ΟΔΥΣΣΕΙΑΣ Η

'`Ως ὁ μὲν ἔνθ' ἠρα̃το πολύτλας δι̃ος 'Οδυσσεύσ,
κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιϊν.
ἡ δ' ὅτε δὴ οὑ̃ πατρὸς ἀγακλυτὰ δώμαθ' ἵκανε,
στη̃σεν ἄρ' ἐν προθύροισι: κασίγνητοι δέ μιν ἀμφὶς
ἵσταντ' ἀθανάτοισ' ἐναλίγκιοι, οἵ ῥ' ὑπ' ἀπήνης
ἡμιόνους ἔλυον ἐσθη̃τά τε ἔσφερον εἴσω.
αὐτὴ δ' ἐς θάλαμον ἑὸν ἤϊε: δαι̃ε δέ οἱ πυ̃ρ
γρηὺ̈ς 'Απειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
τήν ποτ' 'Απείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι,
'Αλκινόω̨ δ' αὐτὴν γέρας ἔξελον, οὕνεκα πα̃σι
Φαιήκεσσιν ἄνασσε, θεου̃ δ' ὣς δη̃μος ἄκουεν:
ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
ἥ οἱ πυ̃ρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.

   καὶ τότ' 'Οδυσσεὺς ὠ̃ρτο πόλινδ' ἴμεν: ἀμφὶ δ' 'Αθήνη
πολλὴν ἠέρα χευ̃ε φίλα φρονέουσ' 'Οδυση̃ϊ,
μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
κερτομέοι τ' ἐπέεσσι καὶ ἐξερέοιθ' ὅτις εἴη.
ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
ἔνθα οἱ ἀντεβόλησε θεὰ γλαυκω̃πις 'Αθήνη
παρθενικη̨̃ εἰκυι̃α νεήνιδι κάλπιν ἐχούση̨.
στη̃ δὲ πρόσθ' αὐτου̃: ὁ δ' ἀνείρετο δι̃ος 'Οδυσσεύσ:

   "ὠ̃ τέκοσ, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
'Αλκινόου, ὃς τοι̃σδε μετ' ἀνθρώποισιν ἀνάσσει;
καὶ γὰρ ἐγὼ ξει̃νος ταλαπείριος ἐνθάδ' ἱκάνω
τηλόθεν ἐξ ἀπίης γαίησ: τω̃ οὔ τινα οἰ̃δα
ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ ἔργα νέμονται."

   τὸν δ' αὐ̃τε προσέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:
"τοιγὰρ ἐγώ τοι, ξει̃νε πάτερ, δόμον, ὅν με κελεύεισ,
δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
ἀλλ' ἴθι σιγη̨̃ τοι̃ον, ἐγὼ δ' ὁδὸν ἡγεμονεύσω,
μηδέ τιν' ἀνθρώπων προτιόσσεο μηδ' ἐρέεινε.
οὐ γὰρ ξείνους οἵ γε μάλ' ἀνθρώπους ἀνέχονται
οὐδ' ἀγαπαζόμενοι φιλέουσ', ὅς κ' ἄλλοθεν ἔλθη̨.
νηυσὶ θοη̨̃σιν τοί γε πεποιθότες ὠκείη̨σι
λαι̃τμα μέγ' ἐκπερόωσιν, ἐπεί σφισι δω̃κ' ἐνοσίχθων:
τω̃ν νέες ὠκει̃αι ὡς εἰ πτερὸν ἠὲ νόημα."

   ὣς ἄρα φωνήσασ' ἡγήσατο Παλλὰς 'Αθήνη
καρπαλίμωσ: ὁ δ' ἔπειτα μετ' ἴχνια βαι̃νε θεοι̃ο.
τὸν δ' ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
ἐρχόμενον κατὰ ἄστυ διὰ σφέασ: οὐ γὰρ 'Αθήνη
εἴα ἐϋπλόκαμοσ, δεινὴ θεόσ, ἥ ῥά οἱ ἀχλὺν
θεσπεσίην κατέχευε φίλα φρονέουσ' ἐνὶ θυμω̨̃.
θαύμαζεν δ' 'Οδυσεὺς λιμένας καὶ νη̃ας ἐΐσασ,
αὐτω̃ν θ' ἡρώων ἀγορὰς καὶ τείχεα μακρά,
ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαυ̃μα ἰδέσθαι.
ἀλλ' ὅτε δὴ βασιλη̃ος ἀγακλυτὰ δώμαθ' ἵκοντο,
τοι̃σι δὲ μύθων ἠ̃ρχε θεὰ γλαυκω̃πις 'Αθήνη:
"οὑ̃τος δή τοι, ξει̃νε πάτερ, δόμοσ, ὅν με κελεύεις
πεφραδέμεν. δήεις δὲ διοτρεφέας βασιλη̃ας
δαίτην δαινυμένουσ: σὺ δ' ἔσω κίε μηδέ τι θυμω̨̃
τάρβει: θαρσαλέος γὰρ ἀνὴρ ἐν πα̃σιν ἀμείνων
ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
δέσποιναν μὲν πρω̃τα κιχήσεαι ἐν μεγάροισιν:
'Αρήτη δ' ὄνομ' ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
τω̃ν αὐτω̃ν, οἵ περ τέκον 'Αλκίνοον βασιλη̃α.
Ναυσίθοον μὲν πρω̃τα Ποσειδάων ἐνοσίχθων
γείνατο καὶ Περίβοια, γυναικω̃ν εἰ̃δος ἀρίστη,
ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντοσ,
ὅς ποθ' ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
ἀλλ' ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δ' αὐτόσ:
τη̨̃ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παι̃δα
Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε:
Ναυσίθοος δ' ἔτεκεν 'Ρηξήνορά τ' 'Αλκίνοόν τε.
τὸν μὲν ἄκουρον ἐόντα βάλ' ἀργυρότοξος 'Απόλλων
νυμφίον, ἐν μεγάρω̨ μίαν οἴην παι̃δα λιπόντα,
'Αρήτην: τὴν δ' 'Αλκίνοος ποιήσατ' ἄκοιτιν
καί μιν ἔτισ' ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
ὅσσαι νυ̃ν γε γυναι̃κες ὑπ' ἀνδράσιν οἰ̃κον ἔχουσιν.
ὣς κείνη περὶ κη̃ρι τετίμηταί τε καὶ ἔστιν
ἔκ τε φίλων παίδων ἔκ τ' αὐτου̃ 'Αλκινόοιο
καὶ λαω̃ν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
δειδέχαται μύθοισιν, ὅτε στείχη̨σ' ἀνὰ ἄστυ.
οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλου̃,
οἱ̃σί τ' ἐὺ̈ φρονέη̨σι, καὶ ἀνδράσι νείκεα λύει.
εἴ κέν τοι κείνη γε φίλα φρονέη̨σ' ἐνὶ θυμω̨̃,
ἐλπωρή τοι ἔπειτα φίλους ἰδέειν καὶ ἱκέσθαι
οἰ̃κον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαι̃αν."

   ὣς ἄρα φωνήσασ' ἀπέβη γλαυκω̃πις 'Αθήνη
πόντον ἐπ' ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
ἵκετο δ' ἐς Μαραθω̃να καὶ εὐρυάγυιαν 'Αθήνην,
δυ̃νε δ' 'Ερεχθη̃ος πυκινὸν δόμον. αὐτὰρ 'Οδυσσεὺς
'Αλκινόου πρὸς δώματ' ἴε κλυτά: πολλὰ δέ οἱ κη̃ρ
ὥρμαιν' ἱσταμένω̨, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
δω̃μα καθ' ὑψερεφὲς μεγαλήτορος 'Αλκινόοιο.
χάλκεοι μὲν γὰρ τοι̃χοι ἐληλέδατ' ἔνθα καὶ ἔνθα,
ἐς μυχὸν ἐξ οὐδου̃, περὶ δὲ θριγκὸς κυάνοιο:
χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον:
ἀργύρεοι δὲ σταθμοὶ ἐν χαλκέω̨ ἕστασαν οὐδω̨̃,
ἀργύρεον δ' ἐφ' ὑπερθύριον, χρυσέη δὲ κορώνη.
χρύσειοι δ' ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἠ̃σαν,
οὓς 'Ήφαιστος ἔτευξεν ἰδυίη̨σι πραπίδεσσι
δω̃μα φυλασσέμεναι μεγαλήτορος 'Αλκινόοιο,
ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
ἐν δὲ θρόνοι περὶ τοι̃χον ἐρηρέδατ' ἔνθα καὶ ἔνθα
ἐς μυχὸν ἐξ οὐδοι̃ο διαμπερέσ, ἔνθ' ἐνὶ πέπλοι
λεπτοὶ ἐΰννητοι βεβλήατο, ἔργα γυναικω̃ν.
ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
πίνοντες καὶ ἔδοντεσ: ἐπηετανὸν γὰρ ἔχεσκον.
χρύσειοι δ' ἄρα κου̃ροι ἐϋδμήτων ἐπὶ βωμω̃ν
ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντεσ,
φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
πεντήκοντα δέ οἱ δμω̨αὶ κατὰ δω̃μα γυναι̃κες
αἱ μὲν ἀλετρεύουσι μύλη̨σ' ἔπι μήλοπα καρπόν,
αἱ δ' ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφω̃σιν
ἥμεναι, οἱά τε φύλλα μακεδνη̃ς αἰγείροιο:
καιρουσσέων δ' ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρω̃ν
νη̃α θοὴν ἐνὶ πόντω̨ ἐλαυνέμεν, ὣς δὲ γυναι̃κες
ἱστὸν τεχνη̃σσαι: περὶ γάρ σφισι δω̃κεν 'Αθήνη
ἔργα τ' ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάσ.
ἔκτοσθεν δ' αὐλη̃ς μέγας ὄρχατος ἄγχι θυράων
τετράγυοσ: περὶ δ' ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθάοντα,
ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
συκέαι τε γλυκεραὶ καὶ ἐλαι̃αι τηλεθόωσαι.
τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδ' ἀπολείπει
χείματος οὐδὲ θέρευσ, ἐπετήσιοσ: ἀλλὰ μάλ' αἰεὶ
ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
ὄγχνη ἐπ' ὄγχνη̨ γηράσκει, μη̃λον δ' ἐπὶ μήλω̨,
αὐτὰρ ἐπὶ σταφυλη̨̃ σταφυλή, συ̃κον δ' ἐπὶ σύκω̨.
ἔνθα δέ οἱ πολύκαρπος ἀλω̨ὴ ἐρρίζωται,
τη̃ς ἕτερον μέν θ' εἱλόπεδον λευρω̨̃ ἐνὶ χώρω̨
τέρσεται ἠελίω̨, ἑτέρας δ' ἄρα τε τρυγόωσιν,
ἄλλας δὲ τραπέουσι: πάροιθε δέ τ' ὄμφακές εἰσιν
ἄνθος ἀφιει̃σαι, ἕτεραι δ' ὑποπερκάζουσιν.
ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
παντοι̃αι πεφύασιν, ἐπηετανὸν γανόωσαι.
ἐν δὲ δύω κρη̃ναι ἡ μέν τ' ἀνὰ κη̃πον ἅπαντα
σκίδναται, ἡ δ' ἑτέρωθεν ὑπ' αὐλη̃ς οὐδὸν ἵησι
πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολι̃ται.
τοι̃' ἄρ' ἐν 'Αλκινόοιο θεω̃ν ἔσαν ἀγλαὰ δω̃ρα.

   ἔνθα στὰς θηει̃το πολύτλας δι̃ος 'Οδυσσεύσ.
αὐτὰρ ἐπεὶ δὴ πάντα ἑω̨̃ θηήσατο θυμω̨̃,
καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
εὑ̃ρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
σπένδοντας δεπάεσσιν ἐϋσκόπω̨ 'Αργεϊφόντη̨,
ὡ̨̃ πυμάτω̨ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
αὐτὰρ ὁ βη̃ διὰ δω̃μα πολύτλας δι̃ος 'Οδυσσεὺς
πολλὴν ἠέρ' ἔχων, ἥν οἱ περίχευεν 'Αθήνη,
ὄφρ' ἵκετ' 'Αρήτην τε καὶ 'Αλκίνοον βασιλη̃α.
ἀμφὶ δ' ἄρ' 'Αρήτης βάλε γούνασι χει̃ρας 'Οδυσσεύσ,
καὶ τότε δή ῥ' αὐτοι̃ο πάλιν χύτο θέσφατος ἀήρ.
οἱ δ' ἄνεω ἐγένοντο δόμον κάτα φω̃τα ἰδόντεσ,
θαύμαζον δ' ὁρόωντεσ: ὁ δ' ἐλλιτάνευεν 'Οδυσσεύσ:

   "'Αρήτη, θύγατερ 'Ρηξήνορος ἀντιθέοιο,
σόν τε πόσιν σά τε γούναθ' ἱκάνω πολλὰ μογήσασ,
τούσδε τε δαιτυμόνασ, τοι̃σιν θεοὶ ὄλβια δοι̃εν,
ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
κτήματ' ἐνὶ μεγάροισι γέρας θ', ὅ τι δη̃μος ἔδωκεν.
αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ' ἱκέσθαι
θα̃σσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω."

   ὣς εἰπὼν κατ' ἄρ' ἕζετ' ἐπ' ἐσχάρη̨ ἐν κονίη̨σι
πὰρ πυρί: οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃.
ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως 'Εχένηοσ,
ὃς δὴ Φαιήκων ἀνδρω̃ν προγενέστερος ἠ̃εν
καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώσ:
ὅ σφιν ἐὺ̈ φρονέων ἀγορήσατο καὶ μετέειπεν:

   "'Αλκίνο', οὐ μέν τοι τόδε κάλλιον οὐδὲ ἔοικε
ξει̃νον μὲν χαμαὶ ἡ̃σθαι ἐπ' ἐσχάρη̨ ἐν κονίη̨σιν:
οἵδε δὲ σὸν μυ̃θον ποτιδέγμενοι ἰσχανόωνται.
ἀλλ' ἄγε δὴ ξει̃νον μὲν ἐπὶ θρόνου ἀργυροήλου
ἕσσον ἀναστήσασ, σὺ δὲ κηρύκεσσι κέλευσον
οἰ̃νον ἐπικρη̃σαι, ἵνα καὶ Διὶ τερπικεραύνω̨
σπείσομεν, ὅς θ' ἱκέτη̨σιν ἅμ' αἰδοίοισιν ὀπηδει̃:
δόρπον δὲ ξείνω̨ ταμίη δότω ἔνδον ἐόντων."

   αὐτὰρ ἐπεὶ τό γ' ἄκουσ' ἱερὸν μένος 'Αλκινόοιο,
χειρὸς ἑλὼν 'Οδυση̃α δαΐφρονα ποικιλομήτην
ὠ̃ρσεν ἀπ' ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἱ̃σε φαεινου̃,
υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
ὅς οἱ πλησίον ἱ̃ζε, μάλιστα δέ μιν φιλέεσκε.
χέρνιβα δ' ἀμφίπολος προχόω̨ ἐπέχευε φέρουσα
καλη̨̃ χρυσείη̨, ὑπὲρ ἀργυρέοιο λέβητοσ,
νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σι̃τον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ' ἐπιθει̃σα, χαριζομένη παρεόντων.
αὐτὰρ ὁ πι̃νε καὶ ἠ̃σθε πολύτλας δι̃ος 'Οδυσσεύσ.
καὶ τότε κήρυκα προσέφη μένος 'Αλκινόοιο:

   "Ποντόνοε, κρητη̃ρα κερασσάμενος μέθυ νει̃μον
πα̃σιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνω̨
σπείσομεν, ὅς θ' ἱκέτη̨σιν ἅμ' αἰδοίοισιν ὀπηδει̃."

   ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἰ̃νον ἐκίρνα,
νώμησεν δ' ἄρα πα̃σιν ἐπαρξάμενος δεπάεσσιν.
αὐτὰρ ἐπεὶ σπει̃σάν τε πίον θ', ὅσον ἤθελε θυμόσ,
τοι̃σιν δ' 'Αλκίνοος ἀγορήσατο καὶ μετέειπε:

   "κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντεσ,
ὄφρ' εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
νυ̃ν μὲν δαισάμενοι κατακείετε οἴκαδ' ἰόντεσ,
ἠω̃θεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
ξει̃νον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοι̃σι
ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπη̃ς
μνησόμεθ', ὥς χ' ὁ ξει̃νος ἄνευθε πόνου καὶ ἀνίης
πομπη̨̃ ὑφ' ἡμετέρη̨ ἣν πατρίδα γαι̃αν ἵκηται
χαίρων καρπαλίμωσ, εἰ καὶ μάλα τηλόθεν ἐστί,
μηδέ τι μεσσηγύς γε κακὸν καὶ πη̃μα πάθη̨σι
πρίν γε τὸν ἡ̃ς γαίης ἐπιβήμεναι: ἔνθα δ' ἔπειτα
πείσεται, ἅσσα οἱ αἰ̃σα κατὰ Κλω̃θές τε βαρει̃αι
γεινομένω̨ νήσαντο λίνω̨, ὅτε μιν τέκε μήτηρ.
εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανου̃ εἰλήλουθεν,
ἄλλο τι δὴ τόδ' ἔπειτα θεοὶ περιμηχανόωνται.
αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργει̃ς
ἡμι̃ν, εὐ̃θ' ἕρδωμεν ἀγακλειτὰς ἑκατόμβασ,
δαίνυνταί τε παρ' ἄμμι καθήμενοι ἔνθα περ ἡμει̃σ.
εἰ δ' ἄρα τις καὶ μου̃νος ἰὼν ξύμβληται ὁδίτησ,
οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,
ὥς περ Κύκλωπές τε καὶ ἄγρια φυ̃λα Γιγάντων."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"'Αλκίνο', ἄλλο τί τοι μελέτω φρεσίν: οὐ γὰρ ἐγώ γε
ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοι̃σι βροτοι̃σιν.
οὕς τινας ὑμει̃ς ἴστε μάλιστ' ὀχέοντας ὀϊζὺν
ἀνθρώπων, τοι̃σίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην:
καὶ δ' ἔτι κεν καὶ πλείον' ἐγὼ κακὰ μυθησαίμην,
ὅσσα γε δὴ ξύμπαντα θεω̃ν ἰότητι μόγησα.
ἀλλ' ἐμὲ μὲν δορπη̃σαι ἐάσατε κηδόμενόν περ:
οὐ γάρ τι στυγερη̨̃ ἐπὶ γαστέρι κύντερον ἄλλο
ἔπλετο, ἥ τ' ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκη̨
καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,
ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλ' αἰεὶ
ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
ληθάνει, ὅσσ' ἔπαθον, καὶ ἐνιπλησθη̃ναι ἀνώγει.
ὑμει̃ς δ' ὀτρύνεσθε ἅμ' ἠόϊ φαινομένηφιν,
ὥς κ' ἐμὲ τὸν δύστηνον ἐμη̃ς ἐπιβήσετε πάτρησ,
καί περ πολλὰ παθόντα: ἰδόντα με καὶ λίποι αἰὼν
κτη̃σιν ἐμὴν δμω̃άς τε καὶ ὑψερεφὲς μέγα δω̃μα."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπή̨νεον ἠδ' ἐκέλευον
πεμπέμεναι τὸν ξει̃νον, ἐπεὶ κατὰ μοι̃ραν ἔειπεν.
αὐτὰρ ἐπεὶ σπει̃σάν τε πίον θ', ὅσον ἤθελε θυμόσ,
οἱ μὲν κακκείοντες ἔβαν οἰ̃κόνδε ἕκαστοσ,
αὐτὰρ ὁ ἐν μεγάρω̨ ὑπελείπετο δι̃ος 'Οδυσσεύσ,
πὰρ δέ οἱ 'Αρήτη τε καὶ 'Αλκίνοος θεοειδὴς
ἥσθην: ἀμφίπολοι δ' ἀπεκόσμεον ἔντεα δαιτόσ.
τοι̃σιν δ' 'Αρήτη λευκώλενος ἤρχετο μύθων:
ἔγνω γὰρ φα̃ρός τε χιτω̃νά τε εἵματ' ἰδου̃σα
καλά, τά ῥ' αὐτὴ τευ̃ξε σὺν ἀμφιπόλοισι γυναιξί:
καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα:

   "ξει̃νε, τὸ μέν σε πρω̃τον ἐγὼν εἰρήσομαι αὐτή:
τίς πόθεν εἰς ἀνδρω̃ν; τίς τοι τάδε εἵματ' ἔδωκεν;
οὐ δὴ φὴ̨ς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ' ἱκέσθαι;"

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορευ̃σαι,
κήδε' ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνεσ:
του̃το δέ τοι ἐρέω, ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλα̨̃σ.
'Ωγυγίη τις νη̃σος ἀπόπροθεν εἰν ἁλὶ κει̃ται:
ἔνθα μὲν 'Άτλαντος θυγάτηρ, δολόεσσα Καλυψώ,
ναίει ἐϋπλόκαμοσ, δεινὴ θεόσ: οὐδέ τις αὐτη̨̃
μίσγεται οὔτε θεω̃ν οὔτε θνητω̃ν ἀνθρώπων.
ἀλλ' ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
οἰ̃ον, ἐπεί μοι νη̃α θοὴν ἀργη̃τι κεραυνω̨̃
Ζεὺς ἐλάσας ἐκέασσε μέσω̨ ἐνὶ οἴνοπι πόντω̨.
ἔνθ' ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑται̃ροι,
αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
ἐννη̃μαρ φερόμην: δεκάτη̨ δέ με νυκτὶ μελαίνη̨
νη̃σον ἐς 'Ωγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
ναίει ἐϋπλόκαμοσ, δεινὴ θεόσ: ἥ με λαβου̃σα
ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα:
ἀλλ' ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δ' αἰεὶ
δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δω̃κε Καλυψώ:
ἀλλ' ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἠ̃λθε,
καὶ τότε δή μ' ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
Ζηνὸς ὑπ' ἀγγελίησ, ἢ καὶ νόος ἐτράπετ' αὐτη̃σ.
πέμπε δ' ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δ' ἔδωκε,
σι̃τον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,
οὐ̃ρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
ὀκτωκαιδεκάτη̨ δ' ἐφάνη ὄρεα σκιόεντα
γαίης ὑμετέρησ, γήθησε δέ μοι φίλον ἠ̃τορ,
δυσμόρω̨: ἠ̃ γὰρ μέλλον ἔτι ξυνέσεσθαι ὀϊζυι̃
πολλη̨̃, τήν μοι ἐπω̃ρσε Ποσειδάων ἐνοσίχθων,
ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,
ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κυ̃μα
εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.
τὴν μὲν ἔπειτα θύελλα διεσκέδασ': αὐτὰρ ἐγώ γε
νηχόμενος τόδε λαι̃τμα διέτμαγον, ὄφρα με γαίη̨
ὑμετέρη̨ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
ἔνθα κέ μ' ἐκβαίνοντα βιήσατο κυ̃μ' ἐπὶ χέρσου,
πέτρη̨ς πρὸς μεγάλη̨σι βαλὸν καὶ ἀτερπέϊ χώρω̨,
ἀλλ' ἀναχασσάμενος νη̃χον πάλιν, εἱ̃ος ἐπη̃λθον
ἐς ποταμόν, τη̨̃ δή μοι ἐείσατο χω̃ρος ἄριστοσ,
λει̃ος πετράων, καὶ ἐπὶ σκέπας ἠ̃ν ἀνέμοιο.
ἐκ δ' ἔπεσον θυμηγερέων, ἐπὶ δ' ἀμβροσίη νὺξ
ἤλυθ': ἐγὼ δ' ἀπάνευθε διιπετέος ποταμοι̃ο
ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα
ἠφυσάμην: ὕπνον δὲ θεὸς κατ' ἀπείρονα χευ̃εν.
ἔνθα μὲν ἐν φύλλοισι, φίλον τετιημένος ἠ̃τορ,
εὑ̃δον παννύχιος καὶ ἐπ' ἠω̃ καὶ μέσον ἠ̃μαρ:
δύσετό τ' ἠέλιοσ, καί με γλυκὺς ὕπνος ἀνη̃κεν.
ἀμφιπόλους δ' ἐπὶ θινὶ τεη̃ς ἐνόησα θυγατρὸς
παιζούσασ, ἐν δ' αὐτὴ ἔην εἰκυι̃α θεη̨̃σι.
τὴν ἱκέτευσ': ἡ δ' οὔ τι νοήματος ἤμβροτεν ἐσθλου̃,
ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
ἑρξέμεν: αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
ἥ μοι σι̃τον δω̃κεν ἅλις ἠδ' αἴθοπα οἰ̃νον
καὶ λου̃σ' ἐν ποταμω̨̃ καί μοι τάδε εἵματ' ἔδωκε.
ταυ̃τά τοι, ἀχνύμενός περ, ἀληθείην κατέλεξα."

   τὸν δ' αὐ̃τ' 'Αλκίνοος ἀπαμείβετο φώνησέν τε:
"ξει̃ν', ἠ̃ τοι μὲν του̃τό γ' ἐναίσιμον οὐκ ἐνόησε
παι̃ς ἐμή, οὕνεκά σ' οὔ τι μετ' ἀμφιπόλοισι γυναιξὶν
ἠ̃γεν ἐς ἡμετέρου: σὺ δ' ἄρα πρώτην ἱκέτευσασ."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ἥρωσ, μή μοι τοὔνεκ' ἀμύμονα νείκεε κούρην:
ἡ μὲν γάρ μ' ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
ἀλλ' ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι:
δύσζηλοι γάρ τ' εἰμὲν ἐπὶ χθονὶ φυ̃λ' ἀνθρώπων."

   τὸν δ' αὐ̃τ' 'Αλκίνοος ἀπαμείβετο φώνησέν τε:
"ξει̃ν', οὔ μοι τοιου̃τον ἐνὶ στήθεσσι φίλον κη̃ρ
μαψιδίως κεχολω̃σθαι: ἀμείνω δ' αἴσιμα πάντα.
αἲ γάρ, Ζευ̃ τε πάτερ καὶ 'Αθηναίη καὶ 'Άπολλον,
τοι̃ος ἐών, οἱ̃ός ἐσσι, τά τε φρονέων ἅ τ' ἐγώ περ,
παι̃δά τ' ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι,
αὐ̃θι μένων: οἰ̃κον δέ κ' ἐγὼ καὶ κτήματα δοίην,
εἴ κ' ἐθέλων γε μένοισ: ἀέκοντα δέ σ' οὔ τις ἐρύξει
Φαιήκων: μὴ του̃το φίλον Διὶ πατρὶ γένοιτο.
πομπὴν δ' ἐς τόδ' ἐγὼ τεκμαίρομαι, ὄφρ' ἐὺ̈ εἰδη̨̃σ,
αὔριον ἔσ: τη̃μος δὲ σὺ μὲν δεδμημένος ὕπνω̨
λέξεαι, οἱ δ' ἐλόωσι γαλήνην, ὄφρ' ἂν ἵκηαι
πατρίδα σὴν καὶ δω̃μα, καὶ εἴ πού τοι φίλον ἐστίν,
εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ' Εὐβοίησ:
τὴν γὰρ τηλοτάτω φάσ' ἔμμεναι οἵ μιν ἴδοντο
λαω̃ν ἡμετέρων, ὅτε τε ξανθὸν 'Ραδάμανθυν
ἠ̃γον ἐποψόμενον Τιτυόν, Γαιήϊον υἱόν.
καὶ μὲν οἱ ἔνθ' ἠ̃λθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
ἤματι τω̨̃ αὐτω̨̃ καὶ ἀπήνυσαν οἴκαδ' ὀπίσσω.
εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσίν, ὅσσον ἄρισται
νη̃ες ἐμαὶ καὶ κου̃ροι ἀναρρίπτειν ἅλα πηδω̨̃."

   ὣς φάτο, γήθησεν δὲ πολύτλας δι̃ος 'Οδυσσεύσ,
εὐχόμενος δ' ἄρα εἰ̃πεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

   "Ζευ̃ πάτερ, αἴθ', ὅσα εἰ̃πε, τελευτήσειεν ἅπαντα
'Αλκίνοοσ: του̃ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδ' ἱκοίμην."

   ὣς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον,
κέκλετο δ' 'Αρήτη λευκώλενος ἀμφιπόλοισι
δέμνι' ὑπ' αἰθούση̨ θέμεναι καὶ ῥήγεα καλὰ
πορφύρε' ἐμβαλέειν στορέσαι τ' ἐφύπερθε τάπητασ,
χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι:
αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
ὤτρυνον 'Οδυση̃α παριστάμεναι ἐπέεσσιν:
"ὄρσο κέων, ὠ̃ ξει̃νε: πεποίηται δέ τοι εὐνή."
ὣς φάν: τω̨̃ δ' ἀσπαστὸν ἐείσατο κοιμηθη̃ναι.

   ὣς ὁ μὲν ἔνθα καθευ̃δε πολύτλας δι̃ος 'Οδυσσεὺς
τρητοι̃σ' ἐν λεχέεσσιν ὑπ' αἰθούση̨ ἐριδούπω̨:
'Αλκίνοος δ' ἄρα λέκτο μυχω̨̃ δόμου ὑψηλοι̃ο,
πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.