ΟΔΥΣΣΕΙΑΣ Β

~'Ημος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
ὤρνυτ' ἄρ' ἐξ εὐνη̃φιν 'Οδυσση̃ος φίλος υἱόσ,
εἵματα ἑσσάμενοσ, περὶ δὲ ξίφος ὀξὺ θέτ' ὤμω̨,
ποσσὶ δ' ὑπὸ λιπαροι̃σιν ἐδήσατο καλὰ πέδιλα,
βη̃ δ' ἴμεν ἐκ θαλάμοιο θεω̨̃ ἐναλίγκιος ἄντην.
αἰ̃ψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
κηρύσσειν ἀγορήνδε κάρη κομόωντας 'Αχαιούσ.
οἱ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὠ̃κα.
αὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο,
βη̃ ῥ' ἴμεν εἰς ἀγορήν, παλάμη̨ δ' ἔχε χάλκεον ἔγχοσ,
οὐκ οἰ̃οσ, ἅμα τω̨̃ γε δύω κύνες ἀργοὶ ἕποντο.
θεσπεσίην δ' ἄρα τω̨̃ γε χάριν κατέχευεν 'Αθήνη:
τὸν δ' ἄρα πάντες λαοὶ ἐπερχόμενον θηευ̃ντο.
ἕζετο δ' ἐν πατρὸς θώκω̨, εἰ̃ξαν δὲ γέροντεσ.
τοι̃σι δ' ἔπειθ' ἥρως Αἰγύπτιος ἠ̃ρχ' ἀγορεύειν,
ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ἤ̨δη.
καὶ γὰρ του̃ φίλος υἱὸς ἅμ' ἀντιθέω̨ 'Οδυση̃ϊ
'Ίλιον εἰς εὔπωλον ἔβη κοίλη̨σ' ἐνὶ νηυσίν,
'Άντιφος αἰχμητήσ: τὸν δ' ἄγριος ἔκτανε Κύκλωψ
ἐν σπη̃ϊ γλαφυρω̨̃, πύματον δ' ὁπλίσσατο δόρπον.
τρει̃ς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστη̃ρσιν ὁμίλει,
Εὐρύνομοσ, δύο δ' αἰὲν ἔχον πατρώϊα ἔργα:
ἀλλ' οὐδ' ὡ̃ς του̃ λήθετ' ὀδυρόμενος καὶ ἀχεύων.
του̃ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε:

   "κέκλυτε δὴ νυ̃ν μευ, 'Ιθακήσιοι, ὅττι κεν εἴπω.
οὔτε ποθ' ἡμετέρη ἀγορὴ γένετ' οὔτε θόωκος
ἐξ οὑ̃ 'Οδυσσεὺς δι̃ος ἔβη κοίλη̨σ' ἐνὶ νηυσί.
νυ̃ν δὲ τίς ὡ̃δ' ἤγειρε; τίνα χρειὼ τόσον ἵκει
ἠὲ νέων ἀνδρω̃ν ἢ οἳ προγενέστεροί εἰσιν;
ἠέ τιν' ἀγγελίην στρατου̃ ἔκλυεν ἐρχομένοιο,
ἥν χ' ἥμιν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;
ἠ̃έ τι δήμιον ἄλλο πιφαύσκεται ἠδ' ἀγορεύει;
ἐσθλός μοι δοκει̃ εἰ̃ναι, ὀνήμενοσ. εἴθε οἱ αὐτω̨̃
Ζεὺς ἀγαθὸν τελέσειεν, ὅ τι φρεσὶν ἡ̨̃σι μενοινα̨̃."

   ὣς φάτο, χαι̃ρε δὲ φήμη̨ 'Οδυσση̃ος φίλος υἱόσ,
οὐδ' ἄρ' ἔτι δὴν ἡ̃στο, μενοίνησεν δ' ἀγορεύειν,
στη̃ δὲ μέση̨ ἀγορη̨̃: σκη̃πτρον δέ οἱ ἔμβαλε χειρὶ
κη̃ρυξ Πεισήνωρ, πεπνυμένα μήδεα εἰδώσ.
πρω̃τον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν:

   "ὠ̃ γέρον, οὐχ ἑκὰς οὑ̃τος ἀνήρ, τάχα δ' εἴσεαι αὐτόσ,
ὃς λαὸν ἤγειρα: μάλιστα δέ μ' ἄλγος ἱκάνει.
οὔτε τιν' ἀγγελίην στρατου̃ ἔκλυον ἐρχομένοιο,
ἥν χ' ὕμιν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,
οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδ' ἀγορεύω,
ἀλλ' ἐμὸν αὐτου̃ χρει̃οσ, ὅ μοι κακὰ ἔμπεσεν οἴκω̨,
δοιά: τὸ μὲν πατέρ' ἐσθλὸν ἀπώλεσα, ὅς ποτ' ἐν ὑμι̃ν
τοίσδεσσιν βασίλευε, πατὴρ δ' ὣς ἤπιος ἠ̃εν:
νυ̃ν δ' αὐ̃ καὶ πολὺ μει̃ζον, ὃ δὴ τάχα οἰ̃κον ἅπαντα
πάγχυ διαρραίσει, βίοτον δ' ἀπὸ πάμπαν ὀλέσσει.
μητέρι μοι μνηστη̃ρες ἐπέχραον οὐκ ἐθελούση̨,
τω̃ν ἀνδρω̃ν φίλοι υἱ̃ες οἳ ἐνθάδε γ' εἰσὶν ἄριστοι,
οἳ πατρὸς μὲν ἐς οἰ̃κον ἀπερρίγασι νέεσθαι
'Ικαρίου, ὅς κ' αὐτὸς ἐεδνώσαιτο θύγατρα,
δοίη δ' ὡ̨̃ κ' ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι:
οἱ δ' εἰς ἡμετέρου πωλεύμενοι ἤματα πάντα,
βου̃ς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἰ̃γασ,
εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἰ̃νον
μαψιδίωσ: τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ' ἀνήρ,
οἱ̃ος 'Οδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμυ̃ναι.
ἡμει̃ς δ' οὔ νύ τι τοι̃οι ἀμυνέμεν: ἠ̃ καὶ ἔπειτα
λευγαλέοι τ' ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.
ἠ̃ τ' ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη:
οὐ γὰρ ἔτ' ἀνσχετὰ ἔργα τετεύχαται, οὐδ' ἔτι καλω̃ς
οἰ̃κος ἐμὸς διόλωλε: νεμεσσήθητε καὶ αὐτοί,
ἄλλους τ' αἰδέσθητε περικτίονας ἀνθρώπουσ,
οἳ περιναιετάουσι: θεω̃ν δ' ὑποδείσατε μη̃νιν,
μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.
λίσσομαι ἠμὲν Ζηνὸς 'Ολυμπίου ἠδὲ Θέμιστοσ,
ἥ τ' ἀνδρω̃ν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει:
σχέσθε, φίλοι, καί μ' οἰ̃ον ἐάσατε πένθεϊ λυγρω̨̃
τείρεσθ', εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς 'Οδυσσεὺς
δυσμενέων κάκ' ἔρεξεν ἐϋκνήμιδας 'Αχαιούσ,
τω̃ν μ' ἀποτεινύμενοι κακὰ ῥέζετε δυσμενέοντεσ,
τούτους ὀτρύνοντεσ. ἐμοὶ δέ κε κέρδιον εἴη
ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε:
εἴ χ' ὑμει̃ς γε φάγοιτε, τάχ' ἄν ποτε καὶ τίσις εἴη:
τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθω̨
χρήματ' ἀπαιτίζοντεσ, ἕως κ' ἀπὸ πάντα δοθείη:
νυ̃ν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμω̨̃."

   ὣς φάτο χωόμενοσ, ποτὶ δὲ σκη̃πτρον βάλε γαίη̨,
δάκρυ' ἀναπρήσασ: οἰ̃κτος δ' ἕλε λαὸν ἅπαντα.
ἔνθ' ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη
Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποι̃σιν:
'Αντίνοος δέ μιν οἰ̃ος ἀμειβόμενος προσέειπε:

   "Τηλέμαχ' ὑψαγόρη, μένος ἄσχετε, ποι̃ον ἔειπες
ἡμέας αἰσχύνων, ἐθέλοις δέ κε μω̃μον ἀνάψαι.
σοὶ δ' οὔ τι μνηστη̃ρες 'Αχαιω̃ν αἴτιοί εἰσιν,
ἀλλὰ φίλη μήτηρ, ἥ τοι περὶ κέρδεα οἰ̃δεν.
ἤδη γὰρ τρίτον ἐστὶν ἔτοσ, τάχα δ' εἰ̃σι τέταρτον,
ἐξ οὑ̃ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν 'Αχαιω̃ν.
πάντας μέν ῥ' ἔλπει, καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστω̨,
ἀγγελίας προϊει̃σα: νόος δέ οἱ ἄλλα μενοινα̨̃.
ἡ δὲ δόλον τόνδ' ἄλλον ἐνὶ φρεσὶ μερμήριξε:
στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
λεπτὸν καὶ περίμετρον: ἄφαρ δ' ἡμι̃ν μετέειπε:
κου̃ροι, ἐμοὶ μνηστη̃ρεσ, ἐπεὶ θάνε δι̃ος 'Οδυσσεύσ,
μίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φα̃ρος
ἐκτελέσω, μή μοι μεταμώνια νήματ' ὄληται,
Λαέρτη̨ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
μοι̃ρ' ὀλοὴ καθέλη̨σι τανηλεγέος θανάτοιο,
μή τίς μοι κατὰ δη̃μον 'Αχαιϊάδων νεμεσήση̨,
αἴ κεν ἄτερ σπείρου κει̃ται πολλὰ κτεατίσσασ.
ὣς ἔφαθ', ἡμι̃ν δ' αὐ̃τ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
νύκτας δ' ἀλλύεσκεν, ἐπὴν δαΐδας παραθει̃το.
ὣς τρίετες μὲν ἔληθε δόλω̨ καὶ ἔπειθεν 'Αχαιούσ:
ἀλλ' ὅτε τέτρατον ἠ̃λθεν ἔτος καὶ ἐπήλυθον ὡ̃ραι,
καὶ τότε δή τις ἔειπε γυναικω̃ν, ἣ σάφα ἤ̨δη,
καὶ τήν γ' ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ', ὑπ' ἀνάγκησ:
σοὶ δ' ὡ̃δε μνηστη̃ρες ὑποκρίνονται, ἵν' εἰδη̨̃ς
αὐτὸς σω̨̃ θυμω̨̃, εἰδω̃σι δὲ πάντες 'Αχαιοί:
μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι
τω̨̃ ὅτεώ̨ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτη̨̃.
εἰ δ' ἔτ' ἀνιήσει γε πολὺν χρόνον υἱ̃ας 'Αχαιω̃ν,
τὰ φρονέουσ' ἀνὰ θυμόν, ἅ οἱ περὶ δω̃κεν 'Αθήνη,
ἔργα τ' ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς
κέρδεά θ', οἱ̃' οὔ πώ τιν' ἀκούομεν οὐδὲ παλαιω̃ν,
τάων αἳ πάρος ἠ̃σαν ἐϋπλοκαμι̃δες 'Αχαιαί,
Τυρώ τ' 'Αλκμήνη τε ἐϋστέφανός τε Μυκήνη:
τάων οὔ τις ὁμοι̃α νοήματα Πηνελοπείη̨
ἤ̨δη: ἀτὰρ μὲν του̃τό γ' ἐναίσιμον οὐκ ἐνόησε. _
τόφρα γὰρ οὐ̃ν βίοτόν τε τεὸν καὶ κτήματ' ἔδονται,
ὄφρα κε κείνη του̃τον ἔχη̨ νόον, ὅν τινά οἱ νυ̃ν
ἐν στήθεσσι τιθει̃σι θεοί: μέγα μὲν κλέος αὐτη̨̃
ποιει̃τ', αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.
ἡμει̃ς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν οὔτε πη̨ ἄλλη̨,
πρίν γ' αὐτὴν γήμασθαι 'Αχαιω̃ν ὡ̨̃ κ' ἐθέλη̨σι."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"'Αντίνο', οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπω̃σαι
ἥ μ' ἔτεχ', ἥ μ' ἔθρεψε, πατὴρ δ' ἐμὸς ἄλλοθι γαίησ,
ζώει ὅ γ' ἠ̃ τέθνηκε: κακὸν δέ με πόλλ' ἀποτίνειν
'Ικαρίω̨, αἴ κ' αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.
ἐκ γὰρ του̃ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων
δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ' ἐρινυ̃ς
οἴκου ἀπερχομένη: νέμεσις δέ μοι ἐξ ἀνθρώπων
ἔσσεται: ὣς οὐ του̃τον ἐγώ ποτε μυ̃θον ἐνίψω.
ὑμέτερος δ' εἰ μὲν θυμὸς νεμεσίζεται αὐτω̃ν,
ἔξιτέ μοι μεγάρων, ἄλλας δ' ἀλεγύνετε δαι̃τας
ὑμὰ κτήματ' ἔδοντες ἀμειβόμενοι κατὰ οἴκουσ.
εἰ δ' ὕμιν δοκέει τόδε λωΐτερον καὶ ἄμεινον
ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
κείρετ': ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντασ,
αἴ κέ ποθι Ζεὺς δω̨̃σι παλίντιτα ἔργα γενέσθαι:
νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε."

   ὣς φάτο Τηλέμαχοσ, τω̨̃ δ' αἰετὼ εὐρύοπα Ζεὺς
ὑψόθεν ἐκ κορυφη̃ς ὄρεος προέηκε πέτεσθαι.
τὼ δ' ἕως μέν ῥ' ἐπέτοντο μετὰ πνοιη̨̃σ' ἀνέμοιο,
πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν:
ἀλλ' ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,
ἔνθ' ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,
ἐς δ' ἰδέτην πάντων κεφαλάσ, ὄσσοντο δ' ὄλεθρον:
δρυψαμένω δ' ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς
δεξιὼ ἤϊξαν διά τ' οἰκία καὶ πόλιν αὐτω̃ν.
θάμβησαν δ' ὄρνιθασ, ἐπεὶ ἴδον ὀφθαλμοι̃σιν:
ὥρμηναν δ' ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.
τοι̃σι δὲ καὶ μετέειπε γέρων ἥρως 'Αλιθέρσης
Μαστορίδησ: ὁ γὰρ οἰ̃ος ὁμηλικίην ἐκέκαστο
ὄρνιθας γνω̃ναι καὶ ἐναίσιμα μυθήσασθαι:
ὅ σφιν ἐὺ̈ φρονέων ἀγορήσατο καὶ μετέειπε:

   "κέκλυτε δὴ νυ̃ν μευ, 'Ιθακήσιοι, ὅττι κεν εἴπω:
μνηστη̃ρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω.
τοι̃σιν γὰρ μέγα πη̃μα κυλίνδεται: οὐ γὰρ 'Οδυσσεὺς
δὴν ἀπάνευθε φίλων ὡ̃ν ἔσσεται, ἀλλά που ἤδη
ἐγγὺς ἐὼν τοίσδεσσι φόνον καὶ κη̃ρα φυτεύει,
πάντεσσιν: πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,
οἳ νεμόμεσθ' 'Ιθάκην εὐδείελον. ἀλλὰ πολὺ πρὶν
φραζώμεσθ' ὥς κεν καταπαύσομεν: οἱ δὲ καὶ αὐτοὶ
παυέσθων: καὶ γάρ σφιν ἄφαρ τόδε λώϊόν ἐστιν.
οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλ' ἐὺ̈ εἰδώσ:
καὶ γὰρ κείνω̨ φημὶ τελευτηθη̃ναι ἅπαντα,
ὥς οἱ ἐμυθεόμην, ὅτε 'Ίλιον εἰσανέβαινον
'Αργει̃οι, μετὰ δέ σφιν ἔβη πολύμητις 'Οδυσσεύσ.
φη̃ν κακὰ πολλὰ παθόντ', ὀλέσαντ' ἄπο πάντας ἑταίρουσ,
ἄγνωστον πάντεσσιν ἐεικοστω̨̃ ἐνιαυτω̨̃
οἴκαδ' ἐλεύσεσθαι: τὰ δὲ δὴ νυ̃ν πάντα τελει̃ται."

   τὸν δ' αὐ̃τ' Εὐρύμαχοσ, Πολύβου πάϊσ, ἀντίον ηὔδα:
"ὠ̃ γέρον, εἰ δ' ἄγε δὴ μαντεύεο σοι̃σι τέκεσσιν
οἴκαδ' ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω:
ταυ̃τα δ' ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
ὄρνιθες δέ τε πολλοὶ ὑπ' αὐγὰς ἠελίοιο
φοιτω̃σ', οὐδέ τε πάντες ἐναίσιμοι: αὐτὰρ 'Οδυσσεὺς
ὤλετο τη̃λ', ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνω̨
ὤφελεσ: οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευεσ,
οὐδέ κε Τηλέμαχον κεχολωμένον ὡ̃δ' ἀνιείησ,
σω̨̃ οἴκω̨ δω̃ρον ποτιδέγμενοσ, αἴ κε πόρη̨σιν.
ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται:
αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
παρφάμενος ἐπέεσσιν ἐποτρύνη̨ς χαλεπαίνειν,
αὐτω̨̃ μέν οἱ πρω̃τον ἀνιηρέστερον ἔσται,
[πρη̃ξαι δ' ἔμπης οὔ τι δυνήσεται εἵνεκα τω̃νδε:]
σοὶ δὲ, γέρον, θω̨ὴν ἐπιθήσομεν, ἥν κ' ἐνὶ θυμω̨̃
τίνων ἀσχάλλη̨σ: χαλεπὸν δέ τοι ἔσσεται ἄλγοσ.
Τηλεμάχω̨ δ' ἐν πα̃σιν ἐγὼν ὑποθήσομαι αὐτόσ:
μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι:
οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
πολλὰ μάλ', ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
οὐ γὰρ πρὶν παύσεσθαι ὀΐομαι υἱ̃ας 'Αχαιω̃ν
μνηστύος ἀργαλέησ, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπησ,
οὔτ' οὐ̃ν Τηλέμαχον, μάλα περ πολύμυθον ἐόντα,
οὔτε θεοπροπίης ἐμπαζόμεθ', ἣν σύ, γεραιέ,
μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δ' ἔτι μα̃λλον.
χρήματα δ' αὐ̃τε κακω̃ς βεβρώσεται, οὐδέ ποτ' ἰ̃σα
ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβη̨σιν 'Αχαιοὺς
ὃν γάμον: ἡμει̃ς δ' αὐ̃ ποτιδέγμενοι ἤματα πάντα
εἵνεκα τη̃ς ἀρετη̃ς ἐριδαίνομεν, οὐδὲ μετ' ἄλλας
ἐρχόμεθ', ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστω̨."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"Εὐρύμαχ' ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστη̃ρες ἀγαυοί,
ταυ̃τα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ' ἀγορεύω:
ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες 'Αχαιοί.
ἀλλ' ἄγε μοι δότε νη̃α θοὴν καὶ εἴκοσ' ἑταίρουσ,
οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.
εἰ̃μι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα,
νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
ἤν τίς μοι εἴπη̨σι βροτω̃ν, ἢ ὄσσαν ἀκούσω
ἐκ Διόσ, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν.
εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
ἠ̃ τ' ἂν τρυχόμενός περ ἔτι τλαίην ἐνιαυτόν:
εἰ δέ κε τεθνηω̃τος ἀκούσω μηδ' ἔτ' ἐόντοσ,
νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαι̃αν
ση̃μά τέ οἱ χείω καὶ ἐπὶ κτέρεα κτερεΐξω
πολλὰ μάλ', ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω."

   ἠ̃ τοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο, τοι̃σι δ' ἀνέστη
Μέντωρ, ὅς ῥ' 'Οδυση̃ος ἀμύμονος ἠ̃εν ἑται̃ροσ,
καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἰ̃κον ἅπαντα,
πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν:
ὅ σφιν ἐὺ̈ φρονέων ἀγορήσατο καὶ μετέειπε:

   "κέκλυτε δὴ νυ̃ν μευ, 'Ιθακήσιοι, ὅττι κεν εἴπω:
μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
σκηπτου̃χος βασιλεύσ, μηδὲ φρεσὶν αἴσιμα εἰδώσ,
ἀλλ' αἰεὶ χαλεπός τ' εἴη καὶ αἴσυλα ῥέζοι,
ὡς οὔ τις μέμνηται 'Οδυσση̃ος θείοιο
λαω̃ν, οἱ̃σιν ἄνασσε, πατὴρ δ' ὣς ἤπιος ἠ̃εν.
ἀλλ' ἠ̃ τοι μνηστη̃ρας ἀγήνορας οὔ τι μεγαίρω
ἕρδειν ἔργα βίαια κακορραφίη̨σι νόοιο:
σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως
οἰ̃κον 'Οδυσση̃οσ, τὸν δ' οὐκέτι φασὶ νέεσθαι.
νυ̃ν δ' ἄλλω̨ δήμω̨ νεμεσίζομαι, οἱ̃ον ἅπαντες
ἡ̃σθ' ἄνεω, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι
παύρους μνηστη̃ρας κατερύκετε πολλοὶ ἐόντεσ."

   τὸν δ' Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα:
"Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποι̃ον ἔειπες
ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ
ἀνδράσι καὶ πλεόνεσσι μαχέσσασθαι περὶ δαιτί.
εἴ περ γάρ κ' 'Οδυσεὺς 'Ιθακήσιος αὐτὸς ἐπελθὼν
δαινυμένους κατὰ δω̃μα ἑὸν μνηστη̃ρας ἀγαυοὺς
ἐξελάσαι μεγάροιο μενοινήσει' ἐνὶ θυμω̨̃,
οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,
ἐλθόντ', ἀλλά κεν αὐτου̃ ἀεικέα πότμον ἐπίσποι,
εἰ πλεόνεσσι μάχοιτο: σὺ δ' οὐ κατὰ μοι̃ραν ἔειπεσ.
ἀλλ' ἄγε, λαοὶ μὲν σκίδνασθ' ἐπὶ ἔργα ἕκαστοσ,
τούτω̨ δ' ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ' 'Αλιθέρσησ,
οἵ τέ οἱ ἐξ ἀρχη̃ς πατρώϊοί εἰσιν ἑται̃ροι.
ἀλλ', ὀΐω, καὶ δηθὰ καθήμενος ἀγγελιάων
πεύσεται εἰν 'Ιθάκη̨, τελέει δ' ὁδὸν οὔ ποτε ταύτην."

   ὣς ἄρ' ἐφώνησεν, λυ̃σεν δ' ἀγορὴν αἰψηρήν.
οἱ μὲν ἄρ' ἐσκίδναντο ἑὰ πρὸς δώμαθ' ἕκαστοσ,
μνηστη̃ρες δ' ἐς δώματ' ἴσαν θείου 'Οδυση̃οσ.

   Τηλέμαχος δ' ἀπάνευθε κιὼν ἐπὶ θι̃να θαλάσσησ,
χει̃ρας νιψάμενος πολιη̃ς ἁλόσ, εὔχετ' 'Αθήνη̨:

   "κλυ̃θί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δω̃
καί μ' ἐν νηὶ̈ κέλευσας ἐπ' ἠεροειδέα πόντον,
νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο,
ἔρχεσθαι: τὰ δὲ πάντα διατρίβουσιν 'Αχαιοί,
μνηστη̃ρες δὲ μάλιστα, κακω̃ς ὑπερηνορέοντεσ."

   ὣς ἔφατ' εὐχόμενοσ, σχεδόθεν δέ οἱ ἠ̃λθεν 'Αθήνη,
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,
καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα:

   "Τηλέμαχ', οὐδ' ὄπιθεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων:
εἰ δή τοι σου̃ πατρὸς ἐνέστακται μένος ἠΰ,
οἱ̃ος κει̃νος ἔην τελέσαι ἔργον τε ἔπος τε,
οὔ τοι ἔπειθ' ἁλίη ὁδὸς ἔσσεται οὐδ' ἀτέλεστοσ.
εἰ δ' οὐ κείνου γ' ἐσσὶ γόνος καὶ Πηνελοπείησ,
οὔ σε ἔπειτα ἔολπα τελευτήσειν ἃ μενοινα̨̃σ.
παυ̃ροι γάρ τοι παι̃δες ὁμοι̃οι πατρὶ πέλονται,
οἱ πλέονες κακίουσ, παυ̃ροι δέ τε πατρὸς ἀρείουσ.
ἀλλ' ἐπεὶ οὐδ' ὄπιθεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων,
οὐδέ σε πάγχυ γε μη̃τις 'Οδυσση̃ος προλέλοιπεν,
ἐλπωρή τοι ἔπειτα τελευτη̃σαι τάδε ἔργα.
τω̃ νυ̃ν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι:
οὐδέ τι ἴσασιν θάνατον καὶ κη̃ρα μέλαιναν,
ὡς δή σφιν σχεδόν ἐστιν ἐπ' ἤματι πάντας ὀλέσθαι.
σοὶ δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινα̨̃σ:
τοι̃ος γάρ τοι ἑται̃ρος ἐγὼ πατρώϊός εἰμι,
ὅς τοι νη̃α θοὴν στελέω καὶ ἅμ' ἕψομαι αὐτόσ.
ἀλλὰ σὺ μὲν πρὸς δώματ' ἰὼν μνηστη̃ρσιν ὁμίλει,
ὅπλισσόν τ' ἤϊα καὶ ἄγγεσιν ἄρσον ἅπαντα,
οἰ̃νον ἐν ἀμφιφορευ̃σι καὶ ἄλφιτα, μυελὸν ἀνδρω̃ν,
δέρμασιν ἐν πυκινοι̃σιν: ἐγὼ δ' ἀνὰ δη̃μον ἑταίρους
αἰ̃ψ' ἐθελοντη̃ρας συλλέξομαι. εἰσὶ δὲ νη̃ες
πολλαὶ ἐν ἀμφιάλω̨ 'Ιθάκη̨, νέαι ἠδὲ παλαιαί:
τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,
ὠ̃κα δ' ἐφοπλίσσαντες ἐνήσομεν εὐρέϊ πόντω̨."

   ὣς φάτ' 'Αθηναίη, κούρη Διόσ: οὐδ' ἄρ' ἔτι δὴν
Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεου̃ ἔκλυεν αὐδήν.
βη̃ δ' ἴμεναι πρὸς δω̃μα, φίλον τετιημένος ἠ̃τορ,
εὑ̃ρε δ' ἄρα μνηστη̃ρας ἐνὶ μεγάροισιν ἑοι̃σιν
αἰ̃γας ἀνιεμένους σιάλους θ' εὕοντας ἐν αὐλη̨̃.
'Αντίνοος δ' ἰθὺς γελάσας κίε Τηλεμάχοιο:
ἔν τ' ἄρα οἱ φυ̃ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

   "Τηλέμαχ' ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο
ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
ἀλλὰ μάλ' ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
ταυ̃τα δέ τοι μάλα πάντα τελευτήσουσιν 'Αχαιοί,
νη̃α καὶ ἐξαίτους ἐρέτασ, ἵνα θα̃σσον ἵκηαι
ἐς Πύλον ἠγαθέην μετ' ἀγαυου̃ πατρὸς ἀκουήν."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"'Αντίνο', οὔ πως ἔστιν ὑπερφιάλοισι μεθ' ὑμι̃ν
δαίνυσθαί τ' ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
ἠ̃ οὐχ ἅλισ, ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
κτήματ' ἐμά, μνηστη̃ρεσ, ἐγὼ δ' ἔτι νήπιος ἠ̃α;
νυ̃ν δ' ὅτε δὴ μέγας εἰμί, καὶ ἄλλων μυ̃θον ἀκούων
πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμόσ,
πειρήσω, ὥς κ' ὔμμι κακὰς ἐπὶ κη̃ρας ἰήλω,
ἠὲ Πύλονδ' ἐλθὼν ἢ αὐτου̃ τω̨̃δ' ἐνὶ δήμω̨.
εἰ̃μι μέν, οὐδ' ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,
ἔμποροσ: οὐ γὰρ νηὸς ἐπήβολος οὐδ' ἐρετάων
γίνομαι: ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἰ̃ναι."

   ἠ̃ ῥα, καὶ ἐκ χειρὸς χει̃ρα σπάσατ' 'Αντινόοιο
ῥει̃α: μνηστη̃ρες δὲ δόμον κάτα δαι̃τα πένοντο.
οἱ δ' ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν:
ὡ̃δε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:

   "ἠ̃ μάλα Τηλέμαχος φόνον ἥμιν μερμηρίζει.
ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντοσ,
ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνω̃σ:
ἠὲ καὶ εἰς 'Εφύρην ἐθέλει, πίειραν ἄρουραν,
ἐλθει̃ν, ὄφρ' ἔνθεν θυμοφθόρα φάρμακ' ἐνείκη̨,
ἐν δὲ βάλη̨ κρητη̃ρι καὶ ἡμέας πάντας ὀλέσση̨."

   ἄλλος δ' αὐ̃τ' εἴπεσκε νέων ὑπερηνορεόντων:
"τίς δ' οἰ̃δ', εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
τη̃λε φίλων ἀπόληται ἀλώμενος ὥς περ 'Οδυσσεύσ;
οὕτω κεν καὶ μα̃λλον ὀφέλλειεν πόνον ἄμμιν:
κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δ' αὐ̃τε
τούτου μητέρι δοι̃μεν ἔχειν ἠδ' ὅς τις ὀπυίοι."

   ὣς φάν: ὁ δ' ὑψόροφον θάλαμον κατεβήσετο πατρόσ,
εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
ἐσθής τ' ἐν χηλοι̃σιν ἅλις τ' εὐω̃δες ἔλαιον.
ἐν δὲ πίθοι οἴνοιο παλαιου̃ ἡδυπότοιο
ἕστασαν, ἄκρητον θει̃ον ποτὸν ἐντὸς ἔχοντεσ,
ἑξείης ποτὶ τοι̃χον ἀρηρότεσ, εἴ ποτ' 'Οδυσσεὺς
οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσασ.
κληϊσταὶ δ' ἔπεσαν σανίδες πυκινω̃ς ἀραρυι̃αι,
δικλίδεσ: ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἠ̃μαρ
ἔσχ', ἣ πάντ' ἐφύλασσε νόου πολυϊδρείη̨σιν,
Εὐρύκλει', ~'Ωπος θυγάτηρ Πεισηνορίδαο.
τὴν τότε Τηλέμαχος προσέφη θάλαμόνδε καλέσσασ:

   "μαι̃', ἄγε δή μοι οἰ̃νον ἐν ἀμφιφορευ̃σιν ἄφυσσον
ἡδύν, ὅτις μετὰ τὸν λαρώτατοσ, ὃν σὺ φυλάσσεισ,
κει̃νον ὀϊομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι
διογενὴς 'Οδυσεὺς θάνατον καὶ κη̃ρας ἀλύξασ.
δώδεκα δ' ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντασ.
ἐν δέ μοι ἄλφιτα χευ̃ον ἐϋρραφέεσσι δοροι̃σιν:
εἴκοσι δ' ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτη̃σ.
αὐτὴ δ' οἴη ἴσθι: τὰ δ' ἁθρόα πάντα τετύχθω:
ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ
μήτηρ εἰς ὑπερω̨̃' ἀναβη̨̃ κοίτου τε μέδηται:
εἰ̃μι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα,
νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω."

   ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,
καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:

   "τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ του̃το νόημα
ἔπλετο; πη̨̃ δ' ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαι̃αν
μου̃νος ἐὼν ἀγαπητόσ; ὁ δ' ὤλετο τηλόθι πάτρης
διογενὴς 'Οδυσεὺς ἀλλογνώτω̨ ἐνὶ δήμω̨.
οἱ δέ τοι αὐτίκ' ἰόντι κακὰ φράσσονται ὀπίσσω,
ὥς κε δόλω̨ φθίη̨σ, τάδε δ' αὐτοὶ πάντα δάσωνται.
ἀλλὰ μέν' αὐ̃θ' ἐπὶ σοι̃σι καθήμενοσ: οὐδέ τί σε χρὴ
πόντον ἐπ' ἀτρύγετον κακὰ πάσχειν οὐδ' ἀλάλησθαι."

   τὴν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"θάρσει, μαι̃', ἐπεὶ οὔ τοι ἄνευ θεου̃ ἥδε γε βουλή.
ἀλλ' ὄμοσον μὴ μητρὶ φίλη̨ τάδε μυθήσασθαι,
πρίν γ' ὅτ' ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,
ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκου̃σαι,
ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτη̨."

   ὣς ἄρ' ἔφη, γρηὺ̈ς δὲ θεω̃ν μέγαν ὅρκον ἀπώμνυ.
αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
αὐτίκ' ἔπειτά οἱ οἰ̃νον ἐν ἀμφιφορευ̃σιν ἄφυσσεν,
ἐν δέ οἱ ἄλφιτα χευ̃εν ἐϋρραφέεσσι δοροι̃σι:
Τηλέμαχος δ' ἐς δώματ' ἰὼν μνηστη̃ρσιν ὁμίλει.

   ἔνθ' αὐ̃τ' ἄλλ' ἐνόησε θεὰ γλαυκω̃πις 'Αθήνη:
Τηλεμάχω̨ εἰκυι̃α κατὰ πτόλιν ὤ̨χετο πάντη̨,
καί ῥα ἑκάστω̨ φωτὶ παρισταμένη φάτο μυ̃θον,
ἑσπερίους δ' ἐπὶ νη̃α θοὴν ἀγέρεσθαι ἀνώγει.
ἡ δ' αὐ̃τε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν
ἤ̨τεε νη̃α θοήν: ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.

   δύσετό τ' ἠέλιος σκιόωντό τε πα̃σαι ἀγυιαί:
καὶ τότε νη̃α θοὴν ἅλαδ' εἴρυσε, πάντα δ' ἐν αὐτη̨̃
ὅπλ' ἐτίθει, τά τε νη̃ες ἐΰσσελμοι φορέουσι.
στη̃σε δ' ἐπ' ἐσχατιη̨̃ λιμένοσ, περὶ δ' ἐσθλοὶ ἑται̃ροι
ἁθρόοι ἠγερέθοντο: θεὰ δ' ὤτρυνεν ἕκαστον.

   ἔνθ' αὐ̃τ' ἄλλ' ἐνόησε θεὰ γλαυκω̃πις 'Αθήνη:
βη̃ ῥ' ἴμεναι πρὸς δώματ' 'Οδυσση̃ος θείοιο:
ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,
πλάζε δὲ πίνοντασ, χειρω̃ν δ' ἔκβαλλε κύπελλα.
οἱ δ' εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδ' ἄρ' ἔτι δὴν
εἵατ', ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.
αὐτὰρ Τηλέμαχον προσέφη γλαυκω̃πις 'Αθήνη
ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν:

   "Τηλέμαχ', ἤδη μέν τοι ἐϋκνήμιδες ἑται̃ροι
εἵατ' ἐπήρετμοι, τὴν σὴν ποτιδέγμενοι ὁρμήν:
ἀλλ' ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοι̃ο."

   ὣς ἄρα φωνήσασ' ἡγήσατο Παλλὰς 'Αθήνη
καρπαλίμωσ: ὁ δ' ἔπειτα μετ' ἴχνια βαι̃νε θεοι̃ο.
[αὐτὰρ ἐπεί ῥ' ἐπὶ νη̃α κατήλυθον ἠδὲ θάλασσαν,]
εὑ̃ρον ἔπειτ' ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρουσ.
τοι̃σι δὲ καὶ μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο:

   "δευ̃τε, φίλοι, ἤϊα φερώμεθα: πάντα γὰρ ἤδη
ἁθρό' ἐνὶ μεγάρω̨: μήτηρ δ' ἐμὴ οὔ τι πέπυσται,
οὐδ' ἄλλαι δμω̨αί, μία δ' οἴη μυ̃θον ἄκουσεν."

   ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο.
οἱ δ' ἄρα πάντα φέροντες ἐϋσσέλμω̨ ἐνὶ νηὶ̈
κάτθεσαν, ὡς ἐκέλευσεν 'Οδυσση̃ος φίλος υἱόσ.
ἂν δ' ἄρα Τηλέμαχος νηὸς βαι̃ν', ἠ̃ρχε δ' 'Αθήνη,
νηὶ̈ δ' ἐνὶ πρυμνη̨̃ κατ' ἄρ' ἕζετο: ἄγχι δ' ἄρ' αὐτη̃ς
ἕζετο Τηλέμαχοσ. τοὶ δὲ πρυμνήσι' ἔλυσαν,
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληι̃̈σι καθι̃ζον.
τοι̃σιν δ' ἴκμενον οὐ̃ρον ἵει γλαυκω̃πις 'Αθήνη,
ἀκραη̃ ζέφυρον, κελάδοντ' ἐπὶ οἴνοπα πόντον.
Τηλέμαχος δ' ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν
ὅπλων ἅπτεσθαι: τοὶ δ' ὀτρύνοντος ἄκουσαν.
ἱστὸν δ' εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
στη̃σαν ἀείραντεσ, κατὰ δὲ προτόνοισιν ἔδησαν,
ἕλκον δ' ἱστία λευκὰ ἐϋστρέπτοισι βοευ̃σιν.
ἔμπρησεν δ' ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κυ̃μα
στείρη̨ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσησ:
[ἡ δ' ἔθεεν κατὰ κυ̃μα διαπρήσσουσα κέλευθον.]
δησάμενοι δ' ἄρα ὅπλα θοὴν ἀνὰ νη̃α μέλαιναν
στήσαντο κρητη̃ρας ἐπιστεφέας οἴνοιο,
λει̃βον δ' ἀθανάτοισι θεοι̃σ' αἰειγενέτη̨σιν,
ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρη̨.
παννυχίη μέν ῥ' ἥ γε καὶ ἠω̃ πει̃ρε κέλευθον.