ΟΔΥΣΣΕΙΑΣ Θ

~'Ημος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
ὤρνυτ' ἄρ' ἐξ εὐνη̃ς ἱερὸν μένος 'Αλκινόοιο,
ἂν δ' ἄρα διογενὴς ὠ̃ρτο πτολίπορθος 'Οδυσσεύσ.
τοι̃σιν δ' ἡγεμόνευ' ἱερὸν μένος 'Αλκινόοιο
Φαιήκων ἀγορήνδ', ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
ἐλθόντες δὲ καθι̃ζον ἐπὶ ξεστοι̃σι λίθοισι
πλησίον: ἡ δ' ἀνὰ ἄστυ μετώ̨χετο Παλλὰς 'Αθήνη
εἰδομένη κήρυκι δαΐφρονος 'Αλκινόοιο,
νόστον 'Οδυσση̃ϊ μεγαλήτορι μητιόωσα,
καί ῥα ἑκάστω̨ φωτὶ παρισταμένη φάτο μυ̃θον:

   "δευ̃τ' ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντεσ,
εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
ὃς νέον 'Αλκινόοιο δαΐφρονος ἵκετο δω̃μα
πόντον ἐπιπλαγχθείσ, δέμας ἀθανάτοισιν ὁμοι̃οσ."

   ὣς εἰπου̃σ' ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
καρπαλίμως δ' ἔμπληντο βροτω̃ν ἀγοραί τε καὶ ἕδραι
ἀγρομένων: πολλοὶ δ' ἄρα θηήσαντο ἰδόντες
υἱὸν Λαέρταο δαΐφρονα. τω̨̃ δ' ἄρ' 'Αθήνη
θεσπεσίην κατέχευε χάριν κεφαλη̨̃ τε καὶ ὤμοις
καί μιν μακρότερον καὶ πάσσονα θη̃κεν ἰδέσθαι,
ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
δεινός τ' αἰδοι̃ός τε καὶ ἐκτελέσειεν ἀέθλους
πολλούσ, τοὺς Φαίηκες ἐπειρήσαντ' 'Οδυση̃οσ.
αὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο,
τοι̃σιν δ' 'Αλκίνοος ἀγορήσατο καὶ μετέειπε:

   "κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντεσ,
[ὄφρ' εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.]
ξει̃νος ὅδ', οὐκ οἰ̃δ' ὅς τισ, ἀλώμενος ἵκετ' ἐμὸν δω̃,
ἠὲ πρὸς ἠοίων ἠ̃ ἑσπερίων ἀνθρώπων:
πομπὴν δ' ὀτρύνει καὶ λίσσεται ἔμπεδον εἰ̃ναι.
ἡμει̃ς δ', ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν:
οὐδὲ γὰρ οὐδέ τις ἄλλοσ, ὅτις κ' ἐμὰ δώμαθ' ἵκηται,
ἐνθάδ' ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπη̃σ.
ἀλλ' ἄγε νη̃α μέλαιναν ἐρύσσομεν εἰς ἅλα δι̃αν
πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
κρινάσθων κατὰ δη̃μον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
δησάμενοι δ' εὐ̃ πάντες ἐπὶ κληι̃σιν ἐρετμὰ
ἔκβητ': αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαι̃τα
ἡμέτερόνδ' ἐλθόντεσ: ἐγὼ δ' ἐὺ̈ πα̃σι παρέξω.
κούροισιν μὲν ταυ̃τ' ἐπιτέλλομαι: αὐτὰρ οἱ ἄλλοι
σκηπτου̃χοι βασιλη̃ες ἐμὰ πρὸς δώματα καλὰ
ἔρχεσθ', ὄφρα ξει̃νον ἐνὶ μεγάροισι φιλέωμεν:
μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θει̃ον ἀοιδόν,
Δημόδοκον: τω̨̃ γάρ ῥα θεὸς περὶ δω̃κεν ἀοιδὴν
τέρπειν, ὅππη̨ θυμὸς ἐποτρύνη̨σιν ἀείδειν."

   ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο
σκηπτου̃χοι: κη̃ρυξ δὲ μετώ̨χετο θει̃ον ἀοιδόν.
κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
βήτην, ὡς ἐκέλευσ', ἐπὶ θι̃ν' ἁλὸς ἀτρυγέτοιο.
αὐτὰρ ἐπεί ῥ' ἐπὶ νη̃α κατήλυθον ἠδὲ θάλασσαν,
νη̃α μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
ἐν δ' ἱστόν τ' ἐτίθεντο καὶ ἱστία νηὶ̈ μελαίνη̨,
ἠρτύναντο δ' ἐρετμὰ τροποι̃σ' ἐν δερματίνοισι
πάντα κατὰ μοι̃ραν: παρὰ δ' ἱστία λευκὰ τάνυσσαν.
ὑψου̃ δ' ἐν νοτίω̨ τήν γ' ὥρμισαν: αὐτὰρ ἔπειτα
βάν ῥ' ἴμεν 'Αλκινόοιο δαΐφρονος ἐς μέγα δω̃μα.
πλη̃ντο δ' ἄρ' αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρω̃ν
Ί[ἀγρομένων: πολλοὶ δ' ἄρ' ἔσαν, νέοι ἠδὲ παλαιοί.]
τοι̃σιν δ' 'Αλκίνοος δυοκαίδεκα μη̃λ' ἱέρευσεν,
ὀκτὼ δ' ἀργιόδοντας ὕασ, δύο δ' εἰλίποδας βου̃σ:
τοὺς δέρον ἀμφί θ' ἕπον, τετύκοντό τε δαι̃τ' ἐρατεινήν.

   κη̃ρυξ δ' ἐγγύθεν ἠ̃λθεν ἄγων ἐρίηρον ἀοιδόν,
τὸν περὶ Μου̃σ' ἐφίλησε, δίδου δ' ἀγαθόν τε κακόν τε:
ὀφθαλμω̃ν μὲν ἄμερσε, δίδου δ' ἡδει̃αν ἀοιδήν.
τω̨̃ δ' ἄρα Ποντόνοος θη̃κε θρόνον ἀργυρόηλον
μέσσω̨ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσασ:
κὰδ δ' ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
αὐτου̃ ὑπὲρ κεφαλη̃ς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
κη̃ρυξ: πὰρ δ' ἐτίθει κάνεον καλήν τε τράπεζαν,
πὰρ δὲ δέπας οἴνοιο, πιει̃ν ὅτε θυμὸς ἀνώγοι.
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοι̃μα προκείμενα χει̃ρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Μου̃σ' ἄρ' ἀοιδὸν ἀνη̃κεν ἀειδέμεναι κλέα ἀνδρω̃ν,
οἴμησ, τη̃ς τότ' ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
νει̃κος 'Οδυσση̃ος καὶ Πηλεΐδεω 'Αχιλη̃οσ,
ὥς ποτε δηρίσαντο θεω̃ν ἐν δαιτὶ θαλείη̨
ἐκπάγλοισ' ἐπέεσσιν, ἄναξ δ' ἀνδρω̃ν 'Αγαμέμνων
χαι̃ρε νόω̨, ὅ τ' ἄριστοι 'Αχαιω̃ν δηριόωντο.
ὣς γάρ οἱ χρείων μυθήσατο Φοι̃βος 'Απόλλων
Πυθοι̃ ἐν ἠγαθέη̨, ὅθ' ὑπέρβη λάϊνον οὐδὸν
χρησόμενοσ. τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
Τρωσί τε καὶ Δαναοι̃σι Διὸς μεγάλου διὰ βουλάσ.

   ταυ̃τ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτόσ: αὐτὰρ 'Οδυσσεὺς
πορφύρεον μέγα φα̃ρος ἑλὼν χερσὶ στιβαρη̨̃σι
κὰκ κεφαλη̃ς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα:
αἴδετο γὰρ Φαίηκας ὑπ' ὀφρύσι δάκρυα λείβων.
ἠ̃ τοι ὅτε λήξειεν ἀείδων θει̃ος ἀοιδόσ,
δάκρυ' ὀμορξάμενος κεφαλη̃ς ἄπο φα̃ρος ἕλεσκε
καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοι̃σιν:
αὐτὰρ ὅτ' ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντ' ἐπέεσσιν,
ἂψ 'Οδυσεὺς κατὰ κρα̃τα καλυψάμενος γοάασκεν.
ἔνθ' ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
'Αλκίνοος δέ μιν οἰ̃ος ἐπεφράσατ' ἠδ' ἐνόησεν
ἥμενος ἄγχ' αὐτου̃, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
αἰ̃ψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα:

   "κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντεσ:
ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐΐσης
φόρμιγγός θ', ἣ δαιτὶ συνήορός ἐστι θαλείη̨:
νυ̃ν δ' ἐξέλθωμεν καὶ ἀέθλων πειρηθω̃μεν
πάντων, ὥς χ' ὁ ξει̃νος ἐνίσπη̨ οἱ̃σι φίλοισιν
οἴκαδε νοστήσασ, ὅσσον περιγινόμεθ' ἄλλων
πύξ τε παλαιμοσύνη̨ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν."

   ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο.
κὰδ δ' ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
Δημοδόκου δ' ἕλε χει̃ρα καὶ ἔξαγεν ἐκ μεγάροιο
κη̃ρυξ: ἠ̃ρχε δὲ τω̨̃ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντεσ.
βὰν δ' ἴμεν εἰς ἀγορήν, ἅμα δ' ἕσπετο πουλὺς ὅμιλοσ,
μυρίοι: ἂν δ' ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
ὠ̃ρτο μὲν 'Ακρόνεώς τε καὶ 'Ωκύαλος καὶ 'Ελατρεὺς
Ναυτεύς τε Πρυμνεύς τε καὶ 'Αγχίαλος καὶ 'Ερετμεὺς
Ποντεύς τε Πρω̨ρεύς τε, Θόων 'Αναβησίνεώς τε
'Αμφίαλός θ', υἱὸς Πολυνήου Τεκτονίδαο:
ἂν δὲ καὶ Εὐρύαλοσ, βροτολοιγω̨̃ ἰ̃σος 'Άρηϊ,
Ναυβολίδησ, ὃς ἄριστος ἔην εἰ̃δός τε δέμας τε
πάντων Φαιήκων μετ' ἀμύμονα Λαοδάμαντα.
ἂν δ' ἔσταν τρει̃ς παι̃δες ἀμύμονος 'Αλκινόοιο,
Λαοδάμας θ' 'Άλιός τε καὶ ἀντίθεος Κλυτόνηοσ.
οἱ δ' ἠ̃ τοι πρω̃τον μὲν ἐπειρήσαντο πόδεσσι:
τοι̃σι δ' ἀπὸ νύσσης τέτατο δρόμοσ: οἱ δ' ἅμα πάντες
καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο.
τω̃ν δὲ θέειν ὄχ' ἄριστος ἔην Κλυτόνηος ἀμύμων:
ὅσσον τ' ἐν νειω̨̃ οὐ̃ρον πέλει ἡμιόνοιϊν,
τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθ', οἱ δ' ἐλίποντο.
οἱ δὲ παλαιμοσύνης ἀλεγεινη̃ς πειρήσαντο:
τη̨̃ δ' αὐ̃τ' Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστουσ.
ἅλματι δ' 'Αμφίαλος πάντων προφερέστατος ἠ̃εν:
δίσκω̨ δ' αὐ̃ πάντων πολὺ φέρτατος ἠ̃εν 'Ελατρεύσ,
πὺξ δ' αὐ̃ Λαοδάμασ, ἀγαθὸς πάϊς 'Αλκινόοιο.

   αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρέν' ἀέθλοισ,
τοι̃σ' ἄρα Λαοδάμας μετέφη, πάϊς 'Αλκινόοιο:

   "δευ̃τε, φίλοι, τὸν ξει̃νον ἐρώμεθα, εἴ τιν' ἄεθλον
οἰ̃δέ τε καὶ δεδάηκε: φυήν γε μὲν οὐ κακός ἐστι,
μηρούς τε κνήμας τε καὶ ἄμφω χει̃ρας ὕπερθεν
αὐχένα τε στιβαρὸν μέγα τε σθένοσ: οὐδέ τι ἥβης
δεύεται, ἀλλὰ κακοι̃σι συνέρρηκται πολέεσσιν.
οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
ἄνδρα γε συγχευ̃αι, εἰ καὶ μάλα καρτερὸς εἴη."

   τὸν δ' αὐ̃τ' Εὐρύαλος ἀπαμείβετο φώνησέν τε:
"Λαοδάμαν, μάλα του̃το ἔπος κατὰ μοι̃ραν ἔειπεσ.
αὐτὸς νυ̃ν προκάλεσσαι ἰὼν καὶ πέφραδε μυ̃θον."

   αὐτὰρ ἐπεὶ τό γ' ἄκουσ' ἀγαθὸς πάϊς 'Αλκινόοιο,
στη̃ ῥ' ἐς μέσσον ἰὼν καὶ 'Οδυσση̃α προσέειπε:

   "δευ̃ρ' ἄγε καὶ σύ, ξει̃νε πάτερ, πείρησαι ἀέθλων,
εἴ τινά που δεδάηκασ: ἔοικε δέ σ' ἴδμεν ἀέθλουσ.
οὐ μὲν γὰρ μει̃ζον κλέος ἀνέροσ, ὄφρα κεν ἠ̨̃σιν,
ἢ ὅ τι ποσσίν τε ῥέξη̨ καὶ χερσὶν ἑη̨̃σιν.
ἀλλ' ἄγε πείρησαι, σκέδασον δ' ἀπὸ κήδεα θυμου̃:
σοὶ δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
νηυ̃ς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑται̃ροι."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"Λαοδάμαν, τί με ταυ̃τα κελεύετε κερτομέοντεσ;
κήδεά μοι καὶ μα̃λλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
νυ̃ν δὲ μεθ' ὑμετέρη̨ ἀγορη̨̃ νόστοιο χατίζων
ἡ̃μαι, λισσόμενος βασιλη̃ά τε πάντα τε δη̃μον."

   τὸν δ' αὐ̃τ' Εὐρύαλος ἀπαμείβετο νείκεσέ τ' ἄντην:
"οὐ γάρ σ' οὐδέ, ξει̃νε, δαήμονι φωτὶ ἐΐσκω
ἄθλων, οἱ̃ά τε πολλὰ μετ' ἀνθρώποισι πέλονται,
ἀλλὰ τω̨̃, ὅς θ' ἅμα νηὶ̈ πολυκλήϊδι θαμίζων,
ἀρχὸς ναυτάων, οἵ τε πρηκτη̃ρες ἔασι,
φόρτου τε μνήμων καὶ ἐπίσκοπος ἠ̨̃σιν ὁδαίων
κερδέων θ' ἁρπαλέων: οὐδ' ἀθλητη̃ρι ἔοικασ."

   τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις 'Οδυσσεύσ:
"ξει̃ν', οὐ καλὸν ἔειπεσ: ἀτασθάλω̨ ἀνδρὶ ἔοικασ.
οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδου̃σιν
ἀνδράσιν, οὔτε φυὴν οὔτ' ἂρ φρένας οὔτ' ἀγορητύν.
ἄλλος μὲν γὰρ εἰ̃δος ἀκιδνότερος πέλει ἀνήρ,
ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει: οἱ δέ τ' ἐς αὐτὸν
τερπόμενοι λεύσσουσιν, ὁ δ' ἀσφαλέως ἀγορεύει,
αἰδοι̃ μειλιχίη̨, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
ἐρχόμενον δ' ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
ἄλλος δ' αὐ̃ εἰ̃δος μὲν ἀλίγκιος ἀθανάτοισιν,
ἀλλ' οὔ οἱ χάρις ἀμφὶ περιστέφεται ἐπέεσσιν,
ὡς καὶ σοὶ εἰ̃δος μὲν ἀριπρεπέσ, οὐδέ κεν ἄλλως
οὐδὲ θεὸς τεύξειε, νόον δ' ἀποφώλιός ἐσσι.
ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
εἰπὼν οὐ κατὰ κόσμον: ἐγὼ δ' οὐ νη̃ϊς ἀέθλων,
ὡς σύ γε μυθει̃αι, ἀλλ' ἐν πρώτοισιν ὀΐω
ἔμμεναι, ὄφρ' ἥβη̨ τε πεποίθεα χερσί τ' ἐμη̨̃σι.
νυ̃ν δ' ἔχομαι κακότητι καὶ ἄλγεσι: πολλὰ γὰρ ἔτλην,
ἀνδρω̃ν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
ἀλλὰ καὶ ὡ̃σ, κακὰ πολλὰ παθών, πειρήσομ' ἀέθλων:
θυμοδακὴς γὰρ μυ̃θοσ: ἐπώτρυνας δέ με εἰπών."

   ἠ̃ ῥα, καὶ αὐτω̨̃ φάρει ἀναΐξας λάβε δίσκον
μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
ἢ οἵω̨ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
τόν ῥα περιστρέψας ἡ̃κε στιβαρη̃ς ἀπὸ χειρόσ:
βόμβησεν δὲ λίθοσ: κατὰ δ' ἔπτηξαν ποτὶ γαίη̨
Φαίηκες δολιχήρετμοι, ναυσικλυτοὶ ἄνδρεσ,
λα̃ος ὑπὸ ῥιπη̃σ: ὁ δ' ὑπέρπτατο σήματα πάντων,
ῥίμφα θέων ἀπὸ χειρόσ: ἔθηκε δὲ τέρματ' 'Αθήνη
ἀνδρὶ δέμας εἰκυι̃α, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

   "καί κ' ἀλαός τοι, ξει̃νε, διακρίνειε τὸ ση̃μα
ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλω̨,
ἀλλὰ πολὺ πρω̃τον. σὺ δὲ θάρσει τόνδε γ' ἄεθλον:
οὔ τις Φαιήκων τόν γ' ἵξεται οὐδ' ὑπερήσει."

   ὣς φάτο, γήθησεν δὲ πολύτλας δι̃ος 'Οδυσσεύσ,
χαίρων οὕνεχ' ἑται̃ρον ἐνηέα λευ̃σσ' ἐν ἀγω̃νι.
καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι:

   "του̃τον νυ̃ν ἀφίκεσθε, νέοι: τάχα δ' ὕστερον ἄλλον
ἥσειν ἢ τοσσου̃τον ὀΐομαι ἢ ἔτι μάσσον.
τω̃ν δ' ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
δευ̃ρ' ἄγε πειρηθήτω, ἐπεί μ' ἐχολώσατε λίην,
ἢ πὺξ ἠὲ πάλη̨ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
πάντων Φαιήκων πλήν γ' αὐτου̃ Λαοδάμαντοσ.
ξει̃νος γάρ μοι ὅδ' ἐστί: τίς ἂν φιλέοντι μάχοιτο;
ἄφρων δὴ κει̃νός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
ὅς τις ξεινοδόκω̨ ἔριδα προφέρηται ἀέθλων
δήμω̨ ἐν ἀλλοδαπω̨̃: ἕο δ' αὐτου̃ πάντα κολούει.
τω̃ν δ' ἄλλων οὔ πέρ τιν' ἀναίνομαι οὐδ' ἀθερίζω,
ἀλλ' ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
πάντα γὰρ οὐ κακός εἰμι, μετ' ἀνδράσιν ὅσσοι ἄεθλοι:
εὐ̃ μὲν τόξον οἰ̃δα ἐΰξοον ἀμφαφάασθαι:
πρω̃τός κ' ἄνδρα βάλοιμι ὀϊστεύσας ἐν ὁμίλω̨
ἀνδρω̃ν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑται̃ροι
ἄγχι παρασται̃εν καὶ τοξαζοίατο φωτω̃ν.
οἰ̃ος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξω̨
δήμω̨ ἔνι Τρώων, ὅτε τοξαζοίμεθ' 'Αχαιοί:
τω̃ν δ' ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἰ̃ναι,
ὅσσοι νυ̃ν βροτοί εἰσιν ἐπὶ χθονὶ σι̃τον ἔδοντεσ.
ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
οὔθ' 'Ηρακλη̃ϊ οὔτ' Εὐρύτω̨ Οἰχαλιη̃ϊ,
οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
τω̃ ῥα καὶ αἰ̃ψ' ἔθανεν μέγας Εὔρυτος οὐδ' ἐπὶ γη̃ρας
ἵκετ' ἐνὶ μεγάροισι: χολωσάμενος γὰρ 'Απόλλων
ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
δουρὶ δ' ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστω̨̃.
οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθη̨
Φαιήκων: λίην γὰρ ἀεικελίως ἐδαμάσθην
κύμασιν ἐν πολλοι̃σ', ἐπεὶ οὐ κομιδὴ κατὰ νη̃α
ἠ̃εν ἐπηετανόσ: τω̃ μοι φίλα γυι̃α λέλυνται."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃:
'Αλκίνοος δέ μιν οἰ̃ος ἀμειβόμενος προσέειπε:

   "ξει̃ν', ἐπεὶ οὐκ ἀχάριστα μεθ' ἡμι̃ν ταυ̃τ' ἀγορεύεισ,
ἀλλ' ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδει̃,
χωόμενοσ, ὅτι σ' οὑ̃τος ἀνὴρ ἐν ἀγω̃νι παραστὰς
νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
ὅς τις ἐπίσταιτο ἡ̨̃σι φρεσὶν ἄρτια βάζειν:
ἀλλ' ἄγε νυ̃ν ἐμέθεν ξυνίει ἔποσ, ὄφρα καὶ ἄλλω̨
εἴπη̨ς ἡρώων, ὅτε κεν σοι̃σ' ἐν μεγάροισι
δαινύη̨ παρὰ ση̨̃ τ' ἀλόχω̨ καὶ σοι̃σι τέκεσσιν,
ἡμετέρης ἀρετη̃ς μεμνημένοσ, οἱ̃α καὶ ἡμι̃ν
Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρω̃ν.
οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
ἀλλὰ ποσὶ κραιπνω̃ς θέομεν καὶ νηυσὶν ἄριστοι,
αἰεὶ δ' ἡμι̃ν δαίς τε φίλη κίθαρίς τε χοροί τε
εἵματά τ' ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
ἀλλ' ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
παίσατε, ὥς χ' ὁ ξει̃νος ἐνίσπη̨ οἱ̃σι φίλοισιν,
οἴκαδε νοστήσασ, ὅσσον περιγινόμεθ' ἄλλων
ναυτιλίη̨ καὶ ποσσὶ καὶ ὀρχηστυι̃ καὶ ἀοιδη̨̃.
Δημοδόκω̨ δέ τις αἰ̃ψα κιὼν φόρμιγγα λίγειαν
οἰσέτω, ἥ που κει̃ται ἐν ἡμετέροισι δόμοισιν."

   ὣς ἔφατ' 'Αλκίνοος θεοείκελοσ, ὠ̃ρτο δὲ κη̃ρυξ
οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλη̃οσ.
αἰσυμνη̃ται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν,
δήμιοι, οἳ κατ' ἀγω̃να ἐὺ̈ πρήσσεσκον ἕκαστα,
λείηναν δὲ χορόν, καλὸν δ' εὔρυναν ἀγω̃να.
κη̃ρυξ δ' ἐγγύθεν ἠ̃λθε φέρων φόρμιγγα λίγειαν
Δημοδόκω̨: ὁ δ' ἔπειτα κί' ἐς μέσον: ἀμφὶ δὲ κου̃ροι
πρωθη̃βαι ἵσταντο, δαήμονες ὀρχηθμοι̃ο,
πέπληγον δὲ χορὸν θει̃ον ποσίν. αὐτὰρ 'Οδυσσεὺς
μαρμαρυγὰς θηει̃το ποδω̃ν, θαύμαζε δὲ θυμω̨̃.

   αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
ἀμφ' 'Άρεος φιλότητος ἐϋστεφάνου τ' 'Αφροδίτησ,
ὡς τὰ πρω̃τ' ἐμίγησαν ἐν 'Ηφαίστοιο δόμοισι
λάθρη̨: πολλὰ δὲ δω̃κε, λέχος δ' ἤ̨σχυνε καὶ εὐνὴν
'Ηφαίστοιο ἄνακτοσ. ἄφαρ δέ οἱ ἄγγελος ἠ̃λθεν
'Ήλιοσ, ὅ σφ' ἐνόησε μιγαζομένους φιλότητι.
'Ήφαιστος δ' ὡς οὐ̃ν θυμαλγέα μυ̃θον ἄκουσε,
βη̃ ῥ' ἴμεν ἐς χαλκεω̃να, κακὰ φρεσὶ βυσσοδομεύων:
ἐν δ' ἔθετ' ἀκμοθέτω̨ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
ἀρρήκτους ἀλύτουσ, ὄφρ' ἔμπεδον αὐ̃θι μένοιεν.
αὐτὰρ ἐπεὶ δὴ τευ̃ξε δόλον κεχολωμένος 'Άρει,
βη̃ ῥ' ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνια κει̃το:
ἀμφὶ δ' ἄρ' ἑρμι̃σιν χέε δέσματα κύκλω̨ ἁπάντη̨,
πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
ἠΰτ' ἀράχνια λεπτά: τά γ' οὔ κέ τις οὐδὲ ἴδοιτο,
οὐδὲ θεω̃ν μακάρων: περὶ γὰρ δολόεντα τέτυκτο.
αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χευ̃εν,
εἴσατ' ἴμεν ἐς Λη̃μνον, ἐϋκτίμενον πτολίεθρον,
ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
οὐδ' ἀλαὸς σκοπιὴν εἰ̃χε χρυσήνιος 'Άρησ,
ὡς ἴδεν 'Ήφαιστον κλυτοτέχνην νόσφι κιόντα:
βη̃ δ' ἴμεναι πρὸς δω̃μα περικλυτου̃ 'Ηφαίστοιο,
ἰχανόων φιλότητος ἐϋστεφάνου Κυθερείησ.
ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
ἐρχομένη κατ' ἄρ' ἕζεθ': ὁ δ' εἴσω δώματος ἤ̨ει
ἔν τ' ἄρα οἱ φυ̃ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

   "δευ̃ρο, φίλη, λέκτρονδε, τραπείομεν εὐνηθέντε:
οὐ γὰρ ἔθ' 'Ήφαιστος μεταδήμιοσ, ἀλλά που ἤδη
οἴχεται ἐς Λη̃μνον μετὰ Σίντιας ἀγριοφώνουσ."

   ὣς φάτο, τη̨̃ δ' ἀσπαστὸν ἐείσατο κοιμηθη̃ναι.
τὼ δ' ἐς δέμνια βάντε κατέδραθον: ἀμφὶ δὲ δεσμοὶ
τεχνήεντες ἔχυντο πολύφρονος 'Ηφαίστοιο,
οὐδέ τι κινη̃σαι μελέων ἠ̃ν οὐδ' ἀναει̃ραι.
καὶ τότε δὴ γίνωσκον, ὅ τ' οὐκέτι φυκτὰ πέλοντο.
ἀγχίμολον δέ σφ' ἠ̃λθε περικλυτὸς ἀμφιγυήεισ,
αὐ̃τις ὑποστρέψας πρὶν Λήμνου γαι̃αν ἱκέσθαι:
'Ηέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἰ̃πέ τε μυ̃θον.
[βη̃ δ' ἴμεναι πρὸς δω̃μα, φίλον τετιημένος ἠ̃τορ:]
ἔστη δ' ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ἥ̨ρει:
σμερδαλέον δ' ἐβόησε γέγωνέ τε πα̃σι θεοι̃σι:

   "Ζευ̃ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντεσ,
δευ̃θ', ἵνα ἔργ' ἀγέλαστα καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ 'Αφροδίτη
αἰὲν ἀτιμάζει, φιλέει δ' ἀΐδηλον 'Άρηα,
οὕνεχ' ὁ μὲν καλός τε καὶ ἀρτίποσ, αὐτὰρ ἐγώ γε
ἠπεδανὸς γενόμην: ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλοσ,
ἀλλὰ τοκη̃ε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
ἀλλ' ὄψεσθ', ἵνα τώ γε καθεύδετον ἐν φιλότητι,
εἰς ἐμὰ δέμνια βάντεσ: ἐγὼ δ' ὁρόων ἀκάχημαι.
οὐ μέν σφεας ἔτ' ἔολπα μίνυνθά γε κειέμεν οὕτω,
καὶ μάλα περ φιλέοντε: τάχ' οὐκ ἐθελήσετον ἄμφω
εὕδειν: ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδω̨̃σιν ἔεδνα,
ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρησ,
οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμοσ."

   ὣς ἔφαθ', οἱ δ' ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δω̃:
ἠ̃λθε Ποσειδάων γαιήοχοσ, ἠ̃λθ' ἐριούνης
'Ερμείασ, ἠ̃λθεν δὲ ἄναξ ἑκάεργος 'Απόλλων.
θηλύτεραι δὲ θεαὶ μένον αἰδόϊ οἴκοι ἑκάστη.
ἔσταν δ' ἐν προθύροισι θεοί, δωτη̃ρες ἑάων:
ἄσβεστος δ' ἄρ' ἐνω̃ρτο γέλως μακάρεσσι θεοι̃σι
τέχνας εἰσορόωσι πολύφρονος 'Ηφαίστοιο.
ὡ̃δε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:

   "οὐκ ἀρετα̨̃ κακὰ ἔργα: κιχάνει τοι βραδὺς ὠκύν,
ὡς καὶ νυ̃ν 'Ήφαιστος ἐὼν βραδὺς εἱ̃λεν 'Άρηα,
ὠκύτατόν περ ἐόντα θεω̃ν, οἳ 'Όλυμπον ἔχουσι,
χωλὸς ἐών, τέχνη̨σι: τὸ καὶ μοιχάγρι' ὀφέλλει."

   ὣς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον:
'Ερμη̃ν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς 'Απόλλων:

   "'Ερμεία Διὸς υἱέ, διάκτορε, δω̃τορ ἑάων,
ἠ̃ ῥά κεν ἐν δεσμοι̃σ' ἐθέλοις κρατεροι̃σι πιεσθεὶς
εὕδειν ἐν λέκτροισι παρὰ χρυση̨̃ 'Αφροδίτη̨;"

   τὸν δ' ἠμείβετ' ἔπειτα διάκτορος 'Αργεϊφόντησ:
"αἲ γὰρ του̃το γένοιτο, ἄναξ ἑκατηβόλ' 'Άπολλον.
δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
ὑμει̃ς δ' εἰσορόω̨τε θεοὶ πα̃σαί τε θέαιναι,
αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυση̨̃ 'Αφροδίτη̨."

   ὣς ἔφατ', ἐν δὲ γέλως ὠ̃ρτ' ἀθανάτοισι θεοι̃σιν.
οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δ' αἰεὶ
'Ήφαιστον κλυτοεργόν, ὅπως λύσειεν 'Άρηα:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

   "λυ̃σον: ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεισ,
τείσειν αἴσιμα πάντα μετ' ἀθανάτοισι θεοι̃σι:"

   τὸν δ' αὐ̃τε προσέειπε περικλυτὸς ἀμφιγυήεισ:
"μή με, Ποσείδαον γαιήοχε, ταυ̃τα κέλευε:
δειλαί τοι δειλω̃ν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
πω̃ς ἂν ἐγώ σε δέοιμι μετ' ἀθανάτοισι θεοι̃σιν,
εἴ κεν 'Άρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξασ;"

   τὸν δ' αὐ̃τε προσέειπε Ποσειδάων ἐνοσίχθων:
"'Ήφαιστ', εἴ περ γάρ κεν 'Άρης χρει̃ος ὑπαλύξας
οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τείσω."

   τὸν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεισ:
"οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι."

   ὣς εἰπὼν δεσμὸν ἀνίει μένος 'Ηφαίστοιο.
τὼ δ' ἐπεὶ ἐκ δεσμοι̃ο λύθεν, κρατερου̃ περ ἐόντοσ,
αὐτίκ' ἀναΐξαντε ὁ μὲν Θρή̨κηνδε βεβήκει,
ἡ δ' ἄρα Κύπρον ἵκανε φιλομμειδὴς 'Αφροδίτη,
ἐς Πάφον, ἔνθα τέ οἱ τέμενος βωμός τε θυήεισ.
ἔνθα δέ μιν Χάριτες λου̃σαν καὶ χρι̃σαν ἐλαίω̨,
ἀμβρότω̨, οἱ̃α θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντασ,
ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαυ̃μα ἰδέσθαι.

   ταυ̃τ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτόσ: αὐτὰρ 'Οδυσσεὺς
τέρπετ' ἐνὶ φρεσὶν ἡ̨̃σιν ἀκούων ἠδὲ καὶ ἄλλοι
Φαίηκες δολιχήρετμοι, ναυσικλυτοὶ ἄνδρεσ.

   'Αλκίνοος δ' 'Άλιον καὶ Λαοδάμαντα κέλευσε
μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
οἱ δ' ἐπεὶ οὐ̃ν σφαι̃ραν καλὴν μετὰ χερσὶν ἕλοντο,
πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
ἰδνωθεὶς ὀπίσω: ὁ δ' ἀπὸ χθονὸς ὑψόσ' ἀερθεὶς
ῥηϊδίως μεθέλεσκε, πάρος ποσὶν οὐ̃δας ἱκέσθαι.
αὐτὰρ ἐπεὶ δὴ σφαίρη̨ ἀν' ἰθὺν πειρήσαντο,
ὀρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρη̨
ταρφέ' ἀμειβομένω: κου̃ροι δ' ἐπελήκεον ἄλλοι
ἑσταότες κατ' ἀγω̃να, πολὺς δ' ὑπὸ κόμπος ὀρώρει.
δὴ τότ' ἄρ' 'Αλκίνοον προσεφώνεε δι̃ος 'Οδυσσεύσ:

   "'Αλκίνοε κρει̃ον, πάντων ἀριδείκετε λαω̃ν,
ἠμὲν ἀπείλησας βητάρμονας εἰ̃ναι ἀρίστουσ,
ἠδ' ἄρ' ἑτοι̃μα τέτυκτο: σέβας μ' ἔχει εἰσορόωντα."

   ὣς φάτο, γήθησεν δ' ἱερὸν μένος 'Αλκινόοιο,
αἰ̃ψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα:

   "κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντεσ:
ὁ ξει̃νος μάλα μοι δοκέει πεπνυμένος εἰ̃ναι.
ἀλλ' ἄγε οἱ δω̃μεν ξεινήϊον, ὡς ἐπιεικέσ.
δώδεκα γὰρ κατὰ δη̃μον ἀριπρεπέες βασιλη̃ες
ἀρχοὶ κραίνουσι, τρεισκαιδέκατος δ' ἐγὼ αὐτόσ:
τω̃ν οἱ ἕκαστος φα̃ρος ἐϋπλυνὲς ἠδὲ χιτω̃να
καὶ χρυσοι̃ο τάλαντον ἐνείκατε τιμήεντοσ.
αἰ̃ψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρ' ἐνὶ χερσὶ
ξει̃νος ἔχων ἐπὶ δόρπον ἴη̨ χαίρων ἐνὶ θυμω̨̃.
Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
καὶ δώρω̨, ἐπεὶ οὔ τι ἔπος κατὰ μοι̃ραν ἔειπεν."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπή̨νεον ἠδ' ἐκέλευον,
δω̃ρα δ' ἄρ' οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστοσ.
τὸν δ' αὐ̃τ' Εὐρύαλος ἀπαμείβετο φώνησέν τε:

   "'Αλκίνοε κρει̃ον, πάντων ἀριδείκετε λαω̃ν,
τοιγὰρ ἐγὼ τὸν ξει̃νον ἀρέσσομαι, ὡς σὺ κελεύεισ.
δώσω οἱ τόδ' ἄορ παγχάλκεον, ὡ̨̃ ἔπι κώπη
ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
ἀμφιδεδίνηται: πολέος δέ οἱ ἄξιον ἔσται."

   ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

   "χαι̃ρε, πάτερ ὠ̃ ξει̃νε: ἔπος δ' εἴ περ τι βέβακται
δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
σοὶ δὲ θεοὶ ἄλοχόν τ' ἰδέειν καὶ πατρίδ' ἱκέσθαι
δοι̃εν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεισ."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"καὶ σύ, φίλοσ, μάλα χαι̃ρε, θεοὶ δέ τοι ὄλβια δοι̃εν:
μηδέ τί τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
τούτου, ὃ δή μοι δω̃κας ἀρεσσάμενος ἐπέεσσιν."

   ἠ̃ ῥα, καὶ ἀμφ' ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
δύσετό τ' ἠέλιοσ, καὶ τω̨̃ κλυτὰ δω̃ρα παρη̃εν.
καὶ τά γ' ἐς 'Αλκινόοιο φέρον κήρυκες ἀγαυοί:
δεξάμενοι δ' ἄρα παι̃δες ἀμύμονος 'Αλκινόοιο
μητρὶ παρ' αἰδοίη̨ ἔθεσαν περικαλλέα δω̃ρα.
τοι̃σιν δ' ἡγεμόνευ' ἱερὸν μένος 'Αλκινόοιο,
ἐλθόντες δὲ καθι̃ζον ἐν ὑψηλοι̃σι θρόνοισι.
δή ῥα τότ' 'Αρήτην προσέφη μένος 'Αλκινόοιο:

   "δευ̃ρο, γύναι, φέρε χηλὸν ἀριπρεπέ', ἥ τις ἀρίστη:
ἐν δ' αὐτὴ θὲς φα̃ρος ἐϋπλυνὲς ἠδὲ χιτω̃να.
ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δ' ὕδωρ,
ὄφρα λοεσσάμενός τε ἰδών τ' ἐὺ̈ κείμενα πάντα
δω̃ρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδ' ἔνεικαν,
δαιτί τε τέρπηται καὶ ἀοιδη̃ς ὕμνον ἀκούων.
καί οἱ ἐγὼ τόδ' ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
χρύσεον, ὄφρ' ἐμέθεν μεμνημένος ἤματα πάντα
σπένδη̨ ἐνὶ μεγάρω̨ Διί τ' ἄλλοισίν τε θεοι̃σιν."

   ὣς ἔφατ', 'Αρήτη δὲ μετὰ δμω̨η̨̃σιν ἔειπεν
ἀμφὶ πυρὶ στη̃σαι τρίποδα μέγαν ὅττι τάχιστα.
αἱ δὲ λοετροχόον τρίποδ' ἵστασαν ἐν πυρὶ κηλέω̨,
ἐν δ' ἄρ' ὕδωρ ἔχεον, ὑπὸ δὲ ξύλα δαι̃ον ἑλου̃σαι.
γάστρην μὲν τρίποδος πυ̃ρ ἄμφεπε, θέρμετο δ' ὕδωρ:
τόφρα δ' ἄρ' 'Αρήτη ξείνω̨ περικαλλέα χηλὸν
ἐξέφερεν θαλάμοιο, τίθει δ' ἐνὶ κάλλιμα δω̃ρα,
ἐσθη̃τα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν:
ἐν δ' αὐτὴ φα̃ρος θη̃κεν καλόν τε χιτω̃να
καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα:

   "αὐτὸς νυ̃ν ἴδε πω̃μα, θοω̃ς δ' ἐπὶ δεσμὸν ἴηλον,
μή τίς τοι καθ' ὁδὸν δηλήσεται, ὁππότ' ἂν αὐ̃τε
εὕδη̨σθα γλυκὺν ὕπνον ἐὼν ἐν νηὶ̈ μελαίνη̨."

   αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε πολύτλας δι̃ος 'Οδυσσεύσ,
αὐτίκ' ἐπήρτυε πω̃μα, θοω̃ς δ' ἐπὶ δεσμὸν ἴηλε
ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη.
αὐτόδιον δ' ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
ἔς ῥ' ἀσάμινθον βάνθ': ὁ δ' ἄρ' ἀσπασίως ἴδε θυμω̨̃
θερμὰ λοέτρ', ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
ἐπεὶ δὴ λίπε δω̃μα Καλυψου̃ς ἠϋκόμοιο:
τόφρα δέ οἱ κομιδή γε θεω̨̃ ὣς ἔμπεδος ἠ̃εν.
τὸν δ' ἐπεὶ οὐ̃ν δμω̨αὶ λου̃σαν καὶ χρι̃σαν ἐλαίω̨,
ἀμφὶ δέ μιν χλαι̃ναν καλὴν βάλον ἠδὲ χιτω̃να,
ἔκ ῥ' ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτη̃ρας
ἤϊε: Ναυσικάα δὲ θεω̃ν ἄπο κάλλος ἔχουσα
στη̃ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοι̃ο,
θαύμαζεν δ' 'Οδυση̃α ἐν ὀφθαλμοι̃σιν ὁρω̃σα
καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα:

   "χαι̃ρε, ξει̃ν', ἵνα καί ποτ' ἐὼν ἐν πατρίδι γαίη̨
μνήση̨ ἐμει̃', ὅτι μοι πρώτη̨ ζωάγρι' ὀφέλλεισ."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"Ναυσικάα, θύγατερ μεγαλήτορος 'Αλκινόοιο,
οὕτω νυ̃ν Ζεὺς θείη, ἐρίγδουπος πόσις 'Ήρησ,
οἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἠ̃μαρ ἰδέσθαι:
τω̃ κέν τοι καὶ κει̃θι θεω̨̃ ὣς εὐχετοώ̨μην
αἰεὶ ἤματα πάντα: σὺ γάρ μ' ἐβιώσαο, κούρη."

   ἠ̃ ῥα, καὶ ἐς θρόνον ἱ̃ζε παρ' 'Αλκίνοον βασιλη̃α.
οἱ δ' ἤδη μοίρας τ' ἔνεμον κερόωντό τε οἰ̃νον.
κη̃ρυξ δ' ἐγγύθεν ἠ̃λθεν ἄγων ἐρίηρον ἀοιδόν,
Δημόδοκον, λαοι̃σι τετιμένον: εἱ̃σε δ' ἄρ' αὐτὸν
μέσσω̨ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσασ.
δὴ τότε κήρυκα προσέφη πολύμητις 'Οδυσσεύσ,
νώτου ἀποπροταμών, ἐπὶ δὲ πλει̃ον ἐλέλειπτο,
ἀργιόδοντος ὑόσ, θαλερὴ δ' ἠ̃ν ἀμφὶς ἀλοιφή:

   "κη̃ρυξ, τη̃ δή, του̃το πόρε κρέασ, ὄφρα φάγη̨σι,
Δημοδόκω̨, καί μιν προσπτύξομαι, ἀχνύμενός περ:
πα̃σι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
τιμη̃ς ἔμμοροί εἰσι καὶ αἰδου̃σ, οὕνεκ' ἄρα σφέας
οἴμας Μου̃σ' ἐδίδαξε, φίλησε δὲ φυ̃λον ἀοιδω̃ν."

   ὣς ἄρ' ἔφη, κη̃ρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
ἥρω̨ Δημοδόκω̨: ὁ δ' ἐδέξατο, χαι̃ρε δὲ θυμω̨̃.
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοι̃μα προκείμενα χει̃ρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Δημόδοκον προσέφη πολύμητις 'Οδυσσεύσ:

   "Δημόδοκ', ἔξοχα δή σε βροτω̃ν αἰνίζομ' ἁπάντων:
ἢ σέ γε Μου̃σ' ἐδίδαξε, Διὸς πάϊσ, ἢ σέ γ' 'Απόλλων:
λίην γὰρ κατὰ κόσμον 'Αχαιω̃ν οἰ̃τον ἀείδεισ,
ὅσσ' ἕρξαν τ' ἔπαθόν τε καὶ ὅσσ' ἐμόγησαν 'Αχαιοί,
ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσασ.
ἀλλ' ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
δουρατέου, τὸν 'Επειὸς ἐποίησεν σὺν 'Αθήνη̨,
ὅν ποτ' ἐς ἀκρόπολιν δόλον ἤγαγε δι̃ος 'Οδυσσεὺς
ἀνδρω̃ν ἐμπλήσασ, οἳ 'Ίλιον ἐξαλάπαξαν.
αἴ κεν δή μοι ταυ̃τα κατὰ μοι̃ραν καταλέξη̨σ,
αὐτίκα καὶ πα̃σιν μυθήσομαι ἀνθρώποισιν,
ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν."

   ὣς φάθ', ὁ δ' ὁρμηθεὶς θεου̃ ἤρχετο, φαι̃νε δ' ἀοιδήν,
ἔνθεν ἑλών, ὡς οἱ μὲν ἐϋσσέλμων ἐπὶ νηω̃ν
βάντες ἀπέπλειον, πυ̃ρ ἐν κλισίη̨σι βαλόντεσ,
'Αργει̃οι, τοὶ δ' ἤδη ἀγακλυτὸν ἀμφ' 'Οδυση̃α
εἵατ' ἐνὶ Τρώων ἀγορη̨̃ κεκαλυμμένοι ἵππω̨:
αὐτοὶ γάρ μιν Τρω̃ες ἐς ἀκρόπολιν ἐρύσαντο.
ὣς ὁ μὲν ἑστήκει, τοὶ δ' ἄκριτα πόλλ' ἀγόρευον
ἥμενοι ἀμφ' αὐτόν: τρίχα δέ σφισιν ἥνδανε βουλή,
ἠὲ διατμη̃ξαι κοι̃λον δόρυ νηλέϊ χαλκω̨̃,
ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπ' ἄκρησ,
ἢ ἐάαν μέγ' ἄγαλμα θεω̃ν θελκτήριον εἰ̃ναι,
τη̨̃ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν:
αἰ̃σα γὰρ ἠ̃ν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψη̨
δουράτεον μέγαν ἵππον, ὅθ' εἵατο πάντες ἄριστοι
'Αργει̃οι Τρώεσσι φόνον καὶ κη̃ρα φέροντεσ.
ἤειδεν δ' ὡς ἄστυ διέπραθον υἱ̃ες 'Αχαιω̃ν
ἱππόθεν ἐκχύμενοι, κοι̃λον λόχον ἐκπρολιπόντεσ.
ἄλλον δ' ἄλλη̨ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
αὐτὰρ 'Οδυσση̃α προτὶ δώματα Δηϊφόβοιο
βήμεναι, ἠΰτ' 'Άρηα, σὺν ἀντιθέω̨ Μενελάω̨.
κει̃θι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
νικη̃σαι καὶ ἔπειτα διὰ μεγάθυμον 'Αθήνην.

   ταυ̃τ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτόσ: αὐτὰρ 'Οδυσσεὺς
τήκετο, δάκρυ δ' ἔδευεν ὑπὸ βλεφάροισι παρειάσ.
ὡς δὲ γυνὴ κλαίη̨σι φίλον πόσιν ἀμφιπεσου̃σα,
ὅς τε ἑη̃ς πρόσθεν πόλιος λαω̃ν τε πέση̨σιν,
ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἠ̃μαρ:
ἡ μὲν τὸν θνή̨σκοντα καὶ ἀσπαίροντα ἰδου̃σα
ἀμφ' αὐτω̨̃ χυμένη λίγα κωκύει: οἱ δέ τ' ὄπισθε
κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
εἴρερον εἰσανάγουσι, πόνον τ' ἐχέμεν καὶ ὀϊζύν:
τη̃ς δ' ἐλεεινοτάτω̨ ἄχεϊ φθινύθουσι παρειαί:
ὣς 'Οδυσεὺς ἐλεεινὸν ὑπ' ὀφρύσι δάκρυον εἰ̃βεν.
ἔνθ' ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
'Αλκίνοος δέ μιν οἰ̃ος ἐπεφράσατ' ἠδ' ἐνόησεν
ἥμενος ἄγχ' αὐτου̃, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
αἰ̃ψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα:

   "κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντεσ,
Δημόδοκος δ' ἤδη σχεθέτω φόρμιγγα λίγειαν:
οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδ' ἀείδει.
ἐξ οὑ̃ δορπέομέν τε καὶ ὤρορε θει̃ος ἀοιδόσ,
ἐκ του̃δ' οὔ πω παύσατ' ὀϊζυροι̃ο γόοιο
ὁ ξει̃νοσ: μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
ἀλλ' ἄγ' ὁ μὲν σχεθέτω, ἵν' ὁμω̃ς τερπώμεθα πάντεσ,
ξεινοδόκοι καὶ ξει̃νοσ, ἐπεὶ πολὺ κάλλιον οὕτω:
εἵνεκα γὰρ ξείνοιο τάδ' αἰδοίοιο τέτυκται,
πομπὴ καὶ φίλα δω̃ρα, τὰ οἱ δίδομεν φιλέοντεσ.
ἀντὶ κασιγνήτου ξει̃νός θ' ἱκέτης τε τέτυκται
ἀνέρι, ὅς τ' ὀλίγον περ ἐπιψαύη̨ πραπίδεσσι.
τω̃ νυ̃ν μηδὲ σὺ κευ̃θε νοήμασι κερδαλέοισιν,
ὅττι κέ σ' εἴρωμαι: φάσθαι δέ σε κάλλιόν ἐστιν.
εἴπ' ὄνομ', ὅττι σε κει̃θι κάλεον μήτηρ τε πατήρ τε,
ἄλλοι θ' οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστ' ἀνθρώπων,
οὐ κακὸς οὐδὲ μὲν ἐσθλόσ, ἐπὴν τὰ πρω̃τα γένηται,
ἀλλ' ἐπὶ πα̃σι τίθενται, ἐπεί κε τέκωσι, τοκη̃εσ.
εἰπὲ δέ μοι γαι̃άν τε τεὴν δη̃μόν τε πόλιν τε,
ὄφρα σε τη̨̃ πέμψωσι τιτυσκόμεναι φρεσὶ νη̃εσ.
οὐ γὰρ Φαιήκεσσι κυβερνητη̃ρες ἔασιν,
οὐδέ τι πηδάλι' ἐστί, τά τ' ἄλλαι νη̃ες ἔχουσιν:
ἀλλ' αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρω̃ν,
καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
ἀνθρώπων καὶ λαι̃τμα τάχισθ' ἁλὸς ἐκπερόωσιν
ἠέρι καὶ νεφέλη̨ κεκαλυμμέναι: οὐδέ ποτέ σφιν
οὔτε τι πημανθη̃ναι ἔπι δέος οὔτ' ἀπολέσθαι.
ἀλλὰ τόδ' ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάων' ἀγάσασθαι
ἡμι̃ν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων:
φη̃ ποτε Φαιήκων ἀνδρω̃ν περικαλλέα νη̃α
ἐκ πομπη̃ς ἀνιου̃σαν ἐν ἠεροειδέϊ πόντω̨
ῥαισέμεναι, μέγα δ' ἡ̃μιν ὄρος πόλει ἀμφικαλύψειν.
ὣς ἀγόρευ' ὁ γέρων: τὰ δέ κεν θεὸς ἢ τελέσειεν,
ἤ κ' ἀτέλεστ' εἴη, ὥς οἱ φίλον ἔπλετο θυμω̨̃.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
ὅππη̨ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
ἀνθρώπων, αὐτούς τε πόλιάς τ' ἐὺ̈ ναιεταούσασ,
ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
οἵ τε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδήσ.
εἰπὲ δ' ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμω̨̃
'Αργείων Δαναω̃ν ἠδ' 'Ιλίου οἰ̃τον ἀκούων.
τὸν δὲ θεοὶ μὲν τευ̃ξαν, ἐπεκλώσαντο δ' ὄλεθρον
ἀνθρώποισ', ἵνα ἠ̨̃σι καὶ ἐσσομένοισιν ἀοιδή.
ἠ̃ τίς τοι καὶ πηὸς ἀπέφθιτο 'Ιλιόθι πρό,
ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερόσ; οἵ τε μάλιστα
κήδιστοι τελέθουσι μεθ' αἱ̃μά τε καὶ γένος αὐτω̃ν.
ἠ̃ τίς που καὶ ἑται̃ρος ἀνὴρ κεχαρισμένα εἰδώσ,
ἐσθλόσ; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
γίνεται, ὅς κεν ἑται̃ρος ἐὼν πεπνυμένα εἰδη̨̃."