ΟΔΥΣΣΕΙΑΣ Δ

Οἱ δ' ἱ̃ξον κοίλην Λακεδαίμονα κητώεσσαν,
πρὸς δ' ἄρα δώματ' ἔλων Μενελάου κυδαλίμοιο.
τὸν δ' εὑ̃ρον δαινύντα γάμον πολλοι̃σιν ἔτη̨σιν
υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ὡ̨̃ ἐνὶ οἴκω̨.
τὴν μὲν 'Αχιλλη̃ος ῥηξήνορος υἱέϊ πέμπεν:
ἐν Τροίη̨ γὰρ πρω̃τον ὑπέσχετο καὶ κατένευσε
δωσέμεναι, τοι̃σιν δὲ θεοὶ γάμον ἐξετέλειον:
τὴν ἄρ' ὅ γ' ἔνθ' ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἱ̃σιν ἄνασσεν.
υἱέϊ δὲ Σπάρτηθεν 'Αλέκτορος ἤγετο κούρην,
ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
ἐκ δούλησ: 'Ελένη̨ δὲ θεοὶ γόνον οὐκέτ' ἔφαινον,
ἐπεὶ δὴ τὸ πρω̃τον ἐγείνατο παι̃δ' ἐρατεινήν,
'Ερμιόνην, ἣ εἰ̃δος ἔχε χρυση̃ς 'Αφροδίτησ.

   ὣς οἱ μὲν δαίνυντο καθ' ὑψερεφὲς μέγα δω̃μα
γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
τερπόμενοι: μετὰ δέ σφιν ἐμέλπετο θει̃ος ἀοιδὸς
φορμίζων: δοιὼ δὲ κυβιστητη̃ρε κατ' αὐτοὺς
μολπη̃ς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσουσ.
τὼ δ' αὐ̃τ' ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
Τηλέμαχός θ' ἥρως καὶ Νέστορος ἀγλαὸς υἱόσ,
στη̃σαν: ὁ δὲ προμολὼν ἴδετο κρείων 'Ετεωνεύσ,
ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
βη̃ δ' ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαω̃ν,
ἀγχου̃ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:

   "ξείνω δή τινε τώδε, διοτρεφὲς ὠ̃ Μενέλαε,
ἄνδρε δύω, γενεη̨̃ δὲ Διὸς μεγάλοιο ἔϊκτον.
ἀλλ' εἴπ', ἤ σφωϊν καταλύσομεν ὠκέας ἵππουσ,
ἠ̃ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήση̨."

   τὸν δὲ μέγ' ὀχθήσας προσέφη ξανθὸς Μενέλαοσ:
"οὐ μὲν νήπιος ἠ̃σθα, Βοηθοΐδη 'Ετεωνευ̃,
τὸ πρίν: ἀτὰρ μὲν νυ̃ν γε πάϊς ὣς νήπια βάζεισ.
ἠ̃ μὲν δὴ νω̃ϊ ξεινήϊα πολλὰ φαγόντες
ἄλλων ἀνθρώπων δευ̃ρ' ἱκόμεθ', αἴ κέ ποθι Ζεὺς
ἐξοπίσω περ παύση̨ ὀϊζύοσ. ἀλλὰ λύ' ἵππους
ξείνων, ἐς δ' αὐτοὺς προτέρω ἄγε θοινηθη̃ναι."

   ὣς φάθ', ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δ' ἄλλους
ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοι̃ αὐτω̨̃.
οἱ δ' ἵππους μὲν λυ̃σαν ὑπὸ ζυγου̃ ἱδρώοντασ:
καὶ τοὺς μὲν κατέδησαν ἐφ' ἱππείη̨σι κάπη̨σι,
πὰρ δ' ἔβαλον ζειάσ, ἀνὰ δὲ κρι̃ λευκὸν ἔμειξαν,
ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
αὐτοὺς δ' εἰση̃γον θει̃ον δόμον. οἱ δὲ ἰδόντες
θαύμαζον κατὰ δω̃μα διοτρεφέος βασιλη̃οσ:
ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
δω̃μα καθ' ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοι̃σιν,
ἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
τοὺς δ' ἐπεὶ οὐ̃ν δμω̨αὶ λου̃σαν καὶ χρι̃σαν ἐλαίω̨,
ἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτω̃νασ,
ἔς ῥα θρόνους ἕζοντο παρ' 'Ατρεΐδην Μενέλαον.
χέρνιβα δ' ἀμφίπολος προχόω̨ ἐπέχευε φέρουσα
καλη̨̃ χρυσείη̨, ὑπὲρ ἀργυρέοιο λέβητοσ,
νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σι̃τον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ' ἐπιθει̃σα, χαριζομένη παρεόντων.
[δαιτρὸς δὲ κρειω̃ν πίνακας παρέθηκεν ἀείρας
παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.]
τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαοσ:

   "σίτου θ' ἅπτεσθον καὶ χαίρετον: αὐτὰρ ἔπειτα
δείπνου πασσαμένω εἰρησόμεθ' οἵ τινές ἐστον
ἀνδρω̃ν: οὐ γὰρ σφω̃ν γε γένος ἀπόλωλε τοκήων,
ἀλλ' ἀνδρω̃ν γένος ἐστὲ διοτρεφέων βασιλήων
σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν."

   ὣς φάτο, καί σφιν νω̃τα βοὸς παρὰ πίονα θη̃κεν
ὄπτ' ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτω̨̃.
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοι̃μα προκείμενα χει̃ρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι:

   "φράζεο, Νεστορίδη, τω̨̃ ἐμω̨̃ κεχαρισμένε θυμω̨̃,
χαλκου̃ τε στεροπὴν κατὰ δώματα ἠχήεντα
χρυσου̃ τ' ἠλέκτρου τε καὶ ἀργύρου ἠδ' ἐλέφαντοσ.
Ζηνός που τοιήδε γ' 'Ολυμπίου ἔνδοθεν αὐλή,
ὅσσα τάδ' ἄσπετα πολλά: σέβας μ' ἔχει εἰσορόωντα."

   του̃ δ' ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαοσ,
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:

   "τέκνα φίλ', ἠ̃ τοι Ζηνὶ βροτω̃ν οὐκ ἄν τις ἐρίζοι:
ἀθάνατοι γὰρ του̃ γε δόμοι καὶ κτήματ' ἔασιν:
ἀνδρω̃ν δ' ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,
κτήμασιν. ἠ̃ γὰρ πολλὰ παθὼν καὶ πόλλ' ἐπαληθεὶς
ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτω̨ ἔτει ἠ̃λθον,
Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείσ,
Αἰθίοπάς θ' ἱκόμην καὶ Σιδονίους καὶ 'Ερεμβοὺς
καὶ Λιβύην, ἵνα τ' ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
τρὶς γὰρ τίκτει μη̃λα τελεσφόρον εἰς ἐνιαυτόν:
ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
τυρου̃ καὶ κρειω̃ν οὐδὲ γλυκεροι̃ο γάλακτοσ,
ἀλλ' αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θη̃σθαι.
εἱ̃ος ἐγὼ περὶ κει̃να πολὺν βίοτον ξυναγείρων
ἠλώμην, τει̃ός μοι ἀδελφεὸν ἄλλος ἔπεφνε
λάθρη̨, ἀνωϊστί, δόλω̨ οὐλομένης ἀλόχοιο.
ὣς οὔ τοι χαίρων τοι̃σδε κτεάτεσσιν ἀνάσσω: _
καὶ πατέρων τάδε μέλλετ' ἀκουέμεν, οἵ τινες ὕμιν
εἰσίν: _ἐπεὶ μάλα πολλὰ πάθον καὶ ἀπώλεσα οἰ̃κον
εὐ̃ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
ὡ̃ν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοι̃ραν
ναίειν, οἱ δ' ἄνδρες σόοι ἔμμεναι, οἳ τότ' ὄλοντο
Τροίη̨ ἐν εὐρείη̨, ἑκὰς 'Άργεος ἱπποβότοιο.
ἀλλ' ἔμπησ, πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων,
πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
ἄλλοτε μέν τε γόω̨ φρένα τέρπομαι, ἄλλοτε δ' αὐ̃τε
παύομαι: αἰψηρὸς δὲ κόρος κρυεροι̃ο γόοιο: _
τω̃ν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
ὡς ἑνόσ, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν,
μνωομένω̨, ἐπεὶ οὔ τις 'Αχαιω̃ν τόσσ' ἐμόγησεν,
ὅσσ' 'Οδυσεὺς ἐμόγησε καὶ ἤρατο. τω̨̃ δ' ἄρ' ἔμελλεν
αὐτω̨̃ κήδε' ἔσεσθαι, ἐμοὶ δ' ἄχος αἰὲν ἄλαστον
κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
ζώει ὅ γ' ἠ̃ τέθνηκεν. ὀδύρονται νύ που αὐτὸν
Λαέρτης θ' ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
Τηλέμαχός θ', ὃν ἔλειπε νέον γεγαω̃τ' ἐνὶ οἴκω̨."

   ὣς φάτο, τω̨̃ δ' ἄρα πατρὸς ὑφ' ἵμερον ὠ̃ρσε γόοιο:
δάκρυ δ' ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσασ,
χλαι̃ναν πορφυρέην ἄντ' ὀφθαλμοι̃ιν ἀνασχὼν
ἀμφοτέρη̨σιν χερσί. νόησε δέ μιν Μενέλαοσ,
μερμήριξε δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθη̃ναι,
ἠ̃ πρω̃τ' ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.

   εἱ̃ος ὁ ταυ̃θ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἐκ δ' 'Ελένη θαλάμοιο θυώδεος ὑψορόφοιο
ἤλυθεν 'Αρτέμιδι χρυσηλακάτω̨ ἐϊκυι̃α.
τη̨̃ δ' ἄρ' ἅμ' 'Αδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
'Αλκίππη δὲ τάπητα φέρεν μαλακου̃ ἐρίοιο,
Φυλὼ δ' ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν
'Αλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναι' ἐνὶ Θήβη̨ς
Αἰγυπτίη̨σ', ὅθι πλει̃στα δόμοισ' ἐν κτήματα κει̃ται:
ὃς Μενελάω̨ δω̃κε δύ' ἀργυρέας ἀσαμίνθουσ,
δοιοὺς δὲ τρίποδασ, δέκα δὲ χρυσοι̃ο τάλαντα.
χωρὶς δ' αὐ̃θ' 'Ελένη̨ ἄλοχος πόρε κάλλιμα δω̃ρα:
χρυση̃ν τ' ἠλακάτην τάλαρόν θ' ὑπόκυκλον ὄπασσεν
ἀργύρεον, χρυσω̨̃ δ' ἐπὶ χείλεα κεκράαντο.
τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
νήματος ἀσκητοι̃ο βεβυσμένον: αὐτὰρ ἐπ' αὐτω̨̃
ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἰ̃ρος ἔχουσα.
ἕζετο δ' ἐν κλισμω̨̃, ὑπὸ δὲ θρη̃νυς ποσὶν ἠ̃εν.
αὐτίκα δ' ἥ γ' ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα:

   "ἴδμεν δή, Μενέλαε διοτρεφέσ, οἵ τινες οἵδε
ἀνδρω̃ν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δω̃;
ψεύσομαι ἠ̃ ἔτυμον ἐρέω; κέλεται δέ με θυμόσ.
οὐ γάρ πώ τινά φημι ἐοικότα ὡ̃δε ἰδέσθαι
οὔτ' ἄνδρ' οὔτε γυναι̃κα, σέβας μ' ἔχει εἰσορόωσαν,
ὡς ὅδ' 'Οδυσση̃ος μεγαλήτορος υἱ̃ι ἔοικε,
Τηλεμάχω̨, τὸν ἔλειπε νέον γεγαω̃τ' ἐνὶ οἴκω̨
κει̃νος ἀνήρ, ὅτ' ἐμει̃ο κυνώπιδος εἵνεκ' 'Αχαιοὶ
ἤλθεθ' ὑπὸ Τροίην, πόλεμον θρασὺν ὁρμαίνοντεσ."

   τὴν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαοσ:
"οὕτω νυ̃ν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐΐσκεισ:
κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χει̃ρες
ὀφθαλμω̃ν τε βολαὶ κεφαλή τ' ἐφύπερθέ τε χαι̃ται.
καὶ νυ̃ν ἠ̃ τοι ἐγὼ μεμνημένος ἀμφ' 'Οδυση̃ϊ
μυθεόμην, ὅσα κει̃νος ὀϊζύσας ἐμόγησεν
ἀμφ' ἐμοί, αὐτὰρ ὁ πυκνὸν ὑπ' ὀφρύσι δάκρυον εἰ̃βε,
χλαι̃ναν πορφυρέην ἄντ' ὀφθαλμοι̃ιν ἀνασχών."

   τὸν δ' αὐ̃ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα:
"'Ατρεΐδη Μενέλαε διοτρεφέσ, ὄρχαμε λαω̃ν,
κείνου μέν τοι ὅδ' υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεισ:
ἀλλὰ σαόφρων ἐστί, νεμεσσα̃ται δ' ἐνὶ θυμω̨̃
ὡ̃δ' ἐλθὼν τὸ πρω̃τον ἐπεσβολίας ἀναφαίνειν
ἄντα σέθεν, του̃ νω̃ϊ θεου̃ ὣς τερπόμεθ' αὐδη̨̃.
αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
τω̨̃ ἅμα πομπὸν ἕπεσθαι: ἐέλδετο γάρ σε ἰδέσθαι,
ὄφρα οἱ ἤ τι ἔπος ὑποθήεαι ἠέ τι ἔργον.
πολλὰ γὰρ ἄλγε' ἔχει πατρὸς πάϊς οἰχομένοιο
ἐν μεγάροισ', ὡ̨̃ μὴ ἄλλοι ἀοσσητη̃ρες ἔωσιν,
ὡς νυ̃ν Τηλεμάχω̨ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
εἴσ', οἵ κεν κατὰ δη̃μον ἀλάλκοιεν κακότητα."

   τὸν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαοσ:
"ὢ πόποι, ἠ̃ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δω̃
ἵκεθ', ὃς εἵνεκ' ἐμει̃ο πολέας ἐμόγησεν ἀέθλουσ:
καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχα πάντων
'Αργείων, εἰ νω̃ϊν ὑπεὶρ ἅλα νόστον ἔδωκε
νηυσὶ θοη̨̃σι γενέσθαι 'Ολύμπιος εὐρύοπα Ζεύσ.
καί κέ οἱ 'Άργεϊ νάσσα πόλιν καὶ δώματ' ἔτευξα,
ἐξ 'Ιθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ὡ̨̃
καὶ πα̃σιν λαοι̃σι, μίαν πόλιν ἐξαλαπάξασ,
αἳ περιναιετάουσιν, ἀνάσσονται δ' ἐμοὶ αὐτω̨̃.
καί κε θάμ' ἐνθάδ' ἐόντες ἐμισγόμεθ': οὐδέ κεν ἥμεας
ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
πρίν γ' ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσασθαι θεὸς αὐτόσ,
ὃς κει̃νον δύστηνον ἀνόστιμον οἰ̃ον ἔθηκεν."

   ὣς φάτο, τοι̃σι δὲ πα̃σιν ὑφ' ἵμερον ὠ̃ρσε γόοιο.
κλαι̃ε μὲν 'Αργείη 'Ελένη, Διὸς ἐκγεγαυι̃α,
κλαι̃ε δὲ Τηλέμαχός τε καὶ 'Ατρεΐδης Μενέλαοσ,
Ίοὐδ' ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε:
μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος 'Αντιλόχοιο,
τόν ῥ' 'Ηου̃ς ἔκτεινε φαεινη̃ς ἀγλαὸς υἱόσ.
του̃ ὅ γ' ἐπιμνησθεὶς ἔπεα πτερόεντ' ἀγόρευεν:

   "'Ατρεΐδη, περὶ μέν σε βροτω̃ν πεπνυμένον εἰ̃ναι
Νέστωρ φάσχ' ὁ γέρων, ὅτ' ἐπιμνησαίμεθα σει̃ο
οἱ̃σιν ἐνὶ μεγάροισι καὶ ἀλλήλους ἐρέοιμεν:
καὶ νυ̃ν, εἴ τί που ἔστι, πίθοιό μοι: οὐ γὰρ ἐγώ γε
τέρπομ' ὀδυρόμενος μεταδόρπιοσ, ἀλλὰ καὶ 'Ηὼς
ἔσσεται ἠριγένεια: νεμεσσω̃μαί γε μὲν οὐδὲν
κλαίειν, ὅς κε θάνη̨σι βροτω̃ν καὶ πότμον ἐπίσπη̨.
του̃τό νυ καὶ γέρας οἰ̃ον ὀϊζυροι̃σι βροτοι̃σι,
κείρασθαί τε κόμην βαλέειν τ' ἀπὸ δάκρυ παρειω̃ν.
καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεόσ, οὔ τι κάκιστος
'Αργείων: μέλλεις δὲ σὺ ἴδμεναι: _οὐ γὰρ ἐγώ γε
ἤντησ' οὐδὲ ἴδον: _περὶ δ' ἄλλων φασὶ γενέσθαι
'Αντίλοχον, περὶ μὲν θείειν ταχὺν ἠδὲ μαχητήν."

   τὸν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαοσ:
"ὠ̃ φίλ', ἐπεὶ τόσα εἰ̃πεσ, ὅσ' ἂν πεπνυμένος ἀνὴρ
εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη:
τοίου γὰρ καὶ πατρόσ, ὃ καὶ πεπνυμένα βάζεισ.
ῥει̃α δ' ἀρίγνωτος γόνος ἀνέροσ, ὡ̨̃ τε Κρονίων
ὄλβον ἐπικλώση̨ γαμέοντί τε γεινομένω̨ τε,
ὡς νυ̃ν Νέστορι δω̃κε διαμπερὲς ἤματα πάντα
αὐτὸν μὲν λιπαρω̃ς γηρασκέμεν ἐν μεγάροισιν,
υἱέας αὐ̃ πινυτούς τε καὶ ἔγχεσιν εἰ̃ναι ἀρίστουσ.
ἡμει̃ς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
δόρπου δ' ἐξαυ̃τις μνησώμεθα, χερσὶ δ' ἐφ' ὕδωρ
χευάντων: μυ̃θοι δὲ καὶ ἠω̃θέν περ ἔσονται
Τηλεμάχω̨ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν."

   ὣς ἔφατ', 'Ασφαλίων δ' ἄρ' ὕδωρ ἐπὶ χει̃ρας ἔχευεν,
ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοι̃μα προκείμενα χει̃ρας ἴαλλον.

   ἔνθ' αὐ̃τ' ἄλλ' ἐνόησ' 'Ελένη Διὸς ἐκγεγαυι̃α:
αὐτίκ' ἄρ' εἰς οἰ̃νον βάλε φάρμακον, ἔνθεν ἔπινον,
νηπενθές τ' ἄχολόν τε, κακω̃ν ἐπίληθον ἁπάντων.
ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητη̃ρι μιγείη,
οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειω̃ν,
οὐδ' εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
οὐδ' εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
χαλκω̨̃ δηϊόω̨εν, ὁ δ' ὀφθαλμοι̃σιν ὁρω̨̃το.
τοι̃α Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θω̃νος παράκοιτισ,
Αἰγυπτίη, τη̨̃ πλει̃στα φέρει ζείδωρος ἄρουρα
φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά,
ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
ἀνθρώπων: ἠ̃ γὰρ Παιήονός εἰσι γενέθλησ.
αὐτὰρ ἐπεί ῥ' ἐνέηκε κέλευσέ τε οἰνοχοη̃σαι,
ἐξαυ̃τις μύθοισιν ἀμειβομένη προσέειπεν:

   "'Ατρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
ἀνδρω̃ν ἐσθλω̃ν παι̃δεσ, ἀτὰρ θεὸς ἄλλοτε ἄλλω̨
Ζεὺς ἀγαθόν τε κακόν τε διδοι̃: δύναται γὰρ ἅπαντα: _
ἠ̃ τοι νυ̃ν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
καὶ μύθοις τέρπεσθε: ἐοικότα γὰρ καταλέξω.
πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω,
ὅσσοι 'Οδυσση̃ος ταλασίφρονός εἰσιν ἄεθλοι:
ἀλλ' οἱ̃ον τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
δήμω̨ ἔνι Τρώων, ὅθι πάσχετε πήματ' 'Αχαιοί.
αὐτόν μιν πληγη̨̃σιν ἀεικελίη̨σι δαμάσσασ,
σπει̃ρα κάκ' ἀμφ' ὤμοισι βαλών, οἰκη̃ϊ ἐοικώσ,
ἀνδρω̃ν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν.
ἄλλω̨ δ' αὐτὸν φωτὶ κατακρύπτων ἤϊσκε
Δέκτη̨, ὃς οὐδὲν τοι̃ος ἔην ἐπὶ νηυσὶν 'Αχαιω̃ν:
τω̨̃ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δ' ἀβάκησαν
πάντεσ: ἐγὼ δέ μιν οἴη ἀνέγνων τοι̃ον ἐόντα,
καί μιν ἀνειρώτευν: ὁ δὲ κερδοσύνη̨ ἀλέεινεν.
ἀλλ' ὅτε δή μιν ἐγὼ λόεον καὶ χρι̃ον ἐλαίω̨,
ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον,
μή με πρὶν 'Οδυση̃α μετὰ Τρώεσσ' ἀναφη̃ναι,
πρίν γε τὸν ἐς νη̃άς τε θοὰς κλισίας τ' ἀφικέσθαι,
καὶ τότε δή μοι πάντα νόον κατέλεξεν 'Αχαιω̃ν.
πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκω̨̃
ἠ̃λθε μετ' 'Αργείουσ, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
ἔνθ' ἄλλαι Τρω̨αὶ λίγ' ἐκώκυον: αὐτὰρ ἐμὸν κη̃ρ
χαι̃ρ', ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νεέσθαι
ἂψ οἰ̃κόνδ', ἄτην δὲ μετέστενον, ἣν 'Αφροδίτη
δω̃χ', ὅτε μ' ἤγαγε κει̃σε φίλης ἀπὸ πατρίδος αἴησ,
παι̃δά τ' ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
οὔ τευ δευόμενον, οὔτ' ἂρ φρένας οὔτε τι εἰ̃δοσ."

   τὴν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαοσ:
"ναὶ δὴ ταυ̃τά γε πάντα, γύναι, κατὰ μοι̃ραν ἔειπεσ.
ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
ἀνδρω̃ν ἡρώων, πολλὴν δ' ἐπελήλυθα γαι̃αν:
ἀλλ' οὔ πω τοιου̃τον ἐγὼν ἴδον ὀφθαλμοι̃σιν
οἱ̃ον 'Οδυσση̃ος ταλασίφρονος ἔσκε φίλον κη̃ρ.
οἱ̃ον καὶ τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
ἵππω̨ ἔνι ξεστω̨̃, ἵν' ἐνήμεθα πάντες ἄριστοι
'Αργείων, Τρώεσσι φόνον καὶ κη̃ρα φέροντεσ.
ἠ̃λθες ἔπειτα σὺ κει̃σε: κελευσέμεναι δέ σ' ἔμελλε
δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κυ̃δος ὀρέξαι:
καί τοι Δηΐφοβος θεοείκελος ἕσπετ' ἰούση̨.
τρὶς δὲ περίστειξας κοι̃λον λόχον ἀμφαφόωσα,
ἐκ δ' ὀνομακλήδην Δαναω̃ν ὀνόμαζες ἀρίστουσ,
πάντων 'Αργείων φωνὴν ἴσκουσ' ἀλόχοισιν:
αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δι̃ος 'Οδυσσεὺς
ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν, ὡς ἐβόησασ.
νω̃ϊ μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντες
ἢ ἐξελθέμεναι ἢ ἔνδοθεν αἰ̃ψ' ὑπακου̃σαι:
ἀλλ' 'Οδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
ἔνθ' ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἱ̃ες 'Αχαιω̃ν,
'Άντικλος δὲ σέ γ' οἰ̃ος ἀμείψασθαι ἐπέεσσιν
ἤθελεν: ἀλλ' 'Οδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε
νωλεμέως κρατερη̨̃σι, σάωσε δὲ πάντας 'Αχαιούσ:
τόφρα δ' ἔχ', ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς 'Αθήνη."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"'Ατρεΐδη Μενέλαε διοτρεφέσ, ὄρχαμε λαω̃ν,
ἄλγιον: οὐ γάρ οἵ τι τό γ' ἤρκεσε λυγρὸν ὄλεθρον,
οὐδ' εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἠ̃εν.
ἀλλ' ἄγετ' εἰς εὐνὴν τράπεθ' ἥμεασ, ὄφρα καὶ ἤδη
ὕπνω̨ ὕπο γλυκερω̨̃ ταρπώμεθα κοιμηθέντεσ."

   ὣς ἔφατ', 'Αργείη δ' 'Ελένη δμω̨η̨̃σι κέλευσε
δέμνι' ὑπ' αἰθούση̨ θέμεναι καὶ ῥήγεα καλὰ
πορφύρε' ἐμβαλέειν, στορέσαι τ' ἐφύπερθε τάπητας
χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
δέμνια δ' ἐστόρεσαν: ἐκ δὲ ξείνους ἄγε κη̃ρυξ.
οἱ μὲν ἄρ' ἐν προδόμω̨ δόμου αὐτόθι κοιμήσαντο,
Τηλέμαχός θ' ἥρως καὶ Νέστορος ἀγλαὸς υἱόσ:
'Ατρεΐδης δὲ καθευ̃δε μυχω̨̃ δόμου ὑψηλοι̃ο,
πὰρ δ' 'Ελένη τανύπεπλος ἐλέξατο, δι̃α γυναικω̃ν.

   ἠ̃μος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
ὤρνυτ' ἄρ' ἐξ εὐνη̃φι βοὴν ἀγαθὸς Μενέλαος
εἵματα ἑσσάμενοσ, περὶ δὲ ξίφος ὀξὺ θέτ' ὤμω̨,
ποσσὶ δ' ὑπὸ λιπαροι̃σιν ἐδήσατο καλὰ πέδιλα,
βη̃ δ' ἴμεν ἐκ θαλάμοιο θεω̨̃ ἐναλίγκιος ἄντην,
Τηλεμάχω̨ δὲ παρι̃ζεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

   "τίπτε δέ σε χρειὼ δευ̃ρ' ἤγαγε, Τηλέμαχ' ἥρωσ,
ἐς Λακεδαίμονα δι̃αν ἐπ' εὐρέα νω̃τα θαλάσσησ;
δήμιον ἠ̃ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπεσ."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"'Ατρεΐδη Μενέλαε διοτρεφέσ, ὄρχαμε λαω̃ν,
ἤλυθον εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποισ.
ἐσθίεταί μοι οἰ̃κοσ, ὄλωλε δὲ πίονα ἔργα,
δυσμενέων δ' ἀνδρω̃ν πλει̃ος δόμοσ, οἵ τέ μοι αἰεὶ
μη̃λ' ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βου̃σ,
μητρὸς ἐμη̃ς μνηστη̃ρες ὑπέρβιον ὕβριν ἔχοντεσ.
τοὔνεκα νυ̃ν τὰ σὰ γούναθ' ἱκάνομαι, αἴ κ' ἐθέλη̨σθα
κείνου λυγρὸν ὄλεθρον ἐνισπει̃ν, εἴ που ὄπωπας
ὀφθαλμοι̃σι τεοι̃σιν ἢ ἄλλου μυ̃θον ἄκουσας
πλαζομένου: περὶ γάρ μιν ὀϊζυρὸν τέκε μήτηρ.
μηδέ τί μ' αἰδόμενος μειλίσσεο μηδ' ἐλεαίρων,
ἀλλ' εὐ̃ μοι κατάλεξον, ὅπως ἤντησας ὀπωπη̃σ.
λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμόσ, ἐσθλὸς 'Οδυσσεύσ,
ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
δήμω̨ ἔνι Τρώων, ὅθι πάσχετε πήματ' 'Αχαιοί:
τω̃ν νυ̃ν μοι μνη̃σαι, καί μοι νημερτὲς ἐνίσπεσ."

   τὸν δὲ μέγ' ὀχθήσας προσέφη ξανθὸς Μενέλαοσ:
"ὢ πόποι, ἠ̃ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνη̨̃
ἤθελον εὐνηθη̃ναι ἀνάλκιδες αὐτοὶ ἐόντεσ.
ὡς δ' ὁπότ' ἐν ξυλόχω̨ ἔλαφος κρατεροι̃ο λέοντος
νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
κνημοὺς ἐξερέη̨σι καὶ ἄγκεα ποιήεντα
βοσκομένη, ὁ δ' ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
ἀμφοτέροισι δὲ τοι̃σιν ἀεικέα πότμον ἐφη̃κεν,
ὣς 'Οδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
αἲ γάρ, Ζευ̃ τε πάτερ καὶ 'Αθηναίη καὶ 'Άπολλον,
τοι̃ος ἐὼν οἱ̃ός ποτ' ἐϋκτιμένη̨ ἐνὶ Λέσβω̨
ἐξ ἔριδος Φιλομηλεΐδη̨ ἐπάλαισεν ἀναστάσ,
κὰδ δ' ἔβαλε κρατερω̃σ, κεχάροντο δὲ πάντες 'Αχαιοί,
τοι̃ος ἐὼν μνηστη̃ρσιν ὁμιλήσειεν 'Οδυσσεύσ:
πάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
ταυ̃τα δ', ἅ μ' εἰρωτα̨̃ς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ' ἀπατήσω:
ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτήσ,
τω̃ν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω.

   Αἰγύπτω̨ μ' ἔτι δευ̃ρο θεοὶ μεμαω̃τα νέεσθαι
ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβασ:
οἱ δ' αἰεὶ βούλοντο θεοὶ μεμνη̃σθαι ἐφετμέων.
νη̃σος ἔπειτά τις ἔστι πολυκλύστω̨ ἐνὶ πόντω̨
Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
τόσσον ἄνευθ', ὅσσον τε πανημερίη γλαφυρὴ νηυ̃ς
ἤνυσεν, ἡ̨̃ λιγὺς οὐ̃ρος ἐπιπνείη̨σιν ὄπισθεν.
ἐν δὲ λιμὴν εὔορμοσ, ὅθεν τ' ἀπὸ νη̃ας ἐΐσας
ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
ἔνθα μ' ἐείκοσιν ἤματ' ἔχον θεοί, οὐδέ ποτ' οὐ̃ροι
πνείοντες φαίνονθ' ἁλιαέεσ, οἵ ῥά τε νηω̃ν
πομπη̃ες γίνονται ἐπ' εὐρέα νω̃τα θαλάσσησ.
καί νύ κεν ἤϊα πάντα κατέφθιτο καὶ μένε' ἀνδρω̃ν,
εἰ μή τίς με θεω̃ν ὀλοφύρατο καί μ' ἐλέησε,
Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντοσ,
Εἰδοθέη: τη̨̃ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα:
ἥ μ' οἴω̨ ἔρροντι συνήντετο νόσφιν ἑταίρων:
αἰεὶ γὰρ περὶ νη̃σον ἀλώμενοι ἰχθυάασκον
γναμπτοι̃σ' ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμόσ.
ἡ δέ μευ ἄγχι στα̃σα ἔπος φάτο φώνησέν τε:
νήπιός εἰσ, ὠ̃ ξει̃νε, λίην τόσον ἠδὲ χαλίφρων,
ἠ̃ε ἑκὼν μεθιει̃ς καὶ τέρπεαι ἄλγεα πάσχων;
ὡς δὴ δήθ' ἐνὶ νήσω̨ ἐρύκεαι, οὐδέ τι τέκμωρ
εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἠ̃τορ ἑταίρων.
ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,
ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
ὅς τίς μ' ἀθανάτων πεδάα̨ καὶ ἔδησε κελεύθου,
νόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δι̃α θεάων:
τοιγὰρ ἐγώ τοι, ξει̃νε, μάλ' ἀτρεκέως ἀγορεύσω.
πωλει̃ταί τις δευ̃ρο γέρων ἅλιος νημερτήσ,
ἀθάνατοσ, Πρωτεὺς Αἰγύπτιοσ, ὅς τε θαλάσσης
πάσης βένθεα οἰ̃δε, Ποσειδάωνος ὑποδμώσ:
τὸν δέ τ' ἐμόν φασιν πατέρ' ἔμμεναι ἠδὲ τεκέσθαι.
τόν γ' εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
ὅς κέν τοι εἴπη̨σιν ὁδὸν καὶ μέτρα κελεύθου
νόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
καὶ δέ κέ τοι εἴπη̨σι, διοτρεφέσ, αἴ κ' ἐθέλη̨σθα,
ὅττι τοι ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται
οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.
ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
αὐτὴ νυ̃ν φράζευ σὺ λόχον θείοιο γέροντοσ,
μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται:
ἀργαλέος γάρ τ' ἐστὶ θεὸς βροτω̨̃ ἀνδρὶ δαμη̃ναι.
ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δι̃α θεάων:
[τοιγὰρ ἐγώ τοι ταυ̃τα μάλ' ἀτρεκέως ἀγορεύσω.]
ἠ̃μος δ' ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκη̨,
τη̃μος ἄρ' ἐξ ἁλὸς εἰ̃σι γέρων ἅλιος νημερτὴς
πνοιη̨̃ ὕπο ζεφύροιο, μελαίνη̨ φρικὶ καλυφθείσ,
ἐκ δ' ἐλθὼν κοιμα̃ται ὑπὸ σπέεσι γλαφυροι̃σιν:
ἀμφὶ δέ μιν φω̃και νέποδες καλη̃ς ἁλοσύδνης
ἁθρόαι εὕδουσιν, πολιη̃ς ἁλὸς ἐξαναδυ̃σαι,
πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
ἔνθα σ' ἐγὼν ἀγαγου̃σα ἅμ' ἠόϊ φαινομένηφιν
εὐνάσω ἑξείησ: σὺ δ' ἐὺ̈ κρίνασθαι ἑταίρους
τρει̃σ, οἵ τοι παρὰ νηυσὶν ἐϋσσέλμοισιν ἄριστοι.
πάντα δέ τοι ἐρέω ὀλοφώϊα τοι̃ο γέροντοσ.
φώκας μέν τοι πρω̃τον ἀριθμήσει καὶ ἔπεισιν:
αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
λέξεται ἐν μέσση̨σι, νομεὺς ὣς πώεσι μήλων.
τὸν μὲν ἐπὴν δὴ πρω̃τα κατευνηθέντα ἴδησθε,
καὶ τότ' ἔπειθ' ὕμιν μελέτω κάρτος τε βίη τε,
αὐ̃θι δ' ἔχειν μεμαω̃τα, καὶ ἐσσύμενόν περ ἀλύξαι.
πάντα δὲ γινόμενος πειρήσεται, ὅσσ' ἐπὶ γαι̃αν
ἑρπετὰ γίνονται καὶ ὕδωρ καὶ θεσπιδαὲς πυ̃ρ:
ὑμει̃ς δ' ἀστεμφέως ἐχέμεν μα̃λλόν τε πιέζειν.
ἀλλ' ὅτε κεν δή σ' αὐτὸς ἀνείρηται ἐπέεσσι,
τοι̃ος ἐών, οἱ̃όν κε κατευνηθέντα ἴδηαι,
καὶ τότε δὴ σχέσθαι τε βίης λυ̃σαί τε γέροντα,
ἥρωσ, εἴρεσθαι δέ, θεω̃ν ὅς τίς σε χαλέπτει,
νόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
ὣς εἰπου̃σ' ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα:
αὐτὰρ ἐγὼν ἐπὶ νη̃ασ, ὅθ' ἕστασαν ἐν ψαμάθοισιν,
ἤϊα: πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
αὐτὰρ ἐπεί ῥ' ἐπὶ νη̃α κατήλυθον ἠδὲ θάλασσαν,
δόρπον θ' ὁπλισάμεσθ' ἐπί τ' ἤλυθεν ἀμβροσίη νύξ,
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμι̃νι θαλάσσησ.
ἠ̃μος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
καὶ τότε δὴ παρὰ θι̃να θαλάσσης εὐρυπόροιο
ἤϊα, πολλὰ θεοὺς γουνούμενοσ: αὐτὰρ ἑταίρους
τρει̃ς ἄγον, οἱ̃σι μάλιστα πεποίθεα πα̃σαν ἐπ' ἰθύν.
τόφρα δ' ἄρ' ἥ γ' ὑποδυ̃σα θαλάσσης εὐρέα κόλπον
τέσσαρα φωκάων ἐκ πόντου δέρματ' ἔνεικε: _
πάντα δ' ἔσαν νεόδαρτα: _δόλον δ' ἐπεμήδετο πατρί.
εὐνὰς δ' ἐν ψαμάθοισι διαγλάψασ' ἁλίη̨σιν
ἡ̃στο μένουσ': ἡμει̃ς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτη̃σ:
ἑξείης δ' εὔνησε, βάλεν δ' ἐπὶ δέρμα ἑκάστω̨.
ἔνθα κεν αἰνότατος λόχος ἔπλετο: τει̃ρε γὰρ αἰνω̃ς
φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή:
τίς γάρ κ' εἰναλίω̨ παρὰ κήτεϊ κοιμηθείη;
ἀλλ' αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγ' ὄνειαρ:
ἀμβροσίην ὑπὸ ῥι̃να ἑκάστω̨ θη̃κε φέρουσα
ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
πα̃σαν δ' ἠοίην μένομεν τετληότι θυμω̨̃:
φω̃και δ' ἐξ ἁλὸς ἠ̃λθον ἀολλέεσ. αἱ μὲν ἔπειτα
ἑξη̃ς εὐνάζοντο παρὰ ῥηγμι̃νι θαλάσσησ:
ἔνδιος δ' ὁ γέρων ἠ̃λθ' ἐξ ἁλόσ, εὑ̃ρε δὲ φώκας
ζατρεφέασ, πάσας δ' ἄρ' ἐπώ̨χετο, λέκτο δ' ἀριθμόν.
ἐν δ' ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμω̨̃
ὠΐσθη δόλον εἰ̃ναι: ἔπειτα δὲ λέκτο καὶ αὐτόσ.
ἡμει̃ς δὲ ἰάχοντες ἐπεσσύμεθ', ἀμφὶ δὲ χει̃ρας
βάλλομεν: οὐδ' ὁ γέρων δολίης ἐπελήθετο τέχνησ,
ἀλλ' ἠ̃ τοι πρώτιστα λέων γένετ' ἠϋγένειοσ,
αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας συ̃σ:
[γίνετο δ' ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον.]
ἡμει̃ς δ' ἀστεμφέως ἔχομεν τετληότι θυμω̨̃.
ἀλλ' ὅτε δή ῥ' ἀνίαζ' ὁ γέρων ὀλοφώϊα εἰδώσ,
καὶ τότε δή μ' ἐπέεσσιν ἀνειρόμενος προσέειπε:
τίς νύ τοι, 'Ατρέος υἱέ, θεω̃ν συμφράσσατο βουλάσ,
ὄφρα μ' ἕλοις ἀέκοντα λοχησάμενοσ; τέο σε χρή;
ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
οἰ̃σθα, γέρον: τί με ταυ̃τα παρατροπέων ἐρεείνεισ;
ὡς δὴ δήθ' ἐνὶ νήσω̨ ἐρύκομαι, οὐδέ τι τέκμωρ
εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἠ̃τορ.
ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
ὅς τίς μ' ἀθανάτων πεδάα̨ καὶ ἔδησε κελεύθου,
νόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν:
ἀλλὰ μάλ' ὤφελλες Διί τ' ἄλλοισίν τε θεοι̃σι
ῥέξας ἱερὰ κάλ' ἀναβαινέμεν, ὄφρα τάχιστα
σὴν ἐς πατρίδ' ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
οὐ γάρ τοι πρὶν μοι̃ρα φίλους τ' ἰδέειν καὶ ἱκέσθαι
οἰ̃κον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαι̃αν,
πρίν γ' ὅτ' ἂν Αἰγύπτοιο, διιπετέος ποταμοι̃ο,
αὐ̃τις ὕδωρ ἔλθη̨ς ῥέξη̨ς θ' ἱερὰς ἑκατόμβας
ἀθανάτοισι θεοι̃σι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι:
καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινα̨̃σ.
ὣς ἔφατ', αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἠ̃τορ,
οὕνεκά μ' αὐ̃τις ἄνωγεν ἐπ' ἠεροειδέα πόντον
Αἴγυπτόνδ' ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
ἀλλὰ καὶ ὡ̃ς μύθοισιν ἀμειβόμενος προσέειπον:
ταυ̃τα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεισ.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἠ̃λθον 'Αχαιοί,
οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντεσ,
ἠ̃έ τις ὤλετ' ὀλέθρω̨ ἀδευκέϊ ἡ̃ς ἐπὶ νηὸς
ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν:
'Ατρεΐδη, τί με ταυ̃τα διείρεαι; οὐδέ τί σε χρὴ
ἴδμεναι, οὐδὲ δαη̃ναι ἐμὸν νόον: οὐδέ σέ φημι
δὴν ἄκλαυτον ἔσεσθαι, ἐπεί κ' ἐὺ̈ πάντα πύθηαι.
πολλοὶ μὲν γὰρ τω̃ν γε δάμεν, πολλοὶ δὲ λίποντο:
ἀρχοὶ δ' αὐ̃ δύο μου̃νοι 'Αχαιω̃ν χαλκοχιτώνων
ἐν νόστω̨ ἀπόλοντο: μάχη̨ δέ τε καὶ σὺ παρη̃σθα.
εἱ̃ς δ' ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντω̨.
Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι:
Γυρη̨̃σίν μιν πρω̃τα Ποσειδάων ἐπέλασσε
πέτρη̨σιν μεγάλη̨σι καὶ ἐξεσάωσε θαλάσσησ:
καί νύ κεν ἔκφυγε κη̃ρα, καὶ ἐχθόμενός περ 'Αθήνη̨,
εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγ' ἀάσθη:
φη̃ ῥ' ἀέκητι θεω̃ν φυγέειν μέγα λαι̃τμα θαλάσσησ.
του̃ δὲ Ποσειδάων μεγάλ' ἔκλυεν αὐδήσαντοσ:
αὐτίκ' ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρη̨̃σιν
ἤλασε Γυραίην πέτρην, ἀπὸ δ' ἔσχισεν αὐτήν:
καὶ τὸ μὲν αὐτόθι μει̃νε, τὸ δὲ τρύφος ἔμπεσε πόντω̨,
τω̨̃ ῥ' Αἴας τὸ πρω̃τον ἐφεζόμενος μέγ' ἀάσθη:
τὸν δ' ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
[ὣς ὁ μὲν ἔνθ' ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.]
σὸς δέ που ἔκφυγε κη̃ρας ἀδελφεὸς ἠδ' ὑπάλυξεν
ἐν νηυσὶ γλαφυρη̨̃σι: σάωσε δὲ πότνια 'Ήρη.
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλε Μαλειάων ὄρος αἰπὺ
ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
πόντον ἐπ' ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
ἀγρου̃ ἐπ' ἐσχατιήν, ὅθι δώματα ναι̃ε Θυέστης
τὸ πρίν, ἀτὰρ τότ' ἔναιε Θυεστιάδης Αἴγισθοσ.
ἀλλ' ὅτε δὴ καὶ κει̃θεν ἐφαίνετο νόστος ἀπήμων,
ἂψ δὲ θεοὶ οὐ̃ρον στρέψαν, καὶ οἴκαδ' ἵκοντο,
ἠ̃ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴησ,
καὶ κύνει ἁπτόμενος ἣν πατρίδα: πολλὰ δ' ἀπ' αὐτου̃
δάκρυα θερμὰ χέοντ', ἐπεὶ ἀσπασίως ἴδε γαι̃αν.
τὸν δ' ἄρ' ἀπὸ σκοπιη̃ς εἰ̃δε σκοπόσ, ὅν ῥα καθει̃σεν
Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δ' ἔσχετο μισθὸν
χρυσου̃ δοιὰ τάλαντα: φύλασσε δ' ὅ γ' εἰς ἐνιαυτόν,
μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκη̃σ.
βη̃ δ' ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαω̃ν.
αὐτίκα δ' Αἴγισθος δολίην ἐφράσσατο τέχνην:
κρινάμενος κατὰ δη̃μον ἐείκοσι φω̃τας ἀρίστους
εἱ̃σε λόχον, ἑτέρωθι δ' ἀνώγει δαι̃τα πένεσθαι:
αὐτὰρ ὁ βη̃ καλέων 'Αγαμέμνονα, ποιμένα λαω̃ν,
ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.
τὸν δ' οὐκ εἰδότ' ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνε
δειπνίσσασ, ὥς τίς τε κατέκτανε βου̃ν ἐπὶ φάτνη̨.
οὐδέ τις 'Ατρεΐδεω ἑτάρων λίπεθ', οἵ οἱ ἕποντο,
οὐδέ τις Αἰγίσθου, ἀλλ' ἔκταθεν ἐν μεγάροισιν.
ὣς ἔφατ', αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἠ̃τορ,
κλαι̃ον δ' ἐν ψαμάθοισι καθήμενοσ, οὐδέ νύ μοι κη̃ρ
ἤθελ' ἔτι ζώειν καὶ ὁρα̃ν φάος ἠελίοιο.
αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτήσ:
μηκέτι, 'Ατρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω
κλαι̃', ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν: ἀλλὰ τάχιστα
πείρα, ὅπως κεν δὴ σὴν πατρίδα γαι̃αν ἵκηαι.
ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν 'Ορέστης
κτει̃νεν ὑποφθάμενοσ: σὺ δέ κεν τάφου ἀντιβολήσαισ.
ὣς ἔφατ', αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
αὐ̃τις ἐνὶ στήθεσσι καὶ ἀχνυμένω̨ περ ἰάνθη,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
τούτους μὲν δὴ οἰ̃δα: σὺ δὲ τρίτον ἄνδρ' ὀνόμαζε,
ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέϊ πόντω̨
[ἠὲ θανών: ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκου̃σαι.]
ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν:
υἱὸς Λαέρτεω, 'Ιθάκη̨ ἔνι οἰκία ναίων:
τὸν δ' ἴδον ἐν νήσω̨ θαλερὸν κατὰ δάκρυ χέοντα,
νύμφης ἐν μεγάροισι Καλυψου̃σ, ἥ μιν ἀνάγκη̨
ἴσχει: ὁ δ' οὐ δύναται ἣν πατρίδα γαι̃αν ἱκέσθαι:
οὐ γάρ οἱ πάρα νη̃ες ἐπήρετμοι καὶ ἑται̃ροι,
οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νω̃τα θαλάσσησ.
σοὶ δ' οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὠ̃ Μενέλαε,
'Άργει ἐν ἱπποβότω̨ θανέειν καὶ πότμον ἐπισπει̃ν,
ἀλλά σ' ἐς 'Ηλύσιον πεδίον καὶ πείρατα γαίης
ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς 'Ραδάμανθυσ, _
τη̨̃ περ ῥηΐστη βιοτὴ πέλει ἀνθρώποισιν:
οὐ νιφετόσ, οὔτ' ἂρ χειμὼν πολὺς οὔτε ποτ' ὄμβροσ,
ἀλλ' αἰεὶ ζεφύροιο λιγὺ πνείοντος ἀήτας
'Ωκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπουσ, _
οὕνεκ' ἔχεις 'Ελένην καί σφιν γαμβρὸς Διός ἐσσι.
ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα,
αὐτὰρ ἐγὼν ἐπὶ νη̃ας ἅμ' ἀντιθέοισ' ἑτάροισιν
ἤϊα, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
αὐτὰρ ἐπεί ῥ' ἐπὶ νη̃α κατήλθομεν ἠδὲ θάλασσαν,
δόρπον θ' ὁπλισάμεσθ' ἐπί τ' ἤλυθεν ἀμβροσίη νύξ,
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμι̃νι θαλάσσησ.
ἠ̃μος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
νη̃ας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δι̃αν,
ἐν δ' ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐΐση̨σ:
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληι̃σι καθι̃ζον,
ἑξη̃ς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοι̃σ.
ἂψ δ' εἰς Αἰγύπτοιο, διιπετέος ποταμοι̃ο,
στη̃σα νέας καὶ ἔρεξα τεληέσσας ἑκατόμβασ.
αὐτὰρ ἐπεὶ κατέπαυσα θεω̃ν χόλον αἰὲν ἐόντων,
χευ̃' 'Αγαμέμνονι τύμβον, ἵν' ἄσβεστον κλέος εἴη.
ταυ̃τα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὐ̃ρον
ἀθάνατοι, τοί μ' ὠ̃κα φίλην ἐς πατρίδ' ἔπεμψαν.
ἀλλ' ἄγε νυ̃ν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοι̃σιν,
ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται:
καὶ τότε σ' εὐ̃ πέμψω, δώσω δέ τοι ἀγλαὰ δω̃ρα,
τρει̃ς ἵππους καὶ δίφρον ἐΰξοον: αὐτὰρ ἔπειτα
δώσω καλὸν ἄλεισον, ἵνα σπένδη̨σθα θεοι̃σιν
ἀθανάτοισ' ἐμέθεν μεμνημένος ἤματα πάντα."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"'Ατρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδ' ἔρυκε.
καὶ γάρ κ' εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γ' ἀνεχοίμην
ἥμενοσ, οὐδέ κέ μ' οἴκου ἕλοι πόθος οὐδὲ τοκήων:
αἰνω̃ς γὰρ μύθοισιν ἔπεσσί τε σοι̃σιν ἀκούων
τέρπομαι: ἀλλ' ἤδη μοι ἀνιάζουσιν ἑται̃ροι
ἐν Πύλω̨ ἠγαθέη̨: σὺ δέ με χρόνον ἐνθάδ' ἐρύκεισ.
δω̃ρον δ', ὅττι κέ μοι δώη̨σ, κειμήλιον ἔστω:
ἵππους δ' εἰς 'Ιθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτω̨̃
ἐνθάδε λείψω ἄγαλμα: σὺ γὰρ πεδίοιο ἀνάσσεις
εὐρέοσ, ὡ̨̃ ἔνι μὲν λωτὸς πολύσ, ἐν δὲ κύπειρον
πυροί τε ζειαί τε ἰδ' εὐρυφυὲς κρι̃ λευκόν.
ἐν δ' 'Ιθάκη̨ οὔτ' ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών:
αἰγίβοτοσ, καὶ μα̃λλον ἐπήρατος ἱπποβότοιο.
οὐ γάρ τις νήσων ἱππήλατος οὐδ' εὐλείμων,
αἵ θ' ἁλὶ κεκλίαται: 'Ιθάκη δέ τε καὶ περὶ πασέων."

   ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαοσ,
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

   "αἵματός εἰς ἀγαθοι̃ο, φίλον τέκοσ, οἱ̃' ἀγορεύεισ:
τοιγὰρ ἐγώ τοι ταυ̃τα μεταστήσω: δύναμαι γάρ.
δώρων δ', ὅσσ' ἐν ἐμω̨̃ οἴκω̨ κειμήλια κει̃ται,
δώσω, ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
δώσω τοι κρητη̃ρα τετυγμένον: ἀργύρεος δὲ
ἔστιν ἅπασ, χρυσω̨̃ δ' ἐπὶ χείλεα κεκράανται,
ἔργον δ' 'Ηφαίστοιο: πόρεν δέ ἑ Φαίδιμος ἥρωσ,
Σιδονίων βασιλεύσ, ὅθ' ἑὸς δόμος ἀμφεκάλυψε
κει̃σέ με νοστήσαντα: τεὶ̈ν δ' ἐθέλω τόδ' ὀπάσσαι."

   ὣς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον,
δαιτυμόνες δ' ἐς δώματ' ἴσαν θείου βασιλη̃οσ.
οἱ δ' ἠ̃γον μὲν μη̃λα, φέρον δ' εὐήνορα οἰ̃νον:
σι̃τον δέ σφ' ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.

   ὣς οἱ μὲν περὶ δει̃πνον ἐνὶ μεγάροισι πένοντο,
μνηστη̃ρες δὲ πάροιθεν 'Οδυσση̃ος μεγάροιο
δίσκοισιν τέρποντο καὶ αἰγανέη̨σιν ἱέντεσ,
ἐν τυκτω̨̃ δαπέδω̨, ὅθι περ πάροσ, ὕβριν ἔχοντεσ.
'Αντίνοος δὲ καθη̃στο καὶ Εὐρύμαχος θεοειδήσ,
ἀρχοὶ μνηστήρων, ἀρετη̨̃ δ' ἔσαν ἔξοχ' ἄριστοι.
τοι̃ς δ' υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
'Αντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν:

   "'Αντίνο', ἤ ῥά τι ἴδμεν ἐνὶ φρεσὶν ἠ̃ε καὶ οὐκί,
ὁππότε Τηλέμαχος νει̃τ' ἐκ Πύλου ἠμαθόεντοσ;
νη̃ά μοι οἴχετ' ἄγων: ἐμὲ δὲ χρεὼ γίνεται αὐτη̃ς
'Ήλιδ' ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
δώδεκα θήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοὶ
ἀδμη̃τεσ: τω̃ν κέν τιν' ἐλασσάμενος δαμασαίμην."

   ὣς ἔφαθ', οἱ δ' ἀνὰ θυμὸν ἐθάμβεον: οὐ γὰρ ἔφαντο
ἐς Πύλον οἴχεσθαι Νηλήϊον, ἀλλά που αὐτου̃
ἀγρω̃ν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτη̨.

   τὸν δ' αὐ̃τ' 'Αντίνοος προσέφη, Εὐπείθεος υἱόσ:
"νημερτές μοι ἔνισπε: πότ' ὤ̨χετο καὶ τίνες αὐτω̨̃
κου̃ροι ἕποντ'; 'Ιθάκης ἐξαίρετοι, ἠ̃ ἑοὶ αὐτου̃
θη̃τές τε δμω̃ές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
καί μοι του̃τ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐὺ̈ εἰδω̃,
ἤ σε βίη̨ ἀέκοντος ἀπηύρα νη̃α μέλαιναν,
ἠ̃ε ἑκών οἱ δω̃κασ, ἐπεὶ προσπτύξατο μύθω̨."

   τὸν δ' υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα:
"αὐτὸς ἑκών οἱ δω̃κα: τί κεν ῥέξειε καὶ ἄλλοσ,
ὁππότ' ἀνὴρ τοιου̃τοσ, ἔχων μελεδήματα θυμω̨̃,
αἰτίζη̨; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
κου̃ροι δ', οἳ κατὰ δη̃μον ἀριστεύουσι μεθ' ἡμέασ,
οἵ οἱ ἕποντ': ἐν δ' ἀρχὸν ἐγὼ βαίνοντ' ἐνόησα
Μέντορα ἠὲ θεόν, τω̨̃ δ' αὐτω̨̃ πάντα ἐώ̨κει.
ἀλλὰ τὸ θαυμάζω: ἴδον ἐνθάδε Μέντορα δι̃ον
χθιζὸν ὑπηοι̃ον. τότε δ' ἔμβη νηὶ̈ Πύλονδε."

   ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρόσ,
τοι̃σιν δ' ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
μνηστη̃ρας δ' ἄμυδις κάθισαν καὶ παυ̃σαν ἀέθλων.
τοι̃σιν δ' 'Αντίνοος μετέφη, Εὐπείθεος υἱόσ,
ἀχνύμενοσ: μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην:

   "ὢ πόποι, ἠ̃ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
Τηλεμάχω̨ ὁδὸς ἥδε: φάμεν δέ οἱ οὐ τελέεσθαι.
εἰ τοσσω̃νδ' ἀέκητι νέος πάϊς οἴχεται αὔτωσ,
νη̃α ἐρυσσάμενος κρίνας τ' ἀνὰ δη̃μον ἀρίστουσ,
ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι: ἀλλά οἱ αὐτω̨̃
Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
ἀλλ' ἄγε μοι δότε νη̃α θοὴν καὶ εἴκοσ' ἑταίρουσ,
ὄφρα μιν αὐ̃τις ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
ἐν πορθμω̨̃ 'Ιθάκης τε Σάμοιό τε παιπαλοέσσησ,
ὡς ἂν ἐπισμυγερω̃ς ναυτίλεται εἵνεκα πατρόσ."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπή̨νεον ἠδ' ἐκέλευον:
αὐτίκ' ἔπειτ' ἀνστάντες ἔβαν δόμον εἰς 'Οδυση̃οσ.

   οὐδ' ἄρα Πηνελόπεια πολὺν χρόνον ἠ̃εν ἄπυστος
μύθων, οὓς μνηστη̃ρες ἐνὶ φρεσὶ βυσσοδόμευον.
κη̃ρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
αὐλη̃ς ἐκτὸς ἐών: οἱ δ' ἔνδοθι μη̃τιν ὕφαινον.
βη̃ δ' ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείη̨:
τὸν δὲ κατ' οὐδου̃ βάντα προσηύδα Πηνελόπεια:

   "κη̃ρυξ, τίπτε δέ σε πρόεσαν μνηστη̃ρες ἀγαυοί;
ἠ̃ εἰπέμεναι δμω̨η̨̃σιν 'Οδυσση̃ος θείοιο
ἔργων παύσασθαι, σφίσι δ' αὐτοι̃ς δαι̃τα πένεσθαι;
μὴ μνηστεύσαντες μηδ' ἄλλοθ' ὁμιλήσαντες
ὕστατα καὶ πύματα νυ̃ν ἐνθάδε δειπνήσειαν:
οἳ θάμ' ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
κτη̃σιν Τηλεμάχοιο δαΐφρονοσ. οὐδέ τι πατρω̃ν
ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παι̃δες ἐόντεσ,
οἱ̃ος 'Οδυσσεὺς ἔσκε μεθ' ὑμετέροισι τοκευ̃σιν,
οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
ἐν δήμω̨; ἥ τ' ἐστὶ δίκη θείων βασιλήων:
ἄλλον κ' ἐχθαίρη̨σι βροτω̃ν, ἄλλον κε φιλοίη.
κει̃νος δ' οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει:
ἀλλ' ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθ' εὐεργέων."

   τὴν δ' αὐ̃τε προσέειπε Μέδων, πεπνυμένα εἰδώσ:
"εἰ γὰρ δή, βασίλεια, τόδε πλει̃στον κακὸν εἴη.
ἀλλὰ πολὺ μει̃ζόν τε καὶ ἀργαλεώτερον ἄλλο
μνηστη̃ρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων:
Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέϊ χαλκω̨̃
οἴκαδε νισόμενον: ὁ δ' ἔβη μετὰ πατρὸς ἀκουὴν
ἐς Πύλον ἠγαθέην ἠδ' ἐς Λακεδαίμονα δι̃αν."

   ὣς φάτο, τη̃ς δ' αὐτου̃ λύτο γούνατα καὶ φίλον ἠ̃τορ:
δὴν δέ μιν ἀφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε
δακρυόφιν πλη̃σθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε:

   "κη̃ρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ
νηω̃ν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θ' ἁλὸς ἵπποι
ἀνδράσι γίνονται, περόωσι δὲ πουλὺν ἐφ' ὑγρήν.
ἠ̃ ἵνα μηδ' ὄνομ' αὐτου̃ ἐν ἀνθρώποισι λίπηται;"

   τὴν δ' ἠμείβετ' ἔπειτα Μέδων πεπνυμένα εἰδώσ:
"οὐκ οἰ̃δ', ἤ τίς μιν θεὸς ὤρορεν, ἠ̃ε καὶ αὐτου̃
θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται
πατρὸς ἑου̃ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν."

   ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δω̃μ' 'Οδυση̃οσ.
τὴν δ' ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδ' ἄρ' ἔτ' ἔτλη
δίφρω̨ ἐφέζεσθαι πολλω̃ν κατὰ οἰ̃κον ἐόντων,
ἀλλ' ἄρ' ἐπ' οὐδου̃ ἱ̃ζε πολυκμήτου θαλάμοιο
οἴκτρ' ὀλοφυρομένη: περὶ δὲ δμω̨αὶ μινύριζον
πα̃σαι, ὅσαι κατὰ δώματ' ἔσαν νέαι ἠδὲ παλαιαί.
τη̨̃ς δ' ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια:

   "κλυ̃τε, φίλαι: περὶ γάρ μοι 'Ολύμπιος ἄλγε' ἔδωκεν
ἐκ πασέων, ὅσσαι μοι ὁμου̃ τράφον ἠδ' ἐγένοντο,
ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
παντοίη̨σ' ἀρετη̨̃σι κεκασμένον ἐν Δαναοι̃σιν,
ἐσθλόν, του̃ κλέος εὐρὺ καθ' 'Ελλάδα καὶ μέσον 'Άργοσ.
νυ̃ν αὐ̃ παι̃δ' ἀγαπητὸν ἀνηρέψαντο θύελλαι
ἀκλέα ἐκ μεγάρων, οὐδ' ὁρμηθέντος ἄκουσα.
σχέτλιαι, οὐδ' ὑμει̃ς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
ἐκ λεχέων μ' ἀνεγει̃ραι, ἐπιστάμεναι σάφα θυμω̨̃,
ὁππότε κει̃νος ἔβη κοίλην ἐπὶ νη̃α μέλαιναν.
εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
τω̃ κε μάλ' ἤ κεν ἔμεινε, καὶ ἐσσύμενός περ ὁδοι̃ο,
ἤ κέ με τεθνηυι̃αν ἐνὶ μεγάροισιν ἔλειπεν.
ἀλλά τις ὀτρηρω̃ς Δολίον καλέσειε γέροντα,
δμω̃' ἐμόν, ὅν μοι δω̃κε πατὴρ ἔτι δευ̃ρο κιούση̨,
καί μοι κη̃πον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
Λαέρτη̨ τάδε πάντα παρεζόμενος καταλέξη̨,
εἰ δή πού τινα κει̃νος ἐνὶ φρεσὶ μη̃τιν ὑφήνας
ἐξελθὼν λαοι̃σιν ὀδύρεται, οἳ μεμάασιν
ὃν καὶ 'Οδυσση̃ος φθει̃σαι γόνον ἀντιθέοιο."

   τὴν δ' αὐ̃τε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
"νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέϊ χαλκω̨̃,
ἢ ἔα ἐν μεγάρω̨: μυ̃θον δέ τοι οὐκ ἐπικεύσω.
ἤ̨δε' ἐγὼ τάδε πάντα, πόρον δέ οἱ, ὅσσ' ἐκέλευσε,
σι̃τον καὶ μέθυ ἡδύ: ἐμευ̃ δ' ἕλετο μέγαν ὅρκον
μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι
ἤ σ' αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκου̃σαι,
ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτη̨σ.
ἀλλ' ὑδρηναμένη, καθαρὰ χροὶ̈ εἵμαθ' ἑλου̃σα,
εἰς ὑπερω̨̃' ἀναβα̃σα σὺν ἀμφιπόλοισι γυναιξὶν
εὔχε' 'Αθηναίη̨ κούρη̨ Διὸς αἰγιόχοιο:
ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
μηδὲ γέροντα κάκου κεκακωμένον: οὐ γὰρ ὀΐω
πάγχυ θεοι̃ς μακάρεσσι γονὴν 'Αρκεισιάδαο
ἔχθεσθ', ἀλλ' ἔτι πού τις ἐπέσσεται, ὅς κεν ἔχη̨σι
δώματά θ' ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούσ."

   ὣς φάτο, τη̃ς δ' εὔνησε γόον, σχέθε δ' ὄσσε γόοιο.
ἡ δ' ὑδρηναμένη, καθαρὰ χροὶ̈ εἵμαθ' ἑλου̃σα,
εἰς ὑπερω̨̃' ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
ἐν δ' ἔθετ' οὐλοχύτας κανέω̨, ἠρα̃το δ' 'Αθήνη̨:

   "κλυ̃θί μευ, αἰγιόχοιο Διὸς τέκοσ, 'Ατρυτώνη,
εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν 'Οδυσσεὺς
ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρία κη̃ε,
τω̃ν νυ̃ν μοι μνη̃σαι καί μοι φίλον υἱ̃α σάωσον,
μνηστη̃ρας δ' ἀπάλαλκε κακω̃ς ὑπερηνορέοντασ."

   ὣς εἰπου̃σ' ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρη̃σ.
μνηστη̃ρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα:
ὡ̃δε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:

   "ἠ̃ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
ἀρτύει, οὐδέ τι οἰ̃δεν, ὅ οἱ φόνος υἱ̃ϊ τέτυκται."

   ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν, ὡς ἐτέτυκτο.
τοι̃σιν δ' 'Αντίνοος ἀγορήσατο καὶ μετέειπε:

   "δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε
πάντες ὁμω̃σ, μή πού τις ἀπαγγείλη̨σι καὶ εἴσω.
ἀλλ' ἄγε σιγη̨̃ τοι̃ον ἀναστάντες τελέωμεν
μυ̃θον, ὃ δὴ καὶ πα̃σιν ἐνὶ φρεσὶν ἤραρεν ἥμιν."

   ὣς εἰπὼν ἐκρίνατ' ἐείκοσι φω̃τας ἀρίστουσ,
βὰν δ' ἰέναι ἐπὶ νη̃α θοὴν καὶ θι̃να θαλάσσησ.
νη̃α μὲν οὐ̃ν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,
ἐν δ' ἱστόν τε τίθεντο καὶ ἱστία νηὶ̈ μελαίνη̨,
ἠρτύναντο δ' ἐρετμὰ τροποι̃σ' ἐν δερματίνοισι
[πάντα κατὰ μοι̃ραν: ἀνά θ' ἱστία λευκὰ πέτασσαν:]
τεύχεα δέ σφ' ἤνεικαν ὑπέρθυμοι θεράποντεσ.
ὑψου̃ δ' ἐν νοτίω̨ τήν γ' ὥρμισαν, ἐκ δ' ἔβαν αὐτοί:
ἔνθα δὲ δόρπον ἕλοντο, μένον δ' ἐπὶ ἕσπερον ἐλθει̃ν.

   ἡ δ' ὑπερωΐω̨ αὐ̃θι περίφρων Πηνελόπεια
κει̃τ' ἄρ' ἄσιτοσ, ἄπαστος ἐδητύος ἠδὲ ποτη̃τοσ,
ὁρμαίνουσ', ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
ἠ̃ ὅ γ' ὑπὸ μνηστη̃ρσιν ὑπερφιάλοισι δαμείη.
ὅσσα δὲ μερμήριξε λέων ἀνδρω̃ν ἐν ὁμίλω̨
δείσασ, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνοσ:
εὑ̃δε δ' ἀνακλινθει̃σα, λύθεν δέ οἱ ἅψεα πάντα.

   ἔνθ' αὐ̃τ' ἄλλ' ἐνόησε θεὰ γλαυκω̃πις 'Αθήνη:
εἴδωλον ποίησε, δέμας δ' ἤϊκτο γυναικί,
'Ιφθίμη̨, κούρη̨ μεγαλήτορος 'Ικαρίοιο,
τὴν Εὔμηλος ὄπυιε, Φερη̨̃σ' ἔνι οἰκία ναίων.
πέμπε δέ μιν πρὸς δώματ' 'Οδυσση̃ος θείοιο,
εἱ̃ος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
παύσειε κλαυθμοι̃ο γόοιό τε δακρυόεντοσ.
ἐς θάλαμον δ' εἰση̃λθε παρὰ κληι̃δος ἱμάντα,
στη̃ δ' ἄρ' ὑπὲρ κεφαλη̃ς καί μιν πρὸς μυ̃θον ἔειπεν:

   "εὕδεισ, Πηνελόπεια, φίλον τετιημένη ἠ̃τορ;
οὐ μέν σ' οὐδὲ ἐω̃σι θεοὶ ῥει̃α ζώοντες
κλαίειν οὐδ' ἀκάχησθαι, ἐπεί ῥ' ἔτι νόστιμός ἐστι
σὸς πάϊσ: οὐ μὲν γάρ τι θεοι̃σ' ἀλιτήμενός ἐστι."

   τὴν δ' ἠμείβετ' ἔπειτα περίφρων Πηνελόπεια,
ἡδὺ μάλα κνώσσουσ' ἐν ὀνειρείη̨σι πύλη̨σιν:

   "τίπτε, κασιγνήτη, δευ̃ρ' ἤλυθεσ; οὔ τι πάρος γε
πωλέ', ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεισ:
καί με κέλεαι παύσασθαι ὀϊζύος ἠδ' ὀδυνάων
πολλέων, αἵ μ' ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν:
ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
παντοίη̨σ' ἀρετη̨̃σι κεκασμένον ἐν Δαναοι̃σιν,
ἐσθλόν, του̃ κλέος εὐρὺ καθ' 'Ελλάδα καὶ μέσον 'Άργοσ.
νυ̃ν αὐ̃ παι̃ς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηόσ,
νήπιοσ, οὔτε πόνων εὐ̃ εἰδὼς οὔτ' ἀγοράων.
του̃ δὴ ἐγὼ καὶ μα̃λλον ὀδύρομαι ἤ περ ἐκείνου.
του̃ δ' ἀμφιτρομέω καὶ δείδια μή τι πάθη̨σιν,
ἢ ὅ γε τω̃ν ἐνὶ δήμω̨, ἵν' οἴχεται, ἢ ἐνὶ πόντω̨:
δυσμενέες γὰρ πολλοὶ ἐπ' αὐτω̨̃ μηχανόωνται,
ἱέμενοι κτει̃ναι, πρὶν πατρίδα γαι̃αν ἱκέσθαι."

   τὴν δ' ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν:
"θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην:
τοίη γάρ οἱ πομπὸς ἅμ' ἔρχεται, ἥν τε καὶ ἄλλοι
ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
Παλλὰς 'Αθηναίη: σὲ δ' ὀδυρομένην ἐλεαίρει:
ἣ νυ̃ν με προέηκε τεὶ̈ν τάδε μυθήσασθαι."

   τὴν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"εἰ μὲν δὴ θεός ἐσσι, θεοι̃ό τε ἔκλυες αὐδήν,
εἰ δ' ἄγε μοι καὶ κει̃νον ὀϊζυρὸν κατάλεξον,
ἤ που ἔτι ζώει καὶ ὁρα̨̃ φάος ἠελίοιο,
ἠ̃ ἤδη τέθνηκε καὶ εἰν 'Αΐδαο δόμοισι."

   τὴν δ' ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν:
"οὐ μέν τοι κει̃νόν γε διηνεκέως ἀγορεύσω,
ζώει ὅ γ' ἠ̃ τέθνηκε: κακὸν δ' ἀνεμώλια βάζειν."

   ὣς εἰπὸν σταθμοι̃ο παρὰ κληι̃δα λιάσθη
ἐς πνοιὰς ἀνέμων: ἡ δ' ἐξ ὕπνου ἀνόρουσε
κούρη 'Ικαρίοιο: φίλον δέ οἱ ἠ̃τορ ἰάνθη,
ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγω̨̃.

   μνηστη̃ρες δ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
Τηλεμάχω̨ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντεσ.
ἔστι δέ τις νη̃σος μέσση̨ ἁλὶ πετρήεσσα,
μεσσηγὺς 'Ιθάκης τε Σάμοιό τε παιπαλοέσσησ,
'Αστερίσ, οὐ μεγάλη, λιμένες δ' ἔνι ναύλοχοι αὐτη̨̃
ἀμφίδυμοι: τη̨̃ τόν γε μένον λοχόωντες 'Αχαιοί.