ΙΛΙΑΔΟΣ Ω

Λυ̃το δ' ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νη̃ας ἕκαστοι
ἐσκίδναντ' ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο
ὕπνου τε γλυκερου̃ ταρπήμεναι: αὐτὰρ 'Αχιλλεὺς
κλαι̃ε φίλου ἑτάρου μεμνημένοσ, οὐδέ μιν ὕπνος
ἥ̨ρει πανδαμάτωρ, ἀλλ' ἐστρέφετ' ἔνθα καὶ ἔνθα
Πατρόκλου ποθέων ἀνδροτη̃τά τε καὶ μένος ἠΰ,
ἠδ' ὁπόσα τολύπευσε σὺν αὐτω̨̃ καὶ πάθεν ἄλγεα
ἀνδρω̃ν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων:
τω̃ν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἰ̃βεν,
ἄλλοτ' ἐπὶ πλευρὰς κατακείμενοσ, ἄλλοτε δ' αὐ̃τε
ὕπτιοσ, ἄλλοτε δὲ πρηνήσ: τοτὲ δ' ὀρθὸς ἀναστὰς
δινεύεσκ' ἀλύων παρὰ θι̃ν' ἁλόσ: οὐδέ μιν ἠὼς
φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ' ἠϊόνας τε.
ἀλλ' ὅ γ' ἐπεὶ ζεύξειεν ὑφ' ἅρμασιν ὠκέας ἵππουσ,
'Έκτορα δ' ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,
τρὶς δ' ἐρύσας περὶ ση̃μα Μενοιτιάδαο θανόντος
αὐ̃τις ἐνὶ κλισίη̨ παυέσκετο, τὸν δέ τ' ἔασκεν
ἐν κόνι ἐκτανύσας προπρηνέα: τοι̃ο δ' 'Απόλλων
πα̃σαν ἀεικείην ἄπεχε χροὶ̈ φω̃τ' ἐλεαίρων
καὶ τεθνηότα περ: περὶ δ' αἰγίδι πάντα κάλυπτε
χρυσείη̨, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.

   '`Ως ὃ μὲν 'Έκτορα δι̃ον ἀείκιζεν μενεαίνων:
τὸν δ' ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντεσ,
κλέψαι δ' ὀτρύνεσκον ἐΰσκοπον 'Αργειφόντην.
ἔνθ' ἄλλοις μὲν πα̃σιν ἑήνδανεν, οὐδέ ποθ' 'Ήρη̨
οὐδὲ Ποσειδάων' οὐδὲ γλαυκώπιδι κούρη̨,
ἀλλ' ἔχον ὥς σφιν πρω̃τον ἀπήχθετο 'Ίλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς 'Αλεξάνδρου ἕνεκ' ἄτησ,
ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
τὴν δ' ἤ̨νησ' ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.
ἀλλ' ὅτε δή ῥ' ἐκ τοι̃ο δυωδεκάτη γένετ' ἠώσ,
καὶ τότ' ἄρ' ἀθανάτοισι μετηύδα Φοι̃βος 'Απόλλων:
σχέτλιοί ἐστε θεοί, δηλήμονεσ: οὔ νύ ποθ' ὑμι̃ν
'Έκτωρ μηρί' ἔκηε βοω̃ν αἰγω̃ν τε τελείων;
τὸν νυ̃ν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαω̃σαι
ἡ̨̃ τ' ἀλόχω̨ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ὡ̨̃
καὶ πατέρι Πριάμω̨ λαοι̃σί τε, τοί κέ μιν ὠ̃κα
ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
ἀλλ' ὀλοω̨̃ 'Αχιλη̃ϊ θεοὶ βούλεσθ' ἐπαρήγειν,
ὡ̨̃ οὔτ' ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα
γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ' ὣς ἄγρια οἰ̃δεν,
ὅς τ' ἐπεὶ ἂρ μεγάλη̨ τε βίη̨ καὶ ἀγήνορι θυμω̨̃
εἴξας εἰ̃σ' ἐπὶ μη̃λα βροτω̃ν ἵνα δαι̃τα λάβη̨σιν:
ὣς 'Αχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς
γίγνεται, ἥ τ' ἄνδρας μέγα σίνεται ἠδ' ὀνίνησι.
μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι
ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν:
ἀλλ' ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε:
τλητὸν γὰρ Μοι̃ραι θυμὸν θέσαν ἀνθρώποισιν.
αὐτὰρ ὅ γ' 'Έκτορα δι̃ον, ἐπεὶ φίλον ἠ̃τορ ἀπηύρα,
ἵππων ἐξάπτων περὶ ση̃μ' ἑτάροιο φίλοιο
ἕλκει: οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ' ἄμεινον.
μὴ ἀγαθω̨̃ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμει̃σ:
κωφὴν γὰρ δὴ γαι̃αν ἀεικίζει μενεαίνων.

   Τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος 'Ήρη:
εἴη κεν καὶ του̃το τεὸν ἔπος ἀργυρότοξε
εἰ δὴ ὁμὴν 'Αχιλη̃ϊ καὶ 'Έκτορι θήσετε τιμήν.
'Έκτωρ μὲν θνητός τε γυναι̃κά τε θήσατο μαζόν:
αὐτὰρ 'Αχιλλεύς ἐστι θεα̃ς γόνοσ, ἣν ἐγὼ αὐτὴ
θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν
Πηλέϊ, ὃς περὶ κη̃ρι φίλος γένετ' ἀθανάτοισι.
πάντες δ' ἀντιάασθε θεοὶ γάμου: ἐν δὲ σὺ τοι̃σι
δαίνυ' ἔχων φόρμιγγα κακω̃ν ἕταρ', αἰὲν ἄπιστε.

   Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύσ:
'Ήρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοι̃σιν:
οὐ μὲν γὰρ τιμή γε μί' ἔσσεται: ἀλλὰ καὶ 'Έκτωρ
φίλτατος ἔσκε θεοι̃σι βροτω̃ν οἳ ἐν 'Ιλίω̨ εἰσίν:
ὣς γὰρ ἔμοιγ', ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
λοιβη̃ς τε κνίσης τε: τὸ γὰρ λάχομεν γέρας ἡμει̃σ.
ἀλλ' ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πη̨ ἔστι,
λάθρη̨ 'Αχιλλη̃ος θρασὺν 'Έκτορα: ἠ̃ γάρ οἱ αἰεὶ
μήτηρ παρμέμβλωκεν ὁμω̃ς νύκτάς τε καὶ ἠ̃μαρ.
ἀλλ' εἴ τις καλέσειε θεω̃ν Θέτιν ἀ̃σσον ἐμει̃ο,
ὄφρά τί οἱ εἴπω πυκινὸν ἔποσ, ὥς κεν 'Αχιλλεὺς
δώρων ἐκ Πριάμοιο λάχη̨ ἀπό θ' 'Έκτορα λύση̨.

   '`Ως ἔφατ', ὠ̃ρτο δὲ ~'Ιρις ἀελλόπος ἀγγελέουσα,
μεσσηγὺς δὲ Σάμου τε καὶ 'Ίμβρου παιπαλοέσσης
ἔνθορε μείλανι πόντω̨: ἐπεστονάχησε δὲ λίμνη.
ἣ δὲ μολυβδαίνη̨ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
ἥ τε κατ' ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυι̃α
ἔρχεται ὠμηστη̨̃σιν ἐπ' ἰχθύσι κη̃ρα φέρουσα.
εὑ̃ρε δ' ἐνὶ σπη̃ϊ γλαφυρω̨̃ Θέτιν, ἀμφὶ δ' ἄρ' ἄλλαι
εἵαθ' ὁμηγερέες ἅλιαι θεαί: ἣ δ' ἐνὶ μέσση̨ς
κλαι̃ε μόρον οὑ̃ παιδὸς ἀμύμονοσ, ὅς οἱ ἔμελλε
φθίσεσθ' ἐν Τροίη̨ ἐριβώλακι τηλόθι πάτρησ.
ἀγχου̃ δ' ἱσταμένη προσέφη πόδας ὠκέα ~'Ιρισ:
ὄρσο Θέτι: καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώσ.
τὴν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα:
τίπτέ με κει̃νος ἄνωγε μέγας θεόσ; αἰδέομαι δὲ
μίσγεσθ' ἀθανάτοισιν, ἔχω δ' ἄχε' ἄκριτα θυμω̨̃.
εἰ̃μι μέν, οὐδ' ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπη̨.

   '`Ως ἄρα φωνήσασα κάλυμμ' ἕλε δι̃α θεάων
κυάνεον, του̃ δ' οὔ τι μελάντερον ἔπλετο ἔσθοσ.
βη̃ δ' ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα ~'Ιρις
ἡγει̃τ': ἀμφὶ δ' ἄρα σφι λιάζετο κυ̃μα θαλάσσησ.
ἀκτὴν δ' ἐξαναβα̃σαι ἐς οὐρανὸν ἀϊχθήτην,
εὑ̃ρον δ' εὐρύοπα Κρονίδην, περὶ δ' ἄλλοι ἅπαντες
εἵαθ' ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντεσ.
ἣ δ' ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἰ̃ξε δ' 'Αθήνη.
'Ήρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θη̃κε
καί ῥ' εὔφρην' ἐπέεσσι: Θέτις δ' ὤρεξε πιου̃σα.
τοι̃σι δὲ μύθων ἠ̃ρχε πατὴρ ἀνδρω̃ν τε θεω̃ν τε:
ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,
πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν: οἰ̃δα καὶ αὐτόσ:
ἀλλὰ καὶ ὡ̃ς ἐρέω του̃ σ' εἵνεκα δευ̃ρο κάλεσσα.
ἐννη̃μαρ δὴ νει̃κος ἐν ἀθανάτοισιν ὄρωρεν
'Έκτορος ἀμφὶ νέκυι καὶ 'Αχιλλη̃ϊ πτολιπόρθω̨:
κλέψαι δ' ὀτρύνουσιν ἐΰσκοπον 'Αργειφόντην:
αὐτὰρ ἐγὼ τόδε κυ̃δος 'Αχιλλη̃ϊ προτιάπτω
αἰδω̃ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.
αἰ̃ψα μάλ' ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σω̨̃ ἐπίτειλον:
σκύζεσθαί οἱ εἰπὲ θεούσ, ἐμὲ δ' ἔξοχα πάντων
ἀθανάτων κεχολω̃σθαι, ὅτι φρεσὶ μαινομένη̨σιν
'Έκτορ' ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ' ἀπέλυσεν,
αἴ κέν πως ἐμέ τε δείση̨ ἀπό θ' 'Έκτορα λύση̨.
αὐτὰρ ἐγὼ Πριάμω̨ μεγαλήτορι ~'Ιριν ἐφήσω
λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νη̃ας 'Αχαιω̃ν,
δω̃ρα δ' 'Αχιλλη̃ϊ φερέμεν, τά κε θυμὸν ἰήνη̨.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,
βη̃ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα,
ἱ̃ξεν δ' ἐς κλισίην οὑ̃ υἱέοσ: ἔνθ' ἄρα τόν γε
εὑ̃ρ' ἁδινὰ στενάχοντα: φίλοι δ' ἀμφ' αὐτὸν ἑται̃ροι
ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον:
τοι̃σι δ' ὄϊς λάσιος μέγας ἐν κλισίη̨ ἱέρευτο.
ἣ δὲ μάλ' ἄγχ' αὐτοι̃ο καθέζετο πότνια μήτηρ,
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:
τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου
οὔτ' εὐνη̃σ; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι
μίσγεσθ': οὐ γάρ μοι δηρὸν βέη̨, ἀλλά τοι ἤδη
ἄγχι παρέστηκεν θάνατος καὶ μοι̃ρα κραταιή.
ἀλλ' ἐμέθεν ξύνες ὠ̃κα, Διὸς δέ τοι ἄγγελός εἰμι:
σκύζεσθαι σοί φησι θεούσ, ἑὲ δ' ἔξοχα πάντων
ἀθανάτων κεχολω̃σθαι, ὅτι φρεσὶ μαινομένη̨σιν
'Έκτορ' ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ' ἀπέλυσασ.
ἀλλ' ἄγε δὴ λυ̃σον, νεκροι̃ο δὲ δέξαι ἄποινα.

   Τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
τη̨̃δ' εἴη: ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,
εἰ δὴ πρόφρονι θυμω̨̃ 'Ολύμπιος αὐτὸς ἀνώγει.

   '`Ως οἵ γ' ἐν νηω̃ν ἀγύρει μήτηρ τε καὶ υἱὸς
πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον.
~'Ιριν δ' ὄτρυνε Κρονίδης εἰς 'Ίλιον ἱρήν:
βάσκ' ἴθι ~'Ιρι ταχει̃α λιπου̃σ' ἕδος Οὐλύμποιο
ἄγγειλον Πριάμω̨ μεγαλήτορι 'Ίλιον εἴσω
λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νη̃ας 'Αχαιω̃ν,
δω̃ρα δ' 'Αχιλλη̃ϊ φερέμεν τά κε θυμὸν ἰήνη̨
οἰ̃ον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
κη̃ρύξ τίς οἱ ἕποιτο γεραίτεροσ, ὅς κ' ἰθύνοι
ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὐ̃τις
νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δι̃ος 'Αχιλλεύσ.
μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβοσ:
τοι̃ον γάρ οἱ πομπὸν ὀπάσσομεν 'Αργειφόντην,
ὃς ἄξει εἱ̃ός κεν ἄγων 'Αχιλη̃ϊ πελάσση̨.
αὐτὰρ ἐπὴν ἀγάγη̨σιν ἔσω κλισίην 'Αχιλη̃οσ,
οὔτ' αὐτὸς κτενέει ἀπό τ' ἄλλους πάντας ἐρύξει:
οὔτε γάρ ἐστ' ἄφρων οὔτ' ἄσκοπος οὔτ' ἀλιτήμων,
ἀλλὰ μάλ' ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρόσ.

   '`Ως ἔφατ', ὠ̃ρτο δὲ ~'Ιρις ἀελλόπος ἀγγελέουσα.
ἱ̃ξεν δ' ἐς Πριάμοιο, κίχεν δ' ἐνοπήν τε γόον τε.
παι̃δες μὲν πατέρ' ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλη̃ς
δάκρυσιν εἵματ' ἔφυρον, ὃ δ' ἐν μέσσοισι γεραιὸς
ἐντυπὰς ἐν χλαίνη̨ κεκαλυμμένοσ: ἀμφὶ δὲ πολλὴ
κόπρος ἔην κεφαλη̨̃ τε καὶ αὐχένι τοι̃ο γέροντος
τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑη̨̃σι.
θυγατέρες δ' ἀνὰ δώματ' ἰδὲ νυοὶ ὠδύροντο
τω̃ν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ
χερσὶν ὑπ' 'Αργείων κέατο ψυχὰς ὀλέσαντεσ.
στη̃ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελοσ, ἠδὲ προσηύδα
τυτθὸν φθεγξαμένη: τὸν δὲ τρόμος ἔλλαβε γυι̃α:
θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει:
οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ' ἱκάνω
ἀλλ' ἀγαθὰ φρονέουσα: Διὸς δέ τοι ἄγγελός εἰμι,
ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει.
λύσασθαί σ' ἐκέλευσεν 'Ολύμπιος 'Έκτορα δι̃ον,
δω̃ρα δ' 'Αχιλλη̃ϊ φερέμεν τά κε θυμὸν ἰήνη̨
οἰ̃ον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
κη̃ρύξ τίς τοι ἕποιτο γεραίτεροσ, ὅς κ' ἰθύνοι
ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὐ̃τις
νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δι̃ος 'Αχιλλεύσ.
μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβοσ:
τοι̃ος γάρ τοι πομπὸς ἅμ' ἕψεται 'Αργειφόντησ,
ὅς σ' ἄξει εἱ̃ός κεν ἄγων 'Αχιλη̃ϊ πελάσση̨.
αὐτὰρ ἐπὴν ἀγάγη̨σιν ἔσω κλισίην 'Αχιλη̃οσ,
οὔτ' αὐτὸς κτενέει ἀπό τ' ἄλλους πάντας ἐρύξει:
οὔτε γάρ ἔστ' ἄφρων οὔτ' ἄσκοπος οὔτ' ἀλιτήμων,
ἀλλὰ μάλ' ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρόσ.

   '`Η μὲν ἄρ' ὣς εἰπου̃σ' ἀπέβη πόδας ὠκέα ~'Ιρισ,
αὐτὰρ ὅ γ' υἱ̃ας ἄμαξαν ἐΰτροχον ἡμιονείην
ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δη̃σαι ἐπ' αὐτη̃σ.
αὐτὸς δ' ἐς θάλαμον κατεβήσετο κηώεντα
κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει:
ἐς δ' ἄλοχον 'Εκάβην ἐκαλέσσατο φώνησέν τε:
δαιμονίη Διόθεν μοι 'Ολύμπιος ἄγγελος ἠ̃λθε
λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νη̃ας 'Αχαιω̃ν,
δω̃ρα δ' 'Αχιλλη̃ϊ φερέμεν τά κε θυμὸν ἰήνη̨.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἰ̃ναι;
αἰνω̃ς γάρ μ' αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε
κει̃σ' ἰέναι ἐπὶ νη̃ας ἔσω στρατὸν εὐρὺν 'Αχαιω̃ν.

   '`Ως φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθω̨:
ὤ μοι πη̨̃ δή τοι φρένες οἴχονθ', ἡ̨̃ς τὸ πάρος περ
ἔκλε' ἐπ' ἀνθρώπους ξείνους ἠδ' οἱ̃σιν ἀνάσσεισ;
πω̃ς ἐθέλεις ἐπὶ νη̃ας 'Αχαιω̃ν ἐλθέμεν οἰ̃ος
ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
υἱέας ἐξενάριξε: σιδήρειόν νύ τοι ἠ̃τορ.
εἰ γάρ σ' αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοι̃σιν
ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σ' ἐλεήσει,
οὐδέ τί σ' αἰδέσεται. νυ̃ν δὲ κλαίωμεν ἄνευθεν
ἥμενοι ἐν μεγάρω̨: τω̨̃ δ' ὥς ποθι Μοι̃ρα κραταιὴ
γιγνομένω̨ ἐπένησε λίνω̨, ὅτε μιν τέκον αὐτή,
ἀργίποδας κύνας ἀ̃σαι ἑω̃ν ἀπάνευθε τοκήων
ἀνδρὶ πάρα κρατερω̨̃, του̃ ἐγὼ μέσον ἡ̃παρ ἔχοιμι
ἐσθέμεναι προσφυ̃σα: τότ' ἄντιτα ἔργα γένοιτο
παιδὸς ἐμου̃, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,
ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων
ἑσταότ' οὔτε φόβου μεμνημένον οὔτ' ἀλεωρη̃σ.

   Τὴν δ' αὐ̃τε προσέειπε γέρων Πρίαμος θεοειδήσ:
μή μ' ἐθέλοντ' ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ
ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ: οὐδέ με πείσεισ.
εἰ μὲν γάρ τίς μ' ἄλλος ἐπιχθονίων ἐκέλευεν,
ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερη̃εσ,
ψευ̃δός κεν φαι̃μεν καὶ νοσφιζοίμεθα μα̃λλον:
νυ̃ν δ', αὐτὸς γὰρ ἄκουσα θεου̃ καὶ ἐσέδρακον ἄντην,
εἰ̃μι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἰ̃σα
τεθνάμεναι παρὰ νηυσὶν 'Αχαιω̃ν χαλκοχιτώνων
βούλομαι: αὐτίκα γάρ με κατακτείνειεν 'Αχιλλεὺς
ἀγκὰς ἑλόντ' ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.

   ~'Η καὶ φωριαμω̃ν ἐπιθήματα κάλ' ἀνέω̨γεν:
ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλουσ,
δώδεκα δ' ἁπλοΐδας χλαίνασ, τόσσους δὲ τάπητασ,
τόσσα δὲ φάρεα λευκά, τόσους δ' ἐπὶ τοι̃σι χιτω̃νασ.
χρυσου̃ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,
ἐκ δὲ δύ' αἴθωνας τρίποδασ, πίσυρας δὲ λέβητασ,
ἐκ δὲ δέπας περικαλλέσ, ὅ οἱ Θρη̨̃κες πόρον ἄνδρες
ἐξεσίην ἐλθόντι μέγα κτέρασ: οὐδέ νυ του̃ περ
φείσατ' ἐνὶ μεγάροις ὃ γέρων, περὶ δ' ἤθελε θυμω̨̃
λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρω̃ας μὲν ἅπαντας
αἰθούσης ἀπέεργεν ἔπεσσ' αἰσχροι̃σιν ἐνίσσων:
ἔρρετε λωβητη̃ρες ἐλεγχέεσ: οὔ νυ καὶ ὑμι̃ν
οἴκοι ἔνεστι γόοσ, ὅτι μ' ἤλθετε κηδήσοντεσ;
ἠ̃ ὀνόσασθ' ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε' ἔδωκε
παι̃δ' ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμεσ:
ῥηΐτεροι γὰρ μα̃λλον 'Αχαιοι̃σιν δὴ ἔσεσθε
κείνου τεθνηω̃τος ἐναιρέμεν. αὐτὰρ ἔγωγε
πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε
ὀφθαλμοι̃σιν ἰδει̃ν βαίην δόμον 'Άϊδος εἴσω.

   ~'Η καὶ σκηπανίω̨ δίεπ' ἀνέρασ: οἳ δ' ἴσαν ἔξω
σπερχομένοιο γέροντοσ: ὃ δ' υἱάσιν οἱ̃σιν ὁμόκλα
νεικείων 'Έλενόν τε Πάριν τ' 'Αγάθωνά τε δι̃ον
Πάμμονά τ' 'Αντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην
Δηΐφοβόν τε καὶ 'Ιππόθοον καὶ δι̃ον 'Αγαυόν:
ἐννέα τοι̃ς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε:
σπεύσατέ μοι κακὰ τέκνα κατηφόνεσ: αἴθ' ἅμα πάντες
'Έκτορος ὠφέλετ' ἀντὶ θοη̨̃ς ἐπὶ νηυσὶ πεφάσθαι.
ὤ μοι ἐγὼ πανάποτμοσ, ἐπεὶ τέκον υἱ̃ας ἀρίστους
Τροίη̨ ἐν εὐρείη̨, τω̃ν δ' οὔ τινά φημι λελει̃φθαι,
Μήστορά τ' ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην
'Έκτορά θ', ὃς θεὸς ἔσκε μετ' ἀνδράσιν, οὐδὲ ἐώ̨κει
ἀνδρός γε θνητου̃ πάϊς ἔμμεναι ἀλλὰ θεοι̃ο.
τοὺς μὲν ἀπώλεσ' 'Άρησ, τὰ δ' ἐλέγχεα πάντα λέλειπται
ψευ̃σταί τ' ὀρχησταί τε χοροιτυπίη̨σιν ἄριστοι
ἀρνω̃ν ἠδ' ἐρίφων ἐπιδήμιοι ἁρπακτη̃ρεσ.
οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,
ταυ̃τά τε πάντ' ἐπιθει̃τε, ἵνα πρήσσωμεν ὁδοι̃ο;

   '`Ως ἔφαθ', οἳ δ' ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν
ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην
καλὴν πρωτοπαγέα, πείρινθα δὲ δη̃σαν ἐπ' αὐτη̃σ,
κὰδ δ' ἀπὸ πασσαλόφι ζυγὸν ἥ̨ρεον ἡμιόνειον
πύξινον ὀμφαλόεν εὐ̃ οἰήκεσσιν ἀρηρόσ:
ἐκ δ' ἔφερον ζυγόδεσμον ἅμα ζυγω̨̃ ἐννεάπηχυ.
καὶ τὸ μὲν εὐ̃ κατέθηκαν ἐϋξέστω̨ ἐπὶ ῥυμω̨̃
πέζη̨ ἔπι πρώτη̨, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,
τρὶς δ' ἑκάτερθεν ἔδησαν ἐπ' ὀμφαλόν, αὐτὰρ ἔπειτα
ἑξείης κατέδησαν, ὑπὸ γλωχι̃να δ' ἔκαμψαν.
ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ' ἀπήνης
νήεον 'Εκτορέης κεφαλη̃ς ἀπερείσι' ἄποινα,
ζευ̃ξαν δ' ἡμιόνους κρατερώνυχας ἐντεσιεργούσ,
τούς ῥά ποτε Πριάμω̨ Μυσοὶ δόσαν ἀγλαὰ δω̃ρα.
ἵππους δὲ Πριάμω̨ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς
αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστη̨ ἐπὶ φάτνη̨.

   Τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοι̃σι
κη̃ρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε' ἔχοντεσ:
ἀγχίμολον δέ σφ' ἠ̃λθ' 'Εκάβη τετιηότι θυμω̨̃
οἰ̃νον ἔχουσ' ἐν χειρὶ μελίφρονα δεξιτερη̃φι
χρυσέω̨ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην:
στη̃ δ' ἵππων προπάροιθεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:
τη̃ σπει̃σον Διὶ πατρί, καὶ εὔχεο οἴκαδ' ἱκέσθαι
ἂψ ἐκ δυσμενέων ἀνδρω̃ν, ἐπεὶ ἂρ σέ γε θυμὸς
ὀτρύνει ἐπὶ νη̃ας ἐμει̃ο μὲν οὐκ ἐθελούσησ.
ἀλλ' εὔχεο σύ γ' ἔπειτα κελαινεφέϊ Κρονίωνι
'Ιδαίω̨, ὅς τε Τροίην κατὰ πα̃σαν ὁρα̃ται,
αἴτει δ' οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτω̨̃
φίλτατος οἰωνω̃ν, καί εὑ κράτος ἐστὶ μέγιστον,
δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοι̃σι νοήσας
τω̨̃ πίσυνος ἐπὶ νη̃ας ἴη̨ς Δαναω̃ν ταχυπώλων.
εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύσ,
οὐκ ἂν ἔγωγέ σ' ἔπειτα ἐποτρύνουσα κελοίμην
νη̃ας ἐπ' 'Αργείων ἰέναι μάλα περ μεμαω̃τα.

   Τὴν δ' ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδήσ:
ὠ̃ γύναι οὐ μέν τοι τόδ' ἐφιεμένη̨ ἀπιθήσω.
ἐσθλὸν γὰρ Διὶ χει̃ρας ἀνασχέμεν αἴ κ' ἐλεήση̨.

   ~'Η ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν' ὃ γεραιὸς
χερσὶν ὕδωρ ἐπιχευ̃αι ἀκήρατον: ἣ δὲ παρέστη
χέρνιβον ἀμφίπολος πρόχοόν θ' ἅμα χερσὶν ἔχουσα.
νιψάμενος δὲ κύπελλον ἐδέξατο ἡ̃ς ἀλόχοιο:
εὔχετ' ἔπειτα στὰς μέσω̨ ἕρκεϊ, λει̃βε δὲ οἰ̃νον
οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα:
Ζευ̃ πάτερ 'Ίδηθεν μεδέων κύδιστε μέγιστε
δός μ' ἐς 'Αχιλλη̃ος φίλον ἐλθει̃ν ἠδ' ἐλεεινόν,
πέμψον δ' οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτω̨̃
φίλτατος οἰωνω̃ν, καί εὑ κράτος ἐστὶ μέγιστον,
δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοι̃σι νοήσας
τω̨̃ πίσυνος ἐπὶ νη̃ας ἴω Δαναω̃ν ταχυπώλων.

   '`Ως ἔφατ' εὐχόμενοσ, του̃ δ' ἔκλυε μητίετα Ζεὺς
αὐτίκα δ' αἰετὸν ἡ̃κε τελειότατον πετεηνω̃ν
μόρφνον θηρητη̃ρ' ὃν καὶ περκνὸν καλέουσιν.
ὅσση δ' ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
ἀνέρος ἀφνειοι̃ο ἐὺ̈ κληι̃̈σ' ἀραρυι̃α,
τόσσ' ἄρα του̃ ἑκάτερθεν ἔσαν πτερά: εἴσατο δέ σφι
δεξιὸς ἀΐξας διὰ ἄστεοσ: οἳ δὲ ἰδόντες
γήθησαν, καὶ πα̃σιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.

   Σπερχόμενος δ' ὃ γεραιὸς ἑου̃ ἐπεβήσετο δίφρου,
ἐκ δ' ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
τὰς 'Ιδαι̃ος ἔλαυνε δαΐφρων: αὐτὰρ ὄπισθεν
ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε
καρπαλίμως κατὰ ἄστυ: φίλοι δ' ἅμα πάντες ἕποντο
πόλλ' ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.
οἳ δ' ἐπεὶ οὐ̃ν πόλιος κατέβαν, πεδίον δ' ἀφίκοντο,
οἳ μὲν ἄρ' ἄψορροι προτὶ 'Ίλιον ἀπονέοντο
παι̃δες καὶ γαμβροί, τὼ δ' οὐ λάθον εὐρύοπα Ζη̃ν
ἐς πεδίον προφανέντε: ἰδὼν δ' ἐλέησε γέροντα,
αἰ̃ψα δ' ἄρ' 'Ερμείαν υἱὸν φίλον ἀντίον ηὔδα:
'Ερμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
ἀνδρὶ ἑταιρίσσαι, καί τ' ἔκλυες ὡ̨̃ κ' ἐθέλη̨σθα,
βάσκ' ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νη̃ας 'Αχαιω̃ν
ὣς ἄγαγ', ὡς μήτ' ἄρ τις ἴδη̨ μήτ' ἄρ τε νοήση̨
τω̃ν ἄλλων Δαναω̃ν, πρὶν Πηλεΐωνα δ' ἱκέσθαι.

   '`Ως ἔφατ', οὐδ' ἀπίθησε διάκτορος 'Αργειφόντησ.
αὐτίκ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ' ὑγρὴν
ἠδ' ἐπ' ἀπείρονα γαι̃αν ἅμα πνοιη̨̃ς ἀνέμοιο:
εἵλετο δὲ ῥάβδον, τη̨̃ τ' ἀνδρω̃ν ὄμματα θέλγει
ὡ̃ν ἐθέλει, τοὺς δ' αὐ̃τε καὶ ὑπνώοντας ἐγείρει:
τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς 'Αργειφόντησ.
αἰ̃ψα δ' ἄρα Τροίην τε καὶ 'Ελλήσποντον ἵκανε,
βη̃ δ' ἰέναι κούρω̨ αἰσυμνητη̃ρι ἐοικὼς
πρω̃τον ὑπηνήτη̨, του̃ περ χαριεστάτη ἥβη.

   Οἳ δ' ἐπεὶ οὐ̃ν μέγα ση̃μα παρὲξ 'Ίλοιο ἔλασσαν,
στη̃σαν ἄρ' ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν
ἐν ποταμω̨̃: δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαι̃αν.
τὸν δ' ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κη̃ρυξ
'Ερμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε:
φράζεο Δαρδανίδη: φραδέος νόου ἔργα τέτυκται.
ἄνδρ' ὁρόω, τάχα δ' ἄμμε διαρραίσεσθαι ὀΐω.
ἀλλ' ἄγε δὴ φεύγωμεν ἐφ' ἵππων, ἤ μιν ἔπειτα
γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ' ἐλεήση̨.

   '`Ως φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ' αἰνω̃σ,
ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοι̃σι μέλεσσι,
στη̃ δὲ ταφών: αὐτὸς δ' ἐριούνιος ἐγγύθεν ἐλθὼν
χει̃ρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε:
πη̨̃ πάτερ ὡ̃δ' ἵππους τε καὶ ἡμιόνους ἰθύνεις
νύκτα δι' ἀμβροσίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι;
οὐδὲ σύ γ' ἔδεισας μένεα πνείοντας 'Αχαιούσ,
οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;
τω̃ν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν
τοσσάδ' ὀνείατ' ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;
οὔτ' αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὑ̃τος ὀπηδει̃,
ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνη̨.
ἀλλ' ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον
σευ̃ ἀπαλεξήσαιμι: φίλω̨ δέ σε πατρὶ ἐΐσκω.

   Τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδήσ:
οὕτω πη̨ τάδε γ' ἐστὶ φίλον τέκος ὡς ἀγορεύεισ.
ἀλλ' ἔτι τις καὶ ἐμει̃ο θεω̃ν ὑπερέσχεθε χει̃ρα,
ὅς μοι τοιόνδ' ἡ̃κεν ὁδοιπόρον ἀντιβολη̃σαι
αἴσιον, οἱ̃ος δὴ σὺ δέμας καὶ εἰ̃δος ἀγητόσ,
πέπνυσαί τε νόω̨, μακάρων δ' ἔξεσσι τοκήων.

   Τὸν δ' αὐ̃τε προσέειπε διάκτορος 'Αργειφόντησ:
ναὶ δὴ ταυ̃τά γε πάντα γέρον κατὰ μοι̃ραν ἔειπεσ.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
ἠέ πη̨ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ
ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνη̨,
ἠ̃ ἤδη πάντες καταλείπετε 'Ίλιον ἱρὴν
δειδιότεσ: τοι̃ος γὰρ ἀνὴρ ὤριστος ὄλωλε
σὸς πάϊσ: οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ' 'Αχαιω̃ν.

   Τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδήσ:
τίς δὲ σύ ἐσσι φέριστε τέων δ' ἔξεσσι τοκήων;
ὥς μοι καλὰ τὸν οἰ̃τον ἀπότμου παιδὸς ἔνισπεσ.

   Τὸν δ' αὐ̃τε προσέειπε διάκτορος 'Αργειφόντησ:
πειρα̨̃ ἐμει̃ο γεραιὲ καὶ εἴρεαι 'Έκτορα δι̃ον.
τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχη̨ ἔνι κυδιανείρη̨
ὀφθαλμοι̃σιν ὄπωπα, καὶ εὐ̃τ' ἐπὶ νηυσὶν ἐλάσσας
'Αργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκω̨̃:
ἡμει̃ς δ' ἑσταότες θαυμάζομεν: οὐ γὰρ 'Αχιλλεὺς
εἴα μάρνασθαι κεχολωμένος 'Ατρεΐωνι.
του̃ γὰρ ἐγὼ θεράπων, μία δ' ἤγαγε νηυ̃ς εὐεργήσ:
Μυρμιδόνων δ' ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.
ἀφνειὸς μὲν ὅ γ' ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὡ̃δε,
ἓξ δέ οἱ υἱ̃ες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι:
τω̃ν μέτα παλλόμενος κλήρω̨ λάχον ἐνθάδ' ἕπεσθαι.
νυ̃ν δ' ἠ̃λθον πεδίον δ' ἀπὸ νηω̃ν: ἠω̃θεν γὰρ
θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες 'Αχαιοί.
ἀσχαλόωσι γὰρ οἱ̃δε καθήμενοι, οὐδὲ δύνανται
ἴσχειν ἐσσυμένους πολέμου βασιλη̃ες 'Αχαιω̃ν.

   Τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδήσ:
εἰ μὲν δὴ θεράπων Πηληϊάδεω 'Αχιλη̃ος
εἴσ, ἄγε δή μοι πα̃σαν ἀληθείην κατάλεξον,
ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊσ, ἠ̃έ μιν ἤδη
ἡ̨̃σι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν 'Αχιλλεύσ.

   Τὸν δ' αὐ̃τε προσέειπε διάκτορος 'Αργειφόντησ:
ὠ̃ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδ' οἰωνοί,
ἀλλ' ἔτι κει̃νος κει̃ται 'Αχιλλη̃ος παρὰ νηὶ̈
αὔτως ἐν κλισίη̨σι: δυωδεκάτη δέ οἱ ἠὼς
κειμένω̨, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ
ἔσθουσ', αἵ ῥά τε φω̃τας ἀρηϊφάτους κατέδουσιν.
ἠ̃ μέν μιν περὶ ση̃μα ἑου̃ ἑτάροιο φίλοιο
ἕλκει ἀκηδέστως ἠὼς ὅτε δι̃α φανήη̨,
οὐδέ μιν αἰσχύνει: θηοι̃ό κεν αὐτὸς ἐπελθὼν
οἱ̃ον ἐερσήεις κει̃ται, περὶ δ' αἱ̃μα νένιπται,
οὐδέ ποθι μιαρόσ: σὺν δ' ἕλκεα πάντα μέμυκεν
ὅσσ' ἐτύπη: πολέες γὰρ ἐν αὐτω̨̃ χαλκὸν ἔλασσαν.
ὥς τοι κήδονται μάκαρες θεοὶ υἱ̃ος ἑη̃ος
καὶ νέκυός περ ἐόντοσ, ἐπεί σφι φίλος περὶ κη̃ρι.

   '`Ως φάτο, γήθησεν δ' ὃ γέρων, καὶ ἀμείβετο μύθω̨:
ὠ̃ τέκοσ, ἠ̃ ῥ' ἀγαθὸν καὶ ἐναίσιμα δω̃ρα διδου̃ναι
ἀθανάτοισ, ἐπεὶ οὔ ποτ' ἐμὸς πάϊσ, εἴ ποτ' ἔην γε,
λήθετ' ἐνὶ μεγάροισι θεω̃ν οἳ 'Όλυμπον ἔχουσι:
τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴση̨.
ἀλλ' ἄγε δὴ τόδε δέξαι ἐμευ̃ πάρα καλὸν ἄλεισον,
αὐτόν τε ῥυ̃σαι, πέμψον δέ με σύν γε θεοι̃σιν,
ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.

   Τὸν δ' αὐ̃τε προσέειπε διάκτορος 'Αργειφόντησ:
πειρα̨̃ ἐμει̃ο γεραιὲ νεωτέρου, οὐδέ με πείσεισ,
ὅς με κέλη̨ σέο δω̃ρα παρὲξ 'Αχιλη̃α δέχεσθαι.
τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κη̃ρι
συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.
σοὶ δ' ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν 'Άργος ἱκοίμην,
ἐνδυκέως ἐν νηὶ̈ θοη̨̃ ἢ πεζὸς ὁμαρτέων:
οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.

   ~'Η καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
ἐν δ' ἔπνευσ' ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.
ἀλλ' ὅτε δὴ πύργους τε νεω̃ν καὶ τάφρον ἵκοντο,
οἳ δὲ νέον περὶ δόρπα φυλακτη̃ρες πονέοντο,
τοι̃σι δ' ἐφ' ὕπνον ἔχευε διάκτορος 'Αργειφόντης
πα̃σιν, ἄφαρ δ' ὤϊξε πύλας καὶ ἀπω̃σεν ὀχη̃ασ,
ἐς δ' ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δω̃ρ' ἐπ' ἀπήνησ.
ἀλλ' ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο
ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι
δου̃ρ' ἐλάτης κέρσαντεσ: ἀτὰρ καθύπερθεν ἔρεψαν
λαχνήεντ' ὄροφον λειμωνόθεν ἀμήσαντεσ:
ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι
σταυροι̃σιν πυκινοι̃σι: θύρην δ' ἔχε μου̃νος ἐπιβλὴς
εἰλάτινοσ, τὸν τρει̃ς μὲν ἐπιρρήσσεσκον 'Αχαιοί,
τρει̃ς δ' ἀναοίγεσκον μεγάλην κληι̃̈δα θυράων
τω̃ν ἄλλων: 'Αχιλεὺς δ' ἄρ' ἐπιρρήσσεσκε καὶ οἰ̃οσ:
δή ῥα τόθ' 'Ερμείας ἐριούνιος ὠ̨̃ξε γέροντι,
ἐς δ' ἄγαγε κλυτὰ δω̃ρα ποδώκεϊ Πηλεΐωνι,
ἐξ ἵππων δ' ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε:
ὠ̃ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα
'Ερμείασ: σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.
ἀλλ' ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδ' 'Αχιλη̃ος
ὀφθαλμοὺς εἴσειμι: νεμεσσητὸν δέ κεν εἴη
ἀθάνατον θεὸν ὡ̃δε βροτοὺς ἀγαπαζέμεν ἄντην:
τύνη δ' εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνοσ,
καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο
λίσσεο καὶ τέκεοσ, ἵνα οἱ σὺν θυμὸν ὀρίνη̨σ.

   '`Ως ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν 'Όλυμπον
'Ερμείασ: Πρίαμος δ' ἐξ ἵππων ἀ̃λτο χαμα̃ζε,
'Ιδαι̃ον δὲ κατ' αὐ̃θι λίπεν: ὃ δὲ μίμνεν ἐρύκων
ἵππους ἡμιόνους τε: γέρων δ' ἰθὺς κίεν οἴκου,
τη̨̃ ῥ' 'Αχιλεὺς ἵζεσκε Διὶ̈ φίλοσ: ἐν δέ μιν αὐτὸν
εὑ̃ρ', ἕταροι δ' ἀπάνευθε καθήατο: τὼ δὲ δύ' οἴω
ἥρως Αὐτομέδων τε καὶ 'Άλκιμος ὄζος 'Άρηος
ποίπνυον παρεόντε: νέον δ' ἀπέληγεν ἐδωδη̃ς
ἔσθων καὶ πίνων: ἔτι καὶ παρέκειτο τράπεζα.
τοὺς δ' ἔλαθ' εἰσελθὼν Πρίαμος μέγασ, ἄγχι δ' ἄρα στὰς
χερσὶν 'Αχιλλη̃ος λάβε γούνατα καὶ κύσε χει̃ρας
δεινὰς ἀνδροφόνουσ, αἵ οἱ πολέας κτάνον υἱ̃ασ.
ὡς δ' ὅτ' ἂν ἄνδρ' ἄτη πυκινὴ λάβη̨, ὅς τ' ἐνὶ πάτρη̨
φω̃τα κατακτείνας ἄλλων ἐξίκετο δη̃μον
ἀνδρὸς ἐς ἀφνειου̃, θάμβος δ' ἔχει εἰσορόωντασ,
ὣς 'Αχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα:
θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.
τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μυ̃θον ἔειπε:
μνη̃σαι πατρὸς σοι̃ο θεοι̃ς ἐπιείκελ' 'Αχιλλευ̃,
τηλίκου ὥς περ ἐγών, ὀλοω̨̃ ἐπὶ γήραος οὐδω̨̃:
καὶ μέν που κει̃νον περιναιέται ἀμφὶς ἐόντες
τείρουσ', οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμυ̃ναι.
ἀλλ' ἤτοι κει̃νός γε σέθεν ζώοντος ἀκούων
χαίρει τ' ἐν θυμω̨̃, ἐπί τ' ἔλπεται ἤματα πάντα
ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα:
αὐτὰρ ἐγὼ πανάποτμοσ, ἐπεὶ τέκον υἱ̃ας ἀρίστους
Τροίη̨ ἐν εὐρείη̨, τω̃ν δ' οὔ τινά φημι λελει̃φθαι.
πεντήκοντά μοι ἠ̃σαν ὅτ' ἤλυθον υἱ̃ες 'Αχαιω̃ν:
ἐννεακαίδεκα μέν μοι ἰη̃ς ἐκ νηδύος ἠ̃σαν,
τοὺς δ' ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναι̃κεσ.
τω̃ν μὲν πολλω̃ν θου̃ρος 'Άρης ὑπὸ γούνατ' ἔλυσεν:
ὃς δέ μοι οἰ̃ος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούσ,
τὸν σὺ πρώ̨ην κτει̃νας ἀμυνόμενον περὶ πάτρης
'Έκτορα: του̃ νυ̃ν εἵνεχ' ἱκάνω νη̃ας 'Αχαιω̃ν
λυσόμενος παρὰ σει̃ο, φέρω δ' ἀπερείσι' ἄποινα.
ἀλλ' αἰδει̃ο θεοὺς 'Αχιλευ̃, αὐτόν τ' ἐλέησον
μνησάμενος σου̃ πατρόσ: ἐγὼ δ' ἐλεεινότερός περ,
ἔτλην δ' οἱ̃' οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλοσ,
ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χει̃ρ' ὀρέγεσθαι.

   '`Ως φάτο, τω̨̃ δ' ἄρα πατρὸς ὑφ' ἵμερον ὠ̃ρσε γόοιο:
ἁψάμενος δ' ἄρα χειρὸς ἀπώσατο ἠ̃κα γέροντα.
τὼ δὲ μνησαμένω ὃ μὲν 'Έκτορος ἀνδροφόνοιο
κλαι̃' ἁδινὰ προπάροιθε ποδω̃ν 'Αχιλη̃ος ἐλυσθείσ,
αὐτὰρ 'Αχιλλεὺς κλαι̃εν ἑὸν πατέρ', ἄλλοτε δ' αὐ̃τε
Πάτροκλον: τω̃ν δὲ στοναχὴ κατὰ δώματ' ὀρώρει.
αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δι̃ος 'Αχιλλεύσ,
καί οἱ ἀπὸ πραπίδων ἠ̃λθ' ἵμερος ἠδ' ἀπὸ γυίων,
αὐτίκ' ἀπὸ θρόνου ὠ̃ρτο, γέροντα δὲ χειρὸς ἀνίστη
οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
ἀ̃ δείλ', ἠ̃ δὴ πολλὰ κάκ' ἄνσχεο σὸν κατὰ θυμόν.
πω̃ς ἔτλης ἐπὶ νη̃ας 'Αχαιω̃ν ἐλθέμεν οἰ̃ος
ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἠ̃τορ.
ἀλλ' ἄγε δὴ κατ' ἄρ' ἕζευ ἐπὶ θρόνου, ἄλγεα δ' ἔμπης
ἐν θυμω̨̃ κατακει̃σθαι ἐάσομεν ἀχνύμενοί περ:
οὐ γάρ τις πρη̃ξις πέλεται κρυεροι̃ο γόοιο:
ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοι̃σι βροτοι̃σι
ζώειν ἀχνυμένοισ: αὐτοὶ δέ τ' ἀκηδέες εἰσί.
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
δώρων οἱ̃α δίδωσι κακω̃ν, ἕτερος δὲ ἑάων:
ὡ̨̃ μέν κ' ἀμμίξας δώη̨ Ζεὺς τερπικέραυνοσ,
ἄλλοτε μέν τε κακω̨̃ ὅ γε κύρεται, ἄλλοτε δ' ἐσθλω̨̃:
ὡ̨̃ δέ κε τω̃ν λυγρω̃ν δώη̨, λωβητὸν ἔθηκε,
καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δι̃αν ἐλαύνει,
φοιτα̨̃ δ' οὔτε θεοι̃σι τετιμένος οὔτε βροτοι̃σιν.
ὣς μὲν καὶ Πηλη̃ϊ θεοὶ δόσαν ἀγλαὰ δω̃ρα
ἐκ γενετη̃σ: πάντας γὰρ ἐπ' ἀνθρώπους ἐκέκαστο
ὄλβω̨ τε πλούτω̨ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,
καί οἱ θνητω̨̃ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.
ἀλλ' ἐπὶ καὶ τω̨̃ θη̃κε θεὸς κακόν, ὅττί οἱ οὔ τι
παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,
ἀλλ' ἕνα παι̃δα τέκεν παναώριον: οὐδέ νυ τόν γε
γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης
ἡ̃μαι ἐνὶ Τροίη̨, σέ τε κήδων ἠδὲ σὰ τέκνα.
καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἰ̃ναι:
ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει
καὶ Φρυγίη καθύπερθε καὶ 'Ελλήσποντος ἀπείρων,
τω̃ν σε γέρον πλούτω̨ τε καὶ υἱάσι φασὶ κεκάσθαι.
αὐτὰρ ἐπεί τοι πη̃μα τόδ' ἤγαγον Οὐρανίωνες
αἰεί τοι περὶ ἄστυ μάχαι τ' ἀνδροκτασίαι τε.
ἄνσχεο, μὴ δ' ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν:
οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἱ̃ος ἑη̃οσ,
οὐδέ μιν ἀνστήσεισ, πρὶν καὶ κακὸν ἄλλο πάθη̨σθα.

   Τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδήσ:
μή πω μ' ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν 'Έκτωρ
κει̃ται ἐνὶ κλισίη̨σιν ἀκηδήσ, ἀλλὰ τάχιστα
λυ̃σον ἵν' ὀφθαλμοι̃σιν ἴδω: σὺ δὲ δέξαι ἄποινα
πολλά, τά τοι φέρομεν: σὺ δὲ τω̃νδ' ἀπόναιο, καὶ ἔλθοις
σὴν ἐς πατρίδα γαι̃αν, ἐπεί με πρω̃τον ἔασας
αὐτόν τε ζώειν καὶ ὁρα̃ν φάος ἠελίοιο.

   Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
μηκέτι νυ̃ν μ' ἐρέθιζε γέρον: νοέω δὲ καὶ αὐτὸς
'Έκτορά τοι λυ̃σαι, Διόθεν δέ μοι ἄγγελος ἠ̃λθε
μήτηρ, ἥ μ' ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντοσ.
καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεισ,
ὅττι θεω̃ν τίς σ' ἠ̃γε θοὰς ἐπὶ νη̃ας 'Αχαιω̃ν.
οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ' ἡβω̃ν,
ἐς στρατόν: οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κ' ὀχη̃α
ῥει̃α μετοχλίσσειε θυράων ἡμετεράων.
τὼ νυ̃ν μή μοι μα̃λλον ἐν ἄλγεσι θυμὸν ὀρίνη̨σ,
μή σε γέρον οὐδ' αὐτὸν ἐνὶ κλισίη̨σιν ἐάσω
καὶ ἱκέτην περ ἐόντα, Διὸς δ' ἀλίτωμαι ἐφετμάσ.

   '`Ως ἔφατ', ἔδεισεν δ' ὃ γέρων καὶ ἐπείθετο μύθω̨.
Πηλεΐδης δ' οἴκοιο λέων ὣς ἀ̃λτο θύραζε
οὐκ οἰ̃οσ, ἅμα τω̨̃ γε δύω θεράποντες ἕποντο
ἥρως Αὐτομέδων ἠδ' 'Άλκιμοσ, οὕς ῥα μάλιστα
τι̃' 'Αχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,
οἳ τόθ' ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,
ἐς δ' ἄγαγον κήρυκα καλήτορα τοι̃ο γέροντοσ,
κὰδ δ' ἐπὶ δίφρου εἱ̃σαν: ἐϋξέστου δ' ἀπ' ἀπήνης
ἥ̨ρεον 'Εκτορέης κεφαλη̃ς ἀπερείσι' ἄποινα.
κὰδ δ' ἔλιπον δύο φάρε' ἐΰννητόν τε χιτω̃να,
ὄφρα νέκυν πυκάσας δοίη οἰ̃κον δὲ φέρεσθαι.
δμω̨ὰς δ' ἐκκαλέσας λου̃σαι κέλετ' ἀμφί τ' ἀλει̃ψαι
νόσφιν ἀειράσασ, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,
μὴ ὃ μὲν ἀχνυμένη̨ κραδίη̨ χόλον οὐκ ἐρύσαιτο
παι̃δα ἰδών, 'Αχιλη̃ϊ δ' ὀρινθείη φίλον ἠ̃τορ,
καί ἑ κατακτείνειε, Διὸς δ' ἀλίτηται ἐφετμάσ.
τὸν δ' ἐπεὶ οὐ̃ν δμω̨αὶ λου̃σαν καὶ χρι̃σαν ἐλαίω̨,
ἀμφὶ δέ μιν φα̃ρος καλὸν βάλον ἠδὲ χιτω̃να,
αὐτὸς τόν γ' 'Αχιλεὺς λεχέων ἐπέθηκεν ἀείρασ,
σὺν δ' ἕταροι ἤειραν ἐϋξέστην ἐπ' ἀπήνην.
ὤ̨μωξέν τ' ἄρ' ἔπειτα, φίλον δ' ὀνόμηνεν ἑται̃ρον:
μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι
εἰν 'Άϊδός περ ἐὼν ὅτι 'Έκτορα δι̃ον ἔλυσα
πατρὶ φίλω̨, ἐπεὶ οὔ μοι ἀεικέα δω̃κεν ἄποινα.
σοὶ δ' αὐ̃ ἐγὼ καὶ τω̃νδ' ἀποδάσσομαι ὅσσ' ἐπέοικεν.

   ~'Η ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δι̃ος 'Αχιλλεύσ,
ἕζετο δ' ἐν κλισμω̨̃ πολυδαιδάλω̨ ἔνθεν ἀνέστη
τοίχου του̃ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μυ̃θον:
υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευεσ,
κει̃ται δ' ἐν λεχέεσσ': ἅμα δ' ἠοι̃ φαινομένηφιν
ὄψεαι αὐτὸς ἄγων: νυ̃ν δὲ μνησώμεθα δόρπου.
καὶ γάρ τ' ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,
τη̨̃ περ δώδεκα παι̃δες ἐνὶ μεγάροισιν ὄλοντο
ἓξ μὲν θυγατέρεσ, ἓξ δ' υἱέες ἡβώοντεσ.
τοὺς μὲν 'Απόλλων πέφνεν ἀπ' ἀργυρέοιο βιοι̃ο
χωόμενος Νιόβη̨, τὰς δ' 'Άρτεμις ἰοχέαιρα,
οὕνεκ' ἄρα Λητοι̃ ἰσάσκετο καλλιπαρή̨ω̨:
φη̃ δοιὼ τεκέειν, ἣ δ' αὐτὴ γείνατο πολλούσ:
τὼ δ' ἄρα καὶ δοιώ περ ἐόντ' ἀπὸ πάντας ὄλεσσαν.
οἳ μὲν ἄρ' ἐννη̃μαρ κέατ' ἐν φόνω̨, οὐδέ τις ἠ̃εν
κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων:
τοὺς δ' ἄρα τη̨̃ δεκάτη̨ θάψαν θεοὶ Οὐρανίωνεσ.
ἣ δ' ἄρα σίτου μνήσατ', ἐπεὶ κάμε δάκρυ χέουσα.
νυ̃ν δέ που ἐν πέτρη̨σιν ἐν οὔρεσιν οἰοπόλοισιν
ἐν Σιπύλω̨, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς
νυμφάων, αἵ τ' ἀμφ' 'Αχελώϊον ἐρρώσαντο,
ἔνθα λίθος περ ἐου̃σα θεω̃ν ἐκ κήδεα πέσσει.
ἀλλ' ἄγε δὴ καὶ νω̃ϊ μεδώμεθα δι̃ε γεραιὲ
σίτου: ἔπειτά κεν αὐ̃τε φίλον παι̃δα κλαίοισθα
'Ίλιον εἰσαγαγών: πολυδάκρυτος δέ τοι ἔσται.

   ~'Η καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς 'Αχιλλεὺς
σφάξ': ἕταροι δ' ἔδερόν τε καὶ ἄμφεπον εὐ̃ κατὰ κόσμον,
μίστυλλόν τ' ἄρ' ἐπισταμένως πει̃ράν τ' ὀβελοι̃σιν,
ὄπτησάν τε περιφραδέωσ, ἐρύσαντό τε πάντα.
Αὐτομέδων δ' ἄρα σι̃τον ἑλὼν ἐπένειμε τραπέζη̨
καλοι̃ς ἐν κανέοισιν: ἀτὰρ κρέα νει̃μεν 'Αχιλλεύσ.
οἳ δ' ἐπ' ὀνείαθ' ἑτοι̃μα προκείμενα χει̃ρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
υἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ' 'Αχιλη̃α
ὅσσος ἔην οἱ̃ός τε: θεοι̃σι γὰρ ἄντα ἐώ̨κει:
αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν 'Αχιλλεὺς
εἰσορόων ὄψίν τ' ἀγαθὴν καὶ μυ̃θον ἀκούων.
αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντεσ,
τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδήσ:
λέξον νυ̃ν με τάχιστα διοτρεφέσ, ὄφρα καὶ ἤδη
ὕπνω̨ ὕπο γλυκερω̨̃ ταρπώμεθα κοιμηθέντεσ:
οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοι̃σιν
ἐξ οὑ̃ ση̨̃ς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,
ἀλλ' αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω
αὐλη̃ς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.
νυ̃ν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἰ̃νον
λαυκανίης καθέηκα: πάρος γε μὲν οὔ τι πεπάσμην.

   ~'Η ῥ', 'Αχιλεὺς δ' ἑτάροισιν ἰδὲ δμω̨η̨̃σι κέλευσε
δέμνι' ὑπ' αἰθούση̨ θέμεναι καὶ ῥήγεα καλὰ
πορφύρε' ἐμβαλέειν, στορέσαι τ' ἐφύπερθε τάπητασ,
χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
αἳ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
αἰ̃ψα δ' ἄρα στόρεσαν δοιὼ λέχε' ἐγκονέουσαι.
τὸν δ' ἐπικερτομέων προσέφη πόδας ὠκὺς 'Αχιλλεύσ:
ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις 'Αχαιω̃ν
ἐνθάδ' ἐπέλθη̨σιν βουληφόροσ, οἵ τέ μοι αἰεὶ
βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί:
τω̃ν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,
αὐτίκ' ἂν ἐξείποι 'Αγαμέμνονι ποιμένι λαω̃ν,
καί κεν ἀνάβλησις λύσιος νεκροι̃ο γένηται.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
ποσση̃μαρ μέμονας κτερεϊζέμεν 'Έκτορα δι̃ον,
ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.

   Τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδήσ:
εἰ μὲν δή μ' ἐθέλεις τελέσαι τάφον 'Έκτορι δίω̨,
ὡ̃δέ κέ μοι ῥέζων 'Αχιλευ̃ κεχαρισμένα θείησ.
οἰ̃σθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δ' ὕλη
ἀξέμεν ἐξ ὄρεοσ, μάλα δὲ Τρω̃ες δεδίασιν.
ἐννη̃μαρ μέν κ' αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,
τη̨̃ δεκάτη̨ δέ κε θάπτοιμεν δαινυ̃τό τε λαόσ,
ἑνδεκάτη̨ δέ κε τύμβον ἐπ' αὐτω̨̃ ποιήσαιμεν,
τη̨̃ δὲ δυωδεκάτη̨ πολεμίξομεν εἴ περ ἀνάγκη.

   Τὸν δ' αὐ̃τε προσέειπε ποδάρκης δι̃ος 'Αχιλλεύσ:
ἔσται τοι καὶ ταυ̃τα γέρον Πρίαμ' ὡς σὺ κελεύεισ:
σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγασ.

   '`Ως ἄρα φωνήσας ἐπὶ καρπω̨̃ χει̃ρα γέροντος
ἔλλαβε δεξιτερήν, μή πως δείσει' ἐνὶ θυμω̨̃.
οἳ μὲν ἄρ' ἐν προδόμω̨ δόμου αὐτόθι κοιμήσαντο
κη̃ρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε' ἔχοντεσ,
αὐτὰρ 'Αχιλλεὺς εὑ̃δε μυχω̨̃ κλισίης ἐϋπήκτου:
τω̨̃ δὲ Βρισηὶ̈ς παρελέξατο καλλιπάρη̨οσ.

   'Άλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
εὑ̃δον παννύχιοι μαλακω̨̃ δεδμημένοι ὕπνω̨:
ἀλλ' οὐχ 'Ερμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν
ὁρμαίνοντ' ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλη̃α
νηω̃ν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούσ.
στη̃ δ' ἄρ' ὑπὲρ κεφαλη̃ς καί μιν πρὸς μυ̃θον ἔειπεν:
ὠ̃ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἱ̃ον ἔθ' εὕδεις
ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σ' εἴασεν 'Αχιλλεύσ.
καὶ νυ̃ν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δ' ἔδωκασ:
σει̃ο δέ κε ζωου̃ καὶ τρὶς τόσα δοι̃εν ἄποινα
παι̃δες τοὶ μετόπισθε λελειμμένοι, αἴ κ' 'Αγαμέμνων
γνώη̨ σ' 'Ατρεΐδησ, γνώωσι δὲ πάντες 'Αχαιοί.

   '`Ως ἔφατ', ἔδεισεν δ' ὃ γέρων, κήρυκα δ' ἀνίστη.
τοι̃σιν δ' 'Ερμείας ζευ̃ξ' ἵππους ἡμιόνους τε,
ῥίμφα δ' ἄρ' αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.

   'Αλλ' ὅτε δὴ πόρον ἱ̃ξον ἐϋρρει̃ος ποταμοι̃ο
Ξάνθου δινήεντοσ, ὃν ἀθάνατος τέκετο Ζεύσ,
'Ερμείας μὲν ἔπειτ' ἀπέβη πρὸς μακρὸν 'Όλυμπον,
'Ηὼς δὲ κροκόπεπλος ἐκίδνατο πα̃σαν ἐπ' αἰ̃αν,
οἳ δ' εἰς ἄστυ ἔλων οἰμωγη̨̃ τε στοναχη̨̃ τε
ἵππουσ, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος
ἔγνω πρόσθ' ἀνδρω̃ν καλλιζώνων τε γυναικω̃ν,
ἀλλ' ἄρα Κασσάνδρη ἰκέλη χρυση̨̃ 'Αφροδίτη̨
Πέργαμον εἰσαναβα̃σα φίλον πατέρ' εἰσενόησεν
ἑσταότ' ἐν δίφρω̨, κήρυκά τε ἀστυβοώτην:
τὸν δ' ἄρ' ἐφ' ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι:
κώκυσέν τ' ἄρ' ἔπειτα γέγωνέ τε πα̃ν κατὰ ἄστυ:
ὄψεσθε Τρω̃ες καὶ Τρω̨άδες 'Έκτορ' ἰόντεσ,
εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι
χαίρετ', ἐπεὶ μέγα χάρμα πόλει τ' ἠ̃ν παντί τε δήμω̨.

   '`Ως ἔφατ', οὐδέ τις αὐτόθ' ἐνὶ πτόλεϊ λίπετ' ἀνὴρ
οὐδὲ γυνή: πάντας γὰρ ἀάσχετον ἵκετο πένθοσ:
ἀγχου̃ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.
πρω̃ται τόν γ' ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
τιλλέσθην ἐπ' ἄμαξαν ἐΰτροχον ἀΐξασαι
ἁπτόμεναι κεφαλη̃σ: κλαίων δ' ἀμφίσταθ' ὅμιλοσ.
καί νύ κε δὴ πρόπαν ἠ̃μαρ ἐς ἠέλιον καταδύντα
'Έκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,
εἰ μὴ ἄρ' ἐκ δίφροιο γέρων λαοι̃σι μετηύδα:
εἴξατέ μοι οὐρευ̃σι διελθέμεν: αὐτὰρ ἔπειτα
ἄσεσθε κλαυθμοι̃ο, ἐπὴν ἀγάγωμι δόμον δέ.

   '`Ως ἔφαθ', οἳ δὲ διέστησαν καὶ εἰ̃ξαν ἀπήνη̨.
οἳ δ' ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα
τρητοι̃ς ἐν λεχέεσσι θέσαν, παρὰ δ' εἱ̃σαν ἀοιδοὺς
θρήνων ἐξάρχουσ, οἵ τε στονόεσσαν ἀοιδὴν
οἳ μὲν ἄρ' ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναι̃κεσ.
τη̨̃σιν δ' 'Ανδρομάχη λευκώλενος ἠ̃ρχε γόοιο
'Έκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα:
ἀ̃νερ ἀπ' αἰω̃νος νέος ὤλεο, κὰδ δέ με χήρην
λείπεις ἐν μεγάροισι: πάϊς δ' ἔτι νήπιος αὔτως
ὃν τέκομεν σύ τ' ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω
ἥβην ἵξεσθαι: πρὶν γὰρ πόλις ἡ̃δε κατ' ἄκρης
πέρσεται: ἠ̃ γὰρ ὄλωλας ἐπίσκοποσ, ὅς τέ μιν αὐτὴν
ῥύσκευ, ἔχες δ' ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,
αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρη̨̃σι,
καὶ μὲν ἐγὼ μετὰ τη̨̃σι: σὺ δ' αὐ̃ τέκος ἢ ἐμοὶ αὐτη̨̃
ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο
ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις 'Αχαιω̃ν
ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον
χωόμενοσ, ὡ̨̃ δή που ἀδελφεὸν ἔκτανεν 'Έκτωρ
ἢ πατέρ' ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ 'Αχαιω̃ν
'Έκτορος ἐν παλάμη̨σιν ὀδὰξ ἕλον ἄσπετον οὐ̃δασ.
οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαὶ̈ λυγρη̨̃:
τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,
ἀρητὸν δὲ τοκευ̃σι γόον καὶ πένθος ἔθηκας
'Έκτορ: ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.
οὐ γάρ μοι θνή̨σκων λεχέων ἐκ χει̃ρας ὄρεξασ,
οὐδέ τί μοι εἰ̃πες πυκινὸν ἔποσ, οὑ̃ τέ κεν αἰεὶ
μεμνή̨μην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.

   '`Ως ἔφατο κλαίουσ', ἐπὶ δὲ στενάχοντο γυναι̃κεσ.
τη̨̃σιν δ' αὐ̃θ' 'Εκάβη ἁδινου̃ ἐξη̃ρχε γόοιο:
'Έκτορ ἐμω̨̃ θυμω̨̃ πάντων πολὺ φίλτατε παίδων,
ἠ̃ μέν μοι ζωός περ ἐὼν φίλος ἠ̃σθα θεοι̃σιν:
οἳ δ' ἄρα σευ̃ κήδοντο καὶ ἐν θανάτοιό περ αἴση̨.
ἄλλους μὲν γὰρ παι̃δας ἐμοὺς πόδας ὠκὺς 'Αχιλλεὺς
πέρνασχ' ὅν τιν' ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,
ἐς Σάμον ἔς τ' 'Ίμβρον καὶ Λη̃μνον ἀμιχθαλόεσσαν:
σευ̃ δ' ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκω̨̃,
πολλὰ ῥυστάζεσκεν ἑου̃ περὶ ση̃μ' ἑτάροιο
Πατρόκλου, τὸν ἔπεφνεσ: ἀνέστησεν δέ μιν οὐδ' ὡ̃σ.
νυ̃ν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
κει̃σαι, τω̨̃ ἴκελος ὅν τ' ἀργυρότοξος 'Απόλλων
οἱ̃ς ἀγανοι̃σι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.

   '`Ως ἔφατο κλαίουσα, γόον δ' ἀλίαστον ὄρινε.
τη̨̃σι δ' ἔπειθ' 'Ελένη τριτάτη ἐξη̃ρχε γόοιο:
'Έκτορ ἐμω̨̃ θυμω̨̃ δαέρων πολὺ φίλτατε πάντων,
ἠ̃ μέν μοι πόσις ἐστὶν 'Αλέξανδρος θεοειδήσ,
ὅς μ' ἄγαγε Τροίηνδ': ὡς πρὶν ὤφελλον ὀλέσθαι.
ἤδη γὰρ νυ̃ν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν
ἐξ οὑ̃ κει̃θεν ἔβην καὶ ἐμη̃ς ἀπελήλυθα πάτρησ:
ἀλλ' οὔ πω σευ̃ ἄκουσα κακὸν ἔπος οὐδ' ἀσύφηλον:
ἀλλ' εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,
ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,
ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες
ση̨̃ τ' ἀγανοφροσύνη̨ καὶ σοι̃ς ἀγανοι̃ς ἐπέεσσι.
τὼ σέ θ' ἅμα κλαίω καὶ ἔμ' ἄμμορον ἀχνυμένη κη̃ρ:
οὐ γάρ τίς μοι ἔτ' ἄλλος ἐνὶ Τροίη̨ εὐρείη̨
ἤπιος οὐδὲ φίλοσ, πάντες δέ με πεφρίκασιν.

   '`Ως ἔφατο κλαίουσ', ἐπὶ δ' ἔστενε δη̃μος ἀπείρων.
λαοι̃σιν δ' ὃ γέρων Πρίαμος μετὰ μυ̃θον ἔειπεν:
ἄξετε νυ̃ν Τρω̃ες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμω̨̃
δείσητ' 'Αργείων πυκινὸν λόχον: ἠ̃ γὰρ 'Αχιλλεὺς
πέμπων μ' ὡ̃δ' ἐπέτελλε μελαινάων ἀπὸ νηω̃ν
μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλη̨ ἠώσ.

   '`Ως ἔφαθ', οἳ δ' ὑπ' ἀμάξη̨σιν βόας ἡμιόνους τε
ζεύγνυσαν, αἰ̃ψα δ' ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
ἐννη̃μαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην:
ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώσ,
καὶ τότ' ἄρ' ἐξέφερον θρασὺν 'Έκτορα δάκρυ χέοντεσ,
ἐν δὲ πυρη̨̃ ὑπάτη̨ νεκρὸν θέσαν, ἐν δ' ἔβαλον πυ̃ρ.

   ~'Ημος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
τη̃μος ἄρ' ἀμφὶ πυρὴν κλυτου̃ 'Έκτορος ἔγρετο λαόσ.
αὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο
πρω̃τον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνω̨
πα̃σαν, ὁπόσσον ἐπέσχε πυρὸς μένοσ: αὐτὰρ ἔπειτα
ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ' ἕταροί τε
μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειω̃ν.
καὶ τά γε χρυσείην ἐς λάρνακα θη̃καν ἑλόντες
πορφυρέοις πέπλοισι καλύψαντες μαλακοι̃σιν.
αἰ̃ψα δ' ἄρ' ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε
πυκνοι̃σιν λάεσσι κατεστόρεσαν μεγάλοισι:
ῥίμφα δὲ ση̃μ' ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντη̨,
μὴ πρὶν ἐφορμηθει̃εν ἐϋκνήμιδες 'Αχαιοί.
χεύαντες δὲ τὸ ση̃μα πάλιν κίον: αὐτὰρ ἔπειτα
εὐ̃ συναγειρόμενοι δαίνυντ' ἐρικυδέα δαι̃τα
δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλη̃οσ.

   '`Ως οἵ γ' ἀμφίεπον τάφον 'Έκτορος ἱπποδάμοιο.