ΟΔΥΣΣΕΙΑΣ Ε

'Ηὼς δ' ἐκ λεχέων παρ' ἀγαυου̃ Τιθωνοι̃ο
ὤρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοι̃σιν:
οἱ δὲ θεοὶ θω̃κόνδε καθίζανον, ἐν δ' ἄρα τοι̃σι
Ζεὺς ὑψιβρεμέτησ, οὑ̃ τε κράτος ἐστὶ μέγιστον.
τοι̃σι δ' 'Αθηναίη λέγε κήδεα πόλλ' 'Οδυση̃ος
μνησαμένη: μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφησ:

   "Ζευ̃ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντεσ,
μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
σκηπτου̃χος βασιλεύσ, μηδὲ φρεσὶν αἴσιμα εἰδώσ,
ἀλλ' αἰεὶ χαλεπός τ' εἴη καὶ αἴσυλα ῥέζοι,
ὡς οὔ τις μέμνηται 'Οδυσση̃ος θείοιο
λαω̃ν, οἱ̃σιν ἄνασσε, πατὴρ δ' ὣς ἤπιος ἠ̃εν.
ἀλλ' ὁ μὲν ἐν νήσω̨ κει̃ται κρατέρ' ἄλγεα πάσχων,
νύμφης ἐν μεγάροισι Καλυψου̃σ, ἥ μιν ἀνάγκη̨
ἴσχει: ὁ δ' οὐ δύναται ἣν πατρίδα γαι̃αν ἱκέσθαι:
οὐ γάρ οἱ πάρα νη̃ες ἐπήρετμοι καὶ ἑται̃ροι,
οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νω̃τα θαλάσσησ.
νυ̃ν αὐ̃ παι̃δ' ἀγαπητὸν ἀποκτει̃ναι μεμάασιν
οἴκαδε νισόμενον: ὁ δ' ἔβη μετὰ πατρὸς ἀκουὴν
ἐς Πύλον ἠγαθέην ἠδ' ἐς Λακεδαίμονα δι̃αν."

   τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύσ:
"τέκνον ἐμόν, ποι̃όν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
οὐ γὰρ δὴ του̃τον μὲν ἐβούλευσας νόον αὐτή,
ὡς ἠ̃ τοι κείνους 'Οδυσεὺς ἀποτείσεται ἐλθών;
Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένωσ, δύνασαι γάρ,
ὥς κε μάλ' ἀσκηθὴς ἣν πατρίδα γαι̃αν ἵκηται,
μνηστη̃ρες δ' ἐν νηὶ̈ παλιμπετὲς ἀπονέωνται."

   ἠ̃ ῥα, καὶ 'Ερμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα:
"'Ερμεία: σὺ γὰρ αὐ̃τε τά τ' ἄλλα περ ἄγγελός ἐσσι:
νύμφη̨ ἐϋπλοκάμω̨ εἰπει̃ν νημερτέα βουλήν,
νόστον 'Οδυσση̃ος ταλασίφρονοσ, ὥς κε νέηται,
οὔτε θεω̃ν πομπη̨̃ οὔτε θνητω̃ν ἀνθρώπων:
ἀλλ' ὅ γ' ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
ἤματι εἰκοστω̨̃ Σχερίην ἐρίβωλον ἵκοιτο,
Φαιήκων ἐς γαι̃αν, οἳ ἀγχίθεοι γεγάασιν:
οἵ κέν μιν περὶ κη̃ρι θεὸν ὣς τιμήσουσι,
πέμψουσιν δ' ἐν νηὶ̈ φίλην ἐς πατρίδα γαι̃αν,
χαλκόν τε χρυσόν τε ἅλις ἐσθη̃τά τε δόντεσ,
πόλλ', ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' 'Οδυσσεύσ,
εἴ περ ἀπήμων ἠ̃λθε, λαχὼν ἀπὸ ληΐδος αἰ̃σαν.
ὣς γάρ οἱ μοι̃ρ' ἐστὶ φίλους τ' ἰδέειν καὶ ἱκέσθαι
οἰ̃κον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαι̃αν."

   ὣς ἔφατ', οὐδ' ἀπίθησε διάκτορος 'Αργεϊφόντησ.
αὐτίκ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ' ὑγρὴν
ἠδ' ἐπ' ἀπείρονα γαι̃αν ἅμα πνοιη̨̃σ' ἀνέμοιο.
εἵλετο δὲ ῥάβδον, τη̨̃ τ' ἀνδρω̃ν ὄμματα θέλγει,
ὡ̃ν ἐθέλει, τοὺς δ' αὐ̃τε καὶ ὑπνώοντας ἐγείρει:
τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς 'Αργεϊφόντησ.
Πιερίην δ' ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντω̨:
σεύατ' ἔπειτ' ἐπὶ κυ̃μα λάρω̨ ὄρνιθι ἐοικώσ,
ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
ἰχθυ̃ς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμη̨:
τω̨̃ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν 'Ερμη̃σ.

   ἀλλ' ὅτε δὴ τὴν νη̃σον ἀφίκετο τηλόθ' ἐου̃σαν,
ἔνθ' ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε
ἤϊεν, ὄφρα μέγα σπέος ἵκετο, τω̨̃ ἔνι νύμφη
ναι̃εν ἐϋπλόκαμοσ: τὴν δ' ἔνδοθι τέτμεν ἐου̃σαν.
πυ̃ρ μὲν ἐπ' ἐσχαρόφιν μέγα καίετο, τηλόσε δ' ὀδμὴ
κέδρου τ' εὐκεάτοιο θύου τ' ἀνὰ νη̃σον ὀδώδει
δαιομένων: ἡ δ' ἔνδον ἀοιδιάουσ' ὀπὶ καλη̨̃
ἱστὸν ἐποιχομένη χρυσείη̨ κερκίδ' ὕφαινεν.
ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
κλήθρη τ' αἴγειρός τε καὶ εὐώδης κυπάρισσοσ.
ἔνθα δέ τ' ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
σκω̃πές τ' ἴρηκές τε τανύγλωσσοί τε κορω̃ναι
εἰνάλιαι, τη̨̃σίν τε θαλάσσια ἔργα μέμηλεν.
ἡ δ' αὐτου̃ τετάνυστο περὶ σπείους γλαφυροι̃ο
ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλη̨̃σι.
κρη̃ναι δ' ἑξείης πίσυρες ῥέον ὕδατι λευκω̨̃,
πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
ἀμφὶ δὲ λειμω̃νες μαλακοὶ ἴου ἠδὲ σελίνου
θήλεον. ἔνθα κ' ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ἡ̨̃σιν.

   ἔνθα στὰς θηει̃το διάκτορος 'Αργεϊφόντησ.
αὐτὰρ ἐπεὶ δὴ πάντα ἑω̨̃ θηήσατο θυμω̨̃,
αὐτίκ' ἄρ' εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην
ἠγνοίησεν ἰδου̃σα Καλυψώ, δι̃α θεάων:
οὐ γάρ τ' ἀγνω̃τες θεοὶ ἀλλήλοισι πέλονται
ἀθάνατοι, οὐδ' εἴ τις ἀπόπροθι δώματα ναίει.
οὐδ' ἄρ' 'Οδυσση̃α μεγαλήτορα ἔνδον ἔτετμεν,
ἀλλ' ὅ γ' ἐπ' ἀκτη̃ς κλαι̃ε καθήμενοσ, ἔνθα πάρος περ,
δάκρυσι καὶ στοναχη̨̃σι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
[πόντον ἐπ' ἀτρύγετον δερκέσκετο δάκρυα λείβων].
'Ερμείαν δ' ἐρέεινε Καλυψώ, δι̃α θεάων,
ἐν θρόνω̨ ἱδρύσασα φαεινω̨̃ σιγαλόεντι:

   "τίπτε μοι, 'Ερμεία χρυσόρραπι, εἰλήλουθασ,
αἰδοι̃ός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεισ.
αὔδα ὅ τι φρονέεισ: τελέσαι δέ με θυμὸς ἄνωγεν,
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
[ἀλλ' ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.]"

   ὣς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν:
αὐτὰρ ὁ πι̃νε καὶ ἠ̃σθε διάκτορος 'Αργεϊφόντησ.
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδη̨̃,
καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν:

   "εἰρωτα̨̃ς μ' ἐλθόντα θεὰ θεόν: αὐτὰρ ἐγώ τοι
νημερτέως τὸν μυ̃θον ἐνισπήσω: κέλεαι γάρ.
Ζεὺς ἐμέ γ' ἠνώγει δευ̃ρ' ἐλθέμεν οὐκ ἐθέλοντα:
τίς δ' ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
ἄσπετον; οὐδέ τις ἄγχι βροτω̃ν πόλισ, οἵ τε θεοι̃σιν
ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβασ.
ἀλλὰ μάλ' οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
οὔτε παρεξελθει̃ν ἄλλον θεὸν οὔθ' ἁλιω̃σαι.
φησί τοι ἄνδρα παρει̃ναι ὀϊζυρώτατον ἄλλων,
τω̃ν ἀνδρω̃ν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
εἰνάετεσ, δεκάτω̨ δὲ πόλιν πέρσαντες ἔβησαν
οἴκαδ': ἀτὰρ ἐν νόστω̨ 'Αθηναίην ἀλίτοντο,
ἥ σφιν ἐπω̃ρσ' ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
ἔνθ' ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑται̃ροι,
τὸν δ' ἄρα δευ̃ρ' ἄνεμός τε φέρων καὶ κυ̃μα πέλασσε.
τὸν νυ̃ν σ' ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα:
οὐ γάρ οἱ τη̨̃δ' αἰ̃σα φίλων ἀπονόσφιν ὀλέσθαι,
ἀλλ' ἔτι οἱ μοι̃ρ' ἐστὶ φίλους τ' ἰδέειν καὶ ἱκέσθαι
οἰ̃κον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαι̃αν."

   ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δι̃α θεάων,
καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα:

   "σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
οἵ τε θεαι̃σ' ἀγάασθε παρ' ἀνδράσιν εὐνάζεσθαι
ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετ' ἀκοίτην.
ὣς μὲν ὅτ' 'Ωρίων' ἕλετο ῥοδοδάκτυλος 'Ηώσ,
τόφρα οἱ ἠγάασθε θεοὶ ῥει̃α ζώοντεσ,
ἕως μιν ἐν 'Ορτυγίη̨ χρυσόθρονος 'Άρτεμις ἁγνὴ
οἱ̃σ' ἀγανοι̃σι βέλεσσιν ἐποιχομένη κατέπεφνεν.
ὣς δ' ὁπότ' 'Ιασίωνι ἐϋπλόκαμος Δημήτηρ,
ὡ̨̃ θυμω̨̃ εἴξασα, μίγη φιλότητι καὶ εὐνη̨̃
νειω̨̃ ἔνι τριπόλω̨: οὐδὲ δὴν ἠ̃εν ἄπυστος
Ζεύσ, ὅς μιν κατέπεφνε βαλὼν ἀργη̃τι κεραυνω̨̃.
ὣς δ' αὐ̃ νυ̃ν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρει̃ναι.
τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαω̃τα
οἰ̃ον, ἐπεί οἱ νη̃α θοὴν ἀργη̃τι κεραυνω̨̃
Ζεὺς ἐλάσας ἐκέασσε μέσω̨ ἐνὶ οἴνοπι πόντω̨.
ἔνθ' ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑται̃ροι,
τὸν δ' ἄρα δευ̃ρ' ἄνεμός τε φέρων καὶ κυ̃μα πέλασσε.
τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον ἠδὲ ἔφασκον
θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
ἀλλ' ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
οὔτε παρεξελθει̃ν ἄλλον θεὸν οὔθ' ἁλιω̃σαι,
ἐρρέτω, εἴ μιν κει̃νος ἐποτρύνει καὶ ἀνώγει,
πόντον ἐπ' ἀτρύγετον. πέμψω δέ μιν οὔ πη̨ ἐγώ γε:
οὐ γάρ μοι πάρα νη̃ες ἐπήρετμοι καὶ ἑται̃ροι,
οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νω̃τα θαλάσσησ.
αὐτάρ οἱ πρόφρων ὑποθήσομαι οὐδ' ἐπικεύσω,
ὥς κε μάλ' ἀσκηθὴς ἣν πατρίδα γαι̃αν ἵκηται."

   τὴν δ' αὐ̃τε προσέειπε διάκτορος 'Αργεϊφόντησ:
"οὕτω νυ̃ν ἀπόπεμπε, Διὸς δ' ἐποπίζεο μη̃νιν,
μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνη̨."

   ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς 'Αργεϊφόντησ:
ἡ δ' ἐπ' 'Οδυσση̃α μεγαλήτορα πότνια νύμφη
ἤϊ', ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
τὸν δ' ἄρ' ἐπ' ἀκτη̃ς εὑ̃ρε καθήμενον: οὐδέ ποτ' ὄσσε
δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
νόστον ὀδυρομένω̨, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
ἀλλ' ἠ̃ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκη̨
ἐν σπέεσι γλαφυροι̃σι παρ' οὐκ ἐθέλων ἐθελούση̨:
ἤματα δ' ἂμ πέτρη̨σι καὶ ἠϊόνεσσι καθίζων
[δάκρυσι καὶ στοναχη̨̃σι καὶ ἄλγεσι θυμὸν ἐρέχθων]
πόντον ἐπ' ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
ἀγχου̃ δ' ἱσταμένη προσεφώνεε δι̃α θεάων:

   "κάμμορε, μή μοι ἔτ' ἐνθάδ' ὀδύρεο, μηδέ τοι αἰὼν
φθινέτω: ἤδη γάρ σε μάλα πρόφρασσ' ἀποπέμψω.
ἀλλ' ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκω̨̃
εὐρει̃αν σχεδίην: ἀτὰρ ἴκρια πη̃ξαι ἐπ' αὐτη̃ς
ὑψου̃, ὥς σε φέρη̨σιν ἐπ' ἠεροειδέα πόντον.
αὐτὰρ ἐγὼ σι̃τον καὶ ὕδωρ καὶ οἰ̃νον ἐρυθρὸν
ἐνθήσω μενοεικέ', ἅ κέν τοι λιμὸν ἐρύκοι,
εἵματά τ' ἀμφιέσω: πέμψω δέ τοι οὐ̃ρον ὄπισθεν,
ὥς κε μάλ' ἀσκηθὴς σὴν πατρίδα γαι̃αν ἵκηαι,
αἴ κε θεοί γ' ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
οἵ μευ φέρτεροί εἰσι νοη̃σαί τε κρη̃ναί τε."

   ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δι̃ος 'Οδυσσεύσ,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

   "ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι οὐδέ τι πομπήν,
ἥ με κέλεαι σχεδίη̨ περάαν μέγα λαι̃τμα θαλάσσησ,
δεινόν τ' ἀργαλέον τε: τὸ δ' οὐδ' ἐπὶ νη̃ες ἐι̃σαι
ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρω̨.
οὐδ' ἂν ἐγώ γ' ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
μή τί μοι αὐτω̨̃ πη̃μα κακὸν βουλευσέμεν ἄλλο."

   ὣς φάτο, μείδησεν δὲ Καλυψώ, δι̃α θεάων,
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

   "ἠ̃ δὴ ἀλιτρός γ' ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώσ,
οἱ̃ον δὴ τὸν μυ̃θον ἐπεφράσθης ἀγορευ̃σαι.
ἴστω νυ̃ν τόδε γαι̃α καὶ οὐρανὸς εὐρὺς ὕπερθε
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοι̃σι,
μή τί τοι αὐτω̨̃ πη̃μα κακὸν βουλευσέμεν ἄλλο.
ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσ' ἂν ἐμοί περ
αὐτη̨̃ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι:
καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμοσ, οὐδέ μοι αὐτη̨̃
θυμὸς ἐνὶ στήθεσσι σιδήρεοσ, ἀλλ' ἐλεήμων."

   ὣς ἄρα φωνήσασ' ἡγήσατο δι̃α θεάων
καρπαλίμωσ: ὁ δ' ἔπειτα μετ' ἴχνια βαι̃νε θεοι̃ο.
ἱ̃ξον δὲ σπει̃ος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ:
καί ῥ' ὁ μὲν ἔνθα καθέζετ' ἐπὶ θρόνου, ἔνθεν ἀνέστη
'Ερμείασ, νύμφη δ' ἐτίθει πάρα πα̃σαν ἐδωδήν,
ἔσθειν καὶ πίνειν, οἱ̃α βροτοὶ ἄνδρες ἔδουσιν:
αὐτὴ δ' ἀντίον ἱ̃ζεν 'Οδυσση̃ος θείοιο,
τη̨̃ δὲ παρ' ἀμβροσίην δμω̨αὶ καὶ νέκταρ ἔθηκαν.
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοι̃μα προκείμενα χει̃ρας ἴαλλον.
αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτη̃τοσ,
τοι̃σ' ἄρα μύθων ἠ̃ρχε Καλυψώ, δι̃α θεάων:

   "διογενὲς Λαερτιάδη, πολυμήχαν' 'Οδυσσευ̃,
οὕτω δὴ οἰ̃κόνδε φίλην ἐς πατρίδα γαι̃αν
αὐτίκα νυ̃ν ἐθέλεις ἰέναι; σὺ δὲ χαι̃ρε καὶ ἔμπησ.
εἴ γε μὲν εἰδείης ση̨̃σι φρεσίν, ὅσσα τοι αἰ̃σα
κήδε' ἀναπλη̃σαι, πρὶν πατρίδα γαι̃αν ἱκέσθαι,
ἐνθάδε κ' αὐ̃θι μένων σὺν ἐμοὶ τόδε δω̃μα φυλάσσοις
ἀθάνατός τ' εἴησ, ἱμειρόμενός περ ἰδέσθαι
σὴν ἄλοχον, τη̃ς τ' αἰὲν ἐέλδεαι ἤματα πάντα.
οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἰ̃ναι,
Τοὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικε
θνητὰς ἀθανάτη̨σι δέμας καὶ εἰ̃δος ἐρίζειν."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"πότνα θεά, μή μοι τόδε χώεο: οἰ̃δα καὶ αὐτὸς
πάντα μάλ', οὕνεκα σει̃ο περίφρων Πηνελόπεια
εἰ̃δος ἀκιδνοτέρη μέγεθός τ' εἰσάντα ἰδέσθαι:
ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δ' ἀθάνατος καὶ ἀγήρωσ.
ἀλλὰ καὶ ὡ̃ς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
οἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἠ̃μαρ ἰδέσθαι.
εἰ δ' αὐ̃ τις ῥαίη̨σι θεω̃ν ἐνὶ οἴνοπι πόντω̨,
τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν:
ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
κύμασι καὶ πολέμω̨: μετὰ καὶ τόδε τοι̃σι γενέσθω."

   ὣς ἔφατ', ἠέλιος δ' ἄρ' ἔδυ καὶ ἐπὶ κνέφας ἠ̃λθεν:
ἐλθόντες δ' ἄρα τώ γε μυχω̨̃ σπείους γλαφυροι̃ο
τερπέσθην φιλότητι, παρ' ἀλλήλοισι μένοντεσ.

   ἠ̃μος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
αὐτίχ' ὁ μὲν χλαι̃νάν τε χιτω̃νά τε ἕννυτ' 'Οδυσσεύσ,
αὐτὴ δ' ἀργύφεον φα̃ρος μέγα ἕννυτο νύμφη,
λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ' ἰξυι̃
καλὴν χρυσείην, κεφαλη̨̃ δ' ἐφύπερθε καλύπτρην.
καὶ τότ' 'Οδυσση̃ϊ μεγαλήτορι μήδετο πομπήν:
δω̃κε μέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμη̨σι,
χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον: αὐτὰρ ἐν αὐτω̨̃
στειλειὸν περικαλλὲς ἐλάϊνον, εὐ̃ ἐναρηρόσ:
δω̃κε δ' ἔπειτα σκέπαρνον ἐΰξοον: ἠ̃ρχε δ' ὁδοι̃ο
νήσου ἐπ' ἐσχατιήν, ὅθι δένδρεα μακρὰ πεφύκει,
κλήθρη τ' αἴγειρός τ', ἐλάτη τ' ἠ̃ν οὐρανομήκησ,
αὐ̃α πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρω̃σ.
αὐτὰρ ἐπεὶ δὴ δει̃ξ' ὅθι δένδρεα μακρὰ πεφύκει,
ἡ μὲν ἔβη πρὸς δω̃μα Καλυψώ, δι̃α θεάων,
αὐτὰρ ὁ τάμνετο δου̃ρα: θοω̃ς δέ οἱ ἤνυτο ἔργον.
εἴκοσι δ' ἔκβαλε πάντα, πελέκκησεν δ' ἄρα χαλκω̨̃,
ξέσσε δ' ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνε.
τόφρα δ' ἔνεικε τέρετρα Καλυψώ, δι̃α θεάων:
τέτρηνεν δ' ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισι,
γόμφοισιν δ' ἄρα τήν γε καὶ ἁρμονίη̨σιν ἄρασσεν.
ὅσσον τίς τ' ἔδαφος νηὸς τορνώσεται ἀνὴρ
φορτίδος εὐρείησ, εὐ̃ εἰδὼς τεκτοσυνάων,
τόσσον ἐπ' εὐρει̃αν σχεδίην ποιήσατ' 'Οδυσσεύσ.
ἴκρια δὲ στήσασ, ἀραρὼν θαμέσι σταμίνεσσι,
ποίει: ἀτὰρ μακρη̨̃σιν ἐπηγκενίδεσσι τελεύτα.
ἐν δ' ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτω̨̃:
πρὸς δ' ἄρα πηδάλιον ποιήσατο, ὄφρ' ἰθύνοι.
φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνη̨σι,
κύματος εἰ̃λαρ ἔμεν: πολλὴν δ' ἐπεχεύατο ὕλην.
τόφρα δὲ φάρε' ἔνεικε Καλυψώ, δι̃α θεάων,
ἱστία ποιήσασθαι: ὁ δ' εὐ̃ τεχνήσατο καὶ τά.
ἐν δ' ὑπέρας τε κάλους τε πόδας τ' ἐνέδησεν ἐν αὐτη̨̃,
μοχλοι̃σιν δ' ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δι̃αν.

   τέτρατον ἠ̃μαρ ἔην, καὶ τω̨̃ τετέλεστο ἅπαντα:
τω̨̃ δ' ἄρα πέμπτω̨ πέμπ' ἀπὸ νήσου δι̃α Καλυψώ,
εἵματά τ' ἀμφιέσασα θυώδεα καὶ λούσασα.
ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
τὸν ἕτερον, ἕτερον δ' ὕδατος μέγαν, ἐν δὲ καὶ ἠ̨̃α
κωρύκω̨, ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά:
οὐ̃ρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
γηθόσυνος δ' οὔρω̨ πέτασ' ἱστία δι̃ος 'Οδυσσεύσ.
αὐτὰρ ὁ πηδαλίω̨ ἰθύνετο τεχνηέντως
ἥμενοσ: οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε
Πληϊάδας τ' ἐσορω̃ντι καὶ ὀψὲ δύοντα Βοώτην
'Άρκτον θ', ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
ἥ τ' αὐτου̃ στρέφεται καί τ' 'Ωρίωνα δοκεύει,
οἴη δ' ἄμμορός ἐστι λοετρω̃ν 'Ωκεανοι̃ο:
τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δι̃α θεάων,
ποντοπορευέμεναι ἐπ' ἀριστερὰ χειρὸς ἔχοντα.
ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,
ὀκτωκαιδεκάτη̨ δ' ἐφάνη ὄρεα σκιόεντα
γαίης Φαιήκων, ὅθι τ' ἄγχιστον πέλεν αὐτω̨̃:
εἴσατο δ' ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέϊ πόντω̨.

   τὸν δ' ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων
τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν: εἴσατο γάρ οἱ
πόντον ἐπιπλείων. ὁ δ' ἐχώσατο κηρόθι μα̃λλον,
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν:

   "ὢ πόποι, ἠ̃ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
ἀμφ' 'Οδυση̃ϊ ἐμει̃ο μετ' Αἰθιόπεσσιν ἐόντοσ:
καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἰ̃σα
ἐκφυγέειν μέγα πει̃ραρ ὀϊζύοσ, ἥ μιν ἱκάνει.
ἀλλ' ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητοσ."

   ὣς εἰπὼν σύναγεν νεφέλασ, ἐτάραξε δὲ πόντον
χερσὶ τρίαιναν ἑλών: πάσας δ' ὀρόθυνεν ἀέλλας
παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε
γαι̃αν ὁμου̃ καὶ πόντον: ὀρώρει δ' οὐρανόθεν νύξ.
σὺν δ' εὐ̃ρός τε νότος τ' ἔπεσον ζέφυρός τε δυσαὴς
καὶ βορέης αἰθρηγενέτησ, μέγα κυ̃μα κυλίνδων.
καὶ τότ' 'Οδυσση̃ος λύτο γούνατα καὶ φίλον ἠ̃τορ,
ὀχθήσας δ' ἄρα εἰ̃πε πρὸς ὃν μεγαλήτορα θυμόν:

   "ὤ μοι ἐγὼ δειλόσ, τί νύ μοι μήκιστα γένηται;
δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἰ̃πεν,
ἥ μ' ἔφατ' ἐν πόντω̨, πρὶν πατρίδα γαι̃αν ἱκέσθαι,
ἄλγε' ἀναπλήσειν: τὰ δὲ δὴ νυ̃ν πάντα τελει̃ται.
οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
Ζεύσ, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δ' ἄελλαι
παντοίων ἀνέμων: νυ̃ν μοι σω̃ς αἰπὺς ὄλεθροσ.
τρὶς μάκαρες Δαναοὶ καὶ τετράκισ, οἳ τότ' ὄλοντο
Τροίη̨ ἐν εὐρείη̨, χάριν 'Ατρεΐδη̨σι φέροντεσ.
ὡς δὴ ἐγώ γ' ὄφελον θανέειν καὶ πότμον ἐπισπει̃ν
ἤματι τω̨̃ ὅτε μοι πλει̃στοι χαλκήρεα δου̃ρα
Τρω̃ες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.
τω̃ κ' ἔλαχον κτερέων, καί μευ κλέος ἠ̃γον 'Αχαιοί:
νυ̃ν δέ με λευγαλέω̨ θανάτω̨ εἵμαρτο ἁλω̃ναι."

   ὣς ἄρα μιν εἰπόντ' ἔλασεν μέγα κυ̃μα κατ' ἄκρησ,
δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
τη̃λε δ' ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ
ἐκ χειρω̃ν προέηκε: μέσον δέ οἱ ἱστὸν ἔαξε
δεινὴ μισγομένων ἀνέμων ἐλθου̃σα θύελλα:
τηλου̃ δὲ σπει̃ρον καὶ ἐπίκριον ἔμπεσε πόντω̨.
τὸν δ' ἄρ' ὑπόβρυχα θη̃κε πολὺν χρόνον, οὐδὲ δυνάσθη
αἰ̃ψα μάλ' ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμη̃σ:
εἵματα γάρ ἑ βάρυνε, τά οἱ πόρε δι̃α Καλυψώ.
ὀψὲ δὲ δή ῥ' ἀνέδυ, στόματος δ' ἐξέπτυσεν ἅλμην
πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
ἀλλ' οὐδ' ὡ̃ς σχεδίης ἐπελήθετο, τειρόμενός περ,
ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετ' αὐτη̃σ,
ἐν μέσση̨ δὲ καθι̃ζε τέλος θανάτου ἀλεείνων.
τὴν δ' ἐφόρει μέγα κυ̃μα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
ὡς δ' ὅτ' ὀπωρινὸς βορέης φορέη̨σιν ἀκάνθας
ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλη̨σιν ἔχονται.
ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα:
ἄλλοτε μέν τε νότος βορέη̨ προβάλεσκε φέρεσθαι,
ἄλλοτε δ' αὐ̃τ' εὐ̃ρος ζεφύρω̨ εἴξασκε διώκειν.

   τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος 'Ινώ,
Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
νυ̃ν δ' ἁλὸς ἐν πελάγεσσι θεω̃ν ἐξέμμορε τιμη̃σ.
ἥ ῥ' 'Οδυση̃' ἐλέησεν ἀλώμενον, ἄλγε' ἔχοντα:
[αἰθυίη̨ δ' εἰκυι̃α ποτη̨̃ ἀνεδύσετο λίμνησ,]
ἱ̃ζε δ' ἐπὶ σχεδίης καί μιν πρὸς μυ̃θον ἔειπε:

   "κάμμορε, τίπτε τοι ὡ̃δε Ποσειδάων ἐνοσίχθων
ὠδύσατ' ἐκπάγλωσ, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
οὐ μὲν δή σε καταφθείσει, μάλα περ μενεαίνων.
ἀλλὰ μάλ' ὡ̃δ' ἕρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν:
εἵματα ταυ̃τ' ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
κάλλιπ', ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
γαίης Φαιήκων, ὅθι τοι μοι̃ρ' ἐστὶν ἀλύξαι.
τη̃ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
ἄμβροτον: οὐδέ τί τοι παθέειν δέος οὐδ' ἀπολέσθαι.
αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
πολλὸν ἀπ' ἠπείρου, αὐτὸς δ' ἀπονόσφι τραπέσθαι."

   ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
αὐτὴ δ' ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
αἰθυίη̨ εἰκυι̃α: μέλαν δέ ἑ κυ̃μ' ἐκάλυψεν.
αὐτὰρ ὁ μερμήριξε πολύτλας δι̃ος 'Οδυσσεύσ,
ὀχθήσας δ' ἄρα εἰ̃πε πρὸς ὃν μεγαλήτορα θυμόν:

   "ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνη̨σιν δόλον αὐ̃τε
ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβη̃ναι ἀνώγει.
ἀλλὰ μάλ' οὔ πω πείσομ', ἐπεὶ ἑκὰς ὀφθαλμοι̃σι
γαι̃αν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἰ̃ναι.
ἀλλὰ μάλ' ὡ̃δ' ἕρξω, δοκέει δέ μοι εἰ̃ναι ἄριστον:
ὄφρ' ἂν μέν κεν δούρατ' ἐν ἁρμονίη̨σιν ἀρήρη̨,
τόφρ' αὐτου̃ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων:
αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κυ̃μα τινάξη̨,
νήξομ', ἐπεὶ οὐ μέν τι πάρα προνοη̃σαι ἄμεινον."

   εἱ̃ος ὁ ταυ̃θ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ὠ̃ρσε δ' ἐπὶ μέγα κυ̃μα Ποσειδάων ἐνοσίχθων,
δεινόν τ' ἀργαλέον τε, κατηρεφέσ, ἤλασε δ' αὐτόν.
ὡς δ' ἄνεμος ζαὴς ἤ̨ων θημω̃να τινάξη̨
καρφαλέων, τὰ μὲν ἄρ τε διεσκέδασ' ἄλλυδις ἄλλη̨,
ὣς τη̃ς δούρατα μακρὰ διεσκέδασ'. αὐτὰρ 'Οδυσσεὺς
ἀμφ' ἑνὶ δούρατι βαι̃νε, κέληθ' ὡς ἵππον ἐλαύνων,
εἵματα δ' ἐξαπέδυνε, τά οἱ πόρε δι̃α Καλυψώ.
αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χει̃ρε πετάσσασ,
νηχέμεναι μεμαώσ. ἴδε δὲ κρείων ἐνοσίχθων,
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν:

   "οὕτω νυ̃ν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήη̨σ.
ἀλλ' οὐδ' ὡ̃ς σε ἔολπα ὀνόσσεσθαι κακότητοσ."

   ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππουσ,
ἵκετο δ' εἰς Αἰγάσ, ὅθι οἱ κλυτὰ δώματ' ἔασιν.

   αὐτὰρ 'Αθηναίη, κούρη Διόσ, ἄλλ' ἐνόησεν:
ἠ̃ τοι τω̃ν ἄλλων ἀνέμων κατέδησε κελεύθουσ,
παύσασθαι δ' ἐκέλευσε καὶ εὐνηθη̃ναι ἅπαντασ:
ὠ̃ρσε δ' ἐπὶ κραιπνὸν βορέην, πρὸ δὲ κύματ' ἔαξεν,
εἱ̃ος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη
διογενὴς 'Οδυσεύσ, θάνατον καὶ κη̃ρας ἀλύξασ.

   ἔνθα δύω νύκτας δύο τ' ἤματα κύματι πηγω̨̃
πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετ' ὄλεθρον.
ἀλλ' ὅτε δὴ τρίτον ἠ̃μαρ ἐϋπλόκαμος τέλεσ' 'Ηώσ,
καὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
ἔπλετο νηνεμίη: ὁ δ' ἄρα σχεδὸν εἴσιδε γαι̃αν
ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείσ.
ὡς δ' ὅτ' ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήη̨
πατρόσ, ὃς ἐν νούσω̨ κει̃ται κρατέρ' ἄλγεα πάσχων,
δηρὸν τηκόμενοσ, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
ἀσπάσιον δ' ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,
ὣς 'Οδυση̃' ἀσπαστὸν ἐείσατο γαι̃α καὶ ὕλη,
νη̃χε δ' ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβη̃ναι.
ἀλλ' ὅτε τόσσον ἀπη̃ν, ὅσσον τε γέγωνε βοήσασ,
καὶ δὴ δου̃πον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσησ: _
ῥόχθει γὰρ μέγα κυ̃μα ποτὶ ξερὸν ἠπείροιο
δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθ' ἁλὸς ἄχνη̨:
οὐ γὰρ ἔσαν λιμένες νηω̃ν ὀχοί, οὐδ' ἐπιωγαί,
ἀλλ' ἀκταὶ προβλη̃τες ἔσαν σπιλάδες τε πάγοι τε: _
καὶ τότ' 'Οδυσση̃ος λύτο γούνατα καὶ φίλον ἠ̃τορ,
ὀχθήσας δ' ἄρα εἰ̃πε πρὸς ὃν μεγαλήτορα θυμόν:

   "ὤ μοι, ἐπεὶ δὴ γαι̃αν ἀελπέα δω̃κεν ἰδέσθαι
Ζεύσ, καὶ δὴ τόδε λαι̃τμα διατμήξας ἐπέρησα,
ἔκβασις οὔ πη̨ φαίνεθ' ἁλὸς πολιοι̃ο θύραζε:
ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέεσ, ἀμφὶ δὲ κυ̃μα
βέβρυχεν ῥόθιον, λισσὴ δ' ἀναδέδρομε πέτρη,
ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι
στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα:
μή πώς μ' ἐκβαίνοντα βάλη̨ λίθακι ποτὶ πέτρη̨
κυ̃μα μέγ' ἁρπάξαν: μελέη δέ μοι ἔσσεται ὁρμή.
εἰ δέ κ' ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω
ἠϊόνας τε παραπλη̃γας λιμένας τε θαλάσσησ,
δείδω μή μ' ἐξαυ̃τις ἀναρπάξασα θύελλα
πόντον ἐπ' ἰχθυόεντα φέρη̨ βαρέα στενάχοντα,
ἠέ τί μοι καὶ κη̃τος ἐπισσεύη̨ μέγα δαίμων
ἐξ ἁλόσ, οἱ̃ά τε πολλὰ τρέφει κλυτὸς 'Αμφιτρίτη:
οἰ̃δα γὰρ ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιοσ."

   εἱ̃ος ὁ ταυ̃θ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
τόφρα δέ μιν μέγα κυ̃μα φέρεν τρηχει̃αν ἐπ' ἀκτήν.
ἔνθα κ' ἀπὸ ῥινοὺς δρύφθη, σὺν δ' ὀστέ' ἀράχθη,
εἰ μὴ ἐπὶ φρεσὶ θη̃κε θεὰ γλαυκω̃πις 'Αθήνη:
ἀμφοτέρη̨σι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρησ,
τη̃ς ἔχετο στενάχων, εἱ̃ος μέγα κυ̃μα παρη̃λθε.
καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὐ̃τις
πλη̃ξεν ἐπεσσύμενον, τηλου̃ δέ μιν ἔμβαλε πόντω̨.
ὡς δ' ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
πρὸς κοτυληδονόφιν πυκιναὶ λάϊγγες ἔχονται,
ὣς του̃ πρὸς πέτρη̨σι θρασειάων ἀπὸ χειρω̃ν
ῥινοὶ ἀπέδρυφθεν: τὸν δὲ μέγα κυ̃μ' ἐκάλυψεν.
ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετ' 'Οδυσσεύσ,
εἰ μὴ ἐπιφροσύνην δω̃κε γλαυκω̃πις 'Αθήνη:
κύματος ἐξαναδύσ, τά τ' ἐρεύγεται ἤπειρόνδε,
νη̃χε παρέξ, ἐς γαι̃αν ὁρώμενοσ, εἴ που ἐφεύροι
ἠϊόνας τε παραπλη̃γας λιμένας τε θαλάσσησ.
ἀλλ' ὅτε δὴ ποταμοι̃ο κατὰ στόμα καλλιρόοιο
ἱ̃ξε νέων, τη̨̃ δή οἱ ἐείσατο χω̃ρος ἄριστοσ,
λει̃ος πετράων, καὶ ἐπὶ σκέπας ἠ̃ν ἀνέμοιο:
ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν:

   "κλυ̃θι, ἄναξ, ὅτις ἐσσί: πολύλλιστον δέ σ' ἱκάνω
φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάσ.
αἰδοι̃ος μέν τ' ἐστὶ καὶ ἀθανάτοισι θεοι̃σιν,
ἀνδρω̃ν ὅς τις ἵκηται ἀλώμενοσ, ὡς καὶ ἐγὼ νυ̃ν
σόν τε ῥόον σά τε γούναθ' ἱκάνω πολλὰ μογήσασ.
ἀλλ' ἐλέαιρε, ἄναξ: ἱκέτης δέ τοι εὔχομαι εἰ̃ναι."

   ὣς φάθ', ὁ δ' αὐτίκα παυ̃σεν ἑὸν ῥόον, ἔσχε δὲ κυ̃μα,
πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δ' ἐσάωσεν
ἐς ποταμου̃ προχοάσ. ὁ δ' ἄρ' ἄμφω γούνατ' ἔκαμψε
χει̃ράς τε στιβαράσ: ἁλὶ γὰρ δέδμητο φίλον κη̃ρ:
ὤ̨δεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
ἂν στόμα τε ῥι̃νάς θ': ὁ δ' ἄρ' ἄπνευστος καὶ ἄναυδος
κει̃τ' ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
ἀλλ' ὅτε δή ῥ' ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λυ̃σε θεοι̃ο.
καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθη̃κεν,
ἂψ δ' ἔφερεν μέγα κυ̃μα κατὰ ῥόον, αἰ̃ψα δ' ἄρ' 'Ινὼ
δέξατο χερσὶ φίλη̨σιν: ὁ δ' ἐκ ποταμοι̃ο λιασθεὶς
σχοίνω̨ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
ὀχθήσας δ' ἄρα εἰ̃πε πρὸς ὃν μεγαλήτορα θυμόν:

   "ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;
εἰ μέν κ' ἐν ποταμω̨̃ δυσκηδέα νύκτα φυλάσσω,
μή μ' ἄμυδις στίβη τε κακὴ καὶ θη̃λυς ἐέρση
ἐξ ὀλιγηπελίης δαμάση̨ κεκαφηότα θυμόν:
αὔρη δ' ἐκ ποταμου̃ ψυχρὴ πνέει ἠω̃θι πρό.
εἰ δέ κεν ἐς κλειτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
θάμνοισ' ἐν πυκινοι̃σι καταδράθω, εἴ με μεθείη
ῥι̃γος καὶ κάματοσ, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθοι,
δείδω μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι."

   ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἰ̃ναι:
βη̃ ῥ' ἴμεν εἰς ὕλην: τὴν δὲ σχεδὸν ὕδατος εὑ̃ρεν
ἐν περιφαινομένω̨. δοιοὺς δ' ἄρ' ὑπήλυθε θάμνους
ἐξ ὁμόθεν πεφυω̃τασ: ὁ μὲν φυλίησ, ὁ δ' ἐλαίησ.
τοὺς μὲν ἄρ' οὔτ' ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
οὔτε ποτ' ἠέλιος φαέθων ἀκτι̃σιν ἔβαλλεν,
οὔτ' ὄμβρος περάασκε διαμπερέσ: ὣς ἄρα πυκνοὶ
ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίσ: οὓς ὑπ' 'Οδυσσεὺς
δύσετ'. ἄφαρ δ' εὐνὴν ἐπαμήσατο χερσὶ φίλη̨σιν
εὐρει̃αν: φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
ὅσσον τ' ἠὲ δύω ἠὲ τρει̃ς ἄνδρας ἔρυσθαι
ὥρη̨ χειμερίη̨, εἰ καὶ μάλα περ χαλεπαίνοι.
τὴν μὲν ἰδὼν γήθησε πολύτλας δι̃ος 'Οδυσσεύσ,
ἐν δ' ἄρα μέσση̨ λέκτο, χύσιν δ' ἐπεχεύατο φύλλων.
ὡς δ' ὅτε τις δαλὸν σποδιη̨̃ ἐνέκρυψε μελαίνη̨
ἀγρου̃ ἐπ' ἐσχατιη̃σ, ὡ̨̃ μὴ πάρα γείτονες ἄλλοι,
σπέρμα πυρὸς σώ̨ζων, ἵνα μή ποθεν ἄλλοθεν αὕοι,
ὣς 'Οδυσεὺς φύλλοισι καλύψατο. τω̨̃ δ' ἄρ' 'Αθήνη
ὕπνον ἐπ' ὄμμασι χευ̃', ἵνα μιν παύσειε τάχιστα
δυσπονέος καμάτοιο, φίλα βλέφαρ' ἀμφικαλύψασ.