ΙΛΙΑΔΟΣ Ψ

'`Ως οἳ μὲν στενάχοντο κατὰ πτόλιν: αὐτὰρ 'Αχαιοὶ
ἐπεὶ δὴ νη̃άς τε καὶ 'Ελλήσποντον ἵκοντο,
οἳ μὲν ἄρ' ἐσκίδναντο ἑὴν ἐπὶ νη̃α ἕκαστοσ,
Μυρμιδόνας δ' οὐκ εἴα ἀποσκίδνασθαι 'Αχιλλεύσ,
ἀλλ' ὅ γε οἱ̃ς ἑτάροισι φιλοπτολέμοισι μετηύδα:
Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑται̃ροι
μὴ δή πω ὑπ' ὄχεσφι λυώμεθα μώνυχας ἵππουσ,
ἀλλ' αὐτοι̃ς ἵπποισι καὶ ἅρμασιν ἀ̃σσον ἰόντες
Πάτροκλον κλαίωμεν: ὃ γὰρ γέρας ἐστὶ θανόντων.
αὐτὰρ ἐπεί κ' ὀλοοι̃ο τεταρπώμεσθα γόοιο,
ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντεσ.

   '`Ως ἔφαθ', οἳ δ' ὤ̨μωξαν ἀολλέεσ, ἠ̃ρχε δ' 'Αχιλλεύσ.
οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους
μυρόμενοι: μετὰ δέ σφι Θέτις γόου ἵμερον ὠ̃ρσε.
δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτω̃ν
δάκρυσι: τοι̃ον γὰρ πόθεον μήστωρα φόβοιο.
τοι̃σι δὲ Πηλεΐδης ἁδινου̃ ἐξη̃ρχε γόοιο
χει̃ρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου:
χαι̃ρέ μοι ὠ̃ Πάτροκλε καὶ εἰν 'Αΐδαο δόμοισι:
πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
'Έκτορα δευ̃ρ' ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,
δώδεκα δὲ προπάροιθε πυρη̃ς ἀποδειροτομήσειν
Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείσ.

   ~'Η ῥα καὶ 'Έκτορα δι̃ον ἀεικέα μήδετο ἔργα
πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
ἐν κονίη̨σ: οἳ δ' ἔντε' ἀφωπλίζοντο ἕκαστος
χάλκεα μαρμαίροντα, λύον δ' ὑψηχέας ἵππουσ,
κὰδ δ' ἱ̃ζον παρὰ νηὶ̈ ποδώκεος Αἰακίδαο
μυρίοι: αὐτὰρ ὃ τοι̃σι τάφον μενοεικέα δαίνυ.
πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρω̨
σφαζόμενοι, πολλοὶ δ' ὄϊες καὶ μηκάδες αἰ̃γεσ:
πολλοὶ δ' ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφη̨̃
εὑόμενοι τανύοντο διὰ φλογὸς 'Ηφαίστοιο:
πάντη̨ δ' ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἱ̃μα.

   Αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα
εἰς 'Αγαμέμνονα δι̃ον ἄγον βασιλη̃ες 'Αχαιω̃ν
σπουδη̨̃ παρπεπιθόντες ἑταίρου χωόμενον κη̃ρ.
οἳ δ' ὅτε δὴ κλισίην 'Αγαμέμνονος ἱ̃ξον ἰόντεσ,
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν
ἀμφὶ πυρὶ στη̃σαι τρίποδα μέγαν, εἰ πεπίθοιεν
Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.
αὐτὰρ ὅ γ' ἠρνει̃το στερεω̃σ, ἐπὶ δ' ὅρκον ὄμοσσεν:
οὐ μὰ Ζη̃ν', ὅς τίς τε θεω̃ν ὕπατος καὶ ἄριστοσ,
οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἀ̃σσον ἱκέσθαι
πρίν γ' ἐνὶ Πάτροκλον θέμεναι πυρὶ ση̃μά τε χευ̃αι
κείρασθαί τε κόμην, ἐπεὶ οὔ μ' ἔτι δεύτερον ὡ̃δε
ἵξετ' ἄχος κραδίην ὄφρα ζωοι̃σι μετείω.
ἀλλ' ἤτοι νυ̃ν μὲν στυγερη̨̃ πειθώμεθα δαιτί:
ἠω̃θεν δ' ὄτρυνον ἄναξ ἀνδρω̃ν 'Αγάμεμνον
ὕλην τ' ἀξέμεναι παρά τε σχει̃ν ὅσσ' ἐπιεικὲς
νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,
ὄφρ' ἤτοι του̃τον μὲν ἐπιφλέγη̨ ἀκάματον πυ̃ρ
θα̃σσον ἀπ' ὀφθαλμω̃ν, λαοὶ δ' ἐπὶ ἔργα τράπωνται.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα του̃ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
ἐσσυμένως δ' ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσησ.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
οἳ μὲν κακκείοντες ἕβαν κλισίην δὲ ἕκαστοσ,
Πηλεΐδης δ' ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης
κει̃το βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν
ἐν καθαρω̨̃, ὅθι κύματ' ἐπ' ἠϊόνος κλύζεσκον:
εὐ̃τε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμου̃
νήδυμος ἀμφιχυθείσ: μάλα γὰρ κάμε φαίδιμα γυι̃α
'Έκτορ' ἐπαΐσσων προτὶ 'Ίλιον ἠνεμόεσσαν:
ἠ̃λθε δ' ἐπὶ ψυχὴ Πατροκλη̃ος δειλοι̃ο
πάντ' αὐτω̨̃ μέγεθός τε καὶ ὄμματα κάλ' ἐϊκυι̃α
καὶ φωνήν, καὶ τοι̃α περὶ χροὶ̈ εἵματα ἕστο:
στη̃ δ' ἄρ' ὑπὲρ κεφαλη̃ς καί μιν πρὸς μυ̃θον ἔειπεν:
εὕδεισ, αὐτὰρ ἐμει̃ο λελασμένος ἔπλευ 'Αχιλλευ̃.
οὐ μέν μευ ζώοντος ἀκήδεισ, ἀλλὰ θανόντοσ:
θάπτέ με ὅττι τάχιστα πύλας 'Αΐδαο περήσω.
τη̃λέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,
οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοι̃ο ἐω̃σιν,
ἀλλ' αὔτως ἀλάλημαι ἀν' εὐρυπυλὲς 'Άϊδος δω̃.
καί μοι δὸς τὴν χει̃ρ': ὀλοφύρομαι, οὐ γὰρ ἔτ' αὐ̃τις
νίσομαι ἐξ 'Αΐδαο, ἐπήν με πυρὸς λελάχητε.
οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ' ἐμὲ μὲν κὴρ
ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ:
καὶ δὲ σοὶ αὐτω̨̃ μοι̃ρα, θεοι̃ς ἐπιείκελ' 'Αχιλλευ̃,
τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.
ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι:
μὴ ἐμὰ σω̃ν ἀπάνευθε τιθήμεναι ὀστέ' 'Αχιλλευ̃,
ἀλλ' ὁμου̃ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,
εὐ̃τέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ 'Οπόεντος
ἤγαγεν ὑμέτερον δ' ἀνδροκτασίης ὕπο λυγρη̃σ,
ἤματι τω̨̃ ὅτε παι̃δα κατέκτανον 'Αμφιδάμαντος
νήπιος οὐκ ἐθέλων ἀμφ' ἀστραγάλοισι χολωθείσ:
ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς
ἔτραφέ τ' ἐνδυκέως καὶ σὸν θεράποντ' ὀνόμηνεν:
ὣς δὲ καὶ ὀστέα νω̃ϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι
χρύσεος ἀμφιφορεύσ, τόν τοι πόρε πότνια μήτηρ.

   Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
τίπτέ μοι ἠθείη κεφαλὴ δευ̃ρ' εἰλήλουθας
καί μοι ταυ̃τα ἕκαστ' ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι
πάντα μάλ' ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεισ.
ἀλλά μοι ἀ̃σσον στη̃θι: μίνυνθά περ ἀμφιβαλόντε
ἀλλήλους ὀλοοι̃ο τεταρπώμεσθα γόοιο.

   '`Ως ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλη̨σιν
οὐδ' ἔλαβε: ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς
ὤ̨χετο τετριγυι̃α: ταφὼν δ' ἀνόρουσεν 'Αχιλλεὺς
χερσί τε συμπλατάγησεν, ἔπος δ' ὀλοφυδνὸν ἔειπεν:
ὢ πόποι ἠ̃ ῥά τίς ἐστι καὶ εἰν 'Αΐδαο δόμοισι
ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν:
παννυχίη γάρ μοι Πατροκλη̃ος δειλοι̃ο
ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,
καί μοι ἕκαστ' ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτω̨̃.

   '`Ως φάτο, τοι̃σι δὲ πα̃σιν ὑφ' ἵμερον ὠ̃ρσε γόοιο:
μυρομένοισι δὲ τοι̃σι φάνη ῥοδοδάκτυλος 'Ηὼς
ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων 'Αγαμέμνων
οὐρη̃άς τ' ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
πάντοθεν ἐκ κλισιω̃ν: ἐπὶ δ' ἀνὴρ ἐσθλὸς ὀρώρει
Μηριόνης θεράπων ἀγαπήνορος 'Ιδομενη̃οσ.
οἳ δ' ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες
σειράς τ' εὐπλέκτουσ: πρὸ δ' ἄρ' οὐρη̃ες κίον αὐτω̃ν.
πολλὰ δ' ἄναντα κάταντα πάραντά τε δόχμιά τ' ἠ̃λθον:
ἀλλ' ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος 'Ίδησ,
αὐτίκ' ἄρα δρυ̃ς ὑψικόμους ταναήκεϊ χαλκω̨̃
τάμνον ἐπειγόμενοι: ταὶ δὲ μεγάλα κτυπέουσαι
πι̃πτον: τὰς μὲν ἔπειτα διαπλήσσοντες 'Αχαιοὶ
ἔκδεον ἡμιόνων: ταὶ δὲ χθόνα ποσσὶ δατευ̃ντο
ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.
πάντες δ' ὑλοτόμοι φιτροὺς φέρον: ὡς γὰρ ἀνώγει
Μηριόνης θεράπων ἀγαπήνορος 'Ιδομενη̃οσ.
κὰδ δ' ἄρ' ἐπ' ἀκτη̃ς βάλλον ἐπισχερώ, ἔνθ' ἄρ' 'Αχιλλεὺς
φράσσατο Πατρόκλω̨ μέγα ἠρίον ἠδὲ οἱ̃ αὐτω̨̃.

   Αὐτὰρ ἐπεὶ πάντη̨ παρακάββαλον ἄσπετον ὕλην
ἥατ' ἄρ' αὐ̃θι μένοντες ἀολλέεσ. αὐτὰρ 'Αχιλλεὺς
αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
χαλκὸν ζώννυσθαι, ζευ̃ξαι δ' ὑπ' ὄχεσφιν ἕκαστον
ἵππουσ: οἳ δ' ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,
ἂν δ' ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,
πρόσθε μὲν ἱππη̃εσ, μετὰ δὲ νέφος εἵπετο πεζω̃ν
μυρίοι: ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑται̃ροι.
θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον
κειρόμενοι: ὄπιθεν δὲ κάρη ἔχε δι̃ος 'Αχιλλεὺς
ἀχνύμενοσ: ἕταρον γὰρ ἀμύμονα πέμπ' 'Άϊδος δέ.

   Οἳ δ' ὅτε χω̃ρον ἵκανον ὅθί σφισι πέφραδ' 'Αχιλλεὺς
κάτθεσαν, αἰ̃ψα δέ οἱ μενοεικέα νήεον ὕλην.
ἔνθ' αὐ̃τ' ἄλλ' ἐνόησε ποδάρκης δι̃ος 'Αχιλλεύσ:
στὰς ἀπάνευθε πυρη̃ς ξανθὴν ἀπεκείρατο χαίτην,
τήν ῥα Σπερχειω̨̃ ποταμω̨̃ τρέφε τηλεθόωσαν:
ὀχθήσας δ' ἄρα εἰ̃πεν ἰδὼν ἐπὶ οἴνοπα πόντον:
Σπερχεί' ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς
κει̃σέ με νοστήσαντα φίλην ἐς πατρίδα γαι̃αν
σοί τε κόμην κερέειν ῥέξειν θ' ἱερὴν ἑκατόμβην,
πεντήκοντα δ' ἔνορχα παρ' αὐτόθι μη̃λ' ἱερεύσειν
ἐς πηγάσ, ὅθι τοι τέμενος βωμός τε θυήεισ.
ὣς ἠρα̃θ' ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσασ.
νυ̃ν δ' ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαι̃αν
Πατρόκλω̨ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.

   '`Ως εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
θη̃κεν, τοι̃σι δὲ πα̃σιν ὑφ' ἵμερον ὠ̃ρσε γόοιο.
καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο
εἰ μὴ 'Αχιλλεὺς αἰ̃ψ' 'Αγαμέμνονι εἰ̃πε παραστάσ:
'Ατρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς 'Αχαιω̃ν
πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἀ̃σαι,
νυ̃ν δ' ἀπὸ πυρκαϊη̃ς σκέδασον καὶ δει̃πνον ἄνωχθι
ὅπλεσθαι: τάδε δ' ἀμφὶ πονησόμεθ' οἱ̃σι μάλιστα
κήδεός ἐστι νέκυσ: παρὰ δ' οἵ τ' ἀγοὶ ἄμμι μενόντων.

   Αὐτὰρ ἐπεὶ τό γ' ἄκουσεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων,
αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νη̃ας ἐΐσασ,
κηδεμόνες δὲ παρ' αὐ̃θι μένον καὶ νήεον ὕλην,
ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,
ἐν δὲ πυρη̨̃ ὑπάτη̨ νεκρὸν θέσαν ἀχνύμενοι κη̃ρ.
πολλὰ δὲ ἴφια μη̃λα καὶ εἰλίποδας ἕλικας βου̃ς
πρόσθε πυρη̃ς ἔδερόν τε καὶ ἄμφεπον: ἐκ δ' ἄρα πάντων
δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος 'Αχιλλεὺς
ἐς πόδας ἐκ κεφαλη̃σ, περὶ δὲ δρατὰ σώματα νήει.
ἐν δ' ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορη̃ας
πρὸς λέχεα κλίνων: πίσυρας δ' ἐριαύχενας ἵππους
ἐσσυμένως ἐνέβαλλε πυρη̨̃ μεγάλα στεναχίζων.
ἐννέα τω̨̃ γε ἄνακτι τραπεζη̃ες κύνες ἠ̃σαν,
καὶ μὲν τω̃ν ἐνέβαλλε πυρη̨̃ δύο δειροτομήσασ,
δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
χαλκω̨̃ δηϊόων: κακὰ δὲ φρεσὶ μήδετο ἔργα:
ἐν δὲ πυρὸς μένος ἡ̃κε σιδήρεον ὄφρα νέμοιτο.
ὤ̨μωξέν τ' ἄρ' ἔπειτα, φίλον δ' ὀνόμηνεν ἑται̃ρον:
χαι̃ρέ μοι ὠ̃ Πάτροκλε καὶ εἰν 'Αΐδαο δόμοισι:
πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,
δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
τοὺς ἅμα σοὶ πάντας πυ̃ρ ἐσθίει: 'Έκτορα δ' οὔ τι
δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.

   '`Ως φάτ' ἀπειλήσασ: τὸν δ' οὐ κύνες ἀμφεπένοντο,
ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ 'Αφροδίτη
ἤματα καὶ νύκτασ, ῥοδόεντι δὲ χρι̃εν ἐλαίω̨
ἀμβροσίω̨, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
τω̨̃ δ' ἐπὶ κυάνεον νέφος ἤγαγε Φοι̃βος 'Απόλλων
οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χω̃ρον ἅπαντα
ὅσσον ἐπει̃χε νέκυσ, μὴ πρὶν μένος ἠελίοιο
σκήλει' ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.

   Οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηω̃τοσ:
ἔνθ' αὐ̃τ' ἀλλ' ἐνόησε ποδάρκης δι̃ος 'Αχιλλεύσ:
στὰς ἀπάνευθε πυρη̃ς δοιοι̃ς ἠρα̃τ' ἀνέμοισι
Βορέη̨ καὶ Ζεφύρω̨, καὶ ὑπίσχετο ἱερὰ καλά:
πολλὰ δὲ καὶ σπένδων χρυσέω̨ δέπαϊ λιτάνευεν
ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,
ὕλη τε σεύαιτο καήμεναι. ὠ̃κα δὲ ~'Ιρις
ἀράων ἀΐουσα μετάγγελος ἠ̃λθ' ἀνέμοισιν.
οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον
εἰλαπίνην δαίνυντο: θέουσα δὲ ~'Ιρις ἐπέστη
βηλω̨̃ ἔπι λιθέω̨: τοὶ δ' ὡς ἴδον ὀφθαλμοι̃σι
πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστοσ:
ἣ δ' αὐ̃θ' ἕζεσθαι μὲν ἀνήνατο, εἰ̃πε δὲ μυ̃θον:
οὐχ ἕδοσ: εἰ̃μι γὰρ αὐ̃τις ἐπ' 'Ωκεανοι̃ο ῥέεθρα
Αἰθιόπων ἐς γαι̃αν, ὅθι ῥέζουσ' ἑκατόμβας
ἀθανάτοισ, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρω̃ν.
ἀλλ' 'Αχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν
ἐλθει̃ν ἀρα̃ται, καὶ ὑπίσχεται ἱερὰ καλά,
ὄφρα πυρὴν ὄρσητε καήμεναι, ἡ̨̃ ἔνι κει̃ται
Πάτροκλοσ, τὸν πάντες ἀναστενάχουσιν 'Αχαιοί.

   '`Η μὲν ἄρ' ὣς εἰπου̃σ' ἀπεβήσετο, τοὶ δ' ὀρέοντο
ἠχη̨̃ θεσπεσίη̨ νέφεα κλονέοντε πάροιθεν.
αἰ̃ψα δὲ πόντον ἵκανον ἀήμεναι, ὠ̃ρτο δὲ κυ̃μα
πνοιη̨̃ ὕπο λιγυρη̨̃: Τροίην δ' ἐρίβωλον ἱκέσθην,
ἐν δὲ πυρη̨̃ πεσέτην, μέγα δ' ἴαχε θεσπιδαὲς πυ̃ρ.
παννύχιοι δ' ἄρα τοί γε πυρη̃ς ἄμυδις φλόγ' ἔβαλλον
φυσω̃ντες λιγέωσ: ὃ δὲ πάννυχος ὠκὺς 'Αχιλλεὺς
χρυσέου ἐκ κρητη̃ρος ἑλὼν δέπας ἀμφικύπελλον
οἰ̃νον ἀφυσσόμενος χαμάδις χέε, δευ̃ε δὲ γαι̃αν
ψυχὴν κικλήσκων Πατροκλη̃ος δειλοι̃ο.
ὡς δὲ πατὴρ οὑ̃ παιδὸς ὀδύρεται ὀστέα καίων
νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκη̃ασ,
ὣς 'Αχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,
ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.

   ~'Ημος δ' ἑωσφόρος εἰ̃σι φόως ἐρέων ἐπὶ γαι̃αν,
ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώσ,
τη̃μος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.
οἳ δ' ἄνεμοι πάλιν αὐ̃τις ἔβαν οἰ̃κον δὲ νέεσθαι
Θρηΐκιον κατὰ πόντον: ὃ δ' ἔστενεν οἴδματι θύων.
Πηλεΐδης δ' ἀπὸ πυρκαϊη̃ς ἑτέρωσε λιασθεὶς
κλίνθη κεκμηώσ, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν:
οἳ δ' ἀμφ' 'Ατρεΐωνα ἀολλέες ἠγερέθοντο:
τω̃ν μιν ἐπερχομένων ὅμαδος καὶ δου̃πος ἔγειρεν,
ἕζετο δ' ὀρθωθεὶς καί σφεας πρὸς μυ̃θον ἔειπεν:
'Ατρεΐδη τε καὶ ἄλλοι ἀριστη̃ες Παναχαιω̃ν,
πρω̃τον μὲν κατὰ πυρκαϊὴν σβέσατ' αἴθοπι οἴνω̨
πα̃σαν, ὁπόσσον ἐπέσχε πυρὸς μένοσ: αὐτὰρ ἔπειτα
ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν
εὐ̃ διαγιγνώσκοντεσ: ἀριφραδέα δὲ τέτυκται:
ἐν μέσση̨ γὰρ ἔκειτο πυρη̨̃, τοὶ δ' ἄλλοι ἄνευθεν
ἐσχατιη̨̃ καίοντ' ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρεσ.
καὶ τὰ μὲν ἐν χρυσέη̨ φιάλη̨ καὶ δίπλακι δημω̨̃
θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν 'Άϊδι κεύθωμαι.
τύμβον δ' οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,
ἀλλ' ἐπιεικέα τοι̃ον: ἔπειτα δὲ καὶ τὸν 'Αχαιοὶ
εὐρύν θ' ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμει̃ο
δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.

   '`Ως ἔφαθ', οἳ δ' ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.
πρω̃τον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνω̨
ὅσσον ἐπὶ φλὸξ ἠ̃λθε, βαθει̃α δὲ κάππεσε τέφρη:
λαίοντες δ' ἑτάροιο ἐνηέος ὀστέα λευκὰ
ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,
ἐν κλισίη̨σι δὲ θέντες ἑανω̨̃ λιτὶ κάλυψαν:
τορνώσαντο δὲ ση̃μα θεμείλιά τε προβάλοντο
ἀμφὶ πυρήν: εἰ̃θαρ δὲ χυτὴν ἐπὶ γαι̃αν ἔχευαν,
χεύαντες δὲ τὸ ση̃μα πάλιν κίον. αὐτὰρ 'Αχιλλεὺς
αὐτου̃ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγω̃να,
νηω̃ν δ' ἔκφερ' ἄεθλα λέβητάς τε τρίποδάς τε
ἵππους θ' ἡμιόνους τε βοω̃ν τ' ἴφθιμα κάρηνα,
ἠδὲ γυναι̃κας ἐϋζώνους πολιόν τε σίδηρον.

   'Ιππευ̃σιν μὲν πρω̃τα ποδώκεσιν ἀγλά' ἄεθλα
θη̃κε γυναι̃κα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυι̃αν
καὶ τρίποδ' ὠτώεντα δυωκαιεικοσίμετρον
τω̨̃ πρώτω̨: ἀτὰρ αὐ̃ τω̨̃ δευτέρω̨ ἵππον ἔθηκεν
ἑξέτε' ἀδμήτην βρέφος ἡμίονον κυέουσαν:
αὐτὰρ τω̨̃ τριτάτω̨ ἄπυρον κατέθηκε λέβητα
καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ' αὔτωσ:
τω̨̃ δὲ τετάρτω̨ θη̃κε δύω χρυσοι̃ο τάλαντα,
πέμπτω̨ δ' ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε.
στη̃ δ' ὀρθὸς καὶ μυ̃θον ἐν 'Αργείοισιν ἔειπεν:
'Ατρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες 'Αχαιοὶ
ἱππη̃ας τάδ' ἄεθλα δεδεγμένα κει̃τ' ἐν ἀγω̃νι.
εἰ μὲν νυ̃ν ἐπὶ ἄλλω̨ ἀεθλεύοιμεν 'Αχαιοὶ
ἠ̃ τ' ἂν ἐγὼ τὰ πρω̃τα λαβὼν κλισίην δὲ φεροίμην.
ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετη̨̃ περιβάλλετον ἵπποι:
ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρ' αὐτοὺς
πατρὶ ἐμω̨̃ Πηλη̃ϊ, ὃ δ' αὐ̃τ' ἐμοὶ ἐγγυάλιξεν.
ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι:
τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο
ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον
χαιτάων κατέχευε λοέσσας ὕδατι λευκω̨̃.
τὸν τώ γ' ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι
χαι̃ται ἐρηρέδαται, τὼ δ' ἕστατον ἀχνυμένω κη̃ρ.
ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις 'Αχαιω̃ν
ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοι̃σιν.

   '`Ως φάτο Πηλεΐδησ, ταχέες δ' ἱππη̃ες ἄγερθεν.
ὠ̃ρτο πολὺ πρω̃τος μὲν ἄναξ ἀνδρω̃ν Εὔμηλος
'Αδμήτου φίλος υἱόσ, ὃς ἱπποσύνη̨ ἐκέκαστο:
τω̨̃ δ' ἐπὶ Τυδεΐδης ὠ̃ρτο κρατερὸς Διομήδησ,
ἵππους δὲ Τρω̨οὺς ὕπαγε ζυγόν, οὕς ποτ' ἀπηύρα
Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν 'Απόλλων.
τω̨̃ δ' ἄρ' ἐπ' 'Ατρεΐδης ὠ̃ρτο ξανθὸς Μενέλαος
διογενήσ, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους
Αἴθην τὴν 'Αγαμεμνονέην τὸν ἑόν τε Πόδαργον:
τὴν 'Αγαμέμνονι δω̃κ' 'Αγχισιάδης 'Εχέπωλος
δω̃ρ', ἵνα μή οἱ ἕποιθ' ὑπὸ 'Ίλιον ἠνεμόεσσαν,
ἀλλ' αὐτου̃ τέρποιτο μένων: μέγα γάρ οἱ ἔδωκε
Ζεὺς ἄφενοσ, ναι̃εν δ' ὅ γ' ἐν εὐρυχόρω̨ Σικυω̃νι:
τὴν ὅ γ' ὑπὸ ζυγὸν ἠ̃γε μέγα δρόμου ἰσχανόωσαν.
'Αντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ' ἵππουσ,
Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος
του̃ Νηληϊάδαο: Πυλοιγενέες δέ οἱ ἵπποι
ὠκύποδες φέρον ἅρμα: πατὴρ δέ οἱ ἄγχι παραστὰς
μυθει̃τ' εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτω̨̃:
'Αντίλοχ' ἤτοι μέν σε νέον περ ἐόντ' ἐφίλησαν
Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν
παντοίασ: τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ:
οἰ̃σθα γὰρ εὐ̃ περὶ τέρμαθ' ἑλισσέμεν: ἀλλά τοι ἵπποι
βάρδιστοι θείειν: τώ τ' οἴω λοίγι' ἔσεσθαι.
τω̃ν δ' ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ
πλείονα ἴσασιν σέθεν αὐτου̃ μητίσασθαι.
ἀλλ' ἄγε δὴ σὺ φίλος μη̃τιν ἐμβάλλεο θυμω̨̃
παντοίην, ἵνα μή σε παρεκπροφύγη̨σιν ἄεθλα.
μήτι τοι δρυτόμος μέγ' ἀμείνων ἠὲ βίηφι:
μήτι δ' αὐ̃τε κυβερνήτης ἐνὶ οἴνοπι πόντω̨
νη̃α θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι:
μήτι δ' ἡνίοχος περιγίγνεται ἡνιόχοιο.
ἀλλ' ὃς μέν θ' ἵπποισι καὶ ἅρμασιν οἱ̃σι πεποιθὼς
ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,
ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει:
ὃς δέ κε κέρδεα εἰδη̨̃ ἐλαύνων ἥσσονας ἵππουσ,
αἰεὶ τέρμ' ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει
ὅππως τὸ πρω̃τον τανύση̨ βοέοισιν ἱμα̃σιν,
ἀλλ' ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.
ση̃μα δέ τοι ἐρέω μάλ' ἀριφραδέσ, οὐδέ σε λήσει.
ἕστηκε ξύλον αὐ̃ον ὅσον τ' ὄργυι' ὑπὲρ αἴης
ἢ δρυὸς ἢ πεύκησ: τὸ μὲν οὐ καταπύθεται ὄμβρω̨,
λα̃ε δὲ του̃ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ
ἐν ξυνοχη̨̃σιν ὁδου̃, λει̃ος δ' ἱππόδρομος ἀμφὶς
ἤ τευ ση̃μα βροτοι̃ο πάλαι κατατεθνηω̃τοσ,
ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,
καὶ νυ̃ν τέρματ' ἔθηκε ποδάρκης δι̃ος 'Αχιλλεύσ.
τω̨̃ σὺ μάλ' ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππουσ,
αὐτὸς δὲ κλινθη̃ναι ἐϋπλέκτω̨ ἐνὶ δίφρω̨
ἠ̃κ' ἐπ' ἀριστερὰ τοι̃ιν: ἀτὰρ τὸν δεξιὸν ἵππον
κένσαι ὁμοκλήσασ, εἰ̃ξαί τέ οἱ ἡνία χερσίν.
ἐν νύσση̨ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,
ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
κύκλου ποιητοι̃ο: λίθου δ' ἀλέασθαι ἐπαυρει̃ν,
μή πως ἵππους τε τρώση̨ς κατά θ' ἅρματα ἄξη̨σ:
χάρμα δὲ τοι̃ς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτω̨̃
ἔσσεται: ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἰ̃ναι.
εἰ γάρ κ' ἐν νύσση̨ γε παρεξελάση̨σθα διώκων,
οὐκ ἔσθ' ὅς κέ σ' ἕλη̨σι μετάλμενος οὐδὲ παρέλθη̨,
οὐδ' εἴ κεν μετόπισθεν 'Αρίονα δι̃ον ἐλαύνοι
'Αδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἠ̃εν,
ἢ τοὺς Λαομέδοντοσ, οἳ ἐνθάδε γ' ἔτραφεν ἐσθλοί.

   '`Ως εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρη̨
ἕζετ', ἐπεὶ ὡ̨̃ παιδὶ ἑκάστου πείρατ' ἔειπε.

   Μηριόνης δ' ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθ' ἵππουσ.
ἂν δ' ἔβαν ἐς δίφρουσ, ἐν δὲ κλήρους ἐβάλοντο:
πάλλ' 'Αχιλεύσ, ἐκ δὲ κλη̃ρος θόρε Νεστορίδαο
'Αντιλόχου: μετὰ τὸν δ' ἔλαχε κρείων Εὔμηλοσ:
τω̨̃ δ' ἄρ' ἐπ' 'Ατρεΐδης δουρὶ κλειτὸς Μενέλαοσ,
τω̨̃ δ' ἐπὶ Μηριόνης λάχ' ἐλαυνέμεν: ὕστατος αὐ̃τε
Τυδεΐδης ὄχ' ἄριστος ἐὼν λάχ' ἐλαυνέμεν ἵππουσ.
στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ' 'Αχιλλεὺς
τηλόθεν ἐν λείω̨ πεδίω̨: παρὰ δὲ σκοπὸν εἱ̃σεν
ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοι̃ο,
ὡς μεμνέω̨το δρόμους καὶ ἀληθείην ἀποείποι.

   Οἳ δ' ἅμα πάντες ἐφ' ἵπποιιν μάστιγας ἄειραν,
πέπληγόν θ' ἱμα̃σιν, ὁμόκλησάν τ' ἐπέεσσιν
ἐσσυμένωσ: οἳ δ' ὠ̃κα διέπρησσον πεδίοιο
νόσφι νεω̃ν ταχέωσ: ὑπὸ δὲ στέρνοισι κονίη
ἵστατ' ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,
χαι̃ται δ' ἐρρώοντο μετὰ πνοιη̨̃ς ἀνέμοιο.
ἅρματα δ' ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρη̨,
ἄλλοτε δ' ἀΐξασκε μετήορα: τοὶ δ' ἐλατη̃ρες
ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου
νίκης ἱεμένων: κέκλοντο δὲ οἱ̃σιν ἕκαστος
ἵπποισ, οἳ δ' ἐπέτοντο κονίοντες πεδίοιο.

   'Αλλ' ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι
ἂψ ἐφ' ἁλὸς πολιη̃σ, τότε δὴ ἀρετή γε ἑκάστου
φαίνετ', ἄφαρ δ' ἵπποισι τάθη δρόμοσ: ὠ̃κα δ' ἔπειτα
αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.
τὰς δὲ μετ' ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι
Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθ' ἔσαν, ἀλλὰ μάλ' ἐγγύσ:
αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,
πνοιη̨̃ δ' Εὐμήλοιο μετάφρενον εὐρέε τ' ὤμω
θέρμετ': ἐπ' αὐτω̨̃ γὰρ κεφαλὰς καταθέντε πετέσθην.
καί νύ κεν ἢ παρέλασσ' ἢ ἀμφήριστον ἔθηκεν,
εἰ μὴ Τυδέος υἱ̃ϊ κοτέσσατο Φοι̃βος 'Απόλλων,
ὅς ῥά οἱ ἐκ χειρω̃ν ἔβαλεν μάστιγα φαεινήν.
τοι̃ο δ' ἀπ' ὀφθαλμω̃ν χύτο δάκρυα χωομένοιο,
οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μα̃λλον ἰούσασ,
οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντεσ.
οὐδ' ἄρ' 'Αθηναίην ἐλεφηράμενος λάθ' 'Απόλλων
Τυδεΐδην, μάλα δ' ὠ̃κα μετέσσυτο ποιμένα λαω̃ν,
δω̃κε δέ οἱ μάστιγα, μένος δ' ἵπποισιν ἐνη̃κεν:
ἣ δὲ μετ' 'Αδμήτου υἱὸν κοτέουσ' ἐβεβήκει,
ἵππειον δέ οἱ ἠ̃ξε θεὰ ζυγόν: αἳ δέ οἱ ἵπποι
ἀμφὶς ὁδου̃ δραμέτην, ῥυμὸς δ' ἐπὶ γαι̃αν ἐλύσθη.
αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,
ἀγκω̃νάς τε περιδρύφθη στόμα τε ῥι̃νάς τε,
θρυλίχθη δὲ μέτωπον ἐπ' ὀφρύσι: τὼ δέ οἱ ὄσσε
δακρυόφι πλη̃σθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππουσ,
πολλὸν τω̃ν ἄλλων ἐξάλμενοσ: ἐν γὰρ 'Αθήνη
ἵπποις ἡ̃κε μένος καὶ ἐπ' αὐτω̨̃ κυ̃δος ἔθηκε.
τω̨̃ δ' ἄρ' ἐπ' 'Ατρεΐδης εἰ̃χε ξανθὸς Μενέλαοσ.
'Αντίλοχος δ' ἵπποισιν ἐκέκλετο πατρὸς ἑοι̃ο:
ἔμβητον καὶ σφω̃ϊ: τιταίνετον ὅττι τάχιστα.
ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω
Τυδεΐδεω ἵπποισι δαΐφρονοσ, οἱ̃σιν 'Αθήνη
νυ̃ν ὤρεξε τάχος καὶ ἐπ' αὐτω̨̃ κυ̃δος ἔθηκεν:
ἵππους δ' 'Ατρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,
καρπαλίμωσ, μὴ σφω̃ϊν ἐλεγχείην καταχεύη̨
Αἴθη θη̃λυς ἐου̃σα: τί ἢ λείπεσθε φέριστοι;
ὡ̃δε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται:
οὐ σφω̃ϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαω̃ν
ἔσσεται, αὐτίκα δ' ὔμμε κατακτενει̃ ὀξέϊ χαλκω̨̃,
αἴ κ' ἀποκηδήσαντε φερώμεθα χει̃ρον ἄεθλον.
ἀλλ' ἐφομαρτει̃τον καὶ σπεύδετον ὅττι τάχιστα:
ταυ̃τα δ' ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω
στεινωπω̨̃ ἐν ὁδω̨̃ παραδύμεναι, οὐδέ με λήσει.

   '`Ως ἔφαθ', οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
μα̃λλον ἐπιδραμέτην ὀλίγον χρόνον: αἰ̃ψα δ' ἔπειτα
στει̃νος ὁδου̃ κοίλης ἴδεν 'Αντίλοχος μενεχάρμησ.
ῥωχμὸς ἔην γαίησ, ἡ̨̃ χειμέριον ἀλὲν ὕδωρ
ἐξέρρηξεν ὁδοι̃ο, βάθυνε δὲ χω̃ρον ἅπαντα:
τη̨̃ ῥ' εἰ̃χεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.
'Αντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους
ἐκτὸς ὁδου̃, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.
'Ατρεΐδης δ' ἔδεισε καὶ 'Αντιλόχω̨ ἐγεγώνει:
'Αντίλοχ' ἀφραδέως ἱππάζεαι, ἀλλ' ἄνεχ' ἵππουσ:
στεινωπὸς γὰρ ὁδόσ, τάχα δ' εὐρυτέρη παρελάσσαι:
μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσασ.

   '`Ως ἔφατ', 'Αντίλοχος δ' ἔτι καὶ πολὺ μα̃λλον ἔλαυνε
κέντρω̨ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώσ.
ὅσσα δὲ δίσκου οὐ̃ρα κατωμαδίοιο πέλονται,
ὅν τ' αἰζηὸς ἀφη̃κεν ἀνὴρ πειρώμενος ἥβησ,
τόσσον ἐπιδραμέτην: αἳ δ' ἠρώησαν ὀπίσσω
'Ατρεΐδεω: αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν
μή πως συγκύρσειαν ὁδω̨̃ ἔνι μώνυχες ἵπποι,
δίφρους τ' ἀνστρέψειαν ἐϋπλεκέασ, κατὰ δ' αὐτοὶ
ἐν κονίη̨σι πέσοιεν ἐπειγόμενοι περὶ νίκησ.
τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαοσ:
'Αντίλοχ' οὔ τις σει̃ο βροτω̃ν ὀλοώτερος ἄλλοσ:
ἔρρ', ἐπεὶ οὔ σ' ἔτυμόν γε φάμεν πεπνυ̃σθαι 'Αχαιοί.
ἀλλ' οὐ μὰν οὐδ' ὡ̃ς ἄτερ ὅρκου οἴση̨ ἄεθλον.

   '`Ως εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε:
μή μοι ἐρύκεσθον μὴ δ' ἕστατον ἀχνυμένω κη̃ρ.
φθήσονται τούτοισι πόδες καὶ γου̃να καμόντα
ἢ ὑμι̃ν: ἄμφω γὰρ ἀτέμβονται νεότητοσ.

   '`Ως ἔφαθ', οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
μα̃λλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.

   'Αργει̃οι δ' ἐν ἀγω̃νι καθήμενοι εἰσορόωντο
ἵππουσ: τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.
πρω̃τος δ' 'Ιδομενεὺς Κρητω̃ν ἀγὸς ἐφράσαθ' ἵππουσ:
ἡ̃στο γὰρ ἐκτὸς ἀγω̃νος ὑπέρτατος ἐν περιωπη̨̃:
τοι̃ο δ' ἄνευθεν ἐόντος ὁμοκλητη̃ρος ἀκούσας
ἔγνω, φράσσατο δ' ἵππον ἀριπρεπέα προὔχοντα,
ὃς τὸ μὲν ἄλλο τόσον φοι̃νιξ ἠ̃ν, ἐν δὲ μετώπω̨
λευκὸν ση̃μα τέτυκτο περίτροχον ἠΰτε μήνη.
στη̃ δ' ὀρθὸς καὶ μυ̃θον ἐν 'Αργείοισιν ἔειπεν:
ὠ̃ φίλοι 'Αργείων ἡγήτορες ἠδὲ μέδοντες
οἰ̃ος ἐγὼν ἵππους αὐγάζομαι ἠ̃ε καὶ ὑμει̃σ;
ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,
ἄλλος δ' ἡνίοχος ἰνδάλλεται: αἳ δέ που αὐτου̃
ἔβλαβεν ἐν πεδίω̨, αἳ κει̃σέ γε φέρτεραι ἠ̃σαν:
ἤτοι γὰρ τὰς πρω̃τα ἴδον περὶ τέρμα βαλούσασ,
νυ̃ν δ' οὔ πη̨ δύναμαι ἰδέειν: πάντη̨ δέ μοι ὄσσε
Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι:
ἠ̃ε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη
εὐ̃ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξασ:
ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θ' ἅρματα ἀ̃ξαι,
αἳ δ' ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.
ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν: οὐ γὰρ ἔγωγε
εὐ̃ διαγιγνώσκω: δοκέει δέ μοι ἔμμεναι ἀνὴρ
Αἰτωλὸς γενεήν, μετὰ δ' 'Αργείοισιν ἀνάσσει
Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδησ.

   Τὸν δ' αἰσχρω̃ς ἐνένιπεν 'Οϊλη̃ος ταχὺς Αἴασ:
'Ιδομενευ̃ τί πάρος λαβρεύεαι; αἳ δέ τ' ἄνευθεν
ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.
οὔτε νεώτατός ἐσσι μετ' 'Αργείοισι τοσου̃τον,
οὔτέ τοι ὀξύτατον κεφαλη̃ς ἐκδέρκεται ὄσσε:
ἀλλ' αἰεὶ μύθοις λαβρεύεαι: οὐδέ τί σε χρὴ
λαβραγόρην ἔμεναι: πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.
ἵπποι δ' αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,
Εὐμήλου, ἐν δ' αὐτὸς ἔχων εὔληρα βέβηκε.

   Τὸν δὲ χολωσάμενος Κρητω̃ν ἀγὸς ἀντίον ηὔδα:
Αἰ̃αν νει̃κος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα
δεύεαι 'Αργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνήσ.
δευ̃ρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητοσ,
ἴστορα δ' 'Ατρεΐδην 'Αγαμέμνονα θείομεν ἄμφω,
ὁππότεραι πρόσθ' ἵπποι, ἵνα γνώη̨ς ἀποτίνων.

   '`Ως ἔφατ', ὄρνυτο δ' αὐτίκ' 'Οϊλη̃ος ταχὺς Αἴας
χωόμενος χαλεποι̃σιν ἀμείψασθαι ἐπέεσσι:
καί νύ κε δὴ προτέρω ἔτ' ἔρις γένετ' ἀμφοτέροισιν,
εἰ μὴ 'Αχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μυ̃θον:
μηκέτι νυ̃ν χαλεποι̃σιν ἀμείβεσθον ἐπέεσσιν
Αἰ̃αν 'Ιδομενευ̃ τε κακοι̃σ, ἐπεὶ οὐδὲ ἔοικε.
καὶ δ' ἄλλω̨ νεμεσα̃τον ὅτις τοιαυ̃τά γε ῥέζοι.
ἀλλ' ὑμει̃ς ἐν ἀγω̃νι καθήμενοι εἰσοράασθε
ἵππουσ: οἳ δὲ τάχ' αὐτοὶ ἐπειγόμενοι περὶ νίκης
ἐνθάδ' ἐλεύσονται: τότε δὲ γνώσεσθε ἕκαστος
ἵππους 'Αργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.

   '`Ως φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἠ̃λθε διώκων,
μάστι δ' αἰὲν ἔλαυνε κατωμαδόν: οἳ δέ οἱ ἵπποι
ὑψόσ' ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.
αἰεὶ δ' ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,
ἅρματα δὲ χρυσω̨̃ πεπυκασμένα κασσιτέρω̨ τε
ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον: οὐδέ τι πολλὴ
γίγνετ' ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν
ἐν λεπτη̨̃ κονίη̨: τὼ δὲ σπεύδοντε πετέσθην.
στη̃ δὲ μέσω̨ ἐν ἀγω̃νι, πολὺς δ' ἀνεκήκιεν ἱδρὼς
ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμα̃ζε.
αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντοσ,
κλι̃νε δ' ἄρα μάστιγα ποτὶ ζυγόν: οὐδὲ μάτησεν
ἴφθιμος Σθένελοσ, ἀλλ' ἐσσυμένως λάβ' ἄεθλον,
δω̃κε δ' ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναι̃κα
καὶ τρίποδ' ὠτώεντα φέρειν: ὃ δ' ἔλυεν ὑφ' ἵππουσ.

   Τω̨̃ δ' ἄρ' ἐπ' 'Αντίλοχος Νηλήϊος ἤλασεν ἵππους
κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον:
ἀλλὰ καὶ ὡ̃ς Μενέλαος ἔχ' ἐγγύθεν ὠκέας ἵππουσ.
ὅσσον δὲ τροχου̃ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα
ἕλκη̨σιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι:
του̃ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι
οὐραι̃αι: ὃ δέ τ' ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ
χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντοσ:
τόσσον δὴ Μενέλαος ἀμύμονος 'Αντιλόχοιο
λείπετ': ἀτὰρ τὰ πρω̃τα καὶ ἐς δίσκουρα λέλειπτο,
ἀλλά μιν αἰ̃ψα κίχανεν: ὀφέλλετο γὰρ μένος ἠὺ̈
ἵππου τη̃ς 'Αγαμεμνονέης καλλίτριχος Αἴθησ:
εἰ δέ κ' ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,
τώ κέν μιν παρέλασσ' οὐδ' ἀμφήριστον ἔθηκεν.
αὐτὰρ Μηριόνης θεράπων ἐὺ̈ς 'Ιδομενη̃ος
λείπετ' ἀγακλη̃ος Μενελάου δουρὸς ἐρωήν:
βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,
ἤκιστος δ' ἠ̃ν αὐτὸς ἐλαυνέμεν ἅρμ' ἐν ἀγω̃νι.
υἱὸς δ' 'Αδμήτοιο πανύστατος ἤλυθεν ἄλλων
ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππουσ.
τὸν δὲ ἰδὼν ὤ̨κτειρε ποδάρκης δι̃ος 'Αχιλλεύσ,
στὰς δ' ἄρ' ἐν 'Αργείοις ἔπεα πτερόεντ' ἀγόρευε:
λοι̃σθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππουσ:
ἀλλ' ἄγε δή οἱ δω̃μεν ἀέθλιον ὡς ἐπιεικὲς
δεύτερ': ἀτὰρ τὰ πρω̃τα φερέσθω Τυδέος υἱόσ.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπή̨νεον ὡς ἐκέλευε.
καί νύ κέ οἱ πόρεν ἵππον, ἐπή̨νησαν γὰρ 'Αχαιοί,
εἰ μὴ ἄρ' 'Αντίλοχος μεγαθύμου Νέστορος υἱὸς
Πηλεΐδην 'Αχιλη̃α δίκη̨ ἠμείψατ' ἀναστάσ:
ὠ̃ 'Αχιλευ̃ μάλα τοι κεχολώσομαι αἴ κε τελέσση̨ς
του̃το ἔποσ: μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον
τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ' ἵππω
αὐτός τ' ἐσθλὸς ἐών: ἀλλ' ὤφελεν ἀθανάτοισιν
εὔχεσθαι: τό κεν οὔ τι πανύστατος ἠ̃λθε διώκων.
εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμω̨̃
ἔστί τοι ἐν κλισίη̨ χρυσὸς πολύσ, ἔστι δὲ χαλκὸς
καὶ πρόβατ', εἰσὶ δέ τοι δμω̨αὶ καὶ μώνυχες ἵπποι:
τω̃ν οἱ ἔπειτ' ἀνελὼν δόμεναι καὶ μει̃ζον ἄεθλον
ἠὲ καὶ αὐτίκα νυ̃ν, ἵνα σ' αἰνήσωσιν 'Αχαιοί.
τὴν δ' ἐγὼ οὐ δώσω: περὶ δ' αὐτη̃ς πειρηθήτω
ἀνδρω̃ν ὅς κ' ἐθέλη̨σιν ἐμοὶ χείρεσσι μάχεσθαι.

   '`Ως φάτο, μείδησεν δὲ ποδάρκης δι̃ος 'Αχιλλεὺς
χαίρων 'Αντιλόχω̨, ὅτι οἱ φίλος ἠ̃εν ἑται̃ροσ:
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα:
'Αντίλοχ', εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο
Εὐμήλω̨ ἐπιδου̃ναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.
δώσω οἱ θώρηκα, τὸν 'Αστεροπαι̃ον ἀπηύρων
χάλκεον, ὡ̨̃ πέρι χευ̃μα φαεινου̃ κασσιτέροιο
ἀμφιδεδίνηται: πολέος δέ οἱ ἄξιος ἔσται.

   ~'Η ῥα, καὶ Αὐτομέδοντι φίλω̨ ἐκέλευσεν ἑταίρω̨
οἰσέμεναι κλισίηθεν: ὃ δ' ὤ̨χετο καί οἱ ἔνεικεν,
Εὐμήλω̨ δ' ἐν χερσὶ τίθει: ὃ δὲ δέξατο χαίρων.

   Τοι̃σι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων
'Αντιλόχω̨ ἄμοτον κεχολωμένοσ: ἐν δ' ἄρα κη̃ρυξ
χειρὶ σκη̃πτρον ἔθηκε, σιωπη̃σαί τε κέλευσεν
'Αργείουσ: ὃ δ' ἔπειτα μετηύδα ἰσόθεος φώσ:
'Αντίλοχε πρόσθεν πεπνυμένε ποι̃ον ἔρεξασ.
ἤ̨σχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους
τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἠ̃σαν.
ἀλλ' ἄγετ' 'Αργείων ἡγήτορες ἠδὲ μέδοντες
ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δ' ἐπ' ἀρωγη̨̃,
μή ποτέ τις εἴπη̨σιν 'Αχαιω̃ν χαλκοχιτώνων:
'Αντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος
οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἠ̃σαν
ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετη̨̃ τε βίη̨ τε.
εἰ δ' ἄγ' ἐγὼν αὐτὸς δικάσω, καί μ' οὔ τινά φημι
ἄλλον ἐπιπλήξειν Δαναω̃ν: ἰθει̃α γὰρ ἔσται.
'Αντίλοχ' εἰ δ' ἄγε δευ̃ρο διοτρεφέσ, ἣ θέμις ἐστί,
στὰς ἵππων προπάροιθε καὶ ἅρματοσ, αὐτὰρ ἱμάσθλην
χερσὶν ἔχε ῥαδινήν, ἡ̨̃ περ τὸ πρόσθεν ἔλαυνεσ,
ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον
ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλω̨ ἅρμα πεδη̃σαι.

   Τὸν δ' αὐ̃τ' 'Αντίλοχος πεπνυμένος ἀντίον ηὔδα:
ἄνσχεο νυ̃ν: πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι
σει̃ο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.
οἰ̃σθ' οἱ̃αι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι:
κραιπνότερος μὲν γάρ τε νόοσ, λεπτὴ δέ τε μη̃τισ.
τώ τοι ἐπιτλήτω κραδίη: ἵππον δέ τοι αὐτὸς
δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο
μει̃ζον ἐπαιτήσειασ, ἄφαρ κέ τοι αὐτίκα δου̃ναι
βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα
ἐκ θυμου̃ πεσέειν καὶ δαίμοσιν εἰ̃ναι ἀλιτρόσ.

   ~'Η ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς
ἐν χείρεσσι τίθει Μενελάου: τοι̃ο δὲ θυμὸς
ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση
ληΐου ἀλδήσκοντοσ, ὅτε φρίσσουσιν ἄρουραι:
ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
'Αντίλοχε νυ̃ν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς
χωόμενοσ, ἐπεὶ οὔ τι παρήορος οὐδ' ἀεσίφρων
ἠ̃σθα πάροσ: νυ̃ν αὐ̃τε νόον νίκησε νεοίη.
δεύτερον αὐ̃τ' ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.
οὐ γάρ κέν με τάχ' ἄλλος ἀνὴρ παρέπεισεν 'Αχαιω̃ν.
ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας
σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ' ἐμει̃ο:
τώ τοι λισσομένω̨ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον
δώσω ἐμήν περ ἐου̃σαν, ἵνα γνώωσι καὶ οἱ̃δε
ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνήσ.

   ~'Η ῥα, καὶ 'Αντιλόχοιο Νοήμονι δω̃κεν ἑταίρω̨
ἵππον ἄγειν: ὃ δ' ἔπειτα λέβηθ' ἕλε παμφανόωντα.
Μηριόνης δ' ἀνάειρε δύω χρυσοι̃ο τάλαντα
τέτρατοσ, ὡς ἔλασεν. πέμπτον δ' ὑπελείπετ' ἄεθλον,
ἀμφίθετος φιάλη: τὴν Νέστορι δω̃κεν 'Αχιλλεὺς
'Αργείων ἀν' ἀγω̃να φέρων, καὶ ἔειπε παραστάσ:
τη̃ νυ̃ν, καὶ σοὶ του̃το γέρον κειμήλιον ἔστω
Πατρόκλοιο τάφου μνη̃μ' ἔμμεναι: οὐ γὰρ ἔτ' αὐτὸν
ὄψη̨ ἐν 'Αργείοισι: δίδωμι δέ τοι τόδ' ἄεθλον
αὔτωσ: οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεισ,
οὐδ' ἔτ' ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι
θεύσεαι: ἤδη γὰρ χαλεπὸν κατὰ γη̃ρας ἐπείγει.

   '`Ως εἰπὼν ἐν χερσὶ τίθει: ὃ δ' ἐδέξατο χαίρων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
ναὶ δὴ ταυ̃τά γε πάντα τέκος κατὰ μοι̃ραν ἔειπεσ:
οὐ γὰρ ἔτ' ἔμπεδα γυι̃α φίλος πόδεσ, οὐδέ τι χει̃ρες
ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.
εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη
ὡς ὁπότε κρείοντ' 'Αμαρυγκέα θάπτον 'Επειοὶ
Βουπρασίω̨, παι̃δες δ' ἔθεσαν βασιλη̃ος ἄεθλα:
ἔνθ' οὔ τίς μοι ὁμοι̃ος ἀνὴρ γένετ', οὔτ' ἄρ' 'Επειω̃ν
οὔτ' αὐτω̃ν Πυλίων οὔτ' Αἰτωλω̃ν μεγαθύμων.
πὺξ μὲν ἐνίκησα Κλυτομήδεα 'Ήνοπος υἱόν,
'Αγκαι̃ον δὲ πάλη̨ Πλευρώνιον, ὅς μοι ἀνέστη:
'Ίφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,
δουρὶ δ' ὑπειρέβαλον Φυλη̃ά τε καὶ Πολύδωρον.
οἴοισίν μ' ἵπποισι παρήλασαν 'Ακτορίωνε
πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκησ,
οὕνεκα δὴ τὰ μέγιστα παρ' αὐτόθι λείπετ' ἄεθλα.
οἳ δ' ἄρ' ἔσαν δίδυμοι: ὃ μὲν ἔμπεδον ἡνιόχευεν,
ἔμπεδον ἡνιόχευ', ὃ δ' ἄρα μάστιγι κέλευεν.
ὥς ποτ' ἔον: νυ̃ν αὐ̃τε νεώτεροι ἀντιοώντων
ἔργων τοιούτων: ἐμὲ δὲ χρὴ γήραϊ λυγρω̨̃
πείθεσθαι, τότε δ' αὐ̃τε μετέπρεπον ἡρώεσσιν.
ἀλλ' ἴθι καὶ σὸν ἑται̃ρον ἀέθλοισι κτερέϊζε.
του̃το δ' ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἠ̃τορ,
ὥς μευ ἀεὶ μέμνησαι ἐνηέοσ, οὐδέ σε λήθω,
τιμη̃ς ἡ̃ς τέ μ' ἔοικε τετιμη̃σθαι μετ' 'Αχαιοι̃σ.
σοὶ δὲ θεοὶ τω̃νδ' ἀντὶ χάριν μενοεικέα δοι̃εν.

   '`Ως φάτο, Πηλεΐδης δὲ πολὺν καθ' ὅμιλον 'Αχαιω̃ν
ὤ̨χετ', ἐπεὶ πάντ' αἰ̃νον ἐπέκλυε Νηλεΐδαο.
αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινη̃ς θη̃κεν ἄεθλα:
ἡμίονον ταλαεργὸν ἄγων κατέδησ' ἐν ἀγω̃νι
ἑξέτε' ἀδμήτην, ἥ τ' ἀλγίστη δαμάσασθαι:
τω̨̃ δ' ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.
στη̃ δ' ὀρθὸς καὶ μυ̃θον ἐν 'Αργείοισιν ἔειπεν:
'Ατρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες 'Αχαιοὶ
ἄνδρε δύω περὶ τω̃νδε κελεύομεν, ὥ περ ἀρίστω,
πὺξ μάλ' ἀνασχομένω πεπληγέμεν: ὡ̨̃ δέ κ' 'Απόλλων
δώη̨ καμμονίην, γνώωσι δὲ πάντες 'Αχαιοί,
ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω:
αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.

   '`Ως ἔφατ', ὄρνυτο δ' αὐτίκ' ἀνὴρ ἠΰς τε μέγας τε
εἰδὼς πυγμαχίης υἱὸς Πανοπη̃ος 'Επειόσ,
ἅψατο δ' ἡμιόνου ταλαεργου̃ φώνησέν τε:
ἀ̃σσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον:
ἡμίονον δ' οὔ φημί τιν' ἀξέμεν ἄλλον 'Αχαιω̃ν
πυγμη̨̃ νικήσαντ', ἐπεὶ εὔχομαι εἰ̃ναι ἄριστοσ.
ἠ̃ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδ' ἄρα πως ἠ̃ν
ἐν πάντεσσ' ἔργοισι δαήμονα φω̃τα γενέσθαι.
ὡ̃δε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται:
ἀντικρὺ χρόα τε ῥήξω σύν τ' ὀστέ' ἀράξω.
κηδεμόνες δέ οἱ ἐνθάδ' ἀολλέες αὐ̃θι μενόντων,
οἵ κέ μιν ἐξοίσουσιν ἐμη̨̃ς ὑπὸ χερσὶ δαμέντα.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃.
Εὐρύαλος δέ οἱ οἰ̃ος ἀνίστατο ἰσόθεος φὼς
Μηκιστη̃ος υἱὸς Ταλαϊονίδαο ἄνακτοσ,
ὅς ποτε Θήβας δ' ἠ̃λθε δεδουπότος Οἰδιπόδαο
ἐς τάφον: ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνασ.
τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονει̃το
θαρσύνων ἔπεσιν, μέγα δ' αὐτω̨̃ βούλετο νίκην.
ζω̃μα δέ οἱ πρω̃τον παρακάββαλεν, αὐτὰρ ἔπειτα
δω̃κεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.
τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγω̃να,
ἄντα δ' ἀνασχομένω χερσὶ στιβαρη̨̃σιν ἅμ' ἄμφω
σύν ῥ' ἔπεσον, σὺν δέ σφι βαρει̃αι χει̃ρες ἔμιχθεν.
δεινὸς δὲ χρόμαδος γενύων γένετ', ἔρρεε δ' ἱδρὼς
πάντοθεν ἐκ μελέων: ἐπὶ δ' ὄρνυτο δι̃ος 'Επειόσ,
κόψε δὲ παπτήναντα παρήϊον: οὐδ' ἄρ' ἔτι δὴν
ἑστήκειν: αὐτου̃ γὰρ ὑπήριπε φαίδιμα γυι̃α.
ὡς δ' ὅθ' ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
θίν' ἐν φυκιόεντι, μέλαν δέ ἑ κυ̃μα κάλυψεν,
ὣς πληγεὶς ἀνέπαλτ': αὐτὰρ μεγάθυμος 'Επειὸς
χερσὶ λαβὼν ὤρθωσε: φίλοι δ' ἀμφέσταν ἑται̃ροι,
οἵ μιν ἄγον δι' ἀγω̃νος ἐφελκομένοισι πόδεσσιν
αἱ̃μα παχὺ πτύοντα κάρη βάλλονθ' ἑτέρωσε:
κὰδ δ' ἀλλοφρονέοντα μετὰ σφίσιν εἱ̃σαν ἄγοντεσ,
αὐτοὶ δ' οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.

   Πηλεΐδης δ' αἰ̃ψ' ἄλλα κατὰ τρίτα θη̃κεν ἄεθλα
δεικνύμενος Δαναοι̃σι παλαισμοσύνης ἀλεγεινη̃σ,
τω̨̃ μὲν νικήσαντι μέγαν τρίποδ' ἐμπυριβήτην,
τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τι̃ον 'Αχαιοί:
ἀνδρὶ δὲ νικηθέντι γυναι̃κ' ἐς μέσσον ἔθηκε,
πολλὰ δ' ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.
στη̃ δ' ὀρθὸς καὶ μυ̃θον ἐν 'Αργείοισιν ἔειπεν:
ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.
ὣς ἔφατ', ὠ̃ρτο δ' ἔπειτα μέγας Τελαμώνιος Αἴασ,
ἂν δ' 'Οδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώσ.
ζωσαμένω δ' ἄρα τώ γε βάτην ἐς μέσσον ἀγω̃να,
ἀγκὰς δ' ἀλλήλων λαβέτην χερσὶ στιβαρη̨̃σιν
ὡς ὅτ' ἀμείβοντεσ, τούς τε κλυτὸς ἤραρε τέκτων
δώματος ὑψηλοι̃ο βίας ἀνέμων ἀλεείνων.
τετρίγει δ' ἄρα νω̃τα θρασειάων ἀπὸ χειρω̃ν
ἑλκόμενα στερεω̃σ: κατὰ δὲ νότιος ῥέεν ἱδρώσ,
πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους
αἵματι φοινικόεσσαι ἀνέδραμον: οἳ δὲ μάλ' αἰεὶ
νίκης ἱέσθην τρίποδος πέρι ποιητοι̃ο:
οὔτ' 'Οδυσεὺς δύνατο σφη̃λαι οὔδει τε πελάσσαι,
οὔτ' Αἴας δύνατο, κρατερὴ δ' ἔχεν ἲς 'Οδυση̃οσ.
ἀλλ' ὅτε δή ῥ' ἀνίαζον ἐϋκνήμιδας 'Αχαιούσ,
δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴασ:
διογενὲς Λαερτιάδη πολυμήχαν' 'Οδυσσευ̃
ἤ μ' ἀνάειρ', ἢ ἐγὼ σέ: τὰ δ' αὐ̃ Διὶ πάντα μελήσει.

   '`Ως εἰπὼν ἀνάειρε: δόλου δ' οὐ λήθετ' 'Οδυσσεύσ:
κόψ' ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυι̃α,
κὰδ δ' ἔβαλ' ἐξοπίσω: ἐπὶ δὲ στήθεσσιν 'Οδυσσεὺς
κάππεσε: λαοὶ δ' αὐ̃ θηευ̃ντό τε θάμβησάν τε.
δεύτερος αὐ̃τ' ἀνάειρε πολύτλας δι̃ος 'Οδυσσεύσ,
κίνησεν δ' ἄρα τυτθὸν ἀπὸ χθονόσ, οὐδ' ἔτ' ἄειρεν,
ἐν δὲ γόνυ γνάμψεν: ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίη̨.
καί νύ κε τὸ τρίτον αὐ̃τις ἀναΐξαντ' ἐπάλαιον,
εἰ μὴ 'Αχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε:
μηκέτ' ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοι̃σι:
νίκη δ' ἀμφοτέροισιν: ἀέθλια δ' ἰ̃σ' ἀνελόντες
ἔρχεσθ', ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν 'Αχαιοί.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα του̃ μάλα μὲν κλύον ἠδὲ πίθοντο,
καί ῥ' ἀπομορξαμένω κονίην δύσαντο χιτω̃νασ.

   Πηλεΐδης δ' αἰ̃ψ' ἄλλα τίθει ταχυτη̃τος ἄεθλα
ἀργύρεον κρητη̃ρα τετυγμένον: ἓξ δ' ἄρα μέτρα
χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πα̃σαν ἐπ' αἰ̃αν
πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὐ̃ ἤσκησαν,
Φοίνικες δ' ἄγον ἄνδρες ἐπ' ἠεροειδέα πόντον,
στη̃σαν δ' ἐν λιμένεσσι, Θόαντι δὲ δω̃ρον ἔδωκαν:
υἱ̃ος δὲ Πριάμοιο Λυκάονος ὠ̃νον ἔδωκε
Πατρόκλω̨ ἥρωϊ 'Ιησονίδης Εὔνηοσ.
καὶ τὸν 'Αχιλλεὺς θη̃κεν ἄεθλον οὑ̃ ἑτάροιο,
ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοι̃σι πέλοιτο:
δευτέρω̨ αὐ̃ βου̃ν θη̃κε μέγαν καὶ πίονα δημω̨̃,
ἡμιτάλαντον δὲ χρυσου̃ λοισθήϊ' ἔθηκε.
στη̃ δ' ὀρθὸς καὶ μυ̃θον ἐν 'Αργείοισιν ἔειπεν:
ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' 'Οϊλη̃ος ταχὺς Αἴασ,
ἂν δ' 'Οδυσεὺς πολύμητισ, ἔπειτα δὲ Νέστορος υἱὸς
'Αντίλοχοσ: ὃ γὰρ αὐ̃τε νέους ποσὶ πάντας ἐνίκα.
στὰν δὲ μεταστοιχί: σήμηνε δὲ τέρματ' 'Αχιλλεύσ.
τοι̃σι δ' ἀπὸ νύσσης τέτατο δρόμοσ: ὠ̃κα δ' ἔπειτα
ἔκφερ' 'Οϊλιάδησ: ἐπὶ δ' ὄρνυτο δι̃ος 'Οδυσσεὺς
ἄγχι μάλ', ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο
στήθεός ἐστι κανών, ὅν τ' εὐ̃ μάλα χερσὶ τανύσση̨
πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δ' ἴσχει
στήθεοσ: ὣς 'Οδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν
ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθη̃ναι:
κὰδ δ' ἄρα οἱ κεφαλη̃ς χέ' ἀϋτμένα δι̃ος 'Οδυσσεὺς
αἰεὶ ῥίμφα θέων: ἴαχον δ' ἐπὶ πάντες 'Αχαιοὶ
νίκης ἱεμένω̨, μάλα δὲ σπεύδοντι κέλευον.
ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ' 'Οδυσσεὺς
εὔχετ' 'Αθηναίη̨ γλαυκώπιδι ὃν κατὰ θυμόν:
κλυ̃θι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοι̃ιν.
ὣς ἔφατ' εὐχόμενοσ: του̃ δ' ἔκλυε Παλλὰς 'Αθήνη,
γυι̃α δ' ἔθηκεν ἐλαφρά, πόδας καὶ χει̃ρας ὕπερθεν.
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλον ἐπαΐξασθαι ἄεθλον,
ἔνθ' Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ 'Αθήνη,
τη̨̃ ῥα βοω̃ν κέχυτ' ὄνθος ἀποκταμένων ἐριμύκων,
οὓς ἐπὶ Πατρόκλω̨ πέφνεν πόδας ὠκὺς 'Αχιλλεύσ:
ἐν δ' ὄνθου βοέου πλη̃το στόμα τε ῥι̃νάς τε:
κρητη̃ρ' αὐ̃τ' ἀνάειρε πολύτλας δι̃ος 'Οδυσσεύσ,
ὡς ἠ̃λθε φθάμενοσ: ὃ δὲ βου̃ν ἕλε φαίδιμος Αἴασ.
στη̃ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο
ὄνθον ἀποπτύων, μετὰ δ' 'Αργείοισιν ἔειπεν:
ὢ πόποι ἠ̃ μ' ἔβλαψε θεὰ πόδασ, ἣ τὸ πάρος περ
μήτηρ ὣς 'Οδυση̃ϊ παρίσταται ἠδ' ἐπαρήγει.

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπ' αὐτω̨̃ ἡδὺ γέλασσαν.
'Αντίλοχος δ' ἄρα δὴ λοισθήϊον ἔκφερ' ἄεθλον
μειδιόων, καὶ μυ̃θον ἐν 'Αργείοισιν ἔειπεν:
εἰδόσιν ὔμμ' ἐρέω πα̃σιν φίλοι, ὡς ἔτι καὶ νυ̃ν
ἀθάνατοι τιμω̃σι παλαιοτέρους ἀνθρώπουσ.
Αἴας μὲν γὰρ ἐμει̃' ὀλίγον προγενέστερός ἐστιν,
οὑ̃τος δὲ προτέρης γενεη̃ς προτέρων τ' ἀνθρώπων:
ὠμογέροντα δέ μίν φασ' ἔμμεναι: ἀργαλέον δὲ
ποσσὶν ἐριδήσασθαι 'Αχαιοι̃σ, εἰ μὴ 'Αχιλλει̃.

   '`Ως φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.
τὸν δ' 'Αχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν:
'Αντίλοχ' οὐ μέν τοι μέλεος εἰρήσεται αἰ̃νοσ,
ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσου̃ ἐπιθήσω.

   '`Ως εἰπὼν ἐν χερσὶ τίθει, ὃ δ' ἐδέξατο χαίρων.
αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
θη̃κ' ἐς ἀγω̃να φέρων, κατὰ δ' ἀσπίδα καὶ τρυφάλειαν
τεύχεα Σαρπήδοντοσ, ἅ μιν Πάτροκλος ἀπηύρα.
στη̃ δ' ὀρθὸς καὶ μυ̃θον ἐν 'Αργείοισιν ἔειπεν:
ἄνδρε δύω περὶ τω̃νδε κελεύομεν, ὥ περ ἀρίστω,
τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθη̃ναι.
ὁππότερός κε φθη̨̃σιν ὀρεξάμενος χρόα καλόν,
ψαύση̨ δ' ἐνδίνων διά τ' ἔντεα καὶ μέλαν αἱ̃μα,
τω̨̃ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον
καλὸν Θρηΐκιον, τὸ μὲν 'Αστεροπαι̃ον ἀπηύρων:
τεύχεα δ' ἀμφότεροι ξυνήϊα ταυ̃τα φερέσθων:
καί σφιν δαι̃τ' ἀγαθὴν παραθήσομεν ἐν κλισίη̨σιν.

   '`Ως ἔφατ', ὠ̃ρτο δ' ἔπειτα μέγας Τελαμώνιος Αἴασ,
ἂν δ' ἄρα Τυδεΐδης ὠ̃ρτο, κρατερὸς Διομήδησ.
οἳ δ' ἐπεὶ οὐ̃ν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
ἐς μέσον ἀμφοτέρω συνίτην μεμαω̃τε μάχεσθαι
δεινὸν δερκομένω: θάμβος δ' ἔχε πάντας 'Αχαιούσ.
ἀλλ' ὅτε δὴ σχεδὸν ἠ̃σαν ἐπ' ἀλλήλοισιν ἰόντεσ,
τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.
ἔνθ' Αἴας μὲν ἔπειτα κατ' ἀσπίδα πάντοσ' ἐΐσην
νύξ', οὐδὲ χρό' ἵκανεν: ἔρυτο γὰρ ἔνδοθι θώρηξ:
Τυδεΐδης δ' ἄρ' ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο
αἰὲν ἐπ' αὐχένι κυ̃ρε φαεινου̃ δουρὸς ἀκωκη̨̃.
καὶ τότε δή ῥ' Αἴαντι περιδείσαντες 'Αχαιοὶ
παυσαμένους ἐκέλευσαν ἀέθλια ἰ̃σ' ἀνελέσθαι.
αὐτὰρ Τυδεΐδη̨ δω̃κεν μέγα φάσγανον ἥρως
σὺν κολεω̨̃ τε φέρων καὶ ἐϋτμήτω̨ τελαμω̃νι.

   Αὐτὰρ Πηλεΐδης θη̃κεν σόλον αὐτοχόωνον
ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος 'Ηετίωνοσ:
ἀλλ' ἤτοι τὸν ἔπεφνε ποδάρκης δι̃ος 'Αχιλλεύσ,
τὸν δ' ἄγετ' ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.
στη̃ δ' ὀρθὸς καὶ μυ̃θον ἐν 'Αργείοισιν ἔειπεν:
ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,
ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς
χρεώμενοσ: οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου
ποιμὴν οὐδ' ἀροτὴρ εἰ̃σ' ἐς πόλιν, ἀλλὰ παρέξει.

   '`Ως ἔφατ', ὠ̃ρτο δ' ἔπειτα μενεπτόλεμος Πολυποίτησ,
ἂν δὲ Λεοντη̃ος κρατερὸν μένος ἀντιθέοιο,
ἂν δ' Αἴας Τελαμωνιάδης καὶ δι̃ος 'Επειόσ.
ἑξείης δ' ἵσταντο, σόλον δ' ἕλε δι̃ος 'Επειόσ,
ἡ̃κε δὲ δινήσασ: γέλασαν δ' ἐπὶ πάντες 'Αχαιοί.
δεύτερος αὐ̃τ' ἀφέηκε Λεοντεὺς ὄζος 'Άρηοσ:
τὸ τρίτον αὐ̃τ' ἔρριψε μέγας Τελαμώνιος Αἴας
χειρὸς ἄπο στιβαρη̃σ, καὶ ὑπέρβαλε σήματα πάντων.
ἀλλ' ὅτε δὴ σόλον εἱ̃λε μενεπτόλεμος Πολυποίτησ,
ὅσσόν τίς τ' ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,
ἣ δέ θ' ἑλισσομένη πέτεται διὰ βου̃ς ἀγελαίασ,
τόσσον παντὸς ἀγω̃νος ὑπέρβαλε: τοὶ δὲ βόησαν.
ἀνστάντες δ' ἕταροι Πολυποίταο κρατεροι̃ο
νη̃ας ἔπι γλαφυρὰς ἔφερον βασιλη̃ος ἄεθλον.

   Αὐτὰρ ὃ τοξευτη̨̃σι τίθει ἰόεντα σίδηρον,
κὰδ δ' ἐτίθει δέκα μὲν πελέκεασ, δέκα δ' ἡμιπέλεκκα,
ἱστὸν δ' ἔστησεν νηὸς κυανοπρώ̨ροιο
τηλου̃ ἐπὶ ψαμάθοισ, ἐκ δὲ τρήρωνα πέλειαν
λεπτη̨̃ μηρίνθω̨ δη̃σεν ποδόσ, ἡ̃ς ἄρ' ἀνώγει
τοξεύειν: ὃς μέν κε βάλη̨ τρήρωνα πέλειαν,
πάντας ἀειράμενος πελέκεας οἰ̃κον δὲ φερέσθω:
ὃς δέ κε μηρίνθοιο τύχη̨ ὄρνιθος ἁμαρτών,
ἥσσων γὰρ δὴ κει̃νοσ, ὃ δ' οἴσεται ἡμιπέλεκκα.

   '`Ως ἔφατ', ὠ̃ρτο δ' ἔπειτα βίη Τεύκροιο ἄνακτοσ,
ἂν δ' ἄρα Μηριόνης θεράπων ἐὺ̈ς 'Ιδομενη̃οσ.
κλήρους δ' ἐν κυνέη̨ χαλκήρεϊ πάλλον ἑλόντεσ,
Τευ̃κρος δὲ πρω̃τος κλήρω̨ λάχεν: αὐτίκα δ' ἰὸν
ἡ̃κεν ἐπικρατέωσ, οὐδ' ἠπείλησεν ἄνακτι
ἀρνω̃ν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
ὄρνιθος μὲν ἅμαρτε: μέγηρε γάρ οἱ τό γ' 'Απόλλων:
αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τη̨̃ δέδετ' ὄρνισ:
ἀντικρὺ δ' ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστόσ.
ἣ μὲν ἔπειτ' ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη
μήρινθος ποτὶ γαι̃αν: ἀτὰρ κελάδησαν 'Αχαιοί.
σπερχόμενος δ' ἄρα Μηριόνης ἐξείρυσε χειρὸς
τόξον: ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.
αὐτίκα δ' ἠπείλησεν ἑκηβόλω̨ 'Απόλλωνι
ἀρνω̃ν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
ὕψι δ' ὑπὸ νεφέων εἰ̃δε τρήρωνα πέλειαν:
τη̨̃ ῥ' ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,
ἀντικρὺ δὲ διη̃λθε βέλοσ: τὸ μὲν ἂψ ἐπὶ γαίη̨
πρόσθεν Μηριόναο πάγη ποδόσ: αὐτὰρ ἣ ὄρνις
ἱστω̨̃ ἐφεζομένη νηὸς κυανοπρώ̨ροιο
αὐχέν' ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.
ὠκὺς δ' ἐκ μελέων θυμὸς πτάτο, τη̃λε δ' ἀπ' αὐτου̃
κάππεσε: λαοὶ δ' αὐ̃ θηευ̃ντό τε θάμβησάν τε.
ἂν δ' ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,
Τευ̃κρος δ' ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νη̃ασ.

   Αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχοσ,
κὰδ δὲ λέβητ' ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα
θη̃κ' ἐς ἀγω̃να φέρων: καί ῥ' ἥμονες ἄνδρες ἀνέσταν:
ἂν μὲν ἄρ' 'Ατρεΐδης εὐρὺ κρείων 'Αγαμέμνων,
ἂν δ' ἄρα Μηριόνησ, θεράπων ἐὺ̈ς 'Ιδομενη̃οσ.
τοι̃σι δὲ καὶ μετέειπε ποδάρκης δι̃ος 'Αχιλλεύσ:
'Ατρεΐδη: ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων
ἠδ' ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστοσ:
ἀλλὰ σὺ μὲν τόδ' ἄεθλον ἔχων κοίλας ἐπὶ νη̃ας
ἔρχευ, ἀτὰρ δόρυ Μηριόνη̨ ἥρωϊ πόρωμεν,
εἰ σύ γε σω̨̃ θυμω̨̃ ἐθέλοισ: κέλομαι γὰρ ἔγωγε.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησεν ἄναξ ἀνδρω̃ν 'Αγαμέμνων:
δω̃κε δὲ Μηριόνη̨ δόρυ χάλκεον: αὐτὰρ ὅ γ' ἥρως
Ταλθυβίω̨ κήρυκι δίδου περικαλλὲς ἄεθλον.