ΙΛΙΑΔΟΣ Χ

'`Ως οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ
ἱδρω̃ ἀπεψύχοντο πίον τ' ἀκέοντό τε δίψαν
κεκλιμένοι καλη̨̃σιν ἐπάλξεσιν: αὐτὰρ 'Αχαιοὶ
τείχεος ἀ̃σσον ἴσαν σάκε' ὤμοισι κλίναντεσ.
'Έκτορα δ' αὐτου̃ μει̃ναι ὀλοιὴ μοι̃ρα πέδησεν
'Ιλίου προπάροιθε πυλάων τε Σκαιάων.
αὐτὰρ Πηλείωνα προσηύδα Φοι̃βος 'Απόλλων:
τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις
αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με
ἔγνως ὡς θεός εἰμι, σὺ δ' ἀσπερχὲς μενεαίνεισ.
ἠ̃ νύ τοι οὔ τι μέλει Τρώων πόνοσ, οὓς ἐφόβησασ,
οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δευ̃ρο λιάσθησ.
οὐ μέν με κτενέεισ, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.

   Τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
ἔβλαψάς μ' ἑκάεργε θεω̃ν ὀλοώτατε πάντων
ἐνθάδε νυ̃ν τρέψας ἀπὸ τείχεοσ: ἠ̃ κ' ἔτι πολλοὶ
γαι̃αν ὀδὰξ εἱ̃λον πρὶν 'Ίλιον εἰσαφικέσθαι.
νυ̃ν δ' ἐμὲ μὲν μέγα κυ̃δος ἀφείλεο, τοὺς δὲ σάωσας
ῥηϊδίωσ, ἐπεὶ οὔ τι τίσιν γ' ἔδεισας ὀπίσσω.
ἠ̃ σ' ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.

   '`Ως εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,
σευάμενος ὥς θ' ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
ὅς ῥά τε ῥει̃α θέη̨σι τιταινόμενος πεδίοιο:
ὣς 'Αχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα.

   Τὸν δ' ὃ γέρων Πρίαμος πρω̃τος ἴδεν ὀφθαλμοι̃σι
παμφαίνονθ' ὥς τ' ἀστέρ' ἐπεσσύμενον πεδίοιο,
ὅς ῥά τ' ὀπώρης εἰ̃σιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ
φαίνονται πολλοι̃σι μετ' ἀστράσι νυκτὸς ἀμολγω̨̃,
ὅν τε κύν' 'Ωρίωνος ἐπίκλησιν καλέουσι.
λαμπρότατος μὲν ὅ γ' ἐστί, κακὸν δέ τε ση̃μα τέτυκται,
καί τε φέρει πολλὸν πυρετὸν δειλοι̃σι βροτοι̃σιν:
ὣς του̃ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντοσ.
ὤ̨μωξεν δ' ὃ γέρων, κεφαλὴν δ' ὅ γε κόψατο χερσὶν
ὑψόσ' ἀνασχόμενοσ, μέγα δ' οἰμώξας ἐγεγώνει
λισσόμενος φίλον υἱόν: ὃ δὲ προπάροιθε πυλάων
ἑστήκει ἄμοτον μεμαὼς 'Αχιλη̃ϊ μάχεσθαι:
τὸν δ' ὃ γέρων ἐλεεινὰ προσηύδα χει̃ρας ὀρεγνύσ:
'Έκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα του̃τον
οἰ̃ος ἄνευθ' ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπη̨ς
Πηλεΐωνι δαμείσ, ἐπεὶ ἠ̃ πολὺ φέρτερός ἐστι
σχέτλιοσ: αἴθε θεοι̃σι φίλος τοσσόνδε γένοιτο
ὅσσον ἐμοί: τάχα κέν ἑ κύνες καὶ γυ̃πες ἔδοιεν
κείμενον: ἠ̃ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι:
ὅς μ' υἱω̃ν πολλω̃ν τε καὶ ἐσθλω̃ν εὐ̃νιν ἔθηκε
κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.
καὶ γὰρ νυ̃ν δύο παι̃δε Λυκάονα καὶ Πολύδωρον
οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,
τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικω̃ν.
ἀλλ' εἰ μὲν ζώουσι μετὰ στρατω̨̃, ἠ̃ τ' ἂν ἔπειτα
χαλκου̃ τε χρυσου̃ τ' ἀπολυσόμεθ', ἔστι γὰρ ἔνδον:
πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος 'Άλτησ.
εἰ δ' ἤδη τεθνα̃σι καὶ εἰν 'Αΐδαο δόμοισιν,
ἄλγος ἐμω̨̃ θυμω̨̃ καὶ μητέρι τοὶ τεκόμεσθα:
λαοι̃σιν δ' ἄλλοισι μινυνθαδιώτερον ἄλγος
ἔσσεται, ἢν μὴ καὶ σὺ θάνη̨ς 'Αχιλη̃ϊ δαμασθείσ.
ἀλλ' εἰσέρχεο τει̃χος ἐμὸν τέκοσ, ὄφρα σαώση̨ς
Τρω̃ας καὶ Τρω̨άσ, μὴ δὲ μέγα κυ̃δος ὀρέξη̨ς
Πηλεΐδη̨, αὐτὸς δὲ φίλης αἰω̃νος ἀμερθη̨̃σ.
πρὸς δ' ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέησον
δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδω̨̃
αἴση̨ ἐν ἀργαλέη̨ φθίσει κακὰ πόλλ' ἐπιδόντα
υἱ̃άς τ' ὀλλυμένους ἑλκηθείσας τε θύγατρασ,
καὶ θαλάμους κεραϊζομένουσ, καὶ νήπια τέκνα
βαλλόμενα προτὶ γαίη̨ ἐν αἰνη̨̃ δηϊοτη̃τι,
ἑλκομένας τε νυοὺς ὀλοη̨̃ς ὑπὸ χερσὶν 'Αχαιω̃ν.
αὐτὸν δ' ἂν πύματόν με κύνες πρώτη̨σι θύρη̨σιν
ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκω̨̃
τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
οὓς τρέφον ἐν μεγάροισι τραπεζη̃ας θυραωρούσ,
οἵ κ' ἐμὸν αἱ̃μα πιόντες ἀλύσσοντες περὶ θυμω̨̃
κείσοντ' ἐν προθύροισι. νέω̨ δέ τε πάντ' ἐπέοικεν
ἄρηϊ κταμένω̨ δεδαϊγμένω̨ ὀξέϊ χαλκω̨̃
κει̃σθαι: πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήη̨:
ἀλλ' ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
αἰδω̃ τ' αἰσχύνωσι κύνες κταμένοιο γέροντοσ,
του̃το δὴ οἴκτιστον πέλεται δειλοι̃σι βροτοι̃σιν.

   ~'Η ῥ' ὃ γέρων, πολιὰς δ' ἄρ' ἀνὰ τρίχας ἕλκετο χερσὶ
τίλλων ἐκ κεφαλη̃σ: οὐδ' 'Έκτορι θυμὸν ἔπειθε.
μήτηρ δ' αὐ̃θ' ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα
κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε:
καί μιν δάκρυ χέουσ' ἔπεα πτερόεντα προσηύδα:
'Έκτορ τέκνον ἐμὸν τάδε τ' αἴδεο καί μ' ἐλέησον
αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον:
τω̃ν μνη̃σαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα
τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτω̨
σχέτλιοσ: εἴ περ γάρ σε κατακτάνη̨, οὔ σ' ἔτ' ἔγωγε
κλαύσομαι ἐν λεχέεσσι φίλον θάλοσ, ὃν τέκον αὐτή,
οὐδ' ἄλοχος πολύδωροσ: ἄνευθε δέ σε μέγα νω̃ϊν
'Αργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.

   '`Ως τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν
πολλὰ λισσομένω: οὐδ' 'Έκτορι θυμὸν ἔπειθον,
ἀλλ' ὅ γε μίμν' 'Αχιλη̃α πελώριον ἀ̃σσον ἰόντα.
ὡς δὲ δράκων ἐπὶ χειη̨̃ ὀρέστερος ἄνδρα μένη̨σι
βεβρωκὼς κακὰ φάρμακ', ἔδυ δέ τέ μιν χόλος αἰνόσ,
σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειη̨̃:
ὣς 'Έκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει
πύργω̨ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ' ἐρείσασ:
ὀχθήσας δ' ἄρα εἰ̃πε πρὸς ὃν μεγαλήτορα θυμόν:
ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,
Πουλυδάμας μοι πρω̃τος ἐλεγχείην ἀναθήσει,
ὅς μ' ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι
νύχθ' ὕπο τήνδ' ὀλοὴν ὅτε τ' ὤρετο δι̃ος 'Αχιλλεύσ.
ἀλλ' ἐγὼ οὐ πιθόμην: ἠ̃ τ' ἂν πολὺ κέρδιον ἠ̃εν.
νυ̃ν δ' ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίη̨σιν ἐμη̨̃σιν,
αἰδέομαι Τρω̃ας καὶ Τρω̨άδας ἑλκεσιπέπλουσ,
μή ποτέ τις εἴπη̨σι κακώτερος ἄλλος ἐμει̃ο:
'Έκτωρ ἡ̃φι βίηφι πιθήσας ὤλεσε λαόν.
ὣς ἐρέουσιν: ἐμοὶ δὲ τότ' ἂν πολὺ κέρδιον εἴη
ἄντην ἢ 'Αχιλη̃α κατακτείναντα νέεσθαι,
ἠέ κεν αὐτω̨̃ ὀλέσθαι ἐϋκλειω̃ς πρὸ πόληοσ.
εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν
καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τει̃χος ἐρείσας
αὐτὸς ἰὼν 'Αχιλη̃ος ἀμύμονος ἀντίος ἔλθω
καί οἱ ὑπόσχωμαι 'Ελένην καὶ κτήμαθ' ἅμ' αὐτη̨̃,
πάντα μάλ' ὅσσά τ' 'Αλέξανδρος κοίλη̨ς ἐνὶ νηυσὶν
ἠγάγετο Τροίηνδ', ἥ τ' ἔπλετο νείκεος ἀρχή,
δωσέμεν 'Ατρεΐδη̨σιν ἄγειν, ἅμα δ' ἀμφὶς 'Αχαιοι̃ς
ἄλλ' ἀποδάσσεσθαι ὅσα τε πτόλις ἡ̃δε κέκευθε:
Τρωσὶν δ' αὐ̃ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
μή τι κατακρύψειν, ἀλλ' ἄνδιχα πάντα δάσασθαι
κτη̃σιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει:
ἀλλὰ τί ἤ μοι ταυ̃τα φίλος διελέξατο θυμόσ;
μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μ' οὐκ ἐλεήσει
οὐδέ τί μ' αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα
αὔτως ὥς τε γυναι̃κα, ἐπεί κ' ἀπὸ τεύχεα δύω.
οὐ μέν πως νυ̃ν ἔστιν ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης
τω̨̃ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε
παρθένος ἠΐθεός τ' ὀαρίζετον ἀλλήλοιιν.
βέλτερον αὐ̃τ' ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα:
εἴδομεν ὁπποτέρω̨ κεν 'Ολύμπιος εὐ̃χος ὀρέξη̨.

   '`Ως ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἠ̃λθεν 'Αχιλλεὺς
ἰ̃σος 'Ενυαλίω̨ κορυθάϊκι πτολεμιστη̨̃
σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὠ̃μον
δεινήν: ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγη̨̃
ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντοσ.
'Έκτορα δ', ὡς ἐνόησεν, ἕλε τρόμοσ: οὐδ' ἄρ' ἔτ' ἔτλη
αὐ̃θι μένειν, ὀπίσω δὲ πύλας λίπε, βη̃ δὲ φοβηθείσ:
Πηλεΐδης δ' ἐπόρουσε ποσὶ κραιπνοι̃σι πεποιθώσ.
ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνω̃ν
ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,
ἣ δέ θ' ὕπαιθα φοβει̃ται, ὃ δ' ἐγγύθεν ὀξὺ λεληκὼς
ταρφέ' ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει:
ὣς ἄρ' ὅ γ' ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δ' 'Έκτωρ
τει̃χος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατ' ἐνώμα.
οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα
τείχεος αἰὲν ὑπ' ἐκ κατ' ἀμαξιτὸν ἐσσεύοντο,
κρουνὼ δ' ἵκανον καλλιρρόω: ἔνθα δὲ πηγαὶ
δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντοσ.
ἣ μὲν γάρ θ' ὕδατι λιαρω̨̃ ῥέει, ἀμφὶ δὲ καπνὸς
γίγνεται ἐξ αὐτη̃ς ὡς εἰ πυρὸς αἰθομένοιο:
ἣ δ' ἑτέρη θέρεϊ προρέει ἐϊκυι̃α χαλάζη̨,
ἢ χιόνι ψυχρη̨̃ ἢ ἐξ ὕδατος κρυστάλλω̨.
ἔνθα δ' ἐπ' αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα
πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες
τὸ πρὶν ἐπ' εἰρήνης πρὶν ἐλθει̃ν υἱ̃ας 'Αχαιω̃ν.
τη̨̃ ῥα παραδραμέτην φεύγων ὃ δ' ὄπισθε διώκων:
πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ' ἀμείνων
καρπαλίμωσ, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην
ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρω̃ν,
ἀλλὰ περὶ ψυχη̃ς θέον 'Έκτορος ἱπποδάμοιο.
ὡς δ' ὅτ' ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
ῥίμφα μάλα τρωχω̃σι: τὸ δὲ μέγα κει̃ται ἄεθλον
ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηω̃τοσ:
ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην
καρπαλίμοισι πόδεσσι: θεοὶ δ' ἐς πάντες ὁρω̃ντο:
τοι̃σι δὲ μύθων ἠ̃ρχε πατὴρ ἀνδρω̃ν τε θεω̃ν τε:
ὢ πόποι ἠ̃ φίλον ἄνδρα διωκόμενον περὶ τει̃χος
ὀφθαλμοι̃σιν ὁρω̃μαι: ἐμὸν δ' ὀλοφύρεται ἠ̃τορ
'Έκτοροσ, ὅς μοι πολλὰ βοω̃ν ἐπὶ μηρί' ἔκηεν
'Ίδης ἐν κορυφη̨̃σι πολυπτύχου, ἄλλοτε δ' αὐ̃τε
ἐν πόλει ἀκροτάτη̨: νυ̃ν αὐ̃τέ ἑ δι̃ος 'Αχιλλεὺς
ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
ἀλλ' ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε
ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἠ̃έ μιν ἤδη
Πηλεΐδη̨ 'Αχιλη̃ϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.

   Τὸν δ' αὐ̃τε προσέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:
ὠ̃ πάτερ ἀργικέραυνε κελαινεφὲς οἱ̃ον ἔειπεσ:
ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴση̨
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλυ̃σαι;
ἔρδ': ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.

   Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύσ:
θάρσει Τριτογένεια φίλον τέκοσ: οὔ νύ τι θυμω̨̃
πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἰ̃ναι:
ἔρξον ὅπη̨ δή τοι νόος ἔπλετο, μὴ δ' ἔτ' ἐρώει.

   '`Ως εἰπὼν ὄτρυνε πάρος μεμαυι̃αν 'Αθήνην:
βη̃ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα.

   'Έκτορα δ' ἀσπερχὲς κλονέων ἔφεπ' ὠκὺς 'Αχιλλεύσ.
ὡς δ' ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
ὄρσας ἐξ εὐνη̃ς διά τ' ἄγκεα καὶ διὰ βήσσασ:
τὸν δ' εἴ πέρ τε λάθη̨σι καταπτήξας ὑπὸ θάμνω̨,
ἀλλά τ' ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρη̨:
ὣς 'Έκτωρ οὐ λη̃θε ποδώκεα Πηλεΐωνα.
ὁσσάκι δ' ὁρμήσειε πυλάων Δαρδανιάων
ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργουσ,
εἴ πως οἱ̃ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
πρὸς πεδίον: αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ' αἰεί.
ὡς δ' ἐν ὀνείρω̨ οὐ δύναται φεύγοντα διώκειν:
οὔτ' ἄρ' ὃ τὸν δύναται ὑποφεύγειν οὔθ' ὃ διώκειν:
ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδ' ὃς ἀλύξαι.
πω̃ς δέ κεν 'Έκτωρ κη̃ρας ὑπεξέφυγεν θανάτοιο,
εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ' 'Απόλλων
ἐγγύθεν, ὅς οἱ ἐπω̃ρσε μένος λαιψηρά τε γου̃να;
λαοι̃σιν δ' ἀνένευε καρήατι δι̃ος 'Αχιλλεύσ,
οὐδ' ἔα ἱέμεναι ἐπὶ 'Έκτορι πικρὰ βέλεμνα,
μή τις κυ̃δος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
ἐν δ' ἐτίθει δύο κη̃ρε τανηλεγέος θανάτοιο,
τὴν μὲν 'Αχιλλη̃οσ, τὴν δ' 'Έκτορος ἱπποδάμοιο,
ἕλκε δὲ μέσσα λαβών: ῥέπε δ' 'Έκτορος αἴσιμον ἠ̃μαρ,
ὤ̨χετο δ' εἰς 'Αΐδαο, λίπεν δέ ἑ Φοι̃βος 'Απόλλων.
Πηλεΐωνα δ' ἵκανε θεὰ γλαυκω̃πις 'Αθήνη,
ἀγχου̃ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
νυ̃ν δὴ νω̃ι ἔολπα Διὶ̈ φίλε φαίδιμ' 'Αχιλλευ̃
οἴσεσθαι μέγα κυ̃δος 'Αχαιοι̃σι προτὶ νη̃ας
'Έκτορα δη̨ώσαντε μάχης ἄατόν περ ἐόντα.
οὔ οἱ νυ̃ν ἔτι γ' ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
οὐδ' εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος 'Απόλλων
προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
ἀλλὰ σὺ μὲν νυ̃ν στη̃θι καὶ ἄμπνυε, τόνδε δ' ἐγώ τοι
οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.

   '`Ως φάτ' 'Αθηναίη, ὃ δ' ἐπείθετο, χαι̃ρε δὲ θυμω̨̃,
στη̃ δ' ἄρ' ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείσ.
ἣ δ' ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δ' 'Έκτορα δι̃ον
Δηϊφόβω̨ ἐϊκυι̃α δέμας καὶ ἀτειρέα φωνήν:
ἀγχου̃ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
ἠθει̃' ἠ̃ μάλα δή σε βιάζεται ὠκὺς 'Αχιλλεὺς
ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων:
ἀλλ' ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντεσ.

   Τὴν δ' αὐ̃τε προσέειπε μέγας κορυθαίολος 'Έκτωρ:
Δηΐφοβ' ἠ̃ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἠ̃σθα
γνωτω̃ν οὓς 'Εκάβη ἠδὲ Πρίαμος τέκε παι̃δασ:
νυ̃ν δ' ἔτι καὶ μα̃λλον νοέω φρεσὶ τιμήσασθαι,
ὃς ἔτλης ἐμευ̃ εἵνεκ', ἐπεὶ ἴδες ὀφθαλμοι̃σι,
τείχεος ἐξελθει̃ν, ἄλλοι δ' ἔντοσθε μένουσι.

   Τὸν δ' αὐ̃τε προσέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:
ἠθει̃' ἠ̃ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
λίσσονθ' ἑξείης γουνούμενοι, ἀμφὶ δ' ἑται̃ροι,
αὐ̃θι μένειν: τοι̃ον γὰρ ὑποτρομέουσιν ἅπαντεσ:
ἀλλ' ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρω̨̃.
νυ̃ν δ' ἰθὺς μεμαω̃τε μαχώμεθα, μὴ δέ τι δούρων
ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν 'Αχιλλεὺς
νω̃ϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
νη̃ας ἔπι γλαφυράσ, ἠ̃ κεν σω̨̃ δουρὶ δαμήη̨.

   '`Ως φαμένη καὶ κερδοσύνη̨ ἡγήσατ' 'Αθήνη:
οἳ δ' ὅτε δὴ σχεδὸν ἠ̃σαν ἐπ' ἀλλήλοισιν ἰόντεσ,
τὸν πρότερος προσέειπε μέγας κορυθαίολος 'Έκτωρ:
οὔ σ' ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ
τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτ' ἔτλην
μει̃ναι ἐπερχόμενον: νυ̃ν αὐ̃τέ με θυμὸς ἀνη̃κε
στήμεναι ἀντία σει̃ο: ἕλοιμί κεν ἤ κεν ἁλοίην.
ἀλλ' ἄγε δευ̃ρο θεοὺς ἐπιδώμεθα: τοὶ γὰρ ἄριστοι
μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων:
οὐ γὰρ ἐγώ σ' ἔκπαγλον ἀεικιω̃, αἴ κεν ἐμοὶ Ζεὺς
δώη̨ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι:
ἀλλ' ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε' 'Αχιλλευ̃
νεκρὸν 'Αχαιοι̃σιν δώσω πάλιν: ὣς δὲ σὺ ῥέζειν.

   Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
'Έκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε:
ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
ὣς οὐκ ἔστ' ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νω̃ϊν
ὅρκια ἔσσονται, πρίν γ' ἢ ἕτερόν γε πεσόντα
αἵματος ἀ̃σαι 'Άρηα ταλαύρινον πολεμιστήν.
παντοίης ἀρετη̃ς μιμνήσκεο: νυ̃ν σε μάλα χρὴ
αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
οὔ τοι ἔτ' ἔσθ' ὑπάλυξισ, ἄφαρ δέ σε Παλλὰς 'Αθήνη
ἔγχει ἐμω̨̃ δαμάα̨: νυ̃ν δ' ἀθρόα πάντ' ἀποτίσεις
κήδε' ἐμω̃ν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.

   ~'Η ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχοσ:
καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος 'Έκτωρ:
ἕζετο γὰρ προϊδών, τὸ δ' ὑπέρπτατο χάλκεον ἔγχοσ,
ἐν γαίη̨ δ' ἐπάγη: ἀνὰ δ' ἥρπασε Παλλὰς 'Αθήνη,
ἂψ δ' 'Αχιλη̃ϊ δίδου, λάθε δ' 'Έκτορα ποιμένα λαω̃ν.
'Έκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα:
ἤμβροτεσ, οὐδ' ἄρα πώ τι θεοι̃ς ἐπιείκελ' 'Αχιλλευ̃
ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἠ̃ τοι ἔφης γε:
ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
ὄφρά σ' ὑποδείσας μένεος ἀλκη̃ς τε λάθωμαι.
οὐ μέν μοι φεύγοντι μεταφρένω̨ ἐν δόρυ πήξεισ,
ἀλλ' ἰθὺς μεμαω̃τι διὰ στήθεσφιν ἔλασσον
εἴ τοι ἔδωκε θεόσ: νυ̃ν αὐ̃τ' ἐμὸν ἔγχος ἄλευαι
χάλκεον: ὡς δή μιν σω̨̃ ἐν χροὶ̈ πα̃ν κομίσαιο.
καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
σει̃ο καταφθιμένοιο: σὺ γάρ σφισι πη̃μα μέγιστον.

   ~'Η ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχοσ,
καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδ' ἀφάμαρτε:
τη̃λε δ' ἀπεπλάγχθη σάκεος δόρυ: χώσατο δ' 'Έκτωρ
ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρόσ,
στη̃ δὲ κατηφήσασ, οὐδ' ἄλλ' ἔχε μείλινον ἔγχοσ.
Δηΐφοβον δ' ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσασ:
ἤ̨τεέ μιν δόρυ μακρόν: ὃ δ' οὔ τί οἱ ἐγγύθεν ἠ̃εν.
'Έκτωρ δ' ἔγνω ἡ̨̃σιν ἐνὶ φρεσὶ φώνησέν τε:
ὢ πόποι ἠ̃ μάλα δή με θεοὶ θάνατον δὲ κάλεσσαν:
Δηΐφοβον γὰρ ἔγωγ' ἐφάμην ἥρωα παρει̃ναι:
ἀλλ' ὃ μὲν ἐν τείχει, ἐμὲ δ' ἐξαπάτησεν 'Αθήνη.
νυ̃ν δὲ δὴ ἐγγύθι μοι θάνατος κακόσ, οὐδ' ἔτ' ἄνευθεν,
οὐδ' ἀλέη: ἠ̃ γάρ ῥα πάλαι τό γε φίλτερον ἠ̃εν
Ζηνί τε καὶ Διὸς υἱ̃ι ἑκηβόλω̨, οἵ με πάρος γε
πρόφρονες εἰρύατο: νυ̃ν αὐ̃τέ με μοι̃ρα κιχάνει.
μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειω̃ς ἀπολοίμην,
ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.

   '`Ως ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,
οἴμησεν δὲ ἀλεὶς ὥς τ' αἰετὸς ὑψιπετήεισ,
ὅς τ' εἰ̃σιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννω̃ν
ἁρπάξων ἢ ἄρν' ἀμαλὴν ἢ πτω̃κα λαγωόν:
ὣς 'Έκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
ὁρμήθη δ' 'Αχιλεύσ, μένεος δ' ἐμπλήσατο θυμὸν
ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
καλὸν δαιδάλεον, κόρυθι δ' ἐπένευε φαεινη̨̃
τετραφάλω̨: καλαὶ δὲ περισσείοντο ἔθειραι
χρύσεαι, ἃς 'Ήφαιστος ἵει λόφον ἀμφὶ θαμειάσ.
οἱ̃ος δ' ἀστὴρ εἰ̃σι μετ' ἀστράσι νυκτὸς ἀμολγω̨̃
ἕσπεροσ, ὃς κάλλιστος ἐν οὐρανω̨̃ ἵσταται ἀστήρ,
ὣς αἰχμη̃ς ἀπέλαμπ' εὐήκεοσ, ἣν ἄρ' 'Αχιλλεὺς
πάλλεν δεξιτερη̨̃ φρονέων κακὸν 'Έκτορι δίω̨
εἰσορόων χρόα καλόν, ὅπη̨ εἴξειε μάλιστα.
του̃ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα
καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάσ:
φαίνετο δ' ἡ̨̃ κληι̃̈δες ἀπ' ὤμων αὐχέν' ἔχουσι
λαυκανίην, ἵνα τε ψυχη̃ς ὤκιστος ὄλεθροσ:
τη̨̃ ῥ' ἐπὶ οἱ̃ μεμαω̃τ' ἔλασ' ἔγχεϊ δι̃ος 'Αχιλλεύσ,
ἀντικρὺ δ' ἁπαλοι̃ο δι' αὐχένος ἤλυθ' ἀκωκή:
οὐδ' ἄρ' ἀπ' ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
ἤριπε δ' ἐν κονίη̨σ: ὃ δ' ἐπεύξατο δι̃ος 'Αχιλλεύσ:
'Έκτορ ἀτάρ που ἔφης Πατροκλη̃' ἐξεναρίζων
σω̃ς ἔσσεσθ', ἐμὲ δ' οὐδὲν ὀπίζεο νόσφιν ἐόντα
νήπιε: τοι̃ο δ' ἄνευθεν ἀοσσητὴρ μέγ' ἀμείνων
νηυσὶν ἔπι γλαφυρη̨̃σιν ἐγὼ μετόπισθε λελείμμην,
ὅς τοι γούνατ' ἔλυσα: σὲ μὲν κύνες ἠδ' οἰωνοὶ
ἑλκήσουσ' ἀϊκω̃σ, τὸν δὲ κτεριου̃σιν 'Αχαιοί.

   Τὸν δ' ὀλιγοδρανέων προσέφη κορυθαίολος 'Έκτωρ:
λίσσομ' ὑπὲρ ψυχη̃ς καὶ γούνων σω̃ν τε τοκήων
μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι 'Αχαιω̃ν,
ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο
δω̃ρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,
σω̃μα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
Τρω̃ες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.

   Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων:
αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη
ὤμ' ἀποταμνόμενον κρέα ἔδμεναι, οἱ̃α ἔοργασ,
ὡς οὐκ ἔσθ' ὃς ση̃ς γε κύνας κεφαλη̃ς ἀπαλάλκοι,
οὐδ' εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ' ἄποινα
στήσωσ' ἐνθάδ' ἄγοντεσ, ὑπόσχωνται δὲ καὶ ἄλλα,
οὐδ' εἴ κέν σ' αὐτὸν χρυσω̨̃ ἐρύσασθαι ἀνώγοι
Δαρδανίδης Πρίαμοσ: οὐδ' ὡ̃ς σέ γε πότνια μήτηρ
ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,
ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.

   Τὸν δὲ καταθνή̨σκων προσέφη κορυθαίολος 'Έκτωρ:
ἠ̃ σ' εὐ̃ γιγνώσκων προτιόσσομαι, οὐδ' ἄρ' ἔμελλον
πείσειν: ἠ̃ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμόσ.
φράζεο νυ̃ν, μή τοί τι θεω̃ν μήνιμα γένωμαι
ἤματι τω̨̃ ὅτε κέν σε Πάρις καὶ Φοι̃βος 'Απόλλων
ἐσθλὸν ἐόντ' ὀλέσωσιν ἐνὶ Σκαιη̨̃σι πύλη̨σιν.

   '`Ως ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,
ψυχὴ δ' ἐκ ῥεθέων πταμένη 'Άϊδος δὲ βεβήκει
ὃν πότμον γοόωσα λιπου̃σ' ἀνδροτη̃τα καὶ ἥβην.
τὸν καὶ τεθνηω̃τα προσηύδα δι̃ος 'Αχιλλεύσ:
τέθναθι: κη̃ρα δ' ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
Ζεὺς ἐθέλη̨ τελέσαι ἠδ' ἀθάνατοι θεοὶ ἄλλοι.

   ~'Η ῥα, καὶ ἐκ νεκροι̃ο ἐρύσσατο χάλκεον ἔγχοσ,
καὶ τό γ' ἄνευθεν ἔθηχ', ὃ δ' ἀπ' ὤμων τεύχε' ἐσύλα
αἱματόεντ': ἄλλοι δὲ περίδραμον υἱ̃ες 'Αχαιω̃ν,
οἳ καὶ θηήσαντο φυὴν καὶ εἰ̃δος ἀγητὸν
'Έκτοροσ: οὐδ' ἄρα οἵ τις ἀνουτητί γε παρέστη.
ὡ̃δε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
ὢ πόποι, ἠ̃ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
'Έκτωρ ἢ ὅτε νη̃ας ἐνέπρησεν πυρὶ κηλέω̨.

   '`Ως ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάσ.
τὸν δ' ἐπεὶ ἐξενάριξε ποδάρκης δι̃ος 'Αχιλλεύσ,
στὰς ἐν 'Αχαιοι̃σιν ἔπεα πτερόεντ' ἀγόρευεν:
ὠ̃ φίλοι 'Αργείων ἡγήτορες ἠδὲ μέδοντες
ἐπεὶ δὴ τόνδ' ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,
ὃς κακὰ πόλλ' ἔρρεξεν ὅσ' οὐ σύμπαντες οἱ ἄλλοι,
εἰ δ' ἄγετ' ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθω̃μεν,
ὄφρά κ' ἔτι γνω̃μεν Τρώων νόον ὅν τιν' ἔχουσιν,
ἢ καταλείψουσιν πόλιν ἄκρην του̃δε πεσόντοσ,
ἠ̃ε μένειν μεμάασι καὶ 'Έκτορος οὐκέτ' ἐόντοσ.
ἀλλὰ τί ἤ μοι ταυ̃τα φίλος διελέξατο θυμόσ;
κει̃ται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
Πάτροκλοσ: του̃ δ' οὐκ ἐπιλήσομαι, ὄφρ' ἂν ἔγωγε
ζωοι̃σιν μετέω καί μοι φίλα γούνατ' ὀρώρη̨:
εἰ δὲ θανόντων περ καταλήθοντ' εἰν 'Αΐδαο
αὐτὰρ ἐγὼ καὶ κει̃θι φίλου μεμνήσομ' ἑταίρου.
νυ̃ν δ' ἄγ' ἀείδοντες παιήονα κου̃ροι 'Αχαιω̃ν
νηυσὶν ἔπι γλαφυρη̨̃σι νεώμεθα, τόνδε δ' ἄγωμεν.
ἠράμεθα μέγα κυ̃δοσ: ἐπέφνομεν 'Έκτορα δι̃ον,
ὡ̨̃ Τρω̃ες κατὰ ἄστυ θεω̨̃ ὣς εὐχετόωντο.

   ~'Η ῥα, καὶ 'Έκτορα δι̃ον ἀεικέα μήδετο ἔργα.
ἀμφοτέρων μετόπισθε ποδω̃ν τέτρηνε τένοντε
ἐς σφυρὸν ἐκ πτέρνησ, βοέους δ' ἐξη̃πτεν ἱμάντασ,
ἐκ δίφροιο δ' ἔδησε, κάρη δ' ἕλκεσθαι ἔασεν:
ἐς δίφρον δ' ἀναβὰς ἀνά τε κλυτὰ τεύχε' ἀείρας
μάστιξέν ῥ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην.
του̃ δ' ἠ̃ν ἑλκομένοιο κονίσαλοσ, ἀμφὶ δὲ χαι̃ται
κυάνεαι πίτναντο, κάρη δ' ἅπαν ἐν κονίη̨σι
κει̃το πάρος χαρίεν: τότε δὲ Ζεὺς δυσμενέεσσι
δω̃κεν ἀεικίσσασθαι ἑη̨̃ ἐν πατρίδι γαίη̨.

   '`Ως του̃ μὲν κεκόνιτο κάρη ἅπαν: ἣ δέ νυ μήτηρ
τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
τηλόσε, κώκυσεν δὲ μάλα μέγα παι̃δ' ἐσιδου̃σα:
ὤ̨μωξεν δ' ἐλεεινὰ πατὴρ φίλοσ, ἀμφὶ δὲ λαοὶ
κωκυτω̨̃ τ' εἴχοντο καὶ οἰμωγη̨̃ κατὰ ἄστυ.
τω̨̃ δὲ μάλιστ' ἄρ' ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα
'Ίλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ' ἄκρησ.
λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα
ἐξελθει̃ν μεμαω̃τα πυλάων Δαρδανιάων.
πάντας δ' ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον:
σχέσθε φίλοι, καί μ' οἰ̃ον ἐάσατε κηδόμενοί περ
ἐξελθόντα πόληος ἱκέσθ' ἐπὶ νη̃ας 'Αχαιω̃ν.
λίσσωμ' ἀνέρα του̃τον ἀτάσθαλον ὀβριμοεργόν,
ἤν πως ἡλικίην αἰδέσσεται ἠδ' ἐλεήση̨
γη̃ρασ: καὶ δέ νυ τω̨̃ γε πατὴρ τοιόσδε τέτυκται
Πηλεύσ, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πη̃μα γενέσθαι
Τρωσί: μάλιστα δ' ἐμοὶ περὶ πάντων ἄλγε' ἔθηκε.
τόσσους γάρ μοι παι̃δας ἀπέκτανε τηλεθάοντασ:
τω̃ν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
ὡς ἑνόσ, οὑ̃ μ' ἄχος ὀξὺ κατοίσεται 'Άϊδος εἴσω,
'Έκτοροσ: ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμη̨̃σι:
τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
μήτηρ θ', ἥ μιν ἔτικτε δυσάμμοροσ, ἠδ' ἐγὼ αὐτόσ.

   '`Ως ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολι̃ται:
Τρω̨η̨̃σιν δ' 'Εκάβη ἁδινου̃ ἐξη̃ρχε γόοιο:
τέκνον ἐγὼ δειλή: τί νυ βείομαι αἰνὰ παθου̃σα
σευ̃ ἀποτεθνηω̃τοσ; ὅ μοι νύκτάς τε καὶ ἠ̃μαρ
εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πα̃σί τ' ὄνειαρ
Τρωσί τε καὶ Τρω̨η̨̃σι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς
δειδέχατ': ἠ̃ γὰρ καί σφι μάλα μέγα κυ̃δος ἔησθα
ζωὸς ἐών: νυ̃ν αὐ̃ θάνατος καὶ μοι̃ρα κιχάνει.

   '`Ως ἔφατο κλαίουσ', ἄλοχος δ' οὔ πώ τι πέπυστο
'Έκτοροσ: οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
ἤγγειλ' ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,
ἀλλ' ἥ γ' ἱστὸν ὕφαινε μυχω̨̃ δόμου ὑψηλοι̃ο
δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλ' ἔπασσε.
κέκλετο δ' ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δω̃μα
ἀμφὶ πυρὶ στη̃σαι τρίποδα μέγαν, ὄφρα πέλοιτο
'Έκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι
νηπίη, οὐδ' ἐνόησεν ὅ μιν μάλα τη̃λε λοετρω̃ν
χερσὶν 'Αχιλλη̃ος δάμασε γλαυκω̃πις 'Αθήνη.
κωκυτου̃ δ' ἤκουσε καὶ οἰμωγη̃ς ἀπὸ πύργου:
τη̃ς δ' ἐλελίχθη γυι̃α, χαμαὶ δέ οἱ ἔκπεσε κερκίσ:
ἣ δ' αὐ̃τις δμω̨η̨̃σιν ἐϋπλοκάμοισι μετηύδα:
δευ̃τε δύω μοι ἕπεσθον, ἴδωμ' ὅτιν' ἔργα τέτυκται.
αἰδοίης ἑκυρη̃ς ὀπὸς ἔκλυον, ἐν δ' ἐμοὶ αὐτη̨̃
στήθεσι πάλλεται ἠ̃τορ ἀνὰ στόμα, νέρθε δὲ γου̃να
πήγνυται: ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.
αἲ γὰρ ἀπ' οὔατος εἴη ἐμευ̃ ἔποσ: ἀλλὰ μάλ' αἰνω̃ς
δείδω μὴ δή μοι θρασὺν 'Έκτορα δι̃ος 'Αχιλλεὺς
μου̃νον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,
καὶ δή μιν καταπαύση̨ ἀγηνορίης ἀλεγεινη̃ς
ἥ μιν ἔχεσκ', ἐπεὶ οὔ ποτ' ἐνὶ πληθυι̃ μένεν ἀνδρω̃ν,
ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.

   '`Ως φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση
παλλομένη κραδίην: ἅμα δ' ἀμφίπολοι κίον αὐτη̨̃
αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρω̃ν ἱ̃ξεν ὅμιλον
ἔστη παπτήνασ' ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν
ἑλκόμενον πρόσθεν πόλιοσ: ταχέες δέ μιν ἵπποι
ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νη̃ας 'Αχαιω̃ν.
τὴν δὲ κατ' ὀφθαλμω̃ν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
ἤριπε δ' ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
τη̃λε δ' ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,
ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
κρήδεμνόν θ', ὅ ῥά οἱ δω̃κε χρυση̃ 'Αφροδίτη
ἤματι τω̨̃ ὅτε μιν κορυθαίολος ἠγάγεθ' 'Έκτωρ
ἐκ δόμου 'Ηετίωνοσ, ἐπεὶ πόρε μυρία ἕδνα.
ἀμφὶ δέ μιν γαλόω̨ τε καὶ εἰνατέρες ἅλις ἔσταν,
αἵ ἑ μετὰ σφίσιν εἰ̃χον ἀτυζομένην ἀπολέσθαι.
ἣ δ' ἐπεὶ οὐ̃ν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη
ἀμβλήδην γοόωσα μετὰ Τρω̨η̨̃σιν ἔειπεν:
'Έκτορ ἐγὼ δύστηνοσ: ἰη̨̃ ἄρα γεινόμεθ' αἴση̨
ἀμφότεροι, σὺ μὲν ἐν Τροίη̨ Πριάμου κατὰ δω̃μα,
αὐτὰρ ἐγὼ Θήβη̨σιν ὑπὸ Πλάκω̨ ὑληέσση̨
ἐν δόμω̨ 'Ηετίωνοσ, ὅ μ' ἔτρεφε τυτθὸν ἐου̃σαν
δύσμορος αἰνόμορον: ὡς μὴ ὤφελλε τεκέσθαι.
νυ̃ν δὲ σὺ μὲν 'Αΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερω̨̃ ἐνὶ πένθεϊ λείπεις
χήρην ἐν μεγάροισι: πάϊς δ' ἔτι νήπιος αὔτωσ,
ὃν τέκομεν σύ τ' ἐγώ τε δυσάμμοροι: οὔτε σὺ τούτω̨
ἔσσεαι 'Έκτορ ὄνειαρ ἐπεὶ θάνεσ, οὔτε σοὶ οὑ̃τοσ.
ἤν περ γὰρ πόλεμόν γε φύγη̨ πολύδακρυν 'Αχαιω̃ν,
αἰεί τοι τούτω̨ γε πόνος καὶ κήδε' ὀπίσσω
ἔσσοντ': ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρασ.
ἠ̃μαρ δ' ὀρφανικὸν παναφήλικα παι̃δα τίθησι:
πάντα δ' ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,
δευόμενος δέ τ' ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρουσ,
ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτω̃νοσ:
τω̃ν δ' ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε:
χείλεα μέν τ' ἐδίην', ὑπερώ̨ην δ' οὐκ ἐδίηνε.
τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων:
ἔρρ' οὕτωσ: οὐ σός γε πατὴρ μεταδαίνυται ἡμι̃ν.
δακρυόεις δέ τ' ἄνεισι πάϊς ἐς μητέρα χήρην
'Αστυάναξ, ὃς πρὶν μὲν ἑου̃ ἐπὶ γούνασι πατρὸς
μυελὸν οἰ̃ον ἔδεσκε καὶ οἰω̃ν πίονα δημόν:
αὐτὰρ ὅθ' ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,
εὕδεσκ' ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
εὐνη̨̃ ἔνι μαλακη̨̃ θαλέων ἐμπλησάμενος κη̃ρ:
νυ̃ν δ' ἂν πολλὰ πάθη̨σι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
'Αστυάναξ, ὃν Τρω̃ες ἐπίκλησιν καλέουσιν:
οἰ̃ος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.
νυ̃ν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται
γυμνόν: ἀτάρ τοι εἵματ' ἐνὶ μεγάροισι κέονται
λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικω̃ν.
ἀλλ' ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέω̨
οὐδὲν σοί γ' ὄφελοσ, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοι̃σ,
ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἰ̃ναι.

   '`Ως ἔφατο κλαίουσ', ἐπὶ δὲ στενάχοντο γυναι̃κεσ.