ΙΛΙΑΔΟΣ Φ

'Αλλ' ὅτε δὴ πόρον ἱ̃ξον ἐϋρρει̃ος ποταμοι̃ο
Ξάνθου δινήεντοσ, ὃν ἀθάνατος τέκετο Ζεύσ,
ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε
πρὸς πόλιν, ἡ̨̃ περ 'Αχαιοὶ ἀτυζόμενοι φοβέοντο
ἤματι τω̨̃ προτέρω̨, ὅτε μαίνετο φαίδιμος 'Έκτωρ:
τη̨̃ ῥ' οἵ γε προχέοντο πεφυζότεσ, ἠέρα δ' 'Ήρη
πίτνα πρόσθε βαθει̃αν ἐρυκέμεν: ἡμίσεες δὲ
ἐς ποταμὸν εἰλευ̃ντο βαθύρροον ἀργυροδίνην,
ἐν δ' ἔπεσον μεγάλω̨ πατάγω̨, βράχε δ' αἰπὰ ῥέεθρα,
ὄχθαι δ' ἀμφὶ περὶ μεγάλ' ἴαχον: οἳ δ' ἀλαλητω̨̃
ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνασ.
ὡς δ' ὅθ' ὑπὸ ῥιπη̃ς πυρὸς ἀκρίδες ἠερέθονται
φευγέμεναι ποταμὸν δέ: τὸ δὲ φλέγει ἀκάματον πυ̃ρ
ὄρμενον ἐξαίφνησ, ταὶ δὲ πτώσσουσι καθ' ὕδωρ:
ὣς ὑπ' 'Αχιλλη̃ος Ξάνθου βαθυδινήεντος
πλη̃το ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρω̃ν.

   Αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτου̃ ἐπ' ὄχθη̨
κεκλιμένον μυρίκη̨σιν, ὃ δ' ἔσθορε δαίμονι ἰ̃σος
φάσγανον οἰ̃ον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,
τύπτε δ' ἐπιστροφάδην: τω̃ν δὲ στόνος ὄρνυτ' ἀεικὴς
ἄορι θεινομένων, ἐρυθαίνετο δ' αἵματι ὕδωρ.
ὡς δ' ὑπὸ δελφι̃νος μεγακήτεος ἰχθύες ἄλλοι
φεύγοντες πιμπλα̃σι μυχοὺς λιμένος εὐόρμου
δειδιότεσ: μάλα γάρ τε κατεσθίει ὅν κε λάβη̨σιν:
ὣς Τρω̃ες ποταμοι̃ο κατὰ δεινοι̃ο ῥέεθρα
πτω̃σσον ὑπὸ κρημνούσ. ὃ δ' ἐπεὶ κάμε χει̃ρας ἐναίρων,
ζωοὺς ἐκ ποταμοι̃ο δυώδεκα λέξατο κούρους
ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντοσ:
τοὺς ἐξη̃γε θύραζε τεθηπότας ἠΰτε νεβρούσ,
δη̃σε δ' ὀπίσσω χει̃ρας ἐϋτμήτοισιν ἱμα̃σι,
τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοι̃σι χιτω̃σι,
δω̃κε δ' ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νη̃ασ.
αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.

   'Ένθ' υἱ̃ι Πριάμοιο συνήντετο Δαρδανίδαο
ἐκ ποταμου̃ φεύγοντι Λυκάονι, τόν ῥά ποτ' αὐτὸς
ἠ̃γε λαβὼν ἐκ πατρὸς ἀλωη̃ς οὐκ ἐθέλοντα
ἐννύχιος προμολών: ὃ δ' ἐρινεὸν ὀξέϊ χαλκω̨̃
τάμνε νέους ὄρπηκασ, ἵν' ἅρματος ἄντυγες εἰ̃εν:
τω̨̃ δ' ἄρ' ἀνώϊστον κακὸν ἤλυθε δι̃ος 'Αχιλλεύσ.
καὶ τότε μέν μιν Λη̃μνον ἐϋκτιμένην ἐπέρασσε
νηυσὶν ἄγων, ἀτὰρ υἱὸς 'Ιήσονος ὠ̃νον ἔδωκε:
κει̃θεν δὲ ξει̃νός μιν ἐλύσατο πολλὰ δ' ἔδωκεν
'Ίμβριος 'Ηετίων, πέμψεν δ' ἐς δι̃αν 'Αρίσβην:
ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δω̃μα.
ἕνδεκα δ' ἤματα θυμὸν ἐτέρπετο οἱ̃σι φίλοισιν
ἐλθὼν ἐκ Λήμνοιο: δυωδεκάτη̨ δέ μιν αὐ̃τις
χερσὶν 'Αχιλλη̃ος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε
πέμψειν εἰς 'Αΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.
τὸν δ' ὡς οὐ̃ν ἐνόησε ποδάρκης δι̃ος 'Αχιλλεὺς
γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδοσ, οὐδ' ἔχεν ἔγχοσ,
ἀλλὰ τὰ μέν ῥ' ἀπὸ πάντα χαμαὶ βάλε: τει̃ρε γὰρ ἱδρὼς
φεύγοντ' ἐκ ποταμου̃, κάματος δ' ὑπὸ γούνατ' ἐδάμνα:
ὀχθήσας δ' ἄρα εἰ̃πε πρὸς ὃν μεγαλήτορα θυμόν:
ὢ πόποι ἠ̃ μέγα θαυ̃μα τόδ' ὀφθαλμοι̃σιν ὁρω̃μαι:
ἠ̃ μάλα δὴ Τρω̃ες μεγαλήτορες οὕς περ ἔπεφνον
αὐ̃τις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντοσ,
οἱ̃ον δὴ καὶ ὅδ' ἠ̃λθε φυγὼν ὕπο νηλεὲς ἠ̃μαρ
Λη̃μνον ἐς ἠγαθέην πεπερημένοσ: οὐδέ μιν ἔσχε
πόντος ἁλὸς πολιη̃σ, ὃ πολέας ἀέκοντας ἐρύκει.
ἀλλ' ἄγε δὴ καὶ δουρὸς ἀκωκη̃ς ἡμετέροιο
γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω
ἢ ἄρ' ὁμω̃ς καὶ κει̃θεν ἐλεύσεται, ἠ̃ μιν ἐρύξει
γη̃ φυσίζοοσ, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.

   '`Ως ὅρμαινε μένων: ὃ δέ οἱ σχεδὸν ἠ̃λθε τεθηπὼς
γούνων ἅψασθαι μεμαώσ, περὶ δ' ἤθελε θυμω̨̃
ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κη̃ρα μέλαιναν.
ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δι̃ος 'Αχιλλεὺς
οὐτάμεναι μεμαώσ, ὃ δ' ὑπέδραμε καὶ λάβε γούνων
κύψασ: ἐγχείη δ' ἄρ' ὑπὲρ νώτου ἐνὶ γαίη̨
ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.
αὐτὰρ ὃ τη̨̃ ἑτέρη̨ μὲν ἑλὼν ἐλλίσσετο γούνων,
τη̨̃ δ' ἑτέρη̨ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
γουνου̃μαι σ' 'Αχιλευ̃: σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον:
ἀντί τοί εἰμ' ἱκέταο διοτρεφὲς αἰδοίοιο:
πὰρ γὰρ σοὶ πρώτω̨ πασάμην Δημήτερος ἀκτὴν
ἤματι τω̨̃ ὅτε μ' εἱ̃λες ἐϋκτιμένη̨ ἐν ἀλωη̨̃,
καί μ' ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε
Λη̃μνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἠ̃λφον.
νυ̃ν δὲ λύμην τρὶς τόσσα πορών: ἠὼς δέ μοί ἐστιν
ἡ̃δε δυωδεκάτη, ὅτ' ἐς 'Ίλιον εἰλήλουθα
πολλὰ παθών: νυ̃ν αὐ̃ με τεη̨̃ς ἐν χερσὶν ἔθηκε
μοι̃ρ' ὀλόη: μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,
ὅς με σοὶ αὐ̃τις δω̃κε: μινυνθάδιον δέ με μήτηρ
γείνατο Λαοθόη θυγάτηρ 'Άλταο γέροντος
'Άλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει
Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
του̃ δ' ἔχε θυγατέρα Πρίαμοσ, πολλὰς δὲ καὶ ἄλλασ:
τη̃ς δὲ δύω γενόμεσθα, σὺ δ' ἄμφω δειροτομήσεισ,
ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας
ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί:
νυ̃ν δὲ δὴ ἐνθάδ' ἐμοὶ κακὸν ἔσσεται: οὐ γὰρ ὀΐω
σὰς χει̃ρας φεύξεσθαι, ἐπεί ῥ' ἐπέλασσέ γε δαίμων.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο ση̨̃σι:
μή με κτει̃ν', ἐπεὶ οὐχ ὁμογάστριος 'Έκτορός εἰμι,
ὅς τοι ἑται̃ρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.

   '`Ως ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς
λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δ' ὄπ' ἄκουσε:
νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδ' ἀγόρευε:
πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπει̃ν αἴσιμον ἠ̃μαρ
τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἠ̃εν
Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ' ἐπέρασσα:
νυ̃ν δ' οὐκ ἔσθ' ὅς τις θάνατον φύγη̨ ὅν κε θεός γε
'Ιλίου προπάροιθεν ἐμη̨̃ς ἐν χερσὶ βάλη̨σι
καὶ πάντων Τρώων, περὶ δ' αὐ̃ Πριάμοιό γε παίδων.
ἀλλὰ φίλος θάνε καὶ σύ: τί ἠ̃ ὀλοφύρεαι οὕτωσ;
κάτθανε καὶ Πάτροκλοσ, ὅ περ σέο πολλὸν ἀμείνων.
οὐχ ὁράα̨ς οἱ̃ος καὶ ἐγὼ καλός τε μέγας τε;
πατρὸς δ' εἴμ' ἀγαθοι̃ο, θεὰ δέ με γείνατο μήτηρ:
ἀλλ' ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοι̃ρα κραταιή:
ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἠ̃μαρ
ὁππότε τις καὶ ἐμει̃ο 'Άρη̨ ἐκ θυμὸν ἕληται
ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρη̃φιν ὀϊστω̨̃.

   '`Ως φάτο, του̃ δ' αὐτου̃ λύτο γούνατα καὶ φίλον ἠ̃τορ:
ἔγχος μέν ῥ' ἀφέηκεν, ὃ δ' ἕζετο χει̃ρε πετάσσας
ἀμφοτέρασ: 'Αχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
τύψε κατὰ κληι̃̈δα παρ' αὐχένα, πα̃ν δέ οἱ εἴσω
δυ̃ ξίφος ἄμφηκεσ: ὃ δ' ἄρα πρηνὴς ἐπὶ γαίη̨
κει̃το ταθείσ, ἐκ δ' αἱ̃μα μέλαν ῥέε, δευ̃ε δὲ γαι̃αν.
τὸν δ' 'Αχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἡ̃κε φέρεσθαι,
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντ' ἀγόρευεν:
ἐνταυθοι̃ νυ̃ν κει̃σο μετ' ἰχθύσιν, οἵ σ' ὠτειλὴν
αἱ̃μ' ἀπολιχμήσονται ἀκηδέεσ: οὐδέ σε μήτηρ
ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος
οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον:
θρώ̨σκων τις κατὰ κυ̃μα μέλαιναν φρι̃χ' ὑπαΐξει
ἰχθύσ, ὅς κε φάγη̨σι Λυκάονος ἀργέτα δημόν.
φθείρεσθ' εἰς ὅ κεν ἄστυ κιχείομεν 'Ιλίου ἱρη̃ς
ὑμει̃ς μὲν φεύγοντεσ, ἐγὼ δ' ὄπιθεν κεραΐζων.
οὐδ' ὑμι̃ν ποταμός περ ἐΰρροος ἀργυροδίνης
ἀρκέσει, ὡ̨̃ δὴ δηθὰ πολέας ἱερεύετε ταύρουσ,
ζωοὺς δ' ἐν δίνη̨σι καθίετε μώνυχας ἵππουσ.
ἀλλὰ καὶ ὡ̃ς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες
τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν 'Αχαιω̃ν,
οὓς ἐπὶ νηυσὶ θοη̨̃σιν ἐπέφνετε νόσφιν ἐμει̃ο.

   '`Ως ἄρ' ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μα̃λλον,
ὅρμηνεν δ' ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
δι̃ον 'Αχιλλη̃α, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος
'Αστεροπαίω̨ ἐπα̃λτο κατακτάμεναι μενεαίνων
υἱέϊ Πηλεγόνοσ: τὸν δ' 'Αξιὸς εὐρυρέεθρος
γείνατο καὶ Περίβοια 'Ακεσσαμενοι̃ο θυγατρω̃ν
πρεσβυτάτη: τη̨̃ γάρ ῥα μίγη ποταμὸς βαθυδίνησ.
τω̨̃ ῥ' 'Αχιλεὺς ἐπόρουσεν, ὃ δ' ἀντίος ἐκ ποταμοι̃ο
ἔστη ἔχων δύο δου̃ρε: μένος δέ οἱ ἐν φρεσὶ θη̃κε
Ξάνθοσ, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηω̃ν,
τοὺς 'Αχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ' ἐλέαιρεν.
οἳ δ' ὅτε δὴ σχεδὸν ἠ̃σαν ἐπ' ἀλλήλοισιν ἰόντεσ,
τὸν πρότερος προσέειπε ποδάρκης δι̃ος 'Αχιλλεύσ:
τίς πόθεν εἰς ἀνδρω̃ν ὅ μευ ἔτλης ἀντίος ἐλθει̃ν;
δυστήνων δέ τε παι̃δες ἐμω̨̃ μένει ἀντιόωσι.

   Τὸν δ' αὐ̃ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱόσ:
Πηλεΐδη μεγάθυμε τί ἠ̃ γενεὴν ἐρεείνεισ;
εἴμ' ἐκ Παιονίης ἐριβώλου τηλόθ' ἐούσης
Παίονας ἄνδρας ἄγων δολιχεγχέασ: ἥδε δέ μοι νυ̃ν
ἠὼς ἑνδεκάτη ὅτε 'Ίλιον εἰλήλουθα.
αὐτὰρ ἐμοὶ γενεὴ ἐξ 'Αξιου̃ εὐρὺ ῥέοντος
'Αξιου̃, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαι̃αν ἵησιν,
ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ: τὸν δ' ἐμέ φασι
γείνασθαι: νυ̃ν αὐ̃τε μαχώμεθα φαίδιμ' 'Αχιλλευ̃.

   '`Ως φάτ' ἀπειλήσασ, ὃ δ' ἀνέσχετο δι̃ος 'Αχιλλεὺς
Πηλιάδα μελίην: ὃ δ' ἁμαρτη̨̃ δούρασιν ἀμφὶς
ἥρως 'Αστεροπαι̃οσ, ἐπεὶ περιδέξιος ἠ̃εν.
καί ῥ' ἑτέρω̨ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ
ῥη̃ξε σάκοσ: χρυσὸς γὰρ ἐρύκακε δω̃ρα θεοι̃ο:
τω̨̃ δ' ἑτέρω̨ μιν πη̃χυν ἐπιγράβδην βάλε χειρὸς
δεξιτερη̃σ, σύτο δ' αἱ̃μα κελαινεφέσ: ἣ δ' ὑπὲρ αὐτου̃
γαίη̨ ἐνεστήρικτο λιλαιομένη χροὸς ἀ̃σαι.
δεύτερος αὐ̃τ' 'Αχιλεὺς μελίην ἰθυπτίωνα
'Αστεροπαίω̨ ἐφη̃κε κατακτάμεναι μενεαίνων.
καὶ του̃ μέν ῥ' ἀφάμαρτεν, ὃ δ' ὑψηλὴν βάλεν ὄχθην,
μεσσοπαγὲς δ' ἄρ' ἔθηκε κατ' ὄχθης μείλινον ἔγχοσ.
Πηλεΐδης δ' ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηρου̃
ἀ̃λτ' ἐπί οἱ μεμαώσ: ὃ δ' ἄρα μελίην 'Αχιλη̃ος
οὐ δύνατ' ἐκ κρημνοι̃ο ἐρύσσαι χειρὶ παχείη̨.
τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,
τρὶς δὲ μεθη̃κε βίησ: τὸ δὲ τέτρατον ἤθελε θυμω̨̃
ἀ̃ξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,
ἀλλὰ πρὶν 'Αχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.
γαστέρα γάρ μιν τύψε παρ' ὀμφαλόν, ἐκ δ' ἄρα πα̃σαι
χύντο χαμαὶ χολάδεσ: τὸν δὲ σκότος ὄσσε κάλυψεν
ἀσθμαίνοντ': 'Αχιλεὺς δ' ἄρ' ἐνὶ στήθεσσιν ὀρούσας
τεύχεά τ' ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα:
κει̃σ' οὕτωσ: χαλεπόν τοι ἐρισθενέος Κρονίωνος
παισὶν ἐριζέμεναι ποταμοι̃ό περ ἐκγεγαω̃τι.
φη̃σθα σὺ μὲν ποταμου̃ γένος ἔμμεναι εὐρὺ ῥέοντοσ,
αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἰ̃ναι.
τίκτέ μ' ἀνὴρ πολλοι̃σιν ἀνάσσων Μυρμιδόνεσσι
Πηλεὺς Αἰακίδησ: ὃ δ' ἄρ' Αἰακὸς ἐκ Διὸς ἠ̃εν.
τὼ κρείσσων μὲν Ζεὺς ποταμω̃ν ἁλιμυρηέντων,
κρείσσων αὐ̃τε Διὸς γενεὴ ποταμοι̃ο τέτυκται.
καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγασ, εἰ δύναταί τι
χραισμει̃ν: ἀλλ' οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,
τω̨̃ οὐδὲ κρείων 'Αχελώϊος ἰσοφαρίζει,
οὐδὲ βαθυρρείταο μέγα σθένος 'Ωκεανοι̃ο,
ἐξ οὑ̃ περ πάντες ποταμοὶ καὶ πα̃σα θάλασσα
καὶ πα̃σαι κρη̃ναι καὶ φρείατα μακρὰ νάουσιν:
ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν
δεινήν τε βροντήν, ὅτ' ἀπ' οὐρανόθεν σμαραγήση̨.

   ~'Η ῥα, καὶ ἐκ κρημνοι̃ο ἐρύσσατο χάλκεον ἔγχοσ,
τὸν δὲ κατ' αὐτόθι λει̃πεν, ἐπεὶ φίλον ἠ̃τορ ἀπηύρα,
κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.
τὸν μὲν ἄρ' ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο
δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντεσ:
αὐτὰρ ὃ βη̃ ῥ' ἰέναι μετὰ Παίονας ἱπποκορυστάσ,
οἵ ῥ' ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,
ὡς εἰ̃δον τὸν ἄριστον ἐνὶ κρατερη̨̃ ὑσμίνη̨
χέρσ' ὕπο Πηλεΐδαο καὶ ἄορι ἰ̃φι δαμέντα.
ἔνθ' ἕλε Θερσίλοχόν τε Μύδωνά τε 'Αστύπυλόν τε
Μνη̃σόν τε Θρασίον τε καὶ Αἴνιον ἠδ' 'Οφελέστην:
καί νύ κ' ἔτι πλέονας κτάνε Παίονας ὠκὺς 'Αχιλλεύσ,
εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης
ἀνέρι εἰσάμενοσ, βαθέης δ' ἐκ φθέγξατο δίνησ:
ὠ̃ 'Αχιλευ̃, περὶ μὲν κρατέεισ, περὶ δ' αἴσυλα ῥέζεις
ἀνδρω̃ν: αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.
εἴ τοι Τρω̃ας ἔδωκε Κρόνου παι̃ς πάντας ὀλέσσαι,
ἐξ ἐμέθεν γ' ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε:
πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,
οὐδέ τί πη̨ δύναμαι προχέειν ῥόον εἰς ἅλα δι̃αν
στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλωσ.
ἀλλ' ἄγε δὴ καὶ ἔασον: ἄγη μ' ἔχει ὄρχαμε λαω̃ν.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
ἔσται ταυ̃τα Σκάμανδρε διοτρεφέσ, ὡς σὺ κελεύεισ.
Τρω̃ας δ' οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,
πρὶν ἔλσαι κατὰ ἄστυ καὶ 'Έκτορι πειρηθη̃ναι
ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἠ̃ κεν ἐγὼ τόν.

   '`Ως εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἰ̃σοσ:
καὶ τότ' 'Απόλλωνα προσέφη ποταμὸς βαθυδίνησ:
ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς
εἰρύσαο Κρονίωνοσ, ὅ τοι μάλα πόλλ' ἐπέτελλε
Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθη̨
δείελος ὀψὲ δύων, σκιάση̨ δ' ἐρίβωλον ἄρουραν.

   ~'Η, καὶ 'Αχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσω̨
κρημνου̃ ἀπαΐξασ: ὃ δ' ἐπέσσυτο οἴδματι θύων,
πάντα δ' ὄρινε ῥέεθρα κυκώμενοσ, ὠ̃σε δὲ νεκροὺς
πολλούσ, οἵ ῥα κατ' αὐτὸν ἅλις ἔσαν, οὓς κτάν' 'Αχιλλεύσ:
τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταυ̃ρος
ξχέρσον δέ: ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,
κρύπτων ἐν δίνη̨σι βαθείη̨σιν μεγάλη̨σι.
δεινὸν δ' ἀμφ' 'Αχιλη̃α κυκώμενον ἵστατο κυ̃μα,
ὤθει δ' ἐν σάκεϊ πίπτων ῥόοσ: οὐδὲ πόδεσσιν
εἰ̃χε στηρίξασθαι: ὃ δὲ πτελέην ἕλε χερσὶν
εὐφυέα μεγάλην: ἣ δ' ἐκ ῥιζω̃ν ἐριπου̃σα
κρημνὸν ἅπαντα διω̃σεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα
ὄζοισιν πυκινοι̃σι, γεφύρωσεν δέ μιν αὐτὸν
εἴσω πα̃σ' ἐριπου̃σ': ὃ δ' ἄρ' ἐκ δίνης ἀνορούσας
ἤϊξεν πεδίοιο ποσὶ κραιπνοι̃σι πέτεσθαι
δείσασ: οὐδέ τ' ἔληγε θεὸς μέγασ, ὠ̃ρτο δ' ἐπ' αὐτω̨̃
ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο
δι̃ον 'Αχιλλη̃α, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
Πηλεΐδης δ' ἀπόρουσεν ὅσον τ' ἐπὶ δουρὸς ἐρωή,
αἰετου̃ οἴματ' ἔχων μέλανος του̃ θηρητη̃ροσ,
ὅς θ' ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνω̃ν:
τω̨̃ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς
σμερδαλέον κονάβιζεν: ὕπαιθα δὲ τοι̃ο λιασθεὶς
φευ̃γ', ὃ δ' ὄπισθε ῥέων ἕπετο μεγάλω̨ ὀρυμαγδω̨̃.
ὡς δ' ὅτ' ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύη̨
χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων:
του̃ μέν τε προρέοντος ὑπὸ ψηφι̃δες ἅπασαι
ὀχλευ̃νται: τὸ δέ τ' ὠ̃κα κατειβόμενον κελαρύζει
χώρω̨ ἔνι προαλει̃, φθάνει δέ τε καὶ τὸν ἄγοντα:
ὣς αἰεὶ 'Αχιλη̃α κιχήσατο κυ̃μα ῥόοιο
καὶ λαιψηρὸν ἐόντα: θεοὶ δέ τε φέρτεροι ἀνδρω̃ν.
ὁσσάκι δ' ὁρμήσειε ποδάρκης δι̃ος 'Αχιλλεὺς
στη̃ναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες
ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
τοσσάκι μιν μέγα κυ̃μα διιπετέος ποταμοι̃ο
πλάζ' ὤμους καθύπερθεν: ὃ δ' ὑψόσε ποσσὶν ἐπήδα
θυμω̨̃ ἀνιάζων: ποταμὸς δ' ὑπὸ γούνατ' ἐδάμνα
λάβρος ὕπαιθα ῥέων, κονίην δ' ὑπέρεπτε ποδοι̃ιν.
Πηλεΐδης δ' ὤ̨μωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν:
Ζευ̃ πάτερ ὡς οὔ τίς με θεω̃ν ἐλεεινὸν ὑπέστη
ἐκ ποταμοι̃ο σαω̃σαι: ἔπειτα δὲ καί τι πάθοιμι.
ἄλλος δ' οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,
ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν:
ἥ μ' ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων
λαιψηροι̃ς ὀλέεσθαι 'Απόλλωνος βελέεσσιν.
ὥς μ' ὄφελ' 'Έκτωρ κτει̃ναι ὃς ἐνθάδε γ' ἔτραφ' ἄριστοσ:
τώ κ' ἀγαθὸς μὲν ἔπεφν', ἀγαθὸν δέ κεν ἐξενάριξε:
νυ̃ν δέ με λευγαλέω̨ θανάτω̨ εἵμαρτο ἁλω̃ναι
ἐρχθέντ' ἐν μεγάλω̨ ποταμω̨̃ ὡς παι̃δα συφορβόν,
ὅν ῥά τ' ἔναυλος ἀποέρση̨ χειμω̃νι περω̃ντα.

   '`Ως φάτο, τω̨̃ δὲ μάλ' ὠ̃κα Ποσειδάων καὶ 'Αθήνη
στήτην ἐγγὺς ἰόντε, δέμας δ' ἄνδρεσσιν ἐΐκτην,
χειρὶ δὲ χει̃ρα λαβόντες ἐπιστώσαντ' ἐπέεσσι.
τοι̃σι δὲ μύθων ἠ̃ρχε Ποσειδάων ἐνοσίχθων:
Πηλεΐδη μήτ' ἄρ τι λίην τρέε μήτέ τι τάρβει:
τοίω γάρ τοι νω̃ϊ θεω̃ν ἐπιταρρόθω εἰμὲν
Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς 'Αθήνη:
ὡς οὔ τοι ποταμω̨̃ γε δαμήμεναι αἴσιμόν ἐστιν,
ἀλλ' ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτόσ:
αὐτάρ τοι πυκινω̃ς ὑποθησόμεθ' αἴ κε πίθηαι:
μὴ πρὶν παύειν χει̃ρας ὁμοιΐου πολέμοιο
πρὶν κατὰ 'Ιλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι
Τρωϊκόν, ὅς κε φύγη̨σι: σὺ δ' 'Έκτορι θυμὸν ἀπούρας
ἂψ ἐπὶ νη̃ας ἴμεν: δίδομεν δέ τοι εὐ̃χος ἀρέσθαι.

   Τὼ μὲν ἄρ' ὣς εἰπόντε μετ' ἀθανάτους ἀπεβήτην:
αὐτὰρ ὃ βη̃, μέγα γάρ ῥα θεω̃ν ὄτρυνεν ἐφετμή,
ἐς πεδίον: τὸ δὲ πα̃ν πλη̃θ' ὕδατος ἐκχυμένοιο,
πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηω̃ν
πλω̃ον καὶ νέκυεσ: του̃ δ' ὑψόσε γούνατ' ἐπήδα
πρὸς ῥόον ἀΐσσοντος ἀν' ἰθύν, οὐδέ μιν ἴσχεν
εὐρὺ ῥέων ποταμόσ: μέγα γὰρ σθένος ἔμβαλ' 'Αθήνη.
οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένοσ, ἀλλ' ἔτι μα̃λλον
χώετο Πηλεΐωνι, κόρυσσε δὲ κυ̃μα ῥόοιο
ὑψόσ' ἀειρόμενοσ, Σιμόεντι δὲ κέκλετ' ἀΰσασ:
φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
σχω̃μεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος
ἐκπέρσει, Τρω̃ες δὲ κατὰ μόθον οὐ μενέουσιν.
ἀλλ' ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα
ὕδατος ἐκ πηγέων, πάντας δ' ὀρόθυνον ἐναύλουσ,
ἵστη δὲ μέγα κυ̃μα, πολὺν δ' ὀρυμαγδὸν ὄρινε
φιτρω̃ν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα
ὃς δὴ νυ̃ν κρατέει, μέμονεν δ' ὅ γε ἰ̃σα θεοι̃σι.
φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἰ̃δος
οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης
κείσεθ' ὑπ' ἰλύος κεκαλυμμένα: κὰδ δέ μιν αὐτὸν
εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
μυρίον, οὐδέ οἱ ὀστέ' ἐπιστήσονται 'Αχαιοὶ
ἀλλέξαι: τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.
αὐτου̃ οἱ καὶ ση̃μα τετεύξεται, οὐδέ τί μιν χρεὼ
ἔσται τυμβοχόησ, ὅτε μιν θάπτωσιν 'Αχαιοί.

   ~'Η, καὶ ἐπω̃ρτ' 'Αχιλη̃ϊ κυκώμενος ὑψόσε θύων
μορμύρων ἀφρω̨̃ τε καὶ αἵματι καὶ νεκύεσσι.
πορφύρεον δ' ἄρα κυ̃μα διιπετέος ποταμοι̃ο
ἵστατ' ἀειρόμενον, κατὰ δ' ἥ̨ρεε Πηλεΐωνα:
'Ήρη δὲ μέγ' ἄϋσε περιδείσασ' 'Αχιλη̃ϊ
μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνησ,
αὐτίκα δ' 'Ήφαιστον προσεφώνεεν ὃν φίλον υἱόν:
ὄρσεο κυλλοπόδιον ἐμὸν τέκοσ: ἄντα σέθεν γὰρ
Ξάνθον δινήεντα μάχη̨ ἠΐσκομεν εἰ̃ναι:
ἀλλ' ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.
αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστα̃ο Νότοιο
εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,
ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι
φλέγμα κακὸν φορέουσα: σὺ δὲ Ξάνθοιο παρ' ὄχθας
δένδρεα και̃', ἐν δ' αὐτὸν ἵει πυρί: μὴ δέ σε πάμπαν
μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειη̨̃:
μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένοσ, ἀλλ' ὁπότ' ἂν δὴ
φθέγξομ' ἐγὼν ἰάχουσα, τότε σχει̃ν ἀκάματον πυ̃ρ.

   '`Ως ἔφαθ', 'Ήφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πυ̃ρ.
πρω̃τα μὲν ἐν πεδίω̨ πυ̃ρ δαίετο, και̃ε δὲ νεκροὺς
πολλούσ, οἵ ῥα κατ' αὐτὸν ἅλις ἔσαν, οὓς κτάν' 'Αχιλλεύσ:
πα̃ν δ' ἐξηράνθη πεδίον, σχέτο δ' ἀγλαὸν ὕδωρ.
ὡς δ' ὅτ' ὀπωρινὸς Βορέης νεοαρδέ' ἀλωὴν
αἰ̃ψ' ἀγξηράνη̨: χαίρει δέ μιν ὅς τις ἐθείρη̨:
ὣς ἐξηράνθη πεδίον πα̃ν, κὰδ δ' ἄρα νεκροὺς
κη̃εν: ὃ δ' ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρι̃και,
καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,
τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοι̃ο πεφύκει:
τείροντ' ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνασ,
οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα
πνοιη̨̃ τειρόμενοι πολυμήτιος 'Ηφαίστοιο.
καίετο δ' ἲς ποταμοι̃ο ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:
'Ήφαιστ', οὔ τις σοί γε θεω̃ν δύνατ' ἀντιφερίζειν,
οὐδ' ἂν ἐγὼ σοί γ' ὡ̃δε πυρὶ φλεγέθοντι μαχοίμην.
λη̃γ' ἔριδοσ, Τρω̃ας δὲ καὶ αὐτίκα δι̃ος 'Αχιλλεὺς
ἄστεος ἐξελάσειε: τί μοι ἔριδος καὶ ἀρωγη̃σ;

   Φη̃ πυρὶ καιόμενοσ, ἀνὰ δ' ἔφλυε καλὰ ῥέεθρα.
ὡς δὲ λέβης ζει̃ ἔνδον ἐπειγόμενος πυρὶ πολλω̨̃
κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κει̃ται,
ὣς του̃ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ' ὕδωρ:
οὐδ' ἔθελε προρέειν, ἀλλ' ἴσχετο: τει̃ρε δ' ἀϋτμὴ
'Ηφαίστοιο βίηφι πολύφρονοσ. αὐτὰρ ὅ γ' 'Ήρην
πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα:
'Ήρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι
ὅσσον οἱ ἄλλοι πάντεσ, ὅσοι Τρώεσσιν ἀρωγοί.
ἀλλ' ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεισ,
παυέσθω δὲ καὶ οὑ̃τοσ: ἐγὼ δ' ἐπὶ καὶ τόδ' ὀμου̃μαι,
μή ποτ' ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἠ̃μαρ,
μὴ δ' ὁπότ' ἂν Τροίη μαλερω̨̃ πυρὶ πα̃σα δάηται
καιομένη, καίωσι δ' ἀρήϊοι υἱ̃ες 'Αχαιω̃ν.

   Αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε θεὰ λευκώλενος 'Ήρη,
αὐτίκ' ἄρ' 'Ήφαιστον προσεφώνεεν ὃν φίλον υἱόν:
'Ήφαιστε σχέο τέκνον ἀγακλεέσ: οὐ γὰρ ἔοικεν
ἀθάνατον θεὸν ὡ̃δε βροτω̃ν ἕνεκα στυφελίζειν.
   '`Ως ἔφαθ', 'Ήφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πυ̃ρ,
ἄψορρον δ' ἄρα κυ̃μα κατέσσυτο καλὰ ῥέεθρα.

   Αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένοσ, οἳ μὲν ἔπειτα
παυσάσθην, 'Ήρη γὰρ ἐρύκακε χωομένη περ:
ἐν δ' ἄλλοισι θεοι̃σιν ἔρις πέσε βεβριθυι̃α
ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο:
σὺν δ' ἔπεσον μεγάλω̨ πατάγω̨, βράχε δ' εὐρει̃α χθών,
ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανόσ. ἄϊε δὲ Ζεὺς
ἥμενος Οὐλύμπω̨: ἐγέλασσε δέ οἱ φίλον ἠ̃τορ
γηθοσύνη̨, ὅθ' ὁρα̃το θεοὺς ἔριδι ξυνιόντασ.
ἔνθ' οἵ γ' οὐκέτι δηρὸν ἀφέστασαν: ἠ̃ρχε γὰρ 'Άρης
ῥινοτόροσ, καὶ πρω̃τος 'Αθηναίη̨ ἐπόρουσε
χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μυ̃θον:
τίπτ' αὐ̃τ' ὠ̃ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις
θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνη̃κεν;
ἠ̃ οὐ μέμνη̨ ὅτε Τυδεΐδην Διομήδε' ἀνη̃κας
οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλου̃σα
ἰθὺς ἐμευ̃ ὠ̃σασ, διὰ δὲ χρόα καλὸν ἔδαψασ;
τώ σ' αὐ̃ νυ̃ν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργασ.

   '`Ως εἰπὼν οὔτησε κατ' αἰγίδα θυσσανόεσσαν
σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνόσ:
τη̨̃ μιν 'Άρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρω̨̃.
ἣ δ' ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείη̨
κείμενον ἐν πεδίω̨ μέλανα τρηχύν τε μέγαν τε,
τόν ῥ' ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὐ̃ρον ἀρούρησ:
τω̨̃ βάλε θου̃ρον 'Άρηα κατ' αὐχένα, λυ̃σε δὲ γυι̃α.
ἑπτὰ δ' ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτασ,
τεύχεά τ' ἀμφαράβησε: γέλασσε δὲ Παλλὰς 'Αθήνη,
καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα:
νηπύτι' οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων
εὔχομ' ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεισ.
οὕτω κεν τη̃ς μητρὸς ἐρινύας ἐξαποτίνοισ,
ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκ' 'Αχαιοὺς
κάλλιπεσ, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεισ.

   '`Ως ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ:
τὸν δ' ἄγε χειρὸς ἑλου̃σα Διὸς θυγάτηρ 'Αφροδίτη
πυκνὰ μάλα στενάχοντα: μόγις δ' ἐσαγείρετο θυμόν.
τὴν δ' ὡς οὐ̃ν ἐνόησε θεὰ λευκώλενος 'Ήρη,
αὐτίκ' 'Αθηναίην ἔπεα πτερόεντα προσηύδα:
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος 'Ατρυτώνη
καὶ δ' αὐ̃θ' ἡ κυνάμυια ἄγει βροτολοιγὸν 'Άρηα
δηΐου ἐκ πολέμοιο κατὰ κλόνον: ἀλλὰ μέτελθε.

   '`Ως φάτ', 'Αθηναίη δὲ μετέσσυτο, χαι̃ρε δὲ θυμω̨̃,
καί ῥ' ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείη̨
ἤλασε: τη̃ς δ' αὐτου̃ λύτο γούνατα καὶ φίλον ἠ̃τορ.
τὼ μὲν ἄρ' ἄμφω κει̃ντο ἐπὶ χθονὶ πουλυβοτείρη̨,
ἣ δ' ἄρ' ἐπευχομένη ἔπεα πτερόεντ' ἀγόρευε:
τοιου̃τοι νυ̃ν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ
εἰ̃εν, ὅτ' 'Αργείοισι μαχοίατο θωρηκτη̨̃σιν,
ὡ̃δέ τε θαρσαλέοι καὶ τλήμονεσ, ὡς 'Αφροδίτη
ἠ̃λθεν 'Άρη̨ ἐπίκουρος ἐμω̨̃ μένει ἀντιόωσα:
τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο
'Ιλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.

   '`Ως φάτο, μείδησεν δὲ θεὰ λευκώλενος 'Ήρη.
αὐτὰρ 'Απόλλωνα προσέφη κρείων ἐνοσίχθων:
Φοι̃βε τί ἢ δὴ νω̃ϊ διέσταμεν; οὐδὲ ἔοικεν
ἀρξάντων ἑτέρων: τὸ μὲν αἴσχιον αἴ κ' ἀμαχητὶ
ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δω̃.
ἄρχε: σὺ γὰρ γενεη̃φι νεώτεροσ: οὐ γὰρ ἔμοιγε
καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἰ̃δα.
νηπύτι' ὡς ἄνοον κραδίην ἔχεσ: οὐδέ νυ τω̃ν περ
μέμνηαι ὅσα δὴ πάθομεν κακὰ 'Ίλιον ἀμφὶ
μου̃νοι νω̃ϊ θεω̃ν, ὅτ' ἀγήνορι Λαομέδοντι
πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
μισθω̨̃ ἔπι ῥητω̨̃: ὃ δὲ σημαίνων ἐπέτελλεν.
ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τει̃χος ἔδειμα
εὐρύ τε καὶ μάλα καλόν, ἵν' ἄρρηκτος πόλις εἴη:
Φοι̃βε σὺ δ' εἰλίποδας ἕλικας βου̃ς βουκολέεσκες
'Ίδης ἐν κνημοι̃σι πολυπτύχου ὑληέσσησ.
ἀλλ' ὅτε δὴ μισθοι̃ο τέλος πολυγηθέες ὡ̃ραι
ἐξέφερον, τότε νω̃ϊ βιήσατο μισθὸν ἅπαντα
Λαομέδων ἔκπαγλοσ, ἀπειλήσας δ' ἀπέπεμπε.
σὺν μὲν ὅ γ' ἠπείλησε πόδας καὶ χει̃ρας ὕπερθε
δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων:
στευ̃το δ' ὅ γ' ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκω̨̃.
νω̃ϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμω̨̃
μισθου̃ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.
του̃ δὴ νυ̃ν λαοι̃σι φέρεις χάριν, οὐδὲ μεθ' ἡμέων
πειρα̨̃ ὥς κε Τρω̃ες ὑπερφίαλοι ἀπόλωνται
πρόχνυ κακω̃ς σὺν παισὶ καὶ αἰδοίη̨ς ἀλόχοισι

   Τὸν δ' αὐ̃τε προσέειπεν ἄναξ ἑκάεργος 'Απόλλων:
ἐννοσίγαι' οὐκ ἄν με σαόφρονα μυθήσαιο
ἔμμεναι, εἰ δὴ σοί γε βροτω̃ν ἕνεκα πτολεμίξω
δειλω̃ν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε
ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντεσ,
ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα
παυώμεσθα μάχησ: οἳ δ' αὐτοὶ δηριαάσθων.

   '`Ως ἄρα φωνήσας πάλιν ἐτράπετ': αἴδετο γάρ ῥα
πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμη̨σι.
τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρω̃ν
'Άρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μυ̃θον:
φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην
πα̃σαν ἐπέτρεψασ, μέλεον δέ οἱ εὐ̃χος ἔδωκασ:
νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτωσ;
μή σευ νυ̃ν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοι̃σιν,
ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.

   '`Ως φάτο, τὴν δ' οὔ τι προσέφη ἑκάεργος 'Απόλλων,
ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις
νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι:
πω̃ς δὲ σὺ νυ̃ν μέμονας κύον ἀδεὲς ἀντί' ἐμει̃ο
στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
τοξοφόρω̨ περ ἐούση̨, ἐπεὶ σὲ λέοντα γυναιξὶ
Ζεὺς θη̃κεν, καὶ ἔδωκε κατακτάμεν ἥν κ' ἐθέλη̨σθα.
ἤτοι βέλτερόν ἐστι κατ' οὔρεα θη̃ρας ἐναίρειν
ἀγροτέρας τ' ἐλάφους ἢ κρείσσοσιν ἰ̃φι μάχεσθαι.
εἰ δ' ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρ' ἐὺ̈ εἰδη̨̃ς
ὅσσον φερτέρη εἴμ', ὅτι μοι μένος ἀντιφερίζεισ.

   ~'Η ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπω̨̃ χει̃ρας ἔμαρπτε
σκαιη̨̃, δεξιτερη̨̃ δ' ἄρ' ἀπ' ὤμων αἴνυτο τόξα,
αὐτοι̃σιν δ' ἄρ' ἔθεινε παρ' οὔατα μειδιόωσα
ἐντροπαλιζομένην: ταχέες δ' ἔκπιπτον ὀϊστοί.
δακρυόεσσα δ' ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,
ἥ ῥά θ' ὑπ' ἴρηκος κοίλην εἰσέπτατο πέτρην
χηραμόν: οὐδ' ἄρα τη̨̃ γε ἁλώμεναι αἴσιμον ἠ̃εν:
ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δ' αὐτόθι τόξα.
Λητὼ δὲ προσέειπε διάκτορος 'Αργειφόντησ:
Λητοι̃ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι: ἀργαλέον δὲ
πληκτίζεσθ' ἀλόχοισι Διὸς νεφεληγερέταο:
ἀλλὰ μάλα πρόφρασσα μετ' ἀθανάτοισι θεοι̃σιν
εὔχεσθαι ἐμὲ νικη̃σαι κρατερη̃φι βίηφιν.

   '`Ως ἄρ' ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
πεπτεω̃τ' ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίησ.
ἣ μὲν τόξα λαβου̃σα πάλιν κίε θυγατέρος ἡ̃σ:
ἣ δ' ἄρ' 'Όλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δω̃,
δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
ἀμφὶ δ' ἄρ' ἀμβρόσιος ἑανὸς τρέμε: τὴν δὲ προτὶ οἱ̃
εἱ̃λε πατὴρ Κρονίδησ, καὶ ἀνείρετο ἡδὺ γελάσσασ:
τίς νύ σε τοιάδ' ἔρεξε φίλον τέκος Οὐρανιώνων
μαψιδίωσ, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπη̨̃;

   Τὸν δ' αὐ̃τε προσέειπεν ἐϋστέφανος κελαδεινή:
σή μ' ἄλοχος στυφέλιξε πάτερ λευκώλενος 'Ήρη,
ἐξ ἡ̃ς ἀθανάτοισιν ἔρις καὶ νει̃κος ἐφη̃πται.

   '`Ως οἳ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον:
αὐτὰρ 'Απόλλων Φοι̃βος ἐδύσετο 'Ίλιον ἱρήν:
μέμβλετο γάρ οἱ τει̃χος ἐϋδμήτοιο πόληος
μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνω̨.
οἳ δ' ἄλλοι πρὸς 'Όλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντεσ,
οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντεσ:
κὰδ δ' ἱ̃ζον παρὰ πατρὶ κελαινεφει̃: αὐτὰρ 'Αχιλλεὺς
Τρω̃ας ὁμω̃ς αὐτούς τ' ὄλεκεν καὶ μώνυχας ἵππουσ.
ὡς δ' ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
ἄστεος αἰθομένοιο, θεω̃ν δέ ἑ μη̃νις ἀνη̃κε,
πα̃σι δ' ἔθηκε πόνον, πολλοι̃σι δὲ κήδε' ἐφη̃κεν,
ὣς 'Αχιλεὺς Τρώεσσι πόνον καὶ κήδε' ἔθηκεν.

   'Εστήκει δ' ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,
ἐς δ' ἐνόησ' 'Αχιλη̃α πελώριον: αὐτὰρ ὑπ' αὐτου̃
Τρω̃ες ἄφαρ κλονέοντο πεφυζότεσ, οὐδέ τις ἀλκὴ
γίγνεθ': ὃ δ' οἰμώξας ἀπὸ πύργου βαι̃νε χαμα̃ζε
ὀτρύνων παρὰ τει̃χος ἀγακλειτοὺς πυλαωρούσ:
πεπταμένας ἐν χερσὶ πύλας ἔχετ' εἰς ὅ κε λαοὶ
ἔλθωσι προτὶ ἄστυ πεφυζότεσ: ἠ̃ γὰρ 'Αχιλλεὺς
ἐγγὺς ὅδε κλονέων: νυ̃ν οἴω λοίγι' ἔσεσθαι.
αὐτὰρ ἐπεί κ' ἐς τει̃χος ἀναπνεύσωσιν ἀλέντεσ,
αὐ̃τις ἐπανθέμεναι σανίδας πυκινω̃ς ἀραρυίασ:
δείδια γὰρ μὴ οὐ̃λος ἀνὴρ ἐς τει̃χος ἅληται.

   '`Ως ἔφαθ', οἳ δ' ἄνεσάν τε πύλας καὶ ἀπω̃σαν ὀχη̃ασ:
αἳ δὲ πετασθει̃σαι τευ̃ξαν φάοσ: αὐτὰρ 'Απόλλων
ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.
οἳ δ' ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοι̃ο
δίψη̨ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο
φευ̃γον: ὃ δὲ σφεδανὸν ἔφεπ' ἔγχεϊ, λύσσα δέ οἱ κη̃ρ
αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κυ̃δος ἀρέσθαι.

   'Ένθά κεν ὑψίπυλον Τροίην ἕλον υἱ̃ες 'Αχαιω̃ν,
εἰ μὴ 'Απόλλων Φοι̃βος 'Αγήνορα δι̃ον ἀνη̃κε
φω̃τ' 'Αντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
ἐν μέν οἱ κραδίη̨ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς
ἔστη, ὅπως θανάτοιο βαρείας χει̃ρας ἀλάλκοι
φηγω̨̃ κεκλιμένοσ: κεκάλυπτο δ' ἄρ' ἠέρι πολλη̨̃.
αὐτὰρ ὅ γ' ὡς ἐνόησεν 'Αχιλλη̃α πτολίπορθον
ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι:
ὀχθήσας δ' ἄρα εἰ̃πε πρὸς ὃν μεγαλήτορα θυμόν:
ὤ μοι ἐγών: εἰ μέν κεν ὑπὸ κρατερου̃ 'Αχιλη̃ος
φεύγω, τη̨̃ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,
αἱρήσει με καὶ ὡ̃σ, καὶ ἀνάλκιδα δειροτομήσει.
εἰ δ' ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
Πηλεΐδη̨ 'Αχιλη̃ϊ, ποσὶν δ' ἀπὸ τείχεος ἄλλη̨
φεύγω πρὸς πεδίον 'Ιλήϊον, ὄφρ' ἂν ἵκωμαι
'Ίδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω:
ἑσπέριος δ' ἂν ἔπειτα λοεσσάμενος ποταμοι̃ο
ἱδρω̃ ἀποψυχθεὶς προτὶ 'Ίλιον ἀπονεοίμην:
ἀλλὰ τί ἤ μοι ταυ̃τα φίλος διελέξατο θυμόσ;
μή μ' ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήση̨
καί με μεταΐξας μάρψη̨ ταχέεσσι πόδεσσιν.
οὐκέτ' ἔπειτ' ἔσται θάνατον καὶ κη̃ρας ἀλύξαι:
λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ' ἀνθρώπων.
εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω:
καὶ γάρ θην τούτω̨ τρωτὸς χρὼς ὀξέϊ χαλκω̨̃,
ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασ' ἄνθρωποι
ἔμμεναι: αὐτάρ οἱ Κρονίδης Ζεὺς κυ̃δος ὀπάζει.

   '`Ως εἰπὼν 'Αχιλη̃α ἀλεὶς μένεν, ἐν δέ οἱ ἠ̃τορ
ἄλκιμον ὁρμα̃το πτολεμίζειν ἠδὲ μάχεσθαι.
ἠΰτε πάρδαλις εἰ̃σι βαθείης ἐκ ξυλόχοιο
ἀνδρὸς θηρητη̃ρος ἐναντίον, οὐδέ τι θυμω̨̃
ταρβει̃ οὐδὲ φοβει̃ται, ἐπεί κεν ὑλαγμὸν ἀκούση̨:
εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάση̨ ἠὲ βάλη̨σιν,
ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
ἀλκη̃σ, πρίν γ' ἠὲ ξυμβλήμεναι ἠὲ δαμη̃ναι:
ὣς 'Αντήνορος υἱὸς ἀγαυου̃ δι̃ος 'Αγήνωρ
οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτ' 'Αχιλη̃οσ.
ἀλλ' ὅ γ' ἄρ' ἀσπίδα μὲν πρόσθ' ἔσχετο πάντοσ' ἐΐσην,
ἐγχείη̨ δ' αὐτοι̃ο τιτύσκετο, καὶ μέγ' ἀΰτει:
ἠ̃ δή που μάλ' ἔολπας ἐνὶ φρεσὶ φαίδιμ' 'Αχιλλευ̃
ἤματι τω̨̃δε πόλιν πέρσειν Τρώων ἀγερώχων
νηπύτι': ἠ̃ τ' ἔτι πολλὰ τετεύξεται ἄλγε' ἐπ' αὐτη̨̃.
ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,
οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱω̃ν
'Ίλιον εἰρυόμεσθα: σὺ δ' ἐνθάδε πότμον ἐφέψεις
ὡ̃δ' ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστήσ.

   ~'Η ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφη̃κε,
καί ῥ' ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ' ἀφάμαρτεν.
ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
σμερδαλέον κονάβησε: πάλιν δ' ἀπὸ χαλκὸς ὄρουσε
βλημένου, οὐδ' ἐπέρησε, θεου̃ δ' ἠρύκακε δω̃ρα.
Πηλεΐδης δ' ὁρμήσατ' 'Αγήνορος ἀντιθέοιο
δεύτεροσ: οὐδ' ἔτ' ἔασεν 'Απόλλων κυ̃δος ἀρέσθαι,
ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ' ἄρ' ἠέρι πολλη̨̃,
ἡσύχιον δ' ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
αὐτὰρ ὃ Πηλεΐωνα δόλω̨ ἀποέργαθε λαου̃:
αὐτω̨̃ γὰρ ἑκάεργος 'Αγήνορι πάντα ἐοικὼς
ἔστη πρόσθε ποδω̃ν, ὃ δ' ἐπέσσυτο ποσσὶ διώκειν:
εἱ̃ος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο
τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον
τυτθὸν ὑπεκπροθέοντα: δόλω̨ δ' ἄρ' ἔθελγεν 'Απόλλων
ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἱ̃σι:
τόφρ' ἄλλοι Τρω̃ες πεφοβημένοι ἠ̃λθον ὁμίλω̨
ἀσπάσιοι προτὶ ἄστυ, πόλις δ' ἔμπλητο ἀλέντων.
οὐδ' ἄρα τοί γ' ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
μει̃ναι ἔτ' ἀλλήλουσ, καὶ γνώμεναι ὅς τε πεφεύγοι
ὅς τ' ἔθαν' ἐν πολέμω̨: ἀλλ' ἐσσυμένως ἐσέχυντο
ἐς πόλιν, ὅν τινα τω̃ν γε πόδες καὶ γου̃να σαώσαι.