ΙΛΙΑΔΟΣ Ρ

   Οὐδ' ἔλαθ' 'Ατρέος υἱὸν ἀρηΐφιλον Μενέλαον
Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτη̃τι.
βη̃ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκω̨̃,
ἀμφὶ δ' ἄρ' αὐτω̨̃ βαι̃ν' ὥς τις περὶ πόρτακι μήτηρ
πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυι̃α τόκοιο:
ὣς περὶ Πατρόκλω̨ βαι̃νε ξανθὸς Μενέλαοσ.
πρόσθε δέ οἱ δόρυ τ' ἔσχε καὶ ἀσπίδα πάντοσ' ἐΐσην,
τὸν κτάμεναι μεμαὼς ὅς τις του̃ γ' ἀντίος ἔλθοι.
οὐδ' ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε
Πατρόκλοιο πεσόντος ἀμύμονοσ: ἄγχι δ' ἄρ' αὐτου̃
ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον:
'Ατρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαω̃ν
χάζεο, λει̃πε δὲ νεκρόν, ἔα δ' ἔναρα βροτόεντα:
οὐ γάρ τις πρότερος Τρώων κλειτω̃ν τ' ἐπικούρων
Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην:
τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,
μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.

   Τὸν δὲ μέγ' ὀχθήσας προσέφη ξανθὸς Μενέλαοσ:
Ζευ̃ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.
οὔτ' οὐ̃ν παρδάλιος τόσσον μένος οὔτε λέοντος
οὔτε συὸς κάπρου ὀλοόφρονοσ, οὑ̃ τε μέγιστος
θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,
ὅσσον Πάνθου υἱ̃ες ἐϋμμελίαι φρονέουσιν.
οὐδὲ μὲν οὐδὲ βίη 'Υπερήνορος ἱπποδάμοιο
ἡ̃ς ἥβης ἀπόνηθ', ὅτε μ' ὤνατο καί μ' ὑπέμεινε
καί μ' ἔφατ' ἐν Δαναοι̃σιν ἐλέγχιστον πολεμιστὴν
ἔμμεναι: οὐδέ ἕ φημι πόδεσσί γε οἱ̃σι κιόντα
εὐφρη̃ναι ἄλοχόν τε φίλην κεδνούς τε τοκη̃ασ.
ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα
στήη̨σ: ἀλλά σ' ἔγωγ' ἀναχωρήσαντα κελεύω
ἐς πληθὺν ἰέναι, μηδ' ἀντίος ἵστασ' ἐμει̃ο
πρίν τι κακὸν παθέειν: ῥεχθὲν δέ τε νήπιος ἔγνω.

   '`Ως φάτο, τὸν δ' οὐ πει̃θεν: ἀμειβόμενος δὲ προσηύδα:
νυ̃ν μὲν δὴ Μενέλαε διοτρεφὲς ἠ̃ μάλα τείσεις
γνωτὸν ἐμὸν τὸν ἔπεφνεσ, ἐπευχόμενος δ' ἀγορεύεισ,
χήρωσας δὲ γυναι̃κα μυχω̨̃ θαλάμοιο νέοιο,
ἀρητὸν δὲ τοκευ̃σι γόον καὶ πένθος ἔθηκασ.
ἠ̃ κέ σφιν δειλοι̃σι γόου κατάπαυμα γενοίμην
εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε' ἐνείκας
Πάνθω̨ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίη̨.
ἀλλ' οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται
οὐδ' ἔτ' ἀδήριτος ἤτ' ἀλκη̃ς ἤτε φόβοιο.

   '`Ως εἰπὼν οὔτησε κατ' ἀσπίδα πάντοσ' ἐΐσην:
οὐδ' ἔρρηξεν χαλκόσ, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
ἀσπίδ' ἐνὶ κρατερη̨̃: ὃ δὲ δεύτερος ὄρνυτο χαλκω̨̃
'Ατρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί:
ἂψ δ' ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα
νύξ', ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείη̨ χειρὶ πιθήσασ:
ἀντικρὺ δ' ἁπαλοι̃ο δι' αὐχένος ἤλυθ' ἀκωκή,
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτω̨̃.
αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοι̃αι
πλοχμοί θ', οἳ χρυσω̨̃ τε καὶ ἀργύρω̨ ἐσφήκωντο.
οἱ̃ον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης
χώρω̨ ἐν οἰοπόλω̨, ὅθ' ἅλις ἀναβέβροχεν ὕδωρ,
καλὸν τηλεθάον: τὸ δέ τε πνοιαὶ δονέουσι
παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκω̨̃:
ἐλθὼν δ' ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλη̨̃
βόθρου τ' ἐξέστρεψε καὶ ἐξετάνυσσ' ἐπὶ γαίη̨:
τοι̃ον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον
'Ατρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχε' ἐσύλα.

   'Ως δ' ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς
βοσκομένης ἀγέλης βου̃ν ἁρπάση̨ ἥ τις ἀρίστη:
τη̃ς δ' ἐξ αὐχέν' ἔαξε λαβὼν κρατεροι̃σιν ὀδου̃σι
πρω̃τον, ἔπειτα δέ θ' αἱ̃μα καὶ ἔγκατα πάντα λαφύσσει
δη̨ω̃ν: ἀμφὶ δὲ τόν γε κύνες τ' ἄνδρές τε νομη̃ες
πολλὰ μάλ' ἰύζουσιν ἀπόπροθεν οὐδ' ἐθέλουσιν
ἀντίον ἐλθέμεναι: μάλα γὰρ χλωρὸν δέος αἱρει̃:
ὣς τω̃ν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα
ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.
ἔνθά κε ῥει̃α φέροι κλυτὰ τεύχεα Πανθοΐδαο
'Ατρεΐδησ, εἰ μή οἱ ἀγάσσατο Φοι̃βος 'Απόλλων,
ὅς ῥά οἱ 'Έκτορ' ἐπω̃ρσε θοω̨̃ ἀτάλαντον 'Άρηϊ
ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντη̨:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
'Έκτορ νυ̃ν σὺ μὲν ὡ̃δε θέεις ἀκίχητα διώκων
ἵππους Αἰακίδαο δαΐφρονοσ: οἳ δ' ἀλεγεινοὶ
ἀνδράσι γε θνητοι̃σι δαμήμεναι ἠδ' ὀχέεσθαι
ἄλλω̨ γ' ἢ 'Αχιλη̃ϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
τόφρα δέ τοι Μενέλαος ἀρήϊος 'Ατρέος υἱὸς
Πατρόκλω̨ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε
Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκη̃σ.

   '`Ως εἰπὼν ὃ μὲν αὐ̃τις ἔβη θεὸς ἂμ πόνον ἀνδρω̃ν,
'Έκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνασ:
πάπτηνεν δ' ἄρ' ἔπειτα κατὰ στίχασ, αὐτίκα δ' ἔγνω
τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ' ἐπὶ γαίη̨
κείμενον: ἔρρει δ' αἱ̃μα κατ' οὐταμένην ὠτειλήν.
βη̃ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκω̨̃
ὀξέα κεκλήγων φλογὶ εἴκελος 'Ηφαίστοιο
ἀσβέστω̨: οὐδ' υἱὸν λάθεν 'Ατρέος ὀξὺ βοήσασ:
ὀχθήσας δ' ἄρα εἰ̃πε πρὸς ὃν μεγαλήτορα θυμόν:
ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ
Πάτροκλόν θ', ὃς κει̃ται ἐμη̃ς ἕνεκ' ἐνθάδε τιμη̃σ,
μή τίς μοι Δαναω̃ν νεμεσήσεται ὅς κεν ἴδηται.
εἰ δέ κεν 'Έκτορι μου̃νος ἐὼν καὶ Τρωσὶ μάχωμαι
αἰδεσθείσ, μή πώς με περιστήωσ' ἕνα πολλοί:
Τρω̃ας δ' ἐνθάδε πάντας ἄγει κορυθαίολος 'Έκτωρ.
ἀλλὰ τί ἤ μοι ταυ̃τα φίλος διελέξατο θυμόσ;
ὁππότ' ἀνὴρ ἐθέλη̨ πρὸς δαίμονα φωτὶ μάχεσθαι
ὅν κε θεὸς τιμα̨̃, τάχα οἱ μέγα πη̃μα κυλίσθη.
τώ μ' οὔ τις Δαναω̃ν νεμεσήσεται ὅς κεν ἴδηται
'Έκτορι χωρήσαντ', ἐπεὶ ἐκ θεόφιν πολεμίζει.
εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοι̃ο πυθοίμην,
ἄμφω κ' αὐ̃τις ἰόντες ἐπιμνησαίμεθα χάρμης
καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν
Πηλεΐδη̨ 'Αχιλη̃ϊ: κακω̃ν δέ κε φέρτατον εἴη.

   Εἱ̃ος ὁ ταυ̃θ' ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν
τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον: ἠ̃ρχε δ' ἄρ' 'Έκτωρ.
αὐτὰρ ὅ γ' ἐξοπίσω ἀνεχάζετο, λει̃πε δὲ νεκρὸν
ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειοσ,
ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοι̃ο δίωνται
ἔγχεσι καὶ φωνη̨̃: του̃ δ' ἐν φρεσὶν ἄλκιμον ἠ̃τορ
παχνου̃ται, ἀέκων δέ τ' ἔβη ἀπὸ μεσσαύλοιο:
ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαοσ.
στη̃ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων
παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
τὸν δὲ μάλ' αἰ̃ψ' ἐνόησε μάχης ἐπ' ἀριστερὰ πάσης
θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι:
θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοι̃βος 'Απόλλων:
βη̃ δὲ θέειν, εἰ̃θαρ δὲ παριστάμενος ἔπος ηὔδα.
Αἰ̃αν δευ̃ρο πέπον, περὶ Πατρόκλοιο θανόντος
σπεύσομεν, αἴ κε νέκυν περ 'Αχιλλη̃ϊ προφέρωμεν
γυμνόν: ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος 'Έκτωρ.

   '`Ως ἔφατ', Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε:
βη̃ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαοσ.
'Έκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε' ἀπηύρα,
ἕλχ' ἵν' ἀπ' ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκω̨̃,
τὸν δὲ νέκυν Τρω̨η̨̃σιν ἐρυσσάμενος κυσὶ δοίη.
Αἴας δ' ἐγγύθεν ἠ̃λθε φέρων σάκος ἠΰτε πύργον:
'Έκτωρ δ' ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθ' ἑταίρων,
ἐς δίφρον δ' ἀνόρουσε: δίδου δ' ὅ γε τεύχεα καλὰ
Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτω̨̃.
Αἴας δ' ἀμφὶ Μενοιτιάδη̨ σάκος εὐρὺ καλύψας
ἑστήκει ὥς τίς τε λέων περὶ οἱ̃σι τέκεσσιν,
ὡ̨̃ ῥά τε νήπι' ἄγοντι συναντήσωνται ἐν ὕλη̨
ἄνδρες ἐπακτη̃ρεσ: ὃ δέ τε σθένεϊ βλεμεαίνει,
πα̃ν δέ τ' ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων:
ὣς Αἴας περὶ Πατρόκλω̨ ἥρωϊ βεβήκει.
'Ατρεΐδης δ' ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος
ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.

   Γλαυ̃κος δ' 'Ιππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρω̃ν
'Έκτορ' ὑπόδρα ἰδὼν χαλεπω̨̃ ἠνίπαπε μύθω̨:
'Έκτορ εἰ̃δος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.
ἠ̃ σ' αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.
φράζεο νυ̃ν ὅππως κε πόλιν καὶ ἄστυ σαώση̨ς
οἰ̃ος σὺν λαοι̃ς τοὶ 'Ιλίω̨ ἐγγεγάασιν:
οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοι̃σιν
εἰ̃σι περὶ πτόλιοσ, ἐπεὶ οὐκ ἄρα τις χάρις ἠ̃εν
μάρνασθαι δηΐοισιν ἐπ' ἀνδράσι νωλεμὲς αἰεί.
πω̃ς κε σὺ χείρονα φω̃τα σαώσειας μεθ' ὅμιλον
σχέτλι', ἐπεὶ Σαρπηδόν' ἅμα ξει̃νον καὶ ἑται̃ρον
κάλλιπες 'Αργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,
ὅς τοι πόλλ' ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτω̨̃
ζωὸς ἐών: νυ̃ν δ' οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλησ.
τὼ νυ̃ν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρω̃ν
οἴκαδ' ἴμεν, Τροίη̨ δὲ πεφήσεται αἰπὺς ὄλεθροσ.
εἰ γὰρ νυ̃ν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη
ἄτρομον, οἱ̃όν τ' ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης
ἀνδράσι δυσμενέεσσι πόνον καὶ δη̃ριν ἔθεντο,
αἰ̃ψά κε Πάτροκλον ἐρυσαίμεθα 'Ίλιον εἴσω.
εἰ δ' οὑ̃τος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμησ,
αἰ̃ψά κεν 'Αργει̃οι Σαρπηδόνος ἔντεα καλὰ
λύσειαν, καί κ' αὐτὸν ἀγοίμεθα 'Ίλιον εἴσω:
τοίου γὰρ θεράπων πέφατ' ἀνέροσ, ὃς μέγ' ἄριστος
'Αργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντεσ.
ἀλλὰ σύ γ' Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας
στήμεναι ἄντα κατ' ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτη̨̃,
οὐδ' ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.

   Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος 'Έκτωρ:
Γλαυ̃κε τί ἢ δὲ σὺ τοι̃ος ἐὼν ὑπέροπλον ἔειπεσ;
ὢ πόποι ἠ̃ τ' ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων
τω̃ν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι:
νυ̃ν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἱ̃ον ἔειπεσ,
ὅς τέ με φὴ̨ς Αἴαντα πελώριον οὐχ ὑπομει̃ναι.
οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων:
ἀλλ' αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβει̃ καὶ ἀφείλετο νίκην
ῥηϊδίωσ, ὁτὲ δ' αὐτὸς ἐποτρύνει μαχέσασθαι.
ἀλλ' ἄγε δευ̃ρο πέπον, παρ' ἔμ' ἵστασο καὶ ἴδε ἔργον,
ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεισ,
ἠ̃ τινα καὶ Δαναω̃ν ἀλκη̃ς μάλα περ μεμαω̃τα
σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντοσ.

   '`Ως εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσασ:
Τρω̃ες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκη̃σ,
ὄφρ' ἂν ἐγὼν 'Αχιλη̃ος ἀμύμονος ἔντεα δύω
καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάσ.

   '`Ως ἄρα φωνήσας ἀπέβη κορυθαίολος 'Έκτωρ
δηΐου ἐκ πολέμοιο: θέων δ' ἐκίχανεν ἑταίρους
ὠ̃κα μάλ' οὔ πω τη̃λε ποσὶ κραιπνοι̃σι μετασπών,
οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνοσ.
στὰς δ' ἀπάνευθε μάχης πολυδακρύου ἔντε' ἄμειβεν:
ἤτοι ὃ μὲν τὰ ἃ δω̃κε φέρειν προτὶ 'Ίλιον ἱρὴν
Τρωσὶ φιλοπτολέμοισιν, ὃ δ' ἄμβροτα τεύχεα δυ̃νε
Πηλεΐδεω 'Αχιλη̃ος ἅ οἱ θεοὶ οὐρανίωνες
πατρὶ φίλω̨ ἔπορον: ὃ δ' ἄρα ὡ̨̃ παιδὶ ὄπασσε
γηράσ: ἀλλ' οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.

   Τὸν δ' ὡς οὐ̃ν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς
τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,
κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν:
ἀ̃ δείλ' οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν
ὃς δή τοι σχεδὸν εἰ̃σι: σὺ δ' ἄμβροτα τεύχεα δύνεις
ἀνδρὸς ἀριστη̃οσ, τόν τε τρομέουσι καὶ ἄλλοι:
του̃ δὴ ἑται̃ρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,
τεύχεα δ' οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων
εἵλευ: ἀτάρ τοι νυ̃ν γε μέγα κράτος ἐγγυαλίξω,
τω̃ν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι
δέξεται 'Ανδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνοσ.

   ~'Η καὶ κυανέη̨σιν ἐπ' ὀφρύσι νευ̃σε Κρονίων.
'Έκτορι δ' ἥρμοσε τεύχε' ἐπὶ χροΐ, δυ̃ δέ μιν 'Άρης
δεινὸς ἐνυάλιοσ, πλη̃σθεν δ' ἄρα οἱ μέλε' ἐντὸς
ἀλκη̃ς καὶ σθένεοσ: μετὰ δὲ κλειτοὺς ἐπικούρους
βη̃ ῥα μέγα ἰάχων: ἰνδάλλετο δέ σφισι πα̃σι
τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνοσ.
ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι
Μέσθλην τε Γλαυ̃κόν τε Μέδοντά τε Θερσίλοχόν τε
'Αστεροπαι̃όν τε Δεισήνορά θ' 'Ιππόθοόν τε
Φόρκυν τε Χρομίον τε καὶ 'Έννομον οἰωνιστήν:
τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα:
κέκλυτε μυρία φυ̃λα περικτιόνων ἐπικούρων:
οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων
ἐνθάδ' ἀφ' ὑμετέρων πολίων ἤγειρα ἕκαστον,
ἀλλ' ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα
προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ' 'Αχαιω̃ν.
τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδη̨̃
λαούσ, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.
τώ τις νυ̃ν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω
ἠὲ σαωθήτω: ἣ γὰρ πολέμου ὀαριστύσ.
ὃς δέ κε Πάτροκλον καὶ τεθνηω̃τά περ ἔμπης
Τρω̃ας ἐς ἱπποδάμους ἐρύση̨, εἴξη̨ δέ οἱ Αἴασ,
ἥμισυ τω̨̃ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ' αὐτὸς
ἕξω ἐγώ: τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.

   '`Ως ἔφαθ', οἳ δ' ἰθὺς Δαναω̃ν βρίσαντες ἔβησαν
δούρατ' ἀνασχόμενοι: μάλα δέ σφισιν ἔλπετο θυμὸς
νεκρὸν ὑπ' Αἴαντος ἐρύειν Τελαμωνιάδαο
νήπιοι: ἠ̃ τε πολέσσιν ἐπ' αὐτω̨̃ θυμὸν ἀπηύρα.
καὶ τότ' ἄρ' Αἴας εἰ̃πε βοὴν ἀγαθὸν Μενέλαον:
ὠ̃ πέπον ὠ̃ Μενέλαε διοτρεφὲς οὐκέτι νω̃ϊ
ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.
οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,
ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ' οἰωνούσ,
ὅσσον ἐμη̨̃ κεφαλη̨̃ περιδείδια μή τι πάθη̨σι,
καὶ ση̨̃, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει
'Έκτωρ, ἡμι̃ν δ' αὐ̃τ' ἀναφαίνεται αἰπὺς ὄλεθροσ.
ἀλλ' ἄγ' ἀριστη̃ας Δαναω̃ν κάλει, ἤν τις ἀκούση̨.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαοσ,
ἤϋσεν δὲ διαπρύσιον Δαναοι̃σι γεγωνώσ:
ὠ̃ φίλοι 'Αργείων ἡγήτορες ἠδὲ μέδοντες
οἵ τε παρ' 'Ατρεΐδη̨ς 'Αγαμέμνονι καὶ Μενελάω̨
δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος
λαοι̃σ: ἐκ δὲ Διὸς τιμὴ καὶ κυ̃δος ὀπηδει̃.
ἀργαλέον δέ μοί ἐστι διασκοπια̃σθαι ἕκαστον
ἡγεμόνων: τόσση γὰρ ἔρις πολέμοιο δέδηεν:
ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δ' ἐνὶ θυμω̨̃
Πάτροκλον Τρω̨η̨̃σι κυσὶν μέλπηθρα γενέσθαι.

   '`Ως ἔφατ', ὀξὺ δ' ἄκουσεν 'Οϊλη̃ος ταχὺς Αἴασ:
πρω̃τος δ' ἀντίος ἠ̃λθε θέων ἀνὰ δηϊοτη̃τα,
τὸν δὲ μετ' 'Ιδομενεὺς καὶ ὀπάων 'Ιδομενη̃ος
Μηριόνης ἀτάλαντος 'Ενυαλίω̨ ἀνδρειφόντη̨.
τω̃ν δ' ἄλλων τίς κεν ἡ̨̃σι φρεσὶν οὐνόματ' εἴποι,
ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν 'Αχαιω̃ν;

   Τρω̃ες δὲ προὔτυψαν ἀολλέεσ: ἠ̃ρχε δ' ἄρ' 'Έκτωρ.
ὡς δ' ὅτ' ἐπὶ προχοη̨̃σι διιπετέος ποταμοι̃ο
βέβρυχεν μέγα κυ̃μα ποτὶ ῥόον, ἀμφὶ δέ τ' ἄκραι
ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,
τόσση̨ ἄρα Τρω̃ες ἰαχη̨̃ ἴσαν. αὐτὰρ 'Αχαιοὶ
ἕστασαν ἀμφὶ Μενοιτιάδη̨ ἕνα θυμὸν ἔχοντες
φραχθέντες σάκεσιν χαλκήρεσιν: ἀμφὶ δ' ἄρά σφι
λαμπρη̨̃σιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν
χευ̃', ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,
ὄφρα ζωὸς ἐὼν θεράπων ἠ̃ν Αἰακίδαο:
μίσησεν δ' ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι
Τρω̨η̨̃σιν: τὼ καί οἱ ἀμυνέμεν ὠ̃ρσεν ἑταίρουσ.

   ~'Ωσαν δὲ πρότεροι Τρω̃ες ἑλίκωπας 'Αχαιούσ:
νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τιν' αὐτω̃ν
Τρω̃ες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,
ἀλλὰ νέκυν ἐρύοντο: μίνυνθα δὲ καὶ του̃ 'Αχαιοὶ
μέλλον ἀπέσσεσθαι: μάλα γάρ σφεας ὠ̃κ' ἐλέλιξεν
Αἴασ, ὃς περὶ μὲν εἰ̃δοσ, περὶ δ' ἔργα τέτυκτο
τω̃ν ἄλλων Δαναω̃ν μετ' ἀμύμονα Πηλεΐωνα.
ἴθυσεν δὲ διὰ προμάχων συὶ̈ εἴκελος ἀλκὴν
καπρίω̨, ὅς τ' ἐν ὄρεσσι κύνας θαλερούς τ' αἰζηοὺς
ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσασ:
ὣς υἱὸς Τελαμω̃νος ἀγαυου̃ φαίδιμος Αἴας
ῥει̃α μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας
οἳ περὶ Πατρόκλω̨ βέβασαν, φρόνεον δὲ μάλιστα
ἄστυ πότι σφέτερον ἐρύειν καὶ κυ̃δος ἀρέσθαι.

   'Ήτοι τὸν Λήθοιο Πελασγου̃ φαίδιμος υἱὸς
'Ιππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
δησάμενος τελαμω̃νι παρὰ σφυρὸν ἀμφὶ τένοντας
'Έκτορι καὶ Τρώεσσι χαριζόμενοσ: τάχα δ' αὐτω̨̃
ἠ̃λθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
τὸν δ' υἱὸς Τελαμω̃νος ἐπαΐξας δι' ὁμίλου
πλη̃ξ' αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρή̨ου:
ἤρικε δ' ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκη̨̃
πληγει̃σ' ἔγχεΐ τε μεγάλω̨ καὶ χειρὶ παχείη̨,
ἐγκέφαλος δὲ παρ' αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλη̃ς
αἱματόεισ: του̃ δ' αὐ̃θι λύθη μένοσ, ἐκ δ' ἄρα χειρω̃ν
Πατρόκλοιο πόδα μεγαλήτορος ἡ̃κε χαμα̃ζε
κει̃σθαι: ὃ δ' ἄγχ' αὐτοι̃ο πέσε πρηνὴς ἐπὶ νεκρω̨̃
τη̃λ' ἀπὸ Λαρίσης ἐριβώλακοσ, οὐδὲ τοκευ̃σι
θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
ἔπλεθ' ὑπ' Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.

   'Έκτωρ δ' αὐ̃τ' Αἴαντος ἀκόντισε δουρὶ φαεινω̨̃:
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
τυτθόν: ὃ δὲ Σχεδίον μεγαθύμου 'Ιφίτου υἱὸν
Φωκήων ὄχ' ἄριστον, ὃς ἐν κλειτω̨̃ Πανοπη̃ϊ
οἰκία ναιετάασκε πολέσσ' ἄνδρεσσιν ἀνάσσων,
τὸν βάλ' ὑπὸ κληι̃̈δα μέσην: διὰ δ' ἀμπερὲς ἄκρη
αἰχμὴ χαλκείη παρὰ νείατον ὠ̃μον ἀνέσχε:
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτω̨̃.

   Αἴας δ' αὐ̃ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν
'Ιπποθόω̨ περιβάντα μέσην κατὰ γαστέρα τύψε:
ῥη̃ξε δὲ θώρηκος γύαλον, διὰ δ' ἔντερα χαλκὸς
ἤφυσ': ὃ δ' ἐν κονίη̨σι πεσὼν ἕλε γαι̃αν ἀγοστω̨̃.
χώρησαν δ' ὑπό τε πρόμαχοι καὶ φαίδιμος 'Έκτωρ:
'Αργει̃οι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς
Φόρκυν θ' 'Ιππόθοόν τε, λύοντο δὲ τεύχε' ἀπ' ὤμων.

   'Ένθά κεν αὐ̃τε Τρω̃ες ἀρηϊφίλων ὑπ' 'Αχαιω̃ν
'Ίλιον εἰσανέβησαν ἀναλκείη̨σι δαμέντεσ,
'Αργει̃οι δέ κε κυ̃δος ἕλον καὶ ὑπὲρ Διὸς αἰ̃σαν
κάρτεϊ καὶ σθένεϊ σφετέρω̨: ἀλλ' αὐτὸς 'Απόλλων
Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς
κήρυκι 'Ηπυτίδη̨, ὅς οἱ παρὰ πατρὶ γέροντι
κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώσ:
τω̨̃ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς 'Απόλλων:
Αἰνεία πω̃ς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε
'Ίλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους
κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέη̨ τε
πλήθεΐ τε σφετέρω̨ καὶ ὑπερδέα δη̃μον ἔχοντασ:
ἡμι̃ν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοι̃σι
νίκην: ἀλλ' αὐτοὶ τρει̃τ' ἄσπετον οὐδὲ μάχεσθε.

   '`Ως ἔφατ', Αἰνείας δ' ἑκατηβόλον 'Απόλλωνα
ἔγνω ἐς ἄντα ἰδών, μέγα δ' 'Έκτορα εἰ̃πε βοήσασ:
'Έκτόρ τ' ἠδ' ἄλλοι Τρώων ἀγοὶ ἠδ' ἐπικούρων
αἰδὼς μὲν νυ̃ν ἡ̃δε γ' ἀρηϊφίλων ὑπ' 'Αχαιω̃ν
'Ίλιον εἰσαναβη̃ναι ἀναλκείη̨σι δαμέντασ.
ἀλλ' ἔτι γάρ τίς φησι θεω̃ν ἐμοὶ ἄγχι παραστὰς
Ζη̃ν' ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἰ̃ναι:
τώ ῥ' ἰθὺς Δαναω̃ν ἴομεν, μηδ' οἵ γε ἕκηλοι
Πάτροκλον νηυσὶν πελασαίατο τεθνηω̃τα.

   '`Ως φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη:
οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν 'Αχαιω̃ν.
ἔνθ' αὐ̃τ' Αἰνείας Λειώκριτον οὔτασε δουρὶ
υἱὸν 'Αρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑται̃ρον.
τὸν δὲ πεσόντ' ἐλέησεν ἀρηΐφιλος Λυκομήδησ,
στη̃ δὲ μάλ' ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινω̨̃,
καὶ βάλεν 'Ιππασίδην 'Απισάονα ποιμένα λαω̃ν
ἡ̃παρ ὑπὸ πραπίδων, εἰ̃θαρ δ' ὑπὸ γούνατ' ἔλυσεν,
ὅς ῥ' ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,
καὶ δὲ μετ' 'Αστεροπαι̃ον ἀριστεύεσκε μάχεσθαι.

   Τὸν δὲ πεσόντ' ἐλέησεν ἀρήϊος 'Αστεροπαι̃οσ,
ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοι̃σι μάχεσθαι:
ἀλλ' οὔ πως ἔτι εἰ̃χε: σάκεσσι γὰρ ἔρχατο πάντη̨
ἑσταότες περὶ Πατρόκλω̨, πρὸ δὲ δούρατ' ἔχοντο.
Αἴας γὰρ μάλα πάντας ἐπώ̨χετο πολλὰ κελεύων:
οὔτέ τιν' ἐξοπίσω νεκρου̃ χάζεσθαι ἀνώγει
οὔτέ τινα προμάχεσθαι 'Αχαιω̃ν ἔξοχον ἄλλων,
ἀλλὰ μάλ' ἀμφ' αὐτω̨̃ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.
ὣς Αἴας ἐπέτελλε πελώριοσ, αἵματι δὲ χθὼν
δεύετο πορφυρέω̨, τοὶ δ' ἀγχιστι̃νοι ἔπιπτον
νεκροὶ ὁμου̃ Τρώων καὶ ὑπερμενέων ἐπικούρων
καὶ Δαναω̃ν: οὐδ' οἳ γὰρ ἀναιμωτί γε μάχοντο,
παυρότεροι δὲ πολὺ φθίνυθον: μέμνηντο γὰρ αἰεὶ
ἀλλήλοις ἀν' ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.

   '`Ως οἳ μὲν μάρναντο δέμας πυρόσ, οὐδέ κε φαίης
οὔτέ ποτ' ἠέλιον σω̃ν ἔμμεναι οὔτε σελήνην:
ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ' ὅσσον ἄριστοι
ἕστασαν ἀμφὶ Μενοιτιάδη̨ κατατεθνηω̃τι.
οἳ δ' ἄλλοι Τρω̃ες καὶ ἐϋκνήμιδες 'Αχαιοὶ
εὔκηλοι πολέμιζον ὑπ' αἰθέρι, πέπτατο δ' αὐγὴ
ἠελίου ὀξει̃α, νέφος δ' οὐ φαίνετο πάσης
γαίης οὐδ' ὀρέων: μεταπαυόμενοι δὲ μάχοντο
ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα
πολλὸν ἀφεσταότεσ. τοὶ δ' ἐν μέσω̨ ἄλγε' ἔπασχον
ἠέρι καὶ πολέμω̨, τείροντο δὲ νηλέϊ χαλκω̨̃
ὅσσοι ἄριστοι ἔσαν: δύο δ' οὔ πω φω̃τε πεπύσθην
ἀνέρε κυδαλίμω Θρασυμήδης 'Αντίλοχός τε
Πατρόκλοιο θανόντος ἀμύμονοσ, ἀλλ' ἔτ' ἔφαντο
ζωὸν ἐνὶ πρώτω̨ ὁμάδω̨ Τρώεσσι μάχεσθαι.
τὼ δ' ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ
ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηω̃ν.

   Τοι̃ς δὲ πανημερίοις ἔριδος μέγα νει̃κος ὀρώρει
ἀργαλέησ: καμάτω̨ δὲ καὶ ἱδρω̨̃ νωλεμὲς αἰεὶ
γούνατά τε κνη̃μαί τε πόδες θ' ὑπένερθεν ἑκάστου
χει̃ρές τ' ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν
ἀμφ' ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.
ὡς δ' ὅτ' ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
λαοι̃σιν δώη̨ τανύειν μεθύουσαν ἀλοιφη̨̃:
δεξάμενοι δ' ἄρα τοί γε διαστάντες τανύουσι
κυκλόσ', ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ' ἀλοιφὴ
πολλω̃ν ἑλκόντων, τάνυται δέ τε πα̃σα διὰ πρό:
ὣς οἵ γ' ἔνθα καὶ ἔνθα νέκυν ὀλίγη̨ ἐνὶ χώρη̨
εἵλκεον ἀμφότεροι: μάλα δέ σφισιν ἔλπετο θυμὸς
Τρωσὶν μὲν ἐρύειν προτὶ 'Ίλιον, αὐτὰρ 'Αχαιοι̃ς
νη̃ας ἔπι γλαφυράσ: περὶ δ' αὐτου̃ μω̃λος ὀρώρει
ἄγριοσ: οὐδέ κ' 'Άρης λαοσσόος οὐδέ κ' 'Αθήνη
τόν γε ἰδου̃σ' ὀνόσαιτ', οὐδ' εἰ μάλα μιν χόλος ἵκοι:
τοι̃ον Ζεὺς ἐπὶ Πατρόκλω̨ ἀνδρω̃ν τε καὶ ἵππων
ἤματι τω̨̃ ἐτάνυσσε κακὸν πόνον: οὐδ' ἄρα πώ τι
ἤ̨δεε Πάτροκλον τεθνηότα δι̃ος 'Αχιλλεύσ:
πολλὸν γὰρ ῥ' ἀπάνευθε νεω̃ν μάρναντο θοάων
τείχει ὕπο Τρώων: τό μιν οὔ ποτε ἔλπετο θυμω̨̃
τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλη̨σιν
ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν
ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτω̨̃:
πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,
ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.
δὴ τότε γ' οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη
μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑται̃ροσ.

   Οἳ δ' αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ' ἔχοντες
νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον:
ὡ̃δε δέ τις εἴπεσκεν 'Αχαιω̃ν χαλκοχιτώνων:
ὠ̃ φίλοι οὐ μὰν ἡ̃μιν ἐϋκλεὲς ἀπονέεσθαι
νη̃ας ἔπι γλαφυράσ, ἀλλ' αὐτου̃ γαι̃α μέλαινα
πα̃σι χάνοι: τό κεν ἡ̃μιν ἄφαρ πολὺ κέρδιον εἴη
εἰ του̃τον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν
ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κυ̃δος ἀρέσθαι.

   '`Ως δέ τις αὐ̃ Τρώων μεγαθύμων αὐδήσασκεν:
ὠ̃ φίλοι, εἰ καὶ μοι̃ρα παρ' ἀνέρι τω̨̃δε δαμη̃ναι
πάντας ὁμω̃σ, μή πώ τις ἐρωείτω πολέμοιο.

   '`Ως ἄρα τις εἴπεσκε, μένος δ' ὄρσασκεν ἑκάστου.
ὣς οἳ μὲν μάρναντο, σιδήρειος δ' ὀρυμαγδὸς
χάλκεον οὐρανὸν ἱ̃κε δι' αἰθέρος ἀτρυγέτοιο:
ἵπποι δ' Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες
κλαι̃ον, ἐπεὶ δὴ πρω̃τα πυθέσθην ἡνιόχοιο
ἐν κονίη̨σι πεσόντος ὑφ' 'Έκτορος ἀνδροφόνοιο.
ἠ̃ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς
πολλὰ μὲν ἂρ μάστιγι θοη̨̃ ἐπεμαίετο θείνων,
πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ' ἀρειη̨̃:
τὼ δ' οὔτ' ἂψ ἐπὶ νη̃ας ἐπὶ πλατὺν 'Ελλήσποντον
ἠθελέτην ἰέναι οὔτ' ἐς πόλεμον μετ' 'Αχαιούσ,
ἀλλ' ὥς τε στήλη μένει ἔμπεδον, ἥ τ' ἐπὶ τύμβω̨
ἀνέρος ἑστήκη̨ τεθνηότος ἠὲ γυναικόσ,
ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες
οὔδει ἐνισκίμψαντε καρήατα: δάκρυα δέ σφι
θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν
ἡνιόχοιο πόθω̨: θαλερὴ δ' ἐμιαίνετο χαίτη
ζεύγλης ἐξεριπου̃σα παρὰ ζυγὸν ἀμφοτέρωθεν.

   Μυρομένω δ' ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν:

   ἀ̃ δειλώ, τί σφω̃ϊ δόμεν Πηλη̃ϊ ἄνακτι
θνητω̨̃, ὑμει̃ς δ' ἐστὸν ἀγήρω τ' ἀθανάτω τε;
ἠ̃ ἵνα δυστήνοισι μετ' ἀνδράσιν ἄλγε' ἔχητον;
οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς
πάντων, ὅσσά τε γαι̃αν ἔπι πνείει τε καὶ ἕρπει.
ἀλλ' οὐ μὰν ὑμι̃ν γε καὶ ἅρμασι δαιδαλέοισιν
'Έκτωρ Πριαμίδης ἐποχήσεται: οὐ γὰρ ἐάσω.
ἠ̃ οὐχ ἅλις ὡς καὶ τεύχε' ἔχει καὶ ἐπεύχεται αὔτωσ;
σφω̃ϊν δ' ἐν γούνεσσι βαλω̃ μένος ἠδ' ἐνὶ θυμω̨̃,
ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο
νη̃ας ἔπι γλαφυράσ: ἔτι γάρ σφισι κυ̃δος ὀρέξω
κτείνειν, εἰς ὅ κε νη̃ας ἐϋσσέλμους ἀφίκωνται
δύη̨ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθη̨:

   '`Ως εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.
τὼ δ' ἀπὸ χαιτάων κονίην οὐ̃δας δὲ βαλόντε
ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρω̃ας καὶ 'Αχαιούσ.
τοι̃σι δ' ἐπ' Αὐτομέδων μάχετ' ἀχνύμενός περ ἑταίρου
ἵπποις ἀΐσσων ὥς τ' αἰγυπιὸς μετὰ χη̃νασ:
ῥέα μὲν γὰρ φεύγεσκεν ὑπ' ἐκ Τρώων ὀρυμαγδου̃,
ῥει̃α δ' ἐπαΐξασκε πολὺν καθ' ὅμιλον ὀπάζων.
ἀλλ' οὐχ ἥ̨ρει φω̃τας ὅτε σεύαιτο διώκειν:
οὐ γάρ πως ἠ̃ν οἰ̃ον ἐόνθ' ἱερω̨̃ ἐνὶ δίφρω̨
ἔγχει ἐφορμα̃σθαι καὶ ἐπίσχειν ὠκέας ἵππουσ.
ὀψὲ δὲ δή μιν ἑται̃ρος ἀνὴρ ἴδεν ὀφθαλμοι̃σιν
'Αλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο:
στη̃ δ' ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα:
Αὐτόμεδον, τίς τοί νυ θεω̃ν νηκερδέα βουλὴν
ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάσ;
οἱ̃ον πρὸς Τρω̃ας μάχεαι πρώτω̨ ἐν ὁμίλω̨
μου̃νοσ: ἀτάρ τοι ἑται̃ρος ἀπέκτατο, τεύχεα δ' 'Έκτωρ
αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.

   Τὸν δ' αὐ̃τ' Αὐτομέδων προσέφη Διώρεος υἱόσ:
'Αλκίμεδον τίς γάρ τοι 'Αχαιω̃ν ἄλλος ὁμοι̃ος
ἵππων ἀθανάτων ἐχέμεν δμη̃σίν τε μένος τε,
εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος
ζωὸς ἐών; νυ̃ν αὐ̃ θάνατος καὶ μοι̃ρα κιχάνει.
ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα
δέξαι, ἐγὼ δ' ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.

   '`Ως ἔφατ', 'Αλκιμέδων δὲ βοηθόον ἅρμ' ἐπορούσας
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
Αὐτομέδων δ' ἀπόρουσε: νόησε δὲ φαίδιμος 'Έκτωρ,
αὐτίκα δ' Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα:
Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
ἵππω τώδ' ἐνόησα ποδώκεος Αἰακίδαο
ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοι̃σι:
τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμω̨̃
σω̨̃ ἐθέλεισ, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νω̃ϊ
τλαι̃εν ἐναντίβιον στάντες μαχέσασθαι 'Άρηϊ.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησεν ἐὺ̈ς πάϊς 'Αγχίσαο.
τὼ δ' ἰθὺς βήτην βοέη̨ς εἰλυμένω ὤμους
αὔη̨σι στερεη̨̃σι: πολὺς δ' ἐπελήλατο χαλκόσ.
τοι̃σι δ' ἅμα Χρομίος τε καὶ 'Άρητος θεοειδὴς
ἤϊσαν ἀμφότεροι: μάλα δέ σφισιν ἔλπετο θυμὸς
αὐτώ τε κτενέειν ἐλάαν τ' ἐριαύχενας ἵππους
νήπιοι, οὐδ' ἄρ' ἔμελλον ἀναιμωτί γε νέεσθαι
αὐ̃τις ἀπ' Αὐτομέδοντοσ. ὃ δ' εὐξάμενος Διὶ πατρὶ
ἀλκη̃ς καὶ σθένεος πλη̃το φρένας ἀμφὶ μελαίνασ:
αὐτίκα δ' 'Αλκιμέδοντα προσηύδα πιστὸν ἑται̃ρον:
'Αλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππουσ,
ἀλλὰ μάλ' ἐμπνείοντε μεταφρένω̨: οὐ γὰρ ἔγωγε
'Έκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,
πρίν γ' ἐπ' 'Αχιλλη̃ος καλλίτριχε βήμεναι ἵππω
νω̃ϊ κατακτείναντα, φοβη̃σαί τε στίχας ἀνδρω̃ν
'Αργείων, ἤ κ' αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.

   '`Ως εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον:
Αἴαντ' 'Αργείων ἡγήτορε καὶ Μενέλαε
ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ' οἵ περ ἄριστοι
ἀμφ' αὐτω̨̃ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρω̃ν,
νω̃ϊν δὲ ζωοι̃σιν ἀμύνετε νηλεὲς ἠ̃μαρ:
τη̨̃δε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα
'Έκτωρ Αἰνείας θ', οἳ Τρώων εἰσὶν ἄριστοι.
ἀλλ' ἤτοι μὲν ταυ̃τα θεω̃ν ἐν γούνασι κει̃ται:
ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.

   ~'Η ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχοσ,
καὶ βάλεν 'Αρήτοιο κατ' ἀσπίδα πάντοσ' ἐΐσην:
ἣ δ' οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκόσ,
νειαίρη̨ δ' ἐν γαστρὶ διὰ ζωστη̃ρος ἔλασσεν.
ὡς δ' ὅτ' ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ
κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο
ἰ̃να τάμη̨ διὰ πα̃σαν, ὃ δὲ προθορὼν ἐρίπη̨σιν,
ὣς ἄρ' ὅ γε προθορὼν πέσεν ὕπτιοσ: ἐν δέ οἱ ἔγχος
νηδυίοισι μάλ' ὀξὺ κραδαινόμενον λύε γυι̃α.
'Έκτωρ δ' Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινω̨̃:
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχοσ:
πρόσσω γὰρ κατέκυψε, τὸ δ' ἐξόπιθεν δόρυ μακρὸν
οὔδει ἐνισκίμφθη, ἐπὶ δ' οὐρίαχος πελεμίχθη
ἔγχεοσ: ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος 'Άρησ.
καί νύ κε δὴ ξιφέεσσ' αὐτοσχεδὸν ὁρμηθήτην
εἰ μή σφω' Αἴαντε διέκριναν μεμαω̃τε,
οἵ ῥ' ἠ̃λθον καθ' ὅμιλον ἑταίρου κικλήσκοντοσ:
τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὐ̃τις
'Έκτωρ Αἰνείας τ' ἠδὲ Χρομίος θεοειδήσ,
'Άρητον δὲ κατ' αὐ̃θι λίπον δεδαϊγμένον ἠ̃τορ
κείμενον: Αὐτομέδων δὲ θοω̨̃ ἀτάλαντος 'Άρηϊ
τεύχεά τ' ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα:
ἠ̃ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος
κη̃ρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.

   '`Ως εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
θη̃κ', ἂν δ' αὐτὸς ἔβαινε πόδας καὶ χει̃ρας ὕπερθεν
αἱματόεις ὥς τίς τε λέων κατὰ ταυ̃ρον ἐδηδώσ.

   '`Αψ δ' ἐπὶ Πατρόκλω̨ τέτατο κρατερὴ ὑσμίνη
ἀργαλέη πολύδακρυσ, ἔγειρε δὲ νει̃κος 'Αθήνη
οὐρανόθεν καταβα̃σα: προη̃κε γὰρ εὐρύοπα Ζεὺς
ὀρνύμεναι Δαναούσ: δὴ γὰρ νόος ἐτράπετ' αὐτου̃.
ἠΰτε πορφυρέην ἰ̃ριν θνητοι̃σι τανύσση̨
Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο
ἢ καὶ χειμω̃νος δυσθαλπέοσ, ὅς ῥά τε ἔργων
ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μη̃λα δὲ κήδει,
ὣς ἣ πορφυρέη̨ νεφέλη̨ πυκάσασα ἓ αὐτὴν
δύσετ' 'Αχαιω̃ν ἔθνοσ, ἔγειρε δὲ φω̃τα ἕκαστον.
πρω̃τον δ' 'Ατρέος υἱὸν ἐποτρύνουσα προσηύδα
ἴφθιμον Μενέλαον: ὃ γάρ ῥά οἱ ἐγγύθεν ἠ̃εν:
εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν:
σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος
ἔσσεται εἴ κ' 'Αχιλη̃ος ἀγαυου̃ πιστὸν ἑται̃ρον
τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.
ἀλλ' ἔχεο κρατερω̃σ, ὄτρυνε δὲ λαὸν ἅπαντα.

   Τὴν δ' αὐ̃τε προσέειπε βοὴν ἀγαθὸς Μενέλαοσ:
Φοι̃νιξ ἄττα γεραιὲ παλαιγενέσ, εἰ γὰρ 'Αθήνη
δοίη κάρτος ἐμοί, βελέων δ' ἀπερύκοι ἐρωήν:
τώ κεν ἔγωγ' ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν
Πατρόκλω̨: μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.
ἀλλ' 'Έκτωρ πυρὸς αἰνὸν ἔχει μένοσ, οὐδ' ἀπολήγει
χαλκω̨̃ δηϊόων: τω̨̃ γὰρ Ζεὺς κυ̃δος ὀπάζει.

   '`Ως φάτο, γήθησεν δὲ θεὰ γλαυκω̃πις 'Αθήνη,
ὅττί ῥά οἱ πάμπρωτα θεω̃ν ἠρήσατο πάντων.
ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,
καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνη̃κεν,
ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο
ἰσχανάα̨ δακέειν, λαρόν τέ οἱ αἱ̃μ' ἀνθρώπου:
τοίου μιν θάρσευς πλη̃σε φρένας ἀμφὶ μελαίνασ,
βη̃ δ' ἐπὶ Πατρόκλω̨, καὶ ἀκόντισε δουρὶ φαεινω̨̃.
ἔσκε δ' ἐνὶ Τρώεσσι Ποδη̃ς υἱὸς 'Ηετίωνος
ἀφνειός τ' ἀγαθός τε: μάλιστα δέ μιν τίεν 'Έκτωρ
δήμου, ἐπεί οἱ ἑται̃ρος ἔην φίλος εἰλαπιναστήσ:
τόν ῥα κατὰ ζωστη̃ρα βάλε ξανθὸς Μενέλαος
ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε:
δούπησεν δὲ πεσών: ἀτὰρ 'Ατρεΐδης Μενέλαος
νεκρὸν ὑπ' ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.

   'Έκτορα δ' ἐγγύθεν ἱστάμενος ὄτρυνεν 'Απόλλων
Φαίνοπι 'Ασιάδη̨ ἐναλίγκιοσ, ὅς οἱ ἁπάντων
ξείνων φίλτατος ἔσκεν 'Αβυδόθι οἰκία ναίων:
τω̨̃ μιν ἐεισάμενος προσέφη ἑκάεργος 'Απόλλων:
'Έκτορ τίς κέ σ' ἔτ' ἄλλος 'Αχαιω̃ν ταρβήσειεν;
οἱ̃ον δὴ Μενέλαον ὑπέτρεσασ, ὃς τὸ πάρος γε
μαλθακὸς αἰχμητήσ: νυ̃ν δ' οἴχεται οἰ̃ος ἀείρας
νεκρὸν ὑπ' ἐκ Τρώων, σὸν δ' ἔκτανε πιστὸν ἑται̃ρον
ἐσθλὸν ἐνὶ προμάχοισι Ποδη̃ν υἱὸν 'Ηετίωνοσ.

   '`Ως φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,
βη̃ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκω̨̃.
καὶ τότ' ἄρα Κρονίδης ἕλετ' αἰγίδα θυσσανόεσσαν
μαρμαρέην, 'Ίδην δὲ κατὰ νεφέεσσι κάλυψεν,
ἀστράψας δὲ μάλα μεγάλ' ἔκτυπε, τὴν δὲ τίναξε,
νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ' 'Αχαιούσ.

   Πρω̃τος Πηνέλεως Βοιώτιος ἠ̃ρχε φόβοιο.
βλη̃το γὰρ ὠ̃μον δουρὶ πρόσω τετραμμένος αἰεὶ
ἄκρον ἐπιλίγδην: γράψεν δέ οἱ ὀστέον ἄχρις
αἰχμὴ Πουλυδάμαντοσ: ὃ γάρ ῥ' ἔβαλε σχεδὸν ἐλθών.
Λήϊτον αὐ̃θ' 'Έκτωρ σχεδὸν οὔτασε χει̃ρ' ἐπὶ καρπω̨̃
υἱὸν 'Αλεκτρυόνος μεγαθύμου, παυ̃σε δὲ χάρμησ:
τρέσσε δὲ παπτήνασ, ἐπεὶ οὐκέτι ἔλπετο θυμω̨̃
ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.
'Έκτορα δ' 'Ιδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα
βεβλήκει θώρηκα κατὰ στη̃θος παρὰ μαζόν:
ἐν καυλω̨̃ δ' ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν
Τρω̃εσ: ὃ δ' 'Ιδομενη̃ος ἀκόντισε Δευκαλίδαο
δίφρω̨ ἐφεσταότοσ: του̃ μέν ῥ' ἀπὸ τυτθὸν ἅμαρτεν:
αὐτὰρ ὃ Μηριόναο ὀπάονά θ' ἡνίοχόν τε
Κοίρανον, ὅς ῥ' ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ' αὐτω̨̃:
πεζὸς γὰρ τὰ πρω̃τα λιπὼν νέας ἀμφιελίσσας
ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,
εἰ μὴ Κοίρανος ὠ̃κα ποδώκεας ἤλασεν ἵππουσ:
καὶ τω̨̃ μὲν φάος ἠ̃λθεν, ἄμυνε δὲ νηλεὲς ἠ̃μαρ,
αὐτὸς δ' ὤλεσε θυμὸν ὑφ' 'Έκτορος ἀνδροφόνοιο:
τὸν βάλ' ὑπὸ γναθμοι̃ο καὶ οὔατοσ, ἐκ δ' ἄρ' ὀδόντας
ὠ̃σε δόρυ πρυμνόν, διὰ δὲ γλω̃σσαν τάμε μέσσην.
ἤριπε δ' ἐξ ὀχέων, κατὰ δ' ἡνία χευ̃εν ἔραζε.
καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλη̨σι
κύψας ἐκ πεδίοιο, καὶ 'Ιδομενη̃α προσηύδα:
μάστιε νυ̃ν εἱ̃ός κε θοὰς ἐπὶ νη̃ας ἵκηαι:
γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τ' οὐκέτι κάρτος 'Αχαιω̃ν.

   '`Ως ἔφατ', 'Ιδομενεὺς δ' ἵμασεν καλλίτριχας ἵππους
νη̃ας ἔπι γλαφυράσ: δὴ γὰρ δέος ἔμπεσε θυμω̨̃.

   Οὐδ' ἔλαθ' Αἴαντα μεγαλήτορα καὶ Μενέλαον
Ζεύσ, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.
τοι̃σι δὲ μύθων ἠ̃ρχε μέγας Τελαμώνιος Αἴασ:
ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι
γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.
τω̃ν μὲν γὰρ πάντων βέλε' ἅπτεται ὅς τις ἀφήη̨
ἢ κακὸς ἢ ἀγαθόσ: Ζεὺς δ' ἔμπης πάντ' ἰθύνει:
ἡμι̃ν δ' αὔτως πα̃σιν ἐτώσια πίπτει ἔραζε.
ἀλλ' ἄγετ' αὐτοί περ φραζώμεθα μη̃τιν ἀρίστην,
ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντεσ,
οἵ που δευ̃ρ' ὁρόωντες ἀκηχέδατ', οὐδ' ἔτι φασὶν
'Έκτορος ἀνδροφόνοιο μένος καὶ χει̃ρας ἀάπτους
σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνη̨σιν πεσέεσθαι.
εἴη δ' ὅς τις ἑται̃ρος ἀπαγγείλειε τάχιστα
Πηλεΐδη̨, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι
λυγρη̃ς ἀγγελίησ, ὅτι οἱ φίλος ὤλεθ' ἑται̃ροσ.
ἀλλ' οὔ πη̨ δύναμαι ἰδέειν τοιου̃τον 'Αχαιω̃ν:
ἠέρι γὰρ κατέχονται ὁμω̃ς αὐτοί τε καὶ ἵπποι.
Ζευ̃ πάτερ ἀλλὰ σὺ ῥυ̃σαι ὑπ' ἠέρος υἱ̃ας 'Αχαιω̃ν,
ποίησον δ' αἴθρην, δὸς δ' ὀφθαλμοι̃σιν ἰδέσθαι:
ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτωσ.

   '`Ως φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα:
αὐτίκα δ' ἠέρα μὲν σκέδασεν καὶ ἀπω̃σεν ὀμίχλην,
ἠέλιος δ' ἐπέλαμψε, μάχη δ' ἐπὶ πα̃σα φαάνθη:
καὶ τότ' ἄρ' Αἴας εἰ̃πε βοὴν ἀγαθὸν Μενέλαον:
σκέπτεο νυ̃ν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι
ζωὸν ἔτ' 'Αντίλοχον μεγαθύμου Νέστορος υἱόν,
ὄτρυνον δ' 'Αχιλη̃ϊ δαΐφρονι θα̃σσον ἰόντα
εἰπει̃ν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑται̃ροσ.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαοσ,
βη̃ δ' ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,
ὅς τ' ἐπεὶ ἄρ κε κάμη̨σι κύνας τ' ἄνδρας τ' ἐρεθίζων,
οἵ τέ μιν οὐκ εἰω̃σι βοω̃ν ἐκ πι̃αρ ἑλέσθαι
πάννυχοι ἐγρήσσοντεσ: ὃ δὲ κρειω̃ν ἐρατίζων
ἰθύει, ἀλλ' οὔ τι πρήσσει: θαμέες γὰρ ἄκοντες
ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρω̃ν,
καιόμεναί τε δεταί, τάς τε τρει̃ ἐσσύμενός περ:
ἠω̃θεν δ' ἀπονόσφιν ἔβη τετιηότι θυμω̨̃:
ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος
ἤϊε πόλλ' ἀέκων: περὶ γὰρ δίε μή μιν 'Αχαιοὶ
ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.
πολλὰ δὲ Μηριόνη̨ τε καὶ Αἰάντεσσ' ἐπέτελλεν:
Αἴαντ' 'Αργείων ἡγήτορε Μηριόνη τε
νυ̃ν τις ἐνηείης Πατροκλη̃ος δειλοι̃ο
μνησάσθω: πα̃σιν γὰρ ἐπίστατο μείλιχος εἰ̃ναι
ζωὸς ἐών: νυ̃ν αὐ̃ θάνατος καὶ μοι̃ρα κιχάνει.

   '`Ως ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαοσ,
πάντοσε παπταίνων ὥς τ' αἰετόσ, ὅν ῥά τέ φασιν
ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνω̃ν,
ὅν τε καὶ ὑψόθ' ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ
θάμνω̨ ὑπ' ἀμφικόμω̨ κατακείμενοσ, ἀλλά τ' ἐπ' αὐτω̨̃
ἔσσυτο, καί τέ μιν ὠ̃κα λαβὼν ἐξείλετο θυμόν.
ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ
πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,
εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.
τὸν δὲ μάλ' αἰ̃ψ' ἐνόησε μάχης ἐπ' ἀριστερὰ πάσης
θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
ἀγχου̃ δ' ἱστάμενος προσέφη ξανθὸς Μενέλαοσ:
'Αντίλοχ' εἰ δ' ἄγε δευ̃ρο διοτρεφὲς ὄφρα πύθηαι
λυγρη̃ς ἀγγελίησ, ἣ μὴ ὤφελλε γενέσθαι.
ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα
γιγνώσκειν ὅτι πη̃μα θεὸς Δαναοι̃σι κυλίνδει,
νίκη δὲ Τρώων: πέφαται δ' ὤριστος 'Αχαιω̃ν
Πάτροκλοσ, μεγάλη δὲ ποθὴ Δαναοι̃σι τέτυκται.
ἀλλὰ σύ γ' αἰ̃ψ' 'Αχιλη̃ϊ θέων ἐπὶ νη̃ας 'Αχαιω̃ν
εἰπει̃ν, αἴ κε τάχιστα νέκυν ἐπὶ νη̃α σαώση̨
γυμνόν: ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος 'Έκτωρ.

   '`Ως ἔφατ', 'Αντίλοχος δὲ κατέστυγε μυ̃θον ἀκούσασ:
δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε
δακρυόφι πλη̃σθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
ἀλλ' οὐδ' ὡ̃ς Μενελάου ἐφημοσύνης ἀμέλησε,
βη̃ δὲ θέειν, τὰ δὲ τεύχε' ἀμύμονι δω̃κεν ἑταίρω̨
Λαοδόκω̨, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππουσ.

   Τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο
Πηλεΐδη̨ 'Αχιλη̃ϊ κακὸν ἔπος ἀγγελέοντα.
οὐδ' ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς
τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπη̃λθεν
'Αντίλοχοσ, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη:
ἀλλ' ὅ γε τοι̃σιν μὲν Θρασυμήδεα δι̃ον ἀνη̃κεν,
αὐτὸς δ' αὐ̃τ' ἐπὶ Πατρόκλω̨ ἥρωϊ βεβήκει,
στη̃ δὲ παρ' Αἰάντεσσι θέων, εἰ̃θαρ δὲ προσηύδα:
κει̃νον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοη̨̃σιν
ἐλθει̃ν εἰς 'Αχιλη̃α πόδας ταχύν: οὐδέ μιν οἴω
νυ̃ν ἰέναι μάλα περ κεχολωμένον 'Έκτορι δίω̨:
οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.
ἡμει̃ς δ' αὐτοί περ φραζώμεθα μη̃τιν ἀρίστην,
ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
Τρώων ἐξ ἐνοπη̃ς θάνατον καὶ κη̃ρα φύγωμεν.

   Τὸν δ' ἠμείβετ' ἔπειτα μέγας Τελαμώνιος Αἴασ:
πάντα κατ' αἰ̃σαν ἔειπες ἀγακλεὲς ὠ̃ Μενέλαε:
ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ' ὠ̃κα
νεκρὸν ἀείραντες φέρετ' ἐκ πόνου: αὐτὰρ ὄπισθε
νω̃ϊ μαχησόμεθα Τρωσίν τε καὶ 'Έκτορι δίω̨
ἰ̃σον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ
μίμνομεν ὀξὺν 'Άρηα παρ' ἀλλήλοισι μένοντεσ.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο
ὕψι μάλα μεγάλωσ: ἐπὶ δ' ἴαχε λαὸς ὄπισθε
Τρωϊκόσ, ὡς εἴδοντο νέκυν αἴροντας 'Αχαιούσ.
ἴθυσαν δὲ κύνεσσιν ἐοικότεσ, οἵ τ' ἐπὶ κάπρω̨
βλημένω̨ ἀΐξωσι πρὸ κούρων θηρητήρων:
ἕως μὲν γάρ τε θέουσι διαρραι̃σαι μεμαω̃τεσ,
ἀλλ' ὅτε δή ῥ' ἐν τοι̃σιν ἑλίξεται ἀλκὶ πεποιθώσ,
ἄψ τ' ἀνεχώρησαν διά τ' ἔτρεσαν ἄλλυδις ἄλλοσ.
ὣς Τρω̃ες εἱ̃ος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν:
ἀλλ' ὅτε δή ῥ' Αἴαντε μεταστρεφθέντε κατ' αὐτοὺς
σταίησαν, τω̃ν δὲ τράπετο χρώσ, οὐδέ τις ἔτλη
πρόσσω ἀΐξας περὶ νεκρου̃ δηριάασθαι.

   '`Ως οἵ γ' ἐμμεμαω̃τε νέκυν φέρον ἐκ πολέμοιο
νη̃ας ἔπι γλαφυράσ: ἐπὶ δὲ πτόλεμος τέτατό σφιν
ἄγριος ἠΰτε πυ̃ρ, τό τ' ἐπεσσύμενον πόλιν ἀνδρω̃ν
ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἰ̃κοι
ἐν σέλαϊ μεγάλω̨: τὸ δ' ἐπιβρέμει ἲς ἀνέμοιο.
ὣς μὲν τοι̃ς ἵππων τε καὶ ἀνδρω̃ν αἰχμητάων
ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν:
οἳ δ' ὥς θ' ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες
ἕλκωσ' ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν
ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον: ἐν δέ τε θυμὸς
τείρεθ' ὁμου̃ καμάτω̨ τε καὶ ἱδρω̨̃ σπευδόντεσσιν:
ὣς οἵ γ' ἐμμεμαω̃τε νέκυν φέρον. αὐτὰρ ὄπισθεν
Αἴαντ' ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ
ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώσ,
ὅς τε καὶ ἰφθίμων ποταμω̃ν ἀλεγεινὰ ῥέεθρα
ἴσχει, ἄφαρ δέ τε πα̃σι ῥόον πεδίον δὲ τίθησι
πλάζων: οὐδέ τί μιν σθένεϊ ῥηγνυ̃σι ῥέοντεσ:
ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω
Τρώων: οἳ δ' ἅμ' ἕποντο, δύω δ' ἐν τοι̃σι μάλιστα
Αἰνείας τ' 'Αγχισιάδης καὶ φαίδιμος 'Έκτωρ.
τω̃ν δ' ὥς τε ψαρω̃ν νέφος ἔρχεται ἠὲ κολοιω̃ν
οὐ̃λον κεκλήγοντεσ, ὅτε προΐδωσιν ἰόντα
κίρκον, ὅ τε σμικρη̨̃σι φόνον φέρει ὀρνίθεσσιν,
ὣς ἄρ' ὑπ' Αἰνεία̨ τε καὶ 'Έκτορι κου̃ροι 'Αχαιω̃ν
οὐ̃λον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμησ.
πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ' ἀμφί τε τάφρον
φευγόντων Δαναω̃ν: πολέμου δ' οὐ γίγνετ' ἐρωή.