ΙΛΙΑΔΟΣ Ξ

   Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπησ,
ἀλλ' 'Ασκληπιάδην ἔπεα πτερόεντα προσηύδα:
φράζεο δι̃ε Μαχα̃ον ὅπως ἔσται τάδε ἔργα:
μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερω̃ν αἰζηω̃ν.
ἀλλὰ σὺ μὲν νυ̃ν πι̃νε καθήμενος αἴθοπα οἰ̃νον
εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος 'Εκαμήδη
θερμήνη̨ καὶ λούση̨ ἄπο βρότον αἱματόεντα:
αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.

   '`Ως εἰπὼν σάκος εἱ̃λε τετυγμένον υἱ̃ος ἑοι̃ο
κείμενον ἐν κλισίη̨ Θρασυμήδεος ἱπποδάμοιο
χαλκω̨̃ παμφαι̃νον: ὃ δ' ἔχ' ἀσπίδα πατρὸς ἑοι̃ο.
εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκω̨̃,
στη̃ δ' ἐκτὸς κλισίησ, τάχα δ' εἴσιδεν ἔργον ἀεικὲς
τοὺς μὲν ὀρινομένουσ, τοὺς δὲ κλονέοντας ὄπισθε
Τρω̃ας ὑπερθύμουσ: ἐρέριπτο δὲ τει̃χος 'Αχαιω̃ν.
ὡς δ' ὅτε πορφύρη̨ πέλαγος μέγα κύματι κωφω̨̃
ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
αὔτωσ, οὐδ' ἄρα τε προκυλίνδεται οὐδετέρωσε,
πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὐ̃ρον,
ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
διχθάδι', ἢ μεθ' ὅμιλον ἴοι Δαναω̃ν ταχυπώλων,
ἠ̃ε μετ' 'Ατρεΐδην 'Αγαμέμνονα ποιμένα λαω̃ν.
ὡ̃δε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἰ̃ναι
βη̃ναι ἐπ' 'Ατρεΐδην. οἳ δ' ἀλλήλους ἐνάριζον
μαρνάμενοι: λάκε δέ σφι περὶ χροὶ̈ χαλκὸς ἀτειρὴς
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.

   Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλη̃ες
πὰρ νηω̃ν ἀνιόντες ὅσοι βεβλήατο χαλκω̨̃
Τυδεΐδης 'Οδυσεύς τε καὶ 'Ατρεΐδης 'Αγαμέμνων.
πολλὸν γάρ ῥ' ἀπάνευθε μάχης εἰρύατο νη̃ες
θι̃ν' ἔφ' ἁλὸς πολιη̃σ: τὰς γὰρ πρώτας πεδίον δὲ
εἴρυσαν, αὐτὰρ τει̃χος ἐπὶ πρύμνη̨σιν ἔδειμαν.
οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
αἰγιαλὸς νη̃ας χαδέειν, στείνοντο δὲ λαοί:
τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλη̃σαν ἁπάσης
ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.
τώ ῥ' οἵ γ' ὀψείοντες ἀϋτη̃ς καὶ πολέμοιο
ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι: ἄχνυτο δέ σφι
θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς
Νέστωρ, πτη̃ξε δὲ θυμὸν ἐνὶ στήθεσσιν 'Αχαιω̃ν.
τὸν καὶ φωνήσας προσέφη κρείων 'Αγαμέμνων:
ὠ̃ Νέστορ Νηληϊάδη μέγα κυ̃δος 'Αχαιω̃ν
τίπτε λιπὼν πόλεμον φθισήνορα δευ̃ρ' ἀφικάνεισ;
δείδω μὴ δή μοι τελέση̨ ἔπος ὄβριμος 'Έκτωρ,
ὥς ποτ' ἐπηπείλησεν ἐνὶ Τρώεσσ' ἀγορεύων
μὴ πρὶν πὰρ νηω̃ν προτὶ 'Ίλιον ἀπονέεσθαι
πρὶν πυρὶ νη̃ας ἐνιπρη̃σαι, κτει̃ναι δὲ καὶ αὐτούσ.
κει̃νος τὼς ἀγόρευε: τὰ δὴ νυ̃ν πάντα τελει̃ται.
ὢ πόποι ἠ̃ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες 'Αχαιοὶ
ἐν θυμω̨̃ βάλλονται ἐμοὶ χόλον ὥς περ 'Αχιλλεὺς
οὐδ' ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνη̨̃σι νέεσσι.

   Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
ἠ̃ δὴ ταυ̃τά γ' ἑτοι̃μα τετεύχαται, οὐδέ κεν ἄλλως
Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.
τει̃χος μὲν γὰρ δὴ κατερήριπεν, ὡ̨̃ ἐπέπιθμεν
ἄρρηκτον νηω̃ν τε καὶ αὐτω̃ν εἰ̃λαρ ἔσεσθαι:
οἳ δ' ἐπὶ νηυσὶ θοη̨̃σι μάχην ἀλίαστον ἔχουσι
νωλεμέσ: οὐδ' ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων
ὁπποτέρωθεν 'Αχαιοὶ ὀρινόμενοι κλονέονται,
ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δ' οὐρανὸν ἵκει.
ἡμει̃ς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα
εἴ τι νόος ῥέξει: πόλεμον δ' οὐκ ἄμμε κελεύω
δύμεναι: οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.

   Τὸν δ' αὐ̃τε προσέειπεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων:
Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνη̨̃σι μάχονται,
τει̃χος δ' οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφροσ,
ἡ̨̃ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμω̨̃
ἄρρηκτον νηω̃ν τε καὶ αὐτω̃ν εἰ̃λαρ ἔσεσθαι:
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἰ̃ναι
νωνύμνους ἀπολέσθαι ἀπ' 'Άργεος ἐνθάδ' 'Αχαιούσ.
ἤ̨δεα μὲν γὰρ ὅτε πρόφρων Δαναοι̃σιν ἄμυνεν,
οἰ̃δα δὲ νυ̃ν ὅτε τοὺς μὲν ὁμω̃ς μακάρεσσι θεοι̃σι
κυδάνει, ἡμέτερον δὲ μένος καὶ χει̃ρας ἔδησεν.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντεσ.
νη̃ες ὅσαι πρω̃ται εἰρύαται ἄγχι θαλάσσης
ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δι̃αν,
ὕψι δ' ἐπ' εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθη̨
νὺξ ἀβρότη, ἢν καὶ τη̨̃ ἀπόσχωνται πολέμοιο
Τρω̃εσ: ἔπειτα δέ κεν ἐρυσαίμεθα νη̃ας ἁπάσασ.
οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδ' ἀνὰ νύκτα.
βέλτερον ὃς φεύγων προφύγη̨ κακὸν ἠὲ ἁλώη̨.

   Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις 'Οδυσσεύσ:
'Ατρεΐδη ποι̃όν σε ἔπος φύγεν ἕρκος ὀδόντων:
οὐλόμεν' αἴθ' ὤφελλες ἀεικελίου στρατου̃ ἄλλου
σημαίνειν, μὴ δ' ἄμμιν ἀνασσέμεν, οἱ̃σιν ἄρα Ζεὺς
ἐκ νεότητος ἔδωκε καὶ ἐς γη̃ρας τολυπεύειν
ἀργαλέους πολέμουσ, ὄφρα φθιόμεσθα ἕκαστοσ.
οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν
καλλείψειν, ἡ̃ς εἵνεκ' ὀϊζύομεν κακὰ πολλά;
σίγα, μή τίς τ' ἄλλος 'Αχαιω̃ν του̃τον ἀκούση̨
μυ̃θον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο
ὅς τις ἐπίσταιτο ἡ̨̃σι φρεσὶν ἄρτια βάζειν
σκηπτου̃χός τ' εἴη, καί οἱ πειθοίατο λαοὶ
τοσσοι̃δ' ὅσσοισιν σὺ μετ' 'Αργείοισιν ἀνάσσεισ:
νυ̃ν δέ σευ ὠνοσάμην πάγχυ φρένασ, οἱ̃ον ἔειπεσ:
ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτη̃ς
νη̃ας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν, ὄφρ' ἔτι μα̃λλον
Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπησ,
ἡμι̃ν δ' αἰπὺς ὄλεθρος ἐπιρρέπη̨. οὐ γὰρ 'Αχαιοὶ
σχήσουσιν πόλεμον νηω̃ν ἅλα δ' ἑλκομενάων,
ἀλλ' ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμησ.
ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαω̃ν.

   Τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων:
ὠ̃ 'Οδυσευ̃ μάλα πώς με καθίκεο θυμὸν ἐνιπη̨̃
ἀργαλέη̨: ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα
νη̃ας ἐϋσσέλμους ἅλα δ' ἑλκέμεν υἱ̃ας 'Αχαιω̃ν.
νυ̃ν δ' εἴη ὃς τη̃σδέ γ' ἀμείνονα μη̃τιν ἐνίσποι
ἢ νέος ἠὲ παλαιόσ: ἐμοὶ δέ κεν ἀσμένω̨ εἴη.

   Τοι̃σι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδησ:
ἐγγὺς ἀνήρ: οὐ δηθὰ ματεύσομεν: αἴ κ' ἐθέλητε
πείθεσθαι, καὶ μή τι κότω̨ ἀγάσησθε ἕκαστος
οὕνεκα δὴ γενεη̃φι νεώτατός εἰμι μεθ' ὑμι̃ν:
πατρὸς δ' ἐξ ἀγαθου̃ καὶ ἐγὼ γένος εὔχομαι εἰ̃ναι
Τυδέοσ, ὃν Θήβη̨σι χυτὴ κατὰ γαι̃α καλύπτει.
Πορθει̃ γὰρ τρει̃ς παι̃δες ἀμύμονες ἐξεγένοντο,
οἴκεον δ' ἐν Πλευρω̃νι καὶ αἰπεινη̨̃ Καλυδω̃νι
'Άγριος ἠδὲ Μέλασ, τρίτατος δ' ἠ̃ν ἱππότα Οἰνεὺς
πατρὸς ἐμοι̃ο πατήρ: ἀρετη̨̃ δ' ἠ̃ν ἔξοχος αὐτω̃ν.
ἀλλ' ὃ μὲν αὐτόθι μει̃νε, πατὴρ δ' ἐμὸς 'Άργεϊ νάσθη
πλαγχθείσ: ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.
'Αδρήστοιο δ' ἔγημε θυγατρω̃ν, ναι̃ε δὲ δω̃μα
ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἠ̃σαν ἄρουραι
πυροφόροι, πολλοὶ δὲ φυτω̃ν ἔσαν ὄρχατοι ἀμφίσ,
πολλὰ δέ οἱ πρόβατ' ἔσκε: κέκαστο δὲ πάντας 'Αχαιοὺς
ἐγχείη̨: τὰ δὲ μέλλετ' ἀκουέμεν, εἰ ἐτεόν περ.
τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες
μυ̃θον ἀτιμήσαιτε πεφασμένον ὅν κ' ἐὺ̈ εἴπω.
δευ̃τ' ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκη̨.
ἔνθα δ' ἔπειτ' αὐτοὶ μὲν ἐχώμεθα δηϊοτη̃τος
ἐκ βελέων, μή πού τις ἐφ' ἕλκεϊ ἕλκος ἄρηται:
ἄλλους δ' ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ
θυμω̨̃ ἠ̃ρα φέροντες ἀφεστα̃σ' οὐδὲ μάχονται.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα του̃ μάλα μὲν κλύον ἠδὲ πίθοντο:
βὰν δ' ἴμεν, ἠ̃ρχε δ' ἄρά σφιν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων.

   Οὐδ' ἀλαοσκοπιὴν εἰ̃χε κλυτὸς ἐννοσίγαιοσ,
ἀλλὰ μετ' αὐτοὺς ἠ̃λθε παλαιω̨̃ φωτὶ ἐοικώσ,
δεξιτερὴν δ' ἕλε χει̃ρ' 'Αγαμέμνονος 'Ατρεΐδαο,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
'Ατρεΐδη νυ̃ν δή που 'Αχιλλη̃ος ὀλοὸν κη̃ρ
γηθει̃ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν 'Αχαιω̃ν
δερκομένω̨, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ' ἠβαιαί.
ἀλλ' ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε:
σοὶ δ' οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,
ἀλλ' ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες
εὐρὺ κονίσουσιν πεδίον, σὺ δ' ἐπόψεαι αὐτὸς
φεύγοντας προτὶ ἄστυ νεω̃ν ἄπο καὶ κλισιάων.

   '`Ως εἰπὼν μέγ' ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
ὅσσόν τ' ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
ἀνέρες ἐν πολέμω̨ ἔριδα ξυνάγοντες 'Άρηοσ,
τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων
ἡ̃κεν: 'Αχαιοι̃σιν δὲ μέγα σθένος ἔμβαλ' ἑκάστω̨
καρδίη̨, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.

   'Ήρη δ' εἰσει̃δε χρυσόθρονος ὀφθαλμοι̃σι
στα̃σ' ἐξ Οὐλύμποιο ἀπὸ ῥίου: αὐτίκα δ' ἔγνω
τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
αὐτοκασίγνητον καὶ δαέρα, χαι̃ρε δὲ θυμω̨̃:
Ζη̃να δ' ἐπ' ἀκροτάτης κορυφη̃ς πολυπίδακος 'Ίδης
ἥμενον εἰσει̃δε, στυγερὸς δέ οἱ ἔπλετο θυμω̨̃.
μερμήριξε δ' ἔπειτα βοω̃πις πότνια 'Ήρη
ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο:
ἡ̃δε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
ἐλθει̃ν εἰς 'Ίδην εὐ̃ ἐντύνασαν ἓ αὐτήν,
εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
ἡ̨̃ χροιη̨̃, τω̨̃ δ' ὕπνον ἀπήμονά τε λιαρόν τε
χεύη̨ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμη̨σι.
βη̃ δ' ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν
'Ήφαιστοσ, πυκινὰς δὲ θύρας σταθμοι̃σιν ἐπη̃ρσε
κληι̃̈δι κρυπτη̨̃, τὴν δ' οὐ θεὸς ἄλλος ἀνω̨̃γεν:
ἔνθ' ἥ γ' εἰσελθου̃σα θύρας ἐπέθηκε φαεινάσ.
ἀμβροσίη̨ μὲν πρω̃τον ἀπὸ χροὸς ἱμερόεντος
λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ' ἐλαίω̨
ἀμβροσίω̨ ἑδανω̨̃, τό ῥά οἱ τεθυωμένον ἠ̃εν:
του̃ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δω̃
ἔμπης ἐς γαι̃άν τε καὶ οὐρανὸν ἵκετ' ἀϋτμή.
τω̨̃ ῥ' ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς
καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
ἀμφὶ δ' ἄρ' ἀμβρόσιον ἑανὸν ἕσαθ', ὅν οἱ 'Αθήνη
ἔξυσ' ἀσκήσασα, τίθει δ' ἐνὶ δαίδαλα πολλά:
χρυσείη̨ς δ' ἐνετη̨̃σι κατὰ στη̃θος περονα̃το.
ζώσατο δὲ ζώνη̨ ἑκατὸν θυσάνοις ἀραρυίη̨,
ἐν δ' ἄρα ἕρματα ἡ̃κεν ἐϋτρήτοισι λοβοι̃σι
τρίγληνα μορόεντα: χάρις δ' ἀπελάμπετο πολλή.
κρηδέμνω̨ δ' ἐφύπερθε καλύψατο δι̃α θεάων
καλω̨̃ νηγατέω̨: λευκὸν δ' ἠ̃ν ἠέλιος ὥσ:
ποσσὶ δ' ὑπὸ λιπαροι̃σιν ἐδήσατο καλὰ πέδιλα.
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροὶ̈ θήκατο κόσμον
βη̃ ῥ' ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ' 'Αφροδίτην
τω̃ν ἄλλων ἀπάνευθε θεω̃ν πρὸς μυ̃θον ἔειπε:
ἠ̃ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,
ἠ̃έ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμω̨̃,
οὕνεκ' ἐγὼ Δαναοι̃σι, σὺ δὲ Τρώεσσιν ἀρήγεισ;

   Τὴν δ' ἠμείβετ' ἔπειτα Διὸς θυγάτηρ 'Αφροδίτη:
'Ήρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
αὔδα ὅ τι φρονέεισ: τελέσαι δέ με θυμὸς ἄνωγεν,
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.

   Τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια 'Ήρη:
δὸς νυ̃ν μοι φιλότητα καὶ ἵμερον, ὡ̨̃ τε σὺ πάντας
δαμνα̨̃ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπουσ.
εἰ̃μι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίησ,
'Ωκεανόν τε θεω̃ν γένεσιν καὶ μητέρα Τηθύν,
οἵ μ' ἐν σφοι̃σι δόμοισιν ἐὺ̈ τρέφον ἠδ' ἀτίταλλον
δεξάμενοι 'Ρείασ, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς
γαίης νέρθε καθει̃σε καὶ ἀτρυγέτοιο θαλάσσησ:
τοὺς εἰ̃μ' ὀψομένη, καί σφ' ἄκριτα νείκεα λύσω:
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
εὐνη̃ς καὶ φιλότητοσ, ἐπεὶ χόλος ἔμπεσε θυμω̨̃.
εἰ κείνω ἐπέεσσι παραιπεπιθου̃σα φίλον κη̃ρ
εἰς εὐνὴν ἀνέσαιμι ὁμωθη̃ναι φιλότητι,
αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.

   Τὴν δ' αὐ̃τε προσέειπε φιλομειδὴς 'Αφροδίτη:
οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι:
Ζηνὸς γὰρ του̃ ἀρίστου ἐν ἀγκοίνη̨σιν ἰαύεισ.

   ~'Η, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα
ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο:
ἔνθ' ἔνι μὲν φιλότησ, ἐν δ' ἵμεροσ, ἐν δ' ὀαριστὺς
πάρφασισ, ἥ τ' ἔκλεψε νόον πύκα περ φρονεόντων.
τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:
τη̃ νυ̃ν του̃τον ἱμάντα τεω̨̃ ἐγκάτθεο κόλπω̨
ποικίλον, ὡ̨̃ ἔνι πάντα τετεύχαται: οὐδέ σέ φημι
ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ ση̨̃σι μενοινα̨̃σ.

   '`Ως φάτο, μείδησεν δὲ βοω̃πις πότνια 'Ήρη,
μειδήσασα δ' ἔπειτα ἑω̨̃ ἐγκάτθετο κόλπω̨.

   '`Η μὲν ἔβη πρὸς δω̃μα Διὸς θυγάτηρ 'Αφροδίτη,
'Ήρη δ' ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
Πιερίην δ' ἐπιβα̃σα καὶ 'Ημαθίην ἐρατεινὴν
σεύατ' ἐφ' ἱπποπόλων Θρη̨κω̃ν ὄρεα νιφόεντα
ἀκροτάτας κορυφάσ: οὐδὲ χθόνα μάρπτε ποδοι̃ιν:
ἐξ 'Αθόω δ' ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,
Λη̃μνον δ' εἰσαφίκανε πόλιν θείοιο Θόαντοσ.
ἔνθ' 'Ύπνω̨ ξύμβλητο κασιγνήτω̨ Θανάτοιο,
ἔν τ' ἄρα οἱ φυ̃ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:
'Ύπνε ἄναξ πάντων τε θεω̃ν πάντων τ' ἀνθρώπων,
ἠμὲν δή ποτ' ἐμὸν ἔπος ἔκλυεσ, ἠδ' ἔτι καὶ νυ̃ν
πείθευ: ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.
κοίμησόν μοι Ζηνὸς ὑπ' ὀφρύσιν ὄσσε φαεινὼ
αὐτίκ' ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.
δω̃ρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ
χρύσεον: 'Ήφαιστος δέ κ' ἐμὸς πάϊς ἀμφιγυήεις
τεύξει' ἀσκήσασ, ὑπὸ δὲ θρη̃νυν ποσὶν ἥσει,
τω̨̃ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.

   Τὴν δ' ἀπαμειβόμενος προσεφώνεε νήδυμος 'Ύπνοσ:
'Ήρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
ἄλλον μέν κεν ἔγωγε θεω̃ν αἰειγενετάων
υῥει̃α κατευνήσαιμι, καὶ ἂν ποταμοι̃ο ῥέεθρα
'Ωκεανου̃, ὅς περ γένεσις πάντεσσι τέτυκται:
Ζηνὸς δ' οὐκ ἂν ἔγωγε Κρονίονος ἀ̃σσον ἱκοίμην
οὐδὲ κατευνήσαιμ', ὅτε μὴ αὐτός γε κελεύοι.
ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ
ἤματι τω̨̃ ὅτε κει̃νος ὑπέρθυμος Διὸς υἱὸς
ἔπλεεν 'Ιλιόθεν Τρώων πόλιν ἐξαλαπάξασ.
ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο
νήδυμος ἀμφιχυθείσ: σὺ δέ οἱ κακὰ μήσαο θυμω̨̃
ὄρσασ' ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτασ,
καί μιν ἔπειτα Κόων δ' εὐ̃ ναιομένην ἀπένεικας
νόσφι φίλων πάντων. ὃ δ' ἐπεγρόμενος χαλέπαινε
ῥιπτάζων κατὰ δω̃μα θεούσ, ἐμὲ δ' ἔξοχα πάντων
ζήτει: καί κέ μ' ἄϊστον ἀπ' αἰθέρος ἔμβαλε πόντω̨,
εἰ μὴ Νὺξ δμήτειρα θεω̃ν ἐσάωσε καὶ ἀνδρω̃ν:
τὴν ἱκόμην φεύγων, ὃ δ' ἐπαύσατο χωόμενός περ.
ἅζετο γὰρ μὴ Νυκτὶ θοη̨̃ ἀποθύμια ἕρδοι.
νυ̃ν αὐ̃ του̃τό μ' ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.

   Τὸν δ' αὐ̃τε προσέειπε βοω̃πις πότνια 'Ήρη:
'Ύπνε τί ἢ δὲ σὺ ταυ̃τα μετὰ φρεσὶ ση̨̃σι μενοινα̨̃σ;
ἠ̃ φὴ̨ς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζη̃ν
ὡς 'Ηρακλη̃ος περιχώσατο παι̃δος ἑοι̃ο;
ἀλλ' ἴθ', ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων
δώσω ὀπυιέμεναι καὶ σὴν κεκλη̃σθαι ἄκοιτιν.

   '`Ως φάτο, χήρατο δ' 'Ύπνοσ, ἀμειβόμενος δὲ προσηύδα:
ἄγρει νυ̃ν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,
χειρὶ δὲ τη̨̃ ἑτέρη̨ μὲν ἕλε χθόνα πουλυβότειραν,
τη̨̃ δ' ἑτέρη̨ ἅλα μαρμαρέην, ἵνα νω̃ϊν ἅπαντες
μάρτυροι ὠ̃σ' οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντεσ,
ἠ̃ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων
Πασιθέην, ἡ̃ς τ' αὐτὸς ἐέλδομαι ἤματα πάντα.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος 'Ήρη,
ὄμνυε δ' ὡς ἐκέλευε, θεοὺς δ' ὀνόμηνεν ἅπαντας
τοὺς ὑποταρταρίους οἳ Τιτη̃νες καλέονται.
αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
τὼ βήτην Λήμνου τε καὶ 'Ίμβρου ἄστυ λιπόντε
ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.
'Ίδην δ' ἱκέσθην πολυπίδακα μητέρα θηρω̃ν
Λεκτόν, ὅθι πρω̃τον λιπέτην ἅλα: τὼ δ' ἐπὶ χέρσου
βήτην, ἀκροτάτη δὲ ποδω̃ν ὕπο σείετο ὕλη.
ἔνθ' 'Ύπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι
εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ' ἐν 'Ίδη̨
μακροτάτη πεφυυι̃α δι' ἠέρος αἰθέρ' ἵκανεν:
ἔνθ' ἡ̃στ' ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν
ὄρνιθι λιγυρη̨̃ ἐναλίγκιοσ, ἥν τ' ἐν ὄρεσσι
χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.

   'Ήρη δὲ κραιπνω̃ς προσεβήσετο Γάργαρον ἄκρον
'Ίδης ὑψηλη̃σ: ἴδε δὲ νεφεληγερέτα Ζεύσ.
ὡς δ' ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,
οἱ̃ον ὅτε πρω̃τόν περ ἐμισγέσθην φιλότητι
εἰς εὐνὴν φοιτω̃ντε, φίλους λήθοντε τοκη̃ασ.
στη̃ δ' αὐτη̃ς προπάροιθεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:
'Ήρη πη̨̃ μεμαυι̃α κατ' Οὐλύμπου τόδ' ἱκάνεισ;
ἵπποι δ' οὐ παρέασι καὶ ἅρματα τω̃ν κ' ἐπιβαίησ.

   Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια 'Ήρη:
ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίησ,
'Ωκεανόν τε θεω̃ν γένεσιν καὶ μητέρα Τηθύν,
οἵ με σφοι̃σι δόμοισιν ἐὺ̈ τρέφον ἠδ' ἀτίταλλον:
τοὺς εἰ̃μ' ὀψομένη, καί σφ' ἄκριτα νείκεα λύσω:
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
εὐνη̃ς καὶ φιλότητοσ, ἐπεὶ χόλος ἔμπεσε θυμω̨̃.
ἵπποι δ' ἐν πρυμνωρείη̨ πολυπίδακος 'Ίδης
ἑστα̃σ', οἵ μ' οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.
νυ̃ν δὲ σευ̃ εἵνεκα δευ̃ρο κατ' Οὐλύμπου τόδ' ἱκάνω,
μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπη̨̃
οἴχωμαι πρὸς δω̃μα βαθυρρόου 'Ωκεανοι̃ο.

   Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύσ:
'Ήρη κει̃σε μὲν ἔστι καὶ ὕστερον ὁρμηθη̃ναι,
νω̃ϊ δ' ἄγ' ἐν φιλότητι τραπείομεν εὐνηθέντε.
οὐ γάρ πώ ποτέ μ' ὡ̃δε θεα̃ς ἔρος οὐδὲ γυναικὸς
θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,
οὐδ' ὁπότ' ἠρασάμην 'Ιξιονίης ἀλόχοιο,
ἣ τέκε Πειρίθοον θεόφιν μήστωρ' ἀτάλαντον:
οὐδ' ὅτε περ Δανάης καλλισφύρου 'Ακρισιώνησ,
ἣ τέκε Περση̃α πάντων ἀριδείκετον ἀνδρω̃ν:
οὐδ' ὅτε Φοίνικος κούρης τηλεκλειτοι̃ο,
ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον 'Ραδάμανθυν:
οὐδ' ὅτε περ Σεμέλης οὐδ' 'Αλκμήνης ἐνὶ Θήβη̨,
ἥ ῥ' 'Ηρακλη̃α κρατερόφρονα γείνατο παι̃δα:
ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοι̃σιν:
οὐδ' ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσησ,
οὐδ' ὁπότε Λητου̃ς ἐρικυδέοσ, οὐδὲ σευ̃ αὐτη̃σ,
ὡς σέο νυ̃ν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρει̃.

   Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια 'Ήρη:
αἰνότατε Κρονίδη ποι̃ον τὸν μυ̃θον ἔειπεσ.
εἰ νυ̃ν ἐν φιλότητι λιλαίεαι εὐνηθη̃ναι
'Ίδης ἐν κορυφη̨̃σι, τὰ δὲ προπέφανται ἅπαντα:
πω̃ς κ' ἔοι εἴ τις νω̃ϊ θεω̃ν αἰειγενετάων
εὕδοντ' ἀθρήσειε, θεοι̃σι δὲ πα̃σι μετελθὼν
πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δω̃μα νεοίμην
ἐξ εὐνη̃ς ἀνστα̃σα, νεμεσσητὸν δέ κεν εἴη.
ἀλλ' εἰ δή ῥ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμω̨̃,
ἔστιν τοι θάλαμοσ, τόν τοι φίλος υἱὸς ἔτευξεν
'Ήφαιστοσ, πυκινὰς δὲ θύρας σταθμοι̃σιν ἐπη̃ρσεν:
ἔνθ' ἴομεν κείοντεσ, ἐπεί νύ τοι εὔαδεν εὐνή.

   Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύσ:
'Ήρη μήτε θεω̃ν τό γε δείδιθι μήτέ τιν' ἀνδρω̃ν
ὄψεσθαι: τοι̃όν τοι ἐγὼ νέφος ἀμφικαλύψω
χρύσεον: οὐδ' ἂν νω̃ϊ διαδράκοι 'Ηέλιός περ,
οὑ̃ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.

   ~'Η ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παι̃ς ἣν παράκοιτιν:
τοι̃σι δ' ὑπὸ χθὼν δι̃α φύεν νεοθηλέα ποίην,
λωτόν θ' ἑρσήεντα ἰδὲ κρόκον ἠδ' ὑάκινθον
πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ' ἔεργε.
τω̨̃ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο
καλὴν χρυσείην: στιλπναὶ δ' ἀπέπιπτον ἔερσαι.

   '`Ως ὃ μὲν ἀτρέμας εὑ̃δε πατὴρ ἀνὰ Γαργάρω̨ ἄκρω̨,
ὕπνω̨ καὶ φιλότητι δαμείσ, ἔχε δ' ἀγκὰς ἄκοιτιν:
βη̃ δὲ θέειν ἐπὶ νη̃ας 'Αχαιω̃ν νήδυμος 'Ύπνος
ἀγγελίην ἐρέων γαιηόχω̨ ἐννοσιγαίω̨:
ἀγχου̃ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
πρόφρων νυ̃ν Δαναοι̃σι Ποσείδαον ἐπάμυνε,
καί σφιν κυ̃δος ὄπαζε μίνυνθά περ, ὄφρ' ἔτι εὕδει
Ζεύσ, ἐπεὶ αὐτω̨̃ ἐγὼ μαλακὸν περὶ κω̃μ' ἐκάλυψα:
'Ήρη δ' ἐν φιλότητι παρήπαφεν εὐνηθη̃ναι.

   '`Ως εἰπὼν ὃ μὲν ὤ̨χετ' ἐπὶ κλυτὰ φυ̃λ' ἀνθρώπων,
τὸν δ' ἔτι μα̃λλον ἀνη̃κεν ἀμυνέμεναι Δαναοι̃σιν.
αὐτίκα δ' ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν:
'Αργει̃οι καὶ δ' αὐ̃τε μεθίεμεν 'Έκτορι νίκην
Πριαμίδη̨, ἵνα νη̃ας ἕλη̨ καὶ κυ̃δος ἄρηται;
ἀλλ' ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ' 'Αχιλλεὺς
νηυσὶν ἔπι γλαφυρη̨̃σι μένει κεχολωμένος ἠ̃τορ:
κείνου δ' οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι
ἡμει̃ς ὀτρυνώμεθ' ἀμυνέμεν ἀλλήλοισιν.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντεσ:
ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατω̨̃ ἠδὲ μέγισται
ἑσσάμενοι, κεφαλὰς δὲ παναίθη̨σιν κορύθεσσι
κρύψαντεσ, χερσίν τε τὰ μακρότατ' ἔγχε' ἑλόντες
ἴομεν: αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδ' ἔτι φημὶ
'Έκτορα Πριαμίδην μενέειν μάλα περ μεμαω̃τα.
ὃς δέ κ' ἀνὴρ μενέχαρμοσ, ἔχει δ' ὀλίγον σάκος ὤμω̨,
χείρονι φωτὶ δότω, ὃ δ' ἐν ἀσπίδι μείζονι δύτω.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα του̃ μάλα μὲν κλύον ἠδὲ πίθοντο:
τοὺς δ' αὐτοὶ βασιλη̃ες ἐκόσμεον οὐτάμενοί περ
Τυδεΐδης 'Οδυσεύς τε καὶ 'Ατρεΐδης 'Αγαμέμνων:
οἰχόμενοι δ' ἐπὶ πάντας ἀρήϊα τεύχε' ἄμειβον:
ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.
αὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροὶ̈ νώροπα χαλκὸν
βάν ῥ' ἴμεν: ἠ̃ρχε δ' ἄρά σφι Ποσειδάων ἐνοσίχθων
δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείη̨
εἴκελον ἀστεροπη̨̃: τω̨̃ δ' οὐ θέμις ἐστὶ μιγη̃ναι
ἐν δαὶ̈ λευγαλέη̨, ἀλλὰ δέος ἰσχάνει ἄνδρασ.

   Τρω̃ας δ' αὐ̃θ' ἑτέρωθεν ἐκόσμει φαίδιμος 'Έκτωρ.
δή ῥα τότ' αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν
κυανοχαι̃τα Ποσειδάων καὶ φαίδιμος 'Έκτωρ,
ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δ' 'Αργείοισιν ἀρήγων.
ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε
'Αργείων: οἳ δὲ ξύνισαν μεγάλω̨ ἀλαλητω̨̃.
οὔτε θαλάσσης κυ̃μα τόσον βοάα̨ ποτὶ χέρσον
ποντόθεν ὀρνύμενον πνοιη̨̃ Βορέω ἀλεγεινη̨̃:
οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο
οὔρεος ἐν βήσση̨σ, ὅτε τ' ὤρετο καιέμεν ὕλην:
οὔτ' ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι
ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,
ὅσση ἄρα Τρώων καὶ 'Αχαιω̃ν ἔπλετο φωνὴ
δεινὸν ἀϋσάντων, ὅτ' ἐπ' ἀλλήλοισιν ὄρουσαν.

   Αἴαντος δὲ πρω̃τος ἀκόντισε φαίδιμος 'Έκτωρ
ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδ' ἀφάμαρτε,
τη̨̃ ῥα δύω τελαμω̃νε περὶ στήθεσσι τετάσθην,
ἤτοι ὃ μὲν σάκεοσ, ὃ δὲ φασγάνου ἀργυροήλου:
τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δ' 'Έκτωρ,
ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρόσ,
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κη̃ρ' ἀλεείνων.
τὸν μὲν ἔπειτ' ἀπιόντα μέγας Τελαμώνιος Αἴας
χερμαδίω̨, τά ῥα πολλὰ θοάων ἔχματα νηω̃ν
πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τω̃ν ἓν ἀείρας
στη̃θος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρη̃σ,
στρόμβον δ' ὣς ἔσσευε βαλών, περὶ δ' ἔδραμε πάντη̨.
ὡς δ' ὅθ' ὑπὸ πληγη̃ς πατρὸς Διὸς ἐξερίπη̨ δρυ̃ς
πρόρριζοσ, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ
ἐξ αὐτη̃σ, τὸν δ' οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται
ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνόσ,
ὣς ἔπεσ' 'Έκτορος ὠ̃κα χαμαὶ μένος ἐν κονίη̨σι:
χειρὸς δ' ἔκβαλεν ἔγχοσ, ἐπ' αὐτω̨̃ δ' ἀσπὶς ἑάφθη
καὶ κόρυσ, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκω̨̃.
οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἱ̃ες 'Αχαιω̃ν
ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς
αἰχμάσ: ἀλλ' οὔ τις ἐδυνήσατο ποιμένα λαω̃ν
οὐτάσαι οὐδὲ βαλει̃ν: πρὶν γὰρ περίβησαν ἄριστοι
Πουλυδάμας τε καὶ Αἰνείας καὶ δι̃ος 'Αγήνωρ
Σαρπηδών τ' ἀρχὸς Λυκίων καὶ Γλαυ̃κος ἀμύμων.
τω̃ν δ' ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν
ἀσπίδας εὐκύκλους σχέθον αὐτου̃. τὸν δ' ἄρ' ἑται̃ροι
χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρ' ἵκεθ' ἵππους
ὠκέασ, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντεσ:
οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.

   'Αλλ' ὅτε δὴ πόρον ἱ̃ξον ἐϋρρει̃ος ποταμοι̃ο
Ξάνθου δινήεντοσ, ὃν ἀθάνατος τέκετο Ζεύσ,
ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ
χευ̃αν: ὃ δ' ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοι̃σιν,
ἑζόμενος δ' ἐπὶ γου̃να κελαινεφὲς αἱ̃μ' ἀπέμεσσεν:
αὐ̃τις δ' ἐξοπίσω πλη̃το χθονί, τὼ δέ οἱ ὄσσε
νὺξ ἐκάλυψε μέλαινα: βέλος δ' ἔτι θυμὸν ἐδάμνα.

   'Αργει̃οι δ' ὡς οὐ̃ν ἴδον 'Έκτορα νόσφι κιόντα
μα̃λλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμησ.
ἔνθα πολὺ πρώτιστος 'Οϊλη̃ος ταχὺς Αἴας
Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι
'Ηνοπίδην, ὃν ἄρα νύμφη τέκε νηὶ̈ς ἀμύμων
'Ήνοπι βουκολέοντι παρ' ὄχθας Σατνιόεντοσ.
τὸν μὲν 'Οϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
οὐ̃τα κατὰ λαπάρην: ὃ δ' ἀνετράπετ', ἀμφὶ δ' ἄρ' αὐτω̨̃
Τρω̃ες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
τω̨̃ δ' ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἠ̃λθεν ἀμύντωρ
Πανθοΐδησ, βάλε δὲ Προθοήνορα δεξιὸν ὠ̃μον
υἱὸν 'Αρηϊλύκοιο, δι' ὤμου δ' ὄβριμον ἔγχος
ἔσχεν, ὃ δ' ἐν κονίη̨σι πεσὼν ἕλε γαι̃αν ἀγοστω̨̃.
Πουλυδάμας δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσασ:
οὐ μὰν αὐ̃τ' ὀΐω μεγαθύμου Πανθοΐδαο
χειρὸς ἄπο στιβαρη̃ς ἅλιον πηδη̃σαι ἄκοντα,
ἀλλά τις 'Αργείων κόμισε χροΐ, καί μιν ὀΐω
αὐτω̨̃ σκηπτόμενον κατίμεν δόμον 'Άϊδος εἴσω.

   '`Ως ἔφατ', 'Αργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο:
Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε
τω̨̃ Τελαμωνιάδη̨: του̃ γὰρ πέσεν ἄγχι μάλιστα.
καρπαλίμως δ' ἀπιόντος ἀκόντισε δουρὶ φαεινω̨̃.
Πουλυδάμας δ' αὐτὸς μὲν ἀλεύατο κη̃ρα μέλαιναν
λικριφὶς ἀΐξασ, κόμισεν δ' 'Αντήνορος υἱὸς
'Αρχέλοχοσ: τω̨̃ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.
τόν ῥ' ἔβαλεν κεφαλη̃ς τε καὶ αὐχένος ἐν συνεοχμω̨̃,
νείατον ἀστράγαλον, ἀπὸ δ' ἄμφω κέρσε τένοντε:
του̃ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥι̃νές τε
οὔδεϊ πλη̃ντ' ἤ περ κνη̃μαι καὶ γου̃να πεσόντοσ.
Αἴας δ' αὐ̃τ' ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι:
φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες
ἠ̃ ῥ' οὐχ οὑ̃τος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι
ἄξιοσ; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακω̃ν ἔξ,
ἀλλὰ κασίγνητος 'Αντήνορος ἱπποδάμοιο
ἢ πάϊσ: αὐτω̨̃ γὰρ γενεὴν ἄγχιστα ἐώ̨κει.

   ~'Η ῥ' εὐ̃ γιγνώσκων, Τρω̃ας δ' ἄχος ἔλλαβε θυμόν.
ἔνθ' 'Ακάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ
ἀμφὶ κασιγνήτω̨ βεβαώσ: ὃ δ' ὕφελκε ποδοι̃ιν.
τω̨̃ δ' 'Ακάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσασ:
'Αργει̃οι ἰόμωροι ἀπειλάων ἀκόρητοι
οὔ θην οἴοισίν γε πόνος τ' ἔσεται καὶ ὀϊζὺς
ἡμι̃ν, ἀλλά ποθ' ὡ̃δε κατακτενέεσθε καὶ ὔμμεσ.
φράζεσθ' ὡς ὑμι̃ν Πρόμαχος δεδμημένος εὕδει
ἔγχει ἐμω̨̃, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
δηρὸν ἄτιτος ἔη̨: τὼ καί κέ τις εὔχεται ἀνὴρ
γνωτὸν ἐνὶ μεγάροισιν ἀρη̃ς ἀλκτη̃ρα λιπέσθαι.

   '`Ως ἔφατ', 'Αργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο:
Πηνέλεω̨ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν:
ὁρμήθη δ' 'Ακάμαντοσ: ὃ δ' οὐχ ὑπέμεινεν ἐρωὴν
Πηνελέωο ἄνακτοσ: ὃ δ' οὔτασεν 'Ιλιονη̃α
υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα
'Ερμείας Τρώων ἐφίλει καὶ κτη̃σιν ὄπασσε:
τω̨̃ δ' ἄρ' ὑπὸ μήτηρ μου̃νον τέκεν 'Ιλιονη̃α.
τὸν τόθ' ὑπ' ὀφρύος οὐ̃τα κατ' ὀφθαλμοι̃ο θέμεθλα,
ἐκ δ' ὠ̃σε γλήνην: δόρυ δ' ὀφθαλμοι̃ο διὰ πρὸ
καὶ διὰ ἰνίου ἠ̃λθεν, ὃ δ' ἕζετο χει̃ρε πετάσσας
ἄμφω: Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμα̃ζε
αὐτη̨̃ σὺν πήληκι κάρη: ἔτι δ' ὄβριμον ἔγχος
ἠ̃εν ἐν ὀφθαλμω̨̃: ὃ δὲ φὴ κώδειαν ἀνασχὼν
πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα:
εἰπέμεναί μοι Τρω̃ες ἀγαυου̃ 'Ιλιονη̃ος
πατρὶ φίλω̨ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν:
οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ 'Αλεγηνορίδαο
ἀνδρὶ φίλω̨ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ
ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κου̃ροι 'Αχαιω̃ν.

   '`Ως φάτο, τοὺς δ' ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυι̃α,
πάπτηνεν δὲ ἕκαστος ὅπη̨ φύγοι αἰπὺν ὄλεθρον.

   'Έσπετε νυ̃ν μοι Μου̃σαι 'Ολύμπια δώματ' ἔχουσαι
ὅς τις δὴ πρω̃τος βροτόεντ' ἀνδράγρι' 'Αχαιω̃ν
ἤρατ', ἐπεί ῥ' ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιοσ.
Αἴας ῥα πρω̃τος Τελαμώνιος 'Ύρτιον οὐ̃τα
Γυρτιάδην Μυσω̃ν ἡγήτορα καρτεροθύμων:
Φάλκην δ' 'Αντίλοχος καὶ Μέρμερον ἐξενάριξε:
Μηριόνης δὲ Μόρυν τε καὶ 'Ιπποτίωνα κατέκτα,
Τευ̃κρος δὲ Προθόωνά τ' ἐνήρατο καὶ Περιφήτην:
'Ατρεΐδης δ' ἄρ' ἔπειθ' 'Υπερήνορα ποιμένα λαω̃ν
οὐ̃τα κατὰ λαπάρην, διὰ δ' ἔντερα χαλκὸς ἄφυσσε
δη̨ώσασ: ψυχὴ δὲ κατ' οὐταμένην ὠτειλὴν
ἔσσυτ' ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.
πλείστους δ' Αἴας εἱ̃λεν 'Οϊλη̃ος ταχὺς υἱόσ:
οὐ γάρ οἵ τις ὁμοι̃ος ἐπισπέσθαι ποσὶν ἠ̃εν
ἀνδρω̃ν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρση̨.