ΙΛΙΑΔΟΣ Υ

'`Ως οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο
ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον 'Αχαιοί,
Τρω̃ες δ' αὐ̃θ' ἑτέρωθεν ἐπὶ θρωσμω̨̃ πεδίοιο:
Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι
κρατὸς ἀπ' Οὐλύμποιο πολυπτύχου: ἣ δ' ἄρα πάντη̨
φοιτήσασα κέλευσε Διὸς πρὸς δω̃μα νέεσθαι.
οὔτέ τις οὐ̃ν ποταμω̃ν ἀπέην νόσφ' 'Ωκεανοι̃ο,
οὔτ' ἄρα νυμφάων αἵ τ' ἄλσεα καλὰ νέμονται
καὶ πηγὰς ποταμω̃ν καὶ πίσεα ποιήεντα.
ἐλθόντες δ' ἐς δω̃μα Διὸς νεφεληγερέταο
ξεστη̨̃ς αἰθούση̨σιν ἐνίζανον, ἃς Διὶ πατρὶ
'Ήφαιστος ποίησεν ἰδυίη̨σι πραπίδεσσιν.

   '`Ως οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατ': οὐδ' ἐνοσίχθων
νηκούστησε θεα̃σ, ἀλλ' ἐξ ἁλὸς ἠ̃λθε μετ' αὐτούσ,
ἱ̃ζε δ' ἄρ' ἐν μέσσοισι, Διὸς δ' ἐξείρετο βουλήν:
τίπτ' αὐ̃τ' ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσασ;
ἠ̃ τι περὶ Τρώων καὶ 'Αχαιω̃ν μερμηρίζεισ;
τω̃ν γὰρ νυ̃ν ἄγχιστα μάχη πόλεμός τε δέδηε.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύσ:
ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν
ὡ̃ν ἕνεκα ξυνάγειρα: μέλουσί μοι ὀλλύμενοί περ.
ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο
ἥμενοσ, ἔνθ' ὁρόων φρένα τέρψομαι: οἳ δὲ δὴ ἄλλοι
ἔρχεσθ' ὄφρ' ἂν ἵκησθε μετὰ Τρω̃ας καὶ 'Αχαιούσ,
ἀμφοτέροισι δ' ἀρήγεθ' ὅπη̨ νόος ἐστὶν ἑκάστου.
εἰ γὰρ 'Αχιλλεὺς οἰ̃ος ἐπὶ Τρώεσσι μαχει̃ται
οὐδὲ μίνυνθ' ἕξουσι ποδώκεα Πηλεΐωνα.
καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρω̃ντεσ:
νυ̃ν δ' ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνω̃ς
δείδω μὴ καὶ τει̃χος ὑπέρμορον ἐξαλαπάξη̨.

   '`Ως ἔφατο Κρονίδησ, πόλεμον δ' ἀλίαστον ἔγειρε.
βὰν δ' ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντεσ:
'Ήρη μὲν μετ' ἀγω̃να νεω̃ν καὶ Παλλὰς 'Αθήνη
ἠδὲ Ποσειδάων γαιήοχος ἠδ' ἐριούνης
'Ερμείασ, ὃς ἐπὶ φρεσὶ πευκαλίμη̨σι κέκασται:
'Ήφαιστος δ' ἅμα τοι̃σι κίε σθένεϊ βλεμεαίνων
χωλεύων, ὑπὸ δὲ κνη̃μαι ῥώοντο ἀραιαί.
ἐς δὲ Τρω̃ας 'Άρης κορυθαίολοσ, αὐτὰρ ἅμ' αὐτω̨̃
Φοι̃βος ἀκερσεκόμης ἠδ' 'Άρτεμις ἰοχέαιρα
Λητώ τε Ξάνθός τε φιλομειδής τ' 'Αφροδίτη.

   Εἱ̃ος μέν ῥ' ἀπάνευθε θεοὶ θνητω̃ν ἔσαν ἀνδρω̃ν,
τει̃ος 'Αχαιοὶ μὲν μέγα κύδανον, οὕνεκ' 'Αχιλλεὺς
ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινη̃σ:
Τρω̃ας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυι̃α ἕκαστον
δειδιότασ, ὅθ' ὁρω̃ντο ποδώκεα Πηλεΐωνα
τεύχεσι λαμπόμενον βροτολοιγω̨̃ ἰ̃σον 'Άρηϊ.
αὐτὰρ ἐπεὶ μεθ' ὅμιλον 'Ολύμπιοι ἤλυθον ἀνδρω̃ν,
ὠ̃ρτο δ' 'Έρις κρατερὴ λαοσσόοσ, αὐ̃ε δ' 'Αθήνη
στα̃σ' ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτόσ,
ἄλλοτ' ἐπ' ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.
αὐ̃ε δ' 'Άρης ἑτέρωθεν ἐρεμνη̨̃ λαίλαπι ἰ̃σος
ὀξὺ κατ' ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνη̨.

   '`Ως τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες
σύμβαλον, ἐν δ' αὐτοι̃ς ἔριδα ῥήγνυντο βαρει̃αν:
δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρω̃ν τε θεω̃ν τε
ὑψόθεν: αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε
γαι̃αν ἀπειρεσίην ὀρέων τ' αἰπεινὰ κάρηνα.
πάντες δ' ἐσσείοντο πόδες πολυπίδακος 'Ίδης
καὶ κορυφαί, Τρώων τε πόλις καὶ νη̃ες 'Αχαιω̃ν.
ἔδεισεν δ' ὑπένερθεν ἄναξ ἐνέρων 'Αϊδωνεύσ,
δείσας δ' ἐκ θρόνου ἀ̃λτο καὶ ἴαχε, μή οἱ ὕπερθε
γαι̃αν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,
οἰκία δὲ θνητοι̃σι καὶ ἀθανάτοισι φανείη
σμερδαλέ' εὐρώεντα, τά τε στυγέουσι θεοί περ:
τόσσος ἄρα κτύπος ὠ̃ρτο θεω̃ν ἔριδι ξυνιόντων.
ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
ἵστατ' 'Απόλλων Φοι̃βος ἔχων ἰὰ πτερόεντα,
ἄντα δ' 'Ενυαλίοιο θεὰ γλαυκω̃πις 'Αθήνη:
'Ήρη̨ δ' ἀντέστη χρυσηλάκατος κελαδεινὴ
'Άρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο:
Λητοι̃ δ' ἀντέστη σω̃κος ἐριούνιος 'Ερμη̃σ,
ἄντα δ' ἄρ' 'Ηφαίστοιο μέγας ποταμὸς βαθυδίνησ,
ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.

   '`Ως οἳ μὲν θεοὶ ἄντα θεω̃ν ἴσαν: αὐτὰρ 'Αχιλλεὺς
'Έκτορος ἄντα μάλιστα λιλαίετο δυ̃ναι ὅμιλον
Πριαμίδεω: του̃ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει
αἵματος ἀ̃σαι 'Άρηα ταλαύρινον πολεμιστήν.
Αἰνείαν δ' ἰθὺς λαοσσόος ὠ̃ρσεν 'Απόλλων
ἀντία Πηλεΐωνοσ, ἐνη̃κε δέ οἱ μένος ἠΰ:
υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν:
τω̨̃ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς 'Απόλλων:
Αἰνεία Τρώων βουληφόρε που̃ τοι ἀπειλαὶ
ἃς Τρώων βασιλευ̃σιν ὑπίσχεο οἰνοποτάζων
Πηλεΐδεω 'Αχιλη̃ος ἐναντίβιον πολεμίξειν;

   Τὸν δ' αὐ̃τ' Αἰνείας ἀπαμειβόμενος προσέειπε:
Πριαμίδη τί με ταυ̃τα καὶ οὐκ ἐθέλοντα κελεύεις
ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;
οὐ μὲν γὰρ νυ̃ν πρω̃τα ποδώκεος ἄντ' 'Αχιλη̃ος
στήσομαι, ἀλλ' ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν
ἐξ 'Ίδησ, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρη̨σι,
πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον: αὐτὰρ ἐμὲ Ζεὺς
εἰρύσαθ', ὅς μοι ἐπω̃ρσε μένος λαιψηρά τε γου̃να.
ἠ̃ κ' ἐδάμην ὑπὸ χερσὶν 'Αχιλλη̃ος καὶ 'Αθήνησ,
ἥ οἱ πρόσθεν ἰου̃σα τίθει φάος ἠδ' ἐκέλευεν
ἔγχεϊ χαλκείω̨ Λέλεγας καὶ Τρω̃ας ἐναίρειν.
τὼ οὐκ ἔστ' 'Αχιλη̃ος ἐναντίον ἄνδρα μάχεσθαι:
αἰεὶ γὰρ πάρα εἱ̃ς γε θεω̃ν ὃς λοιγὸν ἀμύνει.
καὶ δ' ἄλλως του̃ γ' ἰθὺ βέλος πέτετ', οὐδ' ἀπολήγει
πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ
ἰ̃σον τείνειεν πολέμου τέλοσ, οὔ κε μάλα ῥέα
νικήσει', οὐδ' εἰ παγχάλκεος εὔχεται εἰ̃ναι.

   Τὸν δ' αὐ̃τε προσέειπεν ἄναξ Διὸς υἱὸς 'Απόλλων:
ἥρως ἀλλ' ἄγε καὶ σὺ θεοι̃ς αἰειγενέτη̨σιν
εὔχεο: καὶ δὲ σέ φασι Διὸς κούρης 'Αφροδίτης
ἐκγεγάμεν, κει̃νος δὲ χερείονος ἐκ θεου̃ ἐστίν:
ἣ μὲν γὰρ Διός ἐσθ', ἣ δ' ἐξ ἁλίοιο γέροντοσ.
ἀλλ' ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν
λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειη̨̃.

   '`Ως εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαω̃ν,
βη̃ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκω̨̃.
οὐδ' ἔλαθ' 'Αγχίσαο πάϊς λευκώλενον 'Ήρην
ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρω̃ν:
ἣ δ' ἄμυδις στήσασα θεοὺς μετὰ μυ̃θον ἔειπε:
φράζεσθον δὴ σφω̃ϊ Ποσείδαον καὶ 'Αθήνη
ἐν φρεσὶν ὑμετέρη̨σιν, ὅπως ἔσται τάδε ἔργα.
Αἰνείας ὅδ' ἔβη κεκορυθμένος αἴθοπι χαλκω̨̃
ἀντία Πηλεΐωνοσ, ἀνη̃κε δὲ Φοι̃βος 'Απόλλων.
ἀλλ' ἄγεθ', ἡμει̃ς πέρ μιν ἀποτρωπω̃μεν ὀπίσσω
αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων 'Αχιλη̃ϊ
παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμω̨̃
δευέσθω, ἵνα εἰδη̨̃ ὅ μιν φιλέουσιν ἄριστοι
ἀθανάτων, οἳ δ' αὐ̃τ' ἀνεμώλιοι οἳ τὸ πάρος περ
Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτη̃τα.
πάντες δ' Οὐλύμποιο κατήλθομεν ἀντιόωντες
τη̃σδε μάχησ, ἵνα μή τι μετὰ Τρώεσσι πάθη̨σι
σήμερον: ὕστερον αὐ̃τε τὰ πείσεται ἅσσά οἱ αἰ̃σα
γιγνομένω̨ ἐπένησε λίνω̨ ὅτε μιν τέκε μήτηρ.
εἰ δ' 'Αχιλεὺς οὐ ταυ̃τα θεω̃ν ἐκ πεύσεται ὀμφη̃ς
δείσετ' ἔπειθ', ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθη̨
ἐν πολέμω̨: χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργει̃σ.

   Τὴν δ' ἠμείβετ' ἔπειτα Ποσειδάων ἐνοσίχθων:
'Ήρη μὴ χαλέπαινε παρ' ἐκ νόον: οὐδέ τί σε χρή.
οὐκ ἂν ἔγωγ' ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι
ἡμέας τοὺς ἄλλουσ, ἐπεὶ ἠ̃ πολὺ φέρτεροί εἰμεν:
ἀλλ' ἡμει̃ς μὲν ἔπειτα καθεζώμεσθα κιόντες
ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δ' ἄνδρεσσι μελήσει.
εἰ δέ κ' 'Άρης ἄρχωσι μάχης ἢ Φοι̃βος 'Απόλλων,
ἢ 'Αχιλη̃' ἴσχωσι καὶ οὐκ εἰω̃σι μάχεσθαι,
αὐτίκ' ἔπειτα καὶ ἄμμι παρ' αὐτόθι νει̃κος ὀρει̃ται
φυλόπιδοσ: μάλα δ' ὠ̃κα διακρινθέντας ὀΐω
ἂψ ἴμεν Οὔλυμπον δὲ θεω̃ν μεθ' ὁμήγυριν ἄλλων
ἡμετέρη̨ς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντασ.

   '`Ως ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
τει̃χος ἐς ἀμφίχυτον 'Ηρακλη̃ος θείοιο
ὑψηλόν, τό ῥά οἱ Τρω̃ες καὶ Παλλὰς 'Αθήνη
ποίεον, ὄφρα τὸ κη̃τος ὑπεκπροφυγὼν ἀλέαιτο,
ὁππότε μιν σεύαιτο ἀπ' ἠϊόνος πεδίον δέ.
ἔνθα Ποσειδάων κατ' ἄρ' ἕζετο καὶ θεοὶ ἄλλοι,
ἀμφὶ δ' ἄρ' ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο:
οἳ δ' ἑτέρωσε καθι̃ζον ἐπ' ὀφρύσι Καλλικολώνης
ἀμφὶ σὲ ἤϊε Φοι̃βε καὶ 'Άρηα πτολίπορθον.

   '`Ως οἳ μέν ῥ' ἑκάτερθε καθήατο μητιόωντες
βουλάσ: ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
ὄκνεον ἀμφότεροι, Ζεὺς δ' ἥμενος ὕψι κέλευε.

   Τω̃ν δ' ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκω̨̃
ἀνδρω̃ν ἠδ' ἵππων: κάρκαιρε δὲ γαι̃α πόδεσσιν
ὀρνυμένων ἄμυδισ. δύο δ' ἀνέρες ἔξοχ' ἄριστοι
ἐς μέσον ἀμφοτέρων συνίτην μεμαω̃τε μάχεσθαι
Αἰνείας τ' 'Αγχισιάδης καὶ δι̃ος 'Αχιλλεύσ.
Αἰνείας δὲ πρω̃τος ἀπειλήσας ἐβεβήκει
νευστάζων κόρυθι βριαρη̨̃: ἀτὰρ ἀσπίδα θου̃ριν
πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχοσ.
Πηλεΐδης δ' ἑτέρωθεν ἐναντίον ὠ̃ρτο λέων ὣς
σίντησ, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
ἀγρόμενοι πα̃ς δη̃μοσ: ὃ δὲ πρω̃τον μὲν ἀτίζων
ἔρχεται, ἀλλ' ὅτε κέν τις ἀρηϊθόων αἰζηω̃ν
δουρὶ βάλη̨ ἐάλη τε χανών, περί τ' ἀφρὸς ὀδόντας
γίγνεται, ἐν δέ τέ οἱ κραδίη̨ στένει ἄλκιμον ἠ̃τορ,
οὐρη̨̃ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
μαστίεται, ἑὲ δ' αὐτὸν ἐποτρύνει μαχέσασθαι,
γλαυκιόων δ' ἰθὺς φέρεται μένει, ἤν τινα πέφνη̨
ἀνδρω̃ν, ἢ αὐτὸς φθίεται πρώτω̨ ἐν ὁμίλω̨:
ὣς 'Αχιλη̃' ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.
οἳ δ' ὅτε δὴ σχεδὸν ἠ̃σαν ἐπ' ἀλλήλοισιν ἰόντεσ,
τὸν πρότερος προσέειπε ποδάρκης δι̃ος 'Αχιλλεύσ:
Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν
ἔστησ; ἠ̃ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι
τιμη̃ς τη̃ς Πριάμου; ἀτὰρ εἴ κεν ἔμ' ἐξεναρίξη̨σ,
οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει:
εἰσὶν γάρ οἱ παι̃δεσ, ὃ δ' ἔμπεδος οὐδ' ἀεσίφρων.
ἠ̃ νύ τί τοι Τρω̃ες τέμενος τάμον ἔξοχον ἄλλων
καλὸν φυταλιη̃ς καὶ ἀρούρησ, ὄφρα νέμηαι
αἴ κεν ἐμὲ κτείνησ; χαλεπω̃ς δέ σ' ἔολπα τὸ ῥέξειν.
ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβη̃σαι.
ἠ̃ οὐ μέμνη̨ ὅτε πέρ σε βοω̃ν ἄπο μου̃νον ἐόντα
σευ̃α κατ' 'Ιδαίων ὀρέων ταχέεσσι πόδεσσι
καρπαλίμωσ; τότε δ' οὔ τι μετατροπαλίζεο φεύγων.
ἔνθεν δ' ἐς Λυρνησσὸν ὑπέκφυγεσ: αὐτὰρ ἐγὼ τὴν
πέρσα μεθορμηθεὶς σὺν 'Αθήνη̨ καὶ Διὶ πατρί,
ληϊάδας δὲ γυναι̃κας ἐλεύθερον ἠ̃μαρ ἀπούρας
ἠ̃γον: ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.
ἀλλ' οὐ νυ̃ν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμω̨̃
βάλλεαι: ἀλλά σ' ἔγωγ' ἀναχωρήσαντα κελεύω
ἐς πληθὺν ἰέναι, μηδ' ἀντίος ἵστασ' ἐμει̃ο,
πρίν τι κακὸν παθέειν: ῥεχθὲν δέ τε νήπιος ἔγνω.

   Τὸν δ' αὐ̃τ' Αἰνείας ἀπαμείβετο φώνησέν τε:
Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἰ̃δα καὶ αὐτὸς
ἠμὲν κερτομίας ἠδ' αἴσυλα μυθήσασθαι.
ἴδμεν δ' ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκη̃ας
πρόκλυτ' ἀκούοντες ἔπεα θνητω̃ν ἀνθρώπων:
ὄψει δ' οὔτ' ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτ' ἄρ' ἐγὼ σούσ.
φασὶ σὲ μὲν Πηλη̃ος ἀμύμονος ἔκγονον εἰ̃ναι,
μητρὸς δ' ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνησ:
αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος 'Αγχίσαο
εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστ' 'Αφροδίτη:
τω̃ν δὴ νυ̃ν ἕτεροί γε φίλον παι̃δα κλαύσονται
σήμερον: οὐ γάρ φημ' ἐπέεσσί γε νηπυτίοισιν
ὡ̃δε διακρινθέντε μάχης ἐξαπονέεσθαι.
εἰ δ' ἐθέλεις καὶ ταυ̃τα δαήμεναι, ὄφρ' ἐὺ̈ εἰδη̨̃ς
ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι:
Δάρδανον αὐ̃ πρω̃τον τέκετο νεφεληγερέτα Ζεύσ,
κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω 'Ίλιος ἱρὴ
ἐν πεδίω̨ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,
ἀλλ' ἔθ' ὑπωρείας ὤ̨κεον πολυπίδακος 'Ίδησ.
Δάρδανος αὐ̃ τέκεθ' υἱὸν 'Εριχθόνιον βασιλη̃α,
ὃς δὴ ἀφνειότατος γένετο θνητω̃ν ἀνθρώπων:
του̃ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλη̨̃σι.
τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,
ἵππω̨ δ' εἰσάμενος παρελέξατο κυανοχαίτη̨:
αἳ δ' ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλουσ.
αἳ δ' ὅτε μὲν σκιρτω̨̃εν ἐπὶ ζείδωρον ἄρουραν,
ἄκρον ἐπ' ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων:
ἀλλ' ὅτε δὴ σκιρτω̨̃εν ἐπ' εὐρέα νω̃τα θαλάσσησ,
ἄκρον ἐπὶ ῥηγμι̃νος ἁλὸς πολιοι̃ο θέεσκον.
Τρω̃α δ' 'Εριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα:
Τρωὸς δ' αὐ̃ τρει̃ς παι̃δες ἀμύμονες ἐξεγένοντο
~'Ιλός τ' 'Ασσάρακός τε καὶ ἀντίθεος Γανυμήδησ,
ὃς δὴ κάλλιστος γένετο θνητω̃ν ἀνθρώπων:
τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
κάλλεος εἵνεκα οἱ̃ο ἵν' ἀθανάτοισι μετείη.
~'Ιλος δ' αὐ̃ τέκεθ' υἱὸν ἀμύμονα Λαομέδοντα:
Λαομέδων δ' ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε
Λάμπόν τε Κλυτίον θ' 'Ικετάονά τ' ὄζον 'Άρηοσ:
'Ασσάρακος δὲ Κάπυν, ὃ δ' ἄρ' 'Αγχίσην τέκε παι̃δα:
αὐτὰρ ἔμ' 'Αγχίσησ, Πρίαμος δ' ἔτεχ' 'Έκτορα δι̃ον.
ταύτης τοι γενεη̃ς τε καὶ αἵματος εὔχομαι εἰ̃ναι.
Ζεὺς δ' ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
ὅππως κεν ἐθέλη̨σιν: ὃ γὰρ κάρτιστος ἁπάντων.
ἀλλ' ἄγε μηκέτι ταυ̃τα λεγώμεθα νηπύτιοι ὣς
ἑσταότ' ἐν μέσση̨ ὑσμίνη̨ δηϊοτη̃τοσ.
ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
πολλὰ μάλ', οὐδ' ἂν νηυ̃ς ἑκατόζυγος ἄχθος ἄροιτο.
στρεπτὴ δὲ γλω̃σσ' ἐστὶ βροτω̃ν, πολέες δ' ἔνι μυ̃θοι
παντοι̃οι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.
ὁπποι̃όν κ' εἴπη̨σθα ἔποσ, τοι̃όν κ' ἐπακούσαισ.
ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νω̃ϊν ἀνάγκη
νεικει̃ν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναι̃κασ,
αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
νεικευ̃σ' ἀλλήλη̨σι μέσην ἐς ἄγυιαν ἰου̃σαι
πόλλ' ἐτεά τε καὶ οὐκί: χόλος δέ τε καὶ τὰ κελεύει.
ἀλκη̃ς δ' οὔ μ' ἐπέεσσιν ἀποτρέψεις μεμαω̃τα
πρὶν χαλκω̨̃ μαχέσασθαι ἐναντίον: ἀλλ' ἄγε θα̃σσον
γευσόμεθ' ἀλλήλων χαλκήρεσιν ἐγχείη̨σιν.

   ~'Η ῥα καὶ ἐν δεινω̨̃ σάκει ἤλασεν ὄβριμον ἔγχος
σμερδαλέω̨: μέγα δ' ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκη̨̃.
Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείη̨
ἔσχετο ταρβήσασ: φάτο γὰρ δολιχόσκιον ἔγχος
ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο
νήπιοσ, οὐδ' ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
ὡς οὐ ῥηΐδι' ἐστὶ θεω̃ν ἐρικυδέα δω̃ρα
ἀνδράσι γε θνητοι̃σι δαμήμεναι οὐδ' ὑποείκειν.
οὐδὲ τότ' Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
ῥη̃ξε σάκοσ: χρυσὸς γὰρ ἐρύκακε, δω̃ρα θεοι̃ο:
ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχασ, αἳ δ' ἄρ' ἔτι τρει̃ς
ἠ̃σαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,
τὰς δύο χαλκείασ, δύο δ' ἔνδοθι κασσιτέροιο,
τὴν δὲ μίαν χρυση̃ν, τη̨̃ ῥ' ἔσχετο μείλινον ἔγχοσ.

   Δεύτερος αὐ̃τ' 'Αχιλεὺς προΐει δολιχόσκιον ἔγχοσ,
καὶ βάλεν Αἰνείαο κατ' ἀσπίδα πάντοσ' ἐΐσην
ἄντυγ' ὕπο πρώτην, ἡ̨̃ λεπτότατος θέε χαλκόσ,
λεπτοτάτη δ' ἐπέην ῥινὸς βοόσ: ἣ δὲ διὰ πρὸ
Πηλιὰς ἤϊξεν μελίη, λάκε δ' ἀσπὶς ὑπ' αὐτη̃σ.
Αἰνείας δ' ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ' ἀνέσχε
δείσασ: ἐγχείη δ' ἄρ' ὑπὲρ νώτου ἐνὶ γαίη̨
ἔστη ἱεμένη, διὰ δ' ἀμφοτέρους ἕλε κύκλους
ἀσπίδος ἀμφιβρότησ: ὃ δ' ἀλευάμενος δόρυ μακρὸν
ἔστη, κὰδ δ' ἄχος οἱ χύτο μυρίον ὀφθαλμοι̃σι,
ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλοσ. αὐτὰρ 'Αχιλλεὺς
ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ
σμερδαλέα ἰάχων: ὃ δὲ χερμάδιον λάβε χειρὶ
Αἰνείασ, μέγα ἔργον, ὃ οὐ δύο γ' ἄνδρε φέροιεν,
οἱ̃οι νυ̃ν βροτοί εἰσ': ὃ δέ μιν ῥέα πάλλε καὶ οἰ̃οσ.
ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρω̨
ἢ κόρυθ' ἠὲ σάκοσ, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,
τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,
εἰ μὴ ἄρ' ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων:
αὐτίκα δ' ἀθανάτοισι θεοι̃ς μετὰ μυ̃θον ἔειπεν:
ὢ πόποι ἠ̃ μοι ἄχος μεγαλήτορος Αἰνείαο,
ὃς τάχα Πηλεΐωνι δαμεὶς 'Άϊδος δὲ κάτεισι
πειθόμενος μύθοισιν 'Απόλλωνος ἑκάτοιο
νήπιοσ, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.
ἀλλὰ τί ἢ νυ̃ν οὑ̃τος ἀναίτιος ἄλγεα πάσχει
μὰψ ἕνεκ' ἀλλοτρίων ἀχέων, κεχαρισμένα δ' αἰεὶ
δω̃ρα θεοι̃σι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
ἀλλ' ἄγεθ' ἡμει̃ς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,
μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν 'Αχιλλεὺς
τόνδε κατακτείνη̨: μόριμον δέ οἵ ἐστ' ἀλέασθαι,
ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται
Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων
οἳ ἕθεν ἐξεγένοντο γυναικω̃ν τε θνητάων.
ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων:
νυ̃ν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει
καὶ παίδων παι̃δεσ, τοί κεν μετόπισθε γένωνται.

   Τὸν δ' ἠμείβετ' ἔπειτα βοω̃πις πότνια 'Ήρη:
ἐννοσίγαι', αὐτὸς σὺ μετὰ φρεσὶ ση̨̃σι νόησον
Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἠ̃ κεν ἐάση̨ς
Πηλεΐδη̨ 'Αχιλη̃ϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.
ἤτοι μὲν γὰρ νω̃ϊ πολέας ὠμόσσαμεν ὅρκους
πα̃σι μετ' ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς 'Αθήνη
μή ποτ' ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἠ̃μαρ,
μηδ' ὁπότ' ἂν Τροίη μαλερω̨̃ πυρὶ πα̃σα δάηται
καιομένη, καίωσι δ' ἀρήϊοι υἱ̃ες 'Αχαιω̃ν.

   Αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε Ποσειδάων ἐνοσίχθων,
βη̃ ῥ' ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,
ἱ̃ξε δ' ὅθ' Αἰνείας ἠδ' ὃ κλυτὸς ἠ̃εν 'Αχιλλεύσ.
αὐτίκα τω̨̃ μὲν ἔπειτα κατ' ὀφθαλμω̃ν χέεν ἀχλὺν
Πηλεΐδη̨ 'Αχιλη̃ϊ: ὃ δὲ μελίην εὔχαλκον
ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο:
καὶ τὴν μὲν προπάροιθε ποδω̃ν 'Αχιλη̃ος ἔθηκεν,
Αἰνείαν δ' ἔσσευεν ἀπὸ χθονὸς ὑψόσ' ἀείρασ.
πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων
Αἰνείας ὑπερα̃λτο θεου̃ ἀπὸ χειρὸς ὀρούσασ,
ἱ̃ξε δ' ἐπ' ἐσχατιὴν πολυάϊκος πολέμοιο,
ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.
τω̨̃ δὲ μάλ' ἐγγύθεν ἠ̃λθε Ποσειδάων ἐνοσίχθων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
Αἰνεία, τίς σ' ὡ̃δε θεω̃ν ἀτέοντα κελεύει
ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,
ὃς σευ̃ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;
ἀλλ' ἀναχωρη̃σαι ὅτε κεν συμβλήσεαι αὐτω̨̃,
μὴ καὶ ὑπὲρ μοι̃ραν δόμον 'Άϊδος εἰσαφίκηαι.
αὐτὰρ ἐπεί κ' 'Αχιλεὺς θάνατον καὶ πότμον ἐπίσπη̨,
θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι:
οὐ μὲν γάρ τίς σ' ἄλλος 'Αχαιω̃ν ἐξεναρίξει.

   '`Ως εἰπὼν λίπεν αὐτόθ', ἐπεὶ διεπέφραδε πάντα.
αἰ̃ψα δ' ἔπειτ' 'Αχιλη̃ος ἀπ' ὀφθαλμω̃ν σκέδασ' ἀχλὺν
θεσπεσίην: ὃ δ' ἔπειτα μέγ' ἔξιδεν ὀφθαλμοι̃σιν,
ὀχθήσας δ' ἄρα εἰ̃πε πρὸς ὃν μεγαλήτορα θυμόν:
ὢ πόποι ἠ̃ μέγα θαυ̃μα τόδ' ὀφθαλμοι̃σιν ὁρω̃μαι:
ἔγχος μὲν τόδε κει̃ται ἐπὶ χθονόσ, οὐδέ τι φω̃τα
λεύσσω, τω̨̃ ἐφέηκα κατακτάμεναι μενεαίνων.
ἠ̃ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοι̃σιν
ἠ̃εν: ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.
ἐρρέτω: οὔ οἱ θυμὸς ἐμευ̃ ἔτι πειρηθη̃ναι
ἔσσεται, ὃς καὶ νυ̃ν φύγεν ἄσμενος ἐκ θανάτοιο.
ἀλλ' ἄγε δὴ Δαναοι̃σι φιλοπτολέμοισι κελεύσας
τω̃ν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.

   ~'Η, καὶ ἐπὶ στίχας ἀ̃λτο, κέλευε δὲ φωτὶ ἑκάστω̨:
μηκέτι νυ̃ν Τρώων ἑκὰς ἕστατε δι̃οι 'Αχαιοί,
ἀλλ' ἄγ' ἀνὴρ ἄντ' ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.
ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμω̨ περ ἐόντι
τοσσούσδ' ἀνθρώπους ἐφέπειν καὶ πα̃σι μάχεσθαι:
οὐδέ κ' 'Άρησ, ὅς περ θεὸς ἄμβροτοσ, οὐδέ κ' 'Αθήνη
τοσση̃σδ' ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο:
ἀλλ' ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε
καὶ σθένει, οὔ μ' ἔτι φημὶ μεθησέμεν οὐδ' ἠβαιόν,
ἀλλὰ μάλα στιχὸς εἰ̃μι διαμπερέσ, οὐδέ τιν' οἴω
Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθη̨.

   '`Ως φάτ' ἐποτρύνων: Τρώεσσι δὲ φαίδιμος 'Έκτωρ
κέκλεθ' ὁμοκλήσασ, φάτο δ' ἴμεναι ἄντ' 'Αχιλη̃οσ:
Τρω̃ες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.
καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,
ἔγχεϊ δ' ἀργαλέον, ἐπεὶ ἠ̃ πολὺ φέρτεροί εἰσιν.
οὐδ' 'Αχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,
ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.
του̃ δ' ἐγὼ ἀντίος εἰ̃μι καὶ εἰ πυρὶ χει̃ρας ἔοικεν,
εἰ πυρὶ χει̃ρας ἔοικε, μένος δ' αἴθωνι σιδήρω̨.

   '`Ως φάτ' ἐποτρύνων, οἳ δ' ἀντίοι ἔγχε' ἄειραν
Τρω̃εσ: τω̃ν δ' ἄμυδις μίχθη μένοσ, ὠ̃ρτο δ' ἀϋτή.
καὶ τότ' ἄρ' 'Έκτορα εἰ̃πε παραστὰς Φοι̃βος 'Απόλλων:
'Έκτορ μηκέτι πάμπαν 'Αχιλλη̃ϊ προμάχιζε,
ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,
μή πώς σ' ἠὲ βάλη̨ ἠὲ σχεδὸν ἄορι τύψη̨.

   '`Ως ἔφαθ', 'Έκτωρ δ' αὐ̃τις ἐδύσετο οὐλαμὸν ἀνδρω̃ν
ταρβήσασ, ὅτ' ἄκουσε θεου̃ ὄπα φωνήσαντοσ.
ἐν δ' 'Αχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν
σμερδαλέα ἰάχων, πρω̃τον δ' ἕλεν 'Ιφιτίωνα
ἐσθλὸν 'Οτρυντεΐδην πολέων ἡγήτορα λαω̃ν,
ὃν νύμφη τέκε νηὶ̈ς 'Οτρυντη̃ϊ πτολιπόρθω̨
Τμώλω̨ ὕπο νιφόεντι 'Ύδης ἐν πίονι δήμω̨:
τὸν δ' ἰθὺς μεμαω̃τα βάλ' ἔγχεϊ δι̃ος 'Αχιλλεὺς
μέσσην κὰκ κεφαλήν: ἣ δ' ἄνδιχα πα̃σα κεάσθη,
δούπησεν δὲ πεσών, ὃ δ' ἐπεύξατο δι̃ος 'Αχιλλεύσ:
κει̃σαι 'Οτρυντεΐδη πάντων ἐκπαγλότατ' ἀνδρω̃ν:
ἐνθάδε τοι θάνατοσ, γενεὴ δέ τοί ἐστ' ἐπὶ λίμνη̨
Γυγαίη̨, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν
'Ύλλω̨ ἐπ' ἰχθυόεντι καὶ 'Έρμω̨ δινήεντι.

   '`Ως ἔφατ' εὐχόμενοσ, τὸν δὲ σκότος ὄσσε κάλυψε.
τὸν μὲν 'Αχαιω̃ν ἵπποι ἐπισσώτροις δατέοντο
πρώτη̨ ἐν ὑσμίνη̨: ὃ δ' ἐπ' αὐτω̨̃ Δημολέοντα
ἐσθλὸν ἀλεξητη̃ρα μάχης 'Αντήνορος υἱὸν
νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρή̨ου.
οὐδ' ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ δι' αὐτη̃ς
αἰχμὴ ἱεμένη ῥη̃ξ' ὀστέον, ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο: δάμασσε δέ μιν μεμαω̃τα.
'Ιπποδάμαντα δ' ἔπειτα καθ' ἵππων ἀΐξαντα
πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.
αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταυ̃ρος
ἤρυγεν ἑλκόμενος 'Ελικώνιον ἀμφὶ ἄνακτα
κούρων ἑλκόντων: γάνυται δέ τε τοι̃ς ἐνοσίχθων:
ὣς ἄρα τόν γ' ἐρυγόντα λίπ' ὀστέα θυμὸς ἀγήνωρ:
αὐτὰρ ὃ βη̃ σὺν δουρὶ μετ' ἀντίθεον Πολύδωρον
Πριαμίδην. τὸν δ' οὔ τι πατὴρ εἴασκε μάχεσθαι,
οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,
καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα
δὴ τότε νηπιέη̨σι ποδω̃ν ἀρετὴν ἀναφαίνων
θυ̃νε διὰ προμάχων, εἱ̃ος φίλον ὤλεσε θυμόν.
τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δι̃ος 'Αχιλλεὺς
νω̃τα παραΐσσοντοσ, ὅθι ζωστη̃ρος ὀχη̃ες
χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ:
ἀντικρὺ δὲ διέσχε παρ' ὀμφαλὸν ἔγχεος αἰχμή,
γνὺξ δ' ἔριπ' οἰμώξασ, νεφέλη δέ μιν ἀμφεκάλυψε
κυανέη, προτὶ οἱ̃ δ' ἔλαβ' ἔντερα χερσὶ λιασθείσ.

   'Έκτωρ δ' ὡς ἐνόησε κασίγνητον Πολύδωρον
ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη
κάρ ῥά οἱ ὀφθαλμω̃ν κέχυτ' ἀχλύσ: οὐδ' ἄρ' ἔτ' ἔτλη
δηρὸν ἑκὰς στρωφα̃σθ', ἀλλ' ἀντίος ἠ̃λθ' 'Αχιλη̃ϊ
ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελοσ: αὐτὰρ 'Αχιλλεὺς
ὡς εἰ̃δ', ὣς ἀνεπα̃λτο, καὶ εὐχόμενος ἔπος ηὔδα:
ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ' ἐσεμάσσατο θυμόν,
ὅς μοι ἑται̃ρον ἔπεφνε τετιμένον: οὐδ' ἂν ἔτι δὴν
ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρασ.

   ~'Η, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν 'Έκτορα δι̃ον:
ἀ̃σσον ἴθ' ὥς κεν θα̃σσον ὀλέθρου πείραθ' ἵκηαι.

   Τὸν δ' οὐ ταρβήσας προσέφη κορυθαίολος 'Έκτωρ:
Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἰ̃δα καὶ αὐτὸς
ἠμὲν κερτομίας ἠδ' αἴσυλα μυθήσασθαι.
οἰ̃δα δ' ὅτι σὺ μὲν ἐσθλόσ, ἐγὼ δὲ σέθεν πολὺ χείρων.
ἀλλ' ἤτοι μὲν ταυ̃τα θεω̃ν ἐν γούνασι κει̃ται,
αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
δουρὶ βαλών, ἐπεὶ ἠ̃ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.

   ~'Η ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γ' 'Αθήνη
πνοιη̨̃ 'Αχιλλη̃ος πάλιν ἔτραπε κυδαλίμοιο
ἠ̃κα μάλα ψύξασα: τὸ δ' ἂψ ἵκεθ' 'Έκτορα δι̃ον,
αὐτου̃ δὲ προπάροιθε ποδω̃ν πέσεν. αὐτὰρ 'Αχιλλεὺς
ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,
σμερδαλέα ἰάχων: τὸν δ' ἐξήρπαξεν 'Απόλλων
ῥει̃α μάλ' ὥς τε θεόσ, ἐκάλυψε δ' ἄρ' ἠέρι πολλη̨̃.
τρὶς μὲν ἔπειτ' ἐπόρουσε ποδάρκης δι̃ος 'Αχιλλεὺς
ἔγχεϊ χαλκείω̨, τρὶς δ' ἠέρα τύψε βαθει̃αν.
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἰ̃σοσ,
δεινὰ δ' ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα:
ἐξ αὐ̃ νυ̃ν ἔφυγες θάνατον κύον: ἠ̃ τέ τοι ἄγχι
ἠ̃λθε κακόν: νυ̃ν αὐ̃τέ σ' ἐρύσατο Φοι̃βος 'Απόλλων,
ὡ̨̃ μέλλεις εὔχεσθαι ἰὼν ἐς δου̃πον ἀκόντων.
ἠ̃ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσασ,
εἴ πού τις καὶ ἔμοιγε θεω̃ν ἐπιτάρροθός ἐστι.
νυ̃ν αὐ̃ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.

   '`Ως εἰπὼν Δρύοπ' οὐ̃τα κατ' αὐχένα μέσσον ἄκοντι:
ἤριπε δὲ προπάροιθε ποδω̃ν: ὃ δὲ τὸν μὲν ἔασε,
Δημου̃χον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε
κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα
οὐτάζων ξίφεϊ μεγάλω̨ ἐξαίνυτο θυμόν:
αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἱ̃ε Βίαντος
ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὠ̃σε χαμα̃ζε,
τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψασ.
Τρω̃α δ' 'Αλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,
εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη
μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσασ,
νήπιοσ, οὐδὲ τὸ ἤ̨δη ὃ οὐ πείσεσθαι ἔμελλεν:
οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἠ̃ν οὐδ' ἀγανόφρων,
ἀλλὰ μάλ' ἐμμεμαώσ: ὃ μὲν ἥπτετο χείρεσι γούνων
ἱέμενος λίσσεσθ', ὃ δὲ φασγάνω̨ οὐ̃τα καθ' ἡ̃παρ:
ἐκ δέ οἱ ἡ̃παρ ὄλισθεν, ἀτὰρ μέλαν αἱ̃μα κατ' αὐτου̃
κόλπον ἐνέπλησεν: τὸν δὲ σκότος ὄσσε κάλυψε
θυμου̃ δευόμενον: ὃ δὲ Μούλιον οὐ̃τα παραστὰς
δουρὶ κατ' οὐ̃σ: εἰ̃θαρ δὲ δι' οὔατος ἠ̃λθ' ἑτέροιο
αἰχμὴ χαλκείη: ὃ δ' 'Αγήνορος υἱὸν 'Έχεκλον
μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,
πα̃ν δ' ὑπεθερμάνθη ξίφος αἵματι: τὸν δὲ κατ' ὄσσε
ἔλλαβε πορφύρεος θάνατος καὶ μοι̃ρα κραταιή.
Δευκαλίωνα δ' ἔπειθ', ἵνα τε ξυνέχουσι τένοντες
ἀγκω̃νοσ, τη̨̃ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν
αἰχμη̨̃ χαλκείη̨: ὃ δέ μιν μένε χει̃ρα βαρυνθεὶς
πρόσθ' ὁρόων θάνατον: ὃ δὲ φασγάνω̨ αὐχένα θείνας
τη̃λ' αὐτη̨̃ πήληκι κάρη βάλε: μυελὸς αὐ̃τε
σφονδυλίων ἔκπαλθ', ὃ δ' ἐπὶ χθονὶ κει̃το τανυσθείσ.
αὐτὰρ ὃ βη̃ ῥ' ἰέναι μετ' ἀμύμονα Πείρεω υἱὸν
'Ρίγμον, ὃς ἐκ Θρή̨κης ἐριβώλακος εἰληλούθει:
τὸν βάλε μέσσον ἄκοντι, πάγη δ' ἐν νηδύϊ χαλκόσ,
ἤριπε δ' ἐξ ὀχέων: ὃ δ' 'Αρηΐθοον θεράποντα
ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ
νύξ', ἀπὸ δ' ἅρματος ὠ̃σε: κυκήθησαν δέ οἱ ἵπποι.

   'Ως δ' ἀναμαιμάει βαθέ' ἄγκεα θεσπιδαὲς πυ̃ρ
οὔρεος ἀζαλέοιο, βαθει̃α δὲ καίεται ὕλη,
πάντη̨ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
ὣς ὅ γε πάντη̨ θυ̃νε σὺν ἔγχεϊ δαίμονι ἰ̃σος
κτεινομένους ἐφέπων: ῥέε δ' αἵματι γαι̃α μέλαινα.
ὡς δ' ὅτε τις ζεύξη̨ βόας ἄρσενας εὐρυμετώπους
τριβέμεναι κρι̃ λευκὸν ἐϋκτιμένη̨ ἐν ἀλωη̨̃,
ῥίμφά τε λέπτ' ἐγένοντο βοω̃ν ὑπὸ πόσσ' ἐριμύκων,
ὣς ὑπ' 'Αχιλλη̃ος μεγαθύμου μώνυχες ἵπποι
στει̃βον ὁμου̃ νέκυάς τε καὶ ἀσπίδασ: αἵματι δ' ἄξων
νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
ἃς ἄρ' ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
αἵ τ' ἀπ' ἐπισσώτρων: ὃ δὲ ἵετο κυ̃δος ἀρέσθαι
Πηλεΐδησ, λύθρω̨ δὲ παλάσσετο χει̃ρας ἀάπτουσ.