ΟΔΥΣΣΕΙΑΣ Γ

'Ηέλιος δ' ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,
οὐρανὸν ἐς πολύχαλκον, ἵν' ἀθανάτοισι φαείνοι
καὶ θνητοι̃σι βροτοι̃σιν ἐπὶ ζείδωρον ἄρουραν:
οἱ δὲ Πύλον, Νηλη̃ος ἐϋκτίμενον πτολίεθρον,
ἱ̃ξον: τοὶ δ' ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
ταύρους παμμέλανασ, ἐνοσίχθονι κυανοχαίτη̨.
ἐννέα δ' ἕδραι ἔσαν, πεντηκόσιοι δ' ἐν ἑκάστη̨
εἵατο, καὶ προὔχοντο ἑκάστοθι ἐννέα ταύρουσ.
εὐ̃θ' οἱ σπλάγχνα πάσαντο, θεω̨̃ δ' ἐπὶ μηρί' ἔκηαν,
οἱ δ' ἰθὺς κατάγοντο ἰδ' ἱστία νηὸς ἐΐσης
στει̃λαν ἀείραντεσ, τὴν δ' ὥρμισαν, ἐκ δ' ἔβαν αὐτοί:
ἐκ δ' ἄρα Τηλέμαχος νηὸς βαι̃ν', ἠ̃ρχε δ' 'Αθήνη.
τὸν προτέρη προσέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:

   "Τηλέμαχ', οὐ μέν σε χρὴ ἔτ' αἰδου̃ς οὐδ' ἠβαιόν:
τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλωσ, ὄφρα πύθηαι
πατρόσ, ὅπου κύθε γαι̃α καὶ ὅν τινα πότμον ἐπέσπεν.
ἀλλ' ἄγε νυ̃ν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο:
εἴδομεν ἥν τινα μη̃τιν ἐνὶ στήθεσσι κέκευθε.
[λίσσεσθαι δέ μιν αὐτόν, ὅπως νημερτέα εἴπη̨:]
ψευ̃δος δ' οὐκ ἐρέει: μάλα γὰρ πεπνυμένος ἐστί."

   τὴν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"Μέντορ, πω̃ς τ' ἄρ' ἴω, πω̃ς τ' ἂρ προσπτύξομαι αὐτόν;
οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοι̃σιν:
αἰδὼς δ' αὐ̃ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι."

   τὸν δ' αὐ̃τε προσέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:
"Τηλέμαχ', ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ ση̨̃σι νοήσεισ,
ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται: οὐ γὰρ ὀΐω
οὔ σε θεω̃ν ἀέκητι γενέσθαι τε τραφέμεν τε."

   ὣς ἄρα φωνήσασ' ἡγήσατο Παλλὰς 'Αθήνη
καρπαλίμωσ: ὁ δ' ἔπειτα μετ' ἴχνια βαι̃νε θεοι̃ο.
ἱ̃ξον δ' ἐς Πυλίων ἀνδρω̃ν ἄγυρίν τε καὶ ἕδρασ,
ἔνθ' ἄρα Νέστωρ ἡ̃στο σὺν υἱάσιν, ἀμφὶ δ' ἑται̃ροι
δαι̃τ' ἐντυνόμενοι κρέα τ' ὤπτων ἄλλα τ' ἔπειρον.
οἱ δ' ὡς οὐ̃ν ξείνους ἴδον, ἁθρόοι ἠ̃λθον ἅπαντεσ,
χερσίν τ' ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.
πρω̃τος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
ἀμφοτέρων ἕλε χει̃ρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
κώεσιν ἐν μαλακοι̃σιν, ἐπὶ ψαμάθοισ' ἁλίη̨σι,
πάρ τε κασιγνήτω̨ Θρασυμήδεϊ καὶ πατέρι ὡ̨̃.
δω̃κε δ' ἄρα σπλάγχνων μοίρασ, ἐν δ' οἰ̃νον ἔχευε
χρυσείω̨ δέπαϊ: δειδισκόμενος δὲ προσηύδα
Παλλάδ' 'Αθηναίην, κούρην Διὸς αἰγιόχοιο:
"εὔχεο νυ̃ν, ὠ̃ ξει̃νε, Ποσειδάωνι ἄνακτι:
του̃ γὰρ καὶ δαίτης ἠντήσατε δευ̃ρο μολόντεσ.
αὐτὰρ ἐπὴν σπείση̨ς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,
δὸς καὶ τούτω̨ ἔπειτα δέπας μελιηδέος οἴνου
σπει̃σαι, ἐπεὶ καὶ του̃τον ὀΐομαι ἀθανάτοισιν
εὔχεσθαι: πάντες δὲ θεω̃ν χατέουσ' ἄνθρωποι.
ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δ' ἐμοὶ αὐτω̨̃:
τοὔνεκα σοὶ προτέρω̨ δώσω χρύσειον ἄλεισον."

   ὣς εἰπὼν ἐν χερσὶ τίθει δέπας ἡδέος οἴνου:
χαι̃ρε δ' 'Αθηναίη πεπνυμένω̨ ἀνδρὶ δικαίω̨,
οὕνεκα οἱ̃ προτέρη̨ δω̃κε χρύσειον ἄλεισον:
αὐτίκα δ' εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι:

   "κλυ̃θι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρη̨ς
ἡμι̃ν εὐχομένοισι τελευτη̃σαι τάδε ἔργα.
Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κυ̃δος ὄπαζε,
αὐτὰρ ἔπειτ' ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν
σύμπασιν Πυλίοισιν ἀγακλειτη̃ς ἑκατόμβησ.
δὸς δ' ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,
οὕνεκα δευ̃ρ' ἱκόμεσθα θοη̨̃ σὺν νηὶ̈ μελαίνη̨."

   ὣς ἄρ' ἔπειτ' ἠρα̃το καὶ αὐτὴ πάντα τελεύτα.
δω̃κε δὲ Τηλεμάχω̨ καλὸν δέπας ἀμφικύπελλον:
ὣς δ' αὔτως ἠρα̃το 'Οδυσση̃ος φίλος υἱόσ.
οἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἐρύσαντο,
μοίρας δασσάμενοι δαίνυντ' ἐρικυδέα δαι̃τα.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοι̃σ' ἄρα μύθων ἠ̃ρχε Γερήνιος ἱππότα Νέστωρ:

   "νυ̃ν δὴ κάλλιόν ἐστι μεταλλη̃σαι καὶ ἐρέσθαι
ξείνουσ, οἵ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδη̃σ.
ὠ̃ ξει̃νοι, τίνες ἐστέ; πόθεν πλει̃θ' ὑγρὰ κέλευθα;
ἤ τι κατὰ πρη̃ξιν ἠ̃ μαψιδίως ἀλάλησθε
οἱ̃ά τε ληϊστη̃ρες ὑπεὶρ ἅλα, τοί τ' ἀλόωνται
ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποι̃σι φέροντεσ;"

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα,
θαρσήσασ: αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος 'Αθήνη
θη̃χ', ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο,
[ἠδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχη̨σιν:]

   "ὠ̃ Νέστορ Νηληϊάδη, μέγα κυ̃δος 'Αχαιω̃ν,
εἴρεαι ὁππόθεν εἰμέν: ἐγὼ δέ κέ τοι καταλέξω.
ἡμει̃ς ἐξ 'Ιθάκης 'Υπονηΐου εἰλήλουθμεν:
πρη̃ξις δ' ἥδ' ἰδίη, οὐ δήμιοσ, ἣν ἀγορεύω.
πατρὸς ἐμου̃ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,
δίου 'Οδυσση̃ος ταλασίφρονοσ, ὅν ποτέ φασι
σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
ἄλλους μὲν γὰρ πάντασ, ὅσοι Τρωσὶν πολέμιζον,
πευθόμεθ', ἡ̃χι ἕκαστος ἀπώλετο λυγρω̨̃ ὀλέθρω̨:
κείνου δ' αὐ̃ καὶ ὄλεθρον ἀπευθέα θη̃κε Κρονίων.
οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθ' ὄλωλεν,
εἴ θ' ὅ γ' ἐπ' ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
εἴ τε καὶ ἐν πελάγει μετὰ κύμασιν 'Αμφιτρίτησ.
τοὔνεκα νυ̃ν τὰ σὰ γούναθ' ἱκάνομαι, αἴ κ' ἐθέλη̨σθα
κείνου λυγρὸν ὄλεθρον ἐνισπει̃ν, εἴ που ὄπωπας
ὀφθαλμοι̃σι τεοι̃σιν, ἢ ἄλλου μυ̃θον ἄκουσας
πλαζομένου: περὶ γάρ μιν ὀϊζυρὸν τέκε μήτηρ:
μηδέ τί μ' αἰδόμενος μειλίσσεο μηδ' ἐλεαίρων,
ἀλλ' εὐ̃ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπη̃σ.
λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμόσ, ἐσθλὸς 'Οδυσσεύσ,
ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
δήμω̨ ἔνι Τρώων, ὅθι πάσχετε πήματ' 'Αχαιοί:
τω̃ν νυ̃ν μοι μνη̃σαι, καί μοι νημερτὲς ἐνίσπεσ."

   τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
"ὠ̃ φίλ', ἐπεί μ' ἔμνησας ὀϊζύοσ, ἣν ἐν ἐκείνω̨
δήμω̨ ἀνέτλημεν μένος ἄσχετοι υἱ̃ες 'Αχαιω̃ν,
ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπ' ἠεροειδέα πόντον
πλαζόμενοι κατὰ ληΐδ', ὅπη̨ ἄρξειεν 'Αχιλλεύσ,
ἠδ' ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
μαρνάμεθ': ἔνθα δ' ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι:
ἔνθα μὲν Αἴας κει̃ται ἀρήϊοσ, ἔνθα δ' 'Αχιλλεύσ,
ἔνθα δὲ Πάτροκλοσ, θεόφιν μήστωρ ἀτάλαντοσ,
ἔνθα δ' ἐμὸς φίλος υἱόσ, ἅμα κρατερὸς καὶ ἀταρβήσ,
'Αντίλοχοσ, περὶ μὲν θείειν ταχὺς ἠδὲ μαχητήσ:
ἄλλα τε πόλλ' ἐπὶ τοι̃ς πάθομεν κακά: τίς κεν ἐκει̃να
πάντα γε μυθήσαιτο καταθνητω̃ν ἀνθρώπων;
οὐδ' εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
ἐξερέοισ, ὅσα κει̃θι πάθον κακὰ δι̃οι 'Αχαιοί:
πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαι̃αν ἵκοιο.
εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
παντοίοισι δόλοισι, μόγις δ' ἐτέλεσσε Κρονίων.
ἔνθ' οὔ τίς ποτε μη̃τιν ὁμοιωθήμεναι ἄντην
ἤθελ', ἐπεὶ μάλα πολλὸν ἐνίκα δι̃ος 'Οδυσσεὺς
παντοίοισι δόλοισι, πατὴρ τεόσ, εἰ ἐτεόν γε
κείνου ἔκγονός ἐσσι: σέβας μ' ἔχει εἰσορόωντα.
ἠ̃ τοι γὰρ μυ̃θοί γε ἐοικότεσ, οὐδέ κε φαίης
ἄνδρα νεώτερον ὡ̃δε ἐοικότα μυθήσασθαι.
ἔνθ' ἠ̃ τοι εἱ̃ος μὲν ἐγὼ καὶ δι̃ος 'Οδυσσεὺς
οὔτε ποτ' εἰν ἀγορη̨̃ δίχ' ἐβάζομεν οὔτ' ἐνὶ βουλη̨̃,
ἀλλ' ἕνα θυμὸν ἔχοντε νόω̨ καὶ ἐπίφρονι βουλη̨̃
φραζόμεθ' 'Αργείοισιν ὅπως ὄχ' ἄριστα γένοιτο.
αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
[βη̃μεν δ' ἐν νήεσσι, θεὸς δ' ἐκέδασσεν 'Αχαιούσ,]
καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
'Αργείοισ', ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
πάντες ἔσαν: τω̃ σφεων πολέες κακὸν οἰ̃τον ἐπέσπον
μήνιος ἐξ ὀλοη̃ς γλαυκώπιδος ὀβριμοπάτρησ,
ἥ τ' ἔριν 'Ατρεΐδη̨σι μετ' ἀμφοτέροισιν ἔθηκε.
τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας 'Αχαιούσ,
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα, _
οἱ δ' ἠ̃λθον οἴνω̨ βεβαρηότες υἱ̃ες 'Αχαιω̃ν, _
μυ̃θον μυθείσθην, του̃ εἵνεκα λαὸν ἄγειραν.
ἔνθ' ἠ̃ τοι Μενέλαος ἀνώγει πάντας 'Αχαιοὺς
νόστου μιμνή̨σκεσθαι ἐπ' εὐρέα νω̃τα θαλάσσησ:
οὐδ' 'Αγαμέμνονι πάμπαν ἑήνδανε: βούλετο γάρ ῥα
λαὸν ἐρυκακέειν ῥέξαι θ' ἱερὰς ἑκατόμβασ,
ὡς τὸν 'Αθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
νήπιοσ, οὐδὲ τὸ ἤ̨δη, ὃ οὐ πείσεσθαι ἔμελλεν:
οὐ γάρ τ' αἰ̃ψα θεω̃ν τρέπεται νόος αἰὲν ἐόντων.
ὣς τὼ μὲν χαλεποι̃σιν ἀμειβομένω ἐπέεσσιν
ἕστασαν: οἱ δ' ἀνόρουσαν ἐϋκνήμιδες 'Αχαιοὶ
ἠχη̨̃ θεσπεσίη̨, δίχα δέ σφισιν ἥνδανε βουλή.
νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
ἀλλήλοισ': ἐπὶ γὰρ Ζεὺς ἤρτυε πη̃μα κακοι̃ο:
ἠω̃θεν δ' οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δι̃αν
κτήματά τ' ἐντιθέμεσθα βαθυζώνους τε γυναι̃κασ.
ἡμίσεες δ' ἄρα λαοὶ ἐρητύοντο μένοντες
αὐ̃θι παρ' 'Ατρεΐδη̨ 'Αγαμέμνονι, ποιμένι λαω̃ν:
ἡμίσεες δ' ἀναβάντες ἐλαύνομεν: αἱ δὲ μάλ' ὠ̃κα
ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.
ἐς Τένεδον δ' ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοι̃σιν,
οἴκαδε ἱέμενοι: Ζεὺς δ' οὔ πω μήδετο νόστον,
σχέτλιοσ, ὅς ῥ' ἔριν ὠ̃ρσε κακὴν ἔπι δεύτερον αὐ̃τισ.
οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας
ἀμφ' 'Οδυση̃α ἄνακτα δαΐφρονα ποικιλομήτην,
αὐ̃τις ἐπ' 'Ατρεΐδη̨ 'Αγαμέμνονι ἠ̃ρα φέροντεσ:
αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἔποντο,
φευ̃γον, ἐπεὶ γίνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.
φευ̃γε δὲ Τυδέος υἱὸς ἀρήϊοσ, ὠ̃ρσε δ' ἑταίρουσ.
ὀψὲ δὲ δὴ μετὰ νω̃ϊ κίε ξανθὸς Μενέλαοσ,
ἐν Λέσβω̨ δ' ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντασ,
ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσησ,
νήσου ἔπι Ψυρίησ, αὐτὴν ἐπ' ἀριστέρ' ἔχοντεσ,
ἠ̃ ὑπένερθε Χίοιο παρ' ἠνεμόεντα Μίμαντα.
ἠ̨τέομεν δὲ θεὸν φη̃ναι τέρασ: αὐτὰρ ὅ γ' ἥμιν
δει̃ξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
ὠ̃ρτο δ' ἐπὶ λιγὺς οὐ̃ρος ἀήμεναι: αἱ δὲ μάλ' ὠ̃κα
ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν
ἐννύχιαι κατάγοντο: Ποσειδάωνι δὲ ταύρων
πόλλ' ἐπὶ μη̃ρ' ἔθεμεν, πέλαγος μέγα μετρήσαντεσ.
τέτρατον ἠ̃μαρ ἔην, ὅτ' ἐν 'Άργεϊ νη̃ας ἐΐσας
Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
ἵστασαν: αὐτὰρ ἐγώ γε Πύλονδ' ἔχον, οὐδέ ποτ' ἔσβη
οὐ̃ροσ, ἐπεὶ δὴ πρω̃τα θεὸς προέηκεν ἀη̃ναι.
ὣς ἠ̃λθον, φίλε τέκνον, ἀπευθήσ, οὐδέ τι οἰ̃δα
κείνων, οἵ τ' ἐσάωθεν 'Αχαιω̃ν οἵ τ' ἀπόλοντο.
ὅσσα δ' ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
εὐ̃ μὲν Μυρμιδόνας φάσ' ἐλθέμεν ἐγχεσιμώρουσ,
οὓς ἄγ' 'Αχιλλη̃ος μεγαθύμου φαίδιμος υἱόσ,
εὐ̃ δὲ φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
πάντας δ' 'Ιδομενεὺς Κρήτην εἰσήγαγ' ἑταίρουσ,
οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τιν' ἀπηύρα.
'Ατρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε νόσφιν ἐόντεσ,
ὥς τ' ἠ̃λθ' ὥς τ' Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
ἀλλ' ἠ̃ τοι κει̃νος μὲν ἐπισμυγερω̃ς ἀπέτεισεν.
ὡς ἀγαθὸν καὶ παι̃δα καταφθιμένοιο λιπέσθαι
ἀνδρόσ, ἐπεὶ καὶ κει̃νος ἐτείσατο πατροφονη̃α,
Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
καὶ σύ, φίλοσ, μάλα γάρ σ' ὁρόω καλόν τε μέγαν τε,
ἄλκιμος ἔσσ', ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ̈ εἴπη̨."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"ὠ̃ Νέστορ Νηληϊάδη, μέγα κυ̃δος 'Αχαιω̃ν,
καὶ λίην κει̃νος μὲν ἐτείσατο, καί οἱ 'Αχαιοὶ
οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισιν ἀοιδήν.
αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθει̃εν,
τείσασθαι μνηστη̃ρας ὑπερβασίης ἀλεγεινη̃σ,
οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
ἀλλ' οὔ μοι τοιου̃τον ἐπέκλωσαν θεοὶ ὄλβον,
πατρί τ' ἐμω̨̃ καὶ ἐμοί: νυ̃ν δὲ χρὴ τετλάμεν ἔμπησ."

   τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
"ὠ̃ φίλ', ἐπεὶ δὴ ταυ̃τά μ' ἀνέμνησας καὶ ἔειπεσ,
φασὶ μνηστη̃ρας ση̃ς μητέρος εἵνεκα πολλοὺς
ἐν μεγάροισ' ἀέκητι σέθεν κακὰ μηχανάασθαι.
εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἠ̃ σέ γε λαοὶ
ἐχθαίρουσ' ἀνὰ δη̃μον, ἐπισπόμενοι θεου̃ ὀμφη̨̃.
τίς δ' οἰ̃δ' εἴ κέ ποτέ σφι βίας ἀποτείσεται ἐλθών,
ἢ ὅ γε μου̃νος ἐὼν ἢ καὶ σύμπαντες 'Αχαιοί;
εἰ γάρ σ' ὣς ἐθέλοι φιλέειν γλαυκω̃πις 'Αθήνη,
ὡς τότ' 'Οδυσση̃ος περικήδετο κυδαλίμοιο
δήμω̨ ἔνι Τρώων. ὅθι πάσχομεν ἄλγε' 'Αχαιοί: _
οὐ γάρ πω ἴδον ὡ̃δε θεοὺς ἀναφανδὰ φιλευ̃ντασ,
ὡς κείνω̨ ἀναφανδὰ παρίστατο Παλλὰς 'Αθήνη: _
εἴ σ' οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμω̨̃,
τω̃ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"ὠ̃ γέρον, οὔ πω του̃το ἔπος τελέεσθαι ὀΐω:
λίην γὰρ μέγα εἰ̃πεσ: ἄγη μ' ἔχει. οὐκ ἂν ἐμοί γε
ἐλπομένω̨ τὰ γένοιτ', οὐδ' εἰ θεοὶ ὣς ἐθέλοιεν."

   τὸν δ' αὐ̃τε προσέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:
"Τηλέμαχε, ποι̃όν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
ῥει̃α θεός γ' ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
βουλοίμην δ' ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
οἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἠ̃μαρ ἰδέσθαι,
ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιοσ, ὡς 'Αγαμέμνων
ὤλεθ' ὑπ' Αἰγίσθοιο δόλω̨ καὶ ἡ̃ς ἀλόχοιο.
ἀλλ' ἠ̃ τοι θάνατον μὲν ὁμοίϊον οὐδὲ θεοί περ
καὶ φίλω̨ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
μοι̃ρ' ὀλοὴ καθέλη̨σι τανηλεγέος θανάτοιο."

   τὴν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"Μέντορ, μηκέτι ταυ̃τα λεγώμεθα κηδόμενοί περ:
κείνω̨ δ' οὐκέτι νόστος ἐτήτυμοσ, ἀλλά οἱ ἤδη
φράσσαντ' ἀθάνατοι θάνατον καὶ κη̃ρα μέλαιναν.
νυ̃ν δ' ἐθέλω ἔπος ἄλλο μεταλλη̃σαι καὶ ἐρέσθαι
Νέστορ', ἐπεὶ περίοιδε δίκας ἠδὲ φρόνιν ἄλλων:
τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένε' ἀνδρω̃ν,
ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
ὠ̃ Νέστορ Νηληϊάδη, σὺ δ' ἀληθὲς ἐνίσπεσ:
πω̃ς ἔθαν' 'Ατρεΐδης εὐρὺ κρείων 'Αγαμέμνων;
που̃ Μενέλαος ἔην; τίνα δ' αὐτω̨̃ μήσατ' ὄλεθρον
Αἴγισθος δολόμητισ, ἐπεὶ κτάνε πολλὸν ἀρείω;
ἠ̃ οὐκ 'Άργεος ἠ̃εν 'Αχαιϊκου̃, ἀλλά πη̨ ἄλλη̨
πλάζετ' ἐπ' ἀνθρώπουσ, ὁ δὲ θαρσήσας κατέπεφνε;"

   τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
"τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ' ἀγορεύσω.
ἠ̃ τοι μὲν τόδε καὐτὸς ὀΐεαι, ὥς κεν ἐτύχθη,
εἰ ζώοντ' Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
'Ατρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαοσ:
τω̃ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαι̃αν ἔχευαν,
ἀλλ' ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
κείμενον ἐν πεδίω̨ ἑκὰς ἄστεοσ, οὐδὲ κέ τίς μιν
κλαυ̃σεν 'Αχαιϊάδων: μάλα γὰρ μέγα μήσατο ἔργον.
ἡμει̃ς μὲν γὰρ κει̃θι πολέας τελέοντες ἀέθλους
ἥμεθ': ὁ δ' εὔκηλος μυχω̨̃ 'Άργεος ἱπποβότοιο
πόλλ' 'Αγαμεμνονέην ἄλοχον θέλγεσκεν ἔπεσσιν.
ἡ δ' ἠ̃ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικέσ,
δι̃α Κλυταιμνήστρη: φρεσὶ γὰρ κέχρητ' ἀγαθη̨̃σι:
πὰρ δ' ἄρ' ἔην καὶ ἀοιδὸς ἀνήρ, ὡ̨̃ πόλλ' ἐπέτελλεν
'Ατρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.
ἀλλ' ὅτε δή μιν μοι̃ρα θεω̃ν ἐπέδησε δαμη̃ναι,
δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νη̃σον ἐρήμην
κάλλιπεν οἰωνοι̃σιν ἕλωρ καὶ κύρμα γενέσθαι,
τὴν δ' ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
πολλὰ δὲ μηρί' ἔκηε θεω̃ν ἱεροι̃σ' ἐπὶ βωμοι̃σ,
πολλὰ δ' ἀγάλματ' ἀνη̃ψεν, ὑφάσματά τε χρυσόν τε,
ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμω̨̃.
ἡμει̃ς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντεσ,
'Ατρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν:
ἀλλ' ὅτε Σούνιον ἱρὸν ἀφικόμεθ', ἄκρον 'Αθηνέων,
ἔνθα κυβερνήτην Μενελάου Φοι̃βος 'Απόλλων
οἱ̃σ' ἀγανοι̃σι βέλεσσιν ἐποιχόμενος κατέπεφνε,
πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,
Φρόντιν 'Ονητορίδην, ὃς ἐκαίνυτο φυ̃λ' ἀνθρώπων
νη̃α κυβερνη̃σαι, ὁπότε σπέρχοιεν ἄελλαι.
ὣς ὁ μὲν ἔνθα κατέσχετ', ἐπειγόμενός περ ὁδοι̃ο,
ὄφρ' ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
ἀλλ' ὅτε δὴ καὶ κει̃νος ἰὼν ἐπὶ οἴνοπα πόντον
ἐν νηυσὶ γλαφυρη̨̃σι Μαλειάων ὄρος αἰπὺ
ἱ̃ξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
ἐφράσατο, λιγέων δ' ἀνέμων ἐπ' ἀϋτμένα χευ̃ε
κύματά τε τροφόεντα πελώρια, ἰ̃σα ὄρεσσιν.
ἔνθα διατμήξας τὰς μὲν Κρήτη̨ ἐπέλασσεν,
ἡ̃χι Κύδωνες ἔναιον 'Ιαρδάνου ἀμφὶ ῥέεθρα.
ἔστι δέ τις λισσὴ αἰπει̃ά τε εἰς ἅλα πέτρη
ἐσχατιη̨̃ Γόρτυνος ἐν ἠεροειδέϊ πόντω̨:
ἔνθα νότος μέγα κυ̃μα ποτὶ σκαιὸν ῥίον ὠθει̃,
ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κυ̃μ' ἀποέργει.
αἱ μὲν ἄρ' ἔνθ' ἠ̃λθον, σπουδη̨̃ δ' ἤλυξαν ὄλεθρον
ἄνδρεσ, ἀτὰρ νη̃άς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
κύματ': ἀτὰρ τὰς πέντε νέας κυανοπρωείρους
Αἰγύπτω̨ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
ἠλα̃το ξὺν νηυσὶ κατ' ἀλλοθρόους ἀνθρώπουσ:
τόφρα δὲ ταυ̃τ' Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά,
κτείνας 'Ατρεΐδην, δέδμητο δὲ λαὸς ὑπ' αὐτω̨̃.
ἑπτάετες δ' ἤνασσε πολυχρύσοιο Μυκήνησ,
τω̨̃ δέ οἱ ὀγδοάτω̨ κακὸν ἤλυθε δι̃ος 'Ορέστης
ἂψ ἀπ' 'Αθηνάων, κατὰ δ' ἔκτανε πατροφονη̃α,
[Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.]
ἠ̃ τοι ὁ τὸν κτείνας δαίνυ τάφον 'Αργείοισι
μητρός τε στυγερη̃ς καὶ ἀνάλκιδος Αἰγίσθοιο:
αὐτη̃μαρ δέ οἱ ἠ̃λθε βοὴν ἀγαθὸς Μενέλαοσ,
πολλὰ κτήματ' ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.
καὶ σύ, φίλοσ, μὴ δηθὰ δόμων ἄπο τη̃λ' ἀλάλησο,
κτήματά τε προλιπὼν ἄνδρας τ' ἐν σοι̃σι δόμοισιν
οὕτω ὑπερφιάλουσ, μή τοι κατὰ πάντα φάγωσι
κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθη̨σ.
ἀλλ' ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
ἐλθει̃ν: κει̃νος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
ἐκ τω̃ν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμω̨̃
ἐλθέμεν, ὅν τινα πρω̃τον ἀποσφήλωσιν ἄελλαι
ἐς πέλαγος μέγα τοι̃ον, ὅθεν τέ περ οὐδ' οἰωνοὶ
αὐτόετες οἰχνευ̃σιν, ἐπεὶ μέγα τε δεινόν τε.
ἀλλ' ἴθι νυ̃ν σὺν νηΐ τε ση̨̃ καὶ σοι̃σ' ἑτάροισιν:
εἰ δ' ἐθέλεις πεζόσ, πάρα τοι δίφρος τε καὶ ἵπποι,
πὰρ δέ τοι υἱ̃ες ἐμοί, οἵ τοι πομπη̃ες ἔσονται
ἐς Λακεδαίμονα δι̃αν, ὅθι ξανθὸς Μενέλαοσ.
λίσσεσθαι δέ μιν αὐτόσ, ἵνα νημερτὲς ἐνίσπη̨:
ψευ̃δος δ' οὐκ ἐρέει: μάλα γὰρ πεπνυμένος ἐστίν."

   ὣς ἔφατ', ἠέλιος δ' ἄρ' ἔδυ καὶ ἐπὶ κνέφας ἠ̃λθε.
τοι̃σι δὲ καὶ μετέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:
"ὠ̃ γέρον, ἠ̃ τοι ταυ̃τα κατὰ μοι̃ραν κατέλεξασ:
ἀλλ' ἄγε τάμνετε μὲν γλώσσασ, κεράασθε δὲ οἰ̃νον,
ὄφρα Ποσειδάωνι καὶ ἄλλοισ' ἀθανάτοισι
σπείσαντες κοίτοιο μεδώμεθα: τοι̃ο γὰρ ὥρη.
ἤδη γὰρ φάος οἴχεθ' ὑπὸ ζόφον, οὐδὲ ἔοικε
δηθὰ θεω̃ν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι."

   ἠ̃ ῥα Διὸς θυγάτηρ, οἱ δ' ἔκλυον αὐδησάσησ:
τοι̃σι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χει̃ρας ἔχευαν,
κου̃ροι δὲ κρητη̃ρας ἐπεστέψαντο ποτοι̃ο,
νώμησαν δ' ἄρα πα̃σιν ἐπαρξάμενοι δεπάεσσι:
γλώσσας δ' ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δ' ἐπέλειβον.
αὐτὰρ ἐπεὶ σπει̃σάν τε πίον θ' ὅσον ἤθελε θυμόσ,
δὴ τότ' 'Αθηναίη καὶ Τηλέμαχος θεοειδὴς
ἄμφω ἱέσθην κοίλην ἐπὶ νη̃α νέεσθαι:
Νέστωρ αὐ̃ κατέρυκε καθαπτόμενος ἐπέεσσι:

   "Ζεὺς τό γ' ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
ὡς ὑμει̃ς παρ' ἐμει̃ο θοὴν ἐπὶ νη̃α κίοιτε
ὥς τέ τευ ἢ παρὰ πάμπαν ἀνείμονος ἠὲ πενιχρου̃,
ὡ̨̃ οὔ τι χλαι̃ναι καὶ ῥήγεα πόλλ' ἐνὶ οἴκω̨,
οὔτ' αὐτω̨̃ μαλακω̃ς οὔτε ξείνοισιν ἐνεύδειν.
αὐτὰρ ἐμοὶ πάρα μὲν χλαι̃ναι καὶ ῥήγεα καλά.
οὔ θην δὴ του̃δ' ἀνδρὸς 'Οδυσση̃ος φίλος υἱὸς
νηὸς ἐπ' ἰκριόφιν καταλέξεται, ὄφρ' ἂν ἐγώ γε
ζώω, ἔπειτα δὲ παι̃δες ἐνὶ μεγάροισι λίπωνται
ξείνους ξεινίζειν, ὅς τίς κ' ἐμὰ δώμαθ' ἵκηται."

   τὸν δ' αὐ̃τε προσέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:
"εὐ̃ δὴ ταυ̃τά γ' ἔφησθα, γέρον φίλε: σοὶ δὲ ἔοικε
Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτω.
ἀλλ' οὑ̃τος μὲν νυ̃ν σοι ἅμ' ἕψεται, ὄφρα κεν εὕδη̨
σοι̃σιν ἐνὶ μεγάροισιν: ἐγὼ δ' ἐπὶ νη̃α μέλαιναν
εἰ̃μ', ἵνα θαρσύνω θ' ἑτάρους εἴπω τε ἕκαστα.
οἰ̃ος γὰρ μετὰ τοι̃σι γεραίτερος εὔχομαι εἰ̃ναι:
οἱ δ' ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
ἔνθα κε λεξαίμην κοίλη̨ παρὰ νηὶ̈ μελαίνη̨,
νυ̃ν: ἀτὰρ ἠω̃θεν μετὰ Καύκωνας μεγαθύμους
εἰ̃μ', ἔνθα χρει̃ός μοι ὀφέλλεται, οὔ τι νέον γε
οὐδ' ὀλίγον: σὺ δὲ του̃τον, ἐπεὶ τεὸν ἵκετο δω̃μα,
πέμψον σὺν δίφρω̨ τε καὶ υἱέϊ: δὸς δέ οἱ ἵππουσ,
οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι."

   ὣς ἄρα φωνήσασ' ἀπέβη γλαυκω̃πις 'Αθήνη
φήνη̨ εἰδομένη: θάμβος δ' ἕλε πάντας 'Αχαιούσ.
θαύμαζεν δ' ὁ γεραιόσ, ὅπως ἴδεν ὀφθαλμοι̃σι:
Τηλεμάχου δ' ἕλε χει̃ρα, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

   "ὠ̃ φίλοσ, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
εἰ δή τοι νέω̨ ὡ̃δε θεοὶ πομπη̃ες ἕπονται.
οὐ μὲν γάρ τις ὅδ' ἄλλος 'Ολύμπια δώματ' ἐχόντων,
ἀλλὰ Διὸς θυγάτηρ, ἀγελείη Τριτογένεια,
ἥ τοι καὶ πατέρ' ἐσθλὸν ἐν 'Αργείοισιν ἐτίμα.
ἀλλά, ἄνασσ', ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,
αὐτω̨̃ καὶ παίδεσσι καὶ αἰδοίη̨ παρακοίτι:
σοὶ δ' αὐ̃ ἐγὼ ῥέξω βου̃ν ἤνιν εὐρυμέτωπον,
ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ:
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύασ."

   ὣς ἔφατ' εὐχόμενοσ, του̃ δ' ἔκλυε Παλλὰς 'Αθήνη.
τοι̃σιν δ' ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
υἱάσι καὶ γαμβροι̃σιν, ἑὰ πρὸς δώματα καλά.
ἀλλ' ὅτε δώμαθ' ἵκοντο ἀγακλυτὰ τοι̃ο ἄνακτοσ,
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε:
τοι̃ς δ' ὁ γέρων ἐλθου̃σιν ἀνὰ κρητη̃ρα κέρασσεν
οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτω̨ ἐνιαυτω̨̃
ὤϊξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε:
του̃ ὁ γέρων κρητη̃ρα κεράσσατο, πολλὰ δ' 'Αθήνη̨
εὔχετ' ἀποσπένδων, κούρη̨ Διὸς αἰγιόχοιο.

   αὐτὰρ ἐπεὶ σπει̃σάν τε πίον θ' ὅσον ἤθελε θυμόσ,
οἱ μὲν κακκείοντες ἔβαν οἰ̃κόνδε ἕκαστοσ,
τὸν δ' αὐτου̃ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
Τηλέμαχον, φίλον υἱὸν 'Οδυσση̃ος θείοιο,
τρητοι̃σ' ἐν λεχέεσσιν, ὑπ' αἰθούση̨ ἐριδούπω̨,
πὰρ δ' ἄρ' ἐϋμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρω̃ν,
ὅς οἱ ἔτ' ἠΐθεος παίδων ἠ̃ν ἐν μεγάροισιν.
αὐτὸς δ' αὐ̃τε καθευ̃δε μυχω̨̃ δόμου ὑψηλοι̃ο:
τω̨̃ δ' ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.

   ἠ̃μος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
ὤρνυτ' ἄρ' ἐξ εὐνη̃φι Γερήνιος ἱππότα Νέστωρ,
ἐκ δ' ἐλθὼν κατ' ἄρ' ἕζετ' ἐπὶ ξεστοι̃σι λίθοισιν,
οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων
λευκοί, ἀποστίλβοντες ἀλείφατοσ: οἱ̃σ' ἔπι μὲν πρὶν
Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντοσ:
ἀλλ' ὁ μὲν ἤδη κηρὶ δαμεὶς 'Άϊδόσδε βεβήκει,
Νέστωρ αὐ̃ τότ' ἐφι̃ζε Γερήνιοσ, οὐ̃ρος 'Αχαιω̃ν,
σκη̃πτρον ἔχων. περὶ δ' υἱ̃ες ἀολλέες ἠγερέθοντο
ἐκ θαλάμων ἐλθόντεσ, 'Εχέφρων τε Στρατίος τε
Περσεύς τ' 'Άρητός τε καὶ ἀντίθεος Θρασυμήδησ.
τοι̃σι δ' ἔπειθ' ἕκτος Πεισίστρατος ἤλυθεν ἥρωσ,
πὰρ δ' ἄρα Τηλέμαχον θεοείκελον εἱ̃σαν ἄγοντεσ.
τοι̃σι δὲ μύθων ἠ̃ρχε Γερήνιος ἱππότα Νέστωρ:

   "καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατ' ἐέλδωρ,
ὄφρ' ἠ̃ τοι πρώτιστα θεω̃ν ἱλάσσομ' 'Αθήνην,
ἥ μοι ἐναργὴς ἠ̃λθε θεου̃ ἐς δαι̃τα θάλειαν.
ἀλλ' ἄγ' ὁ μὲν πεδίονδ' ἐπὶ βου̃ν ἴτω, ὄφρα τάχιστα
ἔλθη̨σιν, ἐλάση̨ δὲ βοω̃ν ἐπιβουκόλος ἀνήρ:
εἱ̃ς δ' ἐπὶ Τηλεμάχου μεγαθύμου νη̃α μέλαιναν
πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύ' οἴουσ:
εἱ̃ς δ' αὐ̃ χρυσοχόον Λαέρκεα δευ̃ρο κελέσθω
ἐλθει̃ν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύη̨.
οἱ δ' ἄλλοι μένετ' αὐτου̃ ἀολλέεσ, εἴπατε δ' εἴσω
δμω̨η̨̃σιν κατὰ δώματ' ἀγακλυτὰ δαι̃τα πένεσθαι,
ἕδρας τε ξύλα τ' ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐποίπνυον: ἠ̃λθε μὲν ἂρ βου̃ς
ἐκ πεδίου, ἠ̃λθον δὲ θοη̃ς παρὰ νηὸς ἐΐσης
Τηλεμάχου ἕταροι μεγαλήτοροσ, ἠ̃λθε δὲ χαλκεὺς
ὅπλ' ἐν χερσὶν ἔχων χαλκήϊα, πείρατα τέχνησ,
ἄκμονά τε σφυ̃ράν τ' εὐποίητόν τε πυράγρην,
οἱ̃σίν τε χρυσὸν ἐργάζετο: ἠ̃λθε δ' 'Αθήνη
ἱρω̃ν ἀντιόωσα. γέρων δ' ἱππηλάτα Νέστωρ
χρυσὸν ἔδωχ': ὁ δ' ἔπειτα βοὸς κέρασιν περίχευεν
ἀσκήσασ, ἵν' ἄγαλμα θεὰ κεχάροιτο ἰδου̃σα.
βου̃ν δ' ἀγέτην κεράων Στρατίος καὶ δι̃ος 'Εχέφρων.
χέρνιβα δέ σφ' 'Άρητος ἐν ἀνθεμόεντι λέβητι
ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρη̨ δ' ἔχεν οὐλὰς
ἐν κανέω̨: πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο, βου̃ν ἐπικόψων.
Περσεὺς δ' ἀμνίον εἰ̃χε. γέρων δ' ἱππηλάτα Νέστωρ
χέρνιβά τ' οὐλοχύτας τε κατήρχετο, πολλὰ δ' 'Αθήνη̨
εὔχετ' ἀπαρχόμενοσ, κεφαλη̃ς τρίχας ἐν πυρὶ βάλλων.

   αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
αὐτίκα Νέστορος υἱόσ, ὑπέρθυμος Θρασυμήδησ,
ἤλασεν ἄγχι στάσ: πέλεκυς δ' ἀπέκοψε τένοντας
αὐχενίουσ, λυ̃σεν δὲ βοὸς μένοσ: αἱ δ' ὀλόλυξαν
θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
Νέστοροσ, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρω̃ν.
οἱ μὲν ἔπειτ' ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
ἔσχον: ἀτὰρ σφάξεν Πεισίστρατοσ, ὄρχαμος ἀνδρω̃ν.
τη̃ς δ' ἐπεὶ ἐκ μέλαν αἱ̃μα ῥύη, λίπε δ' ὀστέα θυμόσ,
αἰ̃ψ' ἄρα μιν διέχευαν, ἄφαρ δ' ἐκ μηρία τάμνον
πάντα κατὰ μοι̃ραν, κατά τε κνίση̨ ἐκάλυψαν,
δίπτυχα ποιήσαντεσ, ἐπ' αὐτω̃ν δ' ὠμοθέτησαν.
και̃ε δ' ἐπὶ σχίζη̨σ' ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἰ̃νον
λει̃βε: νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν.
αὐτὰρ ἐπεὶ κατὰ μη̃ρ' ἐκάη καὶ σπλάγχνα πάσαντο,
μίστυλλόν τ' ἄρα τἀ̃λλα καὶ ἀμφ' ὀβελοι̃σιν ἔπειρον,
ὤπτων δ' ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντεσ.

   τόφρα δὲ Τηλέμαχον λου̃σεν καλὴ Πολυκάστη,
Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.
αὐτὰρ ἐπεὶ λου̃σέν τε καὶ ἔχρισεν λίπ' ἐλαίω̨,
ἀμφὶ δέ μιν φα̃ρος καλὸν βάλεν ἠδὲ χιτω̃να,
ἔκ ῥ' ἀσαμίνθου βη̃ δέμας ἀθανάτοισιν ὁμοι̃οσ:
πὰρ δ' ὅ γε Νέστορ' ἰὼν κατ' ἄρ' ἕζετο, ποιμένα λαω̃ν.

   οἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἐρύσαντο,
δαίνυνθ' ἑζόμενοι: ἐπὶ δ' ἀνέρες ἐσθλοὶ ὄροντο
οἰ̃νον οἰνοχοευ̃ντες ἐνὶ χρυσέοις δεπάεσσιν.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοι̃σι δὲ μύθων ἠ̃ρχε Γερήνιος ἱππότα Νέστωρ:

   "παι̃δες ἐμοί, ἄγε Τηλεμάχω̨ καλλίτριχας ἵππους
ζεύξαθ' ὑφ' ἅρματ' ἄγοντεσ, ἵνα πρήσση̨σιν ὁδοι̃ο."

   ὣς ἔφαθ', οἱ δ' ἄρα του̃ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο,
καρπαλίμως δ' ἔζευξαν ὑφ' ἅρμασιν ὠκέας ἵππουσ.
ἐν δὲ γυνὴ ταμίη σι̃τον καὶ οἰ̃νον ἔθηκεν
ὄψα τε, οἱ̃α ἔδουσι διοτρεφέες βασιλη̃εσ.
ἂν δ' ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον:
πὰρ δ' ἄρα Νεστορίδης Πεισίστρατοσ, ὄρχαμος ἀνδρω̃ν,
ἐς δίφρον τ' ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην
ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
οἱ δὲ πανημέριοι σει̃ον ζυγὸν ἀμφὶς ἔχοντεσ.
δύσετό τ' ἠέλιος σκιόωντό τε πα̃σαι ἀγυιαί:
ἐς Φηρὰς δ' ἵκοντο Διοκλη̃ος ποτὶ δω̃μα,
υἱέος 'Ορτιλόχοιο, τὸν 'Αλφειὸς τέκε παι̃δα.
ἔνθα δὲ νύκτ' ἄεσαν, ὁ δ' ἄρα ξεινήϊα δω̃κεν.
ἠ̃μος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
ἵππους τ' ἐζεύγνυντ' ἀνά θ' ἅρματα ποικίλ' ἔβαινον,
[ἐκ δ' ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου:]
μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην.
ἱ̃ξον δ' ἐς πεδίον πυρηφόρον, ἔνθα δ' ἔπειτα
ἠ̃νον ὁδόν: τοι̃ον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
δύσετό τ' ἠέλιος σκιόωντό τε πα̃σαι ἀγυιαί.