ΟΔΥΣΣΕΙΑΣ Α

   'Άνδρα μοι ἔννεπε, Μου̃σα, πολύτροπον, ὃς μάλα πολλὰ
πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσε:
πολλω̃ν δ' ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
πολλὰ δ' ὅ γ' ἐν πόντω̨ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
ἀλλ' οὐδ' ὡ̃ς ἑτάρους ἐρρύσατο, ἱέμενός περ:
αὐτω̃ν γὰρ σφετέρη̨σιν ἀτασθαλίη̨σιν ὄλοντο,
νήπιοι, οἳ κατὰ βου̃ς 'Υπερίονος 'Ηελίοιο
ἤσθιον: αὐτὰρ ὁ τοι̃σιν ἀφείλετο νόστιμον ἠ̃μαρ.
τω̃ν ἁμόθεν γε, θεά, θύγατερ Διόσ, εἰπὲ καὶ ἡμι̃ν.

   ἔνθ' ἄλλοι μὲν πάντεσ, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν:
τὸν δ' οἰ̃ον, νόστου κεχρημένον ἠδὲ γυναικόσ,
νύμφη πότνι' ἔρυκε Καλυψώ, δι̃α θεάων,
ἐν σπέεσι γλαφυροι̃σι, λιλαιομένη πόσιν εἰ̃ναι.
ἀλλ' ὅτε δὴ ἔτος ἠ̃λθε περιπλομένων ἐνιαυτω̃ν,
τω̨̃ οἱ ἐπεκλώσαντο θεοὶ οἰ̃κόνδε νέεσθαι
εἰς 'Ιθάκην, οὐδ' ἔνθα πεφυγμένος ἠ̃εν ἀέθλων
καὶ μετὰ οἱ̃σι φίλοισι: θεοὶ δ' ἐλέαιρον ἅπαντες
νόσφι Ποσειδάωνοσ: ὁ δ' ἀσπερχὲς μενέαινεν
ἀντιθέω̨ 'Οδυση̃ϊ πάρος ἣν γαι̃αν ἱκέσθαι.
ἀλλ' ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ' ἐόντασ,
Αἰθίοπασ, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρω̃ν,
οἱ μὲν δυσομένου 'Υπερίονοσ, οἱ δ' ἀνιόντοσ,
ἀντιόων ταύρων τε καὶ ἀρνειω̃ν ἑκατόμβησ.
ἔνθ' ὅ γε τέρπετο δαιτὶ παρήμενοσ: οἱ δὲ δὴ ἄλλοι
Ζηνὸς ἐνὶ μεγάροισιν 'Ολυμπίου ἁθρόοι ἠ̃σαν.
τοι̃σι δὲ μύθων ἠ̃ρχε πατὴρ ἀνδρω̃ν τε θεω̃ν τε:
μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,
τόν ῥ' 'Αγαμεμνονίδης τηλεκλυτὸς ἔκταν' 'Ορέστησ:
του̃ ὅ γ' ἐπιμνησθεὶς ἔπε' ἀθανάτοισι μετηύδα:

   "ὢ πόποι, οἱ̃ον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται.
ἐξ ἡμέων γάρ φασι κάκ' ἔμμεναι: οἱ δὲ καὶ αὐτοὶ
σφη̨̃σιν ἀτασθαλίη̨σιν ὑπὲρ μόρον ἄλγε' ἔχουσιν,
ὡς καὶ νυ̃ν Αἴγισθος ὑπὲρ μόρον 'Ατρεΐδαο
γη̃μ' ἄλοχον μνηστήν, τὸν δ' ἔκτανε νοστήσαντα,
εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμει̃σ,
'Ερμείαν πέμψαντεσ, ἐΰσκοπον 'Αργεϊφόντην,
μήτ' αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν:
ἐκ γὰρ 'Ορέσταο τίσις ἔσσεται 'Ατρεΐδαο,
ὁππότ' ἂν ἡβήση̨ τε καὶ ἡ̃ς ἱμείρεται αἴησ.
ὣς ἔφαθ' 'Ερμείασ, ἀλλ' οὐ φρένας Αἰγίσθοιο
πει̃θ' ἀγαθὰ φρονέων: νυ̃ν δ' ἁθρόα πάντ' ἀπέτεισε."

   τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκω̃πις 'Αθήνη:
"ὠ̃ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
καὶ λίην κει̃νός γε ἐοικότι κει̃ται ὀλέθρω̨,
ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαυ̃τά γε ῥέζοι.
ἀλλά μοι ἀμφ' 'Οδυση̃ϊ δαΐφρονι δαίεται ἠ̃τορ,
δυσμόρω̨, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
νήσω̨ ἐν ἀμφιρύτη̨, ὅθι τ' ὀμφαλός ἐστι θαλάσσησ,
νη̃σος δενδρήεσσα, θεὰ δ' ἐν δώματα ναίει,
'Άτλαντος θυγάτηρ ὀλοόφρονοσ, ὅς τε θαλάσσης
πάσης βένθεα οἰ̃δεν, ἔχει δέ τε κίονας αὐτὸς
μακράσ, αἳ γαι̃άν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι.
του̃ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
αἰεὶ δὲ μαλακοι̃σι καὶ αἱμυλίοισι λόγοισι
θέλγει, ὅπως 'Ιθάκης ἐπιλήσεται: αὐτὰρ 'Οδυσσεύσ,
ἱέμενος καὶ καπνὸν ἀποθρώ̨σκοντα νοη̃σαι
ἡ̃ς γαίησ, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ
ἐντρέπεται φίλον ἠ̃τορ, 'Ολύμπιε; οὔ νύ τ' 'Οδυσσεὺς
'Αργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
Τροίη̨ ἐν εὐρείη̨; τί νύ οἱ τόσον ὠδύσαο, Ζευ̃;"

   τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύσ:
"τέκνον ἐμόν, ποι̃όν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
πω̃ς ἂν ἔπειτ' 'Οδυση̃ος ἐγὼ θείοιο λαθοίμην,
ὃς περὶ μὲν νόον ἐστὶ βροτω̃ν, περὶ δ' ἱρὰ θεοι̃σιν
ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰὲν
Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμου̃ ἀλάωσεν,
ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον
πα̃σιν Κυκλώπεσσι: Θόωσα δέ μιν τέκε νύμφη,
Φόρκυνος θυγάτηρ, ἁλὸς ἀτρυγέτοιο μέδοντοσ,
ἐν σπέεσι γλαφυροι̃σι Ποσειδάωνι μιγει̃σα.
ἐκ του̃ δὴ 'Οδυση̃α Ποσειδάων ἐνοσίχθων
οὔ τι κατακτείνει, πλάζει δ' ἀπὸ πατρίδος αἴησ.
ἀλλ' ἄγεθ' ἡμει̃ς οἵδε περιφραζώμεθα πάντες
νόστον, ὅπως ἔλθη̨σι: Ποσειδάων δὲ μεθήσει
ὃν χόλον: οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
ἀθανάτων ἀέκητι θεω̃ν ἐριδαινέμεν οἰ̃οσ."

   τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκω̃πις 'Αθήνη:
"ὠ̃ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
εἰ μὲν δὴ νυ̃ν του̃το φίλον μακάρεσσι θεοι̃σι,
νοστη̃σαι 'Οδυση̃α πολύφρονα ὅνδε δόμονδε,
'Ερμείαν μὲν ἔπειτα, διάκτορον 'Αργεϊφόντην,
νη̃σον ἐς 'Ωγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
νύμφη̨ ἐϋπλοκάμω̨ εἴπη̨ νημερτέα βουλήν,
νόστον 'Οδυσση̃ος ταλασίφρονοσ, ὥς κε νέηται.
αὐτὰρ ἐγὼν 'Ιθάκηνδε ἐλεύσομαι, ὄφρα οἱ υἱὸν
μα̃λλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας 'Αχαιοὺς
πα̃σι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
μη̃λ' ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βου̃σ.
πέμψω δ' ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούση̨,
ἠδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχη̨σιν."

   ὣς εἰπου̃σ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ' ὑγρὴν
ἠδ' ἐπ' ἀπείρονα γαι̃αν ἅμα πνοιη̨̃σ' ἀνέμοιο.
εἵλετο δ' ἄλκιμον ἔγχοσ, ἀκαχμένον ὀξέϊ χαλκω̨̃,
βριθὺ μέγα στιβαρόν, τω̨̃ δάμνησι στίχας ἀνδρω̃ν
ἡρώων, τοι̃σίν τε κοτέσσεται ὀβριμοπάτρη,
βη̃ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα,
στη̃ δ' 'Ιθάκης ἐνὶ δήμω̨ ἐπὶ προθύροισ' 'Οδυση̃οσ,
οὐδου̃ ἐπ' αὐλείου: παλάμη̨ δ' ἔχε χάλκεον ἔγχοσ,
εἰδομένη ξείνω̨, Ταφίων ἡγήτορι, Μέντη̨.
εὑ̃ρε δ' ἄρα μνηστη̃ρας ἀγήνορασ: οἱ μὲν ἔπειτα
πεσσοι̃σι προπάροιθε θυράων θυμὸν ἔτερπον,
ἥμενοι ἐν ῥινοι̃σι βοω̃ν, οὓς ἔκτανον αὐτοί.
κήρυκες δ' αὐτοι̃σι καὶ ὀτρηροὶ θεράποντες
οἱ μὲν ἄρ' οἰ̃νον ἔμισγον ἐνὶ κρητη̃ρσι καὶ ὕδωρ,
οἱ δ' αὐ̃τε σπόγγοισι πολυτρήτοισι τραπέζας
νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατευ̃ντο.
   τὴν δὲ πολὺ πρω̃τος ἴδε Τηλέμαχος θεοειδήσ:
ἡ̃στο γὰρ ἐν μνηστη̃ρσι φίλον τετιημένος ἠ̃τορ,
ὀσσόμενος πατέρ' ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
μνηστήρων τω̃ν μὲν σκέδασιν κατὰ δώματα θείη,
τιμὴν δ' αὐτὸς ἔχοι καὶ κτήμασιν οἱ̃σιν ἀνάσσοι.
τὰ φρονέων μνηστη̃ρσι μεθήμενος εἴσιδ' 'Αθήνην,
βη̃ δ' ἰθὺς προθύροιο, νεμεσσήθη δ' ἐνὶ θυμω̨̃
ξει̃νον δηθὰ θύρη̨σιν ἐφεστάμεν: ἐγγύθι δὲ στὰς
χει̃ρ' ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχοσ,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

   "χαι̃ρε, ξει̃νε, παρ' ἄμμι φιλήσεαι: αὐτὰρ ἔπειτα
δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή."

   ὣς εἰπὼν ἡγει̃θ', ἡ δ' ἕσπετο Παλλὰς 'Αθήνη.
οἱ δ' ὅτε δή ῥ' ἔντοσθεν ἔσαν δόμου ὑψηλοι̃ο,
ἔγχος μέν ῥ' ἔστησε φέρων πρὸς κίονα μακρὴν
δουροδόκης ἔντοσθεν ἐϋξόου, ἔνθα περ ἄλλα
ἔγχε' 'Οδυσση̃ος ταλασίφρονος ἵστατο πολλά,
αὐτὴν δ' ἐς θρόνον εἱ̃σεν ἄγων, ὑπὸ λι̃τα πετάσσασ,
καλὸν δαιδάλεον: ὑπὸ δὲ θρη̃νυς ποσὶν ἠ̃εν.
πὰρ δ' αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
μνηστήρων, μὴ ξει̃νος ἀνιηθεὶς ὀρυμαγδω̨̃
δείπνω̨ ἀηδήσειεν, ὑπερφιάλοισι μετελθών,
ἠδ' ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
χέρνιβα δ' ἀμφίπολος προχόω̨ ἐπέχευε φέρουσα
καλη̨̃ χρυσείη̨, ὑπὲρ ἀργυρέοιο λέβητοσ,
νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σι̃τον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ' ἐπιθει̃σα, χαριζομένη παρεόντων:
δαιτρὸς δὲ κρειω̃ν πίνακας παρέθηκεν ἀείρας
παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα,
κη̃ρυξ δ' αὐτοι̃σιν θάμ' ἐπώ̨χετο οἰνοχοεύων.

   ἐς δ' ἠ̃λθον μνηστη̃ρες ἀγήνορεσ: οἱ μὲν ἔπειτα
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε.
τοι̃σι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χει̃ρας ἔχευαν,
σι̃τον δὲ δμω̨αὶ παρενήεον ἐν κανέοισι,
[κου̃ροι δὲ κρητη̃ρας ἐπεστέψαντο ποτοι̃ο.]
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοι̃μα προκείμενα χει̃ρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
μνηστη̃ρεσ, τοι̃σιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
μολπή τ' ὀρχηστύς τε: τὰ γάρ τ' ἀναθήματα δαιτόσ.
κη̃ρυξ δ' ἐν χερσὶν κίθαριν περικαλλέα θη̃κε
Φημίω̨, ὅς ῥ' ἤειδε παρὰ μνηστη̃ρσιν ἀνάγκη̨.
ἠ̃ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν,
αὐτὰρ Τηλέμαχος προσέφη γλαυκω̃πιν 'Αθήνην,
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι:

   "ξει̃νε φίλ', ἠ̃ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
τούτοισιν μὲν ταυ̃τα μέλει, κίθαρις καὶ ἀοιδή,
ῥει̃', ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
ἀνέροσ, οὑ̃ δή που λεύκ' ὀστέα πύθεται ὄμβρω̨
κείμεν' ἐπ' ἠπείρου, ἢ εἰν ἁλὶ κυ̃μα κυλίνδει.
εἰ κει̃νόν γ' 'Ιθάκηνδε ἰδοίατο νοστήσαντα,
πάντες κ' ἀρησαίατ' ἐλαφρότεροι πόδας εἰ̃ναι
ἢ ἀφνειότεροι χρυσοι̃ό τε ἐσθη̃τός τε.
νυ̃ν δ' ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἥμιν
θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
φη̨̃σιν ἐλεύσεσθαι: του̃ δ' ὤλετο νόστιμον ἠ̃μαρ.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
τίς πόθεν εἰς ἀνδρω̃ν; πόθι τοι πόλις ἠδὲ τοκη̃εσ;
ὁπποίης τ' ἐπὶ νηὸς ἀφίκεο; πω̃ς δέ σε ναυ̃ται
ἤγαγον εἰς 'Ιθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ' ἱκέσθαι.
καί μοι του̃τ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐὺ̈ εἰδω̃,
ἠὲ νέον μεθέπεισ, ἠ̃ καὶ πατρώϊός ἐσσι
ξει̃νοσ, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δω̃
ἄλλοι, ἐπεὶ καὶ κει̃νος ἐπίστροφος ἠ̃ν ἀνθρώπων."

   τὸν δ' αὐ̃τε προσέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:
"τοιγὰρ ἐγώ τοι ταυ̃τα μάλ' ἀτρεκέως ἀγορεύσω.
Μέντης 'Αγχιάλοιο δαΐφρονος εὔχομαι εἰ̃ναι
υἱόσ, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
νυ̃ν δ' ὡ̃δε ξὺν νηὶ̈ κατήλυθον ἠδ' ἑτάροισι,
πλέων ἐπὶ οἴνοπα πόντον ἐπ' ἀλλοθρόους ἀνθρώπουσ,
ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ' αἴθωνα σίδηρον.
νηυ̃ς δέ μοι ἥδ' ἕστηκεν ἐπ' ἀγρου̃ νόσφι πόληοσ,
ἐν λιμένι 'Ρείθρω̨, ὑπὸ Νηΐω̨ ὑλήεντι.
ξει̃νοι δ' ἀλλήλων πατρώϊοι εὐχόμεθ' εἰ̃ναι
ἐξ ἀρχη̃σ, εἴ πέρ τε γέροντ' εἴρηαι ἐπελθὼν
Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε
ἔρχεσθ', ἀλλ' ἀπάνευθεν ἐπ' ἀγρου̃ πήματα πάσχειν
γρηὶ̈ σὺν ἀμφιπόλω̨, ἥ οἱ βρω̃σίν τε πόσιν τε
παρτιθει̃, εὐ̃τ' ἄν μιν κάματος κατὰ γυι̃α λάβη̨σιν
ἑρπύζοντ' ἀνὰ γουνὸν ἀλω̨η̃ς οἰνοπέδοιο.
νυ̃ν δ' ἠ̃λθον: δὴ γάρ μιν ἔφαντ' ἐπιδήμιον εἰ̃ναι,
σὸν πατέρ': ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δι̃ος 'Οδυσσεύσ,
ἀλλ' ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντω̨,
νήσω̨ ἐν ἀμφιρύτη̨, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν,
ἄγριοι, οἵ που κει̃νον ἐρυκανόωσ' ἀέκοντα.
αὐτὰρ νυ̃ν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμω̨̃
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω,
οὔτε τι μάντις ἐὼν οὔτ' οἰωνω̃ν σάφα εἰδώσ.
οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
ἔσσεται, οὐδ' εἴ πέρ τε σιδήρεα δέσματ' ἔχη̨σι:
φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
εἰ δὴ ἐξ αὐτοι̃ο τόσος πάϊς εἰς 'Οδυση̃οσ.
αἰνω̃ς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
κείνω̨, ἐπεὶ θαμὰ τοι̃ον ἐμισγόμεθ' ἀλλήλοισι,
πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι
'Αργείων οἱ ἄριστοι ἔβαν κοίλη̨σ' ἐνὶ νηυσίν:
ἐκ του̃ δ' οὔτ' 'Οδυση̃α ἐγὼν ἴδον οὔτ' ἐμὲ κει̃νοσ."

   τὴν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"τοιγὰρ ἐγώ τοι, ξει̃νε, μάλ' ἀτρεκέως ἀγορεύσω.
μήτηρ μέν τέ μέ φησι του̃ ἔμμεναι, αὐτὰρ ἐγώ γε
οὐκ οἰ̃δ': οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
ὡς δὴ ἐγώ γ' ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
ἀνέροσ, ὃν κτεάτεσσιν ἑοι̃σ' ἔπι γη̃ρας ἔτετμε.
νυ̃ν δ' ὃς ἀποτμότατος γένετο θνητω̃ν ἀνθρώπων,
του̃ μ' ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με του̃τ' ἐρεείνεισ."

   τὸν δ' αὐ̃τε προσέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:
"οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
θη̃καν, ἐπεὶ σέ γε τοι̃ον ἐγείνατο Πηνελόπεια.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
τίς δαίσ, τίς δὲ ὅμιλος ὅδ' ἔπλετο; τίπτε δέ σε χρεώ;
εἰλαπίνη ἠ̃ε γάμοσ; ἐπεὶ οὐκ ἔρανος τάδε γ' ἐστίν,
ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
δαίνυσθαι κατὰ δω̃μα. νεμεσσήσαιτό κεν ἀνὴρ
αἴσχεα πόλλ' ὁρόων, ὅς τις πινυτός γε μετέλθοι."

   τὴν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"ξει̃ν', ἐπεὶ ἂρ δὴ ταυ̃τά μ' ἀνείρεαι ἠδὲ μεταλλα̨̃σ,
μέλλεν μέν ποτε οἰ̃κος ὅδ' ἀφνειὸς καὶ ἀμύμων
ἔμμεναι, ὄφρ' ἔτι κει̃νος ἀνὴρ ἐπιδήμιος ἠ̃εν:
νυ̃ν δ' ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντεσ,
οἳ κει̃νον μὲν ἄϊστον ἐποίησαν περὶ πάντων
ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὡ̃δ' ἀκαχοίμην,
εἰ μετὰ οἱ̃σ' ἑτάροισι δάμη Τρώων ἐνὶ δήμω̨,
ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
τω̃ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
ἠδέ κε καὶ ὡ̨̃ παιδὶ μέγα κλέος ἤρατ' ὀπίσσω.
νυ̃ν δέ μιν ἀκλειω̃ς 'Άρπυιαι ἀνηρέψαντο:
οἴχετ' ἄϊστος ἄπυστοσ, ἐμοὶ δ' ὀδύνας τε γόους τε
κάλλιπεν: οὐδέ τι κει̃νον ὀδυρόμενος στεναχίζω
οἰ̃ον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδε' ἔτευξαν.
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
Δουλιχίω̨ τε Σάμη̨ τε καὶ ὑλήεντι Ζακύνθω̨,
ἠδ' ὅσσοι κραναὴν 'Ιθάκην κάτα κοιρανέουσι,
τόσσοι μητέρ' ἐμὴν μνω̃νται, τρύχουσι δὲ οἰ̃κον.
ἡ δ' οὔτ' ἀρνει̃ται στυγερὸν γάμον οὔτε τελευτὴν
ποιη̃σαι δύναται: τοὶ δὲ φθινύθουσιν ἔδοντες
οἰ̃κον ἐμόν: τάχα δή με διαρραίσουσι καὶ αὐτόν."

   τὸν δ' ἐπαλαστήσασα προσηύδα Παλλὰς 'Αθήνη:
"ὢ πόποι, ἠ̃ δὴ πολλὸν ἀποιχομένου 'Οδυση̃ος
δεύη̨, ὅ κε μνηστη̃ρσιν ἀναιδέσι χει̃ρας ἐφείη.
εἰ γὰρ νυ̃ν ἐλθὼν δόμου ἐν πρώτη̨σι θύρη̨σι
σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δου̃ρε,
τοι̃ος ἐὼν οἱ̃όν μιν ἐγὼ τὰ πρω̃τ' ἐνόησα
οἴκω̨ ἐν ἡμετέρω̨ πίνοντά τε τερπόμενόν τε,
ἐξ 'Εφύρης ἀνιόντα παρ' 'Ίλου Μερμερίδαο: _
ὤ̨χετο γὰρ καὶ κει̃σε θοη̃ς ἐπὶ νηὸς 'Οδυσσεὺς
φάρμακον ἀνδροφόνον διζήμενοσ, ὄφρα οἱ εἴη
ἰοὺς χρίεσθαι χαλκήρεασ: ἀλλ' ὁ μὲν οὔ οἱ
δω̃κεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντασ,
ἀλλὰ πατήρ οἱ δω̃κεν ἐμόσ: φιλέεσκε γὰρ αἰνω̃σ: _
τοι̃ος ἐὼν μνηστη̃ρσιν ὁμιλήσειεν 'Οδυσσεύσ:
πάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
ἀλλ' ἠ̃ τοι μὲν ταυ̃τα θεω̃ν ἐν γούνασι κει̃ται,
ἤ κεν νοστήσας ἀποτείσεται, ἠ̃ε καὶ οὐκί,
οἱ̃σιν ἐνὶ μεγάροισι: σὲ δὲ φράζεσθαι ἄνωγα,
ὅππως κε μνηστη̃ρας ἀπώσεαι ἐκ μεγάροιο.
εἰ δ' ἄγε νυ̃ν ξυνίει καὶ ἐμω̃ν ἐμπάζεο μύθων:
αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας 'Αχαιοὺς
μυ̃θον πέφραδε πα̃σι, θεοὶ δ' ἐπὶ μάρτυροι ἔστων.
μνηστη̃ρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,
μητέρα δ', εἴ οἱ θυμὸς ἐφορμα̃ται γαμέεσθαι,
ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο:
οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
πολλὰ μάλ', ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
σοὶ δ' αὐτω̨̃ πυκινω̃ς ὑποθήσομαι, αἴ κε πίθηαι:
νη̃' ἄρσας ἐρέτη̨σιν ἐείκοσιν, ἥ τις ἀρίστη,
ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
ἤν τίς τοι εἴπη̨σι βροτω̃ν, ἢ ὄσσαν ἀκούση̨ς
ἐκ Διόσ, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
πρω̃τα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δι̃ον,
κει̃θεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον:
ὃς γὰρ δεύτατος ἠ̃λθεν 'Αχαιω̃ν χαλκοχιτώνων.
εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούση̨σ,
ἠ̃ τ' ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν:
εἰ δέ κε τεθνηω̃τος ἀκούση̨ς μηδ' ἔτ' ἐόντοσ,
νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαι̃αν
ση̃μά τέ οἱ χευ̃αι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
πολλὰ μάλ', ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δου̃ναι.
αὐτὰρ ἐπὴν δὴ ταυ̃τα τελευτήση̨ς τε καὶ ἕρξη̨σ,
φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
ὅππως κε μνηστη̃ρας ἐνὶ μεγάροισι τεοι̃σι
κτείνη̨ς ἠὲ δόλω̨ ἢ ἀμφαδόν: οὐδέ τί σε χρὴ
νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσί.
ἠ̃ οὐκ ἀΐεις οἱ̃ον κλέος ἔλλαβε δι̃ος 'Ορέστης
πάντας ἐπ' ἀνθρώπουσ, ἐπεὶ ἔκτανε πατροφονη̃α,
Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
καὶ σύ, φίλοσ, μάλα γάρ σ' ὁρόω καλόν τε μέγαν τε,
ἄλκιμος ἔσσ', ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ̈ εἴπη̨.
αὐτὰρ ἐγὼν ἐπὶ νη̃α θοὴν κατελεύσομαι ἤδη
ἠδ' ἑτάρουσ, οἵ πού με μάλ' ἀσχαλόωσι μένοντεσ:
σοὶ δ' αὐτω̨̃ μελέτω, καὶ ἐμω̃ν ἐμπάζεο μύθων."

   τὴν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"ξει̃ν', ἠ̃ τοι μὲν ταυ̃τα φίλα φρονέων ἀγορεύεισ,
ὥς τε πατὴρ ὡ̨̃ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτω̃ν.
ἀλλ' ἄγε νυ̃ν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοι̃ο,
ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κη̃ρ
δω̃ρον ἔχων ἐπὶ νη̃α κίη̨σ, χαίρων ἐνὶ θυμω̨̃,
τιμη̃εν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
ἐξ ἐμευ̃, οἱ̃α φίλοι ξει̃νοι ξείνοισι διδου̃σι."

   τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκω̃πις 'Αθήνη:
"μή μ' ἔτι νυ̃ν κατέρυκε, λιλαιόμενόν περ ὁδοι̃ο:
δω̃ρον δ' ὅττι κέ μοι δου̃ναι φίλον ἠ̃τορ ἀνώγη̨,
αὐ̃τις ἀνερχομένω̨ δόμεναι οἰ̃κόνδε φέρεσθαι,
καὶ μάλα καλὸν ἑλών: σοὶ δ' ἄξιον ἔσται ἀμοιβη̃σ."

   ἡ μὲν ἄρ' ὣς εἰπου̃σ' ἀπέβη γλαυκω̃πις 'Αθήνη,
ὄρνις δ' ὣς ἀνόπαια διέπτατο: τω̨̃ δ' ἐνὶ θυμω̨̃
θη̃κε μένος καὶ θάρσοσ, ὑπέμνησέν τέ ἑ πατρὸς
μα̃λλον ἔτ' ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ἡ̨̃σι νοήσας
θάμβησεν κατὰ θυμόν: ὀΐσατο γὰρ θεὸν εἰ̃ναι.
αὐτίκα δὲ μνηστη̃ρας ἐπώ̨χετο ἰσόθεος φώσ.

   τοι̃σι δ' ἀοιδὸς ἄειδε περικλυτόσ, οἱ δὲ σιωπη̨̃
εἵατ' ἀκούοντεσ: ὁ δ' 'Αχαιω̃ν νόστον ἄειδε
λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς 'Αθήνη.

   του̃ δ' ὑπερωϊόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
κούρη 'Ικαρίοιο, περίφρων Πηνελόπεια:
κλίμακα δ' ὑψηλὴν κατεβήσετο οἱ̃ο δόμοιο,
οὐκ οἴη, ἅμα τη̨̃ γε καὶ ἀμφίπολοι δύ' ἕποντο.
ἡ δ' ὅτε δὴ μνηστη̃ρας ἀφίκετο δι̃α γυναικω̃ν,
στη̃ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοι̃ο,
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα:
ἀμφίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
δακρύσασα δ' ἔπειτα προσηύδα θει̃ον ἀοιδόν:

   "Φήμιε, πολλὰ γὰρ ἄλλα βροτω̃ν θελκτήρια οἰ̃δας
ἔργ' ἀνδρω̃ν τε θεω̃ν τε, τά τε κλείουσιν ἀοιδοί:
τω̃ν ἕν γέ σφιν ἄειδε παρήμενοσ, οἱ δὲ σιωπη̨̃
οἰ̃νον πινόντων: ταύτης δ' ἀποπαύε' ἀοιδη̃ς
λυγρη̃σ, ἥ τέ μοι αἰὲν ἐνὶ στήθεσσι φίλον κη̃ρ
τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεὶ
ἀνδρόσ, του̃ κλέος εὐρὺ καθ' 'Ελλάδα καὶ μέσον 'Άργοσ."

   τὴν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"μη̃τερ ἐμή, τί τ' ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
τέρπειν ὅππη̨ οἱ νόος ὄρνυται; οὔ νύ τ' ἀοιδοὶ
αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιοσ, ὅς τε δίδωσιν
ἀνδράσιν ἀλφηστη̨̃σιν ὅπως ἐθέλη̨σιν ἑκάστω̨.
τούτω̨ δ' οὐ νέμεσις Δαναω̃ν κακὸν οἰ̃τον ἀείδειν:
τὴν γὰρ ἀοιδὴν μα̃λλον ἐπικλείουσ' ἄνθρωποι,
ἥ τις ἀϊόντεσσι νεωτάτη ἀμφιπέληται.
σοὶ δ' ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν:
οὐ γὰρ 'Οδυσσεὺς οἰ̃ος ἀπώλεσε νόστιμον ἠ̃μαρ
ἐν Τροίη̨, πολλοὶ δὲ καὶ ἄλλοι φω̃τες ὄλοντο.
ἀλλ' εἰς οἰ̃κον ἰου̃σα τὰ σ' αὐτη̃ς ἔργα κόμιζε,
ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι: μυ̃θος δ' ἄνδρεσσι μελήσει
πα̃σι, μάλιστα δ' ἐμοί: του̃ γὰρ κράτος ἔστ' ἐνὶ οἴκω̨."

   ἡ μὲν θαμβήσασα πάλιν οἰ̃κόνδε βεβήκει:
παιδὸς γὰρ μυ̃θον πεπνυμένον ἔνθετο θυμω̨̃.
ἐς δ' ὑπερω̨̃' ἀναβα̃σα σὺν ἀμφιπόλοισι γυναιξὶ
κλαι̃εν ἔπειτ' 'Οδυση̃α, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκω̃πις 'Αθήνη.

   μνηστη̃ρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα:
πάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιθη̃ναι.
τοι̃σι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων:

   "μητρὸς ἐμη̃ς μνηστη̃ρεσ, ὑπέρβιον ὕβριν ἔχοντεσ,
νυ̃ν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς
ἔστω, ἐπεὶ τό γε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδου̃
τοιου̃δ' οἱ̃ος ὅδ' ἐστί, θεοι̃σ' ἐναλίγκιος αὐδήν.
ἠω̃θεν δ' ἀγορήνδε καθεζώμεσθα κιόντες
πάντεσ, ἵν' ὕμιν μυ̃θον ἀπηλεγέως ἀποείπω,
ἐξιέναι μεγάρων: ἄλλας δ' ἀλεγύνετε δαι̃τασ,
ὑμὰ κτήματ' ἔδοντεσ, ἀμειβόμενοι κατὰ οἴκουσ.
εἰ δ' ὕμιν δοκέει τόδε λωΐτερον καὶ ἄμεινον
ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
κείρετ': ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντασ,
αἴ κέ ποθι Ζεὺς δω̨̃σι παλίντιτα ἔργα γενέσθαι:
νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.

   τὸν δ' αὐ̃τ' 'Αντίνοος προσέφη, Εὐπείθεος υἱόσ:
"Τηλέμαχ', ἠ̃ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
ὑψαγόρην τ' ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν.
μὴ σέ γ' ἐν ἀμφιάλω̨ 'Ιθάκη̨ βασιλη̃α Κρονίων
ποιήσειεν, ὅ τοι γενεη̨̃ πατρώϊόν ἐστιν."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"'Αντίνο', εἴ πέρ μοι καὶ ἀγάσσεαι ὅττι κεν εἴπω,
καί κεν του̃τ' ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
ἠ̃ φὴ̨ς του̃το κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν: αἰ̃ψά τέ οἱ δω̃
ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτόσ.
ἀλλ' ἠ̃ τοι βασιλη̃ες 'Αχαιω̃ν εἰσὶ καὶ ἄλλοι
πολλοὶ ἐν ἀμφιάλω̨ 'Ιθάκη̨, νέοι ἠδὲ παλαιοί,
τω̃ν κέν τις τόδ' ἔχη̨σιν, ἐπεὶ θάνε δι̃ος 'Οδυσσεύσ:
αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ' ἡμετέροιο
καὶ δμώων, οὕς μοι ληΐσσατο δι̃ος 'Οδυσσεύσ."

   τὸν δ' αὐ̃τ' Εὐρύμαχοσ, Πολύβου πάϊσ, ἀντίον ηὔδα:
"Τηλέμαχ', ἠ̃ τοι ταυ̃τα θεω̃ν ἐν γούνασι κει̃ται,
ὅς τις ἐν ἀμφιάλω̨ 'Ιθάκη̨ βασιλεύσει 'Αχαιω̃ν:
κτήματα δ' αὐτὸς ἔχοις καὶ δώμασι σοι̃σιν ἀνάσσοισ.
μὴ γὰρ ὅ γ' ἔλθοι ἀνήρ, ὅς τίς σ' ἀέκοντα βίηφι
κτήματ' ἀπορραίσει', 'Ιθάκης ἔτι ναιεταούσησ.
ἀλλ' ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,
ὁππόθεν οὑ̃τος ἀνήρ: ποίης δ' ἐξ εὔχεται εἰ̃ναι
γαίησ; που̃ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
ἠέ τιν' ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
ἠ̃ ἑὸν αὐτου̃ χρει̃ος ἐελδόμενος τόδ' ἱκάνει;
οἱ̃ον ἀναΐξας ἄφαρ οἴχεται, οὐδ' ὑπέμεινε
γνώμεναι: οὐ μὲν γάρ τι κακω̨̃ εἰς ὠ̃πα ἐώ̨κει."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"Εὐρύμαχ', ἠ̃ τοι νόστος ἀπώλετο πατρὸς ἐμοι̃ο:
οὔτ' οὐ̃ν ἀγγελίη̨ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,
οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
ξει̃νος δ' οὑ̃τος ἐμὸς πατρώϊος ἐκ Τάφου ἐστί,
Μέντης δ' 'Αγχιάλοιο δαΐφρονος εὔχεται εἰ̃ναι
υἱόσ, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει."

   ὣς φάτο Τηλέμαχοσ, φρεσὶ δ' ἀθανάτην θεὸν ἔγνω.
οἱ δ' εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
τρεψάμενοι τέρποντο, μένον δ' ἐπὶ ἕσπερον ἐλθει̃ν.
τοι̃σι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἠ̃λθε:
δὴ τότε κακκείοντες ἔβαν οἰ̃κόνδε ἕκαστοσ.
Τηλέμαχος δ', ὅθι οἱ θάλαμος περικαλλέος αὐλη̃ς
ὑψηλὸς δέδμητο, περισκέπτω̨ ἐνὶ χώρω̨,
ἔνθ' ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
τω̨̃ δ' ἄρ' ἅμ' αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυι̃α
Εὐρύκλει', ~'Ωπος θυγάτηρ Πεισηνορίδαο,
τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοι̃σι,
πρωθήβην ἔτ' ἐου̃σαν, ἐεικοσάβοια δ' ἔδωκεν,
ἰ̃σα δέ μιν κεδνη̨̃ ἀλόχω̨ τίεν ἐν μεγάροισιν,
εὐνη̨̃ δ' οὔ ποτ' ἔμικτο, χόλον δ' ἀλέεινε γυναικόσ:
ἥ οἱ ἅμ' αἰθομένας δαΐδας φέρε καί ἑ μάλιστα
δμω̨άων φιλέεσκε καὶ ἔτρεφε τυτθὸν ἐόντα.
ὤϊξεν δὲ θύρας θαλάμου πύκα ποιητοι̃ο,
ἕζετο δ' ἐν λέκτρω̨, μαλακὸν δ' ἔκδυνε χιτω̃να:
καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτω̃να,
πασσάλω̨ ἀγκρεμάσασα παρὰ τρητοι̃σι λέχεσσι,
βη̃ ῥ' ἴμεν ἐκ θαλάμοιο, θύρην δ' ἐπέρυσσε κορώνη̨
ἀργυρέη̨, ἐπὶ δὲ κληι̃̈δ' ἐτάνυσσεν ἱμάντι.
ἔνθ' ὅ γε παννύχιοσ, κεκαλυμμένος οἰὸς ἀώτω̨,
βούλευε φρεσὶν ἡ̨̃σιν ὁδόν, τὴν πέφραδ' 'Αθήνη.