ΟΔΥΣΣΕΙΑΣ Ζ

'`Ως ὁ μὲν ἔνθα καθευ̃δε πολύτλας δι̃ος 'Οδυσσεὺς
ὕπνω̨ καὶ καμάτω̨ ἀρημένοσ: αὐτὰρ 'Αθήνη
βη̃ ῥ' ἐς Φαιήκων ἀνδρω̃ν δη̃μόν τε πόλιν τε:
οἳ πρὶν μέν ποτ' ἔναιον ἐν εὐρυχόρω̨ 'Υπερείη̨,
ἀγχου̃ Κυκλώπων ἀνδρω̃ν ὑπερηνορεόντων,
οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἠ̃σαν.
ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδήσ,
εἱ̃σεν δὲ Σχερίη̨, ἑκὰς ἀνδρω̃ν ἀλφηστάων,
ἀμφὶ δὲ τει̃χος ἔλασσε πόλει καὶ ἐδείματο οἴκους
καὶ νηοὺς ποίησε θεω̃ν καὶ ἐδάσσατ' ἀρούρασ.
ἀλλ' ὁ μὲν ἤδη κηρὶ δαμεὶς 'Άϊδόσδε βεβήκει,
'Αλκίνοος δὲ τότ' ἠ̃ρχε, θεω̃ν ἄπο μήδεα εἰδώσ.
του̃ μὲν ἔβη πρὸς δω̃μα θεὰ γλαυκω̃πις 'Αθήνη,
νόστον 'Οδυσση̃ϊ μεγαλήτορι μητιόωσα.
βη̃ δ' ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ὡ̨̃ ἔνι κούρη
κοιμα̃τ' ἀθανάτη̨σι φυὴν καὶ εἰ̃δος ὁμοίη,
Ναυσικάα, θυγάτηρ μεγαλήτορος 'Αλκινόοιο,
πὰρ δὲ δύ' ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
σταθμοι̃ϊν ἑκάτερθε: θύραι δ' ἐπέκειντο φαειναί.
ἡ δ' ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρησ,
στη̃ δ' ἄρ' ὑπὲρ κεφαλη̃ς καί μιν πρὸς μυ̃θον ἔειπεν,
εἰδομένη κούρη̨ ναυσικλειτοι̃ο Δύμαντοσ,
ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμω̨̃.
τη̨̃ μιν ἐεισαμένη προσέφη γλαυκω̃πις 'Αθήνη:

   "Ναυσικάα, τί νύ σ' ὡ̃δε μεθήμονα γείνατο μήτηρ;
εἵματα μέν τοι κει̃ται ἀκηδέα σιγαλόεντα,
σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
ἕννυσθαι, τὰ δὲ τοι̃σι παρασχει̃ν, οἵ κέ σ' ἄγωνται:
ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει
ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
ἀλλ' ἴομεν πλυνέουσαι ἅμ' ἠόϊ φαινομένηφι:
καί τοι ἐγὼ συνέριθος ἅμ' ἕψομαι, ὄφρα τάχιστα
ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι:
ἤδη γάρ σε μνω̃νται ἀριστη̃ες κατὰ δη̃μον
πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτη̨̃.
ἀλλ' ἄγ' ἐπότρυνον πατέρα κλυτὸν ἠω̃θι πρὸ
ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγη̨σι
ζω̃στρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
καὶ δὲ σοὶ ὡ̃δ' αὐτη̨̃ πολὺ κάλλιον ἠὲ πόδεσσιν
ἔρχεσθαι: πολλὸν γὰρ ἄπο πλυνοί εἰσι πόληοσ."

   ἡ μὲν ἄρ' ὣς εἰπου̃σ' ἀπέβη γλαυκω̃πις 'Αθήνη
Οὔλυμπόνδ', ὅθι φασὶ θεω̃ν ἕδος ἀσφαλὲς αἰεὶ
ἔμμεναι: οὔτ' ἀνέμοισι τινάσσεται οὔτε ποτ' ὄμβρω̨
δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ' αἴθρη
πέπταται ἀννέφελοσ, λευκὴ δ' ἐπιδέδρομεν αἴγλη:
τω̨̃ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
ἔνθ' ἀπέβη γλαυκω̃πισ, ἐπεὶ διεπέφραδε κούρη̨.

   αὐτίκα δ' 'Ηὼς ἠ̃λθεν ἐΰθρονοσ, ἥ μιν ἔγειρε
Ναυσικάαν εὔπεπλον: ἄφαρ δ' ἀπεθαύμασ' ὄνειρον,
βη̃ δ' ἴμεναι διὰ δώμαθ', ἵν' ἀγγείλειε τοκευ̃σι,
πατρὶ φίλω̨ καὶ μητρί: κιχήσατο δ' ἔνδον ἐόντασ.
ἡ μὲν ἐπ' ἐσχάρη̨ ἡ̃στο σὺν ἀμφιπόλοισι γυναιξίν,
ἠλάκατα στρωφω̃σ' ἁλιπόρφυρα: τω̨̃ δὲ θύραζε
ἐρχομένω̨ ξύμβλητο μετὰ κλειτοὺς βασιλη̃ας
ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
ἡ δὲ μάλ' ἄγχι στα̃σα φίλον πατέρα προσέειπε:

   "πάππα φίλ', οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
ὑψηλὴν εὔκυκλον, ἵνα κλυτὰ εἵματ' ἄγωμαι
ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κει̃ται;
καὶ δὲ σοὶ αὐτω̨̃ ἔοικε μετὰ πρώτοισιν ἐόντα
βουλὰς βουλεύειν καθαρὰ χροὶ̈ εἵματ' ἔχοντα.
πέντε δέ τοι φίλοι υἱ̃ες ἐνὶ μεγάροις γεγάασιν,
οἱ δύ' ὀπυίοντεσ, τρει̃ς δ' ἠΐθεοι θαλέθοντεσ:
οἱ δ' αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ' ἔχοντες
ἐς χορὸν ἔρχεσθαι: τὰ δ' ἐμη̨̃ φρενὶ πάντα μέμηλεν."

   ὣς ἔφατ': αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομη̃ναι
πατρὶ φίλω̨: ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθω̨:

   "οὔτε τοι ἡμιόνων φθονέω, τέκοσ, οὔτε τευ ἄλλου.
ἔρχευ: ἀτάρ τοι δμω̃ες ἐφοπλίσσουσιν ἀπήνην
ὑψηλὴν εὔκυκλον, ὑπερτερίη̨ ἀραρυι̃αν."

   ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δ' ἐπίθοντο.
οἱ μὲν ἄρ' ἐκτὸς ἄμαξαν ἐΰτροχον ἡμιονείην
ὅπλεον ἡμιόνους θ' ὕπαγον ζευ̃ξάν θ' ὑπ' ἀπήνη̨:
κούρη δ' ἐκ θαλάμοιο φέρεν ἐσθη̃τα φαεινήν.
καὶ τὴν μὲν κατέθηκεν ἐϋξέστω̨ ἐπ' ἀπήνη̨:
μήτηρ δ' ἐν κίστη̨ ἐτίθει μενοεικέ' ἐδωδὴν
παντοίην, ἐν δ' ὄψα τίθει, ἐν δ' οἰ̃νον ἔχευεν
ἀσκω̨̃ ἐν αἰγείω̨: κούρη δ' ἐπεβήσετ' ἀπήνησ.
δω̃κεν δὲ χρυσέη̨ ἐν ληκύθω̨ ὑγρὸν ἔλαιον,
εἱ̃ος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
ἡ δ' ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
μάστιξεν δ' ἐλάαν: καναχὴ δ' ἠ̃ν ἡμιόνοιϊν:
αἱ δ' ἄμοτον τανύοντο, φέρον δ' ἐσθη̃τα καὶ αὐτήν,
οὐκ οἴην: ἅμα τη̨̃ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.

   αἱ δ' ὅτε δὴ ποταμοι̃ο ῥόον περικαλλέ' ἵκοντο,
ἔνθ' ἠ̃ τοι πλυνοὶ ἠ̃σαν ἐπηετανοί, πολὺ δ' ὕδωρ
καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθη̃ραι,
ἔνθ' αἵ γ' ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνησ.
καὶ τὰς μὲν σευ̃αν ποταμὸν πάρα δινήεντα
τρώγειν ἄγρωστιν μελιηδέα: ταὶ δ' ἀπ' ἀπήνης
εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,
στει̃βον δ' ἐν βόθροισι θοω̃σ, ἔριδα προφέρουσαι.
αὐτὰρ ἐπεὶ πλυ̃νάν τε κάθηράν τε ῥύπα πάντα,
ἑξείης πέτασαν παρὰ θι̃ν' ἁλόσ, ἡ̃χι μάλιστα
λάϊγγας ποτὶ χέρσον ἀποπτύεσκε θάλασσα.
αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ' ἐλαίω̨
δει̃πνον ἔπειθ' εἵλοντο παρ' ὄχθη̨σιν ποταμοι̃ο,
εἵματα δ' ἠελίοιο μένον τερσήμεναι αὐγη̨̃.
αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμω̨αί τε καὶ αὐτή,
σφαίρη̨ ταὶ δ' ἄρ' ἔπαιζον, ἀπὸ κρήδεμνα βαλου̃σαι,
τη̨̃σι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπη̃σ.
οἵη δ' 'Άρτεμις εἰ̃σι κατ' οὔρεα ἰοχέαιρα,
ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ 'Ερύμανθον,
τερπομένη κάπροισι καὶ ὠκείη̨σ' ἐλάφοισι:
τη̨̃ δέ θ' ἅμα Νύμφαι, κου̃ραι Διὸς αἰγιόχοιο,
ἀγρονόμοι παίζουσι: γέγηθε δέ τε φρένα Λητώ:
πασάων δ' ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
ῥει̃ά τ' ἀριγνώτη πέλεται, καλαὶ δέ τε πα̃σαι:
ὣς ἥ γ' ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμήσ.

   ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλε πάλιν οἰ̃κόνδε νέεσθαι
ζεύξασ' ἡμιόνους πτύξασά τε εἵματα καλά,
ἔνθ' αὐ̃τ' ἄλλ' ἐνόησε θεὰ γλαυκω̃πις 'Αθήνη,
ὡς 'Οδυσεὺς ἔγροιτο, ἴδοι τ' εὐώπιδα κούρην,
ἥ οἱ Φαιήκων ἀνδρω̃ν πόλιν ἡγήσαιτο.
σφαι̃ραν ἔπειτ' ἔρριψε μετ' ἀμφίπολον βασίλεια:
ἀμφιπόλου μὲν ἅμαρτε, βαθείη̨ δ' ἔμβαλε δίνη̨.
αἱ δ' ἐπὶ μακρὸν ἄϋσαν: ὁ δ' ἔγρετο δι̃ος 'Οδυσσεύσ,
ἑζόμενος δ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν:

   "ὤ μοι ἐγώ, τέων αὐ̃τε βροτω̃ν ἐς γαι̃αν ἱκάνω;
ἤ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
ἠ̃ε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδήσ;
ὥς τέ με κουράων ἀμφήλυθε θη̃λυς ἀϋτή,
Νυμφάων, αἳ ἔχουσ' ὀρέων αἰπεινὰ κάρηνα
καὶ πηγὰς ποταμω̃ν καὶ πίσεα ποιήεντα:
ἠ̃ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων.
ἀλλ' ἄγ' ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι."

   ὣς εἰπὼν θάμνων ὑπεδύσετο δι̃ος 'Οδυσσεύσ,
ἐκ πυκινη̃ς δ' ὕλης πτόρθον κλάσε χειρὶ παχείη̨
φύλλων, ὡς ῥύσαιτο περὶ χροὶ̈ μήδεα φωτόσ.
βη̃ δ' ἴμεν ὥς τε λέων ὀρεσίτροφοσ, ἀλκὶ πεποιθώσ,
ὅς τ' εἰ̃σ' ὑόμενος καὶ ἀήμενοσ, ἐν δέ οἱ ὄσσε
δαίεται: αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀΐεσσιν
ἠὲ μετ' ἀγροτέρας ἐλάφουσ: κέλεται δέ ἑ γαστὴρ
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθει̃ν:
ὣς 'Οδυσεὺς κούρη̨σιν ἐϋπλοκάμοισιν ἔμελλε
μείξεσθαι, γυμνός περ ἐών: χρειὼ γὰρ ἵκανε.
σμερδαλέος δ' αὐτη̨̃σι φάνη κεκακωμένος ἅλμη̨,
τρέσσαν δ' ἄλλυδις ἄλλη ἐπ' ἠϊόνας προὐχούσασ.
οἴη δ' 'Αλκινόου θυγάτηρ μένε: τη̨̃ γὰρ 'Αθήνη
θάρσος ἐνὶ φρεσὶ θη̃κε καὶ ἐκ δέος εἵλετο γυίων.
στη̃ δ' ἄντα σχομένη: ὁ δὲ μερμήριξεν 'Οδυσσεύσ,
ἢ γούνων λίσσοιτο λαβὼν εὐώπιδα κούρην,
ἠ̃ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
λίσσοιτ', εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἰ̃ναι,
λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
μή οἱ γου̃να λαβόντι χολώσαιτο φρένα κούρη.
αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μυ̃θον:

   "γουνου̃μαί σε, ἄνασσα: θεός νύ τις ἠ̃ βροτός ἐσσι;
εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
'Αρτέμιδί σε ἐγώ γε, Διὸς κούρη̨ μεγάλοιο,
εἰ̃δός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐΐσκω:
εἰ δέ τίς ἐσσι βροτω̃ν, οἳ ἐπὶ χθονὶ ναιετάουσι,
τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
τρὶς μάκαρες δὲ κασίγνητοι: μάλα πού σφισι θυμὸς
αἰὲν ἐϋφροσύνη̨σιν ἰαίνεται εἵνεκα σει̃ο,
λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνευ̃σαν.
κει̃νος δ' αὐ̃ περὶ κη̃ρι μακάρτατος ἔξοχον ἄλλων,
ὅς κέ σ' ἐέδνοισι βρίσας οἰ̃κόνδ' ἀγάγηται.
οὐ γάρ πω τοιου̃τον ἴδον βροτὸν ὀφθαλμοι̃σιν,
οὔτ' ἄνδρ' οὔτε γυναι̃κα: σέβας μ' ἔχει εἰσορόωντα.
Δήλω̨ δή ποτε τοι̃ον 'Απόλλωνος παρὰ βωμω̨̃
φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα:
ἠ̃λθον γὰρ καὶ κει̃σε, πολὺς δέ μοι ἕσπετο λαόσ,
τὴν ὁδόν, ἡ̨̃ δὴ μέλλεν ἐμοὶ κακὰ κήδε' ἔσεσθαι:
ὣς δ' αὔτως καὶ κει̃νο ἰδὼν ἐτεθήπεα θυμω̨̃,
δήν, ἐπεὶ οὔ πω τοι̃ον ἀνήλυθεν ἐκ δόρυ γαίησ,
ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δ' αἰνω̃ς
γούνων ἅψασθαι: χαλεπὸν δέ με πένθος ἱκάνει.
χθιζὸς ἐεικοστω̨̃ φύγον ἤματι οἴνοπα πόντον:
τόφρα δέ μ' αἰεὶ κυ̃μα φόρει κραιπναί τε θύελλαι
νήσου ἀπ' 'Ωγυγίησ: νυ̃ν δ' ἐνθάδε κάββαλε δαίμων,
ὄφρα τί που καὶ τη̨̃δε πάθω κακόν: οὐ γὰρ ὀΐω
παύσεσθ', ἀλλ' ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
ἀλλά, ἄνασσ', ἐλέαιρε: σὲ γὰρ κακὰ πολλὰ μογήσας
ἐς πρώτην ἱκόμην, τω̃ν δ' ἄλλων οὔ τινα οἰ̃δα
ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαι̃αν ἔχουσιν.
ἄστυ δέ μοι δει̃ξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ' ἰου̃σα.
σοὶ δὲ θεοὶ τόσα δοι̃εν, ὅσα φρεσὶ ση̨̃σι μενοινα̨̃σ,
ἄνδρα τε καὶ οἰ̃κον, καὶ ὁμοφροσύνην ὀπάσειαν
ἐσθλήν: οὐ μὲν γὰρ του̃ γε κρει̃σσον καὶ ἄρειον,
ἢ ὅθ' ὁμοφρονέοντε νοήμασιν οἰ̃κον ἔχητον
ἀνὴρ ἠδὲ γυνή: πόλλ' ἄλγεα δυσμενέεσσι,
χάρματα δ' εὐμενέτη̨σι: μάλιστα δέ τ' ἔκλυον αὐτοί."

   τὸν δ' αὐ̃ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα:
"ξει̃ν', ἐπεὶ οὔτε κακω̨̃ οὔτ' ἄφρονι φωτὶ ἔοικασ,
Ζεὺς δ' αὐτὸς νέμει ὄλβον 'Ολύμπιος ἀνθρώποισιν,
ἐσθλοι̃σ' ἠδὲ κακοι̃σιν, ὅπως ἐθέλη̨σιν, ἑκάστω̨:
καί που σοὶ τά γ' ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπησ.
νυ̃ν δ', ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαι̃αν ἱκάνεισ,
οὔτ' οὐ̃ν ἐσθη̃τος δευήσεαι οὔτε τευ ἄλλου,
ὡ̃ν ἐπέοιχ' ἱκέτην ταλαπείριον ἀντιάσαντα.
ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαω̃ν:
Φαίηκες μὲν τήνδε πόλιν καὶ γαι̃αν ἔχουσιν,
εἰμὶ δ' ἐγὼ θυγάτηρ μεγαλήτορος 'Αλκινόοιο,
του̃ δ' ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε."

   ἠ̃ ῥα, καὶ ἀμφιπόλοισιν ἐϋπλοκάμοισι κέλευσε:
"στη̃τέ μοι ἀμφίπολοι: πόσε φεύγετε φω̃τα ἰδου̃σαι;
ἠ̃ μή πού τινα δυσμενέων φάσθ' ἔμμεναι ἀνδρω̃ν;
οὐκ ἔσθ' οὑ̃τος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
ὅς κεν Φαιήκων ἀνδρω̃ν ἐς γαι̃αν ἵκηται
δηϊοτη̃τα φέρων: μάλα γὰρ φίλοι ἀθανάτοισιν.
οἰκέομεν δ' ἀπάνευθε πολυκλύστω̨ ἐνὶ πόντω̨,
ἔσχατοι, οὐδέ τις ἄμμι βροτω̃ν ἐπιμίσγεται ἄλλοσ.
ἀλλ' ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδ' ἱκάνει,
τὸν νυ̃ν χρὴ κομέειν: πρὸς γὰρ Διός εἰσιν ἅπαντες
ξει̃νοί τε πτωχοί τε, δόσις δ' ὀλίγη τε φίλη τε.
ἀλλὰ δότ', ἀμφίπολοι, ξείνω̨ βρω̃σίν τε πόσιν τε,
λούσατέ τ' ἐν ποταμω̨̃, ὅθ' ἐπὶ σκέπας ἔστ' ἀνέμοιο."

   ὣς ἔφαθ', αἱ δ' ἔσταν τε καὶ ἀλλήλη̨σι κέλευσαν,
κὰδ δ' ἄρ' 'Οδυσσέα εἱ̃σαν ἐπὶ σκέπασ, ὡς ἐκέλευσε
Ναυσικάα, θυγάτηρ μεγαλήτορος 'Αλκινόοιο:
πὰρ δ' ἄρα οἱ φα̃ρός τε χιτω̃νά τε εἵματ' ἔθηκαν,
δω̃καν δὲ χρυσέη̨ ἐν ληκύθω̨ ὑγρὸν ἔλαιον,
ἤνωγον δ' ἄρα μιν λου̃σθαι ποταμοι̃ο ῥοη̨̃σι.
δή ῥα τότ' ἀμφιπόλοισι μετηύδα δι̃ος 'Οδυσσεύσ:

   "ἀμφίπολοι, στη̃θ' οὕτω ἀπόπροθεν, ὄφρ' ἐγὼ αὐτὸς
ἅλμην ὤμοιϊν ἀπολούσομαι, ἀμφὶ δ' ἐλαίω̨
χρίσομαι: ἠ̃ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
ἄντην δ' οὐκ ἂν ἐγώ γε λοέσσομαι: αἰδέομαι γὰρ
γυμνου̃σθαι κούρη̨σιν ἐϋπλοκάμοισι μετελθών."

   ὣς ἔφαθ', αἱ δ' ἀπάνευθεν ἴσαν, εἰ̃πον δ' ἄρα κούρη̨.
αὐτὰρ ὁ ἐκ ποταμου̃ χρόα νίζετο δι̃ος 'Οδυσσεὺς
ἅλμην, ἥ οἱ νω̃τα καὶ εὐρέας ἄμπεχεν ὤμουσ:
ἐκ κεφαλη̃ς δ' ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ' ἄλειψεν,
ἀμφὶ δὲ εἵματα ἕσσαθ' ἅ οἱ πόρε παρθένος ἀδμήσ,
τὸν μὲν 'Αθηναίη θη̃κεν, Διὸς ἐκγεγαυι̃α,
μείζονά τ' εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
οὔλας ἡ̃κε κὄμασ, ὑακινθίνω̨ ἄνθει ὁμοίασ.
ὡς δ' ὅτε τις χρυσὸν περιχεύεται ἀργύρω̨ ἀνὴρ
ἴδρισ, ὃν 'Ήφαιστος δέδαεν καὶ Παλλὰς 'Αθήνη
τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
ὣς ἄρα τω̨̃ κατέχευε χάριν κεφαλη̨̃ τε καὶ ὤμοισ.
ἕζετ' ἔπειτ' ἀπάνευθε κιὼν ἐπὶ θι̃να θαλάσσησ,
κάλλεϊ καὶ χάρισι στίλβων: θηει̃το δὲ κούρη.
δή ῥα τότ' ἀμφιπόλοισιν ἐϋπλοκάμοισι μετηύδα:

   "κλυ̃τέ μοι, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
οὐ πάντων ἀέκητι θεω̃ν, οἳ 'Όλυμπον ἔχουσι,
Φαιήκεσσ' ὅδ' ἀνὴρ ἐπιμείξεται ἀντιθέοισι:
πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ' εἰ̃ναι,
νυ̃ν δὲ θεοι̃σιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν.
ἀλλὰ δότ', ἀμφίπολοι, ξείνω̨ βρω̃σίν τε πόσιν τε."

   ὣς ἔφαθ', αἱ δ' ἄρα τη̃ς μάλα μὲν κλύον ἠδ' ἐπίθοντο,
πὰρ δ' ἄρ' 'Οδυσση̃ϊ ἔθεσαν βρω̃σίν τε πόσιν τε.
ἠ̃ τοι ὁ πι̃νε καὶ ἠ̃σθε πολύτλας δι̃ος 'Οδυσσεὺς
ἁρπαλέωσ: δηρὸν γὰρ ἐδητύος ἠ̃εν ἄπαστοσ.

   αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ' ἐνόησεν:
εἵματ' ἄρα πτύξασα τίθει καλη̃ς ἐπ' ἀπήνησ,
ζευ̃ξε δ' ὑφ' ἡμιόνους κρατερώνυχασ, ἂν δ' ἔβη αὐτή.
ὤτρυνεν δ' 'Οδυση̃α ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

   "ὄρσεο νυ̃ν, ὠ̃ ξει̃νε, πόλινδ' ἴμεν, ὄφρα σε πέμψω
πατρὸς ἐμου̃ πρὸς δω̃μα δαΐφρονοσ, ἔνθα σέ φημι
πάντων Φαιήκων εἰδησέμεν, ὅσσοι ἄριστοι.
ἀλλὰ μάλ' ὡ̃δ' ἕρδειν: δοκέεις δέ μοι οὐκ ἀπινύσσειν:
ὄφρ' ἂν μέν κ' ἀγροὺς ἴομεν καὶ ἔργ' ἀνθρώπων,
τόφρα σὺν ἀμφιπόλοισι μεθ' ἡμιόνους καὶ ἄμαξαν
καρπαλίμως ἔρχεσθαι: ἐγὼ δ' ὁδὸν ἡγεμονεύσω.
αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
ὑψηλόσ, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληοσ,
λεπτὴ δ' εἰσίθμη: νη̃ες δ' ὁδὸν ἀμφιέλισσαι
εἰρύαται: πα̃σιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστω̨.
ἔνθα δέ τέ σφ' ἀγορὴ καλὸν Ποσιδήϊον ἀμφίσ,
ῥυτοι̃σιν λάεσσι κατωρυχέεσσ' ἀραρυι̃α.
ἔνθα δὲ νηω̃ν ὅπλα μελαινάων ἀλέγουσι,
πείσματα καὶ σπείρασ, καὶ ἀποξύνουσιν ἐρετμά.
οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
ἀλλ' ἱστοὶ καὶ ἐρετμὰ νεω̃ν καὶ νη̃ες ἐι̃σαι,
ἡ̨̃σιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
τω̃ν ἀλεείνω φη̃μιν ἀδευκέα, μή τις ὀπίσσω
μωμεύη̨: μάλα δ' εἰσὶν ὑπερφίαλοι κατὰ δη̃μον:
καί νύ τις ὡ̃δ' εἴπη̨σι κακώτερος ἀντιβολήσασ:
"τίς δ' ὅδε Ναυσικάα̨ ἕπεται καλός τε μέγας τε
ξει̃νοσ; που̃ δέ μιν εὑ̃ρε; πόσις νύ οἱ ἔσσεται αὐτη̨̃.
ἠ̃ τινά που πλαγχθέντα κομίσσατο ἡ̃ς ἀπὸ νηὸς
ἀνδρω̃ν τηλεδαπω̃ν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν:
ἤ τίς οἱ εὐξαμένη̨ πολυάρητος θεὸς ἠ̃λθεν
οὐρανόθεν καταβάσ, ἕξει δέ μιν ἤματα πάντα.
βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὑ̃ρεν
ἄλλοθεν: ἠ̃ γὰρ τούσδε γ' ἀτιμάζει κατὰ δη̃μον
Φαίηκασ, τοί μιν μνω̃νται πολέες τε καὶ ἐσθλοί."
ὣς ἐρέουσιν, ἐμοὶ δέ κ' ὀνείδεα ταυ̃τα γένοιτο.
καὶ δ' ἄλλη̨ νεμεσω̃, ἥ τις τοιαυ̃τά γε ῥέζοι,
ἥ τ' ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων
ἀνδράσι μίσγηται πρίν γ' ἀμφάδιον γάμον ἐλθει̃ν. _
ξει̃νε, σὺ δ' ὠ̃κ' ἐμέθεν ξυνίει ἔποσ, ὄφρα τάχιστα
πομπη̃ς καὶ νόστοιο τύχη̨ς παρὰ πατρὸς ἐμοι̃ο.
δήομεν ἀγλαὸν ἄλσος 'Αθήνης ἄγχι κελεύθου
αἰγείρων, ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών:
ἔνθα δὲ πατρὸς ἐμου̃ τέμενος τεθαλυι̃ά τ' ἀλω̨ή,
τόσσον ἀπὸ πτόλιοσ, ὅσσον τε γέγωνε βοήσασ.
ἔνθα καθεζόμενος μει̃ναι χρόνον, εἰς ὅ κεν ἡμει̃ς
ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρόσ.
αὐτὰρ ἐπὴν ἥμεας ἔλπη̨ ποτὶ δώματ' ἀφι̃χθαι,
καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδ' ἐρέεσθαι
δώματα πατρὸς ἐμου̃ μεγαλήτορος 'Αλκινόοιο.
ῥει̃α δ' ἀρίγνωτ' ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
νήπιοσ: οὐ μὲν γάρ τι ἐοικότα τοι̃σι τέτυκται
δώματα Φαιήκων, οἱ̃ος δόμος 'Αλκινόοιο
ἥρωσ. ἀλλ' ὁπότ' ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
ὠ̃κα μάλα μεγάροιο διελθέμεν, ὄφρ' ἂν ἵκηαι
μητέρ' ἐμήν: ἡ δ' ἡ̃σται ἐπ' ἐσχάρη̨ ἐν πυρὸς αὐγη̨̃,
ἠλάκατα στρωφω̃σ' ἁλιπόρφυρα, θαυ̃μα ἰδέσθαι,
κίονι κεκλιμένη: δμω̨αὶ δέ οἱ εἵατ' ὄπισθεν.
ἔνθα δὲ πατρὸς ἐμοι̃ο θρόνος ποτικέκλιται αὐτη̨̃,
τω̨̃ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥσ.
τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χει̃ρας
βάλλειν ἡμετέρησ, ἵνα νόστιμον ἠ̃μαρ ἴδηαι
χαίρων καρπαλίμωσ, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
[εἴ κέν τοι κείνη γε φίλα φρονέη̨σ' ἐνὶ θυμω̨̃,
ἐλπωρή τοι ἔπειτα φίλους τ' ἰδέειν καὶ ἱκέσθαι
οἰ̃κον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαι̃αν.]"
ὣς ἄρα φωνήσασ' ἵμασεν μάστιγι φαεινη̨̃
ἡμιόνουσ: αἱ δ' ὠ̃κα λίπον ποταμοι̃ο ῥέεθρα.
αἱ δ' εὐ̃ μὲν τρώχων, εὐ̃ δ' ἐπλίσσοντο πόδεσσιν:
ἡ δὲ μάλ' ἡνιόχευεν, ὅπως ἅμ' ἑποίατο πεζοὶ
ἀμφίπολοί τ' 'Οδυσεύς τε: νόω̨ δ' ἐπέβαλλεν ἱμάσθλην.
δύσετό τ' ἠέλιοσ, καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
ἱρὸν 'Αθηναίησ, ἵν' ἄρ' ἕζετο δι̃ος 'Οδυσσεύσ.
αὐτίκ' ἔπειτ' ἠρα̃το Διὸς κούρη̨ μεγάλοιο:

   "κλυ̃θί μοι, αἰγιόχοιο Διὸς τέκοσ, 'Ατρυτώνη:
νυ̃ν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτ' ἄκουσας
ῥαιομένου, ὅτε μ' ἔρραιε κλυτὸς ἐννοσίγαιοσ.
δός μ' ἐς Φαίηκας φίλον ἐλθει̃ν ἠδ' ἐλεεινόν."

   ὣς ἔφατ' εὐχόμενοσ, του̃ δ' ἔκλυε Παλλὰς 'Αθήνη:
αὐτω̨̃ δ' οὔ πω φαίνετ' ἐναντίη: αἴδετο γάρ ῥα
πατροκασίγνητον: ὁ δ' ἐπιζαφελω̃ς μενέαινεν
ἀντιθέω̨ 'Οδυση̃ϊ πάρος ἣν γαι̃αν ἱκέσθαι.