ΙΛΙΑΔΟΣ Π

   '`Ως οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο:
Πάτροκλος δ' 'Αχιλη̃ϊ παρίστατο ποιμένι λαω̃ν
δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδροσ,
ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
τὸν δὲ ἰδὼν ὤ̨κτιρε ποδάρκης δι̃ος 'Αχιλλεύσ,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
τίπτε δεδάκρυσαι Πατρόκλεεσ, ἠΰτε κούρη
νηπίη, ἥ θ' ἅμα μητρὶ θέουσ' ἀνελέσθαι ἀνώγει
εἱανου̃ ἁπτομένη, καί τ' ἐσσυμένην κατερύκει,
δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρ' ἀνέληται:
τη̨̃ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεισ.
ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτω̨̃,
ἠ̃έ τιν' ἀγγελίην Φθίης ἐξέκλυες οἰ̃οσ;
ζώειν μὰν ἔτι φασὶ Μενοίτιον 'Άκτορος υἱόν,
ζώει δ' Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;
τω̃ν κε μάλ' ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
ἠ̃ε σύ γ' 'Αργείων ὀλοφύρεαι, ὡς ὀλέκονται
νηυσὶν ἔπι γλαφυρη̨̃σιν ὑπερβασίης ἕνεκα σφη̃σ;
ἐξαύδα, μὴ κευ̃θε νόω̨, ἵνα εἴδομεν ἄμφω.

   Τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππευ̃:
ὠ̃ 'Αχιλευ̃ Πηλη̃ος υἱὲ μέγα φέρτατ' 'Αχαιω̃ν
μὴ νεμέσα: τοι̃ον γὰρ ἄχος βεβίηκεν 'Αχαιούσ.
οἳ μὲν γὰρ δὴ πάντεσ, ὅσοι πάρος ἠ̃σαν ἄριστοι,
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδησ,
οὔτασται δ' 'Οδυσεὺς δουρικλυτὸς ἠδ' 'Αγαμέμνων,
βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστω̨̃.
τοὺς μέν τ' ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται
ἕλκε' ἀκειόμενοι: σὺ δ' ἀμήχανος ἔπλευ 'Αχιλλευ̃.
μὴ ἐμέ γ' οὐ̃ν οὑ̃τός γε λάβοι χόλοσ, ὃν σὺ φυλάσσεις
αἰναρέτη: τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ
αἴ κε μὴ 'Αργείοισιν ἀεικέα λοιγὸν ἀμύνη̨σ;
νηλεέσ, οὐκ ἄρα σοί γε πατὴρ ἠ̃ν ἱππότα Πηλεύσ,
οὐδὲ Θέτις μήτηρ: γλαυκὴ δέ σε τίκτε θάλασσα
πέτραι τ' ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνήσ.
εἰ δέ τινα φρεσὶ ση̨̃σι θεοπροπίην ἀλεείνεις
καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
ἀλλ' ἐμέ περ πρόες ὠ̃χ', ἅμα δ' ἄλλον λαὸν ὄπασσον
Μυρμιδόνων, ἤν πού τι φόως Δαναοι̃σι γένωμαι.
δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθη̃ναι,
αἴ κ' ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο
Τρω̃εσ, ἀναπνεύσωσι δ' 'Αρήϊοι υἱ̃ες 'Αχαιω̃ν
τειρόμενοι: ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο.
ῥει̃α δέ κ' ἀκμη̃τες κεκμηότας ἄνδρας ἀϋτη̨̃
ὤσαιμεν προτὶ ἄστυ νεω̃ν ἄπο καὶ κλισιάων.

   '`Ως φάτο λισσόμενος μέγα νήπιοσ: ἠ̃ γὰρ ἔμελλεν
οἱ̃ αὐτω̨̃ θάνατόν τε κακὸν καὶ κη̃ρα λιτέσθαι.
τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
ὤ μοι διογενὲς Πατρόκλεες οἱ̃ον ἔειπεσ:
οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἰ̃δα,
οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ:
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,
ὁππότε δὴ τὸν ὁμοι̃ον ἀνὴρ ἐθέλη̨σιν ἀμέρσαι
καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκη̨:
αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμω̨̃.
κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἱ̃ες 'Αχαιω̃ν,
δουρὶ δ' ἐμω̨̃ κτεάτισσα πόλιν εὐτείχεα πέρσασ,
τὴν ἂψ ἐκ χειρω̃ν ἕλετο κρείων 'Αγαμέμνων
'Ατρεΐδης ὡς εἴ τιν' ἀτίμητον μετανάστην.
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν: οὐδ' ἄρα πως ἠ̃ν
ἀσπερχὲς κεχολω̃σθαι ἐνὶ φρεσίν: ἤτοι ἔφην γε
οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλ' ὁπότ' ἂν δὴ
νη̃ας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.
τύνη δ' ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δυ̃θι,
ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,
εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε
νηυσὶν ἐπικρατέωσ, οἳ δὲ ῥηγμι̃νι θαλάσσης
κεκλίαται, χώρης ὀλίγην ἔτι μοι̃ραν ἔχοντες
'Αργει̃οι, Τρώων δὲ πόλις ἐπὶ πα̃σα βέβηκε
θάρσυνοσ: οὐ γὰρ ἐμη̃ς κόρυθος λεύσσουσι μέτωπον
ἐγγύθι λαμπομένησ: τάχα κεν φεύγοντες ἐναύλους
πλήσειαν νεκύων, εἴ μοι κρείων 'Αγαμέμνων
ἤπια εἰδείη: νυ̃ν δὲ στρατὸν ἀμφιμάχονται.
οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμη̨σι
μαίνεται ἐγχείη Δαναω̃ν ἀπὸ λοιγὸν ἀμυ̃ναι:
οὐδέ πω 'Ατρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος
ἐχθρη̃ς ἐκ κεφαλη̃σ: ἀλλ' 'Έκτορος ἀνδροφόνοιο
Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δ' ἀλαλητω̨̃
πα̃ν πεδίον κατέχουσι μάχη̨ νικω̃ντες 'Αχαιούσ.
ἀλλὰ καὶ ὡ̃ς Πάτροκλε νεω̃ν ἄπο λοιγὸν ἀμύνων
ἔμπεσ' ἐπικρατέωσ, μὴ δὴ πυρὸς αἰθομένοιο
νη̃ας ἐνιπρήσωσι, φίλον δ' ἀπὸ νόστον ἕλωνται.
πείθεο δ' ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,
ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κυ̃δος ἄρηαι
πρὸς πάντων Δαναω̃ν, ἀτὰρ οἳ περικαλλέα κούρην
ἂψ ἀπονάσσωσιν, ποτὶ δ' ἀγλαὰ δω̃ρα πόρωσιν.
ἐκ νηω̃ν ἐλάσας ἰέναι πάλιν: εἰ δέ κεν αὐ̃ τοι
δώη̨ κυ̃δος ἀρέσθαι ἐρίγδουπος πόσις 'Ήρησ,
μὴ σύ γ' ἄνευθεν ἐμει̃ο λιλαίεσθαι πολεμίζειν
Τρωσὶ φιλοπτολέμοισιν: ἀτιμότερον δέ με θήσεισ:
μὴ δ' ἐπαγαλλόμενος πολέμω̨ καὶ δηϊοτη̃τι
Τρω̃ας ἐναιρόμενος προτὶ 'Ίλιον ἡγεμονεύειν,
μή τις ἀπ' Οὐλύμποιο θεω̃ν αἰειγενετάων
ἐμβήη̨: μάλα τούς γε φιλει̃ ἑκάεργος 'Απόλλων:
ἀλλὰ πάλιν τρωπα̃σθαι, ἐπὴν φάος ἐν νήεσσι
θήη̨σ, τοὺς δ' ἔτ' ἐα̃ν πεδίον κάτα δηριάασθαι.
αἲ γὰρ Ζευ̃ τε πάτερ καὶ 'Αθηναίη καὶ 'Άπολλον
μήτέ τις οὐ̃ν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,
μήτέ τις 'Αργείων, νω̃ϊν δ' ἐκδυ̃μεν ὄλεθρον,
ὄφρ' οἰ̃οι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.

   '`Ως οἳ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον,
Αἴας δ' οὐκ ἔτ' ἔμιμνε: βιάζετο γὰρ βελέεσσι:
δάμνα μιν Ζηνός τε νόος καὶ Τρω̃ες ἀγαυοὶ
βάλλοντεσ: δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ
πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ' αἰεὶ
κὰπ φάλαρ' εὐποίηθ': ὃ δ' ἀριστερὸν ὠ̃μον ἔκαμνεν
ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον: οὐδὲ δύναντο
ἀμφ' αὐτω̨̃ πελεμίξαι ἐρείδοντες βελέεσσιν.
αἰεὶ δ' ἀργαλέω̨ ἔχετ' ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς
πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πη̨ εἰ̃χεν
οἀμπνευ̃σαι: πάντη̨ δὲ κακὸν κακω̨̃ ἐστήρικτο.

   'Έσπετε νυ̃ν μοι Μου̃σαι 'Ολύμπια δώματ' ἔχουσαι,
ὅππως δὴ πρω̃τον πυ̃ρ ἔμπεσε νηυσὶν 'Αχαιω̃ν.

   'Έκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς
πλη̃ξ' ἄορι μεγάλω̨ αἰχμη̃ς παρὰ καυλὸν ὄπισθεν,
ἀντικρὺ δ' ἀπάραξε: τὸ μὲν Τελαμώνιος Αἴας
πη̃λ' αὔτως ἐν χειρὶ κόλον δόρυ, τη̃λε δ' ἀπ' αὐτου̃
αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσου̃σα.
γνω̃ δ' Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε
ἔργα θεω̃ν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κει̃ρε
Ζεὺς ὑψιβρεμέτησ, Τρώεσσι δὲ βούλετο νίκην:
χάζετο δ' ἐκ βελέων. τοὶ δ' ἔμβαλον ἀκάματον πυ̃ρ
νηὶ̈ θοη̨̃: τη̃ς δ' αἰ̃ψα κατ' ἀσβέστη κέχυτο φλόξ.
ὣς τὴν μὲν πρυμνὴν πυ̃ρ ἄμφεπεν: αὐτὰρ 'Αχιλλεὺς
μηρὼ πληξάμενος Πατροκλη̃α προσέειπεν:
ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε:
λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν:
μὴ δὴ νη̃ας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται:
δύσεο τεύχεα θα̃σσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.

   '`Ως φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκω̨̃.
κνημι̃δας μὲν πρω̃τα περὶ κνήμη̨σιν ἔθηκε
καλάσ, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίασ:
δεύτερον αὐ̃ θώρηκα περὶ στήθεσσιν ἔδυνε
ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε:
κρατὶ δ' ἐπ' ἰφθίμω̨ κυνέην εὔτυκτον ἔθηκεν
ἵππουριν: δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
εἵλετο δ' ἄλκιμα δου̃ρε, τά οἱ παλάμηφιν ἀρήρει.
ἔγχος δ' οὐχ ἕλετ' οἰ̃ον ἀμύμονος Αἰακίδαο
βριθὺ μέγα στιβαρόν: τὸ μὲν οὐ δύνατ' ἄλλος 'Αχαιω̃ν
πάλλειν, ἀλλά μιν οἰ̃ος ἐπίστατο πη̃λαι 'Αχιλλεὺς
Πηλιάδα μελίην, τὴν πατρὶ φίλω̨ πόρε Χείρων
Πηλίου ἐκ κορυφη̃σ, φόνον ἔμμεναι ἡρώεσσιν.
ἵππους δ' Αὐτομέδοντα θοω̃ς ζευγνυ̃μεν ἄνωγε,
τὸν μετ' 'Αχιλλη̃α ῥηξήνορα τι̃ε μάλιστα,
πιστότατος δέ οἱ ἔσκε μάχη̨ ἔνι μει̃ναι ὁμοκλήν.
τω̨̃ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους
Ξάνθον καὶ Βαλίαν, τὼ ἅμα πνοιη̨̃σι πετέσθην,
τοὺς ἔτεκε Ζεφύρω̨ ἀνέμω̨ 'Άρπυια Ποδάργη
βοσκομένη λειμω̃νι παρὰ ῥόον 'Ωκεανοι̃ο.
ἐν δὲ παρηορίη̨σιν ἀμύμονα Πήδασον ἵει,
τόν ῥά ποτ' 'Ηετίωνος ἑλὼν πόλιν ἤγαγ' 'Αχιλλεύσ,
ὃς καὶ θνητὸς ἐὼν ἕπεθ' ἵπποις ἀθανάτοισι.

   Μυρμιδόνας δ' ἄρ' ἐποιχόμενος θώρηξεν 'Αχιλλεὺς
πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν: οἳ δὲ λύκοι ὣς
ὠμοφάγοι, τοι̃σίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,
οἵ τ' ἔλαφον κεραὸν μέγαν οὔρεσι δη̨ώσαντες
δάπτουσιν: πα̃σιν δὲ παρήϊον αἵματι φοινόν:
καί τ' ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου
λάψοντες γλώσση̨σιν ἀραιη̨̃σιν μέλαν ὕδωρ
ἄκρον ἐρευγόμενοι φόνον αἵματοσ: ἐν δέ τε θυμὸς
στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ:
τοι̃οι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες
ἀμφ' ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο
ῥώοντ': ἐν δ' ἄρα τοι̃σιν ἀρήϊος ἵστατ' 'Αχιλλεύσ,
ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτασ.

   Πεντήκοντ' ἠ̃σαν νη̃ες θοαί, ἡ̨̃σιν 'Αχιλλεὺς
ἐς Τροίην ἡγει̃το Διὶ̈ φίλοσ: ἐν δὲ ἑκάστη̨
πεντήκοντ' ἔσαν ἄνδρες ἐπὶ κληι̃̈σιν ἑται̃ροι:
πέντε δ' ἄρ' ἡγεμόνας ποιήσατο τοι̃ς ἐπεποίθει
σημαίνειν: αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.
τη̃ς μὲν ἰη̃ς στιχὸς ἠ̃ρχε Μενέσθιος αἰολοθώρηξ
υἱὸς Σπερχειοι̃ο διιπετέος ποταμοι̃ο:
ὃν τέκε Πηλη̃ος θυγάτηρ καλὴ Πολυδώρη
Σπερχειω̨̃ ἀκάμαντι γυνὴ θεω̨̃ εὐνηθει̃σα,
αὐτὰρ ἐπίκλησιν Βώρω̨ Περιήρεος υἱ̃ι,
ὅς ῥ' ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.
τη̃ς δ' ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε
παρθένιοσ, τὸν ἔτικτε χορω̨̃ καλὴ Πολυμήλη
Φύλαντος θυγάτηρ: τη̃ς δὲ κρατὺς 'Αργειφόντης
ἠράσατ', ὀφθαλμοι̃σιν ἰδὼν μετὰ μελπομένη̨σιν
ἐν χορω̨̃ 'Αρτέμιδος χρυσηλακάτου κελαδεινη̃σ.
αὐτίκα δ' εἰς ὑπερω̨̃' ἀναβὰς παρελέξατο λάθρη̨
'Ερμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν
Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια
ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάσ,
τὴν μὲν 'Εχεκλη̃ος κρατερὸν μένος 'Ακτορίδαο
ἠγάγετο πρὸς δώματ', ἐπεὶ πόρε μυρία ἕδνα,
τὸν δ' ὃ γέρων Φύλας εὐ̃ ἔτρεφεν ἠδ' ἀτίταλλεν
ἀμφαγαπαζόμενος ὡς εἴ θ' ἑὸν υἱὸν ἐόντα.
τη̃ς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε
Μαιμαλίδησ, ὃς πα̃σι μετέπρεπε Μυρμιδόνεσσιν
ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑται̃ρον.
τη̃ς δὲ τετάρτης ἠ̃ρχε γέρων ἱππηλάτα Φοι̃νιξ,
πέμπτης δ' 'Αλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.
αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ' ἡγεμόνεσσιν 'Αχιλλεὺς
στη̃σεν ἐὺ̈ κρίνασ, κρατερὸν δ' ἐπὶ μυ̃θον ἔτελλε:
Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,
ἃς ἐπὶ νηυσὶ θοη̨̃σιν ἀπειλει̃τε Τρώεσσι
πάνθ' ὑπὸ μηνιθμόν, καί μ' ἠ̨τιάασθε ἕκαστοσ:
σχέτλιε Πηλέος υἱὲ χόλω̨ ἄρα σ' ἔτρεφε μήτηρ,
νηλεέσ, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρουσ:
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν
αὐ̃τισ, ἐπεί ῥά τοι ὡ̃δε κακὸς χόλος ἔμπεσε θυμω̨̃.
ταυ̃τά μ' ἀγειρόμενοι θάμ' ἐβάζετε: νυ̃ν δὲ πέφανται
φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γ' ἐράασθε.
ἔνθά τις ἄλκιμον ἠ̃τορ ἔχων Τρώεσσι μαχέσθω.

   '`Ως εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
μα̃λλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλη̃ος ἄκουσαν.
ὡς δ' ὅτε τοι̃χον ἀνὴρ ἀράρη̨ πυκινοι̃σι λίθοισι
δώματος ὑψηλοι̃ο βίας ἀνέμων ἀλεείνων,
ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.
ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ:
ψαυ̃ον δ' ἱππόκομοι κόρυθες λαμπροι̃σι φάλοισι
νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.
πάντων δὲ προπάροιθε δύ' ἀνέρε θωρήσσοντο
Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες
πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ 'Αχιλλεὺς
βη̃ ῥ' ἴμεν ἐς κλισίην, χηλου̃ δ' ἀπὸ πω̃μ' ἀνέω̨γε
καλη̃ς δαιδαλέησ, τήν οἱ Θέτις ἀργυρόπεζα
θη̃κ' ἐπὶ νηὸς ἄγεσθαι ἐὺ̈ πλήσασα χιτώνων
χλαινάων τ' ἀνεμοσκεπέων οὔλων τε ταπήτων.
ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος
οὔτ' ἀνδρω̃ν πίνεσκεν ἀπ' αὐτου̃ αἴθοπα οἰ̃νον,
οὔτέ τεω̨ σπένδεσκε θεω̃ν, ὅτε μὴ Διὶ πατρί.
τό ῥα τότ' ἐκ χηλοι̃ο λαβὼν ἐκάθηρε θεείω̨
πρω̃τον, ἔπειτα δ' ἔνιψ' ὕδατος καλη̨̃σι ῥοη̨̃σι,
νίψατο δ' αὐτὸς χει̃ρασ, ἀφύσσατο δ' αἴθοπα οἰ̃νον.
εὔχετ' ἔπειτα στὰς μέσω̨ ἕρκεϊ, λει̃βε δὲ οἰ̃νον
οὐρανὸν εἰσανιδών: Δία δ' οὐ λάθε τερπικέραυνον:
Ζευ̃ ἄνα Δωδωναι̃ε Πελασγικὲ τηλόθι ναίων
Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ
σοὶ ναίουσ' ὑποφη̃ται ἀνιπτόποδες χαμαιευ̃ναι,
ἠμὲν δή ποτ' ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,
τίμησας μὲν ἐμέ, μέγα δ' ἴψαο λαὸν 'Αχαιω̃ν,
ἠδ' ἔτι καὶ νυ̃ν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ:
αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηω̃ν ἐν ἀγω̃νι,
ἀλλ' ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι
μάρνασθαι: τω̨̃ κυ̃δος ἅμα πρόες εὐρύοπα Ζευ̃,
θάρσυνον δέ οἱ ἠ̃τορ ἐνὶ φρεσίν, ὄφρα καὶ 'Έκτωρ
εἴσεται ἤ ῥα καὶ οἰ̃ος ἐπίστηται πολεμίζειν
ἡμέτερος θεράπων, ἠ̃ οἱ τότε χει̃ρες ἄαπτοι
μαίνονθ', ὁππότ' ἐγώ περ ἴω μετὰ μω̃λον 'Άρηοσ.
αὐτὰρ ἐπεί κ' ἀπὸ ναυ̃φι μάχην ἐνοπήν τε δίηται,
ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νη̃ας ἵκοιτο
τεύχεσί τε ξὺν πα̃σι καὶ ἀγχεμάχοις ἑτάροισιν.

   '`Ως ἔφατ' εὐχόμενοσ, του̃ δ' ἔκλυε μητίετα Ζεύσ.
τω̨̃ δ' ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ' ἀνένευσε:
νηω̃ν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε
δω̃κε, σόον δ' ἀνένευσε μάχης ἐξαπονέεσθαι.
ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ
ἂψ κλισίην εἰση̃λθε, δέπας δ' ἀπέθηκ' ἐνὶ χηλω̨̃,
στη̃ δὲ πάροιθ' ἐλθὼν κλισίησ, ἔτι δ' ἤθελε θυμω̨̃
εἰσιδέειν Τρώων καὶ 'Αχαιω̃ν φύλοπιν αἰνήν.

   Οἳ δ' ἅμα Πατρόκλω̨ μεγαλήτορι θωρηχθέντες
ἔστιχον, ὄφρ' ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.
αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο
εἰνοδίοισ, οὓς παι̃δες ἐριδμαίνωσιν ἔθοντες
αἰεὶ κερτομέοντες ὁδω̨̃ ἔπι οἰκί' ἔχοντας
νηπίαχοι: ξυνὸν δὲ κακὸν πολέεσσι τιθει̃σι.
τοὺς δ' εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης
κινήση̨ ἀέκων, οἳ δ' ἄλκιμον ἠ̃τορ ἔχοντες
πρόσσω πα̃ς πέτεται καὶ ἀμύνει οἱ̃σι τέκεσσι.
τω̃ν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες
ἐκ νηω̃ν ἐχέοντο: βοὴ δ' ἄσβεστος ὀρώρει.
Πάτροκλος δ' ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσασ:
Μυρμιδόνες ἕταροι Πηληϊάδεω 'Αχιλη̃ος
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκη̃σ,
ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγ' ἄριστος
'Αργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντεσ,
γνω̨̃ δὲ καὶ 'Ατρεΐδης εὐρὺ κρείων 'Αγαμέμνων
ἣν ἄτην, ὅ τ' ἄριστον 'Αχαιω̃ν οὐδὲν ἔτισεν.

   '`Ως εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,
ἐν δ' ἔπεσον Τρώεσσιν ἀολλέεσ: ἀμφὶ δὲ νη̃ες
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' 'Αχαιω̃ν.

   Τρω̃ες δ' ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν
αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντασ,
πα̃σιν ὀρίνθη θυμόσ, ἐκίνηθεν δὲ φάλαγγες
ἐλπόμενοι παρὰ ναυ̃φι ποδώκεα Πηλεΐωνα
μηνιθμὸν μὲν ἀπορρι̃ψαι, φιλότητα δ' ἑλέσθαι:
πάπτηνεν δὲ ἕκαστος ὅπη̨ φύγοι αἰπὺν ὄλεθρον.

   Πάτροκλος δὲ πρω̃τος ἀκόντισε δουρὶ φαεινω̨̃
ἀντικρὺ κατὰ μέσσον, ὅθι πλει̃στοι κλονέοντο,
νηὶ̈ πάρα πρυμνη̨̃ μεγαθύμου Πρωτεσιλάου,
καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς
ἤγαγεν ἐξ 'Αμυδω̃νος ἀπ' 'Αξιου̃ εὐρὺ ῥέοντοσ:
τὸν βάλε δεξιὸν ὠ̃μον: ὃ δ' ὕπτιος ἐν κονίη̨σι
κάππεσεν οἰμώξασ, ἕταροι δέ μιν ἀμφεφόβηθεν
Παίονεσ: ἐν γὰρ Πάτροκλος φόβον ἡ̃κεν ἅπασιν
ἡγεμόνα κτείνασ, ὃς ἀριστεύεσκε μάχεσθαι.
ἐκ νηω̃ν δ' ἔλασεν, κατὰ δ' ἔσβεσεν αἰθόμενον πυ̃ρ.
ἡμιδαὴς δ' ἄρα νηυ̃ς λίπετ' αὐτόθι: τοὶ δὲ φόβηθεν
Τρω̃ες θεσπεσίω̨ ὁμάδω̨: Δαναοὶ δ' ἐπέχυντο
νη̃ας ἀνὰ γλαφυράσ: ὅμαδος δ' ἀλίαστος ἐτύχθη.
ὡς δ' ὅτ' ἀφ' ὑψηλη̃ς κορυφη̃ς ὄρεος μεγάλοιο
κινήση̨ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύσ,
ἔκ τ' ἔφανεν πα̃σαι σκοπιαὶ καὶ πρώονες ἄκροι
καὶ νάπαι, οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ,
ὣς Δαναοὶ νηω̃ν μὲν ἀπωσάμενοι δήϊον πυ̃ρ
τυτθὸν ἀνέπνευσαν, πολέμου δ' οὐ γίγνετ' ἐρωή:
οὐ γάρ πώ τι Τρω̃ες ἀρηϊφίλων ὑπ' 'Αχαιω̃ν
προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηω̃ν,
ἀλλ' ἔτ' ἄρ' ἀνθίσταντο, νεω̃ν δ' ὑπόεικον ἀνάγκη̨.

   'Ένθα δ' ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης
ἡγεμόνων. πρω̃τος δὲ Μενοιτίου ἄλκιμος υἱὸς
αὐτίκ' ἄρα στρεφθέντος 'Αρηϊλύκου βάλε μηρὸν
ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε:
ῥη̃ξεν δ' ὀστέον ἔγχοσ, ὃ δὲ πρηνὴς ἐπὶ γαίη̨
κάππεσ': ἀτὰρ Μενέλαος ἀρήϊος οὐ̃τα Θόαντα
στέρνον γυμνωθέντα παρ' ἀσπίδα, λυ̃σε δὲ γυι̃α.
Φυλεΐδης δ' 'Άμφικλον ἐφορμηθέντα δοκεύσας
ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλοσ, ἔνθα πάχιστος
μυὼν ἀνθρώπου πέλεται: περὶ δ' ἔγχεος αἰχμη̨̃
νευ̃ρα διεσχίσθη: τὸν δὲ σκότος ὄσσε κάλυψε.
Νεστορίδαι δ' ὃ μὲν οὔτασ' 'Ατύμνιον ὀξέϊ δουρὶ
'Αντίλοχοσ, λαπάρης δὲ διήλασε χάλκεον ἔγχοσ:
ἤριπε δὲ προπάροιθε. Μάρις δ' αὐτοσχεδὰ δουρὶ
'Αντιλόχω̨ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς
στὰς πρόσθεν νέκυοσ: του̃ δ' ἀντίθεος Θρασυμήδης
ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδ' ἀφάμαρτεν,
ὠ̃μον ἄφαρ: πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ
δρύψ' ἀπὸ μυώνων, ἀπὸ δ' ὀστέον ἄχρις ἄραξε:
δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.
ὣς τὼ μὲν δοιοι̃σι κασιγνήτοισι δαμέντε
βήτην εἰς 'Έρεβος Σαρπηδόνος ἐσθλοὶ ἑται̃ροι
υἱ̃ες ἀκοντισταὶ 'Αμισωδάρου, ὅς ῥα Χίμαιραν
θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.
Αἴας δὲ Κλεόβουλον 'Οϊλιάδης ἐπορούσας
ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον: ἀλλά οἱ αὐ̃θι
λυ̃σε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.
πα̃ν δ' ὑπεθερμάνθη ξίφος αἵματι: τὸν δὲ κατ' ὄσσε
ἔλλαβε πορφύρεος θάνατος καὶ μοι̃ρα κραταιή.
Πηνέλεως δὲ Λύκων τε συνέδραμον: ἔγχεσι μὲν γὰρ
ἤμβροτον ἀλλήλων, μέλεον δ' ἠκόντισαν ἄμφω:
τὼ δ' αὐ̃τις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν
ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν
φάσγανον ἐρραίσθη: ὃ δ' ὑπ' οὔατος αὐχένα θει̃νε
Πηνέλεωσ, πα̃ν δ' εἴσω ἔδυ ξίφοσ, ἔσχεθε δ' οἰ̃ον
δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυι̃α.
Μηριόνης δ' 'Ακάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι
νύξ' ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὠ̃μον:
ἤριπε δ' ἐξ ὀχέων, κατὰ δ' ὀφθαλμω̃ν κέχυτ' ἀχλύσ.
'Ιδομενεὺς δ' 'Ερύμαντα κατὰ στόμα νηλέϊ χαλκω̨̃
νύξε: τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε
νέρθεν ὑπ' ἐγκεφάλοιο, κέασσε δ' ἄρ' ὀστέα λευκά:
ἐκ δ' ἐτίναχθεν ὀδόντεσ, ἐνέπλησθεν δέ οἱ ἄμφω
αἵματος ὀφθαλμοί: τὸ δ' ἀνὰ στόμα καὶ κατὰ ῥι̃νας
πρη̃σε χανών: θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.

   Οὑ̃τοι ἄρ' ἡγεμόνες Δαναω̃ν ἕλον ἄνδρα ἕκαστοσ.
ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι
σίνται ὑπ' ἐκ μήλων αἱρεύμενοι, αἵ τ' ἐν ὄρεσσι
ποιμένος ἀφραδίη̨σι διέτμαγεν: οἳ δὲ ἰδόντες
αἰ̃ψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσασ:
ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον: οἳ δὲ φόβοιο
δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκη̃σ.

   Αἴας δ' ὃ μέγας αἰὲν ἐφ' 'Έκτορι χαλκοκορυστη̨̃
ἵετ' ἀκοντίσσαι: ὃ δὲ ἰδρείη̨ πολέμοιο
ἀσπίδι ταυρείη̨ κεκαλυμμένος εὐρέας ὤμους
σκέπτετ' ὀϊστω̃ν τε ῥοι̃ζον καὶ δου̃πον ἀκόντων.
ἠ̃ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην:
ἀλλὰ καὶ ὡ̃ς ἀνέμιμνε, σάω δ' ἐρίηρας ἑταίρουσ.

   'Ως δ' ὅτ' ἀπ' Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω
αἰθέρος ἐκ δίησ, ὅτε τε Ζεὺς λαίλαπα τείνη̨,
ὣς τω̃ν ἐκ νηω̃ν γένετο ἰαχή τε φόβος τε,
οὐδὲ κατὰ μοι̃ραν πέραον πάλιν. 'Έκτορα δ' ἵπποι
ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λει̃πε δὲ λαὸν
Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.
πολλοὶ δ' ἐν τάφρω̨ ἐρυσάρματες ὠκέες ἵπποι
ἄξαντ' ἐν πρώτω̨ ῥυμω̨̃ λίπον ἅρματ' ἀνάκτων,
Πάτροκλος δ' ἕπετο σφεδανὸν Δαναοι̃σι κελεύων
Τρωσὶ κακὰ φρονέων: οἳ δὲ ἰαχη̨̃ τε φόβω̨ τε
πάσας πλη̃σαν ὁδούσ, ἐπεὶ ἂρ τμάγεν: ὕψι δ' ἀέλλη
σκίδναθ' ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι
ἄψορρον προτὶ ἄστυ νεω̃ν ἄπο καὶ κλισιάων.
Πάτροκλος δ' ἡ̨̃ πλει̃στον ὀρινόμενον ἴδε λαόν,
τη̨̃ ῥ' ἔχ' ὁμοκλήσασ: ὑπὸ δ' ἄξοσι φω̃τες ἔπιπτον
πρηνέες ἐξ ὀχέων, δίφροι δ' ἀνακυμβαλίαζον.
ἀντικρὺ δ' ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι
ἄμβροτοι, οὓς Πηλη̃ϊ θεοὶ δόσαν ἀγλαὰ δω̃ρα,
πρόσσω ἱέμενοι, ἐπὶ δ' 'Έκτορι κέκλετο θυμόσ:
ἵετο γὰρ βαλέειν: τὸν δ' ἔκφερον ὠκέες ἵπποι.
ὡς δ' ὑπὸ λαίλαπι πα̃σα κελαινὴ βέβριθε χθὼν
ἤματ' ὀπωρινω̨̃, ὅτε λαβρότατον χέει ὕδωρ
Ζεύσ, ὅτε δή ῥ' ἄνδρεσσι κοτεσσάμενος χαλεπήνη̨,
οἳ βίη̨ εἰν ἀγορη̨̃ σκολιὰς κρίνωσι θέμιστασ,
ἐκ δὲ δίκην ἐλάσωσι θεω̃ν ὄπιν οὐκ ἀλέγοντεσ:
τω̃ν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντεσ,
πολλὰς δὲ κλιτυ̃ς τότ' ἀποτμήγουσι χαράδραι,
ἐς δ' ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργ' ἀνθρώπων:
ὣς ἵπποι Τρω̨αὶ μεγάλα στενάχοντο θέουσαι.

   Πάτροκλος δ' ἐπεὶ οὐ̃ν πρώτας ἐπέκερσε φάλαγγασ,
ἂψ ἐπὶ νη̃ας ἔεργε παλιμπετέσ, οὐδὲ πόληος
εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ
νηω̃ν καὶ ποταμου̃ καὶ τείχεος ὑψηλοι̃ο
κτει̃νε μεταΐσσων, πολέων δ' ἀπετίνυτο ποινήν.
ἔνθ' ἤτοι Πρόνοον πρω̃τον βάλε δουρὶ φαεινω̨̃
στέρνον γυμνωθέντα παρ' ἀσπίδα, λυ̃σε δὲ γυι̃α:
δούπησεν δὲ πεσών: ὃ δὲ Θέστορα 'Ήνοπος υἱὸν
δεύτερον ὁρμηθείσ: ὃ μὲν εὐξέστω̨ ἐνὶ δίφρω̨
ἡ̃στο ἀλείσ: ἐκ γὰρ πλήγη φρένασ, ἐκ δ' ἄρα χειρω̃ν
ἡνία ἠΐχθησαν: ὃ δ' ἔγχεϊ νύξε παραστὰς
γναθμὸν δεξιτερόν, διὰ δ' αὐτου̃ πει̃ρεν ὀδόντων,
ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγοσ, ὡς ὅτε τις φὼς
πέτρη̨ ἔπι προβλη̃τι καθήμενος ἱερὸν ἰχθὺν
ἐκ πόντοιο θύραζε λίνω̨ καὶ ἤνοπι χαλκω̨̃:
ὣς ἕλκ' ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινω̨̃,
κὰδ δ' ἄρ' ἐπὶ στόμ' ἔωσε: πεσόντα δέ μιν λίπε θυμόσ.
αὐτὰρ ἔπειτ' 'Ερύλαον ἐπεσσύμενον βάλε πέτρω̨
μέσσην κὰκ κεφαλήν: ἣ δ' ἄνδιχα πα̃σα κεάσθη
ἐν κόρυθι βριαρη̨̃: ὃ δ' ἄρα πρηνὴς ἐπὶ γαίη̨
κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστήσ.
αὐτὰρ ἔπειτ' 'Ερύμαντα καὶ 'Αμφοτερὸν καὶ 'Επάλτην
Τληπόλεμόν τε Δαμαστορίδην 'Εχίον τε Πύριν τε
'Ιφέα τ' Εὔιππόν τε καὶ 'Αργεάδην Πολύμηλον
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρη̨.

   Σαρπηδὼν δ' ὡς οὐ̃ν ἴδ' ἀμιτροχίτωνας ἑταίρους
χέρσ' ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντασ,
κέκλετ' ἄρ' ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν:
αἰδὼς ὠ̃ Λύκιοι: πόσε φεύγετε; νυ̃ν θοοὶ ἔστε.
ἀντήσω γὰρ ἐγὼ του̃δ' ἀνέροσ, ὄφρα δαείω
ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
Τρω̃ασ, ἐπεὶ πολλω̃ν τε καὶ ἐσθλω̃ν γούνατ' ἔλυσεν.

   ~'Η ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἀ̃λτο χαμα̃ζε.
Πάτροκλος δ' ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.
οἳ δ' ὥς τ' αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχει̃λαι
πέτρη̨ ἐφ' ὑψηλη̨̃ μεγάλα κλάζοντε μάχωνται,
ὣς οἳ κεκλήγοντες ἐπ' ἀλλήλοισιν ὄρουσαν.
τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,
'Ήρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε:
ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρω̃ν
μοι̃ρ' ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμη̃ναι.
διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,
ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης
θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμω̨,
ἠ̃ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.

   Τὸν δ' ἠμείβετ' ἔπειτα βοω̃πις πότνια 'Ήρη:
αἰνότατε Κρονίδη ποι̃ον τὸν μυ̃θον ἔειπεσ.
ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴση̨
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλυ̃σαι;
ἔρδ': ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο ση̨̃σιν:
αἴ κε ζὼν πέμψη̨ς Σαρπηδόνα ὃν δὲ δόμον δέ,
φράζεο μή τις ἔπειτα θεω̃ν ἐθέλη̨σι καὶ ἄλλος
πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερη̃ς ὑσμίνησ:
πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται
υἱέες ἀθανάτων, τοι̃σιν κότον αἰνὸν ἐνήσεισ.
ἀλλ' εἴ τοι φίλος ἐστί, τεὸν δ' ὀλοφύρεται ἠ̃τορ,
ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερη̨̃ ὑσμίνη̨
χέρσ' ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμη̃ναι:
αὐτὰρ ἐπὴν δὴ τόν γε λίπη̨ ψυχή τε καὶ αἰών,
πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον
εἰς ὅ κε δὴ Λυκίης εὐρείης δη̃μον ἵκωνται,
ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
τύμβω̨ τε στήλη̨ τε: τὸ γὰρ γέρας ἐστὶ θανόντων.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε πατὴρ ἀνδρω̃ν τε θεω̃ν τε:
αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε
παι̃δα φίλον τιμω̃ν, τόν οἱ Πάτροκλος ἔμελλε
φθίσειν ἐν Τροίη̨ ἐριβώλακι τηλόθι πάτρησ.

   Οἳ δ' ὅτε δὴ σχεδὸν ἠ̃σαν ἐπ' ἀλλήλοισιν ἰόντεσ,
ἔνθ' ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,
ὅς ῥ' ἠὺ̈ς θεράπων Σαρπηδόνος ἠ̃εν ἄνακτοσ,
τὸν βάλε νείαιραν κατὰ γαστέρα, λυ̃σε δὲ γυι̃α.
Σαρπηδὼν δ' αὐτου̃ μὲν ἀπήμβροτε δουρὶ φαεινω̨̃
δεύτερον ὁρμηθείσ, ὃ δὲ Πήδασον οὔτασεν ἵππον
ἔγχεϊ δεξιὸν ὠ̃μον: ὃ δ' ἔβραχε θυμὸν ἀΐσθων,
κὰδ δ' ἔπεσ' ἐν κονίη̨σι μακών, ἀπὸ δ' ἔπτατο θυμόσ.
τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι
σύγχυτ', ἐπεὶ δὴ κει̃το παρήορος ἐν κονίη̨σι.
τοι̃ο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ:
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηρου̃
ἀΐξας ἀπέκοψε παρήορον οὐδ' ἐμάτησε:
τὼ δ' ἰθυνθήτην, ἐν δὲ ῥυτη̃ρσι τάνυσθεν:
τὼ δ' αὐ̃τις συνίτην ἔριδος πέρι θυμοβόροιο.

   'Ένθ' αὐ̃ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινω̨̃,
Πατρόκλου δ' ὑπὲρ ὠ̃μον ἀριστερὸν ἤλυθ' ἀκωκὴ
ἔγχεοσ, οὐδ' ἔβαλ' αὐτόν: ὃ δ' ὕστερος ὄρνυτο χαλκω̨̃
Πάτροκλοσ: του̃ δ' οὐχ ἅλιον βέλος ἔκφυγε χειρόσ,
ἀλλ' ἔβαλ' ἔνθ' ἄρα τε φρένες ἔρχαται ἀμφ' ἁδινὸν κη̃ρ.
ἤριπε δ' ὡς ὅτε τις δρυ̃ς ἤριπεν ἢ ἀχερωὶ̈ς
ἠὲ πίτυς βλωθρή, τήν τ' οὔρεσι τέκτονες ἄνδρες
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἰ̃ναι:
ὣς ὃ πρόσθ' ἵππων καὶ δίφρου κει̃το τανυσθεὶς
βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσησ.
ἠΰτε ταυ̃ρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν
αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,
ὤλετό τε στενάχων ὑπὸ γαμφηλη̨̃σι λέοντοσ,
ὣς ὑπὸ Πατρόκλω̨ Λυκίων ἀγὸς ἀσπιστάων
κτεινόμενος μενέαινε, φίλον δ' ὀνόμηνεν ἑται̃ρον:
Γλαυ̃κε πέπον πολεμιστὰ μετ' ἀνδράσι νυ̃ν σε μάλα χρὴ
αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν:
νυ̃ν τοι ἐελδέσθω πόλεμος κακόσ, εἰ θοός ἐσσι.
πρω̃τα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας
πάντη̨ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι:
αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμευ̃ πέρι μάρναο χαλκω̨̃.
σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος
ἔσσομαι ἤματα πάντα διαμπερέσ, εἴ κέ μ' 'Αχαιοὶ
τεύχεα συλήσωσι νεω̃ν ἐν ἀγω̃νι πεσόντα.
ἀλλ' ἔχεο κρατερω̃σ, ὄτρυνε δὲ λαὸν ἅπαντα.

   '`Ως ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν
ὀφθαλμοὺς ῥι̃νάς θ': ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτω̨̃ ἕποντο:
τοι̃ο δ' ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσ' αἰχμήν.
Μυρμιδόνες δ' αὐτου̃ σχέθον ἵππους φυσιόωντας
ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματ' ἀνάκτων.

   Γλαύκω̨ δ' αἰνὸν ἄχος γένετο φθογγη̃ς ἀΐοντι:
ὠρίνθη δέ οἱ ἠ̃τορ ὅ τ' οὐ δύνατο προσαμυ̃ναι.
χειρὶ δ' ἑλὼν ἐπίεζε βραχίονα: τει̃ρε γὰρ αὐτὸν
ἕλκοσ, ὃ δή μιν Τευ̃κρος ἐπεσσύμενον βάλεν ἰω̨̃
τείχεος ὑψηλοι̃ο, ἀρὴν ἑτάροισιν ἀμύνων.
εὐχόμενος δ' ἄρα εἰ̃πεν ἑκηβόλω̨ 'Απόλλωνι:
κλυ̃θι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμω̨
εἲς ἢ ἐνὶ Τροίη̨: δύνασαι δὲ σὺ πάντοσ' ἀκούειν
ἀνέρι κηδομένω̨, ὡς νυ̃ν ἐμὲ κη̃δος ἱκάνει.
ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ
ὀξείη̨ς ὀδύνη̨σιν ἐλήλαται, οὐδέ μοι αἱ̃μα
τερση̃ναι δύναται, βαρύθει δέ μοι ὠ̃μος ὑπ' αὐτου̃:
ἔγχος δ' οὐ δύναμαι σχει̃ν ἔμπεδον, οὐδὲ μάχεσθαι
ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ' ὤριστος ὄλωλε
Σαρπηδὼν Διὸς υἱόσ: ὃ δ' οὐ οὑ̃ παιδὸς ἀμύνει.
ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,
κοίμησον δ' ὀδύνασ, δὸς δὲ κράτοσ, ὄφρ' ἑτάροισι
κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,
αὐτός τ' ἀμφὶ νέκυι κατατεθνηω̃τι μάχωμαι.

   '`Ως ἔφατ' εὐχόμενοσ, του̃ δ' ἔκλυε Φοι̃βος 'Απόλλων.
αὐτίκα παυ̃σ' ὀδύνας ἀπὸ δ' ἕλκεος ἀργαλέοιο
αἱ̃μα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμω̨̃.
Γλαυ̃κος δ' ἔγνω ἡ̨̃σιν ἐνὶ φρεσὶ γήθησέν τε
ὅττί οἱ ὠ̃κ' ἤκουσε μέγας θεὸς εὐξαμένοιο.
πρω̃τα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας
πάντη̨ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι:
αὐτὰρ ἔπειτα μετὰ Τρω̃ας κίε μακρὰ βιβάσθων
Πουλυδάμαντ' ἔπι Πανθοΐδην καὶ 'Αγήνορα δι̃ον,
βη̃ δὲ μετ' Αἰνείαν τε καὶ 'Έκτορα χαλκοκορυστήν,
ἀγχου̃ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
'Έκτορ νυ̃ν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,
οἳ σέθεν εἵνεκα τη̃λε φίλων καὶ πατρίδος αἴης
θυμὸν ἀποφθινύθουσι: σὺ δ' οὐκ ἐθέλεις ἐπαμύνειν.
κει̃ται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,
ὃς Λυκίην εἴρυτο δίκη̨σί τε καὶ σθένεϊ ὡ̨̃:
τὸν δ' ὑπὸ Πατρόκλω̨ δάμασ' ἔγχεϊ χάλκεος 'Άρησ.
ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμω̨̃,
μὴ ἀπὸ τεύχε' ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν
Μυρμιδόνεσ, Δαναω̃ν κεχολωμένοι ὅσσοι ὄλοντο,
τοὺς ἐπὶ νηυσὶ θοη̨̃σιν ἐπέφνομεν ἐγχείη̨σιν.

   '`Ως ἔφατο, Τρω̃ας δὲ κατὰ κρη̃θεν λάβε πένθος
ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος
ἔσκε καὶ ἀλλοδαπός περ ἐών: πολέες γὰρ ἅμ' αὐτω̨̃
λαοὶ ἕποντ', ἐν δ' αὐτὸς ἀριστεύεσκε μάχεσθαι:
βὰν δ' ἰθὺς Δαναω̃ν λελιημένοι: ἠ̃ρχε δ' ἄρά σφιν
'Έκτωρ χωόμενος Σαρπηδόνοσ. αὐτὰρ 'Αχαιοὺς
ὠ̃ρσε Μενοιτιάδεω Πατροκλη̃ος λάσιον κη̃ρ:
Αἴαντε πρώτω προσέφη μεμαω̃τε καὶ αὐτώ:
Αἴαντε νυ̃ν σφω̃ϊν ἀμύνεσθαι φίλον ἔστω,
οἱ̃οί περ πάρος ἠ̃τε μετ' ἀνδράσιν ἢ καὶ ἀρείουσ.
κει̃ται ἀνὴρ ὃς πρω̃τος ἐσήλατο τει̃χος 'Αχαιω̃ν
Σαρπηδών: ἀλλ' εἴ μιν ἀεικισσαίμεθ' ἑλόντεσ,
τεύχεά τ' ὤμοιιν ἀφελοίμεθα, καί τιν' ἑταίρων
αὐτου̃ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκω̨̃.

   '`Ως ἔφαθ', οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
οἳ δ' ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας
Τρω̃ες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ 'Αχαιοί,
σύμβαλον ἀμφὶ νέκυι κατατεθνηω̃τι μάχεσθαι
δεινὸν ἀΰσαντεσ: μέγα δ' ἔβραχε τεύχεα φωτω̃ν.
Ζεὺς δ' ἐπὶ νύκτ' ὀλοὴν τάνυσε κρατερη̨̃ ὑσμίνη̨,
ὄφρα φίλω̨ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.

   ~'Ωσαν δὲ πρότεροι Τρω̃ες ἑλίκωπας 'Αχαιούσ:
βλη̃το γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν
υἱὸς 'Αγακλη̃ος μεγαθύμου δι̃ος 'Επειγεύσ,
ὅς ῥ' ἐν Βουδείω̨ εὐ̃ ναιομένω̨ ἤνασσε
τὸ πρίν: ἀτὰρ τότε γ' ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας
ἐς Πηλη̃' ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν:
οἳ δ' ἅμ' 'Αχιλλη̃ϊ ῥηξήνορι πέμπον ἕπεσθαι
'Ίλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
τόν ῥα τόθ' ἁπτόμενον νέκυος βάλε φαίδιμος 'Έκτωρ
χερμαδίω̨ κεφαλήν: ἣ δ' ἄνδιχα πα̃σα κεάσθη
ἐν κόρυθι βριαρη̨̃: ὃ δ' ἄρα πρηνὴς ἐπὶ νεκρω̨̃
κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστήσ.
Πατρόκλω̨ δ' ἄρ' ἄχος γένετο φθιμένου ἑτάροιο,
ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς
ὠκέϊ, ὅς τ' ἐφόβησε κολοιούς τε ψη̃ράς τε:
ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε
ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κη̃ρ ἑτάροιο.
καί ῥ' ἔβαλε Σθενέλαον 'Ιθαιμένεος φίλον υἱὸν
αὐχένα χερμαδίω̨, ῥη̃ξεν δ' ἀπὸ τοι̃ο τένοντασ.
χώρησαν δ' ὑπό τε πρόμαχοι καὶ φαίδιμος 'Έκτωρ.
ὅσση δ' αἰγανέης ῥιπὴ ταναοι̃ο τέτυκται,
ἥν ῥά τ' ἀνὴρ ἀφέη̨ πειρώμενος ἢ ἐν ἀέθλω̨
ἠὲ καὶ ἐν πολέμω̨ δηΐων ὕπο θυμοραϊστέων,
τόσσον ἐχώρησαν Τρω̃εσ, ὤσαντο δ' 'Αχαιοί.
Γλαυ̃κος δὲ πρω̃τος Λυκίων ἀγὸς ἀσπιστάων
ἐτράπετ', ἔκτεινεν δὲ Βαθυκλη̃α μεγάθυμον
Χάλκωνος φίλον υἱόν, ὃς 'Ελλάδι οἰκία ναίων
ὄλβω̨ τε πλούτω̨ τε μετέπρεπε Μυρμιδόνεσσι.
τὸν μὲν ἄρα Γλαυ̃κος στη̃θος μέσον οὔτασε δουρὶ
στρεφθεὶς ἐξαπίνησ, ὅτε μιν κατέμαρπτε διώκων:
δούπησεν δὲ πεσών: πυκινὸν δ' ἄχος ἔλλαβ' 'Αχαιούσ,
ὡς ἔπεσ' ἐσθλὸς ἀνήρ: μέγα δὲ Τρω̃ες κεχάροντο,
στὰν δ' ἀμφ' αὐτὸν ἰόντες ἀολλέεσ: οὐδ' ἄρ' 'Αχαιοὶ
ἀλκη̃ς ἐξελάθοντο, μένος δ' ἰθὺς φέρον αὐτω̃ν.
ἔνθ' αὐ̃ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν
Λαόγονον θρασὺν υἱὸν 'Ονήτοροσ, ὃς Διὸς ἱρεὺς
'Ιδαίου ἐτέτυκτο, θεὸς δ' ὣς τίετο δήμω̨.
τὸν βάλ' ὑπὸ γναθμοι̃ο καὶ οὔατοσ: ὠ̃κα δὲ θυμὸς
ὤ̨χετ' ἀπὸ μελέων, στυγερὸς δ' ἄρα μιν σκότος εἱ̃λεν.
Αἰνείας δ' ἐπὶ Μηριόνη̨ δόρυ χάλκεον ἡ̃κεν:
ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβω̃ντοσ.
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχοσ:
πρόσσω γὰρ κατέκυψε, τὸ δ' ἐξόπιθεν δόρυ μακρὸν
οὔδει ἐνισκίμφθη, ἐπὶ δ' οὐρίαχος πελεμίχθη
ἔγχεοσ: ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος 'Άρησ.
αἰχμὴ δ' Αἰνείαο κραδαινομένη κατὰ γαίης
ὤ̨χετ', ἐπεί ῥ' ἅλιον στιβαρη̃ς ἀπὸ χειρὸς ὄρουσεν.
Αἰνείας δ' ἄρα θυμὸν ἐχώσατο φώνησέν τε:
Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
ἔγχος ἐμὸν κατέπαυσε διαμπερέσ, εἴ σ' ἔβαλόν περ.

   Τὸν δ' αὐ̃ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα:
Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα
πάντων ἀνθρώπων σβέσσαι μένοσ, ὅς κέ σευ ἄντα
ἔλθη̨ ἀμυνόμενοσ: θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.
εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκω̨̃,
αἰ̃ψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς
εὐ̃χος ἐμοὶ δοίησ, ψυχὴν δ' 'Άϊδι κλυτοπώλω̨.

   '`Ως φάτο, τὸν δ' ἐνένιπε Μενοιτίου ἄλκιμος υἱόσ:
Μηριόνη τί σὺ ταυ̃τα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεισ;
ὠ̃ πέπον οὔ τοι Τρω̃ες ὀνειδείοις ἐπέεσσι
νεκρου̃ χωρήσουσι: πάρος τινὰ γαι̃α καθέξει.
ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ' ἐνὶ βουλη̨̃:
τὼ οὔ τι χρὴ μυ̃θον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.

   '`Ως εἰπὼν ὃ μὲν ἠ̃ρχ', ὃ δ' ἅμ' ἕσπετο ἰσόθεος φώσ.
τω̃ν δ' ὥς τε δρυτόμων ἀνδρω̃ν ὀρυμαγδὸς ὀρώρει
οὔρεος ἐν βήσση̨σ, ἕκαθεν δέ τε γίγνετ' ἀκουή,
ὣς τω̃ν ὄρνυτο δου̃πος ἀπὸ χθονὸς εὐρυοδείης
χαλκου̃ τε ῥινου̃ τε βοω̃ν τ' εὐποιητάων,
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.
οὐδ' ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δι̃ον
ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίη̨σιν
ἐκ κεφαλη̃ς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρουσ.
οἳ δ' αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυι̃αι
σταθμω̨̃ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας
ὥρη̨ ἐν εἰαρινη̨̃, ὅτε τε γλάγος ἄγγεα δεύει:
ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς
τρέψεν ἀπὸ κρατερη̃ς ὑσμίνης ὄσσε φαεινώ,
ἀλλὰ κατ' αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμω̨̃,
πολλὰ μάλ' ἀμφὶ φόνω̨ Πατρόκλου μερμηρίζων,
ἢ ἤδη καὶ κει̃νον ἐνὶ κρατερη̨̃ ὑσμίνη̨
αὐτου̃ ἐπ' ἀντιθέω̨ Σαρπηδόνι φαίδιμος 'Έκτωρ
χαλκω̨̃ δη̨ώση̨, ἀπό τ' ὤμων τεύχε' ἕληται,
ἠ̃ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
ὡ̃δε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἰ̃ναι
ὄφρ' ἠὺ̈ς θεράπων Πηληϊάδεω 'Αχιλη̃ος
ἐξαυ̃τις Τρω̃άς τε καὶ 'Έκτορα χαλκοκορυστὴν
ὤσαιτο προτὶ ἄστυ, πολέων δ' ἀπὸ θυμὸν ἕλοιτο.
'Έκτορι δὲ πρωτίστω̨ ἀνάλκιδα θυμὸν ἐνη̃κεν:
ἐς δίφρον δ' ἀναβὰς φύγαδ' ἔτραπε, κέκλετο δ' ἄλλους
Τρω̃ας φευγέμεναι: γνω̃ γὰρ Διὸς ἱρὰ τάλαντα.
ἔνθ' οὐδ' ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν
πάντεσ, ἐπεὶ βασιλη̃α ἴδον βεβλαμμένον ἠ̃τορ
κείμενον ἐν νεκύων ἀγύρει: πολέες γὰρ ἐπ' αὐτω̨̃
κάππεσον, εὐ̃τ' ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.
οἳ δ' ἄρ' ἀπ' ὤμοιιν Σαρπηδόνος ἔντε' ἕλοντο
χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νη̃ας
δω̃κε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱόσ.
καὶ τότ' 'Απόλλωνα προσέφη νεφεληγερέτα Ζεύσ:
εἰ δ' ἄγε νυ̃ν φίλε Φοι̃βε, κελαινεφὲς αἱ̃μα κάθηρον
ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα
πολλὸν ἀπὸ πρὸ φέρων λου̃σον ποταμοι̃ο ῥοη̨̃σι
χρι̃σόν τ' ἀμβροσίη̨, περὶ δ' ἄμβροτα εἵματα ἕσσον:
πέμπε δέ μιν πομποι̃σιν ἅμα κραιπνοι̃σι φέρεσθαι
ὕπνω̨ καὶ θανάτω̨ διδυμάοσιν, οἵ ῥά μιν ὠ̃κα
θήσουσ' ἐν Λυκίης εὐρείης πίονι δήμω̨,
ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
τύμβω̨ τε στήλη̨ τε: τὸ γὰρ γέρας ἐστὶ θανόντων.

   '`Ως ἔφατ', οὐδ' ἄρα πατρὸς ἀνηκούστησεν 'Απόλλων.
βη̃ δὲ κατ' 'Ιδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,
αὐτίκα δ' ἐκ βελέων Σαρπηδόνα δι̃ον ἀείρας
πολλὸν ἀπὸ πρὸ φέρων λου̃σεν ποταμοι̃ο ῥοη̨̃σι
χρι̃σέν τ' ἀμβροσίη̨, περὶ δ' ἄμβροτα εἵματα ἕσσε:
πέμπε δέ μιν πομποι̃σιν ἅμα κραιπνοι̃σι φέρεσθαι,
ὕπνω̨ καὶ θανάτω̨ διδυμάοσιν, οἵ ῥά μιν ὠ̃κα
κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμω̨.

   Πάτροκλος δ' ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας
Τρω̃ας καὶ Λυκίους μετεκίαθε, καὶ μέγ' ἀάσθη
νήπιοσ: εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν
ἠ̃ τ' ἂν ὑπέκφυγε κη̃ρα κακὴν μέλανος θανάτοιο.
ἀλλ' αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρω̃ν:
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβει̃ καὶ ἀφείλετο νίκην
ῥηϊδίωσ, ὅτε δ' αὐτὸς ἐποτρύνη̨σι μάχεσθαι:
ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνη̃κεν.

   'Ένθα τίνα πρω̃τον τίνα δ' ὕστατον ἐξενάριξας
Πατρόκλεισ, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;
'Άδρηστον μὲν πρω̃τα καὶ Αὐτόνοον καὶ 'Έχεκλον
καὶ Πέριμον Μεγάδην καὶ 'Επίστορα καὶ Μελάνιππον,
αὐτὰρ ἔπειτ' 'Έλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην:
τοὺς ἕλεν: οἳ δ' ἄλλοι φύγαδε μνώοντο ἕκαστοσ.

   'Ένθά κεν ὑψίπυλον Τροίην ἕλον υἱ̃ες 'Αχαιω̃ν
Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θυ̃εν,
εἰ μὴ 'Απόλλων Φοι̃βος ἐϋδμήτου ἐπὶ πύργου
ἔστη τω̨̃ ὀλοὰ φρονέων, Τρώεσσι δ' ἀρήγων.
τρὶς μὲν ἐπ' ἀγκω̃νος βη̃ τείχεος ὑψηλοι̃ο
Πάτροκλοσ, τρὶς δ' αὐτὸν ἀπεστυφέλιξεν 'Απόλλων
χείρεσσ' ἀθανάτη̨σι φαεινὴν ἀσπίδα νύσσων.
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἰ̃σοσ,
δεινὰ δ' ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα:
χάζεο διογενὲς Πατρόκλεεσ: οὔ νύ τοι αἰ̃σα
σω̨̃ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,
οὐδ' ὑπ' 'Αχιλλη̃οσ, ὅς περ σέο πολλὸν ἀμείνων.

   '`Ως φάτο, Πάτροκλος δ' ἀνεχάζετο πολλὸν ὀπίσσω
μη̃νιν ἀλευάμενος ἑκατηβόλου 'Απόλλωνοσ.

   'Έκτωρ δ' ἐν Σκαιη̨̃σι πύλη̨ς ἔχε μώνυχας ἵππουσ:
δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὐ̃τις ἐλάσσασ,
ἠ̃ λαοὺς ἐς τει̃χος ὁμοκλήσειεν ἀλη̃ναι.
ταυ̃τ' ἄρα οἱ φρονέοντι παρίστατο Φοι̃βος 'Απόλλων
ἀνέρι εἰσάμενος αἰζηω̨̃ τε κρατερω̨̃ τε
'Ασίω̨, ὃς μήτρως ἠ̃ν 'Έκτορος ἱπποδάμοιο
αὐτοκασίγνητος 'Εκάβησ, υἱὸς δὲ Δύμαντοσ,
ὃς Φρυγίη̨ ναίεσκε ῥοη̨̃ς ἔπι Σαγγαρίοιο:
τω̨̃ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς 'Απόλλων:
'Έκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.
αἴθ' ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην:
τώ κε τάχα στυγερω̃ς πολέμου ἀπερωήσειασ.
ἀλλ' ἄγε Πατρόκλω̨ ἔφεπε κρατερώνυχας ἵππουσ,
αἴ κέν πώς μιν ἕλη̨σ, δώη̨ δέ τοι εὐ̃χος 'Απόλλων.

   '`Ως εἰπὼν ὃ μὲν αὐ̃τις ἔβη θεὸς ἂμ πόνον ἀνδρω̃ν,
Κεβριόνη̨ δ' ἐκέλευσε δαΐφρονι φαίδιμος 'Έκτωρ
ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ 'Απόλλων
δύσεθ' ὅμιλον ἰών, ἐν δὲ κλόνον 'Αργείοισιν
ἡ̃κε κακόν, Τρωσὶν δὲ καὶ 'Έκτορι κυ̃δος ὄπαζεν.
'Έκτωρ δ' ἄλλους μὲν Δαναοὺς ἔα οὐδ' ἐνάριζεν:
αὐτὰρ ὃ Πατρόκλω̨ ἔφεπε κρατερώνυχας ἵππουσ.
Πάτροκλος δ' ἑτέρωθεν ἀφ' ἵππων ἀ̃λτο χαμα̃ζε
σκαιη̨̃ ἔγχος ἔχων: ἑτέρηφι δὲ λάζετο πέτρον
μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,
ἡ̃κε δ' ἐρεισάμενοσ, οὐδὲ δὴν χάζετο φωτόσ,
οὐδ' ἁλίωσε βέλοσ, βάλε δ' 'Έκτορος ἡνιοχη̃α
Κεβριόνην νόθον υἱὸν ἀγακλη̃ος Πριάμοιο
ἵππων ἡνί' ἔχοντα μετώπιον ὀξέϊ λα̃ϊ.
ἀμφοτέρας δ' ὀφρυ̃ς σύνελεν λίθοσ, οὐδέ οἱ ἔσχεν
ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίη̨σιν
αὐτου̃ πρόσθε ποδω̃ν: ὃ δ' ἄρ' ἀρνευτη̃ρι ἐοικὼς
κάππεσ' ἀπ' εὐεργέος δίφρου, λίπε δ' ὀστέα θυμόσ.
τὸν δ' ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππευ̃:
ὢ πόποι ἠ̃ μάλ' ἐλαφρὸς ἀνήρ, ὡς ῥει̃α κυβιστα̨̃.
εἰ δή που καὶ πόντω̨ ἐν ἰχθυόεντι γένοιτο,
πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφω̃ν
νηὸς ἀποθρώ̨σκων, εἰ καὶ δυσπέμφελος εἴη,
ὡς νυ̃ν ἐν πεδίω̨ ἐξ ἵππων ῥει̃α κυβιστα̨̃.
ἠ̃ ῥα καὶ ἐν Τρώεσσι κυβιστητη̃ρες ἔασιν.

   '`Ως εἰπὼν ἐπὶ Κεβριόνη̨ ἥρωϊ βεβήκει
οἰ̃μα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων
ἔβλητο πρὸς στη̃θοσ, ἑή τέ μιν ὤλεσεν ἀλκή:
ὣς ἐπὶ Κεβριόνη̨ Πατρόκλεες ἀ̃λσο μεμαώσ.
'Έκτωρ δ' αὐ̃θ' ἑτέρωθεν ἀφ' ἵππων ἀ̃λτο χαμα̃ζε.
τὼ περὶ Κεβριόναο λέονθ' ὣς δηρινθήτην,
ὥ τ' ὄρεος κορυφη̨̃σι περὶ κταμένης ἐλάφοιο
ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον:
ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτη̃ς
Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος 'Έκτωρ
ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκω̨̃.
'Έκτωρ μὲν κεφαλη̃φιν ἐπεὶ λάβεν οὐχὶ μεθίει:
Πάτροκλος δ' ἑτέρωθεν ἔχεν ποδόσ: οἳ δὲ δὴ ἄλλοι
Τρω̃ες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.

   'Ως δ' Εὐ̃ρός τε Νότος τ' ἐριδαίνετον ἀλλήλοιιν
οὔρεος ἐν βήσση̨ς βαθέην πελεμιζέμεν ὕλην
φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,
αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους
ἠχη̨̃ θεσπεσίη̨, πάταγος δέ τε ἀγνυμενάων,
ὣς Τρω̃ες καὶ 'Αχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες
δή̨ουν, οὐδ' ἕτεροι μνώοντ' ὀλοοι̃ο φόβοιο.
πολλὰ δὲ Κεβριόνην ἀμφ' ὀξέα δου̃ρα πεπήγει
ἰοί τε πτερόεντες ἀπὸ νευρη̃φι θορόντεσ,
πολλὰ δὲ χερμάδια μεγάλ' ἀσπίδας ἐστυφέλιξαν
μαρναμένων ἀμφ' αὐτόν: ὃ δ' ἐν στροφάλιγγι κονίης
κει̃το μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.

   'Όφρα μὲν 'Ηέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πι̃πτε δὲ λαόσ:
ἠ̃μος δ' 'Ηέλιος μετενίσετο βουλυτὸν δέ,
καὶ τότε δή ῥ' ὑπὲρ αἰ̃σαν 'Αχαιοὶ φέρτεροι ἠ̃σαν.
ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν
Τρώων ἐξ ἐνοπη̃σ, καὶ ἀπ' ὤμων τεύχε' ἕλοντο,
Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.
τρὶς μὲν ἔπειτ' ἐπόρουσε θοω̨̃ ἀτάλαντος 'Άρηϊ
σμερδαλέα ἰάχων, τρὶς δ' ἐννέα φω̃τας ἔπεφνεν.
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἰ̃σοσ,
ἔνθ' ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή:
ἤντετο γάρ τοι Φοι̃βος ἐνὶ κρατερη̨̃ ὑσμίνη̨
δεινόσ: ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,
ἠέρι γὰρ πολλη̨̃ κεκαλυμμένος ἀντεβόλησε:
στη̃ δ' ὄπιθεν, πλη̃ξεν δὲ μετάφρενον εὐρέε τ' ὤμω
χειρὶ καταπρηνει̃, στρεφεδίνηθεν δέ οἱ ὄσσε.
του̃ δ' ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοι̃βος 'Απόλλων:
ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ' ἵππων
αὐλω̃πις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι
αἵματι καὶ κονίη̨σι: πάρος γε μὲν οὐ θέμις ἠ̃εν
ἱππόκομον πήληκα μιαίνεσθαι κονίη̨σιν,
ἀλλ' ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον
ῥύετ' 'Αχιλλη̃οσ: τότε δὲ Ζεὺς 'Έκτορι δω̃κεν
ἡ̨̃ κεφαλη̨̃ φορέειν, σχεδόθεν δέ οἱ ἠ̃εν ὄλεθροσ.
πα̃ν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος
βριθὺ μέγα στιβαρὸν κεκορυθμένον: αὐτὰρ ἀπ' ὤμων
ἀσπὶς σὺν τελαμω̃νι χαμαὶ πέσε τερμιόεσσα.
λυ̃σε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς 'Απόλλων.
τὸν δ' ἄτη φρένας εἱ̃λε, λύθεν δ' ὑπὸ φαίδιμα γυι̃α,
στη̃ δὲ ταφών: ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ
ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ
Πανθοΐδης Εὔφορβοσ, ὃς ἡλικίην ἐκέκαστο
ἔγχεΐ θ' ἱπποσύνη̨ τε πόδεσσί τε καρπαλίμοισι:
καὶ γὰρ δὴ τότε φω̃τας ἐείκοσι βη̃σεν ἀφ' ἵππων
πρω̃τ' ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο:
ὅς τοι πρω̃τος ἐφη̃κε βέλος Πατρόκλεες ἱππευ̃
οὐδὲ δάμασσ': ὃ μὲν αὐ̃τις ἀνέδραμε, μίκτο δ' ὁμίλω̨,
ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδ' ὑπέμεινε
Πάτροκλον γυμνόν περ ἐόντ' ἐν δηϊοτη̃τι.
Πάτροκλος δὲ θεου̃ πληγη̨̃ καὶ δουρὶ δαμασθεὶς
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κη̃ρ' ἀλεείνων.

   'Έκτωρ δ' ὡς εἰ̃δεν Πατροκλη̃α μεγάθυμον
ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκω̨̃,
ἀγχίμολόν ῥά οἱ ἠ̃λθε κατὰ στίχασ, οὐ̃τα δὲ δουρὶ
νείατον ἐς κενεω̃να, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε:
δούπησεν δὲ πεσών, μέγα δ' ἤκαχε λαὸν 'Αχαιω̃ν:
ὡς δ' ὅτε συ̃ν ἀκάμαντα λέων ἐβιήσατο χάρμη̨,
ὥ τ' ὄρεος κορυφη̨̃σι μέγα φρονέοντε μάχεσθον
πίδακος ἀμφ' ὀλίγησ: ἐθέλουσι δὲ πιέμεν ἄμφω:
πολλὰ δέ τ' ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν:
ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν
'Έκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα:
Πάτροκλ' ἠ̃ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,
Τρωϊάδας δὲ γυναι̃κας ἐλεύθερον ἠ̃μαρ ἀπούρας
ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαι̃αν
νήπιε: τάων δὲ πρόσθ' 'Έκτορος ὠκέες ἵπποι
ποσσὶν ὀρωρέχαται πολεμίζειν: ἔγχεϊ δ' αὐτὸς
Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω
ἠ̃μαρ ἀναγκαι̃ον: σὲ δέ τ' ἐνθάδε γυ̃πες ἔδονται.
ἀ̃ δείλ', οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν 'Αχιλλεύσ,
ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ' ἰόντι:
μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε
νη̃ας ἔπι γλαφυρὰς πρὶν 'Έκτορος ἀνδροφόνοιο
αἱματόεντα χιτω̃να περὶ στήθεσσι δαΐξαι.
ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πει̃θε.

   Τὸν δ' ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππευ̃:
ἤδη νυ̃ν 'Έκτορ μεγάλ' εὔχεο: σοὶ γὰρ ἔδωκε
νίκην Ζεὺς Κρονίδης καὶ 'Απόλλων, οἵ με δάμασσαν
ῥηιδίωσ: αὐτοὶ γὰρ ἀπ' ὤμων τεύχε' ἕλοντο.
τοιου̃τοι δ' εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,
πάντές κ' αὐτόθ' ὄλοντο ἐμω̨̃ ὑπὸ δουρὶ δαμέντεσ.
ἀλλά με μοι̃ρ' ὀλοὴ καὶ Λητου̃ς ἔκτανεν υἱόσ,
ἀνδρω̃ν δ' Εὔφορβοσ: σὺ δέ με τρίτος ἐξεναρίζεισ.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο ση̨̃σιν:
οὔ θην οὐδ' αὐτὸς δηρὸν βέη̨, ἀλλά τοι ἤδη
ἄγχι παρέστηκεν θάνατος καὶ μοι̃ρα κραταιὴ
χερσὶ δαμέντ' 'Αχιλη̃ος ἀμύμονος Αἰακίδαο.

   '`Ως ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε:
ψυχὴ δ' ἐκ ῥεθέων πταμένη 'Άϊδος δὲ βεβήκει
ὃν πότμον γοόωσα λιπου̃σ' ἀνδροτη̃τα καὶ ἥβην.
τὸν καὶ τεθνηω̃τα προσηύδα φαίδιμος 'Έκτωρ:
Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
τίς δ' οἰ̃δ' εἴ κ' 'Αχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
φθήη̨ ἐμω̨̃ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;

   '`Ως ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλη̃ς
εἴρυσε λὰξ προσβάσ, τὸν δ' ὕπτιον ὠ̃σ' ἀπὸ δουρόσ.
αὐτίκα δὲ ξὺν δουρὶ μετ' Αὐτομέδοντα βεβήκει
ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο:
ἵετο γὰρ βαλέειν: τὸν δ' ἔκφερον ὠκέες ἵπποι
ἄμβροτοι, οὓς Πηλη̃ϊ θεοὶ δόσαν ἀγλαὰ δω̃ρα.