ΙΛΙΑΔΟΣ Ο

   Αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
φεύγοντεσ, πολλοὶ δὲ δάμεν Δαναω̃ν ὑπὸ χερσίν,
οἳ μὲν δὴ παρ' ὄχεσφιν ἐρητύοντο μένοντες
χλωροὶ ὑπαὶ δείους πεφοβημένοι: ἔγρετο δὲ Ζεὺς
'Ίδης ἐν κορυφη̨̃σι παρὰ χρυσοθρόνου 'Ήρησ,
στη̃ δ' ἄρ' ἀναΐξασ, ἴδε δὲ Τρω̃ας καὶ 'Αχαιοὺς
τοὺς μὲν ὀρινομένουσ, τοὺς δὲ κλονέοντας ὄπισθεν
'Αργείουσ, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα:
'Έκτορα δ' ἐν πεδίω̨ ἴδε κείμενον, ἀμφὶ δ' ἑται̃ροι
εἵαθ', ὃ δ' ἀργαλέω̨ ἔχετ' ἄσθματι κη̃ρ ἀπινύσσων
αἱ̃μ' ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ' 'Αχαιω̃ν.
τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρω̃ν τε θεω̃ν τε,
δεινὰ δ' ὑπόδρα ἰδὼν 'Ήρην πρὸς μυ̃θον ἔειπεν:
ἠ̃ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος 'Ήρη
'Έκτορα δι̃ον ἔπαυσε μάχησ, ἐφόβησε δὲ λαούσ.
οὐ μὰν οἰ̃δ' εἰ αὐ̃τε κακορραφίης ἀλεγεινη̃ς
πρώτη ἐπαύρηαι καί σε πληγη̨̃σιν ἱμάσσω.
ἠ̃ οὐ μέμνη̨ ὅτε τ' ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοι̃ιν
ἄκμονας ἡ̃κα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
χρύσεον ἄρρηκτον; σὺ δ' ἐν αἰθέρι καὶ νεφέλη̨σιν
ἐκρέμω: ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν 'Όλυμπον,
λυ̃σαι δ' οὐκ ἐδύναντο παρασταδόν: ὃν δὲ λάβοιμι
ῥίπτασκον τεταγὼν ἀπὸ βηλου̃ ὄφρ' ἂν ἵκηται
γη̃ν ὀλιγηπελέων: ἐμὲ δ' οὐδ' ὡ̃ς θυμὸν ἀνίει
ἀζηχὴς ὀδύνη 'Ηρακλη̃ος θείοιο,
τὸν σὺ ξὺν Βορέη̨ ἀνέμω̨ πεπιθου̃σα θυέλλας
πέμψας ἐπ' ἀτρύγετον πόντον κακὰ μητιόωσα,
καί μιν ἔπειτα Κόων δ' εὐ̃ ναιομένην ἀπένεικασ.
τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὐ̃τις
'Άργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.
τω̃ν σ' αὐ̃τις μνήσω ἵν' ἀπολλήξη̨ς ἀπατάων,
ὄφρα ἴδη̨ ἤν τοι χραίσμη̨ φιλότης τε καὶ εὐνή,
ἣν ἐμίγης ἐλθου̃σα θεω̃ν ἄπο καί μ' ἀπάτησασ.

   '`Ως φάτο, ῥίγησεν δὲ βοω̃πις πότνια 'Ήρη,
καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα:
ἴστω νυ̃ν τόδε Γαι̃α καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοι̃σι,
σή θ' ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτω̃ν
κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι:
μὴ δι' ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων
πημαίνει Τρω̃άς τε καὶ 'Έκτορα, τοι̃σι δ' ἀρήγει,
ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,
τειρομένους δ' ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν 'Αχαιούσ.
αὐτάρ τοι καὶ κείνω̨ ἐγὼ παραμυθησαίμην
τη̨̃ ἴμεν ἡ̨̃ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύη̨σ.

   '`Ως φάτο, μείδησεν δὲ πατὴρ ἀνδρω̃ν τε θεω̃ν τε,
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα:
εἰ μὲν δὴ σύ γ' ἔπειτα βοω̃πις πότνια 'Ήρη
ἰ̃σον ἐμοὶ φρονέουσα μετ' ἀθανάτοισι καθίζοισ,
τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλη̨,
αἰ̃ψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κη̃ρ.
ἀλλ' εἰ δή ῥ' ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεισ,
ἔρχεο νυ̃ν μετὰ φυ̃λα θεω̃ν, καὶ δευ̃ρο κάλεσσον
~'Ιρίν τ' ἐλθέμεναι καὶ 'Απόλλωνα κλυτότοξον,
ὄφρ' ἣ μὲν μετὰ λαὸν 'Αχαιω̃ν χαλκοχιτώνων
ἔλθη̨, καὶ εἴπη̨σι Ποσειδάωνι ἄνακτι
παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ' ἱκέσθαι,
'Έκτορα δ' ὀτρύνη̨σι μάχην ἐς Φοι̃βος 'Απόλλων,
αὐ̃τις δ' ἐμπνεύση̨σι μένοσ, λελάθη̨ δ' ὀδυνάων
αἳ νυ̃ν μιν τείρουσι κατὰ φρένασ, αὐτὰρ 'Αχαιοὺς
αὐ̃τις ἀποστρέψη̨σιν ἀνάλκιδα φύζαν ἐνόρσασ,
φεύγοντες δ' ἐν νηυσὶ πολυκλήϊσι πέσωσι
Πηλεΐδεω 'Αχιλη̃οσ: ὃ δ' ἀνστήσει ὃν ἑται̃ρον
Πάτροκλον: τὸν δὲ κτενει̃ ἔγχεϊ φαίδιμος 'Έκτωρ
'Ιλίου προπάροιθε πολέας ὀλέσαντ' αἰζηοὺς
τοὺς ἄλλουσ, μετὰ δ' υἱὸν ἐμὸν Σαρπηδόνα δι̃ον.
του̃ δὲ χολωσάμενος κτενει̃ 'Έκτορα δι̃ος 'Αχιλλεύσ.
ἐκ του̃ δ' ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηω̃ν
αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κ' 'Αχαιοὶ
'Ίλιον αἰπὺ ἕλοιεν 'Αθηναίης διὰ βουλάσ.
τὸ πρὶν δ' οὔτ' ἄρ' ἐγὼ παύω χόλον οὔτέ τιν' ἄλλον
ἀθανάτων Δαναοι̃σιν ἀμυνέμεν ἐνθάδ' ἐάσω
πρίν γε τὸ Πηλεΐδαο τελευτηθη̃ναι ἐέλδωρ,
ὥς οἱ ὑπέστην πρω̃τον, ἐμω̨̃ δ' ἐπένευσα κάρητι,
ἤματι τω̨̃ ὅτ' ἐμει̃ο θεὰ Θέτις ἥψατο γούνων,
λισσομένη τιμη̃σαι 'Αχιλλη̃α πτολίπορθον.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος 'Ήρη,
βη̃ δ' ἐξ 'Ιδαίων ὀρέων ἐς μακρὸν 'Όλυμπον.
ὡς δ' ὅτ' ἂν ἀΐξη̨ νόος ἀνέροσ, ὅς τ' ἐπὶ πολλὴν
γαι̃αν ἐληλουθὼς φρεσὶ πευκαλίμη̨σι νοήση̨
ἔνθ' εἴην ἢ ἔνθα, μενοινήη̨σί τε πολλά,
ὣς κραιπνω̃ς μεμαυι̃α διέπτατο πότνια 'Ήρη:
ἵκετο δ' αἰπὺν 'Όλυμπον, ὁμηγερέεσσι δ' ἐπη̃λθεν
ἀθανάτοισι θεοι̃σι Διὸς δόμω̨: οἳ δὲ ἰδόντες
πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.
ἣ δ' ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρή̨ω̨
δέκτο δέπασ: πρώτη γὰρ ἐναντίη ἠ̃λθε θέουσα,
καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα:
'Ήρη τίπτε βέβηκασ; ἀτυζομένη̨ δὲ ἔοικασ:
ἠ̃ μάλα δή σ' ἐφόβησε Κρόνου πάϊσ, ὅς τοι ἀκοίτησ.

   Τὴν δ' ἠμείβετ' ἔπειτα θεὰ λευκώλενος 'Ήρη:
μή με θεὰ Θέμι ταυ̃τα διείρεο: οἰ̃σθα καὶ αὐτὴ
οἱ̃ος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνήσ.
ἀλλὰ σύ γ' ἄρχε θεοι̃σι δόμοις ἔνι δαιτὸς ἐΐσησ:
ταυ̃τα δὲ καὶ μετὰ πα̃σιν ἀκούσεαι ἀθανάτοισιν
οἱ̃α Ζεὺς κακὰ ἔργα πιφαύσκεται: οὐδέ τί φημι
πα̃σιν ὁμω̃ς θυμὸν κεχαρησέμεν, οὔτε βροτοι̃σιν
οὔτε θεοι̃σ, εἴ πέρ τις ἔτι νυ̃ν δαίνυται εὔφρων.

   '`Η μὲν ἄρ' ὣς εἰπου̃σα καθέζετο πότνια 'Ήρη,
ὄχθησαν δ' ἀνὰ δω̃μα Διὸς θεοί: ἣ δ' ἐγέλασσε
χείλεσιν, οὐδὲ μέτωπον ἐπ' ὀφρύσι κυανέη̨σιν
ἰάνθη: πα̃σιν δὲ νεμεσσηθει̃σα μετηύδα:
νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντεσ:
ἠ̃ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἀ̃σσον ἰόντες
ἢ ἔπει ἠὲ βίη̨: ὃ δ' ἀφήμενος οὐκ ἀλεγίζει
οὐδ' ὄθεται: φησὶν γὰρ ἐν ἀθανάτοισι θεοι̃σι
κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἰ̃ναι ἄριστοσ.
τὼ ἔχεθ' ὅττί κεν ὔμμι κακὸν πέμπη̨σιν ἑκάστω̨.
ἤδη γὰρ νυ̃ν ἔλπομ' 'Άρηΐ γε πη̃μα τετύχθαι:
υἱὸς γάρ οἱ ὄλωλε μάχη̨ ἔνι φίλτατος ἀνδρω̃ν
'Ασκάλαφοσ, τόν φησιν ὃν ἔμμεναι ὄβριμος 'Άρησ.

   '`Ως ἔφατ', αὐτὰρ 'Άρης θαλερὼ πεπλήγετο μηρὼ
χερσὶ καταπρηνέσσ', ὀλοφυρόμενος δ' ἔπος ηὔδα:
μὴ νυ̃ν μοι νεμεσήσετ' 'Ολύμπια δώματ' ἔχοντες
τίσασθαι φόνον υἱ̃ος ἰόντ' ἐπὶ νη̃ας 'Αχαιω̃ν,
εἴ πέρ μοι καὶ μοι̃ρα Διὸς πληγέντι κεραυνω̨̃
κει̃σθαι ὁμου̃ νεκύεσσι μεθ' αἵματι καὶ κονίη̨σιν.

   '`Ως φάτο, καί ῥ' ἵππους κέλετο Δει̃μόν τε Φόβον τε
ζευγνύμεν, αὐτὸς δ' ἔντε' ἐδύσετο παμφανόωντα.
ἔνθά κ' ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος
πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μη̃νις ἐτύχθη,
εἰ μὴ 'Αθήνη πα̃σι περιδείσασα θεοι̃σιν
ὠ̃ρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,
του̃ δ' ἀπὸ μὲν κεφαλη̃ς κόρυθ' εἵλετο καὶ σάκος ὤμων,
ἔγχος δ' ἔστησε στιβαρη̃ς ἀπὸ χειρὸς ἑλου̃σα
χάλκεον: ἣ δ' ἐπέεσσι καθάπτετο θου̃ρον 'Άρηα:
μαινόμενε φρένας ἠλὲ διέφθορασ: ἠ̃ νύ τοι αὔτως
οὔατ' ἀκουέμεν ἐστί, νόος δ' ἀπόλωλε καὶ αἰδώσ.
οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος 'Ήρη
ἣ δὴ νυ̃ν πὰρ Ζηνὸς 'Ολυμπίου εἰλήλουθεν;
ἠ̃ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ
ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκη̨,
αὐτὰρ τοι̃ς ἄλλοισι κακὸν μέγα πα̃σι φυτευ̃σαι;
αὐτίκα γὰρ Τρω̃ας μὲν ὑπερθύμους καὶ 'Αχαιοὺς
λείψει, ὃ δ' ἡμέας εἰ̃σι κυδοιμήσων ἐς 'Όλυμπον,
μάρψει δ' ἑξείης ὅς τ' αἴτιος ὅς τε καὶ οὐκί.
τώ σ' αὐ̃ νυ̃ν κέλομαι μεθέμεν χόλον υἱ̃ος ἑη̃οσ:
ἤδη γάρ τις του̃ γε βίην καὶ χει̃ρας ἀμείνων
ἢ πέφατ', ἢ καὶ ἔπειτα πεφήσεται: ἀργαλέον δὲ
πάντων ἀνθρώπων ῥυ̃σθαι γενεήν τε τόκον τε.

   '`Ως εἰπου̃σ' ἵδρυσε θρόνω̨ ἔνι θου̃ρον 'Άρηα.
'Ήρη δ' 'Απόλλωνα καλέσσατο δώματος ἐκτὸς
~'Ιρίν θ', ἥ τε θεοι̃σι μετάγγελος ἀθανάτοισι,
καί σφεας φωνήσασ' ἔπεα πτερόεντα προσηύδα:
Ζεὺς σφὼ εἰς 'Ίδην κέλετ' ἐλθέμεν ὅττι τάχιστα:
αὐτὰρ ἐπὴν ἔλθητε, Διός τ' εἰς ὠ̃πα ἴδησθε,
ἕρδειν ὅττί κε κει̃νος ἐποτρύνη̨ καὶ ἀνώγη̨.

   '`Η μὲν ἄρ' ὣς εἰπου̃σα πάλιν κίε πότνια 'Ήρη,
ἕζετο δ' εἰνὶ θρόνω̨: τὼ δ' ἀΐξαντε πετέσθην.
'Ίδην δ' ἵκανον πολυπίδακα μητέρα θηρω̃ν,
εὑ̃ρον δ' εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρω̨ ἄκρω̨
ἥμενον: ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.
τὼ δὲ πάροιθ' ἐλθόντε Διὸς νεφεληγερέταο
στήτην: οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμω̨̃,
ὅττί οἱ ὠ̃κ' ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.
~'Ιριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα:
βάσκ' ἴθι ~'Ιρι ταχει̃α, Ποσειδάωνι ἄνακτι
πάντα τάδ' ἀγγει̃λαι, μὴ δὲ ψευδάγγελος εἰ̃ναι.
παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο
ἔρχεσθαι μετὰ φυ̃λα θεω̃ν ἢ εἰς ἅλα δι̃αν.
εἰ δέ μοι οὐκ ἐπέεσσ' ἐπιπείσεται, ἀλλ' ἀλογήσει,
φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
μή μ' οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσση̨
μει̃ναι, ἐπεί εὑ φημὶ βίη̨ πολὺ φέρτερος εἰ̃ναι
καὶ γενεη̨̃ πρότεροσ: του̃ δ' οὐκ ὄθεται φίλον ἠ̃τορ
ἰ̃σον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα ~'Ιρισ,
βη̃ δὲ κατ' 'Ιδαίων ὀρέων εἰς 'Ίλιον ἱρήν.
ὡς δ' ὅτ' ἂν ἐκ νεφέων πτη̃ται νιφὰς ἠὲ χάλαζα
ψυχρὴ ὑπὸ ῥιπη̃ς αἰθρηγενέος Βορέαο,
ὣς κραιπνω̃ς μεμαυι̃α διέπτατο ὠκέα ~'Ιρισ,
ἀγχου̃ δ' ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον:
ἀγγελίην τινά τοι γαιήοχε κυανοχαι̃τα
ἠ̃λθον δευ̃ρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.
παυσάμενόν σ' ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο
ἔρχεσθαι μετὰ φυ̃λα θεω̃ν ἢ εἰς ἅλα δι̃αν.
εἰ δέ οἱ οὐκ ἐπέεσσ' ἐπιπείσεαι, ἀλλ' ἀλογήσεισ,
ἠπείλει καὶ κει̃νος ἐναντίβιον πολεμίξων
ἐνθάδ' ἐλεύσεσθαι: σὲ δ' ὑπεξαλέασθαι ἄνωγε
χει̃ρασ, ἐπεὶ σέο φησὶ βίη̨ πολὺ φέρτερος εἰ̃ναι
καὶ γενεη̨̃ πρότεροσ: σὸν δ' οὐκ ὄθεται φίλον ἠ̃τορ
ἰ̃σόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.

   Τὴν δὲ μέγ' ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιοσ:
ὢ πόποι ἠ̃ ῥ' ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν
εἴ μ' ὁμότιμον ἐόντα βίη̨ ἀέκοντα καθέξει.
τρει̃ς γάρ τ' ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο 'Ρέα
Ζεὺς καὶ ἐγώ, τρίτατος δ' 'Αΐδης ἐνέροισιν ἀνάσσων.
τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ' ἔμμορε τιμη̃σ:
ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ
παλλομένων, 'Αΐδης δ' ἔλαχε ζόφον ἠερόεντα,
Ζεὺς δ' ἔλαχ' οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλη̨σι:
γαι̃α δ' ἔτι ξυνὴ πάντων καὶ μακρὸς 'Όλυμποσ.
τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος
καὶ κρατερός περ ἐὼν μενέτω τριτάτη̨ ἐνὶ μοίρη̨.
χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω:
θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη
ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτόσ,
οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκη̨.

   Τὸν δ' ἠμείβετ' ἔπειτα ποδήνεμος ὠκέα ~'Ιρισ:
οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαι̃τα
τόνδε φέρω Διὶ μυ̃θον ἀπηνέα τε κρατερόν τε,
ἠ̃ τι μεταστρέψεισ; στρεπταὶ μέν τε φρένες ἐσθλω̃ν.
οἰ̃σθ' ὡς πρεσβυτέροισιν 'Ερινύες αἰὲν ἕπονται.

   Τὴν δ' αὐ̃τε προσέειπε Ποσειδάων ἐνοσίχθων:
~'Ιρι θεὰ μάλα του̃το ἔπος κατὰ μοι̃ραν ἔειπεσ:
ἐσθλὸν καὶ τὸ τέτυκται ὅτ' ἄγγελος αἴσιμα εἰδη̨̃.
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει
ὁππότ' ἂν ἰσόμορον καὶ ὁμη̨̃ πεπρωμένον αἴση̨
νεικείειν ἐθέλη̨σι χολωτοι̃σιν ἐπέεσσιν.
ἀλλ' ἤτοι νυ̃ν μέν κε νεμεσσηθεὶς ὑποείξω:
ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμω̨̃:
αἴ κεν ἄνευ ἐμέθεν καὶ 'Αθηναίης ἀγελείης
'Ήρης 'Ερμείω τε καὶ 'Ηφαίστοιο ἄνακτος
'Ιλίου αἰπεινη̃ς πεφιδήσεται, οὐδ' ἐθελήσει
ἐκπέρσαι, δου̃ναι δὲ μέγα κράτος 'Αργείοισιν,
ἴστω του̃θ' ὅτι νω̃ϊν ἀνήκεστος χόλος ἔσται.

   '`Ως εἰπὼν λίπε λαὸν 'Αχαιϊκὸν ἐννοσίγαιοσ,
δυ̃νε δὲ πόντον ἰών, πόθεσαν δ' ἥρωες 'Αχαιοί.
καὶ τότ' 'Απόλλωνα προσέφη νεφεληγερέτα Ζεύσ:
ἔρχεο νυ̃ν φίλε Φοι̃βε μεθ' 'Έκτορα χαλκοκορυστήν:
ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος
οἴχεται εἰς ἅλα δι̃αν ἀλευάμενος χόλον αἰπὺν
ἡμέτερον: μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,
οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντεσ.
ἀλλὰ τόδ' ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτω̨̃
ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε
χει̃ρας ἐμάσ, ἐπεὶ οὔ κεν ἀνιδρωτί γ' ἐτελέσθη.
ἀλλὰ σύ γ' ἐν χείρεσσι λάβ' αἰγίδα θυσσανόεσσαν,
τη̨̃ μάλ' ἐπισσείων φοβέειν ἥρωας 'Αχαιούσ:
σοὶ δ' αὐτω̨̃ μελέτω ἑκατηβόλε φαίδιμος 'Έκτωρ:
τόφρα γὰρ οὐ̃ν οἱ ἔγειρε μένος μέγα, ὄφρ' ἂν 'Αχαιοὶ
φεύγοντες νη̃άς τε καὶ 'Ελλήσποντον ἵκωνται.
κει̃θεν δ' αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,
ὥς κε καὶ αὐ̃τις 'Αχαιοὶ ἀναπνεύσωσι πόνοιο.

   '`Ως ἔφατ', οὐδ' ἄρα πατρὸς ἀνηκούστησεν 'Απόλλων,
βη̃ δὲ κατ' 'Ιδαίων ὀρέων ἴρηκι ἐοικὼς
ὠκέϊ φασσοφόνω̨, ὅς τ' ὤκιστος πετεηνω̃ν.
εὑ̃ρ' υἱὸν Πριάμοιο δαΐφρονος 'Έκτορα δι̃ον
ἥμενον, οὐδ' ἔτι κει̃το, νέον δ' ἐσαγείρετο θυμόν,
ἀμφὶ ἓ γιγνώσκων ἑτάρουσ: ἀτὰρ ἀ̃σθμα καὶ ἱδρὼς
παύετ', ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.
ἀγχου̃ δ' ἱστάμενος προσέφη ἑκάεργος 'Απόλλων:
'Έκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπ' ἄλλων
ἡ̃σ' ὀλιγηπελέων; ἠ̃ πού τί σε κη̃δος ἱκάνει;

   Τὸν δ' ὀλιγοδρανέων προσέφη κορυθαίολος 'Έκτωρ:
τίς δὲ σύ ἐσσι φέριστε θεω̃ν ὅς μ' εἴρεαι ἄντην;
οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνη̨̃σιν 'Αχαιω̃ν
οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας
χερμαδίω̨ πρὸς στη̃θοσ, ἔπαυσε δὲ θούριδος ἀλκη̃σ;
καὶ δὴ ἔγωγ' ἐφάμην νέκυας καὶ δω̃μ' 'Αΐδαο
ἤματι τω̨̃δ' ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἠ̃τορ.

   Τὸν δ' αὐ̃τε προσέειπεν ἄναξ ἑκάεργος 'Απόλλων:
θάρσει νυ̃ν: τοι̃όν τοι ἀοσσητη̃ρα Κρονίων
ἐξ 'Ίδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν
Φοι̃βον 'Απόλλωνα χρυσάορον, ὅς σε πάρος περ
ῥύομ', ὁμω̃ς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.
ἀλλ' ἄγε νυ̃ν ἱππευ̃σιν ἐπότρυνον πολέεσσι
νηυσὶν ἔπι γλαφυρη̨̃σιν ἐλαυνέμεν ὠκέας ἵππουσ:
αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον
πα̃σαν λειανέω, τρέψω δ' ἥρωας 'Αχαιούσ.

   '`Ως εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαω̃ν.
ὡς δ' ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνη̨
δεσμὸν ἀπορρήξας θείη̨ πεδίοιο κροαίνων
εἰωθὼς λούεσθαι ἐϋρρει̃ος ποταμοι̃ο
κυδιόων: ὑψου̃ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαι̃ται
ὤμοις ἀΐσσονται: ὃ δ' ἀγλαΐηφι πεποιθὼς
ῥίμφά ἑ γου̃να φέρει μετά τ' ἤθεα καὶ νομὸν ἵππων:
ὣς 'Έκτωρ λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα
ὀτρύνων ἱππη̃ασ, ἐπεὶ θεου̃ ἔκλυεν αὐδήν.
οἳ δ' ὥς τ' ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἰ̃γα
ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιω̃ται:
τὸν μέν τ' ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη
εἰρύσατ', οὐδ' ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἠ̃εν:
τω̃ν δέ θ' ὑπὸ ἰαχη̃ς ἐφάνη λὶς ἠϋγένειος
εἰς ὁδόν, αἰ̃ψα δὲ πάντας ἀπέτραπε καὶ μεμαω̃τασ:
ὣς Δαναοὶ εἱ̃ος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν:
αὐτὰρ ἐπεὶ ἴδον 'Έκτορ' ἐποιχόμενον στίχας ἀνδρω̃ν
τάρβησαν, πα̃σιν δὲ παραὶ ποσὶ κάππεσε θυμόσ.

   Τοι̃σι δ' ἔπειτ' ἀγόρευε Θόας 'Ανδραίμονος υἱόσ,
Αἰτωλω̃ν ὄχ' ἄριστος ἐπιστάμενος μὲν ἄκοντι
ἐσθλὸς δ' ἐν σταδίη̨: ἀγορη̨̃ δέ ἑ παυ̃ροι 'Αχαιω̃ν
νίκων, ὁππότε κου̃ροι ἐρίσσειαν περὶ μύθων:
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
ὢ πόποι ἠ̃ μέγα θαυ̃μα τόδ' ὀφθαλμοι̃σιν ὁρω̃μαι,
οἱ̃ον δ' αὐ̃τ' ἐξαυ̃τις ἀνέστη κη̃ρας ἀλύξας
'Έκτωρ: ἠ̃ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου
χερσὶν ὑπ' Αἴαντος θανέειν Τελαμωνιάδαο.
ἀλλά τις αὐ̃τε θεω̃ν ἐρρύσατο καὶ ἐσάωσεν
'Έκτορ', ὃ δὴ πολλω̃ν Δαναω̃ν ὑπὸ γούνατ' ἔλυσεν,
ὡς καὶ νυ̃ν ἔσσεσθαι ὀΐομαι: οὐ γὰρ ἄτερ γε
Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὡ̃δε μενοινω̃ν.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντεσ.
πληθὺν μὲν ποτὶ νη̃ας ἀνώξομεν ἀπονέεσθαι:
αὐτοὶ δ', ὅσσοι ἄριστοι ἐνὶ στρατω̨̃ εὐχόμεθ' εἰ̃ναι,
στήομεν, εἴ κεν πρω̃τον ἐρύξομεν ἀντιάσαντες
δούρατ' ἀνασχόμενοι: τὸν δ' οἴω καὶ μεμαω̃τα
θυμω̨̃ δείσεσθαι Δαναω̃ν καταδυ̃ναι ὅμιλον.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα του̃ μάλα μὲν κλύον ἠδὲ πίθοντο:
οἳ μὲν ἄρ' ἀμφ' Αἴαντα καὶ 'Ιδομενη̃α ἄνακτα
Τευ̃κρον Μηριόνην τε Μέγην τ' ἀτάλαντον 'Άρηϊ
ὑσμίνην ἤρτυνον ἀριστη̃ας καλέσαντες
'Έκτορι καὶ Τρώεσσιν ἐναντίον: αὐτὰρ ὀπίσσω
ἣ πληθὺς ἐπὶ νη̃ας 'Αχαιω̃ν ἀπονέοντο.

   Τρω̃ες δὲ προὔτυψαν ἀολλέεσ, ἠ̃ρχε δ' ἄρ' 'Έκτωρ
μακρὰ βιβάσ: πρόσθεν δὲ κί' αὐτου̃ Φοι̃βος 'Απόλλων
εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ' αἰγίδα θου̃ριν
δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ', ἣν ἄρα χαλκεὺς
'Ήφαιστος Διὶ δω̃κε φορήμεναι ἐς φόβον ἀνδρω̃ν:
τὴν ἄρ' ὅ γ' ἐν χείρεσσιν ἔχων ἡγήσατο λαω̃ν.

   'Αργει̃οι δ' ὑπέμειναν ἀολλέεσ, ὠ̃ρτο δ' ἀϋτὴ
ὀξει̃' ἀμφοτέρωθεν, ἀπὸ νευρη̃φι δ' ὀϊστοὶ
θρω̨̃σκον: πολλὰ δὲ δου̃ρα θρασειάων ἀπὸ χειρω̃ν
ἄλλα μὲν ἐν χροὶ̈ πήγνυτ' ἀρηϊθόων αἰζηω̃ν,
πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρει̃ν
ἐν γαίη̨ ἵσταντο λιλαιόμενα χροὸς ἀ̃σαι.
ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ' ἀτρέμα Φοι̃βος 'Απόλλων,
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πι̃πτε δὲ λαόσ.
αὐτὰρ ἐπεὶ κατ' ἐνω̃πα ἰδὼν Δαναω̃ν ταχυπώλων
σει̃σ', ἐπὶ δ' αὐτὸς ἄϋσε μάλα μέγα, τοι̃σι δὲ θυμὸν
ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκη̃σ.
οἳ δ' ὥς τ' ἠὲ βοω̃ν ἀγέλην ἢ πω̃ϋ μέγ' οἰω̃ν
θη̃ρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγω̨̃
ἐλθόντ' ἐξαπίνης σημάντορος οὐ παρεόντοσ,
ὣς ἐφόβηθεν 'Αχαιοὶ ἀνάλκιδεσ: ἐν γὰρ 'Απόλλων
ἡ̃κε φόβον, Τρωσὶν δὲ καὶ 'Έκτορι κυ̃δος ὄπαζεν.

   'Ένθα δ' ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνησ.
'Έκτωρ μὲν Στιχίον τε καὶ 'Αρκεσίλαον ἔπεφνε,
τὸν μὲν Βοιωτω̃ν ἡγήτορα χαλκοχιτώνων,
τὸν δὲ Μενεσθη̃ος μεγαθύμου πιστὸν ἑται̃ρον:
Αἰνείας δὲ Μέδοντα καὶ 'Ίασον ἐξενάριξεν.
ἤτοι ὃ μὲν νόθος υἱὸς 'Οϊλη̃ος θείοιο
ἔσκε Μέδων Αἴαντος ἀδελφεόσ: αὐτὰρ ἔναιεν
ἐν Φυλάκη̨ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
γνωτὸν μητρυιη̃ς 'Εριώπιδοσ, ἣν ἔχ' 'Οϊλεύσ:
'Ίασος αὐ̃τ' ἀρχὸς μὲν 'Αθηναίων ἐτέτυκτο,
υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.
Μηκιστη̃ δ' ἕλε Πουλυδάμασ, 'Εχίον δὲ Πολίτης
πρώτη̨ ἐν ὑσμίνη̨, Κλονίον δ' ἕλε δι̃ος 'Αγήνωρ.
Δηΐοχον δὲ Πάρις βάλε νείατον ὠ̃μον ὄπισθε
φεύγοντ' ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.

   'Όφρ' οἳ τοὺς ἐνάριζον ἀπ' ἔντεα, τόφρα δ' 'Αχαιοὶ
τάφρω̨ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτη̨̃
ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τει̃χος ἀνάγκη̨.
'Έκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας
νηυσὶν ἐπισσεύεσθαι, ἐα̃ν δ' ἔναρα βροτόεντα:
ὃν δ' ἂν ἐγὼν ἀπάνευθε νεω̃ν ἑτέρωθι νοήσω,
αὐτου̃ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε
γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,
ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.

   '`Ως εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους
κεκλόμενος Τρώεσσι κατὰ στίχασ: οἳ δὲ σὺν αὐτω̨̃
πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους
ἠχη̨̃ θεσπεσίη̨: προπάροιθε δὲ Φοι̃βος 'Απόλλων
ῥει̃' ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων
ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον
μακρὴν ἠδ' εὐρει̃αν, ὅσον τ' ἐπὶ δουρὸς ἐρωὴ
γίγνεται, ὁππότ' ἀνὴρ σθένεος πειρώμενος ἡ̨̃σι.
τη̨̃ ῥ' οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ' 'Απόλλων
αἰγίδ' ἔχων ἐρίτιμον: ἔρειπε δὲ τει̃χος 'Αχαιω̃ν
ῥει̃α μάλ', ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσησ,
ὅς τ' ἐπεὶ οὐ̃ν ποιήση̨ ἀθύρματα νηπιέη̨σιν
ἂψ αὐ̃τις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.
ὥς ῥα σὺ ἤϊε Φοι̃βε πολὺν κάματον καὶ ὀϊζὺν
σύγχεας 'Αργείων, αὐτοι̃σι δὲ φύζαν ἐνω̃ρσασ.

   '`Ως οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντεσ,
ἀλλήλοισί τε κεκλόμενοι καὶ πα̃σι θεοι̃σι
χει̃ρας ἀνίσχοντες μεγάλ' εὐχετόωντο ἕκαστοσ:
Νέστωρ αὐ̃τε μάλιστα Γερήνιος οὐ̃ρος 'Αχαιω̃ν
εὔχετο χει̃ρ' ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα:
Ζευ̃ πάτερ εἴ ποτέ τίς τοι ἐν 'Άργεΐ περ πολυπύρω̨
ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων
εὔχετο νοστη̃σαι, σὺ δ' ὑπέσχεο καὶ κατένευσασ,
τω̃ν μνη̃σαι καὶ ἄμυνον 'Ολύμπιε νηλεὲς ἠ̃μαρ,
μηδ' οὕτω Τρώεσσιν ἔα δάμνασθαι 'Αχαιούσ.

   '`Ως ἔφατ' εὐχόμενοσ, μέγα δ' ἔκτυπε μητίετα Ζεύσ,
ἀράων ἀΐων Νηληϊάδαο γέροντοσ.

   Τρω̃ες δ' ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,
μα̃λλον ἐπ' 'Αργείοισι θόρον, μνήσαντο δὲ χάρμησ.
οἳ δ' ὥς τε μέγα κυ̃μα θαλάσσης εὐρυπόροιο
νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότ' ἐπείγη̨
ἲς ἀνέμου: ἣ γάρ τε μάλιστά γε κύματ' ὀφέλλει:
ὣς Τρω̃ες μεγάλη̨ ἰαχη̨̃ κατὰ τει̃χος ἔβαινον,
ἵππους δ' εἰσελάσαντες ἐπὶ πρύμνη̨σι μάχοντο
ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφ' ἵππων,
οἳ δ' ἀπὸ νηω̃ν ὕψι μελαινάων ἐπιβάντες
μακροι̃σι ξυστοι̃σι, τά ῥά σφ' ἐπὶ νηυσὶν ἔκειτο
ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκω̨̃.

   Πάτροκλος δ' εἱ̃ος μὲν 'Αχαιοί τε Τρω̃ές τε
τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηω̃ν,
τόφρ' ὅ γ' ἐνὶ κλισίη̨ ἀγαπήνορος Εὐρυπύλοιο
ἡ̃στό τε καὶ τὸν ἔτερπε λόγοισ, ἐπὶ δ' ἕλκεϊ λυγρω̨̃
φάρμακ' ἀκέσματ' ἔπασσε μελαινάων ὀδυνάων.
αὐτὰρ ἐπεὶ δὴ τει̃χος ἐπεσσυμένους ἐνόησε
Τρω̃ασ, ἀτὰρ Δαναω̃ν γένετο ἰαχή τε φόβος τε,
ὤ̨μωξέν τ' ἄρ' ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
χερσὶ καταπρηνέσσ', ὀλοφυρόμενος δ' ἔπος ηὔδα:
Εὐρύπυλ' οὐκ ἔτι τοι δύναμαι χατέοντί περ' ἔμπης
ἐνθάδε παρμενέμεν: δὴ γὰρ μέγα νει̃κος ὄρωρεν:
ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε
σπεύσομαι εἰς 'Αχιλη̃α, ἵν' ὀτρύνω πολεμίζειν.
τίς δ' οἰ̃δ' εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.

   Τὸν μὲν ἄρ' ὣς εἰπόντα πόδες φέρον: αὐτὰρ 'Αχαιοὶ
Τρω̃ας ἐπερχομένους μένον ἔμπεδον, οὐδ' ἐδύναντο
παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηω̃ν:
οὐδέ ποτε Τρω̃ες Δαναω̃ν ἐδύναντο φάλαγγας
ῥηξάμενοι κλισίη̨σι μιγήμεναι ἠδὲ νέεσσιν.
ἀλλ' ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει
τέκτονος ἐν παλάμη̨σι δαήμονοσ, ὅς ῥά τε πάσης
εὐ̃ εἰδη̨̃ σοφίης ὑποθημοσύνη̨σιν 'Αθήνησ,
ὣς μὲν τω̃ν ἐπὶ ἰ̃σα μάχη τέτατο πτόλεμός τε:
ἄλλοι δ' ἀμφ' ἄλλη̨σι μάχην ἐμάχοντο νέεσσιν,
'Έκτωρ δ' ἄντ' Αἴαντος ἐείσατο κυδαλίμοιο.
τὼ δὲ μιη̃ς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο
οὔθ' ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρη̃σαι πυρὶ νη̃α
οὔθ' ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥ' ἐπέλασσέ γε δαίμων.
ἔνθ' υἱ̃α Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας
πυ̃ρ ἐς νη̃α φέροντα κατὰ στη̃θος βάλε δουρί.
δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρόσ.
'Έκτωρ δ' ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοι̃σιν
ἐν κονίη̨σι πεσόντα νεὸς προπάροιθε μελαίνησ,
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσασ:
Τρω̃ες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τω̨̃δε,
ἀλλ' υἱ̃α Κλυτίοιο σαώσατε, μή μιν 'Αχαιοὶ
τεύχεα συλήσωσι νεω̃ν ἐν ἀγω̃νι πεσόντα.

   '`Ως εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινω̨̃.
του̃ μὲν ἅμαρθ', ὃ δ' ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν
Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρ' αὐτω̨̃
ναι̃', ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,
τόν ῥ' ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκω̨̃
ἑσταότ' ἄγχ' Αἴαντοσ: ὃ δ' ὕπτιος ἐν κονίη̨σι
νηὸς ἄπο πρυμνη̃ς χαμάδις πέσε, λύντο δὲ γυι̃α.
Αἴας δ' ἐρρίγησε, κασίγνητον δὲ προσηύδα:
Τευ̃κρε πέπον δὴ νω̃ϊν ἀπέκτατο πιστὸς ἑται̃ρος
Μαστορίδησ, ὃν νω̃ϊ Κυθηρόθεν ἔνδον ἐόντα
ἰ̃σα φίλοισι τοκευ̃σιν ἐτίομεν ἐν μεγάροισι:
τὸν δ' 'Έκτωρ μεγάθυμος ἀπέκτανε. που̃ νύ τοι ἰοὶ
ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοι̃βος 'Απόλλων;

   '`Ως φάθ', ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,
τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
ἰοδόκον: μάλα δ' ὠ̃κα βέλεα Τρώεσσιν ἐφίει.
καί ῥ' ἔβαλε Κλει̃τον Πεισήνορος ἀγλαὸν υἱὸν
Πουλυδάμαντος ἑται̃ρον ἀγαυου̃ Πανθοΐδαο
ἡνία χερσὶν ἔχοντα: ὃ μὲν πεπόνητο καθ' ἵππουσ:
τη̨̃ γὰρ ἔχ' ἡ̨̃ ῥα πολὺ πλει̃σται κλονέοντο φάλαγγες
'Έκτορι καὶ Τρώεσσι χαριζόμενοσ: τάχα δ' αὐτω̨̃
ἠ̃λθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰόσ:
ἤριπε δ' ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
κείν' ὄχεα κροτέοντεσ. ἄναξ δ' ἐνόησε τάχιστα
Πουλυδάμασ, καὶ πρω̃τος ἐναντίος ἤλυθεν ἵππων.
τοὺς μὲν ὅ γ' 'Αστυνόω̨ Προτιάονος υἱέϊ δω̃κε,
πολλὰ δ' ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα
ἵππουσ: αὐτὸς δ' αὐ̃τις ἰὼν προμάχοισιν ἐμίχθη.

   Τευ̃κρος δ' ἄλλον ὀϊστὸν ἐφ' 'Έκτορι χαλκοκορυστη̨̃
αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν 'Αχαιω̃ν,
εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
ἀλλ' οὐ λη̃θε Διὸς πυκινὸν νόον, ὅς ῥ' ἐφύλασσεν
'Έκτορ', ἀτὰρ Τευ̃κρον Τελαμώνιον εὐ̃χος ἀπηύρα,
ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξω̨
ῥη̃ξ' ἐπὶ τω̨̃ ἐρύοντι: παρεπλάγχθη δέ οἱ ἄλλη̨
ἰὸς χαλκοβαρήσ, τόξον δέ οἱ ἔκπεσε χειρόσ.
Τευ̃κρος δ' ἐρρίγησε, κασίγνητον δὲ προσηύδα:
ὢ πόποι ἠ̃ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
δαίμων ἡμετέρησ, ὅ τέ μοι βιὸν ἔκβαλε χειρόσ,
νευρὴν δ' ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα
πρώϊον, ὄφρ' ἀνέχοιτο θαμὰ θρώ̨σκοντας ὀϊστούσ.

   Τὸν δ' ἠμείβετ' ἔπειτα μέγας Τελαμώνιος Αἴασ:
ὠ̃ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
κει̃σθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοι̃σι μεγήρασ:
αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμω̨
μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούσ.
μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν
νη̃ας ἐϋσσέλμουσ, ἀλλὰ μνησώμεθα χάρμησ.

   '`Ως φάθ', ὃ δὲ τόξον μὲν ἐνὶ κλισίη̨σιν ἔθηκεν,
αὐτὰρ ὅ γ' ἀμφ' ὤμοισι σάκος θέτο τετραθέλυμνον,
κρατὶ δ' ἐπ' ἰφθίμω̨ κυνέην εὔτυκτον ἔθηκεν
ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν:
εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκω̨̃,
βη̃ δ' ἰέναι, μάλα δ' ὠ̃κα θέων Αἴαντι παρέστη.

   'Έκτωρ δ' ὡς εἰ̃δεν Τεύκρου βλαφθέντα βέλεμνα,
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσασ:
Τρω̃ες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκη̃ς
νη̃ας ἀνὰ γλαφυράσ: δὴ γὰρ ἴδον ὀφθαλμοι̃σιν
ἀνδρὸς ἀριστη̃ος Διόθεν βλαφθέντα βέλεμνα.
ῥει̃α δ' ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,
ἠμὲν ὁτέοισιν κυ̃δος ὑπέρτερον ἐγγυαλίξη̨,
ἠδ' ὅτινας μινύθη̨ τε καὶ οὐκ ἐθέλη̨σιν ἀμύνειν,
ὡς νυ̃ν 'Αργείων μινύθει μένοσ, ἄμμι δ' ἀρήγει.
ἀλλὰ μάχεσθ' ἐπὶ νηυσὶν ἀολλέεσ: ὃς δέ κεν ὕμεων
βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπη̨
τεθνάτω: οὔ οἱ ἀεικὲς ἀμυνομένω̨ περὶ πάτρης
τεθνάμεν: ἀλλ' ἄλοχός τε σόη καὶ παι̃δες ὀπίσσω,
καὶ οἰ̃κος καὶ κλη̃ρος ἀκήρατοσ, εἴ κεν 'Αχαιοὶ
οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαι̃αν.

   '`Ως εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Αἴας δ' αὐ̃θ' ἑτέρωθεν ἐκέκλετο οἱ̃ς ἑτάροισιν:
αἰδὼς 'Αργει̃οι: νυ̃ν ἄρκιον ἢ ἀπολέσθαι
ἠὲ σαωθη̃ναι καὶ ἀπώσασθαι κακὰ νηω̃ν.
ἠ̃ ἔλπεσθ' ἢν νη̃ας ἕλη̨ κορυθαίολος 'Έκτωρ
ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαι̃αν ἕκαστοσ;
ἠ̃ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα
'Έκτοροσ, ὃς δὴ νη̃ας ἐνιπρη̃σαι μενεαίνει;
οὐ μὰν ἔς γε χορὸν κέλετ' ἐλθέμεν, ἀλλὰ μάχεσθαι.
ἡμι̃ν δ' οὔ τις του̃δε νόος καὶ μη̃τις ἀμείνων
ἢ αὐτοσχεδίη̨ μι̃ξαι χει̃ράς τε μένος τε.
βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιω̃ναι
ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνη̨̃ δηϊοτη̃τι
ὡ̃δ' αὔτως παρὰ νηυσὶν ὑπ' ἀνδράσι χειροτέροισιν.

   '`Ως εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
ἔνθ' 'Έκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν
ἀρχὸν Φωκήων, Αἴας δ' ἕλε Λαοδάμαντα
ἡγεμόνα πρυλέων 'Αντήνορος ἀγλαὸν υἱόν:
Πουλυδάμας δ' ~'Ωτον Κυλλήνιον ἐξενάριξε
Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν 'Επειω̃ν.
τω̨̃ δὲ Μέγης ἐπόρουσεν ἰδών: ὃ δ' ὕπαιθα λιάσθη
Πουλυδάμασ: καὶ του̃ μὲν ἀπήμβροτεν: οὐ γὰρ 'Απόλλων
εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμη̃ναι:
αὐτὰρ ὅ γε Κροίσμου στη̃θος μέσον οὔτασε δουρί.
δούπησεν δὲ πεσών: ὃ δ' ἀπ' ὤμων τεύχε' ἐσύλα.
τόφρα δὲ τω̨̃ ἐπόρουσε Δόλοψ αἰχμη̃ς ἐὺ̈ εἰδὼς
Λαμπετίδησ, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν
Λαομεδοντιάδης εὐ̃ εἰδότα θούριδος ἀλκη̃σ,
ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ
ἐγγύθεν ὁρμηθείσ: πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,
τόν ῥ' ἐφόρει γυάλοισιν ἀρηρότα: τόν ποτε Φυλεὺς
ἤγαγεν ἐξ 'Εφύρησ, ποταμου̃ ἄπο Σελλήεντοσ.
ξει̃νος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρω̃ν Εὐφήτης
ἐς πόλεμον φορέειν δηΐων ἀνδρω̃ν ἀλεωρήν:
ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ' ὄλεθρον.
του̃ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης
κύμβαχον ἀκρότατον νύξ' ἔγχεϊ ὀξυόεντι,
ῥη̃ξε δ' ἀφ' ἵππειον λόφον αὐτου̃: πα̃ς δὲ χαμα̃ζε
κάππεσεν ἐν κονίη̨σι νέον φοίνικι φαεινόσ.
εἱ̃ος ὃ τω̨̃ πολέμιζε μένων, ἔτι δ' ἔλπετο νίκην,
τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἠ̃λθεν ἀμύντωρ,
στη̃ δ' εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ' ὠ̃μον ὄπισθεν:
αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα
πρόσσω ἱεμένη: ὃ δ' ἄρα πρηνὴς ἐλιάσθη.
τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε' ἀπ' ὤμων
συλήσειν: 'Έκτωρ δὲ κασιγνήτοισι κέλευσε
πα̃σι μάλα, πρω̃τον δ' 'Ικεταονίδην ἐνένιπεν
ἴφθιμον Μελάνιππον. ὃ δ' ὄφρα μὲν εἰλίποδας βου̃ς
βόσκ' ἐν Περκώτη̨ δηΐων ἀπὸ νόσφιν ἐόντων:
αὐτὰρ ἐπεὶ Δαναω̃ν νέες ἤλυθον ἀμφιέλισσαι,
ἂψ εἰς 'Ίλιον ἠ̃λθε, μετέπρεπε δὲ Τρώεσσι,
ναι̃ε δὲ πὰρ Πριάμω̨, ὃ δέ μιν τίεν ἰ̃σα τέκεσσι:
τόν ῥ' 'Έκτωρ ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:
οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ
ἐντρέπεται φίλον ἠ̃τορ ἀνεψιου̃ κταμένοιο;
οὐχ ὁράα̨ς οἱ̃ον Δόλοπος περὶ τεύχε' ἕπουσιν;
ἀλλ' ἕπευ: οὐ γὰρ ἔτ' ἔστιν ἀποσταδὸν 'Αργείοισι
μάρνασθαι, πρίν γ' ἠὲ κατακτάμεν ἠὲ κατ' ἄκρης
'Ίλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτασ.

   '`Ως εἰπὼν ὃ μὲν ἠ̃ρχ', ὃ δ' ἅμ' ἕσπετο ἰσόθεος φώσ:
'Αργείους δ' ὄτρυνε μέγας Τελαμώνιος Αἴασ:
ὠ̃ φίλοι ἀνέρες ἔστε, καὶ αἰδω̃ θέσθ' ἐνὶ θυμω̨̃,
ἀλλήλους τ' αἰδει̃σθε κατὰ κρατερὰς ὑσμίνασ.
αἰδομένων δ' ἀνδρω̃ν πλέονες σόοι ἠὲ πέφανται:
φευγόντων δ' οὔτ' ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.

   '`Ως ἔφαθ', οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,
ἐν θυμω̨̃ δ' ἐβάλοντο ἔποσ, φράξαντο δὲ νη̃ας
ἕρκεϊ χαλκείω̨: ἐπὶ δὲ Ζεὺς Τρω̃ας ἔγειρεν.
'Αντίλοχον δ' ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαοσ:
'Αντίλοχ' οὔ τις σει̃ο νεώτερος ἄλλος 'Αχαιω̃ν,
οὔτε ποσὶν θάσσων οὔτ' ἄλκιμος ὡς σὺ μάχεσθαι:
εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.

   '`Ως εἰπὼν ὃ μὲν αὐ̃τις ἀπέσσυτο, τὸν δ' ὀρόθυνεν:
ἐκ δ' ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινω̨̃
ἀμφὶ ἓ παπτήνασ: ὑπὸ δὲ Τρω̃ες κεκάδοντο
ἀνδρὸς ἀκοντίσσαντοσ: ὃ δ' οὐχ ἅλιον βέλος ἡ̃κεν,
ἀλλ' 'Ικετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον
νισόμενον πόλεμον δὲ βάλε στη̃θος παρὰ μαζόν.
δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.
'Αντίλοχος δ' ἐπόρουσε κύων ὥσ, ὅς τ' ἐπὶ νεβρω̨̃
βλημένω̨ ἀΐξη̨, τόν τ' ἐξ εὐνη̃φι θορόντα
θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυι̃α:
ὣς ἐπὶ σοὶ Μελάνιππε θόρ' 'Αντίλοχος μενεχάρμης
τεύχεα συλήσων: ἀλλ' οὐ λάθεν 'Έκτορα δι̃ον,
ὅς ῥά οἱ ἀντίος ἠ̃λθε θέων ἀνὰ δηϊοτη̃τα.
'Αντίλοχος δ' οὐ μει̃νε θοός περ ἐὼν πολεμιστήσ,
ἀλλ' ὅ γ' ἄρ' ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώσ,
ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι
φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρω̃ν:
ὣς τρέσε Νεστορίδησ, ἐπὶ δὲ Τρω̃ές τε καὶ 'Έκτωρ
ἠχη̨̃ θεσπεσίη̨ βέλεα στονόεντα χέοντο:
στη̃ δὲ μεταστρεφθείσ, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.

   Τρω̃ες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι
νηυσὶν ἐπεσσεύοντο, Διὸς δ' ἐτέλειον ἐφετμάσ,
ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν
'Αργείων καὶ κυ̃δος ἀπαίνυτο, τοὺς δ' ὀρόθυνεν.
'Έκτορι γάρ οἱ θυμὸς ἐβούλετο κυ̃δος ὀρέξαι
Πριαμίδη̨, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πυ̃ρ
ἐμβάλοι ἀκάματον, Θέτιδος δ' ἐξαίσιον ἀρὴν
πα̃σαν ἐπικρήνειε: τὸ γὰρ μένε μητίετα Ζεὺς
νηὸς καιομένης σέλας ὀφθαλμοι̃σιν ἰδέθαι.
ἐκ γὰρ δὴ του̃ μέλλε παλίωξιν παρὰ νηω̃ν
θησέμεναι Τρώων, Δαναοι̃σι δὲ κυ̃δος ὀρέξειν.
τὰ φρονέων νήεσσιν ἔπι γλαφυρη̨̃σιν ἔγειρεν
'Έκτορα Πριαμίδην μάλα περ μεμαω̃τα καὶ αὐτόν.
μαίνετο δ' ὡς ὅτ' 'Άρης ἐγχέσπαλος ἢ ὀλοὸν πυ̃ρ
οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλησ:
ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε
λαμπέσθην βλοσυρη̨̃σιν ὑπ' ὀφρύσιν, ἀμφὶ δὲ πήληξ
σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
'Έκτοροσ: αὐτὸς γάρ οἱ ἀπ' αἰθέρος ἠ̃εν ἀμύντωρ
Ζεύσ, ὅς μιν πλεόνεσσι μετ' ἀνδράσι μου̃νον ἐόντα
τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν
ἔσσεσθ': ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἠ̃μαρ
Παλλὰς 'Αθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.
καί ῥ' ἔθελεν ῥη̃ξαι στίχας ἀνδρω̃ν πειρητίζων,
ἡ̨̃ δὴ πλει̃στον ὅμιλον ὅρα καὶ τεύχε' ἄριστα:
ἀλλ' οὐδ' ὡ̃ς δύνατο ῥη̃ξαι μάλα περ μενεαίνων:
ἴσχον γὰρ πυργηδὸν ἀρηρότεσ, ἠΰτε πέτρη
ἠλίβατος μεγάλη πολιη̃ς ἁλὸς ἐγγὺς ἐου̃σα,
ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν:
ὣς Δαναοὶ Τρω̃ας μένον ἔμπεδον οὐδὲ φέβοντο.
αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ' ὁμίλω̨,
ἐν δ' ἔπεσ' ὡς ὅτε κυ̃μα θοη̨̃ ἐν νηὶ̈ πέση̨σι
λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφέσ: ἣ δέ τε πα̃σα
ἄχνη̨ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη
ἱστίω̨ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναυ̃ται
δειδιότεσ: τυτθὸν γὰρ ὑπ' ἐκ θανάτοιο φέρονται:
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν 'Αχαιω̃ν.
αὐτὰρ ὅ γ' ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,
αἵ ῥά τ' ἐν εἱαμενη̨̃ ἕλεος μεγάλοιο νέμονται
μυρίαι, ἐν δέ τε τη̨̃σι νομεὺς οὔ πω σάφα εἰδὼς
θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονη̨̃σιν:
ἤτοι ὃ μὲν πρώτη̨σι καὶ ὑστατίη̨σι βόεσσιν
αἰὲν ὁμοστιχάει, ὃ δέ τ' ἐν μέσση̨σιν ὀρούσας
βου̃ν ἔδει, αἳ δέ τε πα̃σαι ὑπέτρεσαν: ὣς τότ' 'Αχαιοὶ
θεσπεσίως ἐφόβηθεν ὑφ' 'Έκτορι καὶ Διὶ πατρὶ
πάντεσ, ὃ δ' οἰ̃ον ἔπεφνε Μυκηναι̃ον Περιφήτην,
Κοπρη̃ος φίλον υἱόν, ὃς Εὐρυσθη̃ος ἄνακτος
ἀγγελίης οἴχνεσκε βίη̨ 'Ηρακληείη̨.
του̃ γένετ' ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
παντοίας ἀρετάσ, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,
καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο:
ὅς ῥα τόθ' 'Έκτορι κυ̃δος ὑπέρτερον ἐγγυάλιξε.
στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,
τὴν αὐτὸς φορέεσκε ποδηνεκέ' ἕρκος ἀκόντων:
τη̨̃ ὅ γ' ἐνὶ βλαφθεὶς πέσεν ὕπτιοσ, ἀμφὶ δὲ πήληξ
σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντοσ.
'Έκτωρ δ' ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,
στήθεϊ δ' ἐν δόρυ πη̃ξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων
κτει̃ν': οἳ δ' οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου
χραισμει̃ν: αὐτοὶ γὰρ μάλα δείδισαν 'Έκτορα δι̃ον.

   Εἰσωποὶ δ' ἐγένοντο νεω̃ν, περὶ δ' ἔσχεθον ἄκραι
νη̃ες ὅσαι πρω̃ται εἰρύατο: τοὶ δ' ἐπέχυντο.
'Αργει̃οι δὲ νεω̃ν μὲν ἐχώρησαν καὶ ἀνάγκη̨
τω̃ν πρωτέων, αὐτου̃ δὲ παρὰ κλισίη̨σιν ἔμειναν
ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν: ἴσχε γὰρ αἰδὼς
καὶ δέοσ: ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.
Νέστωρ αὐ̃τε μάλιστα Γερήνιος οὐ̃ρος 'Αχαιω̃ν
λίσσεθ' ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον:
ὠ̃ φίλοι ἀνέρες ἔστε καὶ αἰδω̃ θέσθ' ἐνὶ θυμω̨̃
ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος
παίδων ἠδ' ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,
ἠμὲν ὅτεω̨ ζώουσι καὶ ὡ̨̃ κατατεθνήκασι:
τω̃ν ὕπερ ἐνθάδ' ἐγὼ γουνάζομαι οὐ παρεόντων
ἑστάμεναι κρατερω̃σ, μὴ δὲ τρωπα̃σθε φόβον δέ.

   '`Ως εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
τοι̃σι δ' ἀπ' ὀφθαλμω̃ν νέφος ἀχλύος ὠ̃σεν 'Αθήνη
θεσπέσιον: μάλα δέ σφι φόως γένετ' ἀμφοτέρωθεν
ἠμὲν πρὸς νηω̃ν καὶ ὁμοιΐου πολέμοιο.
'Έκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρουσ,
ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,
ἠδ' ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοη̨̃σιν.

   Οὐδ' ἄρ' ἔτ' Αἴαντι μεγαλήτορι ἥνδανε θυμω̨̃
ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἱ̃ες 'Αχαιω̃ν:
ἀλλ' ὅ γε νηω̃ν ἴκρι' ἐπώ̨χετο μακρὰ βιβάσθων,
νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμη̨σι
κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.
ὡς δ' ὅτ' ἀνὴρ ἵπποισι κελητίζειν ἐὺ̈ εἰδώσ,
ὅς τ' ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππουσ,
σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται
λαοφόρον καθ' ὁδόν: πολέες τέ ἑ θηήσαντο
ἀνέρες ἠδὲ γυναι̃κεσ: ὃ δ' ἔμπεδον ἀσφαλὲς αἰεὶ
θρώ̨σκων ἄλλοτ' ἐπ' ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται:
ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηω̃ν
φοίτα μακρὰ βιβάσ, φωνὴ δέ οἱ αἰθέρ' ἵκανεν,
αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοι̃σι κέλευε
νηυσί τε καὶ κλισίη̨σιν ἀμυνέμεν. οὐδὲ μὲν 'Έκτωρ
μίμνεν ἐνὶ Τρώων ὁμάδω̨ πύκα θωρηκτάων:
ἀλλ' ὥς τ' ὀρνίθων πετεηνω̃ν αἰετὸς αἴθων
ἔθνος ἐφορμα̃ται ποταμὸν πάρα βοσκομενάων
χηνω̃ν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,
ὣς 'Έκτωρ ἴθυσε νεὸς κυανοπρώ̨ροιο
ἀντίος ἀΐξασ: τὸν δὲ Ζεὺς ὠ̃σεν ὄπισθε
χειρὶ μάλα μεγάλη̨, ὄτρυνε δὲ λαὸν ἅμ' αὐτω̨̃.

   Αὐ̃τις δὲ δριμει̃α μάχη παρὰ νηυσὶν ἐτύχθη:
φαίης κ' ἀκμη̃τας καὶ ἀτειρέας ἀλλήλοισιν
ἄντεσθ' ἐν πολέμω̨, ὡς ἐσσυμένως ἐμάχοντο.
τοι̃σι δὲ μαρναμένοισιν ὅδ' ἠ̃ν νόοσ: ἤτοι 'Αχαιοὶ
οὐκ ἔφασαν φεύξεσθαι ὑπ' ἐκ κακου̃, ἀλλ' ὀλέεσθαι,
Τρωσὶν δ' ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου
νη̃ας ἐνιπρήσειν κτενέειν θ' ἥρωας 'Αχαιούσ.
οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν:
'Έκτωρ δὲ πρυμνη̃ς νεὸς ἥψατο ποντοπόροιο
καλη̃ς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν
ἐς Τροίην, οὐδ' αὐ̃τις ἀπήγαγε πατρίδα γαι̃αν.
του̃ περ δὴ περὶ νηὸς 'Αχαιοί τε Τρω̃ές τε
δή̨ουν ἀλλήλους αὐτοσχεδόν: οὐδ' ἄρα τοί γε
τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδ' ἔτ' ἀκόντων,
ἀλλ' οἵ γ' ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες
ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνη̨σι μάχοντο
καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.
πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα
ἄλλα μὲν ἐκ χειρω̃ν χαμάδις πέσον, ἄλλα δ' ἀπ' ὤμων
ἀνδρω̃ν μαρναμένων: ῥέε δ' αἵματι γαι̃α μέλαινα.
'Έκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει
ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν:
οἴσετε πυ̃ρ, ἅμα δ' αὐτοὶ ἀολλέες ὄρνυτ' ἀϋτήν:
νυ̃ν ἡμι̃ν πάντων Ζεὺς ἄξιον ἠ̃μαρ ἔδωκε
νη̃ας ἑλει̃ν, αἳ δευ̃ρο θεω̃ν ἀέκητι μολου̃σαι
ἡμι̃ν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,
οἵ μ' ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνη̨̃σι νέεσσιν
αὐτόν τ' ἰσχανάασκον ἐρητύοντό τε λαόν:
ἀλλ' εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς
ἡμετέρασ, νυ̃ν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα μα̃λλον ἐπ' 'Αργείοισιν ὄρουσαν.
Αἴας δ' οὐκέτ' ἔμιμνε: βιάζετο γὰρ βελέεσσιν:
ἀλλ' ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι
θρη̃νυν ἐφ' ἑπταπόδην, λίπε δ' ἴκρια νηὸς ἐΐσησ.
ἔνθ' ἄρ' ὅ γ' ἑστήκει δεδοκημένοσ, ἔγχεϊ δ' αἰεὶ
Τρω̃ας ἄμυνε νεω̃ν, ὅς τις φέροι ἀκάματον πυ̃ρ:
αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοι̃σι κέλευε:
ὠ̃ φίλοι ἥρωες Δαναοὶ θεράποντες 'Άρηος
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκη̃σ.
ἠέ τινάς φαμεν εἰ̃ναι ἀοσσητη̃ρας ὀπίσσω,
ἠ̃έ τι τει̃χος ἄρειον, ὅ κ' ἀνδράσι λοιγὸν ἀμύναι;
οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυι̃α,
ἡ̨̃ κ' ἀπαμυναίμεσθ' ἑτεραλκέα δη̃μον ἔχοντεσ:
ἀλλ' ἐν γὰρ Τρώων πεδίω̨ πύκα θωρηκτάων
πόντω̨ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴησ:
τὼ ἐν χερσὶ φόωσ, οὐ μειλιχίη̨ πολέμοιο.

   ~'Η, καὶ μαιμώων ἔφεπ' ἔγχεϊ ὀξυόεντι.
ὅς τις δὲ Τρώων κοίλη̨ς ἐπὶ νηυσὶ φέροιτο
σὺν πυρὶ κηλείω̨, χάριν 'Έκτορος ὀτρύναντοσ,
τὸν δ' Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρω̨̃:
δώδεκα δὲ προπάροιθε νεω̃ν αὐτοσχεδὸν οὐ̃τα.