ΙΛΙΑΔΟΣ Σ

'`Ως οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,
'Αντίλοχος δ' 'Αχιλη̃ϊ πόδας ταχὺς ἄγγελος ἠ̃λθε.
τὸν δ' εὑ̃ρε προπάροιθε νεω̃ν ὀρθοκραιράων
τὰ φρονέοντ' ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἠ̃εν:
ὀχθήσας δ' ἄρα εἰ̃πε πρὸς ὃν μεγαλήτορα θυμόν:
ὤ μοι ἐγώ, τί τ' ἄρ' αὐ̃τε κάρη κομόωντες 'Αχαιοὶ
νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;
μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμω̨̃,
ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε
Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμει̃ο
χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.
ἠ̃ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς
σχέτλιοσ: ἠ̃ τ' ἐκέλευον ἀπωσάμενον δήϊον πυ̃ρ
ἂψ ἐπὶ νη̃ας ἴμεν, μηδ' 'Έκτορι ἰ̃φι μάχεσθαι.

   Εἱ̃ος ὃ ταυ̃θ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
τόφρά οἱ ἐγγύθεν ἠ̃λθεν ἀγαυου̃ Νέστορος υἱὸς
δάκρυα θερμὰ χέων, φάτο δ' ἀγγελίην ἀλεγεινήν:
ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἠ̃ μάλα λυγρη̃ς
πεύσεαι ἀγγελίησ, ἣ μὴ ὤφελλε γενέσθαι.
κει̃ται Πάτροκλοσ, νέκυος δὲ δὴ ἀμφιμάχονται
γυμνου̃: ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος 'Έκτωρ.

   '`Ως φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα:
ἀμφοτέρη̨σι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
χεύατο κὰκ κεφαλη̃σ, χαρίεν δ' ἤ̨σχυνε πρόσωπον:
νεκταρέω̨ δὲ χιτω̃νι μέλαιν' ἀμφίζανε τέφρη.
αὐτὸς δ' ἐν κονίη̨σι μέγας μεγαλωστὶ τανυσθεὶς
κει̃το, φίλη̨σι δὲ χερσὶ κόμην ἤ̨σχυνε δαΐζων.
δμω̨αὶ δ' ἃς 'Αχιλεὺς ληΐσσατο Πάτροκλός τε
θυμὸν ἀκηχέμεναι μεγάλ' ἴαχον, ἐκ δὲ θύραζε
ἔδραμον ἀμφ' 'Αχιλη̃α δαΐφρονα, χερσὶ δὲ πα̃σαι
στήθεα πεπλήγοντο, λύθεν δ' ὑπὸ γυι̃α ἑκάστησ.
'Αντίλοχος δ' ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων
χει̃ρας ἔχων 'Αχιλη̃οσ: ὃ δ' ἔστενε κυδάλιμον κη̃ρ:
δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρω̨.
σμερδαλέον δ' ὤ̨μωξεν: ἄκουσε δὲ πότνια μήτηρ
ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,
κώκυσέν τ' ἄρ' ἔπειτα: θεαὶ δέ μιν ἀμφαγέροντο
πα̃σαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἠ̃σαν.
ἔνθ' ἄρ' ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε
Νησαίη Σπειώ τε Θόη θ' 'Αλίη τε βοω̃πις
Κυμοθόη τε καὶ 'Ακταίη καὶ Λιμνώρεια
καὶ Μελίτη καὶ 'Ίαιρα καὶ 'Αμφιθόη καὶ 'Αγαυὴ
Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
Δεξαμένη τε καὶ 'Αμφινόμη καὶ Καλλιάνειρα
Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια
Νημερτής τε καὶ 'Αψευδὴς καὶ Καλλιάνασσα:
ἔνθα δ' ἔην Κλυμένη 'Ιάνειρά τε καὶ 'Ιάνασσα
Μαι̃ρα καὶ 'Ωρείθυια ἐϋπλόκαμός τ' 'Αμάθεια
ἄλλαι θ' αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἠ̃σαν.
τω̃ν δὲ καὶ ἀργύφεον πλη̃το σπέοσ: αἳ δ' ἅμα πα̃σαι
στήθεα πεπλήγοντο, Θέτις δ' ἐξη̃ρχε γόοιο:
κλυ̃τε κασίγνηται Νηρηΐδεσ, ὄφρ' ἐὺ̈ πα̃σαι
εἴδετ' ἀκούουσαι ὅσ' ἐμω̨̃ ἔνι κήδεα θυμω̨̃.
ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,
ἥ τ' ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε
ἔξοχον ἡρώων: ὃ δ' ἀνέδραμεν ἔρνεϊ ἰ̃σοσ:
τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνω̨̃ ἀλωη̃ς
νηυσὶν ἐπιπροέηκα κορωνίσιν 'Ίλιον εἴσω
Τρωσὶ μαχησόμενον: τὸν δ' οὐχ ὑποδέξομαι αὐ̃τις
οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
ὄφρα δέ μοι ζώει καὶ ὁρα̨̃ φάος ἠελίοιο
ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμη̃σαι ἰου̃σα.
ἀλλ' εἰ̃μ', ὄφρα ἴδωμι φίλον τέκοσ, ἠδ' ἐπακούσω
ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.

   '`Ως ἄρα φωνήσασα λίπε σπέοσ: αἳ δὲ σὺν αὐτη̨̃
δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κυ̃μα θαλάσσης
ῥήγνυτο: ταὶ δ' ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο
ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ
Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφ' 'Αχιλη̃α.
τω̨̃ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,
ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοι̃ο,
καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
τέκνον τί κλαίεισ; τί δέ σε φρένας ἵκετο πένθοσ;
ἐξαύδα, μὴ κευ̃θε: τὰ μὲν δή τοι τετέλεσται
ἐκ Διόσ, ὡς ἄρα δὴ πρίν γ' εὔχεο χει̃ρας ἀνασχὼν
πάντας ἐπὶ πρύμνη̨σιν ἀλήμεναι υἱ̃ας 'Αχαιω̃ν
σευ̃ ἐπιδευομένουσ, παθέειν τ' ἀεκήλια ἔργα.

   Τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
μη̃τερ ἐμή, τὰ μὲν ἄρ μοι 'Ολύμπιος ἐξετέλεσσεν:
ἀλλὰ τί μοι τω̃ν ἠ̃δος ἐπεὶ φίλος ὤλεθ' ἑται̃ρος
Πάτροκλοσ, τὸν ἐγὼ περὶ πάντων τι̃ον ἑταίρων
ἰ̃σον ἐμη̨̃ κεφαλη̨̃; τὸν ἀπώλεσα, τεύχεα δ' 'Έκτωρ
δη̨ώσας ἀπέδυσε πελώρια θαυ̃μα ἰδέσθαι
καλά: τὰ μὲν Πηλη̃ϊ θεοὶ δόσαν ἀγλαὰ δω̃ρα
ἤματι τω̨̃ ὅτε σε βροτου̃ ἀνέρος ἔμβαλον εὐνη̨̃.
αἴθ' ὄφελες σὺ μὲν αὐ̃θι μετ' ἀθανάτη̨ς ἁλίη̨σι
ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.
νυ̃ν δ' ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη
παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὐ̃τις
οἴκαδε νοστήσαντ', ἐπεὶ οὐδ' ἐμὲ θυμὸς ἄνωγε
ζώειν οὐδ' ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ 'Έκτωρ
πρω̃τος ἐμω̨̃ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσση̨,
Πατρόκλοιο δ' ἕλωρα Μενοιτιάδεω ἀποτίση̨.

   Τὸν δ' αὐ̃τε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα:
ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἱ̃' ἀγορεύεισ:
αὐτίκα γάρ τοι ἔπειτα μεθ' 'Έκτορα πότμος ἑτοι̃μοσ.

   Τὴν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ' ἔμελλον ἑταίρω̨
κτεινομένω̨ ἐπαμυ̃ναι: ὃ μὲν μάλα τηλόθι πάτρης
ἔφθιτ', ἐμει̃ο δὲ δη̃σεν ἀρη̃ς ἀλκτη̃ρα γενέσθαι.
νυ̃ν δ' ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαι̃αν,
οὐδέ τι Πατρόκλω̨ γενόμην φάος οὐδ' ἑτάροισι
τοι̃ς ἄλλοισ, οἳ δὴ πολέες δάμεν 'Έκτορι δίω̨,
ἀλλ' ἡ̃μαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρησ,
τοι̃ος ἐὼν οἱ̃ος οὔ τις 'Αχαιω̃ν χαλκοχιτώνων
ἐν πολέμω̨: ἀγορη̨̃ δέ τ' ἀμείνονές εἰσι καὶ ἄλλοι.
ὡς ἔρις ἔκ τε θεω̃ν ἔκ τ' ἀνθρώπων ἀπόλοιτο
καὶ χόλοσ, ὅς τ' ἐφέηκε πολύφρονά περ χαλεπη̃ναι,
ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
ἀνδρω̃ν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνόσ:
ὡς ἐμὲ νυ̃ν ἐχόλωσεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων.
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκη̨:
νυ̃ν δ' εἰ̃μ' ὄφρα φίλης κεφαλη̃ς ὀλετη̃ρα κιχείω
'Έκτορα: κη̃ρα δ' ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
Ζεὺς ἐθέλη̨ τελέσαι ἠδ' ἀθάνατοι θεοὶ ἄλλοι.
οὐδὲ γὰρ οὐδὲ βίη 'Ηρακλη̃ος φύγε κη̃ρα,
ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι:
ἀλλά ἑ μοι̃ρα δάμασσε καὶ ἀργαλέος χόλος 'Ήρησ.
ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοι̃ρα τέτυκται,
κείσομ' ἐπεί κε θάνω: νυ̃ν δὲ κλέος ἐσθλὸν ἀροίμην,
καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων
ἀμφοτέρη̨σιν χερσὶ παρειάων ἁπαλάων
δάκρυ' ὀμορξαμένην ἁδινὸν στοναχη̃σαι ἐφείην,
γνοι̃εν δ' ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι:
μὴ δέ μ' ἔρυκε μάχης φιλέουσά περ: οὐδέ με πείσεισ.

   Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα:
ναὶ δὴ ταυ̃τά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι
τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται
χάλκεα μαρμαίροντα: τὰ μὲν κορυθαίολος 'Έκτωρ
αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται: οὐδέ ἕ φημι
δηρὸν ἐπαγλαϊει̃σθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτω̨̃.
ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μω̃λον 'Άρηος
πρίν γ' ἐμὲ δευ̃ρ' ἐλθου̃σαν ἐν ὀφθαλμοι̃σιν ἴδηαι:
ἠω̃θεν γὰρ νευ̃μαι ἅμ' ἠελίω̨ ἀνιόντι
τεύχεα καλὰ φέρουσα παρ' 'Ηφαίστοιο ἄνακτοσ.

   '`Ως ἄρα φωνήσασα πάλιν τράπεθ' υἱ̃ος ἑοι̃ο,
καὶ στρεφθει̃σ' ἁλίη̨σι κασιγνήτη̨σι μετηύδα:
ὑμει̃ς μὲν νυ̃ν δυ̃τε θαλάσσης εὐρέα κόλπον
ὀψόμεναί τε γέρονθ' ἅλιον καὶ δώματα πατρόσ,
καί οἱ πάντ' ἀγορεύσατ': ἐγὼ δ' ἐς μακρὸν 'Όλυμπον
εἰ̃μι παρ' 'Ήφαιστον κλυτοτέχνην, αἴ κ' ἐθέλη̨σιν
υἱει̃ ἐμω̨̃ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.

   '`Ως ἔφαθ', αἳ δ' ὑπὸ κυ̃μα θαλάσσης αὐτίκ' ἔδυσαν:
ἣ δ' αὐ̃τ' Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα
ἤϊεν ὄφρα φίλω̨ παιδὶ κλυτὰ τεύχε' ἐνείκαι.

   Τὴν μὲν ἄρ' Οὔλυμπον δὲ πόδες φέρον: αὐτὰρ 'Αχαιοὶ
θεσπεσίω̨ ἀλαλητω̨̃ ὑφ' 'Έκτορος ἀνδροφόνοιο
φεύγοντες νη̃άς τε καὶ 'Ελλήσποντον ἵκοντο.
οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες 'Αχαιοὶ
ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντ' 'Αχιλη̃οσ:
αὐ̃τις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι
'Έκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.
τρὶς μέν μιν μετόπισθε ποδω̃ν λάβε φαίδιμος 'Έκτωρ
ἑλκέμεναι μεμαώσ, μέγα δὲ Τρώεσσιν ὁμόκλα:
τρὶς δὲ δύ' Αἴαντες θου̃ριν ἐπιειμένοι ἀλκὴν
νεκρου̃ ἀπεστυφέλιξαν: ὃ δ' ἔμπεδον ἀλκὶ πεποιθὼς
ἄλλοτ' ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δ' αὐ̃τε
στάσκε μέγα ἰάχων: ὀπίσω δ' οὐ χάζετο πάμπαν.
ὡς δ' ἀπὸ σώματος οὔ τι λέοντ' αἴθωνα δύνανται
ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,
ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ
'Έκτορα Πριαμίδην ἀπὸ νεκρου̃ δειδίξασθαι.
καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κυ̃δοσ,
εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα ~'Ιρις
ἄγγελος ἠ̃λθε θέουσ' ἀπ' 'Ολύμπου θωρήσσεσθαι
κρύβδα Διὸς ἄλλων τε θεω̃ν: πρὸ γὰρ ἡ̃κέ μιν 'Ήρη.
ἀγχου̃ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατ' ἀνδρω̃ν:
Πατρόκλω̨ ἐπάμυνον, οὑ̃ εἵνεκα φύλοπις αἰνὴ
ἕστηκε πρὸ νεω̃ν: οἳ δ' ἀλλήλους ὀλέκουσιν
οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηω̃τοσ,
οἳ δὲ ἐρύσσασθαι ποτὶ 'Ίλιον ἠνεμόεσσαν
Τρω̃ες ἐπιθύουσι: μάλιστα δὲ φαίδιμος 'Έκτωρ
ἑλκέμεναι μέμονεν: κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε
πη̃ξαι ἀνὰ σκολόπεσσι ταμόνθ' ἁπαλη̃ς ἀπὸ δειρη̃σ.
ἀλλ' ἄνα μηδ' ἔτι κει̃σο: σέβας δέ σε θυμὸν ἱκέσθω
Πάτροκλον Τρω̨η̨̃σι κυσὶν μέλπηθρα γενέσθαι:
σοὶ λώβη, αἴ κέν τι νέκυς ἠ̨σχυμμένος ἔλθη̨.

   Τὴν δ' ἠμείβετ' ἔπειτα ποδάρκης δι̃ος 'Αχιλλεύσ:
~'Ιρι θεὰ τίς γάρ σε θεω̃ν ἐμοὶ ἄγγελον ἡ̃κε;

   Τὸν δ' αὐ̃τε προσέειπε ποδήνεμος ὠκέα ~'Ιρισ:
'Ήρη με προέηκε Διὸς κυδρὴ παράκοιτισ:
οὐδ' οἰ̃δε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος
ἀθανάτων, οἳ 'Όλυμπον ἀγάννιφον ἀμφινέμονται.

   Τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
πω̃ς τὰρ ἴω μετὰ μω̃λον; ἔχουσι δὲ τεύχε' ἐκει̃νοι:
μήτηρ δ' οὔ με φίλη πρίν γ' εἴα θωρήσσεσθαι
πρίν γ' αὐτὴν ἐλθου̃σαν ἐν ὀφθαλμοι̃σιν ἴδωμαι:
στευ̃το γὰρ 'Ηφαίστοιο πάρ' οἰσέμεν ἔντεα καλά.
ἄλλου δ' οὔ τευ οἰ̃δα τευ̃ ἂν κλυτὰ τεύχεα δύω,
εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.
ἀλλὰ καὶ αὐτὸς ὅ γ' ἔλπομ' ἐνὶ πρώτοισιν ὁμιλει̃
ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντοσ.

   Τὸν δ' αὐ̃τε προσέειπε ποδήνεμος ὠκέα ~'Ιρισ:
εὐ̃ νυ καὶ ἡμει̃ς ἴδμεν ὅ τοι κλυτὰ τεύχε' ἔχονται:
ἀλλ' αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,
αἴ κέ σ' ὑποδείσαντες ἀπόσχωνται πολέμοιο
Τρω̃εσ, ἀναπνεύσωσι δ' ἀρήϊοι υἱ̃ες 'Αχαιω̃ν
τειρόμενοι: ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο.

   '`Η μὲν ἄρ' ὣς εἰπου̃σ' ἀπέβη πόδας ὠκέα ~'Ιρισ,
αὐτὰρ 'Αχιλλεὺς ὠ̃ρτο Διὶ̈ φίλοσ: ἀμφὶ δ' 'Αθήνη
ὤμοις ἰφθίμοισι βάλ' αἰγίδα θυσσανόεσσαν,
ἀμφὶ δέ οἱ κεφαλη̨̃ νέφος ἔστεφε δι̃α θεάων
χρύσεον, ἐκ δ' αὐτου̃ δαι̃ε φλόγα παμφανόωσαν.
ὡς δ' ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ' ἵκηται
τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,
οἵ τε πανημέριοι στυγερω̨̃ κρίνονται 'Άρηϊ
ἄστεος ἐκ σφετέρου: ἅμα δ' ἠελίω̨ καταδύντι
πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δ' αὐγὴ
γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,
αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτη̃ρες ἵκωνται:
ὣς ἀπ' 'Αχιλλη̃ος κεφαλη̃ς σέλας αἰθέρ' ἵκανε:
στη̃ δ' ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεοσ, οὐδ' ἐς 'Αχαιοὺς
μίσγετο: μητρὸς γὰρ πυκινὴν ὠπίζετ' ἐφετμήν.
ἔνθα στὰς ἤϋσ', ἀπάτερθε δὲ Παλλὰς 'Αθήνη
φθέγξατ': ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὠ̃ρσε κυδοιμόν.
ὡς δ' ὅτ' ἀριζήλη φωνή, ὅτε τ' ἴαχε σάλπιγξ
ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,
ὣς τότ' ἀριζήλη φωνὴ γένετ' Αἰακίδαο.
οἳ δ' ὡς οὐ̃ν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,
πα̃σιν ὀρίνθη θυμόσ: ἀτὰρ καλλίτριχες ἵπποι
ἂψ ὄχεα τρόπεον: ὄσσοντο γὰρ ἄλγεα θυμω̨̃.
ἡνίοχοι δ' ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πυ̃ρ
δεινὸν ὑπὲρ κεφαλη̃ς μεγαθύμου Πηλεΐωνος
δαιόμενον: τὸ δὲ δαι̃ε θεὰ γλαυκω̃πις 'Αθήνη.
τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ' ἴαχε δι̃ος 'Αχιλλεύσ,
τρὶς δὲ κυκήθησαν Τρω̃ες κλειτοί τ' ἐπίκουροι.
ἔνθα δὲ καὶ τότ' ὄλοντο δυώδεκα φω̃τες ἄριστοι
ἀμφὶ σφοι̃ς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ 'Αχαιοὶ
ἀσπασίως Πάτροκλον ὑπ' ἐκ βελέων ἐρύσαντες
κάτθεσαν ἐν λεχέεσσι: φίλοι δ' ἀμφέσταν ἑται̃ροι
μυρόμενοι: μετὰ δέ σφι ποδώκης εἵπετ' 'Αχιλλεὺς
δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑται̃ρον
κείμενον ἐν φέρτρω̨ δεδαϊγμένον ὀξέϊ χαλκω̨̃,
τόν ῥ' ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν
ἐς πόλεμον, οὐδ' αὐ̃τις ἐδέξατο νοστήσαντα.

   'Ηέλιον δ' ἀκάμαντα βοω̃πις πότνια 'Ήρη
πέμψεν ἐπ' 'Ωκεανοι̃ο ῥοὰς ἀέκοντα νέεσθαι:
ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δι̃οι 'Αχαιοὶ
φυλόπιδος κρατερη̃ς καὶ ὁμοιΐου πολέμοιο.

   Τρω̃ες δ' αὐ̃θ' ἑτέρωθεν ἀπὸ κρατερη̃ς ὑσμίνης
χωρήσαντες ἔλυσαν ὑφ' ἅρμασιν ὠκέας ἵππουσ,
ἐς δ' ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.
ὀρθω̃ν δ' ἑσταότων ἀγορὴ γένετ', οὐδέ τις ἔτλη
ἕζεσθαι: πάντας γὰρ ἔχε τρόμοσ, οὕνεκ' 'Αχιλλεὺς
ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινη̃σ.
τοι̃σι δὲ Πουλυδάμας πεπνυμένος ἠ̃ρχ' ἀγορεύειν
Πανθοΐδησ: ὃ γὰρ οἰ̃ος ὅρα πρόσσω καὶ ὀπίσσω:
'Έκτορι δ' ἠ̃εν ἑται̃ροσ, ἰη̨̃ δ' ἐν νυκτὶ γένοντο,
ἀλλ' ὃ μὲν ἂρ μύθοισιν, ὃ δ' ἔγχεϊ πολλὸν ἐνίκα:
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
ἀμφὶ μάλα φράζεσθε φίλοι: κέλομαι γὰρ ἔγωγε
ἄστυδε νυ̃ν ἰέναι, μὴ μίμνειν ἠω̃ δι̃αν
ἐν πεδίω̨ παρὰ νηυσίν: ἑκὰς δ' ἀπὸ τείχεός εἰμεν.
ὄφρα μὲν οὑ̃τος ἀνὴρ 'Αγαμέμνονι μήνιε δίω̨
τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἠ̃σαν 'Αχαιοί:
χαίρεσκον γὰρ ἔγωγε θοη̨̃ς ἐπὶ νηυσὶν ἰαύων
ἐλπόμενος νη̃ας αἱρησέμεν ἀμφιελίσσασ.
νυ̃ν δ' αἰνω̃ς δείδοικα ποδώκεα Πηλεΐωνα:
οἱ̃ος κείνου θυμὸς ὑπέρβιοσ, οὐκ ἐθελήσει
μίμνειν ἐν πεδίω̨, ὅθι περ Τρω̃ες καὶ 'Αχαιοὶ
ἐν μέσω̨ ἀμφότεροι μένος 'Άρηος δατέονται,
ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικω̃ν.
ἀλλ' ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι: ὡ̃δε γὰρ ἔσται:
νυ̃ν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα
ἀμβροσίη: εἰ δ' ἄμμε κιχήσεται ἐνθάδ' ἐόντας
αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὐ̃ νύ τις αὐτὸν
γνώσεται: ἀσπασίως γὰρ ἀφίξεται 'Ίλιον ἱρὴν
ὅς κε φύγη̨, πολλοὺς δὲ κύνες καὶ γυ̃πες ἔδονται
Τρώων: αἲ γὰρ δή μοι ἀπ' οὔατος ὡ̃δε γένοιτο.
εἰ δ' ἂν ἐμοι̃ς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,
νύκτα μὲν εἰν ἀγορη̨̃ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι
ὑψηλαί τε πύλαι σανίδες τ' ἐπὶ τη̨̃ς ἀραρυι̃αι
μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται:
πρω̃ϊ δ' ὑπηοι̃οι σὺν τεύχεσι θωρηχθέντες
στησόμεθ' ἂμ πύργουσ: τω̨̃ δ' ἄλγιον, αἴ κ' ἐθέλη̨σιν
ἐλθὼν ἐκ νηω̃ν περὶ τείχεος ἄμμι μάχεσθαι.
ἂψ πάλιν εἰ̃σ' ἐπὶ νη̃ασ, ἐπεί κ' ἐριαύχενας ἵππους
παντοίου δρόμου ἄση̨ ὑπὸ πτόλιν ἠλασκάζων:
εἴσω δ' οὔ μιν θυμὸς ἐφορμηθη̃ναι ἐάσει,
οὐδέ ποτ' ἐκπέρσει: πρίν μιν κύνες ἀργοὶ ἔδονται.

   Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος 'Έκτωρ:
Πουλυδάμα σὺ μὲν οὐκέτ' ἐμοὶ φίλα ταυ̃τ' ἀγορεύεισ,
ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὐ̃τις ἰόντασ.
ἠ̃ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;
πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι
πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον:
νυ̃ν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,
πολλὰ δὲ δὴ Φρυγίην καὶ Μη̨ονίην ἐρατεινὴν
κτήματα περνάμεν' ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύσ.
νυ̃ν δ' ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω
κυ̃δος ἀρέσθ' ἐπὶ νηυσί, θαλάσση̨ τ' ἔλσαι 'Αχαιούσ,
νήπιε μηκέτι ταυ̃τα νοήματα φαι̃ν' ἐνὶ δήμω̨:
οὐ γάρ τις Τρώων ἐπιπείσεται: οὐ γὰρ ἐάσω.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντεσ.
νυ̃ν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,
καὶ φυλακη̃ς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστοσ:
Τρώων δ' ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,
συλλέξας λαοι̃σι δότω καταδημοβορη̃σαι:
τω̃ν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ 'Αχαιούσ.
πρω̃ϊ δ' ὑπηοι̃οι σὺν τεύχεσι θωρηχθέντες
νηυσὶν ἔπι γλαφυρη̨̃σιν ἐγείρομεν ὀξὺν 'Άρηα.
εἰ δ' ἐτεὸν παρὰ ναυ̃φιν ἀνέστη δι̃ος 'Αχιλλεύσ,
ἄλγιον αἴ κ' ἐθέλη̨σι τω̨̃ ἔσσεται: οὔ μιν ἔγωγε
φεύξομαι ἐκ πολέμοιο δυσηχέοσ, ἀλλὰ μάλ' ἄντην
στήσομαι, ἤ κε φέρη̨σι μέγα κράτοσ, ἠ̃ κε φεροίμην.
ξυνὸς 'Ενυάλιοσ, καί τε κτανέοντα κατέκτα.

   '`Ως 'Έκτωρ ἀγόρευ', ἐπὶ δὲ Τρω̃ες κελάδησαν
νήπιοι: ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς 'Αθήνη.
'Έκτορι μὲν γὰρ ἐπή̨νησαν κακὰ μητιόωντι,
Πουλυδάμαντι δ' ἄρ' οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.
δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατόν: αὐτὰρ 'Αχαιοὶ
παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοω̃ντεσ.
τοι̃σι δὲ Πηλεΐδης ἁδινου̃ ἐξη̃ρχε γόοιο
χει̃ρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου
πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειοσ,
ὡ̨̃ ῥά θ' ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάση̨ ἀνὴρ
ὕλης ἐκ πυκινη̃σ: ὃ δέ τ' ἄχνυται ὕστερος ἐλθών,
πολλὰ δέ τ' ἄγκε ἐπη̃λθε μετ' ἀνέρος ἴχνι' ἐρευνω̃ν
εἴ ποθεν ἐξεύροι: μάλα γὰρ δριμὺς χόλος αἱρει̃:
ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν:
ὢ πόποι ἠ̃ ῥ' ἅλιον ἔπος ἔκβαλον ἤματι κείνω̨
θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι:
φη̃ν δέ οἱ εἰς 'Οπόεντα περικλυτὸν υἱὸν ἀπάξειν
'Ίλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἰ̃σαν.
ἀλλ' οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτα̨̃:
ἄμφω γὰρ πέπρωται ὁμοίην γαι̃αν ἐρευ̃σαι
αὐτου̃ ἐνὶ Τροίη̨, ἐπεὶ οὐδ' ἐμὲ νοστήσαντα
δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς
οὐδὲ Θέτις μήτηρ, ἀλλ' αὐτου̃ γαι̃α καθέξει.
νυ̃ν δ' ἐπεὶ οὐ̃ν Πάτροκλε σευ̃ ὕστερος εἰ̃μ' ὑπὸ γαι̃αν,
οὔ σε πρὶν κτεριω̃ πρίν γ' 'Έκτορος ἐνθάδ' ἐνει̃και
τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοι̃ο φονη̃οσ:
δώδεκα δὲ προπάροιθε πυρη̃ς ἀποδειροτομήσω
Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείσ.
τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτωσ,
ἀμφὶ δὲ σὲ Τρω̨αὶ καὶ Δαρδανίδες βαθύκολποι
κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,
τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρω̨̃
πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.

   '`Ως εἰπὼν ἑτάροισιν ἐκέκλετο δι̃ος 'Αχιλλεὺς
ἀμφὶ πυρὶ στη̃σαι τρίποδα μέγαν, ὄφρα τάχιστα
Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.
οἳ δὲ λοετροχόον τρίποδ' ἵστασαν ἐν πυρὶ κηλέω̨,
ἐν δ' ἄρ' ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαι̃ον ἑλόντεσ.
γάστρην μὲν τρίποδος πυ̃ρ ἄμφεπε, θέρμετο δ' ὕδωρ:
αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκω̨̃,
καὶ τότε δὴ λου̃σάν τε καὶ ἤλειψαν λίπ' ἐλαίω̨,
ἐν δ' ὠτειλὰς πλη̃σαν ἀλείφατος ἐννεώροιο:
ἐν λεχέεσσι δὲ θέντες ἑανω̨̃ λιτὶ κάλυψαν
ἐς πόδας ἐκ κεφαλη̃σ, καθύπερθε δὲ φάρεϊ λευκω̨̃.
παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ' 'Αχιλη̃α
Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοω̃ντεσ:
Ζεὺς δ' 'Ήρην προσέειπε κασιγνήτην ἄλοχόν τε:
ἔπρηξας καὶ ἔπειτα βοω̃πις πότνια 'Ήρη
ἀνστήσασ' 'Αχιλη̃α πόδας ταχύν: ἠ̃ ῥά νυ σει̃ο
ἐξ αὐτη̃ς ἐγένοντο κάρη κομόωντες 'Αχαιοί.

   Τὸν δ' ἠμείβετ' ἔπειτα βοω̃πις πότνια 'Ήρη:
αἰνότατε Κρονίδη ποι̃ον τὸν μυ̃θον ἔειπεσ.
καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,
ὅς περ θνητός τ' ἐστὶ καὶ οὐ τόσα μήδεα οἰ̃δε:
πω̃ς δὴ ἔγωγ', ἥ φημι θεάων ἔμμεν ἀρίστη,
ἀμφότερον γενεη̨̃ τε καὶ οὕνεκα σὴ παράκοιτις
κέκλημαι, σὺ δὲ πα̃σι μετ' ἀθανάτοισιν ἀνάσσεισ,
οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;

   '`Ως οἳ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον:
'Ηφαίστου δ' ἵκανε δόμον Θέτις ἀργυρόπεζα
ἄφθιτον ἀστερόεντα μεταπρεπέ' ἀθανάτοισι
χάλκεον, ὅν ῥ' αὐτὸς ποιήσατο κυλλοποδίων.
τὸν δ' εὑ̃ρ' ἱδρώοντα ἑλισσόμενον περὶ φύσας
σπεύδοντα: τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν
ἑστάμεναι περὶ τοι̃χον ἐϋσταθέος μεγάροιο,
χρύσεα δέ σφ' ὑπὸ κύκλα ἑκάστω̨ πυθμένι θη̃κεν,
ὄφρά οἱ αὐτόματοι θει̃ον δυσαίατ' ἀγω̃να
ἠδ' αὐ̃τις πρὸς δω̃μα νεοίατο θαυ̃μα ἰδέσθαι.
οἳ δ' ἤτοι τόσσον μὲν ἔχον τέλοσ, οὔατα δ' οὔ πω
δαιδάλεα προσέκειτο: τά ῥ' ἤρτυε, κόπτε δὲ δεσμούσ.
ὄφρ' ὅ γε ταυ̃τ' ἐπονει̃το ἰδυίη̨σι πραπίδεσσι,
τόφρά οἱ ἐγγύθεν ἠ̃λθε θεὰ Θέτις ἀργυρόπεζα.
τὴν δὲ ἴδε προμολου̃σα Χάρις λιπαροκρήδεμνος
καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεισ:
ἔν τ' ἄρα οἱ φυ̃ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:
τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δω̃
αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεισ.
ἀλλ' ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.

   '`Ως ἄρα φωνήσασα πρόσω ἄγε δι̃α θεάων.
τὴν μὲν ἔπειτα καθει̃σεν ἐπὶ θρόνου ἀργυροήλου
καλου̃ δαιδαλέου: ὑπὸ δὲ θρη̃νυς ποσὶν ἠ̃εν:
κέκλετο δ' 'Ήφαιστον κλυτοτέχνην εἰ̃πέ τε μυ̃θον:
'Ήφαιστε πρόμολ' ὡ̃δε: Θέτις νύ τι σει̃ο χατίζει.
τὴν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεισ:
ἠ̃ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,
ἥ μ' ἐσάωσ' ὅτε μ' ἄλγος ἀφίκετο τη̃λε πεσόντα
μητρὸς ἐμη̃ς ἰότητι κυνώπιδοσ, ἥ μ' ἐθέλησε
κρύψαι χωλὸν ἐόντα: τότ' ἂν πάθον ἄλγεα θυμω̨̃,
εἰ μή μ' Εὐρυνόμη τε Θέτις θ' ὑπεδέξατο κόλπω̨
Εὐρυνόμη θυγάτηρ ἀψορρόου 'Ωκεανοι̃ο.
τη̨̃σι παρ' εἰνάετες χάλκευον δαίδαλα πολλά,
πόρπας τε γναμπτάς θ' ἕλικας κάλυκάς τε καὶ ὅρμους
ἐν σπη̃ϊ γλαφυρω̨̃: περὶ δὲ ῥόος 'Ωκεανοι̃ο
ἀφρω̨̃ μορμύρων ῥέεν ἄσπετοσ: οὐδέ τις ἄλλος
ἤ̨δεεν οὔτε θεω̃ν οὔτε θνητω̃ν ἀνθρώπων,
ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μ' ἐσάωσαν.
ἣ νυ̃ν ἡμέτερον δόμον ἵκει: τώ με μάλα χρεὼ
πάντα Θέτι καλλιπλοκάμω̨ ζω̨άγρια τίνειν.
ἀλλὰ σὺ μὲν νυ̃ν οἱ παράθες ξεινήϊα καλά,
ὄφρ' ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.

   ~'Η, καὶ ἀπ' ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη
χωλεύων: ὑπὸ δὲ κνη̃μαι ῥώοντο ἀραιαί.
φύσας μέν ῥ' ἀπάνευθε τίθει πυρόσ, ὅπλά τε πάντα
λάρνακ' ἐς ἀργυρέην συλλέξατο, τοι̃ς ἐπονει̃το:
σπόγγω̨ δ' ἀμφὶ πρόσωπα καὶ ἄμφω χει̃ρ' ἀπομόργνυ
αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,
δυ̃ δὲ χιτω̃ν', ἕλε δὲ σκη̃πτρον παχύ, βη̃ δὲ θύραζε
χωλεύων: ὑπὸ δ' ἀμφίπολοι ῥώοντο ἄνακτι
χρύσειαι ζωη̨̃σι νεήνισιν εἰοικυι̃αι.
τη̨̃ς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ
καὶ σθένοσ, ἀθανάτων δὲ θεω̃ν ἄπο ἔργα ἴσασιν.
αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον: αὐτὰρ ὃ ἔρρων
πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἱ̃ζε φαεινου̃,
ἔν τ' ἄρα οἱ φυ̃ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:
τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δω̃
αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεισ.
αὔδα ὅ τι φρονέεισ: τελέσαι δέ με θυμὸς ἄνωγεν,
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.

   Τὸν δ' ἠμείβετ' ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα:
'Ήφαιστ', ἠ̃ ἄρα δή τισ, ὅσαι θεαί εἰσ' ἐν 'Ολύμπω̨,
τοσσάδ' ἐνὶ φρεσὶν ἡ̨̃σιν ἀνέσχετο κήδεα λυγρὰ
ὅσσ' ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγε' ἔδωκεν;
ἐκ μέν μ' ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν
Αἰακίδη̨ Πηλη̃ϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν
πολλὰ μάλ' οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρω̨̃
κει̃ται ἐνὶ μεγάροις ἀρημένοσ, ἄλλα δέ μοι νυ̃ν,
υἱὸν ἐπεί μοι δω̃κε γενέσθαί τε τραφέμεν τε
ἔξοχον ἡρώων: ὃ δ' ἀνέδραμεν ἔρνεϊ ἰ̃σοσ:
τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνω̨̃ ἀλωη̃ς
νηυσὶν ἐπιπροέηκα κορωνίσιν 'Ίλιον εἴσω
Τρωσὶ μαχησόμενον: τὸν δ' οὐχ ὑποδέξομαι αὐ̃τις
οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
ὄφρα δέ μοι ζώει καὶ ὁρα̨̃ φάος ἠελίοιο
ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμη̃σαι ἰου̃σα.
κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἱ̃ες 'Αχαιω̃ν,
τὴν ἂψ ἐκ χειρω̃ν ἕλετο κρείων 'Αγαμέμνων.
ἤτοι ὃ τη̃ς ἀχέων φρένας ἔφθιεν: αὐτὰρ 'Αχαιοὺς
Τρω̃ες ἐπὶ πρύμνη̨σιν ἐείλεον, οὐδὲ θύραζε
εἴων ἐξιέναι: τὸν δὲ λίσσοντο γέροντες
'Αργείων, καὶ πολλὰ περικλυτὰ δω̃ρ' ὀνόμαζον.
ἔνθ' αὐτὸς μὲν ἔπειτ' ἠναίνετο λοιγὸν ἀμυ̃ναι,
αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,
πέμπε δέ μιν πόλεμον δέ, πολὺν δ' ἅμα λαὸν ὄπασσε.
πα̃ν δ' ἠ̃μαρ μάρναντο περὶ Σκαιη̨̃σι πύλη̨σι:
καί νύ κεν αὐτη̃μαρ πόλιν ἔπραθον, εἰ μὴ 'Απόλλων
πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν
ἔκταν' ἐνὶ προμάχοισι καὶ 'Έκτορι κυ̃δος ἔδωκε.
τοὔνεκα νυ̃ν τὰ σὰ γούναθ' ἱκάνομαι, αἴ κ' ἐθέλη̨σθα
υἱει̃ ἐμω̨̃ ὠκυμόρω̨ δόμεν ἀσπίδα καὶ τρυφάλειαν
καὶ καλὰς κνημι̃δας ἐπισφυρίοις ἀραρυίας
καὶ θώρηχ': ὃ γὰρ ἠ̃ν οἱ ἀπώλεσε πιστὸς ἑται̃ρος
Τρωσὶ δαμείσ: ὃ δὲ κει̃ται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.

   Τὴν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεισ:
θάρσει: μή τοι ταυ̃τα μετὰ φρεσὶ ση̨̃σι μελόντων.
αἲ γάρ μιν θανάτοιο δυσηχέος ὡ̃δε δυναίμην
νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,
ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἱ̃ά τις αὐ̃τε
ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.

   '`Ως εἰπὼν τὴν μὲν λίπεν αὐτου̃, βη̃ δ' ἐπὶ φύσασ:
τὰς δ' ἐς πυ̃ρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.
φυ̃σαι δ' ἐν χοάνοισιν ἐείκοσι πα̃σαι ἐφύσων
παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιει̃σαι,
ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ' αὐ̃τε,
ὅππως 'Ήφαιστός τ' ἐθέλοι καὶ ἔργον ἄνοιτο.
χαλκὸν δ' ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε
καὶ χρυσὸν τιμη̃ντα καὶ ἄργυρον: αὐτὰρ ἔπειτα
θη̃κεν ἐν ἀκμοθέτω̨ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ
ῥαιστη̃ρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.

   Ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε
πάντοσε δαιδάλλων, περὶ δ' ἄντυγα βάλλε φαεινὴν
τρίπλακα μαρμαρέην, ἐκ δ' ἀργύρεον τελαμω̃να.
πέντε δ' ἄρ' αὐτου̃ ἔσαν σάκεος πτύχεσ: αὐτὰρ ἐν αὐτω̨̃
ποίει δαίδαλα πολλὰ ἰδυίη̨σι πραπίδεσσιν.

   'Εν μὲν γαι̃αν ἔτευξ', ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν,
ἠέλιόν τ' ἀκάμαντα σελήνην τε πλήθουσαν,
ἐν δὲ τὰ τείρεα πάντα, τά τ' οὐρανὸς ἐστεφάνωται,
Πληϊάδας θ' 'Υάδας τε τό τε σθένος 'Ωρίωνος
'Άρκτόν θ', ἣν καὶ 'Άμαξαν ἐπίκλησιν καλέουσιν,
ἥ τ' αὐτου̃ στρέφεται καί τ' 'Ωρίωνα δοκεύει,
οἴη δ' ἄμμορός ἐστι λοετρω̃ν 'Ωκεανοι̃ο.

   'Εν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων
καλάσ. ἐν τη̨̃ μέν ῥα γάμοι τ' ἔσαν εἰλαπίναι τε,
νύμφας δ' ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων
ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δ' ὑμέναιος ὀρώρει:
κου̃ροι δ' ὀρχηστη̃ρες ἐδίνεον, ἐν δ' ἄρα τοι̃σιν
αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον: αἳ δὲ γυναι̃κες
ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
λαοὶ δ' εἰν ἀγορη̨̃ ἔσαν ἀθρόοι: ἔνθα δὲ νει̃κος
ὠρώρει, δύο δ' ἄνδρες ἐνείκεον εἵνεκα ποινη̃ς
ἀνδρὸς ἀποφθιμένου: ὃ μὲν εὔχετο πάντ' ἀποδου̃ναι
δήμω̨ πιφαύσκων, ὃ δ' ἀναίνετο μηδὲν ἑλέσθαι:
υἄμφω δ' ἱέσθην ἐπὶ ἴστορι πει̃ραρ ἑλέσθαι.
λαοὶ δ' ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί:
κήρυκες δ' ἄρα λαὸν ἐρήτυον: οἳ δὲ γέροντες
εἵατ' ἐπὶ ξεστοι̃σι λίθοις ἱερω̨̃ ἐνὶ κύκλω̨,
σκη̃πτρα δὲ κηρύκων ἐν χέρσ' ἔχον ἠεροφώνων:
τοι̃σιν ἔπειτ' ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.
κει̃το δ' ἄρ' ἐν μέσσοισι δύω χρυσοι̃ο τάλαντα,
τω̨̃ δόμεν ὃς μετὰ τοι̃σι δίκην ἰθύντατα εἴποι.

   Τὴν δ' ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαω̃ν
τεύχεσι λαμπόμενοι: δίχα δέ σφισιν ἥνδανε βουλή,
ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι
κτη̃σιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν:
οἳ δ' οὔ πω πείθοντο, λόχω̨ δ' ὑπεθωρήσσοντο.
τει̃χος μέν ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
ῥύατ' ἐφεσταότεσ, μετὰ δ' ἀνέρες οὓς ἔχε γη̃ρασ:
οἳ δ' ἴσαν: ἠ̃ρχε δ' ἄρά σφιν 'Άρης καὶ Παλλὰς 'Αθήνη
ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,
καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ
ἀμφὶς ἀριζήλω: λαοὶ δ' ὑπολίζονες ἠ̃σαν.
οἳ δ' ὅτε δή ῥ' ἵκανον ὅθι σφίσιν εἰ̃κε λοχη̃σαι
ἐν ποταμω̨̃, ὅθι τ' ἀρδμὸς ἔην πάντεσσι βοτοι̃σιν,
ἔνθ' ἄρα τοί γ' ἵζοντ' εἰλυμένοι αἴθοπι χαλκω̨̃.
τοι̃σι δ' ἔπειτ' ἀπάνευθε δύω σκοποὶ εἵατο λαω̃ν
δέγμενοι ὁππότε μη̃λα ἰδοίατο καὶ ἕλικας βου̃σ.
οἳ δὲ τάχα προγένοντο, δύω δ' ἅμ' ἕποντο νομη̃ες
τερπόμενοι σύριγξι: δόλον δ' οὔ τι προνόησαν.
οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὠ̃κα δ' ἔπειτα
τάμνοντ' ἀμφὶ βοω̃ν ἀγέλας καὶ πώεα καλὰ
ἀργεννέων οἰω̃ν, κτει̃νον δ' ἐπὶ μηλοβοτη̃ρασ.
οἳ δ' ὡς οὐ̃ν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν
εἰράων προπάροιθε καθήμενοι, αὐτίκ' ἐφ' ἵππων
βάντες ἀερσιπόδων μετεκίαθον, αἰ̃ψα δ' ἵκοντο.
στησάμενοι δ' ἐμάχοντο μάχην ποταμοι̃ο παρ' ὄχθασ,
βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείη̨σιν.
ἐν δ' 'Έρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ' ὀλοὴ Κήρ,
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
ἄλλον τεθνηω̃τα κατὰ μόθον ἕλκε ποδοι̃ιν:
εἱ̃μα δ' ἔχ' ἀμφ' ὤμοισι δαφοινεὸν αἵματι φωτω̃ν.
ὡμίλευν δ' ὥς τε ζωοὶ βροτοὶ ἠδ' ἐμάχοντο,
νεκρούς τ' ἀλλήλων ἔρυον κατατεθνηω̃τασ.

   'Εν δ' ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν
εὐρει̃αν τρίπολον: πολλοὶ δ' ἀροτη̃ρες ἐν αὐτη̨̃
ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.
οἳ δ' ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρησ,
τοι̃σι δ' ἔπειτ' ἐν χερσὶ δέπας μελιηδέος οἴνου
δόσκεν ἀνὴρ ἐπιών: τοὶ δὲ στρέψασκον ἀν' ὄγμουσ,
ἱέμενοι νειοι̃ο βαθείης τέλσον ἱκέσθαι.
ἣ δὲ μελαίνετ' ὄπισθεν, ἀρηρομένη̨ δὲ ἐώ̨κει,
χρυσείη περ ἐου̃σα: τὸ δὴ περὶ θαυ̃μα τέτυκτο.

   'Εν δ' ἐτίθει τέμενος βασιλήϊον: ἔνθα δ' ἔριθοι
ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντεσ.
δράγματα δ' ἄλλα μετ' ὄγμον ἐπήτριμα πι̃πτον ἔραζε,
ἄλλα δ' ἀμαλλοδετη̃ρες ἐν ἐλλεδανοι̃σι δέοντο.
τρει̃ς δ' ἄρ' ἀμαλλοδετη̃ρες ἐφέστασαν: αὐτὰρ ὄπισθε
παι̃δες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες
ἀσπερχὲς πάρεχον: βασιλεὺς δ' ἐν τοι̃σι σιωπη̨̃
σκη̃πτρον ἔχων ἑστήκει ἐπ' ὄγμου γηθόσυνος κη̃ρ.
κήρυκες δ' ἀπάνευθεν ὑπὸ δρυὶ̈ δαι̃τα πένοντο,
βου̃ν δ' ἱερεύσαντες μέγαν ἄμφεπον: αἳ δὲ γυναι̃κες
δει̃πνον ἐρίθοισιν λεύκ' ἄλφιτα πολλὰ πάλυνον.

   'Εν δ' ἐτίθει σταφυλη̨̃σι μέγα βρίθουσαν ἀλωὴν
καλὴν χρυσείην: μέλανες δ' ἀνὰ βότρυες ἠ̃σαν,
ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέη̨σιν.
ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ' ἕρκος ἔλασσε
κασσιτέρου: μία δ' οἴη ἀταρπιτὸς ἠ̃εν ἐπ' αὐτήν,
τη̨̃ νίσοντο φορη̃ες ὅτε τρυγόω̨εν ἀλωήν.
παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες
πλεκτοι̃ς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
τοι̃σιν δ' ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείη̨
ἱμερόεν κιθάριζε, λίνον δ' ὑπὸ καλὸν ἄειδε
λεπταλέη̨ φωνη̨̃: τοὶ δὲ ῥήσσοντες ἁμαρτη̨̃
μολπη̨̃ τ' ἰυγμω̨̃ τε ποσὶ σκαίροντες ἕποντο.

   'Εν δ' ἀγέλην ποίησε βοω̃ν ὀρθοκραιράων:
αἳ δὲ βόες χρυσοι̃ο τετεύχατο κασσιτέρου τε,
μυκηθμω̨̃ δ' ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ
πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακη̃α.
χρύσειοι δὲ νομη̃ες ἅμ' ἐστιχόωντο βόεσσι
τέσσαρεσ, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.
σμερδαλέω δὲ λέοντε δύ' ἐν πρώτη̨σι βόεσσι
ταυ̃ρον ἐρύγμηλον ἐχέτην: ὃ δὲ μακρὰ μεμυκὼς
ἕλκετο: τὸν δὲ κύνες μετεκίαθον ἠδ' αἰζηοί.
τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
ἔγκατα καὶ μέλαν αἱ̃μα λαφύσσετον: οἳ δὲ νομη̃ες
αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντεσ.
οἳ δ' ἤτοι δακέειν μὲν ἀπετρωπω̃ντο λεόντων,
ἱστάμενοι δὲ μάλ' ἐγγὺς ὑλάκτεον ἔκ τ' ἀλέοντο.

   'Εν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
ἐν καλη̨̃ βήσση̨ μέγαν οἰω̃ν ἀργεννάων,
σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούσ.

   'Εν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεισ,
τω̨̃ ἴκελον οἱ̃όν ποτ' ἐνὶ Κνωσω̨̃ εὐρείη̨
Δαίδαλος ἤσκησεν καλλιπλοκάμω̨ 'Αριάδνη̨.
ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
ὀρχευ̃ντ' ἀλλήλων ἐπὶ καρπω̨̃ χει̃ρας ἔχοντεσ.
τω̃ν δ' αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτω̃νας
εἵατ' ἐϋννήτουσ, ἠ̃κα στίλβοντας ἐλαίω̨:
καί ῥ' αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας
εἰ̃χον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
οἳ δ' ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
ῥει̃α μάλ', ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμη̨σιν
ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέη̨σιν:
ἄλλοτε δ' αὐ̃ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.
πολλὸς δ' ἱμερόεντα χορὸν περιίσταθ' ὅμιλος
τερπόμενοι:

   

   δοιὼ δὲ κυβιστητη̃ρε κατ' αὐτοὺς
μολπη̃ς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσουσ.

   'Εν δ' ἐτίθει ποταμοι̃ο μέγα σθένος 'Ωκεανοι̃ο
ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοι̃ο.

   Αὐτὰρ ἐπεὶ δὴ τευ̃ξε σάκος μέγα τε στιβαρόν τε,
τευ̃ξ' ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγη̃σ,
τευ̃ξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυι̃αν
καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἡ̃κε,
τευ̃ξε δέ οἱ κνημι̃δας ἑανου̃ κασσιτέροιο.

   Αὐτὰρ ἐπεὶ πάνθ' ὅπλα κάμε κλυτὸς ἀμφιγυήεισ,
μητρὸς 'Αχιλλη̃ος θη̃κε προπάροιθεν ἀείρασ.
ἣ δ' ἴρηξ ὣς ἀ̃λτο κατ' Οὐλύμπου νιφόεντος
τεύχεα μαρμαίροντα παρ' 'Ηφαίστοιο φέρουσα.