ΟΔΥΣΣΕΙΑΣ Κ

Αἰολίην δ' ἐς νη̃σον ἀφικόμεθ': ἔνθα δ' ἔναιεν
Αἴολος 'Ιπποτάδησ, φίλος ἀθανάτοισι θεοι̃σι,
πλωτη̨̃ ἐνὶ νήσω̨: πα̃σαν δέ τέ μιν πέρι τει̃χος
χάλκεον ἄρρηκτον, λισσὴ δ' ἀναδέδρομε πέτρη.
του̃ καὶ δώδεκα παι̃δες ἐνὶ μεγάροις γεγάασιν,
ἓξ μὲν θυγατέρεσ, ἓξ δ' υἱέες ἡβώοντεσ.
ἔνθ' ὅ γε θυγατέρας πόρεν υἱάσιν εἰ̃ναι ἀκοίτισ.
οἱ δ' αἰεὶ παρὰ πατρὶ φίλω̨ καὶ μητέρι κεδνη̨̃
δαίνυνται: παρὰ δέ σφιν ὀνείατα μυρία κει̃ται,
κνιση̃εν δέ τε δω̃μα περιστεναχίζεται αὐλη̨̃,
ἤματα: νύκτας δ' αὐ̃τε παρ' αἰδοίη̨σ' ἀλόχοισιν
εὕδουσ' ἔν τε τάπησι καὶ ἐν τρητοι̃σι λέχεσσι.
καὶ μὲν τω̃ν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.
μη̃να δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,
'Ίλιον 'Αργείων τε νέας καὶ νόστον 'Αχαιω̃ν:
καὶ μὲν ἐγὼ τω̨̃ πάντα κατὰ μοι̃ραν κατέλεξα.
ἀλλ' ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ἤ̨τεον ἠδ' ἐκέλευον
πεμπέμεν, οὐδέ τι κει̃νος ἀνήνατο, τευ̃χε δὲ πομπήν.
δω̃κε δέ μ' ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,
ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα:
κει̃νον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,
ἠμὲν παυέμεναι ἠδ' ὀρνύμεν, ὅν κ' ἐθέλη̨σι.
νηὶ̈ δ' ἐνὶ γλαφυρη̨̃ κατέδει μέρμιθι φαεινη̨̃
ἀργυρέη̨, ἵνα μή τι παραπνεύσει' ὀλίγον περ:
αὐτὰρ ἐμοὶ πνοιὴν ζεφύρου προέηκεν ἀη̃ναι,
ὄφρα φέροι νη̃άς τε καὶ αὐτούσ: οὐδ' ἄρ' ἔμελλεν
ἐκτελέειν: αὐτω̃ν γὰρ ἀπωλόμεθ' ἀφραδίη̨σιν.

   ἐννη̃μαρ μὲν ὁμω̃ς πλέομεν νύκτας τε καὶ ἠ̃μαρ,
τη̨̃ δεκάτη̨ δ' ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,
καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντασ.
ἔνθ' ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπέλλαβε κεκμηω̃τα:
αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τω̨ ἄλλω̨
δω̃χ' ἑτάρων, ἵνα θα̃σσον ἱκοίμεθα πατρίδα γαι̃αν:
οἱ δ' ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον
καί μ' ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδ' ἄγεσθαι,
δω̃ρα παρ' Αἰόλοο μεγαλήτορος 'Ιπποτάδαο.
ὡ̃δε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:

   "ὢ πόποι, ὡς ὅδε πα̃σι φίλος καὶ τίμιός ἐστιν
ἀνθρώποισ', ὅτεών κε πόλιν καὶ γαι̃αν ἵκηται.
πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ
ληΐδοσ: ἡμει̃ς δ' αὐ̃τε ὁμὴν ὁδὸν ἐκτελέσαντες
οἴκαδε νισόμεθα κενεὰς σὺν χει̃ρας ἔχοντεσ.
καὶ νυ̃ν οἱ τά γε δω̃κε χαριζόμενος φιλότητι
Αἴολοσ. ἀλλ' ἄγε θα̃σσον ἰδώμεθα, ὅττι τάδ' ἐστίν,
ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκω̨̃ ἔνεστιν."

   ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων:
ἀσκὸν μὲν λυ̃σαν, ἄνεμοι δ' ἐκ πάντες ὄρουσαν,
τοὺς δ' αἰ̃ψ' ἁρπάξασα φέρεν πόντονδε θύελλα
κλαίοντασ, γαίης ἄπο πατρίδοσ. αὐτὰρ ἐγώ γε
ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,
ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντω̨,
ἠ̃ ἀκέων τλαίην καὶ ἔτι ζωοι̃σι μετείην.
ἀλλ' ἔτλην καὶ ἔμεινα, καλυψάμενος δ' ἐνὶ νηὶ̈
κείμην: αἱ δ' ἐφέροντο κακη̨̃ ἀνέμοιο θυέλλη̨
αὐ̃τις ἐπ' Αἰολίην νη̃σον, στενάχοντο δ' ἑται̃ροι.

   ἔνθα δ' ἐπ' ἠπείρου βη̃μεν καὶ ἀφυσσάμεθ' ὕδωρ:
αἰ̃ψα δὲ δει̃πνον ἕλοντο θοη̨̃ς παρὰ νηυσὶν ἑται̃ροι.
αὐτὰρ ἐπεὶ σίτοιό τ' ἐπασσάμεθ' ἠδὲ ποτη̃τοσ,
δὴ τότ' ἐγὼ κήρυκά τ' ὀπασσάμενος καὶ ἑται̃ρον,
βη̃ν εἰς Αἰόλοο κλυτὰ δώματα: τὸν δ' ἐκίχανον
δαινύμενον παρὰ ἡ̨̃ τ' ἀλόχω̨ καὶ οἱ̃σι τέκεσσιν.
ἐλθόντες δ' ἐς δω̃μα παρὰ σταθμοι̃σιν ἐπ' οὐδου̃
ἑζόμεθ': οἱ δ' ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τ' ἐρέοντο:

   "πω̃ς ἠ̃λθεσ, 'Οδυσευ̃; τίς τοι κακὸς ἔχραε δαίμων;
ἠ̃ μέν σ' ἐνδυκέως ἀπεπέμπομεν, ὄφρα ἵκοιο
πατρίδα σὴν καὶ δω̃μα, καὶ εἴ πού τοι φίλον ἐστίν."

   ὣς φάσαν: αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κη̃ρ:
ἄασάν μ' ἕταροί τε κακοὶ πρὸς τοι̃σί τε ὕπνος
σχέτλιοσ. ἀλλ' ἀκέσασθε, φίλοι: δύναμις γὰρ ἐν ὑμι̃ν."

   ὣς ἐφάμην μαλακοι̃σι καθαπτόμενος ἐπέεσσιν:
οἱ δ' ἄνεω ἐγένοντο: πατὴρ δ' ἠμείβετο μύθω̨:

   "ἔρρ' ἐκ νήσου θα̃σσον, ἐλέγχιστε ζωόντων:
οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ' ἀποπέμπειν
ἄνδρα τόν, ὅς τε θεοι̃σιν ἀπέχθηται μακάρεσσιν.
[ἔρρ', ἐπεὶ ἀθανάτοισιν ἀπεχθόμενος τόδ' ἱκάνεισ."]

   ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.
ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἠ̃τορ:
τείρετο δ' ἀνδρω̃ν θυμὸς ὑπ' εἰρεσίης ἀλεγεινη̃ς
ἡμετέρη̨ ματίη̨, ἐπεὶ οὐκέτι φαίνετο πομπή.

   ἑξη̃μαρ μὲν ὁμω̃ς πλέομεν νύκτας τε καὶ ἠ̃μαρ:
ἑβδομάτη̨ δ' ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,
Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν
ἠπύει εἰσελάων, ὁ δέ τ' ἐξελάων ὑπακούει.
ἔνθα κ' ἄϋπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούσ,
τὸν μὲν βουκολέων, τὸν δ' ἄργυφα μη̃λα νομεύων:
ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.
ἔνθ' ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη
ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,
ἀκταὶ δὲ προβλη̃τες ἐναντίαι ἀλλήλη̨σιν
ἐν στόματι προὔχουσιν, ἀραιὴ δ' εἴσοδός ἐστιν,
ἔνθ' οἵ γ' εἴσω πάντες ἔχον νέας ἀμφιελίσσασ.
αἱ μὲν ἄρ' ἔντοσθεν λιμένος κοίλοιο δέδεντο
πλησίαι: οὐ μὲν γάρ ποτ' ἀέξετο κυ̃μά γ' ἐν αὐτω̨̃,
οὔτε μέγ' οὔτ' ὀλίγον, λευκὴ δ' ἠ̃ν ἀμφὶ γαλήνη.
αὐτὰρ ἐγὼν οἰ̃ος σχέθον ἔξω νη̃α μέλαιναν,
αὐτου̃ ἐπ' ἐσχατιη̨̃, πέτρης ἐκ πείσματα δήσασ.
ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών:
ἔνθα μὲν οὔτε βοω̃ν οὔτ' ἀνδρω̃ν φαίνετο ἔργα,
καπνὸν δ' οἰ̃ον ὁρω̃μεν ἀπὸ χθονὸς ἀΐσσοντα.
δὴ τότ' ἐγὼν ἑτάρους προΐην πεύθεσθαι ἰόντασ,
οἵ τινες ἀνέρες εἰ̃εν ἐπὶ χθονὶ σι̃τον ἔδοντεσ,
ἄνδρε δύω κρίνασ, τρίτατον κήρυχ' ἅμ' ὀπάσσασ.
οἱ δ' ἴσαν ἐκβάντες λείην ὁδόν, ἡ̨̃ περ ἄμαξαι
ἄστυδ' ἀφ' ὑψηλω̃ν ὀρέων καταγίνεον ὕλην.
κούρη̨ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούση̨,
θυγατέρ' ἰφθίμη̨ Λαιστρυγόνος 'Αντιφάταο.
ἡ μὲν ἄρ' ἐς κρήνην κατεβήσετο καλλιρέεθρον
'Αρτακίην: ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον:
οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τ' ἐρέοντο,
ὅς τις τω̃νδ' εἴη βασιλεὺς καὶ οἱ̃σιν ἀνάσσοι.
ἡ δὲ μάλ' αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δω̃.
οἱ δ' ἐπεὶ εἰση̃λθον κλυτὰ δώματα, τὴν δὲ γυναι̃κα
εὑ̃ρον ὅσην τ' ὄρεος κορυφήν, κατὰ δ' ἔστυγον αὐτήν.
ἡ δ' αἰ̃ψ' ἐξ ἀγορη̃ς ἐκάλει κλυτὸν 'Αντιφατη̃α,
ὃν πόσιν, ὃς δὴ τοι̃σιν ἐμήσατο λυγρὸν ὄλεθρον.
αὐτίχ' ἕνα μάρψας ἑτάρων ὁπλίσσατο δει̃πνον.
τὼ δὲ δύ' ἀΐξαντε φυγη̨̃ ἐπὶ νη̃ας ἱκέσθην.
αὐτὰρ ὁ τευ̃χε βοὴν διὰ ἄστεοσ: οἱ δ' ἀΐοντες
φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλοσ,
μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότεσ, ἀλλὰ Γίγασιν.
οἵ ῥ' ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισι
βάλλον: ἄφαρ δὲ κακὸς κόναβος κατὰ νη̃ας ὀρώρει
ἀνδρω̃ν τ' ὀλλυμένων νηω̃ν θ' ἅμα ἀγνυμενάων:
ἰχθυ̃ς δ' ὣς πείροντες ἀτερπέα δαι̃τα φέροντο.

   ὄφρ' οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντόσ,
τόφρα δ' ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηρου̃
τω̨̃ ἀπὸ πείσματ' ἔκοψα νεὸς κυανοπρώ̨ροιο:
αἰ̃ψα δ' ἐμοι̃σ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
ἐμβαλέειν κώπη̨σ', ἵν' ὑπὲκ κακότητα φύγοιμεν:
οἱ δ' ἅμα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.
ἀσπασίως δ' ἐς πόντον ἐπηρεφέας φύγε πέτρας
νηυ̃ς ἐμή: αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ' ὄλοντο.

   ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἠ̃τορ,
ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρουσ.
Αἰαίην δ' ἐς νη̃σον ἀφικόμεθ': ἔνθα δ' ἔναιε
Κίρκη ἐϋπλόκαμοσ, δεινὴ θεὸς αὐδήεσσα,
αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο:
ἄμφω δ' ἐκγεγάτην φαεσιμβρότου 'Ηελίοιο
μητρός τ' ἐκ Πέρσησ, τὴν 'Ωκεανὸς τέκε παι̃δα.
ἔνθα δ' ἐπ' ἀκτη̃ς νηὶ̈ κατηγαγόμεσθα σιωπη̨̃
ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.
ἔνθα τότ' ἐκβάντες δύο τ' ἤματα καὶ δύο νύκτας
κείμεθ', ὁμου̃ καμάτω̨ τε καὶ ἄλγεσι θυμὸν ἔδοντεσ.

   ἀλλ' ὅτε δὴ τρίτον ἠ̃μαρ ἐϋπλόκαμος τέλεσ' 'Ηώσ,
καὶ τότ' ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ
καρπαλίμως παρὰ νηὸς ἀνήϊον ἐς περιωπήν,
εἴ πως ἔργα ἴδοιμι βροτω̃ν ἐνοπήν τε πυθοίμην.
ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,
καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης
Κίρκης ἐν μεγάροισι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
μερμήριξα δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
ἐλθει̃ν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.
ὡ̃δε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἰ̃ναι,
πρω̃τ' ἐλθόντ' ἐπὶ νη̃α θοὴν καὶ θι̃να θαλάσσης
δει̃πνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.

   ἀλλ' ὅτε δὴ σχεδὸν ἠ̃α κιὼν νεὸς ἀμφιελίσσησ,
καὶ τότε τίς με θεω̃ν ὀλοφύρατο μου̃νον ἐόντα,
ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν
ἡ̃κεν: ὁ μὲν ποταμόνδε κατήϊεν ἐκ νομου̃ ὕλης
πιόμενοσ: δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
τὸν δ' ἐγὼ ἐκβαίνοντα κατὰ κνη̃στιν μέσα νω̃τα
πλη̃ξα: τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,
κὰδ δ' ἔπεσ' ἐν κονίη̨σι μακών, ἀπὸ δ' ἔπτατο θυμόσ.
τω̨̃ δ' ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλη̃ς
εἰρυσάμην: τὸ μὲν αὐ̃θι κατακλίνας ἐπὶ γαίη̨
εἴασ': αὐτὰρ ἐγὼ σπασάμην ῥω̃πάς τε λύγους τε,
πει̃σμα δ' ὅσον τ' ὄργυιαν ἐϋστρεφὲς ἀμφοτέρωθεν
πλεξάμενος συνέδησα πόδας δεινοι̃ο πελώρου,
βη̃ν δὲ καταλλοφάδια φέρων ἐπὶ νη̃α μέλαιναν,
ἔγχει ἐρειδόμενοσ, ἐπεὶ οὔ πως ἠ̃εν ἐπ' ὤμου
χειρὶ φέρειν ἑτέρη̨: μάλα γὰρ μέγα θηρίον ἠ̃εν.
κὰδ δ' ἔβαλον προπάροιθε νεόσ, ἀνέγειρα δ' ἑταίρους
μειλιχίοισ' ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον:

   "ὠ̃ φίλοι, οὐ γάρ πω καταδυσόμεθ', ἀχνύμενοι περ,
εἰς 'Αΐδαο δόμουσ, πρὶν μόρσιμον ἠ̃μαρ ἐπέλθη̨:
ἀλλ' ἄγετ', ὄφρ' ἐν νηὶ̈ θοη̨̃ βρω̃σίς τε πόσις τε,
μνησόμεθα βρώμης μηδὲ τρυχώμεθα λιμω̨̃."

   ὣς ἐφάμην, οἱ δ' ὠ̃κα ἐμοι̃σ' ἐπέεσσι πίθοντο:
ἐκ δὲ καλυψάμενοι παρὰ θι̃ν' ἁλὸς ἀτρυγέτοιο
θηήσαντ' ἔλαφον: μάλα γὰρ μέγα θηρίον ἠ̃εν.
αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοι̃σι,
χει̃ρας νιψάμενοι τεύχοντ' ἐρικυδέα δαι̃τα.
ὣς τότε μὲν πρόπαν ἠ̃μαρ ἐς ἠέλιον καταδύντα
ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ:
ἠ̃μος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἠ̃λθε,
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμι̃νι θαλάσσησ.
ἠ̃μος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
καὶ τότ' ἐγὼν ἀγορὴν θέμενος μετὰ πα̃σιν ἔειπον:

   ["κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑται̃ροι:]
ὠ̃ φίλοι, οὐ γὰρ ἴδμεν ὅπη̨ ζόφος οὐδ' ὅπη̨ ἠώσ,
οὐδ' ὅπη̨ ἠέλιος φαεσίμβροτος εἰ̃σ' ὑπὸ γαι̃αν
οὐδ' ὅπη̨ ἀννει̃ται: ἀλλὰ φραζώμεθα θα̃σσον,
εἴ τις ἔτ' ἔσται μη̃τισ: ἐγὼ δ' οὐκ οἴομαι εἰ̃ναι.
εἰ̃δον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν
νη̃σον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται.
αὐτὴ δὲ χθαμαλὴ κει̃ται: καπνὸν δ' ἐνὶ μέσση̨
ἔδρακον ὀφθαλμοι̃σι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην."

   ὣς ἐφάμην, τοι̃σιν δὲ κατεκλάσθη φίλον ἠ̃τορ
μνησαμένοισ' ἔργων Λαιστρυγόνος 'Αντιφάταο
Κύκλωπός τε βίης μεγαλήτορος ἀνδροφάγοιο.
κλαι̃ον δὲ λιγέωσ, θαλερὸν κατὰ δάκρυ χέοντεσ:
ἀλλ' οὐ γάρ τις πρη̃ξις ἐγίνετο μυρομένοισιν.
αὐτὰρ ἐγὼ δίχα πάντας ἐϋκνήμιδας ἑταίρους
ἠρίθμεον, ἀρχὸν δὲ μετ' ἀμφοτέροισιν ὄπασσα:
τω̃ν μὲν ἐγὼν ἠ̃ρχον, τω̃ν δ' Εὐρύλοχος θεοειδήσ.
κλήρους δ' ἐν κυνέη̨ χαλκήρεϊ πάλλομεν ὠ̃κα:
ἐκ δ' ἔθορε κλη̃ρος μεγαλήτορος Εὐρυλόχοιο.
βη̃ δ' ἰέναι, ἅμα τω̨̃ γε δύω καὶ εἴκοσ' ἑται̃ροι
κλαίοντεσ: κατὰ δ' ἄμμε λίπον γοόωντας ὄπισθεν.

   εὑ̃ρον δ' ἐν βήσση̨σι τετυγμένα δώματα Κίρκης
ξεστοι̃σιν λάεσσι, περισκέπτω̨ ἐνὶ χώρω̨.
ἀμφὶ δέ μιν λύκοι ἠ̃σαν ὀρέστεροι ἠδὲ λέοντεσ,
τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακ' ἔδωκεν.
οὐδ' οἵ γ' ὡρμήθησαν ἐπ' ἀνδράσιν, ἀλλ' ἄρα τοί γε
οὐρη̨̃σιν μακρη̨̃σι περισσαίνοντες ἀνέσταν.
ὡς δ' ὅτ' ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα
σαίνωσ': αἰεὶ γάρ τε φέρει μειλίγματα θυμου̃:
ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες
σαι̃νον: τοὶ δ' ἔδδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.
ἔσταν δ' ἐν προθύροισι θεα̃ς καλλιπλοκάμοιο,
Κίρκης δ' ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλη̨̃
ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἱ̃α θεάων
λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.
τοι̃σι δὲ μύθων ἠ̃ρχε Πολίτησ, ὄρχαμος ἀνδρω̃ν,
ὅς μοι κήδιστος ἑτάρων ἠ̃ν κεδνότατός τε:

   "ὠ̃ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν
καλὸν ἀοιδιάει, δάπεδον δ' ἅπαν ἀμφιμέμυκεν,
ἢ θεὸς ἠὲ γυνή: ἀλλὰ φθεγγώμεθα θα̃σσον."

   ὣς ἄρ' ἐφώνησεν, τοὶ δ' ἐφθέγγοντο καλευ̃ντεσ.
ἡ δ' αἰ̃ψ' ἐξελθου̃σα θύρας ὤϊξε φαεινὰς
καὶ κάλει: οἱ δ' ἅμα πάντες ἀϊδρείη̨σιν ἕποντο:
Εὐρύλοχος δ' ὑπέμεινεν: ὀΐσατο γὰρ δόλον εἰ̃ναι.
εἱ̃σεν δ' εἰσαγαγου̃σα κατὰ κλισμούς τε θρόνους τε,
ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν
οἴνω̨ Πραμνείω̨ ἐκύκα: ἀνέμισγε δὲ σίτω̨
φάρμακα λύγρ', ἵνα πάγχυ λαθοίατο πατρίδος αἴησ.
αὐτὰρ ἐπεὶ δω̃κέν τε καὶ ἔκπιον, αὐτίκ' ἔπειτα
ῥάβδω̨ πεπληγυι̃α κατὰ συφεοι̃σιν ἐέργνυ.
οἱ δὲ συω̃ν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε
καὶ δέμασ, αὐτὰρ νου̃ς ἠ̃ν ἔμπεδος ὡς τὸ πάρος περ.
ὣς οἱ μὲν κλαίοντες ἐέρχατο: τοι̃σι δὲ Κίρκη
πὰρ ἄκυλον βάλανόν τ' ἔβαλεν καρπόν τε κρανείης
ἔδμεναι, οἱ̃α σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.

   Εὐρύλοχος δ' ἂψ ἠ̃λθε θοὴν ἐπὶ νη̃α μέλαιναν,
ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.
οὐδέ τι ἐκφάσθαι δύνατο ἔποσ, ἱέμενός περ,
κη̃ρ ἄχεϊ μεγάλω̨ βεβολημένοσ: ἐν δέ οἱ ὄσσε
δακρυόφιν πίμπλαντο, γόον δ' ὠΐετο θυμόσ.
ἀλλ' ὅτε δή μιν πάντες ἀγαζόμεθ' ἐξερέοντεσ,
καὶ τότε τω̃ν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον:

   "ἤ̨ομεν, ὡς ἐκέλευεσ, ἀνὰ δρυμά, φαίδιμ' 'Οδυσσευ̃:
εὕρομεν ἐν βήσση̨σι τετυγμένα δώματα καλὰ
[ξεστοι̃σιν λάεσσι, περισκέπτω̨ ἐνὶ χώρω̨.]
ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγ' ἄειδεν
ἢ θεὸς ἠὲ γυνή: τοὶ δ' ἐφθέγγοντο καλευ̃ντεσ.
ἡ δ' αἰ̃ψ' ἐξελθου̃σα θύρας ὤϊξε φαεινὰς
καὶ κάλει: οἱ δ' ἅμα πάντες ἀϊδρείη̨σιν ἕποντο:
αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀϊσάμενος δόλον εἰ̃ναι.
οἱ δ' ἅμ' ἀϊστώθησαν ἀολλέεσ, οὐδέ τις αὐτω̃ν
ἐξεφάνη: δηρὸν δὲ καθήμενος ἐσκοπίαζον."

   ὣς ἔφατ', αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον
ὤμοιϊν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα:
τὸν δ' ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.
αὐτὰρ ὅ γ' ἀμφοτέρη̨σι λαβὼν ἐλλίσσετο γούνων
[καί μ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:]

   "μή μ' ἄγε κει̃σ' ἀέκοντα, διοτρεφέσ, ἀλλὰ λίπ' αὐτου̃:
οἰ̃δα γὰρ ὡς οὔτ' αὐτὸς ἐλεύσεαι οὔτε τιν' ἄλλον
ἄξεις σω̃ν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θα̃σσον
φεύγωμεν: ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἠ̃μαρ."

   ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
"Εὐρύλοχ', ἠ̃ τοι μὲν σὺ μέν' αὐτου̃ τω̨̃δ' ἐνὶ χώρω̨
ἔσθων καὶ πίνων κοίλη̨ παρὰ νηὶ̈ μελαίνη̨:
αὐτὰρ ἐγὼν εἰ̃μι: κρατερὴ δέ μοι ἔπλετ' ἀνάγκη."

   ὣς εἰπὼν παρὰ νηὸς ἀπήϊον ἠδὲ θαλάσσησ.
ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας
Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δω̃μα,
ἔνθα μοι 'Ερμείας χρυσόρραπις ἀντεβόλησεν
ἐρχομένω̨ πρὸς δω̃μα, νεηνίη̨ ἀνδρὶ ἐοικώσ,
πρω̃τον ὑπηνήτη̨, του̃ περ χαριεστάτη ἥβη:
ἔν τ' ἄρα μοι φυ̃ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

   "πη̨̃ δὴ αὐ̃τ', ὠ̃ δύστηνε, δι' ἄκριας ἔρχεαι οἰ̃οσ,
χώρου ἄϊδρις ἐών; ἕταροι δέ τοι οἵδ' ἐνὶ Κίρκης
ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμω̃νας ἔχοντεσ.
ἠ̃ τοὺς λυσόμενος δευ̃ρ' ἔρχεαι; οὐδέ σέ φημι
αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γ' ἔνθα περ ἄλλοι.
ἀλλ' ἄγε δή σε κακω̃ν ἐκλύσομαι ἠδὲ σαώσω:
τη̃, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης
ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκη̨σιν κακὸν ἠ̃μαρ.
πάντα δέ τοι ἐρέω ὀλοφώϊα δήνεα Κίρκησ.
τεύξει τοι κυκεω̃, βαλέει δ' ἐν φάρμακα σίτω̨:
ἀλλ' οὐδ' ὡ̃ς θέλξαι σε δυνήσεται: οὐ γὰρ ἐάσει
φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.
ὁππότε κεν Κίρκη σ' ἐλάση̨ περιμήκεϊ ῥάβδω̨,
δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηρου̃
Κίρκη̨ ἐπαΐξαι ὥς τε κτάμεναι μενεαίνων.
ἡ δέ σ' ὑποδδείσασα κελήσεται εὐνηθη̃ναι:
ἔνθα σὺ μηκέτ' ἔπειτ' ἀπανήνασθαι θεου̃ εὐνήν,
ὄφρα κέ τοι λύση̨ θ' ἑτάρους αὐτόν τε κομίσση̨:
ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι
μή τί τοι αὐτω̨̃ πη̃μα κακὸν βουλευσέμεν ἄλλο,
μή σ' ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήη̨."

   ὣς ἄρα φωνήσας πόρε φάρμακον 'Αργεϊφόντης
ἐκ γαίης ἐρύσας καί μοι φύσιν αὐτου̃ ἔδειξε.
ῥίζη̨ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθοσ:
μω̃λυ δέ μιν καλέουσι θεοί, χαλεπὸν δέ τ' ὀρύσσειν
ἀνδράσι γε θνητοι̃σι: θεοὶ δέ τε πάντα δύνανται.

   'Ερμείας μὲν ἔπειτ' ἀπέβη πρὸς μακρὸν 'Όλυμπον
νη̃σον ἀν' ὑλήεσσαν, ἐγὼ δ' ἐς δώματα Κίρκης
ἤϊα: πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
ἔστην δ' εἰνὶ θύρη̨σι θεα̃ς καλλιπλοκάμοιο:
ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδη̃σ.
ἡ δ' αἰ̃ψ' ἐξελθου̃σα θύρας ὤϊξε φαεινὰς
καὶ κάλει: αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἠ̃τορ.
εἱ̃σε δέ μ' εἰσαγαγου̃σα ἐπὶ θρόνου ἀργυροήλου,
[καλου̃ δαιδαλέου: ὑπὸ δὲ θρη̃νυς ποσὶν ἠ̃εν:]
τευ̃χε δέ μοι κυκεω̃ χρυσέω̨ δέπα̨, ὄφρα πίοιμι,
ἐν δέ τε φάρμακον ἡ̃κε, κακὰ φρονέουσ' ἐνὶ θυμω̨̃.
αὐτὰρ ἐπεὶ δω̃κέν τε καὶ ἔκπιον οὐδέ μ' ἔθελξε,
ῥάβδω̨ πεπληγυι̃α ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

   "ἔρχεο νυ̃ν συφεόνδε, μετ' ἄλλων λέξο ἑταίρων."
ὣς φάτ', ἐγὼ δ' ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηρου̃
Κίρκη̨ ἐπήϊξα ὥς τε κτάμεναι μενεαίνων.
ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων
καί μ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:

   "τίς πόθεν εἰς ἀνδρω̃ν; πόθι τοι πόλις ἠδὲ τοκη̃εσ;
θαυ̃μά μ' ἔχει, ὡς οὔ τι πιὼν τάδε φάρμακ' ἐθέλχθησ.
οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακ' ἀνέτλη,
ὅς κε πίη̨ καὶ πρω̃τον ἀμείψεται ἕρκος ὀδόντων:
σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.
ἠ̃ σύ γ' 'Οδυσσεύς ἐσσι πολύτροποσ, ὅν τέ μοι αἰεὶ
φάσκεν ἐλεύσεσθαι χρυσόρραπις 'Αργεϊφόντησ,
ἐκ Τροίης ἀνιόντα θοη̨̃ σὺν νηὶ̈ μελαίνη̨.
ἀλλ' ἄγε δὴ κολεω̨̃ μὲν ἄορ θέο, νω̃ϊ δ' ἔπειτα
εὐνη̃ς ἡμετέρης ἐπιβήομεν, ὄφρα μιγέντε
εὐνη̨̃ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν."

   ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
"ὠ̃ Κίρκη, πω̃ς γάρ με κέλη̨ σοὶ ἤπιον εἰ̃ναι,
ἥ μοι συ̃ς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρουσ,
αὐτὸν δ' ἐνθάδ' ἔχουσα δολοφρονέουσα κελεύεις
ἐς θάλαμόν τ' ἰέναι καὶ ση̃ς ἐπιβήμεναι εὐνη̃σ,
ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήη̨σ.
οὐδ' ἂν ἐγώ γ' ἐθέλοιμι τεη̃ς ἐπιβήμεναι εὐνη̃σ,
εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,
μή τί μοι αὐτω̨̃ πη̃μα κακὸν βουλευσέμεν ἄλλο."

   ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀπώμνυεν, ὡς ἐκέλευον.
αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
καὶ τότ' ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνη̃σ.

   ἀμφίπολοι δ' ἄρα τει̃ος ἐνὶ μεγάροισι πένοντο
τέσσαρεσ, αἵ οἱ δω̃μα κάτα δρήστειραι ἔασι.
γίνονται δ' ἄρα ταί γ' ἔκ τε κρηνέων ἀπό τ' ἀλσέων
ἔκ θ' ἱερω̃ν ποταμω̃ν, οἵ τ' εἰς ἅλαδε προρέουσι.
τάων ἡ μὲν ἔβαλλε θρόνοισ' ἔνι ῥήγεα καλὰ
πορφύρεα καθύπερθ', ὑπένερθε δὲ λι̃θ' ὑπέβαλλεν:
ἡ δ' ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας
ἀργυρέασ, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια:
ἡ δὲ τρίτη κρητη̃ρι μελίφρονα οἰ̃νον ἐκίρνα
ἡδὺν ἐν ἀργυρέω̨, νέμε δὲ χρύσεια κύπελλα:
ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πυ̃ρ ἀνέκαιε
πολλὸν ὑπὸ τρίποδι μεγάλω̨: ἰαίνετο δ' ὕδωρ.
αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκω̨̃,
ἔς ῥ' ἀσάμινθον ἕσασα λό' ἐκ τρίποδος μεγάλοιο,
θυμη̃ρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,
ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.
αὐτὰρ ἐπεὶ λου̃σέν τε καὶ ἔχρισεν λίπ' ἐλαίω̨,
ἀμφὶ δέ με χλαι̃ναν καλὴν βάλεν ἠδὲ χιτω̃να,
εἱ̃σε δέ μ' εἰσαγαγου̃σα ἐπὶ θρόνου ἀργυροήλου,
καλου̃ δαιδαλέου: ὑπὸ δὲ θρη̃νυς ποσὶν ἠ̃εν:
[χέρνιβα δ' ἀμφίπολος προχόω̨ ἐπέχευε φέρουσα
καλη̨̃ χρυσείη̨, ὑπὲρ ἀργυρέοιο λέβητοσ,
νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σι̃τον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ' ἐπιθει̃σα, χαριζομένη παρεόντων:]
ἐσθέμεναι δ' ἐκέλευεν: ἐμω̨̃ δ' οὐχ ἥνδανε θυμω̨̃,
ἀλλ' ἥμην ἀλλοφρονέων, κακὰ δ' ὄσσετο θυμόσ.

   Κίρκη δ' ὡς ἐνόησεν ἔμ' ἥμενον οὐδ' ἐπὶ σίτω̨
χει̃ρας ἰάλλοντα, στυγερὸν δέ με πένθος ἔχοντα,
ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα:

   "τίφθ' οὕτωσ, 'Οδυσευ̃, κατ' ἄρ' ἕζεαι ἰ̃σος ἀναύδω̨,
θυμὸν ἔδων, βρώμης δ' οὐχ ἅπτεαι οὐδὲ ποτη̃τοσ;
ἠ̃ τινά που δόλον ἄλλον ὀΐεαι; οὐδέ τί σε χρὴ
δειδίμεν: ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον."

   ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
"ὠ̃ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτη̃τοσ,
πρὶν λύσασθ' ἑτάρους καὶ ἐν ὀφθαλμοι̃σιν ἰδέσθαι;
ἀλλ' εἰ δὴ πρόφρασσα πιει̃ν φαγέμεν τε κελεύεισ,
λυ̃σον, ἵν' ὀφθαλμοι̃σιν ἴδω ἐρίηρας ἑταίρουσ."

   ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει
ῥάβδον ἔχουσ' ἐν χειρί, θύρας δ' ἀνέω̨ξε συφειου̃,
ἐκ δ' ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.
οἱ μὲν ἔπειτ' ἔστησαν ἐναντίοι, ἡ δὲ δι' αὐτω̃ν
ἐρχομένη προσάλειφεν ἑκάστω̨ φάρμακον ἄλλο.
τω̃ν δ' ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε
φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη:
ἄνδρες δ' ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἠ̃σαν
καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.
ἔγνωσαν δέ με κει̃νοι, ἔφυν τ' ἐν χερσὶν ἕκαστοσ:
πα̃σιν δ' ἱμερόεις ὑπέδυ γόοσ, ἀμφὶ δὲ δω̃μα
σμερδαλέον κονάβιζε: θεὰ δ' ἐλέαιρε καὶ αὐτή.
ἡ δέ μευ ἄγχι στα̃σα προσηύδα δι̃α θεάων:

   "διογενὲς Λαερτιάδη, πολυμήχαν' 'Οδυσσευ̃,
ἔρχεο νυ̃ν ἐπὶ νη̃α θοὴν καὶ θι̃να θαλάσσησ.
νη̃α μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,
κτήματα δ' ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα:
αὐτὸς δ' ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρουσ."

   ὣς ἔφατ', αὐτὰρ ἐμοί γ' ἐπεπείθετο θυμὸς ἀγήνωρ,
βη̃ν δ' ἰέναι ἐπὶ νη̃α θοὴν καὶ θι̃να θαλάσσησ.
εὑ̃ρον ἔπειτ' ἐπὶ νηὶ̈ θοη̨̃ ἐρίηρας ἑταίρους
οἴκτρ' ὀλοφυρομένουσ, θαλερὸν κατὰ δάκρυ χέοντασ.
ὡς δ' ὅτε ἄγραυλοι πόριες περὶ βου̃ς ἀγελαίασ,
ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,
πα̃σαι ἅμα σκαίρουσιν ἐναντίαι: οὐδ' ἔτι σηκοὶ
ἴσχουσ', ἀλλ' ἁδινὸν μυκώμεναι ἀμφιθέουσι
μητέρασ: ὣς ἐμὲ κει̃νοι, ἐπεὶ ἴδον ὀφθαλμοι̃σι,
δακρυόεντες ἔχυντο: δόκησε δ' ἄρα σφίσι θυμὸς
ὣς ἔμεν, ὡς εἰ πατρίδ' ἱκοίατο καὶ πόλιν αὐτὴν
τρηχείης 'Ιθάκησ, ἵνα τ' ἔτραφον ἠδ' ἐγένοντο:
καί μ' ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων:

   "σοὶ μὲν νοστήσαντι, διοτρεφέσ, ὣς ἐχάρημεν,
ὡς εἴ τ' εἰς 'Ιθάκην ἀφικοίμεθα πατρίδα γαι̃αν:
ἀλλ' ἄγε, τω̃ν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον."

   ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοι̃σ' ἐπέεσσι:
"νη̃α μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,
κτήματα δ' ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα:
αὐτοὶ δ' ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,
ὄφρα ἴδηθ' ἑτάρους ἱεροι̃σ' ἐν δώμασι Κίρκης
πίνοντας καὶ ἔδοντασ: ἐπηετανὸν γὰρ ἔχουσιν."

   ὣς ἐφάμην, οἱ δ' ὠ̃κα ἐμοι̃σ' ἐπέεσσι πίθοντο:
Εὐρύλοχος δέ μοι οἰ̃ος ἐρύκακε πάντας ἑταίρους
[καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:]

   "ἀ̃ δειλοί, πόσ' ἴμεν; τί κακω̃ν ἱμείρετε τούτων;
Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας
ἢ συ̃ς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντασ,
οἵ κέν οἱ μέγα δω̃μα φυλάσσοιμεν καὶ ἀνάγκη̨,
ὥς περ Κύκλωψ ἕρξ', ὅτε οἱ μέσσαυλον ἵκοντο
ἡμέτεροι ἕταροι, σὺν δ' ὁ θρασὺς εἵπετ' 'Οδυσσεύσ:
τούτου γὰρ καὶ κει̃νοι ἀτασθαλίη̨σιν ὄλοντο."

   ὣς ἔφατ', αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηρου̃,
τω̨̃ οἱ ἀποτμήξας κεφαλὴν οὐ̃δάσδε πελάσσαι,
καὶ πηω̨̃ περ ἐόντι μάλα σχεδόν: ἀλλά μ' ἑται̃ροι
μειλιχίοισ' ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλοσ:

   "διογενέσ, του̃τον μὲν ἐάσομεν, εἰ σὺ κελεύεισ,
αὐτου̃ πὰρ νηΐ τε μένειν καὶ νη̃α ἔρυσθαι:
ἡμι̃ν δ' ἡγεμόνευ' ἱερὰ πρὸς δώματα Κίρκησ."

   ὣς φάμενοι παρὰ νηὸς ἀνήϊον ἠδὲ θαλάσσησ.
οὐδὲ μὲν Εὐρύλοχος κοίλη̨ παρὰ νηὶ̈ λέλειπτο,
ἀλλ' ἔπετ': ἔδδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.

   τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη
ἐνδυκέως λου̃σέν τε καὶ ἔχρισεν λίπ' ἐλαίω̨,
ἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτω̃νασ:
δαινυμένους δ' εὐ̃ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.
οἱ δ' ἐπεὶ ἀλλήλους εἰ̃δον φράσσαντό τ' ἐσάντα,
κλαι̃ον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δω̃μα.
ἡ δέ μευ ἄγχι στα̃σα προσηύδα δι̃α θεάων:

   ["διογενὲς Λαερτιάδη, πολυμήχαν' 'Οδυσσευ̃,]
μηκέτι νυ̃ν θαλερὸν γόον ὄρνυτε: οἰ̃δα καὶ αὐτή,
ἠμὲν ὅσ' ἐν πόντω̨ πάθετ' ἄλγεα ἰχθυόεντι,
ἠδ' ὅσ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου.
ἀλλ' ἄγετ' ἐσθίετε βρώμην καὶ πίνετε οἰ̃νον,
εἰς ὅ κεν αὐ̃τις θυμὸν ἐνὶ στήθεσσι λάβητε,
οἱ̃ον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαι̃αν
τρηχείης 'Ιθάκησ: νυ̃ν δ' ἀσκελέες καὶ ἄθυμοι,
αἰὲν ἄλης χαλεπη̃ς μεμνημένοι: οὐδέ ποθ' ὕμιν
θυμὸς ἐν εὐφροσύνη̨, ἐπεὶ ἠ̃ μάλα πολλὰ πέπασθε."

   ὣς ἔφαθ', ἡμι̃ν δ' αὐ̃τ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
ἥμεθα, δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ:
ἀλλ' ὅτε δή ῥ' ἐνιαυτὸς ἔην, περὶ δ' ἔτραπον ὡ̃ραι,
[μηνω̃ν φθινόντων, περὶ δ' ἤματα μακρὰ τελέσθη,]
καὶ τότε μ' ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑται̃ροι:

   "δαιμόνι', ἤδη νυ̃ν μιμνή̨σκεο πατρίδος αἴησ,
εἴ τοι θέσφατόν ἐστι σαωθη̃ναι καὶ ἱκέσθαι
οἰ̃κον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαι̃αν."

   [ὣς ἔφαν, αὐτὰρ ἐμοί γ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ὣς τότε μὲν πρόπαν ἠ̃μαρ ἐς ἠέλιον καταδύντα
ἥμεθα, δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ.
ἠ̃μος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἠ̃λθεν,
οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.]

   αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνη̃ς
γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδη̃σ,
[καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:]

   "ὠ̃ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν, ἥν περ ὑπέστησ,
οἴκαδε πεμψέμεναι: θυμὸς δέ μοι ἔσσυται ἤδη
ἠδ' ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κη̃ρ
ἀμφ' ἔμ' ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι."

   ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δι̃α θεάων:
"διογενὲς Λαερτιάδη, πολυμήχαν' 'Οδυσσευ̃,
μηκέτι νυ̃ν ἀέκοντες ἐμω̨̃ ἐνὶ μίμνετε οἴκω̨.
ἀλλ' ἄλλην χρὴ πρω̃τον ὁδὸν τελέσαι καὶ ἱκέσθαι
εἰς 'Αΐδαο δόμους καὶ ἐπαινη̃ς Περσεφονείης
ψυχη̨̃ χρησομένους Θηβαίου Τειρεσίαο,
μάντιος ἀλαου̃, του̃ τε φρένες ἔμπεδοί εἰσι:
τω̨̃ καὶ τεθνηω̃τι νόον πόρε Περσεφόνεια
οἴω̨ πεπνυ̃σθαι: τοὶ δὲ σκιαὶ ἀΐσσουσιν."

   ὣς ἔφατ', αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἠ̃τορ:
κλαι̃ον δ' ἐν λεχέεσσι καθήμενοσ, οὐδέ νύ μοι κη̃ρ
ἤθελ' ἔτι ζώειν καὶ ὁρα̃ν φάος ἠελίοιο.
αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον:

   "ὠ̃ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;
εἰς 'Άϊδος δ' οὔ πώ τις ἀφίκετο νηὶ̈ μελαίνη̨."

   ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δι̃α θεάων:
["διογενὲς Λαερτιάδη, πολυμήχαν' 'Οδυσσευ̃,]
μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ̈ μελέσθω:
ἱστὸν δὲ στήσας ἀνά θ' ἱστία λευκὰ πετάσσας
ἡ̃σθαι: τὴν δέ κέ τοι πνοιὴ βορέαο φέρη̨σιν.
ἀλλ' ὁπότ' ἂν δὴ νηὶ̈ δι' 'Ωκεανοι̃ο περήση̨σ,
ἔνθ' ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης
μακραί τ' αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,
νη̃α μὲν αὐτου̃ κέλσαι ἐπ' 'Ωκεανω̨̃ βαθυδίνη̨,
αὐτὸς δ' εἰς 'Αΐδεω ἰέναι δόμον εὐρώεντα.
ἔνθα μὲν εἰς 'Αχέροντα Πυριφλεγέθων τε ῥέουσι
Κώκυτός θ', ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,
πέτρη τε ξύνεσίς τε δύω ποταμω̃ν ἐριδούπων:
ἔνθα δ' ἔπειθ', ἥρωσ, χριμφθεὶς πέλασ, ὥς σε κελεύω,
βόθρον ὀρύξαι ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
ἀμφ' αὐτω̨̃ δὲ χοὴν χει̃σθαι πα̃σιν νεκύεσσι,
πρω̃τα μελικρήτω̨, μετέπειτα δὲ ἡδέϊ οἴνω̨,
τὸ τρίτον αὐ̃θ' ὕδατι: ἐπὶ δ' ἄλφιτα λευκὰ παλύνειν.
πολλὰ δὲ γουνου̃σθαι νεκύων ἀμενηνὰ κάρηνα,
ἐλθὼν εἰς 'Ιθάκην στει̃ραν βου̃ν, ἥ τις ἀρίστη,
ῥέξειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσθλω̃ν,
Τειρεσίη̨ δ' ἀπάνευθεν ὄϊν ἱερευσέμεν οἴω̨
παμμέλαν', ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.
αὐτὰρ ἐπὴν εὐχη̨̃σι λίση̨ κλυτὰ ἔθνεα νεκρω̃ν,
ἔνθ' ὄϊν ἀρνειὸν ῥέζειν θη̃λύν τε μέλαιναν
εἰς 'Έρεβος στρέψασ, αὐτὸς δ' ἀπονόσφι τραπέσθαι
ἱέμενος ποταμοι̃ο ῥοάων: ἔνθα δὲ πολλαὶ
ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.
δὴ τότ' ἔπειθ' ἑτάροισιν ἐποτρυ̃ναι καὶ ἀνω̃ξαι
μη̃λα, τὰ δὴ κατάκειτ' ἐσφαγμένα νηλέϊ χαλκω̨̃,
δείραντας κατακη̃αι, ἐπεύξασθαι δὲ θεοι̃σιν,
ἰφθίμω̨ τ' 'Αΐδη̨ καὶ ἐπαινη̨̃ Περσεφονείη̨:
αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηρου̃
ἡ̃σθαι, μηδὲ ἐα̃ν νεκύων ἀμενηνὰ κάρηνα
αἵματος ἄσσον ἴμεν πρὶν Τειρεσίαο πυθέσθαι.
ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαω̃ν,
ὅς κέν τοι εἴπη̨σιν ὁδὸν καὶ μέτρα κελεύθου
νόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα."

   ὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν 'Ηώσ.
ἀμφὶ δέ με χλαι̃νάν τε χιτω̃νά τε εἵματα ἕσσεν:
αὐτὴ δ' ἀργύφεον φα̃ρος μέγα ἕννυτο νύμφη,
λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ' ἰξυι̃
καλὴν χρυσείην, κεφαλη̨̃ δ' ἐπέθηκε καλύπτρην.
αὐτὰρ ἐγὼ διὰ δώματ' ἰὼν ὤτρυνον ἑταίρους
μειλιχίοισ' ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον:

   "μηκέτι νυ̃ν εὕδοντες ἀωτει̃τε γλυκὺν ὕπνον,
ἀλλ' ἴομεν: δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη."

   ὣς ἐφάμην, τοι̃σιν δ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
οὐδὲ μὲν οὐδ' ἔνθεν περ ἀπήμονας ἠ̃γον ἑταίρουσ.
'Ελπήνωρ δέ τις ἔσκε νεώτατοσ, οὔτε τι λίην
ἄλκιμος ἐν πολέμω̨ οὔτε φρεσὶν ἡ̨̃σιν ἀρηρώσ,
ὅς μοι ἄνευθ' ἑτάρων ἱεροι̃σ' ἐν δώμασι Κίρκησ,
ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων:
κινυμένων δ' ἑτάρων ὅμαδον καὶ δου̃πον ἀκούσας
ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ἡ̨̃σιν
ἄψορρον καταβη̃ναι ἰὼν ἐς κλίμακα μακρήν,
ἀλλὰ καταντικρὺ τέγεος πέσεν: ἐκ δέ οἱ αὐχὴν
ἀστραγάλων ἐάγη, ψυχὴ δ' 'Άϊδόσδε κατη̃λθεν.
ἐρχομένοισι δὲ τοι̃σιν ἐγὼ μετὰ μυ̃θον ἔειπον:

   "φάσθε νύ που οἰ̃κόνδε φίλην ἐς πατρίδα γαι̃αν
ἔρχεσθ': ἄλλην δ' ἡ̃μιν ὁδὸν τεκμήρατο Κίρκη
εἰς 'Αΐδαο δόμους καὶ ἐπαινη̃ς Περσεφονείης
ψυχη̨̃ χρησομένους θηβαίου Τειρεσίαο."

   ὣς ἐφάμην, τοι̃σιν δὲ κατεκλάσθη φίλον ἠ̃τορ,
ἑζόμενοι δὲ κατ' αὐ̃θι γόων τίλλοντό τε χαίτασ:
ἀλλ' οὐ γάρ τις πρη̃ξις ἐγίνετο μυρομένοισιν.

   ἀλλ' ὅτε δή ῥ' ἐπὶ νη̃α θοὴν καὶ θι̃να θαλάσσης
ἤ̨ομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντεσ,
τόφρα δ' ἄρ' οἰχομένη Κίρκη παρὰ νηὶ̈ μελαίνη̨
ἀρνειὸν κατέδησεν ὄϊν θη̃λύν τε μέλαιναν,
ῥει̃α παρεξελθου̃σα: τίς ἂν θεὸν οὐκ ἐθέλοντα
ὀφθαλμοι̃σιν ἴδοιτ' ἢ ἔνθ' ἢ ἔνθα κιόντα;