ΙΛΙΑΔΟΣ Τ

'Ηὼς μὲν κροκόπεπλος ἀπ' 'Ωκεανοι̃ο ῥοάων
ὄρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοι̃σιν:
ἣ δ' ἐς νη̃ας ἵκανε θεου̃ πάρα δω̃ρα φέρουσα.
εὑ̃ρε δὲ Πατρόκλω̨ περικείμενον ὃν φίλον υἱὸν
κλαίοντα λιγέωσ: πολέες δ' ἀμφ' αὐτὸν ἑται̃ροι
μύρονθ': ἣ δ' ἐν τοι̃σι παρίστατο δι̃α θεάων,
ἔν τ' ἄρα οἱ φυ̃ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:
τέκνον ἐμὸν του̃τον μὲν ἐάσομεν ἀχνύμενοί περ
κει̃σθαι, ἐπεὶ δὴ πρω̃τα θεω̃ν ἰότητι δαμάσθη:
τύνη δ' 'Ηφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο
καλὰ μάλ', οἱ̃' οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.

   'Ως ἄρα φωνήσασα θεὰ κατὰ τεύχε' ἔθηκε
πρόσθεν 'Αχιλλη̃οσ: τὰ δ' ἀνέβραχε δαίδαλα πάντα.
Μυρμιδόνας δ' ἄρα πάντας ἕλε τρόμοσ, οὐδέ τις ἔτλη
ἄντην εἰσιδέειν, ἀλλ' ἔτρεσαν. αὐτὰρ 'Αχιλλεὺς
ὡς εἰ̃δ', ὥς μιν μα̃λλον ἔδυ χόλοσ, ἐν δέ οἱ ὄσσε
δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν:
τέρπετο δ' ἐν χείρεσσιν ἔχων θεου̃ ἀγλαὰ δω̃ρα.
αὐτὰρ ἐπεὶ φρεσὶν ἡ̨̃σι τετάρπετο δαίδαλα λεύσσων
αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα:
μη̃τερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἱ̃' ἐπιεικὲς
ἔργ' ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.
νυ̃ν δ' ἤτοι μὲν ἐγὼ θωρήξομαι: ἀλλὰ μάλ' αἰνω̃ς
δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν
μυι̃αι καδδυ̃σαι κατὰ χαλκοτύπους ὠτειλὰς
εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,
ἐκ δ' αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήη̨.

   Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα:
τέκνον μή τοι ταυ̃τα μετὰ φρεσὶ ση̨̃σι μελόντων.
τω̨̃ μὲν ἐγὼ πειρήσω ἀλαλκει̃ν ἄγρια φυ̃λα
μυίασ, αἵ ῥά τε φω̃τας ἀρηϊφάτους κατέδουσιν:
ἤν περ γὰρ κει̃ταί γε τελεσφόρον εἰς ἐνιαυτόν,
αἰεὶ τω̨̃ γ' ἔσται χρὼς ἔμπεδοσ, ἢ καὶ ἀρείων.
ἀλλὰ σύ γ' εἰς ἀγορὴν καλέσας ἥρωας 'Αχαιοὺς
μη̃νιν ἀποειπὼν 'Αγαμέμνονι ποιμένι λαω̃ν
αἰ̃ψα μάλ' ἐς πόλεμον θωρήσσεο, δύσεο δ' ἀλκήν.

   '`Ως ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνη̃κε,
Πατρόκλω̨ δ' αὐ̃τ' ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
στάξε κατὰ ῥινω̃ν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.

   Αὐτὰρ ὃ βη̃ παρὰ θι̃να θαλάσσης δι̃ος 'Αχιλλεὺς
σμερδαλέα ἰάχων, ὠ̃ρσεν δ' ἥρωας 'Αχαιούσ.
καί ῥ' οἵ περ τὸ πάρος γε νεω̃ν ἐν ἀγω̃νι μένεσκον
οἵ τε κυβερνη̃ται καὶ ἔχον οἰήϊα νηω̃ν
καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτη̃ρεσ,
καὶ μὴν οἳ τότε γ' εἰς ἀγορὴν ἴσαν, οὕνεκ' 'Αχιλλεὺς
ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινη̃σ.
τὼ δὲ δύω σκάζοντε βάτην 'Άρεος θεράποντε
Τυδεΐδης τε μενεπτόλεμος καὶ δι̃ος 'Οδυσσεὺς
ἔγχει ἐρειδομένω: ἔτι γὰρ ἔχον ἕλκεα λυγρά:
κὰδ δὲ μετὰ πρώτη̨ ἀγορη̨̃ ἵζοντο κιόντεσ.
αὐτὰρ ὃ δεύτατος ἠ̃λθεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων
ἕλκος ἔχων: καὶ γὰρ τὸν ἐνὶ κρατερη̨̃ ὑσμίνη̨
οὐ̃τα Κόων 'Αντηνορίδης χαλκήρεϊ δουρί.
αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν 'Αχαιοί,
τοι̃σι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
'Ατρεΐδη ἠ̃ ἄρ τι τόδ' ἀμφοτέροισιν ἄρειον
ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νω̃ΐ περ ἀχνυμένω κη̃ρ
θυμοβόρω̨ ἔριδι μενεήναμεν εἵνεκα κούρησ;
τὴν ὄφελ' ἐν νήεσσι κατακτάμεν 'Άρτεμις ἰω̨̃
ἤματι τω̨̃ ὅτ' ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσασ:
τώ κ' οὐ τόσσοι 'Αχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὐ̃δας
δυσμενέων ὑπὸ χερσὶν ἐμευ̃ ἀπομηνίσαντοσ.
'Έκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον: αὐτὰρ 'Αχαιοὺς
δηρὸν ἐμη̃ς καὶ ση̃ς ἔριδος μνήσεσθαι ὀΐω.
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκη̨:
νυ̃ν δ' ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ
ἀσκελέως αἰεὶ μενεαινέμεν: ἀλλ' ἄγε θα̃σσον
ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας 'Αχαιούσ,
ὄφρ' ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν
αἴ κ' ἐθέλωσ' ἐπὶ νηυσὶν ἰαύειν: ἀλλά τιν' οἴω
ἀσπασίως αὐτω̃ν γόνυ κάμψειν, ὅς κε φύγη̨σι
δηΐου ἐκ πολέμοιο ὑπ' ἔγχεος ἡμετέροιο.

   '`Ως ἔφαθ', οἳ δ' ἐχάρησαν ἐϋκνήμιδες 'Αχαιοὶ
μη̃νιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνοσ.
τοι̃σι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων
αὐτόθεν ἐξ ἕδρησ, οὐδ' ἐν μέσσοισιν ἀναστάσ:
ὠ̃ φίλοι ἥρωες Δαναοὶ θεράποντες 'Άρηος
ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν
ὑββάλλειν: χαλεπὸν γὰρ ἐπισταμένω̨ περ ἐόντι.
ἀνδρω̃ν δ' ἐν πολλω̨̃ ὁμάδω̨ πω̃ς κέν τις ἀκούσαι
ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητήσ.
Πηλεΐδη̨ μὲν ἐγὼν ἐνδείξομαι: αὐτὰρ οἱ ἄλλοι
σύνθεσθ' 'Αργει̃οι, μυ̃θόν τ' εὐ̃ γνω̃τε ἕκαστοσ.
πολλάκι δή μοι του̃τον 'Αχαιοὶ μυ̃θον ἔειπον
καί τέ με νεικείεσκον: ἐγὼ δ' οὐκ αἴτιός εἰμι,
ἀλλὰ Ζεὺς καὶ Μοι̃ρα καὶ ἠεροφοι̃τις 'Ερινύσ,
οἵ τέ μοι εἰν ἀγορη̨̃ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,
ἤματι τω̨̃ ὅτ' 'Αχιλλη̃ος γέρας αὐτὸς ἀπηύρων.
ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτα̨̃.
πρέσβα Διὸς θυγάτηρ 'Άτη, ἣ πάντας ἀα̃ται,
οὐλομένη: τη̨̃ μέν θ' ἁπαλοὶ πόδεσ: οὐ γὰρ ἐπ' οὔδει
πίλναται, ἀλλ' ἄρα ἥ γε κατ' ἀνδρω̃ν κράατα βαίνει
βλάπτουσ' ἀνθρώπουσ: κατὰ δ' οὐ̃ν ἕτερόν γε πέδησε.
καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον
ἀνδρω̃ν ἠδὲ θεω̃ν φασ' ἔμμεναι: ἀλλ' ἄρα καὶ τὸν
'Ήρη θη̃λυς ἐου̃σα δολοφροσύνη̨ς ἀπάτησεν,
ἤματι τω̨̃ ὅτ' ἔμελλε βίην 'Ηρακληείην
'Αλκμήνη τέξεσθαι ἐϋστεφάνω̨ ἐνὶ Θήβη̨.
ἤτοι ὅ γ' εὐχόμενος μετέφη πάντεσσι θεοι̃σι:
κέκλυτέ μευ πάντές τε θεοὶ πα̃σαί τε θέαιναι,
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.
σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια
ἐκφανει̃, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,
τω̃ν ἀνδρω̃ν γενεη̃ς οἵ θ' αἵματος ἐξ ἐμευ̃ εἰσί.
τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια 'Ήρη:
ψευστήσεισ, οὐδ' αὐ̃τε τέλος μύθω̨ ἐπιθήσεισ.
εἰ δ' ἄγε νυ̃ν μοι ὄμοσσον 'Ολύμπιε καρτερὸν ὅρκον,
ἠ̃ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν
ὅς κεν ἐπ' ἤματι τω̨̃δε πέση̨ μετὰ ποσσὶ γυναικὸς
τω̃ν ἀνδρω̃ν οἳ ση̃ς ἐξ αἵματός εἰσι γενέθλησ.
ὣς ἔφατο: Ζεὺς δ' οὔ τι δολοφροσύνην ἐνόησεν,
ἀλλ' ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.
'Ήρη δ' ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
καρπαλίμως δ' ἵκετ' 'Άργος 'Αχαιικόν, ἔνθ' ἄρα ἤ̨δη
ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.
ἣ δ' ἐκύει φίλον υἱόν, ὃ δ' ἕβδομος ἑστήκει μείσ:
ἐκ δ' ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,
'Αλκμήνης δ' ἀπέπαυσε τόκον, σχέθε δ' Εἰλειθυίασ.
αὐτὴ δ' ἀγγελέουσα Δία Κρονίωνα προσηύδα:
Ζευ̃ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω:
ἤδη ἀνὴρ γέγον' ἐσθλὸς ὃς 'Αργείοισιν ἀνάξει
Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο
σὸν γένοσ: οὔ οἱ ἀεικὲς ἀνασσέμεν 'Αργείοισιν.
ὣς φάτο, τὸν δ' ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθει̃αν:
αὐτίκα δ' εἱ̃λ' 'Άτην κεφαλη̃ς λιπαροπλοκάμοιο
χωόμενος φρεσὶν ἡ̨̃σι, καὶ ὤμοσε καρτερὸν ὅρκον
μή ποτ' ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
αὐ̃τις ἐλεύσεσθαι 'Άτην, ἣ πάντας ἀα̃ται.
ὣς εἰπὼν ἔρριψεν ἀπ' οὐρανου̃ ἀστερόεντος
χειρὶ περιστρέψασ: τάχα δ' ἵκετο ἔργ' ἀνθρώπων.
τὴν αἰεὶ στενάχεσχ' ὅθ' ἑὸν φίλον υἱὸν ὁρω̨̃το
ἔργον ἀεικὲς ἔχοντα ὑπ' Εὐρυσθη̃ος ἀέθλων.
ὣς καὶ ἐγών, ὅτε δ' αὐ̃τε μέγας κορυθαίολος 'Έκτωρ
'Αργείους ὀλέκεσκεν ἐπὶ πρυμνη̨̃σι νέεσσιν,
οὐ δυνάμην λελαθέσθ' 'Άτης ἡ̨̃ πρω̃τον ἀάσθην.
ἀλλ' ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύσ,
ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ' ἀπερείσι' ἄποινα:
ἀλλ' ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούσ.
δω̃ρα δ' ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν
χθιζὸς ἐνὶ κλισίη̨σιν ὑπέσχετο δι̃ος 'Οδυσσεύσ.
εἰ δ' ἐθέλεισ, ἐπίμεινον ἐπειγόμενός περ 'Άρηοσ,
δω̃ρα δέ τοι θεράποντες ἐμη̃ς παρὰ νηὸς ἑλόντες
οἴσουσ', ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
'Ατρεΐδη κύδιστε ἄναξ ἀνδρω̃ν 'Αγάμεμνον
δω̃ρα μὲν αἴ κ' ἐθέλη̨σθα παρασχέμεν, ὡς ἐπιεικέσ,
ἤ τ' ἐχέμεν παρὰ σοί: νυ̃ν δὲ μνησώμεθα χάρμης
αἰ̃ψα μάλ': οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ' ἐόντας
οὐδὲ διατρίβειν: ἔτι γὰρ μέγα ἔργον ἄρεκτον:
ὥς κέ τις αὐ̃τ' 'Αχιλη̃α μετὰ πρώτοισιν ἴδηται
ἔγχεϊ χαλκείω̨ Τρώων ὀλέκοντα φάλαγγασ.
ὡ̃δέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
μὴ δ' οὕτωσ, ἀγαθός περ ἐών, θεοείκελ' 'Αχιλλευ̃
νήστιας ὄτρυνε προτὶ 'Ίλιον υἱ̃ας 'Αχαιω̃ν
Τρωσὶ μαχησομένουσ, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
φύλοπισ, εὐ̃τ' ἂν πρω̃τον ὁμιλήσωσι φάλαγγες
ἀνδρω̃ν, ἐν δὲ θεὸς πνεύση̨ μένος ἀμφοτέροισιν.
ἀλλὰ πάσασθαι ἄνωχθι θοη̨̃ς ἐπὶ νηυσὶν 'Αχαιοὺς
σίτου καὶ οἴνοιο: τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.
οὐ γὰρ ἀνὴρ πρόπαν ἠ̃μαρ ἐς ἠέλιον καταδύντα
ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι:
εἴ περ γὰρ θυμω̨̃ γε μενοινάα̨ πολεμίζειν,
ἀλλά τε λάθρη̨ γυι̃α βαρύνεται, ἠδὲ κιχάνει
δίψά τε καὶ λιμόσ, βλάβεται δέ τε γούνατ' ἰόντι.
ὃς δέ κ' ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδη̃ς
ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζη̨,
θαρσαλέον νύ οἱ ἠ̃τορ ἐνὶ φρεσίν, οὐδέ τι γυι̃α
πρὶν κάμνει πρὶν πάντας ἐρωη̃σαι πολέμοιο.
ἀλλ' ἄγε λαὸν μὲν σκέδασον καὶ δει̃πνον ἄνωχθι
ὅπλεσθαι: τὰ δὲ δω̃ρα ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων
οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες 'Αχαιοὶ
ὀφθαλμοι̃σιν ἴδωσι, σὺ δὲ φρεσὶ ση̨̃σιν ἰανθη̨̃σ.
ὀμνυέτω δέ τοι ὅρκον ἐν 'Αργείοσιν ἀναστὰς
μή ποτε τη̃ς εὐνη̃ς ἐπιβήμεναι ἠδὲ μιγη̃ναι:
ἣ θέμις ἐστὶν ἄναξ ἤ τ' ἀνδρω̃ν ἤ τε γυναικω̃ν:
καὶ δὲ σοὶ αὐτω̨̃ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.
αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίη̨ς ἀρεσάσθω
πιείρη̨, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχη̨σθα.
'Ατρεΐδη σὺ δ' ἔπειτα δικαιότερος καὶ ἐπ' ἄλλω̨
ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλη̃α
ἄνδρ' ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνη̨.

   Τὸν δ' αὐ̃τε προσέειπεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων:
χαίρω σευ̃ Λαερτιάδη τὸν μυ̃θον ἀκούσασ:
ἐν μοίρη̨ γὰρ πάντα διίκεο καὶ κατέλεξασ.
ταυ̃τα δ' ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμόσ,
οὐδ' ἐπιορκήσω πρὸς δαίμονοσ. αὐτὰρ 'Αχιλλεὺς
μιμνέτω αὐτόθι τει̃ος ἐπειγόμενός περ 'Άρηοσ:
μίμνετε δ' ἄλλοι πάντες ἀολλέεσ, ὄφρά κε δω̃ρα
ἐκ κλισίης ἔλθη̨σι καὶ ὅρκια πιστὰ τάμωμεν.
σοὶ δ' αὐτω̨̃ τόδ' ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω:
κρινάμενος κούρητας ἀριστη̃ας Παναχαιω̃ν
δω̃ρα ἐμη̃ς παρὰ νηὸς ἐνεικέμεν, ὅσσ' 'Αχιλη̃ϊ
χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναι̃κασ.
Ταλθύβιος δέ μοι ὠ̃κα κατὰ στρατὸν εὐρὺν 'Αχαιω̃ν
κάπρον ἑτοιμασάτω ταμέειν Διί τ' 'Ηελίω̨ τε.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
'Ατρεΐδη κύδιστε ἄναξ ἀνδρω̃ν 'Αγάμεμνον
ἄλλοτέ περ καὶ μα̃λλον ὀφέλλετε ταυ̃τα πένεσθαι,
ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται
καὶ μένος οὐ τόσον ἠ̨̃σιν ἐνὶ στήθεσσιν ἐμοι̃σι.
νυ̃ν δ' οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν
'Έκτωρ Πριαμίδησ, ὅτε οἱ Ζεὺς κυ̃δος ἔδωκεν,
ὑμει̃ς δ' ἐς βρωτὺν ὀτρύνετον: ἠ̃ τ' ἂν ἔγωγε
νυ̃ν μὲν ἀνώγοιμι πτολεμίζειν υἱ̃ας 'Αχαιω̃ν
νήστιας ἀκμήνουσ, ἅμα δ' ἠελίω̨ καταδύντι
τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.
πρὶν δ' οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη
οὐ πόσις οὐδὲ βρω̃σις ἑταίρου τεθνηω̃τος
ὅς μοι ἐνὶ κλισίη̨ δεδαϊγμένος ὀξέϊ χαλκω̨̃
κει̃ται ἀνὰ πρόθυρον τετραμμένοσ, ἀμφὶ δ' ἑται̃ροι
μύρονται: τό μοι οὔ τι μετὰ φρεσὶ ταυ̃τα μέμηλεν,
ἀλλὰ φόνος τε καὶ αἱ̃μα καὶ ἀργαλέος στόνος ἀνδρω̃ν.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
ὠ̃ 'Αχιλευ̃ Πηλη̃ος υἱὲ μέγα φέρτατ' 'Αχαιω̃ν,
κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
ἔγχει, ἐγὼ δέ κε σει̃ο νοήματί γε προβαλοίμην
πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἰ̃δα.
τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοι̃σιν.
αἰ̃ψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
ἡ̃ς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
ἄμητος δ' ὀλίγιστοσ, ἐπὴν κλίνη̨σι τάλαντα
Ζεύσ, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
γαστέρι δ' οὔ πως ἔστι νέκυν πενθη̃σαι 'Αχαιούσ:
λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
πίπτουσιν: πότε κέν τις ἀναπνεύσειε πόνοιο;
ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνη̨σι
νηλέα θυμὸν ἔχοντας ἐπ' ἤματι δακρύσαντασ:
ὅσσοι δ' ἂν πολέμοιο περὶ στυγεροι̃ο λίπωνται
μεμνη̃σθαι πόσιος καὶ ἐδητύοσ, ὄφρ' ἔτι μα̃λλον
ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ
ἑσσάμενοι χροὶ̈ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην
λαω̃ν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω:
ἡ̃δε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται
νηυσὶν ἐπ' 'Αργείων: ἀλλ' ἀθρόοι ὁρμηθέντες
Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν 'Άρηα.

   ~'Η, καὶ Νέστορος υἱ̃ας ὀπάσσατο κυδαλίμοιο
Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε
καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον:
βὰν δ' ἴμεν ἐς κλισίην 'Αγαμέμνονος 'Ατρεΐδαο.
αὐτίκ' ἔπειθ' ἅμα μυ̃θος ἔην, τετέλεστο δὲ ἔργον:
ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππουσ:
ἐκ δ' ἄγον αἰ̃ψα γυναι̃κας ἀμύμονα ἔργα ἰδυίας
ἕπτ', ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρη̨ον.
χρυσου̃ δὲ στήσας 'Οδυσεὺς δέκα πάντα τάλαντα
ἠ̃ρχ', ἅμα δ' ἄλλοι δω̃ρα φέρον κούρητες 'Αχαιω̃ν.
καὶ τὰ μὲν ἐν μέσση̨ ἀγορη̨̃ θέσαν, ἂν δ' 'Αγαμέμνων
ἵστατο: Ταλθύβιος δὲ θεω̨̃ ἐναλίγκιος αὐδὴν
κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαω̃ν.
'Ατρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χει̃ρας ἀνασχὼν
εὔχετο: τοὶ δ' ἄρα πάντες ἐπ' αὐτόφιν εἵατο σιγη̨̃
'Αργει̃οι κατὰ μοι̃ραν ἀκούοντες βασιλη̃οσ.
εὐξάμενος δ' ἄρα εἰ̃πεν ἰδὼν εἰς οὐρανὸν εὐρύν:
ἴστω νυ̃ν Ζεὺς πρω̃τα θεω̃ν ὕπατος καὶ ἄριστος
Γη̃ τε καὶ 'Ηέλιος καὶ 'Ερινύεσ, αἵ θ' ὑπὸ γαι̃αν
ἀνθρώπους τίνυνται, ὅτις κ' ἐπίορκον ὀμόσση̨,
μὴ μὲν ἐγὼ κούρη̨ Βρισηΐδι χει̃ρ' ἐπένεικα,
οὔτ' εὐνη̃ς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.
ἀλλ' ἔμεν' ἀπροτίμαστος ἐνὶ κλισίη̨σιν ἐμη̨̃σιν.
εἰ δέ τι τω̃νδ' ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοι̃εν
πολλὰ μάλ', ὅσσα διδου̃σιν ὅτίς σφ' ἀλίτηται ὀμόσσασ.

   ~'Η, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκω̨̃.
τὸν μὲν Ταλθύβιος πολιη̃ς ἁλὸς ἐς μέγα λαι̃τμα
ῥι̃ψ' ἐπιδινήσας βόσιν ἰχθύσιν: αὐτὰρ 'Αχιλλεὺς
ἀνστὰς 'Αργείοισι φιλοπτολέμοισι μετηύδα:
Ζευ̃ πάτερ ἠ̃ μεγάλας ἄτας ἄνδρεσσι διδοι̃σθα:
οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοι̃σιν
'Ατρεΐδης ὤρινε διαμπερέσ, οὐδέ κε κούρην
ἠ̃γεν ἐμευ̃ ἀέκοντος ἀμήχανοσ: ἀλλά ποθι Ζεὺς
ἤθελ' 'Αχαιοι̃σιν θάνατον πολέεσσι γενέσθαι.
νυ̃ν δ' ἔρχεσθ' ἐπὶ δει̃πνον, ἵνα ξυνάγωμεν 'Άρηα.

   '`Ως ἄρ' ἐφώνησεν, λυ̃σεν δ' ἀγορὴν αἰψηρήν.
οἳ μὲν ἄρ' ἐσκίδναντο ἑὴν ἐπὶ νη̃α ἕκαστοσ,
δω̃ρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,
βὰν δ' ἐπὶ νη̃α φέροντες 'Αχιλλη̃ος θείοιο.
καὶ τὰ μὲν ἐν κλισίη̨σι θέσαν, κάθισαν δὲ γυναι̃κασ,
ἵππους δ' εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.

   Βρισηὶ̈ς δ' ἄρ' ἔπειτ' ἰκέλη χρυσέη̨ 'Αφροδίτη̨
ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκω̨̃,
ἀμφ' αὐτω̨̃ χυμένη λίγ' ἐκώκυε, χερσὶ δ' ἄμυσσε
στήθεά τ' ἠδ' ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.
εἰ̃πε δ' ἄρα κλαίουσα γυνὴ ἐϊκυι̃α θεη̨̃σι:
Πάτροκλέ μοι δειλη̨̃ πλει̃στον κεχαρισμένε θυμω̨̃
ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰου̃σα,
νυ̃ν δέ σε τεθνηω̃τα κιχάνομαι ὄρχαμε λαω̃ν
ἂψ ἀνιου̃σ': ὥς μοι δέχεται κακὸν ἐκ κακου̃ αἰεί.
ἄνδρα μὲν ὡ̨̃ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ
εἰ̃δον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκω̨̃,
τρει̃ς τε κασιγνήτουσ, τούς μοι μία γείνατο μήτηρ,
κηδείουσ, οἳ πάντες ὀλέθριον ἠ̃μαρ ἐπέσπον.
οὐδὲ μὲν οὐδέ μ' ἔασκεσ, ὅτ' ἄνδρ' ἐμὸν ὠκὺς 'Αχιλλεὺς
ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητοσ,
κλαίειν, ἀλλά μ' ἔφασκες 'Αχιλλη̃ος θείοιο
κουριδίην ἄλοχον θήσειν, ἄξειν τ' ἐνὶ νηυσὶν
ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
τώ σ' ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.

   '`Ως ἔφατο κλαίουσ', ἐπὶ δὲ στενάχοντο γυναι̃κες
Πάτροκλον πρόφασιν, σφω̃ν δ' αὐτω̃ν κήδε' ἑκάστη.
αὐτὸν δ' ἀμφὶ γέροντες 'Αχαιω̃ν ἠγερέθοντο
λισσόμενοι δειπνη̃σαι: ὃ δ' ἠρνει̃το στεναχίζων:
λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ' ἑταίρων,
μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτη̃τος
ἄσασθαι φίλον ἠ̃τορ, ἐπεί μ' ἄχος αἰνὸν ἱκάνει:
δύντα δ' ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπησ.

   '`Ως εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλη̃ασ,
δοιὼ δ' 'Ατρεΐδα μενέτην καὶ δι̃ος 'Οδυσσεὺς
Νέστωρ 'Ιδομενεύς τε γέρων θ' ἱππηλάτα Φοι̃νιξ
τέρποντες πυκινω̃ς ἀκαχήμενον: οὐδέ τι θυμω̨̃
τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντοσ.
μνησάμενος δ' ἁδινω̃ς ἀνενείκατο φώνησέν τε:
ἠ̃ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθ' ἑταίρων
αὐτὸς ἐνὶ κλισίη̨ λαρὸν παρὰ δει̃πνον ἔθηκας
αἰ̃ψα καὶ ὀτραλέωσ, ὁπότε σπερχοίατ' 'Αχαιοὶ
Τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν 'Άρηα.
νυ̃ν δὲ σὺ μὲν κει̃σαι δεδαϊγμένοσ, αὐτὰρ ἐμὸν κη̃ρ
ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων
ση̨̃ ποθη̨̃: οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,
οὐδ' εἴ κεν του̃ πατρὸς ἀποφθιμένοιο πυθοίμην,
ὅς που νυ̃ν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει
χήτεϊ τοιου̃δ' υἱ̃οσ: ὃ δ' ἀλλοδαπω̨̃ ἐνὶ δήμω̨
εἵνεκα ῥιγεδανη̃ς 'Ελένης Τρωσὶν πολεμίζω:
ἠὲ τὸν ὃς Σκύρω̨ μοι ἔνι τρέφεται φίλος υἱόσ,
εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδήσ.
πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
οἰ̃ον ἐμὲ φθίσεσθαι ἀπ' 'Άργεος ἱπποβότοιο
αὐτου̃ ἐνὶ Τροίη̨, σὲ δέ τε Φθίην δὲ νέεσθαι,
ὡς ἄν μοι τὸν παι̃δα θοη̨̃ ἐνὶ νηὶ̈ μελαίνη̨
Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα
κτη̃σιν ἐμὴν δμω̃άς τε καὶ ὑψερεφὲς μέγα δω̃μα.
ἤδη γὰρ Πηλη̃ά γ' ὀΐομαι ἢ κατὰ πάμπαν
τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντ' ἀκάχησθαι
γήραΐ τε στυγερω̨̃ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ
λυγρὴν ἀγγελίην, ὅτ' ἀποφθιμένοιο πύθηται.

   '`Ως ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντεσ,
μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον:
μυρομένους δ' ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,
αἰ̃ψα δ' 'Αθηναίην ἔπεα πτερόεντα προσηύδα:
τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑη̃οσ.
ἠ̃ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ' 'Αχιλλεύσ;
κει̃νος ὅ γε προπάροιθε νεω̃ν ὀρθοκραιράων
ἡ̃σται ὀδυρόμενος ἕταρον φίλον: οἳ δὲ δὴ ἄλλοι
οἴχονται μετὰ δει̃πνον, ὃ δ' ἄκμηνος καὶ ἄπαστοσ.
ἀλλ' ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
στάξον ἐνὶ στήθεσσ', ἵνα μή μιν λιμὸς ἵκηται.

   '`Ως εἰπὼν ὄτρυνε πάρος μεμαυι̃αν 'Αθήνην:
ἣ δ' ἅρπη̨ ἐϊκυι̃α τανυπτέρυγι λιγυφώνω̨
οὐρανου̃ ἐκκατεπα̃λτο δι' αἰθέροσ. αὐτὰρ 'Αχαιοὶ
αὐτίκα θωρήσσοντο κατὰ στρατόν: ἣ δ' 'Αχιλη̃ϊ
νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν
στάξ', ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ' ἵκοιτο:
αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δω̃
ὤ̨χετο, τοὶ δ' ἀπάνευθε νεω̃ν ἐχέοντο θοάων.
ὡς δ' ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται
ψυχραὶ ὑπὸ ῥιπη̃ς αἰθρηγενέος Βορέαο,
ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
νηω̃ν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι
θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δου̃ρα.
αἴγλη δ' οὐρανὸν ἱ̃κε, γέλασσε δὲ πα̃σα περὶ χθὼν
χαλκου̃ ὑπὸ στεροπη̃σ: ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν
ἀνδρω̃ν: ἐν δὲ μέσοισι κορύσσετο δι̃ος 'Αχιλλεύσ.
του̃ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε
λαμπέσθην ὡς εἴ τε πυρὸς σέλασ, ἐν δέ οἱ ἠ̃τορ
δυ̃ν' ἄχος ἄτλητον: ὃ δ' ἄρα Τρωσὶν μενεαίνων
δύσετο δω̃ρα θεου̃, τά οἱ 'Ήφαιστος κάμε τεύχων.
κνημι̃δας μὲν πρω̃τα περὶ κνήμη̨σιν ἔθηκε
καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίασ:
δεύτερον αὐ̃ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
χάλκεον: αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
εἵλετο, του̃ δ' ἀπάνευθε σέλας γένετ' ἠΰτε μήνησ.
ὡς δ' ὅτ' ἂν ἐκ πόντοιο σέλας ναύτη̨σι φανήη̨
καιομένοιο πυρόσ, τό τε καίεται ὑψόθ' ὄρεσφι
σταθμω̨̃ ἐν οἰοπόλω̨: τοὺς δ' οὐκ ἐθέλοντας ἄελλαι
πόντον ἐπ' ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν:
ὣς ἀπ' 'Αχιλλη̃ος σάκεος σέλας αἰθέρ' ἵκανε
καλου̃ δαιδαλέου: περὶ δὲ τρυφάλειαν ἀείρας
κρατὶ θέτο βριαρήν: ἣ δ' ἀστὴρ ὣς ἀπέλαμπεν
ἵππουρις τρυφάλεια, περισσείοντο δ' ἔθειραι
χρύσεαι, ἃς 'Ήφαιστος ἵει λόφον ἀμφὶ θαμειάσ.
πειρήθη δ' ἕο αὐτου̃ ἐν ἔντεσι δι̃ος 'Αχιλλεύσ,
εἰ οἱ̃ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυι̃α:
τω̨̃ δ' εὐ̃τε πτερὰ γίγνετ', ἄειρε δὲ ποιμένα λαω̃ν.
ἐκ δ' ἄρα σύριγγος πατρώϊον ἐσπάσατ' ἔγχος
βριθὺ μέγα στιβαρόν: τὸ μὲν οὐ δύνατ' ἄλλος 'Αχαιω̃ν
πάλλειν, ἀλλά μιν οἰ̃ος ἐπίστατο πη̃λαι 'Αχιλλεύσ:
Πηλιάδα μελίην, τὴν πατρὶ φίλω̨ πόρε Χείρων
Πηλίου ἐκ κορυφη̃ς φόνον ἔμμεναι ἡρώεσσιν:
ἵππους δ' Αὐτομέδων τε καὶ 'Άλκιμος ἀμφιέποντες
ζεύγνυον: ἀμφὶ δὲ καλὰ λέπαδν' ἕσαν, ἐν δὲ χαλινοὺς
γαμφηλη̨̃ς ἔβαλον, κατὰ δ' ἡνία τει̃ναν ὀπίσσω
κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν
χειρὶ λαβὼν ἀραρυι̃αν ἐφ' ἵπποιιν ἀνόρουσεν
Αὐτομέδων: ὄπιθεν δὲ κορυσσάμενος βη̃ 'Αχιλλεὺς
τεύχεσι παμφαίνων ὥς τ' ἠλέκτωρ 'Υπερίων,
σμερδαλέον δ' ἵπποισιν ἐκέκλετο πατρὸς ἑοι̃ο:
Ξάνθέ τε καὶ Βαλία τηλεκλυτὰ τέκνα Ποδάργης
ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχη̃α
ἂψ Δαναω̃ν ἐς ὅμιλον ἐπεί χ' ἕωμεν πολέμοιο,
μηδ' ὡς Πάτροκλον λίπετ' αὐτόθι τεθνηω̃τα.

   Τὸν δ' ἄρ' ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος
Ξάνθοσ, ἄφαρ δ' ἤμυσε καρήατι: πα̃σα δὲ χαίτη
ζεύγλης ἐξεριπου̃σα παρὰ ζυγὸν οὐ̃δας ἵκανεν:
αὐδήεντα δ' ἔθηκε θεὰ λευκώλενος 'Ήρη:
καὶ λίην σ' ἔτι νυ̃ν γε σαώσομεν ὄβριμ' 'Αχιλλευ̃:
ἀλλά τοι ἐγγύθεν ἠ̃μαρ ὀλέθριον: οὐδέ τοι ἡμει̃ς
αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοι̃ρα κραταιή.
οὐδὲ γὰρ ἡμετέρη̨ βραδυτη̃τί τε νωχελίη̨ τε
Τρω̃ες ἀπ' ὤμοιιν Πατρόκλου τεύχε' ἕλοντο:
ἀλλὰ θεω̃ν ὤριστοσ, ὃν ἠΰκομος τέκε Λητώ,
ἔκταν' ἐνὶ προμάχοισι καὶ 'Έκτορι κυ̃δος ἔδωκε.
νω̃ϊ δὲ καί κεν ἅμα πνοιη̨̃ Ζεφύροιο θέοιμεν,
ἥν περ ἐλαφροτάτην φάσ' ἔμμεναι: ἀλλὰ σοὶ αὐτω̨̃
μόρσιμόν ἐστι θεω̨̃ τε καὶ ἀνέρι ἰ̃φι δαμη̃ναι.

   '`Ως ἄρα φωνήσαντος 'Ερινύες ἔσχεθον αὐδήν.
τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.
εὐ̃ νυ τὸ οἰ̃δα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδ' ὀλέσθαι
νόσφι φίλου πατρὸς καὶ μητέροσ: ἀλλὰ καὶ ἔμπης
οὐ λήξω πρὶν Τρω̃ας ἅδην ἐλάσαι πολέμοιο.

   ~'Η ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππουσ.