ΟΔΥΣΣΕΙΑΣ Λ

Αὐτὰρ ἐπεί ῥ' ἐπὶ νη̃α κατήλθομεν ἠδὲ θάλασσαν,
νη̃α μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δι̃αν,
ἐν δ' ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ̈ μελαίνη̨,
ἐν δὲ τὰ μη̃λα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ
βαίνομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντεσ.
ἡμι̃ν δ' αὐ̃ κατόπισθε νεὸς κυανοπρώ̨ροιο
ἴκμενον οὐ̃ρον ἵει πλησίστιον, ἐσθλὸν ἑται̃ρον,
Κίρκη ἐϋπλόκαμοσ, δεινὴ θεὸς αὐδήεσσα.
ἡμει̃ς δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νη̃α
ἥμεθα: τὴν δ' ἄνεμός τε κυβερνήτης τ' ἴθυνε.
τη̃ς δὲ πανημερίης τέταθ' ἱστία ποντοπορούσησ.
δύσετό τ' ἠέλιος σκιόωντό τε πα̃σαι ἀγυιαί:
ἡ δ' ἐς πείραθ' ἵκανε βαθυρρόου 'Ωκεανοι̃ο.

   ἔνθα δὲ Κιμμερίων ἀνδρω̃ν δη̃μός τε πόλις τε,
ἠέρι καὶ νεφέλη̨ κεκαλυμμένοι: οὐδέ ποτ' αὐτοὺς
'Ηέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,
οὔθ' ὁπότ' ἂν στείχη̨σι πρὸς οὐρανὸν ἀστερόεντα,
οὔθ' ὅτ' ἂν ἂψ ἐπὶ γαι̃αν ἀπ' οὐρανόθεν προτράπηται,
ἀλλ' ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοι̃σι βροτοι̃σι.
νη̃α μὲν ἔνθ' ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μη̃λα
εἱλόμεθ': αὐτοὶ δ' αὐ̃τε παρὰ ῥόον 'Ωκεανοι̃ο
ἤ̨ομεν, ὄφρ' ἐς χω̃ρον ἀφικόμεθ', ὃν φράσε Κίρκη.

   ἔνθ' ἱερήϊα μὲν Περιμήδης Εὐρύλοχός τε
ἔσχον: ἐγὼ δ' ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηρου̃
βόθρον ὄρυξ' ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
ἀμφ' αὐτω̨̃ δὲ χοὴν χεόμην πα̃σιν νεκύεσσι,
πρω̃τα μελικρήτω̨, μετέπειτα δὲ ἡδέϊ οἴνω̨,
τὸ τρίτον αὐ̃θ' ὕδατι: ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνον.
πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,
ἐλθὼν εἰς 'Ιθάκην στει̃ραν βου̃ν, ἥ τις ἀρίστη,
ῥέξειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσθλω̃ν,
Τειρεσίη̨ δ' ἀπάνευθεν ὄϊν ἱερευσέμεν οἴω̨
παμμέλαν', ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
τοὺς δ' ἐπεὶ εὐχωλη̨̃σι λιτη̨̃σί τε, ἔθνεα νεκρω̃ν,
ἐλλισάμην, τὰ δὲ μη̃λα λαβὼν ἀπεδειροτόμησα
ἐς βόθρον, ῥέε δ' αἱ̃μα κελαινεφέσ: αἱ δ' ἀγέροντο
ψυχαὶ ὑπὲξ 'Ερέβευς νεκύων κατατεθνηώτων:
νύμφαι τ' ἠΐθεοί τε πολύτλητοί τε γέροντες
παρθενικαί τ' ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,
πολλοὶ δ' οὐτάμενοι χαλκήρεσιν ἐγχείη̨σιν,
ἄνδρες ἀρηΐφατοι, βεβροτωμένα τεύχε' ἔχοντεσ:
οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος
θεσπεσίη̨ ἰαχη̨̃: ἐμὲ δὲ χλωρὸν δέος ἥ̨ρει.
δὴ τότ' ἔπειθ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
μη̃λα, τὰ δὴ κατέκειτ' ἐσφαγμένα νηλέϊ χαλκω̨̃,
δείραντας κατακη̃αι, ἐπεύξασθαι δὲ θεοι̃σιν,
ἰφθίμω̨ τ' 'Αΐδη̨ καὶ ἐπαινη̨̃ Περσεφονείη̨:
αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηρου̃
ἥμην οὐδ' εἴων νεκύων ἀμενηνὰ κάρηνα
αἵματος ἄσσον ἴμεν πρὶν Τειρεσίαο πυθέσθαι.

   πρώτη δὲ ψυχὴ 'Ελπήνορος ἠ̃λθεν ἑταίρου:
οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείησ:
σω̃μα γὰρ ἐν Κίρκης μεγάρω̨ κατελείπομεν ἡμει̃ς
ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.
τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμω̨̃
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:

   "'Ελπη̃νορ, πω̃ς ἠ̃λθες ὑπὸ ζόφον ἠερόεντα;
ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ̈ μελαίνη̨."

   ὣς ἐφάμην, ὁ δέ μ' οἰμώξας ἠμείβετο μύθω̨:
["διογενὲς Λαερτιάδη, πολυμήχαν' 'Οδυσσευ̃,]
ἀ̃σέ με δαίμονος αἰ̃σα κακὴ καὶ ἀθέσφατος οἰ̃νοσ:
Κίρκης δ' ἐν μεγάρω̨ καταλέγμενος οὐκ ἐνόησα
ἄψορρον καταβη̃ναι ἰὼν ἐς κλίμακα μακρήν,
ἀλλὰ καταντικρὺ τέγεος πέσον: ἐκ δέ μοι αὐχὴν
ἀστραγάλων ἐάγη, ψυχὴ δ' 'Άϊδόσδε κατη̃λθε.
νυ̃ν δέ σε τω̃ν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,
πρός τ' ἀλόχου καὶ πατρόσ, ὅ σ' ἔτρεφε τυτθὸν ἐόντα,
Τηλεμάχου θ', ὃν μου̃νον ἐνὶ μεγάροισιν ἔλειπεσ:
οἰ̃δα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ 'Αΐδαο
νη̃σον ἐς Αἰαίην σχήσεις εὐεργέα νη̃α:
ἔνθα σ' ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμει̃ο.
μή μ' ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
νοσφισθείσ, μή τοί τι θεω̃ν μήνιμα γένωμαι,
ἀλλά με κακκη̃αι σὺν τεύχεσιν, ἅσσα μοί ἐστι,
ση̃μά τέ μοι χευ̃αι πολιη̃ς ἐπὶ θινὶ θαλάσσησ,
ἀνδρὸς δυστήνοιο, καὶ ἐσσομένοισι πυθέσθαι:
ταυ̃τά τέ μοι τελέσαι πη̃ξαί τ' ἐπὶ τύμβω̨ ἐρετμόν,
τω̨̃ καὶ ζωὸς ἔρεσσον ἐὼν μετ' ἐμοι̃σ' ἑτάροισιν."

   ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
"ταυ̃τά τοι, ὠ̃ δύστηνε, τελευτήσω τε καὶ ἕρξω."

   νω̃ϊ μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροι̃σιν
ἥμεθ', ἐγὼ μὲν ἄνευθεν ἐφ' αἵματι φάσγανον ἴσχων,
εἴδωλον δ' ἑτέρωθεν ἑταίρου πόλλ' ἀγόρευεν.

   ἠ̃λθε δ' ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίησ,
Αὐτολύκου θυγάτηρ μεγαλήτορος 'Αντίκλεια,
τὴν ζωὴν κατέλειπον ἰὼν εἰς 'Ίλιον ἱρήν.
τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμω̨̃:
ἀλλ' οὐδ' ὡ̃ς εἴων προτέρην, πυκινόν περ ἀχεύων,
αἵματος ἄσσον ἴμεν πρὶν Τειρεσίαο πυθέσθαι.

   ἠ̃λθε δ' ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο,
χρύσεον σκη̃πτρον ἔχων, ἐμὲ δ' ἔγνω καὶ προσέειπε:

   ["διογενὲς Λαερτιάδη, πολυμήχαν' 'Οδυσσευ̃,]
τίπτ' αὐ̃τ', ὠ̃ δύστηνε, λιπὼν φάος ἠελίοιο
ἤλυθεσ, ὄφρα ἴδη̨ νέκυας καὶ ἀτερπέα χω̃ρον;
ἀλλ' ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,
αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω."

   ὣς φάτ', ἐγὼ δ' ἀναχασσάμενος ξίφος ἀργυρόηλον
κουλεω̨̃ ἐγκατέπηξ'. ὁ δ' ἐπεὶ πίεν αἱ̃μα κελαινόν,
καὶ τότε δή μ' ἐπέεσσι προσηύδα μάντις ἀμύμων:

   "νόστον δίζηαι μελιηδέα, φαίδιμ' 'Οδυσσευ̃:
τὸν δέ τοι ἀργαλέον θήσει θεόσ. οὐ γὰρ ὀΐω
λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμω̨̃,
χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσασ.
ἀλλ' ἔτι μέν κε καὶ ὡ̃σ, κακά περ πάσχοντεσ, ἵκοισθε,
αἴ κ' ἐθέλη̨ς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
ὁππότε κεν πρω̃τον πελάση̨ς εὐεργέα νη̃α
Θρινακίη̨ νήσω̨, προφυγὼν ἰοειδέα πόντον,
βοσκομένας δ' εὕρητε βόας καὶ ἴφια μη̃λα
'Ηελίου, ὃς πάντ' ἐφορα̨̃ καὶ πάντ' ἐπακούει.
τὰς εἰ μέν κ' ἀσινέας ἐάα̨ς νόστου τε μέδηαι,
καί κεν ἔτ' εἰς 'Ιθάκην, κακά περ πάσχοντεσ, ἵκοισθε:
εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ' ὄλεθρον
νηΐ τε καὶ ἑτάροισ'. αὐτὸς δ' εἴ πέρ κεν ἀλύξη̨σ,
ὀψὲ κακω̃ς νει̃αι, ὀλέσας ἄπο πάντας ἑταίρουσ,
νηὸς ἐπ' ἀλλοτρίησ: δήεις δ' ἐν πήματα οἴκω̨,
ἄνδρας ὑπερφιάλουσ, οἵ τοι βίοτον κατέδουσι
μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντεσ.
ἀλλ' ἠ̃ τοι κείνων γε βίας ἀποτείσεαι ἐλθών:
αὐτὰρ ἐπὴν μνηστη̃ρας ἐνὶ μεγάροισι τεοι̃σι
κτείνη̨ς ἠὲ δόλω̨ ἢ ἀμφαδὸν ὀξέϊ χαλκω̨̃,
ἔρχεσθαι δὴ ἔπειτα, λαβὼν εὐη̃ρες ἐρετμόν,
εἰς ὅ κε τοὺς ἀφίκηαι, οἳ οὐκ ἴσασι θάλασσαν
ἀνέρες οὐδέ θ' ἅλεσσι μεμιγμένον εἰ̃δαρ ἔδουσιν:
οὐδ' ἄρα τοὶ ἴσασι νέας φοινικοπαρή̨ουσ,
οὐδ' εὐήρε' ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
ση̃μα δέ τοι ἐρέω μάλ' ἀριφραδέσ, οὐδέ σε λήσει:
ὁππότε κεν δή τοι ξυμβλήμενος ἄλλος ὁδίτης
φήη̨ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμω̨ ὤμω̨,
καὶ τότε δὴ γαίη̨ πήξας εὐη̃ρες ἐρετμόν,
ἕρξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
ἀρνειὸν ταυ̃ρόν τε συω̃ν τ' ἐπιβήτορα κάπρον,
οἴκαδ' ἀποστείχειν ἕρδειν θ' ἱερὰς ἑκατόμβας
ἀθανάτοισι θεοι̃σι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
πα̃σι μάλ' ἑξείησ. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτω̨̃
ἀβληχρὸς μάλα τοι̃ος ἐλεύσεται, ὅς κέ σε πέφνη̨
γήρα̨ ὕπο λιπαρω̨̃ ἀρημένον: ἀμφὶ δὲ λαοὶ
ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω."

   ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
"Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
μητρὸς τήνδ' ὁρόω ψυχὴν κατατεθνηυίησ:
ἡ δ' ἀκέουσ' ἡ̃σται σχεδὸν αἵματος οὐδ' ἑὸν υἱὸν
ἔτλη ἐσάντα ἰδει̃ν οὐδὲ προτιμυθήσασθαι:
εἰπέ, ἄναξ, πω̃ς κέν με ἀναγνοίη τὸν ἐόντα;"

   ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε:
"ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐνὶ φρεσὶ θήσω:
ὅν τινα μέν κεν ἐα̨̃ς νεκύων κατατεθνηώτων
αἵματος ἄσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει:
ὡ̨̃ δέ κ' ἐπιφθονέη̨σ, ὁ δέ τοι πάλιν εἰ̃σιν ὀπίσσω."

   ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον 'Άϊδος εἴσω
Τειρεσίαο ἄνακτοσ, ἐπεὶ κατὰ θέσφατ' ἔλεξεν:
αὐτὰρ ἐγὼν αὐτου̃ μένον ἔμπεδον, ὄφρ' ἐπὶ μήτηρ
ἤλυθε καὶ πίεν αἱ̃μα κελαινεφέσ: αὐτίκα δ' ἔγνω
καί μ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:

   "τέκνον ἐμόν, πω̃ς ἠ̃λθες ὑπὸ ζόφον ἠερόεντα
ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοι̃σιν ὁρα̃σθαι.
μέσσω̨ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,
'Ωκεανὸς μὲν πρω̃τα, τὸν οὔ πως ἔστι περη̃σαι
πεζὸν ἐόντ', ἢν μή τις ἔχη̨ εὐεργέα νη̃α.
ἠ̃ νυ̃ν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδ' ἱκάνεις
νηΐ τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἠ̃λθες
εἰς 'Ιθάκην οὐδ' εἰ̃δες ἐνὶ μεγάροισι γυναι̃κα;"

   ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
"μη̃τερ ἐμή, χρειώ με κατήγαγεν εἰς 'Αΐδαο
ψυχη̨̃ χρησόμενον Θηβαίου Τειρεσίαο:
οὐ γάρ πω σχεδὸν ἠ̃λθον 'Αχαιΐδος οὐδέ πω ἁμη̃ς
γη̃ς ἐπέβην, ἀλλ' αἰὲν ἔχων ἀλάλημαι ὀϊζύν,
ἐξ οὑ̃ τὰ πρώτισθ' ἑπόμην 'Αγαμέμνονι δίω̨
'Ίλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μαχοίμην.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
ἢ δολιχὴ νου̃σοσ, ἠ̃ 'Άρτεμις ἰοχέαιρα
οἱ̃σ' ἀγανοι̃σι βέλεσσιν ἐποιχομένη κατέπεφνεν;
εἰπὲ δέ μοι πατρός τε καὶ υἱέοσ, ὃν κατέλειπον,
ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρασ, ἠ̃έ τις ἤδη
ἀνδρω̃ν ἄλλος ἔχει, ἐμὲ δ' οὐκέτι φασὶ νέεσθαι.
εἰπὲ δέ μοι μνηστη̃ς ἀλόχου βουλήν τε νόον τε,
ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει,
ἠ̃ ἤδη μιν ἔγημεν 'Αχαιω̃ν ὅς τις ἄριστοσ."

   ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο πότνια μήτηρ:
"καὶ λίην κείνη γε μένει τετληότι θυμω̨̃
σοι̃σιν ἐνὶ μεγάροισιν: ὀϊζυραὶ δέ οἱ αἰεὶ
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούση̨.
σὸν δ' οὔ πώ τις ἔχει καλὸν γέρασ, ἀλλὰ ἕκηλος
Τηλέμαχος τεμένεα νέμεται καὶ δαι̃τας ἐΐσας
δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρ' ἀλεγύνειν:
πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει
ἀγρω̨̃ οὐδὲ πόλινδε κατέρχεται: οὐδέ οἱ εὐναὶ
δέμνια καὶ χλαι̃ναι καὶ ῥήγεα σιγαλόεντα,
ἀλλ' ὅ γε χει̃μα μὲν εὕδει ὅθι δμω̃ες ἐνὶ οἴκω̨,
ἐν κόνι ἄγχι πυρόσ, κακὰ δὲ χροὶ̈ εἵματα εἱ̃ται:
αὐτὰρ ἐπὴν ἔλθη̨σι θέρος τεθαλυι̃ά τ' ὀπώρη,
πάντη̨ οἱ κατὰ γουνὸν ἀλω̨η̃ς οἰνοπέδοιο
φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.
ἔνθ' ὅ γε κει̃τ' ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει
σὸν νόστον ποθέων: χαλεπὸν δ' ἐπὶ γη̃ρας ἱκάνει.
οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον:
οὔτ' ἐμέ γ' ἐν μεγάροισιν ἐΰσκοπος ἰοχέαιρα
οἱ̃σ' ἀγανοι̃σι βέλεσσιν ἐποιχομένη κατέπεφνεν,
οὔτε τις οὐ̃ν μοι νου̃σος ἐπήλυθεν, ἥ τε μάλιστα
τηκεδόνι στυγερη̨̃ μελέων ἐξείλετο θυμόν:
ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμ' 'Οδυσσευ̃,
σή τ' ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα."

   ὣς ἔφατ', αὐτὰρ ἐγώ γ' ἔθελον φρεσὶ μερμηρίξας
μητρὸς ἐμη̃ς ψυχὴν ἑλέειν κατατεθνηυίησ.
τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,
τρὶς δέ μοι ἐκ χειρω̃ν σκιη̨̃ εἴκελον ἢ καὶ ὀνείρω̨
ἔπτατ': ἐμοὶ δ' ἄχος ὀξὺ γενέσκετο κηρόθι μα̃λλον,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:

   "μη̃τερ ἐμή, τί νύ μ' οὐ μίμνεις ἑλέειν μεμαω̃τα,
ὄφρα καὶ εἰν 'Αΐδαο φίλας περὶ χει̃ρε βαλόντε
ἀμφοτέρω κρυεροι̃ο τεταρπώμεσθα γόοιο;
ἠ̃ τί μοι εἴδωλον τόδ' ἀγαυὴ Περσεφόνεια
ὤτρυν', ὄφρ' ἔτι μα̃λλον ὀδυρόμενος στεναχίζω;"

   ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο πότνια μήτηρ:
"ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτω̃ν,
οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,
ἀλλ' αὕτη δίκη ἐστὶ βροτω̃ν, ὅτε τίς κε θάνη̨σιν.
οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἰ̃νες ἔχουσιν,
ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο
δαμνα̨̃, ἐπεί κε πρω̃τα λίπη̨ λεύκ' ὀστέα θυμόσ,
ψυχὴ δ' ἠΰτ' ὄνειρος ἀποπταμένη πεπότηται.
ἀλλὰ φόωσδε τάχιστα λιλαίεο: ταυ̃τα δὲ πάντα
ἴσθ', ἵνα καὶ μετόπισθε τεη̨̃ εἴπη̨σθα γυναικί."

   νω̃ϊ μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθ', αἱ δὲ γυναι̃κες
ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,
ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρεσ.
αἱ δ' ἀμφ' αἱ̃μα κελαινὸν ἀολλέες ἠγερέθοντο,
αὐτὰρ ἐγὼ βούλευον, ὅπως ἐρέοιμι ἑκάστην.
ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή:
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηρου̃
οὐκ εἴων πίνειν ἅμα πάσας αἱ̃μα κελαινόν.
αἱ δὲ προμνηστι̃ναι ἐπήϊσαν, ἠδὲ ἑκάστη
ὃν γόνον ἐξαγόρευεν: ἐγὼ δ' ἐρέεινον ἁπάσασ.

   ἔνθ' ἠ̃ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,
ἣ φάτο Σαλμωνη̃ος ἀμύμονος ἔκγονος εἰ̃ναι,
φη̃ δὲ Κρηθη̃ος γυνὴ ἔμμεναι Αἰολίδαο:
ἣ ποταμου̃ ἠράσσατ' 'Ενιπη̃ος θείοιο,
ὃς πολὺ κάλλιστος ποταμω̃ν ἐπὶ γαι̃αν ἵησι,
καί ῥ' ἐπ' 'Ενιπη̃ος πωλέσκετο καλὰ ῥέεθρα.
τω̨̃ δ' ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
ἐν προχοη̨̃ς ποταμου̃ παρελέξατο δινήεντοσ:
πορφύρεον δ' ἄρα κυ̃μα περιστάθη οὔρεϊ ἰ̃σον,
κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναι̃κα.
[λυ̃σε δὲ παρθενίην ζώνην, κατὰ δ' ὕπνον ἔχευεν.]
αὐτὰρ ἐπεί ῥ' ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
ἔν τ' ἄρα οἱ φυ̃ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

   "χαι̃ρε, γύναι, φιλότητι: περιπλομένου δ' ἐνιαυτου̃
τέξεαι ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
ἀθανάτων: σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
νυ̃ν δ' ἔρχευ πρὸς δω̃μα καὶ ἴσχεο μηδ' ὀνομήνη̨σ:
αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων."

   ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
ἡ δ' ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλη̃α,
τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην
ἀμφοτέρω: Πελίης μὲν ἐν εὐρυχόρω̨ 'Ιαολκω̨̃
ναι̃ε πολύρρηνοσ, ὁ δ' ἄρ' ἐν Πύλω̨ ἠμαθόεντι.
τοὺς δ' ἑτέρους Κρηθη̃ϊ τέκεν βασίλεια γυναικω̃ν,
Αἴσονά τ' ἠδὲ Φέρητ' 'Αμυθάονά θ' ἱππιοχάρμην.

   τὴν δὲ μέτ' 'Αντιόπην ἴδον, 'Ασωποι̃ο θύγατρα,
ἣ δὴ καὶ Διὸς εὔχετ' ἐν ἀγκοίνη̨σιν ἰαυ̃σαι,
καί ῥ' ἔτεκεν δύο παι̃δ', 'Αμφίονά τε Ζη̃θόν τε,
οἳ πρω̃τοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο
πύργωσάν τ', ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ' ἐδύναντο
ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.

   τὴν δὲ μετ' 'Αλκμήνην ἴδον, 'Αμφιτρύωνος ἄκοιτιν,
ἥ ῥ' 'Ηρακλη̃α θρασυμέμνονα θυμολέοντα
γείνατ' ἐν ἀγκοίνη̨σι Διὸς μεγάλοιο μιγει̃σα:
καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,
τὴν ἔχεν 'Αμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρήσ.

   μητέρα τ' Οἰδιπόδαο ἴδον, καλὴν 'Επικάστην,
ἣ μέγα ἔργον ἔρεξεν ἀϊδρείη̨σι νόοιο
γημαμένη ὡ̨̃ υἱ̃ϊ: ὁ δ' ὃν πατέρ' ἐξεναρίξας
γη̃μεν: ἄφαρ δ' ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
ἀλλ' ὁ μὲν ἐν Θήβη̨ πολυηράτω̨ ἄλγεα πάσχων
Καδμείων ἤνασσε θεω̃ν ὀλοὰς διὰ βουλάσ:
ἡ δ' ἔβη εἰς 'Αΐδαο πυλάρταο κρατεροι̃ο,
ἁψαμένη βρόχον αἰπὺν ἀφ' ὑψηλοι̃ο μελάθρου
ὡ̨̃ ἄχεϊ σχομένη: τω̨̃ δ' ἄλγεα κάλλιπ' ὀπίσσω
πολλὰ μάλ', ὅσσα τε μητρὸς ἐρινύες ἐκτελέουσι.

   καὶ Χλω̃ριν εἰ̃δον περικαλλέα, τήν ποτε Νηλεὺς
γη̃μεν ἑὸν διὰ κάλλοσ, ἐπεὶ πόρε μυρία ἕδνα,
ὁπλοτάτην κούρην 'Αμφίονος 'Ιασίδαο,
ὅς ποτ' ἐν 'Ορχομενω̨̃ Μινυηΐω̨ ἰ̃φι ἄνασσεν:
ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,
Νέστορά τε Χρομίον τε Περικλύμενόν τ' ἀγέρωχον.
τοι̃σι δ' ἐπ' ἰφθίμην Πηρὼ τέκε, θαυ̃μα βροτοι̃σι,
τὴν πάντες μνώοντο περικτίται: οὐδέ τι Νηλεὺς
τω̨̃ ἐδίδου, ὃς μὴ ἕλικας βόας εὐρυμετώπους
ἐκ Φυλάκης ἐλάσειε βίης 'Ιφικληείης
ἀργαλέασ. τὰς δ' οἰ̃ος ὑπέσχετο μάντις ἀμύμων
ἐξελάαν: χαλεπὴ δὲ θεου̃ κατὰ μοι̃ρα πέδησε
δεσμοί τ' ἀργαλέοι καὶ βουκόλοι ἀγροιω̃ται.
ἀλλ' ὅτε δὴ μη̃νές τε καὶ ἡμέραι ἐξετελευ̃ντο
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὡ̃ραι,
καὶ τότε δή μιν ἔλυσε βίη 'Ιφικληείη
θέσφατα πάντ' εἰπόντα: Διὸς δ' ἐτελείετο βουλή.

   καὶ Λήδην εἰ̃δον, τὴν Τυνδαρέου παράκοιτιν,
ἥ ῥ' ὑπὸ Τυνδαρέω̨ κρατερόφρονε γείνατο παι̃δε,
Κάστορά θ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἰ̃α:
οἳ καὶ νέρθεν γη̃ς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
ἄλλοτε μὲν ζώουσ' ἑτερήμεροι, ἄλλοτε δ' αὐ̃τε
τεθνα̃σιν: τιμὴν δὲ λελόγχασιν ἰ̃σα θεοι̃σι.

   τὴν δὲ μέτ' 'Ιφιμέδειαν, 'Αλωη̃ος παράκοιτιν,
εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγη̃ναι,
καί ῥ' ἔτεκεν δύο παι̃δε, μινυνθαδίω δὲ γενέσθην,
~'Ωτόν τ' ἀντίθεον τηλεκλειτόν τ' 'Εφιάλτην,
οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
καὶ πολὺ καλλίστους μετά γε κλυτὸν 'Ωρίωνα:
ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἠ̃σαν
εὐ̃ροσ, ἀτὰρ μη̃κός γε γενέσθην ἐννεόργυιοι.
οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν 'Ολύμπω̨
φυλόπιδα στήσειν πολυάϊκος πολέμοιο.
'Όσσαν ἐπ' Οὐλύμπω̨ μέμασαν θέμεν, αὐτὰρ ἐπ' 'Όσση̨
Πήλιον εἰνοσίφυλλον, ἵν' οὐρανὸς ἀμβατὸς εἴη.
καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο:
ἀλλ' ὄλεσεν Διὸς υἱόσ, ὃν ἠύκομος τέκε Λητώ,
ἀμφοτέρω, πρίν σφωϊν ὑπὸ κροτάφοισιν ἰούλους
ἀνθη̃σαι πυκάσαι τε γένυς εὐανθέϊ λάχνη̨.

   Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τ' 'Αριάδνην,
κούρην Μίνωος ὀλοόφρονοσ, ἥν ποτε Θησεὺς
ἐκ Κρήτης ἐς γουνὸν 'Αθηνάων ἱεράων
ἠ̃γε μέν, οὐδ' ἀπόνητο: πάρος δέ μιν 'Άρτεμις ἔκτα
Δίη̨ ἐν ἀμφιρύτη̨ Διονύσου μαρτυρίη̨σι.

   Μαι̃ράν τε κλυμένην τε ἴδον στυγερήν τ' 'Εριφύλην,
ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
πάσας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω,
ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρασ:
πρὶν γάρ κεν καὶ νὺξ φθι̃τ' ἄμβροτοσ. ἀλλὰ καὶ ὥρη
εὕδειν, ἢ ἐπὶ νη̃α θοὴν ἐλθόντ' ἐς ἑταίρους
ἢ αὐτου̃: πομπὴ δὲ θεοι̃σ' ὑμι̃ν τε μελήσει."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃,
κηληθμω̨̃ δ' ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
τοι̃σιν δ' 'Αρήτη λευκώλενος ἤρχετο μύθων:

   "Φαίηκεσ, πω̃ς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἰ̃ναι
εἰ̃δός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσασ;
ξει̃νος δ' αὐ̃τ' ἐμός ἐστιν, ἕκαστος δ' ἔμμορε τιμη̃σ.
τω̃ μὴ ἐπειγόμενοι ἀποπέμπετε μηδὲ τὰ δω̃ρα
οὕτω χρηΐζοντι κολούετε: πολλὰ γὰρ ὑμι̃ν
κτήματ' ἐνὶ μεγάροισι θεω̃ν ἰότητι κέονται."

   τοι̃σι δὲ καὶ μετέειπε γέρων ἥρως 'Εχένηοσ,
[ὃς δὴ Φαιήκων ἀνδρω̃ν προγενέστερος ἠ̃εν:]

   "ὠ̃ φίλοι, οὐ μὰν ἡ̃μιν ἀπὸ σκοπου̃ οὐδ' ἀπὸ δόξης
μυθει̃ται βασίλεια περίφρων: ἀλλὰ πίθεσθε.
'Αλκινόου δ' ἐκ του̃δ' ἔχεται ἔργον τε ἔπος τε."

   τὸν δ' αὐ̃τ' 'Αλκίνοος ἀπαμείβετο φώνησέν τε:
"του̃το μὲν οὕτω δὴ ἔσται ἔποσ, αἴ κεν ἐγώ γε
ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω:
ξει̃νος δὲ τλήτω, μάλα περ νόστοιο χατίζων,
ἔμπης οὐ̃ν ἐπιμει̃ναι ἐς αὔριον, εἰς ὅ κε πα̃σαν
δωτίνην τελέσω. πομπὴ δ' ἄνδρεσσι μελήσει
πα̃σι, μάλιστα δ' ἐμοί: του̃ γὰρ κράτος ἔστ' ἐνὶ δήμω̨."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"'Αλκίνοε κρει̃ον, πάντων ἀριδείκετε λαω̃ν,
εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτ' αὐτόθι μίμνειν
πομπήν τ' ὀτρύνοιτε καὶ ἀγλαὰ δω̃ρα διδοι̃τε,
καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
πλειοτέρη̨ σὺν χειρὶ φίλην ἐς πατρίδ' ἱκέσθαι,
καί κ' αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
πα̃σιν, ὅσοι μ' 'Ιθάκηνδε ἰδοίατο νοστήσαντα."

   τὸν δ' αὐ̃τ' 'Αλκίνοος ἀπαμείβετο φώνησέν τε:
"ὠ̃ 'Οδυσευ̃, τὸ μὲν οὔ τί σ' ἐΐσκομεν εἰσορόωντες
ἠπεροπη̃ά τ' ἔμεν καὶ ἐπίκλοπον, οἱ̃ά τε πολλοὺς
βόσκει γαι̃α μέλαινα πολυσπερέας ἀνθρώπους
ψεύδεά τ' ἀρτύνοντασ, ὅθεν κέ τις οὐδὲ ἴδοιτο:
σοὶ δ' ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί,
μυ̃θον δ' ὡς ὅτ' ἀοιδὸς ἐπισταμένως κατέλεξασ,
πάντων 'Αργείων σέο τ' αὐτου̃ κήδεα λυγρά.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
εἴ τινας ἀντιθέων ἑτάρων ἴδεσ, οἵ τοι ἅμ' αὐτω̨̃
'Ίλιον εἰς ἅμ' ἕποντο καὶ αὐτου̃ πότμον ἐπέσπον.
νὺξ δ' ἥδε μάλα μακρή, ἀθέσφατοσ, οὐδέ πω ὥρη
εὕδειν ἐν μεγάρω̨: σὺ δέ μοι λέγε θέσκελα ἔργα.
καί κεν ἐς ἠω̃ δι̃αν ἀνασχοίμην, ὅτε μοι σὺ
τλαίης ἐν μεγάρω̨ τὰ σὰ κήδεα μυθήσασθαι."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"'Αλκίνοε κρει̃ον, πάντων ἀριδείκετε λαω̃ν,
ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου:
εἰ δ' ἔτ' ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἔπειτα
τούτων σοι φθονέοιμι καὶ οἰκτρότερ' ἄλλ' ἀγορεύειν,
κήδε' ἐμω̃ν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀϋτήν,
ἐν νόστω̨ δ' ἀπόλοντο κακη̃ς ἰότητι γυναικόσ.

   αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασ' ἄλλυδις ἄλλη̨
ἁγνὴ Περσεφόνεια γυναικω̃ν θηλυτεράων,
ἠ̃λθε δ' ἐπὶ ψυχὴ 'Αγαμέμνονος 'Ατρεΐδαο
ἀχνυμένη: περὶ δ' ἄλλαι ἀγηγέραθ', ὅσσοι ἅμ' αὐτω̨̃
οἴκω̨ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
ἔγνω δ' αἰ̃ψ' ἐμὲ κει̃νοσ, ἐπεὶ ἴδεν ὀφθαλμοι̃σι:
κλαι̃ε δ' ὅ γε λιγέωσ, θαλερὸν κατὰ δάκρυον εἴβων,
πιτνὰς εἰς ἐμὲ χει̃ρας ὀρέξασθαι μενεαίνων:
ἀλλ' οὐ γάρ οἱ ἔτ' ἠ̃ν ἲς ἔμπεδος οὐδ' ἔτι κι̃κυσ,
οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοι̃σι μέλεσσι.
τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμω̨̃
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:

   "'Ατρεΐδη κύδιστε, ἄναξ ἀνδρω̃ν 'Αγάμεμνον,
τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
ἠέ σέ γ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀϋτμήν;
ἠ̃έ σ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου
βου̃ς περιταμνόμενον ἠδ' οἰω̃ν πώεα καλὰ
ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικω̃ν;"

   ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε:
"διογενὲς Λαερτιάδη, πολυμήχαν' 'Οδυσσευ̃,
οὔτ' ἐμέ γ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
[ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀϋτμήν,]
οὔτε μ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου,
ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
ἔκτα σὺν οὐλομένη̨ ἀλόχω̨ οἰ̃κόνδε καλέσσασ,
δειπνίσσασ, ὥς τίς τε κατέκτανε βου̃ν ἐπὶ φάτνη̨.
ὣς θάνον οἰκτίστω̨ θανάτω̨: περὶ δ' ἄλλοι ἑται̃ροι
νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντεσ,
οἵ ῥά τ' ἐν ἀφνειου̃ ἀνδρὸς μέγα δυναμένοιο
ἢ γάμω̨ ἢ ἐράνω̨ ἢ εἰλαπίνη̨ τεθαλυίη̨.
ἤδη μὲν πολέων φόνω̨ ἀνδρω̃ν ἀντεβόλησασ,
μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερη̨̃ ὑσμίνη̨:
ἀλλά κε κει̃να μάλιστα ἰδὼν ὀλοφύραο θυμω̨̃,
ὡς ἀμφὶ κρητη̃ρα τραπέζας τε πληθούσας
κείμεθ' ἐνὶ μεγάρω̨, δάπεδον δ' ἅπαν αἵματι θυ̃εν.
οἰκτροτάτην δ' ἤκουσα ὄπα Πριάμοιο θυγατρὸς
Κασσάνδρησ, τὴν κτει̃νε Κλυταιμνήστρη δολόμητις
ἀμφ' ἐμοί: αὐτὰρ ἐγὼ ποτὶ γαίη̨ χει̃ρας ἀείρων
βάλλον ἀποθνή̨σκων περὶ φασγάνω̨: ἡ δὲ κυνω̃πις
νοσφίσατ' οὐδέ μοι ἔτλη, ἰόντι περ εἰς 'Αΐδαο,
χερσὶ κατ' ὀφθαλμοὺς ἑλέειν σύν τε στόμ' ἐρει̃σαι.
ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικόσ,
[ἥ τις δὴ τοιαυ̃τα μετὰ φρεσὶν ἔργα βάληται:]
οἱ̃ον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικέσ,
κουριδίω̨ τεύξασα πόσει φόνον. ἠ̃ τοι ἔφην γε
ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοι̃σιν
οἴκαδ' ἐλεύσεσθαι: ἡ δ' ἔξοχα λυγρὰ ἰδυι̃α
οἱ̃ τε κατ' αἰ̃σχος ἔχευε καὶ ἐσσομένη̨σιν ὀπίσσω
θηλυτέρη̨σι γυναιξί, καὶ ἥ κ' εὐεργὸς ἔη̨σιν."

   ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
"ὢ πόποι, ἠ̃ μάλα δὴ γόνον 'Ατρέος εὐρύοπα Ζεὺς
ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
ἐξ ἀρχη̃σ: 'Ελένης μὲν ἀπωλόμεθ' εἵνεκα πολλοί,
σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθ' ἐόντι."

   ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε:
"τω̃ νυ̃ν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἰ̃ναι
μηδ' οἱ μυ̃θον ἅπαντα πιφαυσκέμεν, ὅν κ' ἐὺ̈ εἰδη̨̃σ,
ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἰ̃ναι.
ἀλλ' οὐ σοί γ', 'Οδυσευ̃, φόνος ἔσσεται ἔκ γε γυναικόσ:
λίην γὰρ πινυτή τε καὶ εὐ̃ φρεσὶ μήδεα οἰ̃δε
κούρη 'Ικαρίοιο, περίφρων Πηνελόπεια.
ἠ̃ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμει̃ς
ἐρχόμενοι πόλεμόνδε: πάϊς δέ οἱ ἠ̃ν ἐπὶ μαζω̨̃
νήπιοσ, ὅς που νυ̃ν γε μετ' ἀνδρω̃ν ἵζει ἀριθμω̨̃,
ὄλβιοσ: ἠ̃ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,
καὶ κει̃νος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.
ἡ δ' ἐμὴ οὐδέ περ υἱ̃ος ἐνιπλησθη̃ναι ἄκοιτις
ὀφθαλμοι̃σιν ἔασε: πάρος δέ με πέφνε καὶ αὐτόν.
[ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο ση̨̃σι:
κρύβδην, μηδ' ἀναφανδά, φίλην ἐς πατρίδα γαι̃αν
νη̃α κατισχέμεναι, ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.]
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοι̃ο
ἤ που ἐν 'Ορχομενω̨̃ ἢ ἐν Πύλω̨ ἠμαθόεντι
ἤ που πὰρ Μενελάω̨ ἐνὶ Σπάρτη̨ εὐρείη̨:
οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δι̃ος 'Ορέστησ."

   ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
"'Ατρεΐδη, τί με ταυ̃τα διείρεαι; οὐδέ τι οἰ̃δα,
ζώει ὅ γ' ἠ̃ τέθνηκε: κακὸν δ' ἀνεμώλια βάζειν."

   νω̃ϊ μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροι̃σιν
ἕσταμεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντεσ:
ἠ̃λθε δ' ἐπὶ ψυχὴ Πηληϊάδεω 'Αχιλη̃ος
καὶ Πατροκλη̃ος καὶ ἀμύμονος 'Αντιλόχοιο
Αἴαντός θ', ὃς ἄριστος ἔην εἰ̃δός τε δέμας τε
τω̃ν ἄλλων Δαναω̃ν μετ' ἀμύμονα Πηλεΐωνα.
ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:

   "διογενὲς Λαερτιάδη, πολυμήχαν' 'Οδυσσευ̃,
σχέτλιε, τίπτ' ἔτι μει̃ζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
πω̃ς ἔτλης 'Άϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ
ἀφραδέες ναίουσι, βροτω̃ν εἴδωλα καμόντων;"

   ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
"ὠ̃ 'Αχιλευ̃, Πηλη̃ος υἱέ, μέγα φέρτατ' 'Αχαιω̃ν,
ἠ̃λθον Τειρεσίαο κατὰ χρέοσ, εἴ τινα βουλὴν
εἴποι, ὅπως 'Ιθάκην ἐς παιπαλόεσσαν ἱκοίμην:
οὐ γάρ πω σχεδὸν ἠ̃λθον 'Αχαιΐδος οὐδέ πω ἁμη̃ς
γη̃ς ἐπέβην, ἀλλ' αἰὲν ἔχω κακά. σει̃ο δ', 'Αχιλλευ̃,
οὔ τις ἀνὴρ προπάροιθε μακάρτερος οὔτ' ἄρ' ὀπίσσω:
πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἰ̃σα θεοι̃σιν
'Αργει̃οι, νυ̃ν αὐ̃τε μέγα κρατέεις νεκύεσσιν
ἐνθάδ' ἐών: τω̃ μή τι θανὼν ἀκαχίζευ, 'Αχιλλευ̃."

   ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε:
"μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμ' 'Οδυσσευ̃.
βουλοίμην κ' ἐπάρουρος ἐὼν θητευέμεν ἄλλω̨,
ἀνδρὶ παρ' ἀκλήρω̨, ὡ̨̃ μὴ βίοτος πολὺς εἴη,
ἢ πα̃σιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
ἀλλ' ἄγε μοι του̃ παιδὸς ἀγαυου̃ μυ̃θον ἐνίσπεσ,
ἢ ἕπετ' ἐς πόλεμον πρόμος ἔμμεναι ἠ̃ε καὶ οὐκί.
εἰπὲ δέ μοι Πηλη̃ος ἀμύμονος εἴ τι πέπυσσαι,
ἢ ἔτ' ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
ἠ̃ μιν ἀτιμάζουσιν ἀν' 'Ελλάδα τε Φθίην τε,
οὕνεκά μιν κατὰ γη̃ρας ἔχει χει̃ράς τε πόδας τε.
εἰ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπ' αὐγὰς ἠελίοιο,
τοι̃ος ἐὼν οἱ̃ός ποτ' ἐνὶ Τροίη̨ εὐρείη̨
πέφνον λαὸν ἄριστον, ἀμύνων 'Αργείοισιν, _
εἰ τοιόσδ' ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δω̃,
τω̃ κέ τεω̨ στύξαιμι μένος καὶ χει̃ρας ἀάπτουσ,
οἳ κει̃νον βιόωνται ἐέργουσίν τ' ἀπὸ τιμη̃σ."

   ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
"ἠ̃ τοι μὲν Πηλη̃ος ἀμύμονος οὔ τι πέπυσμαι,
αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
πα̃σαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεισ:
αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐΐσης
ἤγαγον ἐκ Σκύρου μετ' ἐϋκνήμιδας 'Αχαιούσ.
ἠ̃ τοι ὅτ' ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάσ,
αἰεὶ πρω̃τος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων:
Νέστωρ δ' ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
αὐτὰρ ὅτ' ἐν πεδίω̨ Τρώων μαρναίμεθ' 'Αχαιοί,
οὔ ποτ' ἐνὶ πληθυι̃ μένεν ἀνδρω̃ν οὐδ' ἐν ὁμίλω̨,
ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων:
πολλοὺς δ' ἄνδρας ἔπεφνεν ἐν αἰνη̨̃ δηϊοτη̃τι.
πάντας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω,
ὅσσον λαὸν ἔπεφνεν ἀμύνων 'Αργείοισιν,
ἀλλ' οἱ̃ον τὸν Τηλεφίδην κατενήρατο χαλκω̨̃,
ἥρω' Εὐρύπυλον: πολλοὶ δ' ἀμφ' αὐτὸν ἑται̃ροι
Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
κει̃νον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δι̃ον.
αὐτὰρ ὅτ' εἰς ἵππον κατεβαίνομεν, ὃν κάμ' 'Επειόσ,
'Αργείων οἱ ἄριστοι, ἐμοὶ δ' ἐπὶ πάντ' ἐτέταλτο,
[ἠμὲν ἀνακλι̃ναι πυκινὸν λόχον ἠδ' ἐπιθει̃ναι,]
ἔνθ' ἄλλοι Δαναω̃ν ἡγήτορες ἠδὲ μέδοντες
δάκρυά τ' ὠμόργνυντο, τρέμον θ' ὑπὸ γυι̃α ἑκάστου:
κει̃νον δ' οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοι̃σιν
οὔτ' ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειω̃ν
δάκρυ' ὀμορξάμενον: ὁ δέ με μάλα πόλλ' ἱκέτευεν
ἱππόθεν ἐξέμεναι, ξίφεος δ' ἐπεμαίετο κώπην
καὶ δόρυ χαλκοβαρέσ, κακὰ δὲ Τρώεσσι μενοίνα.
ἀλλ' ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
μοι̃ραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν
ἀσκηθήσ, οὔτ' ἂρ βεβλημένος ὀξέϊ χαλκω̨̃
οὔτ' αὐτοσχεδίην οὐτασμένοσ, οἱ̃ά τε πολλὰ
γίνεται ἐν πολέμω̨: ἐπιμὶξ δέ τε μαίνεται 'Άρησ."

   ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο
φοίτα μακρὰ βιβα̃σα κατ' ἀσφοδελὸν λειμω̃να,
γηθοσύνη, ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἰ̃ναι.

   αἱ δ' ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδε' ἑκάστη.
οἴη δ' Αἴαντος ψυχὴ Τελαμωνιάδαο
νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκησ,
τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
τεύχεσιν ἀμφ' 'Αχιλη̃οσ: ἔθηκε δὲ πότνια μήτηρ,
παι̃δες δὲ Τρώων δίκασαν καὶ Παλλὰς 'Αθήνη.
ὡς δὴ μὴ ὄφελον νικα̃ν τοιω̨̃δ' ἐπ' ἀέθλω̨:
τοίην γὰρ κεφαλὴν ἕνεκ' αὐτω̃ν γαι̃α κατέσχεν,
Αἴανθ', ὃς περὶ μὲν εἰ̃δοσ, περὶ δ' ἔργα τέτυκτο
τω̃ν ἄλλων Δαναω̃ν μετ' ἀμύμονα Πηλεΐωνα.
τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν:

   "Αἰ̃αν, παι̃ Τελαμω̃νος ἀμύμονοσ, οὐκ ἄρ' ἔμελλες
οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
οὐλομένων; τὰ δὲ πη̃μα θεοὶ θέσαν 'Αργείοισι:
τοι̃ος γάρ σφιν πύργος ἀπώλεο: σει̃ο δ' 'Αχαιοὶ
ἰ̃σον 'Αχιλλη̃ος κεφαλη̨̃ Πηληϊάδαο
ἀχνύμεθα φθιμένοιο διαμπερέσ: οὐδέ τις ἄλλος
αἴτιοσ, ἀλλὰ Ζεὺς Δαναω̃ν στρατὸν αἰχμητάων
ἐκπάγλως ἤχθηρε, τεὶ̈ν δ' ἐπὶ μοι̃ραν ἔθηκεν.
ἀλλ' ἄγε δευ̃ρο, ἄναξ, ἵν' ἔπος καὶ μυ̃θον ἀκούση̨ς
ἡμέτερον: δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν."

   ὣς ἐφάμην, ὁ δέ μ' οὐδὲν ἀμείβετο, βη̃ δὲ μετ' ἄλλας
ψυχὰς εἰς 'Έρεβος νεκύων κατατεθνηώτων.
ἔνθα χ' ὅμως προσέφη κεχολωμένοσ, ἤ κεν ἐγὼ τόν:
ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
τω̃ν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.

   ἔνθ' ἠ̃ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
χρύσεον σκη̃πτρον ἔχοντα θεμιστεύοντα νέκυσσιν,
ἥμενον: οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,
ἥμενοι ἑσταότες τε, κατ' εὐρυπυλὲς 'Άϊδος δω̃.

   τὸν δὲ μέτ' 'Ωρίωνα πελώριον εἰσενόησα
θη̃ρας ὁμου̃ εἰλευ̃ντα κατ' ἀσφοδελὸν λειμω̃να,
τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι,
χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγέσ.

   καὶ Τιτυὸν εἰ̃δον, Γαίης ἐρικυδέος υἱόν,
κείμενον ἐν δαπέδω̨. ὁ δ' ἐπ' ἐννέα κει̃το πέλεθρα,
γυ̃πε δέ μιν ἑκάτερθε παρημένω ἡ̃παρ ἔκειρον,
δέρτρον ἔσω δύνοντεσ: ὁ δ' οὐκ ἀπαμύνετο χερσί.
Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,
Πυθώδ' ἐρχομένην διὰ καλλιχόρου Πανοπη̃οσ.

   καὶ μὴν Τάνταλον εἰσει̃δον χαλέπ' ἄλγε' ἔχοντα,
ἑσταότ' ἐν λίμνη̨: ἡ δὲ προσέπλαζε γενείω̨.
στευ̃το δὲ διψάων, πιέειν δ' οὐκ εἰ̃χεν ἑλέσθαι:
ὁσσάκι γὰρ κύψει' ὁ γέρων πιέειν μενεαίνων,
τοσσάχ' ὕδωρ ἀπολέσκετ' ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ
γαι̃α μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.
δένδρεα δ' ὑψιπέτηλα κατὰ κρη̃θεν χέε καρπόν,
ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
συκέαι τε γλυκεραὶ καὶ ἐλαι̃αι τηλεθόωσαι:
τω̃ν ὁπότ' ἰθύσει' ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,
τὰς δ' ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.

   καὶ μὴν Σίσυφον εἰσει̃δον κρατέρ' ἄλγε' ἔχοντα,
λα̃αν βαστάζοντα πελώριον ἀμφοτέρη̨σιν.
ἠ̃ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
λα̃αν ἄνω ὤθεσκε ποτὶ λόφον: ἀλλ' ὅτε μέλλοι
ἄκρον ὑπερβαλέειν, τότ' ἀποστρέψασκε Κραταιΐσ:
αὐ̃τις ἔπειτα πέδονδε κυλίνδετο λα̃ας ἀναιδήσ.
αὐτὰρ ὅ γ' ἂψ ὤσασκε τιταινόμενοσ, κατὰ δ' ἱδρὼς
ἔρρεεν ἐκ μελέων, κονίη δ' ἐκ κρατὸς ὀρώρει.

   τὸν δὲ μέτ' εἰσενόησα βίην 'Ηρακληείην,
εἴδωλον: αὐτὸς δὲ μετ' ἀθανάτοισι θεοι̃σι
τέρπεται ἐν θαλίη̨ς καὶ ἔχει καλλίσφυρον 'Ήβην,
[παι̃δα Διὸς μεγάλοιο καὶ 'Ήρης χρυσοπεδίλου.]
ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἠ̃ν οἰωνω̃ν ὥσ,
πάντοσ' ἀτυζομένων: ὁ δ' ἐρεμνη̨̃ νυκτὶ ἐοικώσ,
γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρη̃φιν ὀϊστόν,
δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώσ.
σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
χρύσεος ἠ̃ν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,
ἄρκτοι τ' ἀγρότεροί τε σύες χαροποί τε λέοντεσ,
ὑσμι̃ναί τε μάχαι τε φόνοι τ' ἀνδροκτασίαι τε.
μὴ τεχνησάμενος μηδ' ἄλλο τι τεχνήσαιτο,
ὃς κει̃νον τελαμω̃να ἑη̨̃ ἐγκάτθετο τέχνη̨.
ἔγνω δ' αἰ̃ψ' ἐμὲ κει̃νοσ, ἐπεὶ ἴδεν ὀφθαλμοι̃σι,
καί μ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:

   "διογενὲς Λαερτιάδη, πολυμήχαν' 'Οδυσσευ̃,
ἀ̃ δείλ', ἠ̃ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεισ,
ὅν περ ἐγὼν ὀχέεσκον ὑπ' αὐγὰς ἠελίοιο.
Ζηνὸς μὲν πάϊς ἠ̃α Κρονίονοσ, αὐτὰρ ὀϊζὺν
εἰ̃χον ἀπειρεσίην: μάλα γὰρ πολὺ χείρονι φωτὶ
δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετ' ἀέθλουσ.
καί ποτέ μ' ἐνθάδ' ἔπεμψε κύν' ἄξοντ': οὐ γὰρ ἔτ' ἄλλον
φράζετο του̃δέ γέ μοι κρατερώτερον εἰ̃ναι ἄεθλον.
τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ 'Αΐδαο:
'Ερμείας δέ μ' ἔπεμπεν ἰδὲ γλαυκω̃πις 'Αθήνη."

   ὣς εἰπὼν ὁ μὲν αὐ̃τις ἔβη δόμον 'Άϊδος εἴσω,
αὐτὰρ ἐγὼν αὐτου̃ μένον ἔμπεδον, εἴ τις ἔτ' ἔλθοι
ἀνδρω̃ν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
καί νύ κ' ἔτι προτέρους ἴδον ἀνέρασ, οὓς ἔθελόν περ,
Θησέα Πειρίθοόν τε, θεω̃ν ἐρικυδέα τέκνα:
ἀλλὰ πρὶν ἐπὶ ἔθνε' ἀγείρετο μυρία νεκρω̃ν
ἠχη̨̃ θεσπεσίη̨: ἐμὲ δὲ χλωρὸν δέος ἥ̨ρει,
μή μοι Γοργείην κεφαλὴν δεινοι̃ο πελώρου
ἐξ 'Άϊδος πέμψειεν ἀγαυὴ Περσεφόνεια.
αὐτίκ' ἔπειτ' ἐπὶ νη̃α κιὼν ἐκέλευον ἑταίρους
αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λυ̃σαι:
οἱ δ' αἰ̃ψ' εἴσβαινον καὶ ἐπὶ κληι̃σι καθι̃ζον.
τὴν δὲ κατ' 'Ωκεανὸν ποταμὸν φέρε κυ̃μα ῥόοιο,
πρω̃τα μὲν εἰρεσίη̨, μετέπειτα δὲ κάλλιμος οὐ̃ροσ.