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον
ἀτρέμας ἑσταότα στη̃θος μέσον οὔτασε δουρὶ
ἥρως 'Ιδομενεύσ, ῥη̃ξεν δέ οἱ ἀμφὶ χιτω̃να
χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον:
δὴ τότε γ' αὐ̃ον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.
δούπησεν δὲ πεσών, δόρυ δ' ἐν κραδίη̨ ἐπεπήγει,
ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
ἔγχεοσ: ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος 'Άρησ:
'Ιδομενεὺς δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
Δηΐφοβ' ἠ̃ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἰ̃ναι
τρει̃ς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.
δαιμόνι' ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασ' ἐμει̃ο,
ὄφρα ἴδη̨ οἱ̃ος Ζηνὸς γόνος ἐνθάδ' ἱκάνω,
ὃς πρω̃τον Μίνωα τέκε Κρήτη̨ ἐπίουρον:
Μίνως δ' αὐ̃ τέκεθ' υἱὸν ἀμύμονα Δευκαλίωνα,
Δευκαλίων δ' ἐμὲ τίκτε πολέσσ' ἄνδρεσσιν ἄνακτα
Κρήτη̨ ἐν εὐρείη̨: νυ̃ν δ' ἐνθάδε νη̃ες ἔνεικαν
σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.

   '`Ως φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
ἂψ ἀναχωρήσασ, ἠ̃ πειρήσαιτο καὶ οἰ̃οσ.
ὡ̃δε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἰ̃ναι
βη̃ναι ἐπ' Αἰνείαν: τὸν δ' ὕστατον εὑ̃ρεν ὁμίλου
ἑσταότ': αἰεὶ γὰρ Πριάμω̨ ἐπεμήνιε δίω̨
οὕνεκ' ἄρ' ἐσθλὸν ἐόντα μετ' ἀνδράσιν οὔ τι τίεσκεν.
ἀγχου̃ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
Αἰνεία Τρώων βουληφόρε νυ̃ν σε μάλα χρὴ
γαμβρω̨̃ ἀμυνέμεναι, εἴ πέρ τί σε κη̃δος ἱκάνει.
ἀλλ' ἕπευ 'Αλκαθόω̨ ἐπαμύνομεν, ὅς σε πάρος γε
γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα:
τὸν δέ τοι 'Ιδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.

   '`Ως φάτο, τω̨̃ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
βη̃ δὲ μετ' 'Ιδομενη̃α μέγα πτολέμοιο μεμηλώσ.
ἀλλ' οὐκ 'Ιδομενη̃α φόβος λάβε τηλύγετον ὥσ,
ἀλλ' ἔμεν' ὡς ὅτε τις συ̃ς οὔρεσιν ἀλκὶ πεποιθώσ,
ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρω̃ν
χώρω̨ ἐν οἰοπόλω̨, φρίσσει δέ τε νω̃τον ὕπερθεν:
ὀφθαλμὼ δ' ἄρα οἱ πυρὶ λάμπετον: αὐτὰρ ὀδόντας
θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρασ:
ὣς μένεν 'Ιδομενεὺς δουρικλυτόσ, οὐδ' ὑπεχώρει,
Αἰνείαν ἐπιόντα βοηθόον: αὐ̃ε δ' ἑταίρους
'Ασκάλαφόν τ' ἐσορω̃ν 'Αφαρη̃ά τε Δηΐπυρόν τε
Μηριόνην τε καὶ 'Αντίλοχον μήστωρας ἀϋτη̃σ:
τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα:
δευ̃τε φίλοι, καί μ' οἴω̨ ἀμύνετε: δείδια δ' αἰνω̃ς
Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,
ὃς μάλα καρτερός ἐστι μάχη̨ ἔνι φω̃τας ἐναίρειν:
καὶ δ' ἔχει ἥβης ἄνθοσ, ὅ τε κράτος ἐστὶ μέγιστον.
εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τω̨̃δ' ἐπὶ θυμω̨̃
αἰ̃ψά κεν ἠὲ φέροιτο μέγα κράτοσ, ἠὲ φεροίμην.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
πλησίοι ἔστησαν, σάκε' ὤμοισι κλίναντεσ.
Αἰνείας δ' ἑτέρωθεν ἐκέκλετο οἱ̃ς ἑτάροισι
Δηΐφοβόν τε Πάριν τ' ἐσορω̃ν καὶ 'Αγήνορα δι̃ον,
οἵ οἱ ἅμ' ἡγεμόνες Τρώων ἔσαν: αὐτὰρ ἔπειτα
λαοὶ ἕπονθ', ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μη̃λα
πιόμεν' ἐκ βοτάνησ: γάνυται δ' ἄρα τε φρένα ποιμήν:
ὣς Αἰνεία̨ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
ὡς ἴδε λαω̃ν ἔθνος ἐπισπόμενον ἑοι̃ αὐτω̨̃.

   Οἳ δ' ἀμφ' 'Αλκαθόω̨ αὐτοσχεδὸν ὁρμήθησαν
μακροι̃σι ξυστοι̃σι: περὶ στήθεσσι δὲ χαλκὸς
σμερδαλέον κονάβιζε τιτυσκομένων καθ' ὅμιλον
ἀλλήλων: δύο δ' ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
Αἰνείας τε καὶ 'Ιδομενεὺς ἀτάλαντοι 'Άρηϊ
ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκω̨̃.
Αἰνείας δὲ πρω̃τος ἀκόντισεν 'Ιδομενη̃οσ:
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχοσ,
αἰχμὴ δ' Αἰνείαο κραδαινομένη κατὰ γαίης
ὤ̨χετ', ἐπεί ῥ' ἅλιον στιβαρη̃ς ἀπὸ χειρὸς ὄρουσεν.
'Ιδομενεὺς δ' ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,
ῥη̃ξε δὲ θώρηκος γύαλον, διὰ δ' ἔντερα χαλκὸς
ἤφυσ': ὃ δ' ἐν κονίη̨σι πεσὼν ἕλε γαι̃αν ἀγοστω̨̃.
'Ιδομενεὺς δ' ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
ἐσπάσατ', οὐδ' ἄρ' ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ
ὤμοιιν ἀφελέσθαι: ἐπείγετο γὰρ βελέεσσιν.
οὐ γὰρ ἔτ' ἔμπεδα γυι̃α ποδω̃ν ἠ̃ν ὁρμηθέντι,
οὔτ' ἄρ' ἐπαΐξαι μεθ' ἑὸν βέλος οὔτ' ἀλέασθαι.
τώ ῥα καὶ ἐν σταδίη̨ μὲν ἀμύνετο νηλεὲς ἠ̃μαρ,
τρέσσαι δ' οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
του̃ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινω̨̃
Δηΐφοβοσ: δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
ἀλλ' ὅ γε καὶ τόθ' ἅμαρτεν, ὃ δ' 'Ασκάλαφον βάλε δουρὶ
υἱὸν 'Ενυαλίοιο: δι' ὤμου δ' ὄβριμον ἔγχος
ἔσχεν: ὃ δ' ἐν κονίη̨σι πεσὼν ἕλε γαι̃αν ἀγοστω̨̃.
οὐδ' ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος 'Άρης
υἱ̃ος ἑοι̃ο πεσόντος ἐνὶ κρατερη̨̃ ὑσμίνη̨,
ἀλλ' ὅ γ' ἄρ' ἄκρω̨ 'Ολύμπω̨ ὑπὸ χρυσέοισι νέφεσσιν
ἡ̃στο Διὸς βουλη̨̃σιν ἐελμένοσ, ἔνθά περ ἄλλοι
ἀθάνατοι θεοὶ ἠ̃σαν ἐεργόμενοι πολέμοιο.

   Οἳ δ' ἀμφ' 'Ασκαλάφω̨ αὐτοσχεδὸν ὁρμήθησαν:
Δηΐφοβος μὲν ἀπ' 'Ασκαλάφου πήληκα φαεινὴν
ἥρπασε, Μηριόνης δὲ θοω̨̃ ἀτάλαντος 'Άρηϊ
δουρὶ βραχίονα τύψεν ἐπάλμενοσ, ἐκ δ' ἄρα χειρὸς
αὐλω̃πις τρυφάλεια χαμαὶ βόμβησε πεσου̃σα.
Μηριόνης δ' ἐξ αὐ̃τις ἐπάλμενος αἰγυπιὸς ὣς
ἐξέρυσε πρυμνοι̃ο βραχίονος ὄβριμον ἔγχοσ,
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης
αὐτοκασίγνητος περὶ μέσσω̨ χει̃ρε τιτήνας
ἐξη̃γεν πολέμοιο δυσηχέοσ, ὄφρ' ἵκεθ' ἵππους
ὠκέασ, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντεσ:
οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
τειρόμενον: κατὰ δ' αἱ̃μα νεουτάτου ἔρρεε χειρόσ.

   Οἳ δ' ἄλλοι μάρναντο, βοὴ δ' ἄσβεστος ὀρώρει.
ἔνθ' Αἰνέας 'Αφαρη̃α Καλητορίδην ἐπορούσας
λαιμὸν τύψ' ἐπὶ οἱ̃ τετραμμένον ὀξέϊ δουρί:
ἐκλίνθη δ' ἑτέρωσε κάρη, ἐπὶ δ' ἀσπὶς ἑάφθη
καὶ κόρυσ, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστήσ.
'Αντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
οὔτασ' ἐπαΐξασ, ἀπὸ δὲ φλέβα πα̃σαν ἔκερσεν,
ἥ τ' ἀνὰ νω̃τα θέουσα διαμπερὲς αὐχέν' ἱκάνει:
τὴν ἀπὸ πα̃σαν ἔκερσεν: ὃ δ' ὕπτιος ἐν κονίη̨σι
κάππεσεν, ἄμφω χει̃ρε φίλοις ἑτάροισι πετάσσασ.
'Αντίλοχος δ' ἐπόρουσε, καὶ αἴνυτο τεύχε' ἀπ' ὤμων
παπταίνων: Τρω̃ες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο
εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκω̨̃
'Αντιλόχου: πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοι̃σι βέλεσσιν.
οὐ μὲν γάρ ποτ' ἄνευ δηΐων ἠ̃ν, ἀλλὰ κατ' αὐτοὺς
στρωφα̃τ': οὐδέ οἱ ἔγχος ἔχ' ἀτρέμασ, ἀλλὰ μάλ' αἰεὶ
σειόμενον ἐλέλικτο: τιτύσκετο δὲ φρεσὶν ἡ̨̃σιν
ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθη̃ναι.

   'Αλλ' οὐ λη̃θ' 'Αδάμαντα τιτυσκόμενος καθ' ὅμιλον
'Ασιάδην, ὅ οἱ οὐ̃τα μέσον σάκος ὀξέϊ χαλκω̨̃
ἐγγύθεν ὁρμηθείσ: ἀμενήνωσεν δέ οἱ αἰχμὴν
κυανοχαι̃τα Ποσειδάων βιότοιο μεγήρασ.
καὶ τὸ μὲν αὐτου̃ μει̃ν' ὥς τε σκω̃λος πυρίκαυστος
ἐν σάκει 'Αντιλόχοιο, τὸ δ' ἥμισυ κει̃τ' ἐπὶ γαίησ:
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κη̃ρ' ἀλεείνων:
Μηριόνης δ' ἀπιόντα μετασπόμενος βάλε δουρὶ
αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλου̃, ἔνθα μάλιστα
γίγνετ' 'Άρης ἀλεγεινὸς ὀϊζυροι̃σι βροτοι̃σιν.
ἔνθά οἱ ἔγχος ἔπηξεν: ὃ δ' ἑσπόμενος περὶ δουρὶ
ἤσπαιρ' ὡς ὅτε βου̃ς τόν τ' οὔρεσι βουκόλοι ἄνδρες
ἰλλάσιν οὐκ ἐθέλοντα βίη̨ δήσαντες ἄγουσιν:
ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,
ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ' ἐγγύθεν ἐλθὼν
ἥρως Μηριόνησ: τὸν δὲ σκότος ὄσσε κάλυψε.

   Δηΐπυρον δ' 'Έλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην
Θρηϊκίω̨ μεγάλω̨, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.
ἣ μὲν ἀποπλαγχθει̃σα χαμαὶ πέσε, καί τις 'Αχαιω̃ν
μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε:
τὸν δὲ κατ' ὀφθαλμω̃ν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.

   'Ατρεΐδην δ' ἄχος εἱ̃λε βοὴν ἀγαθὸν Μενέλαον:
βη̃ δ' ἐπαπειλήσας 'Ελένω̨ ἥρωϊ ἄνακτι
ὀξὺ δόρυ κραδάων: ὃ δὲ τόξου πη̃χυν ἄνελκε.
τὼ δ' ἄρ' ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι
ἵετ' ἀκοντίσσαι, ὃ δ' ἀπὸ νευρη̃φιν ὀϊστω̨̃.
Πριαμίδης μὲν ἔπειτα κατὰ στη̃θος βάλεν ἰω̨̃
θώρηκος γύαλον, ἀπὸ δ' ἔπτατο πικρὸς ὀϊστόσ.
ὡς δ' ὅτ' ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ' ἀλωὴν
θρώ̨σκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι
πνοιη̨̃ ὕπο λιγυρη̨̃ καὶ λικμητη̃ρος ἐρωη̨̃,
ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστόσ.
'Ατρεΐδης δ' ἄρα χει̃ρα βοὴν ἀγαθὸς Μενέλαος
τὴν βάλεν ἡ̨̃ ῥ' ἔχε τόξον ἐΰξοον: ἐν δ' ἄρα τόξω̨
ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχοσ.
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κη̃ρ' ἀλεείνων
χει̃ρα παρακρεμάσασ: τὸ δ' ἐφέλκετο μείλινον ἔγχοσ.
καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος 'Αγήνωρ,
αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφει̃ οἰὸς ἀώτω̨
σφενδόνη̨, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαω̃ν.

   Πείσανδρος δ' ἰθὺς Μενελάου κυδαλίμοιο
ἤϊε: τὸν δ' ἄγε μοι̃ρα κακὴ θανάτοιο τέλος δὲ
σοὶ Μενέλαε δαμη̃ναι ἐν αἰνη̨̃ δηϊοτη̃τι.
οἳ δ' ὅτε δὴ σχεδὸν ἠ̃σαν ἐπ' ἀλλήλοισιν ἰόντες
'Ατρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ' ἔγχοσ,
Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι:
ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δ' ἐνὶ καυλω̨̃
ἔγχοσ: ὃ δὲ φρεσὶν ἡ̨̃σι χάρη καὶ ἐέλπετο νίκην.
'Ατρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
ἀ̃λτ' ἐπὶ Πεισάνδρω̨: ὃ δ' ὑπ' ἀσπίδος εἵλετο καλὴν
ἀξίνην εὔχαλκον ἐλαΐνω̨ ἀμφὶ πελέκκω̨
μακρω̨̃ ἐϋξέστω̨: ἅμα δ' ἀλλήλων ἐφίκοντο.
ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον
ῥινὸς ὕπερ πυμάτησ: λάκε δ' ὀστέα, τὼ δέ οἱ ὄσσε
πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίη̨σιν,
ἰδνώθη δὲ πεσών: ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
τεύχεά τ' ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα:
λείψετέ θην οὕτω γε νέας Δαναω̃ν ταχυπώλων
Τρω̃ες ὑπερφίαλοι δεινη̃ς ἀκόρητοι ἀϋτη̃σ,
ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευει̃ς
ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνεσ, οὐδέ τι θυμω̨̃
Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μη̃νιν
ξεινίου, ὅς τέ ποτ' ὔμμι διαφθέρσει πόλιν αἰπήν:
οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
μὰψ οἴχεσθ' ἀνάγοντεσ, ἐπεὶ φιλέεσθε παρ' αὐτη̨̃:
νυ̃ν αὐ̃τ' ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
πυ̃ρ ὀλοὸν βαλέειν, κτει̃ναι δ' ἥρωας 'Αχαιούσ.
ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ 'Άρηοσ.
Ζευ̃ πάτερ ἠ̃ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων
ἀνδρω̃ν ἠδὲ θεω̃ν: σέο δ' ἐκ τάδε πάντα πέλονται:
οἱ̃ον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστη̨̃σι
Τρωσίν, τω̃ν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται
φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.
πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος
μολπη̃ς τε γλυκερη̃ς καὶ ἀμύμονος ὀρχηθμοι̃ο,
τω̃ν πέρ τις καὶ μα̃λλον ἐέλδεται ἐξ ἔρον εἱ̃ναι
ἢ πολέμου: Τρω̃ες δὲ μάχης ἀκόρητοι ἔασιν.

   '`Ως εἰπὼν τὰ μὲν ἔντε' ἀπὸ χροὸς αἱματόεντα
συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,
αὐτὸς δ' αὐ̃τ' ἐξ αὐ̃τις ἰὼν προμάχοισιν ἐμίχθη.

   'Ένθά οἱ υἱὸς ἐπα̃λτο Πυλαιμένεος βασιλη̃ος
'Αρπαλίων, ὅ ῥα πατρὶ φίλω̨ ἕπετο πτολεμίξων
ἐς τροίην, οὐδ' αὐ̃τις ἀφίκετο πατρίδα γαι̃αν:
ὅς ῥα τότ' 'Ατρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κη̃ρ' ἀλεείνων
πάντοσε παπταίνων μή τις χρόα χαλκω̨̃ ἐπαύρη̨.
Μηριόνης δ' ἀπιόντος ἵει χαλκήρε' ὀϊστόν,
καί ῥ' ἔβαλε γλουτὸν κάτα δεξιόν: αὐτὰρ ὀϊστὸς
ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἐξεπέρησεν.
ἑζόμενος δὲ κατ' αὐ̃θι φίλων ἐν χερσὶν ἑταίρων
θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίη̨
κει̃το ταθείσ: ἐκ δ' αἱ̃μα μέλαν ῥέε, δευ̃ε δὲ γαι̃αν.
τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,
ἐς δίφρον δ' ἀνέσαντες ἄγον προτὶ 'Ίλιον ἱρὴν
ἀχνύμενοι: μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
ποινὴ δ' οὔ τις παιδὸς ἐγίγνετο τεθνηω̃τοσ.

   Του̃ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη:
ξει̃νος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι:
του̃ ὅ γε χωόμενος προΐει χαλκήρε' ὀϊστόν.
ἠ̃ν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
ἀφνειός τ' ἀγαθός τε Κορινθόθι οἰκία ναίων,
ὅς ῥ' εὐ̃ εἰδὼς κη̃ρ' ὀλοὴν ἐπὶ νηὸς ἔβαινε:
πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
νούσω̨ ὑπ' ἀργαλέη̨ φθίσθαι οἱ̃ς ἐν μεγάροισιν,
ἢ μετ' 'Αχαιω̃ν νηυσὶν ὑπὸ Τρώεσσι δαμη̃ναι:
τώ ῥ' ἅμα τ' ἀργαλέην θωὴν ἀλέεινεν 'Αχαιω̃ν
νου̃σόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμω̨̃.
τὸν βάλ' ὑπὸ γναθμοι̃ο. καὶ οὔατοσ: ὠ̃κα δὲ θυμὸς
ὤ̨χετ' ἀπὸ μελέων, στυγερὸς δ' ἄρα μιν σκότος εἱ̃λεν.

   '`Ως οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο:
'Έκτωρ δ' οὐκ ἐπέπυστο Διὶ̈ φίλοσ, οὐδέ τι ἤ̨δη
ὅττί ῥά οἱ νηω̃ν ἐπ' ἀριστερὰ δηϊόωντο
λαοὶ ὑπ' 'Αργείων. τάχα δ' ἂν καὶ κυ̃δος 'Αχαιω̃ν
ἔπλετο: τοι̃ος γὰρ γαιήοχος ἐννοσίγαιος
ὄτρυν' 'Αργείουσ, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν:
ἀλλ' ἔχεν ἡ̨̃ τὰ πρω̃τα πύλας καὶ τει̃χος ἐσα̃λτο
ῥηξάμενος Δαναω̃ν πυκινὰς στίχας ἀσπιστάων,
ἔνθ' ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
θι̃ν' ἔφ' ἁλὸς πολιη̃ς εἰρυμέναι: αὐτὰρ ὕπερθε
τει̃χος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
ζαχρηει̃ς γίγνοντο μάχη̨ αὐτοί τε καὶ ἵπποι.

   'Ένθα δὲ Βοιωτοὶ καὶ 'Ιάονες ἑλκεχίτωνες
Λοκροὶ καὶ Φθι̃οι καὶ φαιδιμόεντες 'Επειοὶ
σπουδη̨̃ ἐπαΐσσοντα νεω̃ν ἔχον, οὐδὲ δύναντο
ὠ̃σαι ἀπὸ σφείων φλογὶ εἴκελον 'Έκτορα δι̃ον
οἳ μὲν 'Αθηναίων προλελεγμένοι: ἐν δ' ἄρα τοι̃σιν
ἠ̃ρχ' υἱὸς Πετεω̃ο Μενεσθεύσ, οἳ δ' ἅμ' ἕποντο
Φείδας τε Στιχίος τε Βίας τ' ἐΰσ: αὐτὰρ 'Επειω̃ν
Φυλεΐδης τε Μέγης 'Αμφίων τε Δρακίος τε,
πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκησ.
ἤτοι ὃ μὲν νόθος υἱὸς 'Οϊλη̃ος θείοιο
ἔσκε Μέδων Αἴαντος ἀδελφεόσ: αὐτὰρ ἔναιεν
ἐν Φυλάκη̨ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
γνωτὸν μητρυιη̃ς 'Εριώπιδοσ, ἣν ἔχ' 'Οϊλεύσ:
αὐτὰρ ὃ 'Ιφίκλοιο πάϊς του̃ Φυλακίδαο.
οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
ναυ̃φιν ἀμυνόμενοι μετὰ Βοιωτω̃ν ἐμάχοντο:
Αἴας δ' οὐκέτι πάμπαν 'Οϊλη̃ος ταχὺς υἱὸς
ἵστατ' ἀπ' Αἴαντος Τελαμωνίου οὐδ' ἠβαιόν,
ἀλλ' ὥς τ' ἐν νειω̨̃ βόε οἴνοπε πηκτὸν ἄροτρον
ἰ̃σον θυμὸν ἔχοντε τιταίνετον: ἀμφὶ δ' ἄρά σφι
πρυμνοι̃σιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώσ:
τὼ μέν τε ζυγὸν οἰ̃ον ἐΰξοον ἀμφὶς ἐέργει
ἱεμένω κατὰ ὠ̃λκα: τέμει δέ τε τέλσον ἀρούρησ:
ὣς τὼ παρβεβαω̃τε μάλ' ἕστασαν ἀλλήλοιιν.
ἀλλ' ἤτοι Τελαμωνιάδη̨ πολλοί τε καὶ ἐσθλοὶ
λαοὶ ἕπονθ' ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο
ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ' ἵκοιτο.
οὐδ' ἄρ' 'Οϊλιάδη̨ μεγαλήτορι Λοκροὶ ἕποντο:
οὐ γάρ σφι σταδίη̨ ὑσμίνη̨ μίμνε φίλον κη̃ρ:
οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείασ,
οὐδ' ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δου̃ρα,
ἀλλ' ἄρα τόξοισιν καὶ ἐϋστρεφει̃ οἰ̃ος ἀώτω̨
'Ίλιον εἰς ἅμ' ἕποντο πεποιθότεσ, οἱ̃σιν ἔπειτα
ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγασ:
δή ῥα τόθ' οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
μάρναντο Τρωσίν τε καὶ 'Έκτορι χαλκοκορυστη̨̃,
οἳ δ' ὄπιθεν βάλλοντες ἐλάνθανον: οὐδέ τι χάρμης
Τρω̃ες μιμνήσκοντο: συνεκλόνεον γὰρ ὀϊστοί.

   'Ένθά κε λευγαλέως νηω̃ν ἄπο καὶ κλισιάων
Τρω̃ες ἐχώρησαν προτὶ 'Ίλιον ἠνεμόεσσαν,
εἰ μὴ Πουλυδάμας θρασὺν 'Έκτορα εἰ̃πε παραστάσ:
'Έκτορ ἀμήχανός ἐσσι παραρρητοι̃σι πιθέσθαι.
οὕνεκά τοι περὶ δω̃κε θεὸς πολεμήϊα ἔργα
τοὔνεκα καὶ βουλη̨̃ ἐθέλεις περιίδμεναι ἄλλων:
ἀλλ' οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.
ἄλλω̨ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,
ἄλλω̨ δ' ὀρχηστύν, ἑτέρω̨ κίθαριν καὶ ἀοιδήν,
ἄλλω̨ δ' ἐν στήθεσσι τιθει̃ νόον εὐρύοπα Ζεὺς
ἐσθλόν, του̃ δέ τε πολλοὶ ἐπαυρίσκοντ' ἄνθρωποι,
καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκει̃ εἰ̃ναι ἄριστα:
πάντη̨ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε:
Τρω̃ες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τει̃χος ἔβησαν
οἳ μὲν ἀφεστα̃σιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται
παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νη̃ασ.
ἀλλ' ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστουσ:
ἔνθεν δ' ἂν μάλα πα̃σαν ἐπιφρασσαίμεθα βουλὴν
ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν
αἴ κ' ἐθέλη̨σι θεὸς δόμεναι κράτοσ, ἠ̃ κεν ἔπειτα
πὰρ νηω̃ν ἔλθωμεν ἀπήμονεσ. ἠ̃ γὰρ ἔγωγε
δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται 'Αχαιοὶ
χρει̃οσ, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἀ̃τος πολέμοιο
μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.

   '`Ως φάτο Πουλυδάμασ, ἅδε δ' 'Έκτορι μυ̃θος ἀπήμων,
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἀ̃λτο χαμα̃ζε
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
Πουλυδάμα σὺ μὲν αὐτου̃ ἐρύκακε πάντας ἀρίστουσ,
αὐτὰρ ἐγὼ κει̃σ' εἰ̃μι καὶ ἀντιόω πολέμοιο:
αἰ̃ψα δ' ἐλεύσομαι αὐ̃τις ἐπὴν εὐ̃ τοι̃ς ἐπιτείλω.

   ~'Η ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς
κεκλήγων, διὰ δὲ Τρώων πέτετ' ἠδ' ἐπικούρων.
οἳ δ' ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
πάντες ἐπεσσεύοντ', ἐπεὶ 'Έκτορος ἔκλυον αὐδήν.
αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θ' 'Ελένοιο ἄνακτος
'Ασιάδην τ' 'Αδάμαντα καὶ 'Άσιον 'Υρτάκου υἱὸν
φοίτα ἀνὰ προμάχους διζήμενοσ, εἴ που ἐφεύροι.
τοὺς δ' εὑ̃ρ' οὐκέτι πάμπαν ἀπήμονας οὐδ' ἀνολέθρουσ:
ἀλλ' οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνη̨̃σιν 'Αχαιω̃ν
χερσὶν ὑπ' 'Αργείων κέατο ψυχὰς ὀλέσαντεσ,
οἳ δ' ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.
τὸν δὲ τάχ' εὑ̃ρε μάχης ἐπ' ἀριστερὰ δακρυοέσσης
δι̃ον 'Αλέξανδρον 'Ελένης πόσιν ἠϋκόμοιο
θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
ἀγχου̃ δ' ἱστάμενος προσέφη αἰσχροι̃ς ἐπέεσσι:
Δύσπαρι εἰ̃δος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
που̃ τοι Δηΐφοβός τε βίη θ' 'Ελένοιο ἄνακτος
'Ασιάδης τ' 'Αδάμας ἠδ' 'Άσιος 'Υρτάκου υἱόσ;
που̃ δέ τοι 'Οθρυονεύσ; νυ̃ν ὤλετο πα̃σα κατ' ἄκρης
'Ίλιος αἰπεινή: νυ̃ν τοι σω̃ς αἰπὺς ὄλεθροσ.

   Τὸν δ' αὐ̃τε προσέειπεν 'Αλέξανδρος θεοειδήσ:
'Έκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,
ἄλλοτε δή ποτε μα̃λλον ἐρωη̃σαι πολέμοιο
μέλλω, ἐπεὶ οὐδ' ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ:
ἐξ οὑ̃ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
ἐκ του̃ δ' ἐνθάδ' ἐόντες ὁμιλέομεν Δαναοι̃σι
νωλεμέωσ: ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλα̨̃σ.
οἴω Δηΐφοβός τε βίη θ' 'Ελένοιο ἄνακτος
οἴχεσθον, μακρη̨̃σι τετυμμένω ἐγχείη̨σιν
ἀμφοτέρω κατὰ χει̃ρα: φόνον δ' ἤμυνε Κρονίων.
νυ̃ν δ' ἄρχ' ὅππη̨ σε κραδίη θυμός τε κελεύει:
ἡμει̃ς δ' ἐμμεμαω̃τες ἅμ' ἑψόμεθ', οὐδέ τί φημι
ἀλκη̃ς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
πὰρ δύναμιν δ' οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.

   '`Ως εἰπὼν παρέπεισεν ἀδελφειου̃ φρένας ἥρωσ:
βὰν δ' ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἠ̃εν
ἀμφί τε κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα
Φάλκην 'Ορθαι̃όν τε καὶ ἀντίθεον Πολυφήτην
Πάλμύν τ' 'Ασκάνιόν τε Μόρυν θ' υἱ̃' 'Ιπποτίωνοσ,
οἵ ῥ' ἐξ 'Ασκανίης ἐριβώλακος ἠ̃λθον ἀμοιβοὶ
ἠοι̃ τη̨̃ προτέρη̨: τότε δὲ Ζεὺς ὠ̃ρσε μάχεσθαι.
οἳ δ' ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλη̨,
ἥ ῥά θ' ὑπὸ βροντη̃ς πατρὸς Διὸς εἰ̃σι πέδον δέ,
θεσπεσίω̨ δ' ὁμάδω̨ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ
κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
κυρτὰ φαληριόωντα, πρὸ μέν τ' ἄλλ', αὐτὰρ ἐπ' ἄλλα:
ὣς Τρω̃ες πρὸ μὲν ἄλλοι ἀρηρότεσ, αὐτὰρ ἐπ' ἄλλοι,
χαλκω̨̃ μαρμαίροντες ἅμ' ἡγεμόνεσσιν ἕποντο.
'Έκτωρ δ' ἡγει̃το βροτολοιγω̨̃ ἰ̃σος 'Άρηϊ
Πριαμίδησ: πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσ' ἐΐσην
ῥινοι̃σιν πυκινήν, πολλὸς δ' ἐπελήλατο χαλκόσ:
ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.
πάντη̨ δ' ἀμφὶ φάλαγγας ἐπειρα̃το προποδίζων,
εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβω̃ντι:
ἀλλ' οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν 'Αχαιω̃ν.
Αἴας δὲ πρω̃τος προκαλέσσατο μάκρα βιβάσθων:
δαιμόνιε σχεδὸν ἐλθέ: τί ἢ δειδίσσεαι αὔτως
'Αργείουσ; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,
ἀλλὰ Διὸς μάστιγι κακη̨̃ ἐδάμημεν 'Αχαιοί.
ἠ̃ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
νη̃ασ: ἄφαρ δέ τε χει̃ρες ἀμύνειν εἰσὶ καὶ ἡμι̃ν.
ἠ̃ κε πολὺ φθαίη εὐ̃ ναιομένη πόλις ὑμὴ
χερσὶν ὑφ' ἡμετέρη̨σιν ἁλου̃σά τε περθομένη τε.
σοὶ δ' αὐτω̨̃ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
ἀρήση̨ Διὶ πατρὶ καὶ ἄλλις ἀθανάτοισι
θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππουσ,
οἵ σε πόλιν δ' οἴσουσι κονίοντες πεδίοιο.

   '`Ως ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
αἰετὸς ὑψιπέτησ: ἐπὶ δ' ἴαχε λαὸς 'Αχαιω̃ν
θάρσυνος οἰωνω̨̃: ὃ δ' ἀμείβετο φαίδιμος 'Έκτωρ:
Αἰ̃αν ἁμαρτοεπὲς βουγάϊε ποι̃ον ἔειπεσ:
εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
εἴην ἤματα πάντα, τέκοι δέ με πότνια 'Ήρη,
τιοίμην δ' ὡς τίετ' 'Αθηναίη καὶ 'Απόλλων,
ὡς νυ̃ν ἡμέρη ἡ̃δε κακὸν φέρει 'Αργείοισι
πα̃σι μάλ', ἐν δὲ σὺ τοι̃σι πεφήσεαι, αἴ κε ταλάσση̨ς
μει̃ναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα
δάψει: ἀτὰρ Τρώων κορέεις κύνας ἠδ' οἰωνοὺς
δημω̨̃ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν 'Αχαιω̃ν.

   '`Ως ἄρα φωνήσας ἡγήσατο: τοὶ δ' ἅμ' ἕποντο
ἠχη̨̃ θεσπεσίη̨, ἐπὶ δ' ἴαχε λαὸς ὄπισθεν.
'Αργει̃οι δ' ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο
ἀλκη̃σ, ἀλλ' ἔμενον Τρώων ἐπιόντας ἀρίστουσ.
ἠχὴ δ' ἀμφοτέρων ἵκετ' αἰθέρα καὶ Διὸς αὐγάσ.