ΟΔΥΣΣΕΙΑΣ Μ

Αὐτὰρ ἐπεὶ ποταμοι̃ο λίπεν ῥόον 'Ωκεανοι̃ο
νηυ̃σ, ἀπὸ δ' ἵκετο κυ̃μα θαλάσσης εὐρυπόροιο
νη̃σόν τ' Αἰαίην, ὅθι τ' 'Ηου̃ς ἠριγενείης
οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ 'Ηελίοιο,
νη̃α μὲν ἔνθ' ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
ἐκ δὲ καὶ αὐτοὶ βη̃μεν ἐπὶ ῥηγμι̃νι θαλάσσησ:
ἔνθα δ' ἀποβρίξαντες ἐμείναμεν 'Ηω̃ δι̃αν.

   ἠ̃μος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
δὴ τότ' ἐγὼν ἑτάρους προΐην ἐς δώματα Κίρκης
οἰσέμεναι νεκρὸν 'Ελπήνορα τεθνηω̃τα.
φιτροὺς δ' αἰ̃ψα ταμόντεσ, ὅθ' ἀκροτάτη πρόεχ' ἀκτή,
θάπτομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντεσ.
αὐτὰρ ἐπεὶ νεκρός τ' ἐκάη καὶ τεύχεα νεκρου̃,
τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες
πήξαμεν ἀκροτάτω̨ τύμβω̨ εὐη̃ρες ἐρετμόν.

   ἡμει̃ς μὲν τὰ ἕκαστα διείπομεν: οὐδ' ἄρα Κίρκην
ἐξ 'Αΐδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλ' ὠ̃κα
ἠ̃λθ' ἐντυναμένη: ἅμα δ' ἀμφίπολοι φέρον αὐτη̨̃
σι̃τον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἰ̃νον ἐρυθρόν.
ἡ δ' ἐν μέσσω̨ στα̃σα μετηύδα δι̃α θεάων:

   "σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δω̃μ' 'Αΐδαο,
δισθανέεσ, ὅτε τ' ἄλλοι ἅπαξ θνή̨σκουσ' ἄνθρωποι.
ἀλλ' ἄγετ' ἐσθίετε βρώμην καὶ πίνετε οἰ̃νον
αὐ̃θι πανημέριοι: ἅμα δ' ἠόϊ φαινομένηφι
πλεύσεσθ': αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
σημανέω, ἵνα μή τι κακορραφίη̨ ἀλεγεινη̨̃
ἢ ἁλὸς ἢ ἐπὶ γη̃ς ἀλγήσετε πη̃μα παθόντεσ."

   ὣς ἔφαθ', ἡμι̃ν δ' αὐ̃τ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ὣς τότε μὲν πρόπαν ἠ̃μαρ ἐς ἠέλιον καταδύντα
ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ:
ἠ̃μος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἠ̃λθεν,
οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηόσ,
ἡ δ' ἐμὲ χειρὸς ἑλου̃σα φίλων ἀπονόσφιν ἑταίρων
εἱ̃σέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα:
αὐτὰρ ἐγὼ τη̨̃ πάντα κατὰ μοι̃ραν κατέλεξα.
καὶ τότε δή μ' ἐπέεσσι προσηύδα πότνια Κίρκη:

   "ταυ̃τα μὲν οὕτω πάντα πεπείρανται, σὺ δ' ἄκουσον,
ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτόσ.
Σειρη̃νας μὲν πρω̃τον ἀφίξεαι, αἵ ῥά τε πάντας
ἀνθρώπους θέλγουσιν, ὅτίς σφεας εἰσαφίκηται.
ὅς τις ἀϊδρείη̨ πελάση̨ καὶ φθόγγον ἀκούση̨
Σειρήνων, τω̨̃ δ' οὔ τι γυνὴ καὶ νήπια τέκνα
οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,
ἀλλά τε Σειρη̃νες λιγυρη̨̃ θέλγουσιν ἀοιδη̨̃,
ἥμεναι ἐν λειμω̃νι: πολὺς δ' ἀμφ' ὀστεόφιν θὶς
ἀνδρω̃ν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσιν.
ἀλλὰ παρὲξ ἐλάαν, ἐπὶ δ' οὔατ' ἀλει̃ψαι ἑταίρων
κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούση̨
τω̃ν ἄλλων: ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κ' ἐθέλη̨σθα,
δησάντων σ' ἐν νηὶ̈ θοη̨̃ χει̃ράς τε πόδας τε
ὀρθὸν ἐν ἱστοπέδη̨, ἐκ δ' αὐτου̃ πείρατ' ἀνήφθω,
ὄφρα κε τερπόμενος ὄπ' ἀκούση̨ς Σειρήνοιϊν.
εἰ δέ κε λίσσηαι ἑτάρους λυ̃σαί τε κελεύη̨σ,
οἱ δέ σ' ἔτι πλεόνεσσι τότ' ἐν δεσμοι̃σι διδέντων.

   αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑται̃ροι,
ἔνθα τοι οὐκέτ' ἔπειτα διηνεκέως ἀγορεύσω,
ὁπποτέρη̨ δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς
θυμω̨̃ βουλεύειν: ἐρέω δέ τοι ἀμφοτέρωθεν.
ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέεσ, προτὶ δ' αὐτὰς
κυ̃μα μέγα ῥοχθει̃ κυανώπιδος 'Αμφιτρίτησ:
Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.
τη̨̃ μέν τ' οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
τρήρωνεσ, ταί τ' ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,
ἀλλά τε καὶ τω̃ν αἰὲν ἀφαιρει̃ται λὶς πέτρη:
ἀλλ' ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἰ̃ναι.
τη̨̃ δ' οὔ πώ τις νηυ̃ς φύγεν ἀνδρω̃ν, ἥ τις ἵκηται,
ἀλλά θ' ὁμου̃ πίνακάς τε νεω̃ν καὶ σώματα φωτω̃ν
κύμαθ' ἁλὸς φορέουσι πυρός τ' ὀλοοι̃ο θύελλαι.
οἴη δὴ κείνη̨ γε παρέπλω ποντοπόρος νηυ̃ς
'Αργὼ πα̃σι μέλουσα, παρ' Αἰήταο πλέουσα:
καί νύ κε τὴν ἔνθ' ὠ̃κα βάλεν μεγάλας ποτὶ πέτρασ,
ἀλλ' 'Ήρη παρέπεμψεν, ἐπεὶ φίλος ἠ̃εν 'Ιήσων.

   οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
ὀξείη̨ κορυφη̨̃, νεφέλη δέ μιν ἀμφιβέβηκε
κυανέη: τὸ μὲν οὔ ποτ' ἐρωει̃, οὐδέ ποτ' αἴθρη
κείνου ἔχει κορυφὴν οὔτ' ἐν θέρει οὔτ' ἐν ὀπώρη̨:
οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδ' ἐπιβαίη,
οὐδ' εἴ οἱ χει̃ρές γε ἐείκοσι καὶ πόδες εἰ̃εν:
πέτρη γὰρ λίς ἐστι, περιξέστη̨ ἐϊκυι̃α.
μέσσω̨ δ' ἐν σκοπέλω̨ ἐστὶ σπέος ἠεροειδέσ,
πρὸς ζόφον εἰς 'Έρεβος τετραμμένον, ἡ̨̃ περ ἂν ὑμει̃ς
νη̃α παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμ' 'Οδυσσευ̃.
οὐδέ κεν ἐκ νηὸς γλαφυρη̃ς αἰζήϊος ἀνὴρ
τόξω̨ ὀϊστεύσας κοι̃λον σπέος εἰσαφίκοιτο.
ἔνθα δ' ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυι̃α.
τη̃ς ἠ̃ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλλη̃ς
γίνεται, αὐτὴ δ' αὐ̃τε πέλωρ κακόν: οὐδέ κέ τίς μιν
γηθήσειεν ἰδών, οὐδ' εἰ θεὸς ἀντιάσειε.
τη̃ς ἠ̃ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
ἓξ δέ τέ οἱ δειραὶ περιμήκεεσ, ἐν δὲ ἑκάστη̨
σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντεσ,
πυκνοὶ καὶ θαμέεσ, πλει̃οι μέλανος θανάτοιο.
μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
ἔξω δ' ἐξίσχει κεφαλὰς δεινοι̃ο βερέθρου:
αὐτου̃ δ' ἰχθυάα̨, σκόπελον περιμαιμώωσα,
δελφι̃νάς τε κύνας τε καὶ εἴ ποθι μει̃ζον ἕλη̨σι
κη̃τοσ, ἃ μυρία βόσκει ἀγάστονος 'Αμφιτρίτη.
τη̨̃ δ' οὔ πώ ποτε ναυ̃ται ἀκήριοι εὐχετόωνται
παρφυγέειν σὺν νηΐ: φέρει δέ τε κρατὶ ἑκάστω̨
φω̃τ' ἐξαρπάξασα νεὸς κυανοπρώ̨ροιο.

   τὸν δ' ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, 'Οδυσσευ̃,
πλησίον ἀλλήλων: καί κεν διοϊστεύσειασ.
τω̨̃ δ' ἐν ἐρινεός ἐστι μέγασ, φύλλοισι τεθηλώσ:
τω̨̃ δ' ὑπὸ δι̃α Χάρυβδις ἀναρρυβδει̃ μέλαν ὕδωρ.
τρὶς μὲν γάρ τ' ἀνίησιν ἐπ' ἤματι, τρὶς δ' ἀναρυβδει̃,
δεινόν: μὴ σύ γε κει̃θι τύχοισ, ὅτε ῥυβδήσειεν:
οὐ γάρ κεν ῥύσαιτό σ' ὑπὲκ κακου̃ οὐδ' ἐνοσίχθων.
ἀλλὰ μάλα Σκύλλης σκοπέλω̨ πεπλημένος ὠ̃κα
νη̃α παρὲξ ἐλάαν, ἐπεὶ ἠ̃ πολὺ φέρτερόν ἐστιν
ἓξ ἑτάρους ἐν νηὶ̈ ποθήμεναι ἢ ἅμα πάντασ."

   ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀτυζόμενος προσέειπον:
"εἰ δ' ἄγε δή μοι του̃το, θεά, νημερτὲς ἐνίσπεσ,
εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
τὴν δέ κ' ἀμυναίμην, ὅτε μοι σίνοιτό γ' ἑταίρουσ."

   ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δι̃α θεάων:
"σχέτλιε, καὶ δὴ αὐ̃ τοι πολεμήϊα ἔργα μέμηλε
καὶ πόνοσ, οὐδὲ θεοι̃σιν ὑπείξεαι ἀθανάτοισιν;
ἡ δέ τοι οὐ θνητή, ἀλλ' ἀθάνατον κακόν ἐστι,
δεινόν τ' ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν:
οὐδέ τις ἔστ' ἀλκή: φυγέειν κάρτιστον ἀπ' αὐτη̃σ.
ἢν γὰρ δηθύνη̨σθα κορυσσόμενος παρὰ πέτρη̨,
δείδω μή σ' ἐξαυ̃τις ἐφορμηθει̃σα κίχη̨σι
τόσση̨σιν κεφαλη̨̃σι, τόσους δ' ἐκ φω̃τας ἕληται.
ἀλλὰ μάλα σφοδρω̃ς ἐλάαν, βωστρει̃ν δὲ Κράταιϊν,
μητέρα τη̃ς Σκύλλησ, ἥ μιν τέκε πη̃μα βροτοι̃σιν:
ἥ μιν ἔπειτ' ἀποπαύσει ἐς ὕστερον ὁρμηθη̃ναι.

   Θρινακίην δ' ἐς νη̃σον ἀφίξεαι: ἔνθα δὲ πολλαὶ
βόσκοντ' 'Ηελίοιο βόες καὶ ἴφια μη̃λα.
ἑπτὰ βοω̃ν ἀγέλαι, τόσα δ' οἰω̃ν πώεα καλά,
πεντήκοντα δ' ἕκαστα. γόνος δ' οὐ γίνεται αὐτω̃ν,
οὐδέ ποτε φθινύθουσι. θεαὶ δ' ἐπιποιμένες εἰσί,
νύμφαι ἐϋπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
ἃς τέκεν 'Ηελίω̨ 'Υπερίονι δι̃α Νέαιρα.
τὰς μὲν ἄρα θρέψασα τεκου̃σά τε πότνια μήτηρ
Θρινακίην ἐς νη̃σον ἀπώ̨κισε τηλόθι ναίειν,
μη̃λα φυλασσέμεναι πατρώϊα καὶ ἕλικας βου̃σ.
τὰς εἰ μέν κ' ἀσινέας ἐάα̨ς νόστου τε μέδηαι,
ἠ̃ τ' ἂν ἔτ' εἰς 'Ιθάκην, κακά περ πάσχοντεσ, ἵκοισθε:
εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ' ὄλεθρον
[νηΐ τε καὶ ἑτάροισ'. αὐτὸς δ' εἴ πέρ κεν ἀλύξη̨σ,
ὀψὲ κακω̃ς νει̃αι, ὀλέσας ἄπο πάντας ἑταίρουσ."]

   ὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν 'Ηώσ.
ἡ μὲν ἔπειτ' ἀνὰ νη̃σον ἀπέστιχε δι̃α θεάων:
αὐτὰρ ἐγὼν ἐπὶ νη̃α κιὼν ὤτρυνον ἑταίρους
αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λυ̃σαι.
οἱ δ' αἰ̃ψ' εἴσβαινον καὶ ἐπὶ κληι̃σι καθι̃ζον,
[ἑξη̃ς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοι̃σ.]
ἡμι̃ν δ' αὐ̃ κατόπισθε νεὸς κυανοπρώ̨ροιο
ἴκμενον οὐ̃ρον ἵει πλησίστιον, ἐσθλὸν ἑται̃ρον,
Κίρκη ἐϋπλόκαμοσ, δεινὴ θεὸς αὐδήεσσα.
αὐτίκα δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νη̃α
ἥμεθα: τὴν δ' ἄνεμός τε κυβερνήτης τ' ἴθυνε.
δὴ τότ' ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κη̃ρ:

   "ὠ̃ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ' οἴους
θέσφαθ', ἅ μοι Κίρκη μυθήσατο, δι̃α θεάων:
ἀλλ' ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἠὲ θάνωμεν
ἤ κεν ἀλευάμενοι θάνατον καὶ κη̃ρα φύγοιμεν.
Σειρήνων μὲν πρω̃τον ἀνώγει θεσπεσιάων
φθόγγον ἀλεύασθαι καὶ λειμω̃ν' ἀνθεμόεντα.
οἰ̃ον ἔμ' ἠνώγει ὄπ' ἀκουέμεν: ἀλλά με δεσμω̨̃
δήσατ' ἐν ἀργαλέω̨, ὄφρ' ἔμπεδον αὐτόθι μίμνω,
ὀρθὸν ἐν ἱστοπέδη̨, ἐκ δ' αὐτου̃ πείρατ' ἀνήφθω.
εἰ δέ κε λίσσωμαι ὑμέας λυ̃σαί τε κελεύω,
ὑμει̃ς δὲ πλεόνεσσι τότ' ἐν δεσμοι̃σι πιέζειν."

   ἠ̃ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον:
τόφρα δὲ καρπαλίμως ἐξίκετο νηυ̃ς ἐϋεργὴς
νη̃σον Σειρήνοιϊν: ἔπειγε γὰρ οὐ̃ρος ἀπήμων.
αὐτίκ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
ἀνστάντες δ' ἕταροι νεὸς ἱστία μηρύσαντο,
καὶ τὰ μὲν ἐν νηὶ̈ γλαφυρη̨̃ θέσαν, οἱ δ' ἐπ' ἐρετμὰ
ἑζόμενοι λεύκαινον ὕδωρ ξεστη̨̃σ' ἐλάτη̨σιν.
αὐτὰρ ἐγὼ κηροι̃ο μέγαν τροχὸν ὀξέϊ χαλκω̨̃
τυτθὰ διατμήξας χερσὶ στιβαρη̨̃σι πίεζον:
αἰ̃ψα δ' ἰαίνετο κηρόσ, ἐπεὶ κέλετο μεγάλη ἲς
'Ηελίου τ' αὐγὴ 'Υπεριονίδαο ἄνακτοσ:
ἑξείης δ' ἑτάροισιν ἐπ' οὔατα πα̃σιν ἄλειψα.
οἱ δ' ἐν νηΐ μ' ἔδησαν ὁμου̃ χει̃ράς τε πόδας τε
ὀρθὸν ἐν ἱστοπέδη̨, ἐκ δ' αὐτου̃ πείρατ' ἀνη̃πτον:
αὐτοὶ δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοι̃σ.
ἀλλ' ὅτε τόσσον ἀπη̃μεν, ὅσον τε γέγωνε βοήσασ,
ῥίμφα διώκοντεσ, τὰς δ' οὐ λάθεν ὠκύαλος νηυ̃ς
ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ' ἔντυνον ἀοιδήν:

   "δευ̃ρ' ἄγ' ἰών, πολύαιν' 'Οδυσευ̃, μέγα κυ̃δος 'Αχαιω̃ν,
νη̃α κατάστησον, ἵνα νωϊτέρην ὄπ' ἀκούση̨σ.
οὐ γάρ πώ τις τη̨̃δε παρήλασε νηὶ̈ μελαίνη̨,
πρίν γ' ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ' ἀκου̃σαι,
ἀλλ' ὅ γε τερψάμενος νει̃ται καὶ πλείονα εἰδώσ.
ἴδμεν γάρ τοι πάνθ', ὅσ' ἐνὶ Τροίη̨ εὐρείη̨
'Αργει̃οι Τρω̃ές τε θεω̃ν ἰότητι μόγησαν,
ἴδμεν δ' ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρη̨."

   ὣς φάσαν ἱει̃σαι ὄπα κάλλιμον: αὐτὰρ ἐμὸν κη̃ρ
ἤθελ' ἀκουέμεναι, λυ̃σαί τ' ἐκέλευον ἑταίρους
ὀφρύσι νευστάζων: οἱ δὲ προπεσόντες ἔρεσσον.
αὐτίκα δ' ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
πλείοσί μ' ἐν δεσμοι̃σι δέον μα̃λλόν τε πίεζον.
αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν οὐδ' ἔτ' ἔπειτα
φθόγγον Σειρήνων ἠκούομεν οὐδέ τ' ἀοιδήν,
αἰ̃ψ' ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑται̃ροι,
ὅν σφιν ἐπ' ὠσὶν ἄλειψ', ἐμέ τ' ἐκ δεσμω̃ν ἀνέλυσαν.

   ἀλλ' ὅτε δὴ τὴν νη̃σον ἐλείπομεν, αὐτίκ' ἔπειτα
καπνὸν καὶ μέγα κυ̃μα ἴδον καὶ δου̃πον ἄκουσα.
τω̃ν δ' ἄρα δεισάντων ἐκ χειρω̃ν ἔπτατ' ἐρετμά,
βόμβησαν δ' ἄρα πάντα κατὰ ῥόον: ἔσχετο δ' αὐτου̃
νηυ̃σ, ἐπεὶ οὐκέτ' ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
μειλιχίοισ' ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον:

   "ὠ̃ φίλοι, οὐ γάρ πώ τι κακω̃ν ἀδαήμονές εἰμεν:
οὐ μὲν δὴ τόδε μει̃ζον ἔπι κακόν, ἢ ὅτε Κύκλωψ
εἴλει ἐνὶ σπη̃ϊ γλαφυρω̨̃ κρατερη̃φι βίηφιν:
ἀλλὰ καὶ ἔνθεν ἐμη̨̃ ἀρετη̨̃ βουλη̨̃ τε νόω̨ τε
ἐκφύγομεν, καί που τω̃νδε μνήσεσθαι ὀΐω.
νυ̃ν δ' ἄγεθ', ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντεσ.
ὑμει̃ς μὲν κώπη̨σιν ἁλὸς ῥηγμι̃να βαθει̃αν
τύπτετε κληΐδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς
δώη̨ τόνδε γ' ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι:
σοὶ δέ, κυβερνη̃θ', ὡ̃δ' ἐπιτέλλομαι: ἀλλ' ἐνὶ θυμω̨̃
βάλλευ, ἐπεὶ νηὸς γλαφυρη̃ς οἰήϊα νωμα̨̃σ:
τούτου μὲν καπνου̃ καὶ κύματος ἐκτὸς ἔεργε
νη̃α, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθη̨σι
κει̃σ' ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλη̨σθα."

   ὣς ἐφάμην, οἱ δ' ὠ̃κα ἐμοι̃σ' ἐπέεσσι πίθοντο.
Σκύλλην δ' οὐκέτ' ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑται̃ροι
εἰρεσίησ, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούσ.
καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινη̃ς
λανθανόμην, ἐπεὶ οὔ τί μ' ἀνώγει θωρήσσεσθαι:
αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δου̃ρε
μάκρ' ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
πρώ̨ρησ: ἔνθεν γάρ μιν ἐδέγμην πρω̃τα φανει̃σθαι
Σκύλλην πετραίην, ἥ μοι φέρε πη̃μ' ἑτάροισιν.
οὐδέ πη̨ ἀθρη̃σαι δυνάμην: ἔκαμον δέ μοι ὄσσε
πάντη̨ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.

   ἡμει̃ς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντεσ:
ἔνθεν γὰρ Σκύλλη, ἑτέρωθι δὲ δι̃α Χάρυβδις
δεινὸν ἀνερρύβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
ἠ̃ τοι ὅτ' ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλω̨̃
πα̃σ' ἀναμορμύρεσκε κυκωμένη: ὑψόσε δ' ἄχνη
ἄκροισι σκοπέλοισιν ἐπ' ἀμφοτέροισιν ἔπιπτεν.
ἀλλ' ὅτ' ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
πα̃σ' ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
δεινὸν βεβρύχει, ὑπένερθε δὲ γαι̃α φάνεσκε
ψάμμω̨ κυανέη: τοὺς δὲ χλωρὸν δέος ἥ̨ρει.
ἡμει̃ς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον:
τόφρα δέ μοι Σκύλλη γλαφυρη̃ς ἐκ νηὸς ἑταίρους
ἓξ ἕλεθ', οἳ χερσίν τε βίηφί τε φέρτατοι ἠ̃σαν.
σκεψάμενος δ' ἐς νη̃α θοὴν ἅμα καὶ μεθ' ἑταίρους
ἤδη τω̃ν ἐνόησα πόδας καὶ χει̃ρας ὕπερθεν
ὑψόσ' ἀειρομένων: ἐμὲ δὲ φθέγγοντο καλευ̃ντες
ἐξονομακλήδην, τότε γ' ὕστατον, ἀχνύμενοι κη̃ρ.
ὡς δ' ὅτ' ἐπὶ προβόλω̨ ἁλιεὺς περιμήκεϊ ῥάβδω̨
ἰχθύσι τοι̃ς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
ἀσπαίροντα δ' ἔπειτα λαβὼν ἔρριψε θύραζε,
ὣς οἵ γ' ἀσπαίροντες ἀείροντο προτὶ πέτρασ.
αὐτου̃ δ' εἰνὶ θύρη̨σι κατήσθιε κεκλήγοντασ,
χει̃ρας ἐμοὶ ὀρέγοντας ἐν αἰνη̨̃ δηϊοτη̃τι.
οἴκτιστον δὴ κει̃νο ἐμοι̃σ' ἴδον ὀφθαλμοι̃σι
πάντων, ὅσσ' ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.

   αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
Σκύλλην τ', αὐτίκ' ἔπειτα θεου̃ ἐς ἀμύμονα νη̃σον
ἱκόμεθ': ἔνθα δ' ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
πολλὰ δὲ ἴφια μη̃λ' 'Υπερίονος 'Ηελίοιο.
δὴ τότ' ἐγὼν ἔτι πόντω̨ ἐὼν ἐν νηὶ̈ μελαίνη̨
μυκηθμου̃ τ' ἤκουσα βοω̃ν αὐλιζομενάων
οἰω̃ν τε βληχήν: καί μοι ἔπος ἔμπεσε θυμω̨̃
μάντιος ἀλαου̃, Θηβαίου Τειρεσίαο,
Κίρκης τ' Αἰαίησ, ἥ μοι μάλα πόλλ' ἐπέτελλε
νη̃σον ἀλεύασθαι τερψιμβρότου 'Ηελίοιο.
δὴ τότ' ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κη̃ρ:

   "κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑται̃ροι,
ὄφρ' ὕμιν εἴπω μαντήϊα Τειρεσίαο
Κίρκης τ' Αἰαίησ, ἥ μοι μάλα πόλλ' ἐπέτελλε
νη̃σον ἀλεύασθαι τερψιμβρότου 'Ηελίοιο:
ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
ἀλλὰ παρὲξ τὴν νη̃σον ἐλαύνετε νη̃α μέλαιναν."

   ὣς ἐφάμην, τοι̃σιν δὲ κατεκλάσθη φίλον ἠ̃τορ.
αὐτίκα δ' Εὐρύλοχος στυγερω̨̃ μ' ἠμείβετο μύθω̨:

   "σχέτλιός εἰσ, 'Οδυσευ̃, περί τοι μένοσ, οὐδέ τι γυι̃α
κάμνεισ: ἠ̃ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
ὅς ῥ' ἑτάρους καμάτω̨ ἀδηκότας ἠδὲ καὶ ὕπνω̨
οὐκ ἐάα̨ς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὐ̃τε
νήσω̨ ἐν ἀμφιρύτη̨ λαρὸν τετυκοίμεθα δόρπον,
ἀλλ' αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγασ,
νήσου ἀποπλαγχθέντασ, ἐν ἠεροειδέϊ πόντω̨.
ἐκ νυκτω̃ν δ' ἄνεμοι χαλεποί, δηλήματα νηω̃ν,
γίνονται: πη̨̃ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
ἤν πως ἐξαπίνης ἔλθη̨ ἀνέμοιο θύελλα,
ἢ νότου ἢ ζεφύροιο δυσαέοσ, οἵ τε μάλιστα
νη̃α διαρραίουσι, θεω̃ν ἀέκητι ἀνάκτων;
ἀλλ' ἠ̃ τοι νυ̃ν μὲν πειθώμεθα νυκτὶ μελαίνη̨
δόρπον θ' ὁπλισόμεσθα θοη̨̃ παρὰ νηὶ̈ μένοντεσ:
ἠω̃θεν δ' ἀναβάντες ἐνήσομεν εὐρέϊ πόντω̨."

   ὣς ἔφατ' Εὐρύλοχοσ, ἐπὶ δ' ἤ̨νεον ἄλλοι ἑται̃ροι.
καὶ τότε δὴ γίνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:

   "Εὐρύλοχ', ἠ̃ μάλα δή με βιάζετε μου̃νον ἐόντα.
ἀλλ' ἄγε νυ̃ν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον:
εἴ κέ τιν' ἠὲ βοω̃ν ἀγέλην ἢ πω̃ϋ μέγ' οἰω̃ν
εὕρωμεν, μή πού τις ἀτασθαλίη̨σι κακη̨̃σιν
ἢ βου̃ν ἠέ τι μη̃λον ἀποκτάνη̨: ἀλλὰ ἕκηλοι
ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη."

   ὣς ἐφάμην, οἱ δ' αὐτίκ' ἀπώμνυον ὡς ἐκέλευον.
αὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
στήσαμεν ἐν λιμένι γλαφυρω̨̃ εὐεργέα νη̃α
ἄγχ' ὕδατος γλυκεροι̃ο καὶ ἐξαπέβησαν ἑται̃ροι
νηόσ, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρουσ,
οὓς ἔφαγε Σκύλλη γλαφυρη̃ς ἐκ νηὸς ἑλου̃σα:
κλαιόντεσσι δὲ τοι̃σιν ἐπήλυθε νήδυμος ὕπνοσ.
ἠ̃μος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δ' ἄστρα βεβήκει,
ὠ̃ρσεν ἔπι ζαὴν ἄνεμον νεφεληγερέτα Ζεὺς
λαίλαπι θεσπεσίη̨, σὺν δὲ νεφέεσσι κάλυψε
γαι̃αν ὁμου̃ καὶ πόντον: ὀρώρει δ' οὐρανόθεν νύξ.
ἠ̃μος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
νη̃α μὲν ὡρμίσαμεν, κοι̃λον σπέος εἰσερύσαντεσ:
ἔνθα δ' ἔσαν Νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι:
καὶ τότ' ἐγὼν ἀγορὴν θέμενος μετὰ πα̃σιν ἔειπον:

   "ὠ̃ φίλοι, ἐν γὰρ νηὶ̈ θοη̨̃ βρω̃σίς τε πόσις τε
ἔστιν, τω̃ν δὲ βοω̃ν ἀπεχώμεθα, μή τι πάθωμεν:
δεινου̃ γὰρ θεου̃ αἵδε βόες καὶ ἴφια μη̃λα,
'Ηελίου, ὃς πάντ' ἐφορα̨̃ καὶ πάντ' ἐπακούει."

   ὣς ἐφάμην, τοι̃σιν δ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
μη̃να δὲ πάντ' ἄλληκτος ἄη νότοσ, οὐδέ τις ἄλλος
γίνετ' ἔπειτ' ἀνέμων, εἰ μὴ εὐ̃ρός τε νότος τε.
οἱ δ' εἱ̃ος μὲν σι̃τον ἔχον καὶ οἰ̃νον ἐρυθρόν,
τόφρα βοω̃ν ἀπέχοντο λιλαιόμενοι βιότοιο:
ἀλλ' ὅτε δὴ νηὸς ἐξέφθιτο ἤϊα πάντα,
καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκη̨,
ἰχθυ̃ς ὄρνιθάς τε, φίλας ὅ τι χει̃ρας ἵκοιτο,
γναμπτοι̃σ' ἀγκίστροισιν: ἔτειρε δὲ γαστέρα λιμόσ:
δὴ τότ' ἐγὼν ἀνὰ νη̃σον ἀπέστιχον, ὄφρα θεοι̃σιν
εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
ἀλλ' ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρουσ,
χει̃ρας νιψάμενοσ, ὅθ' ἐπὶ σκέπας ἠ̃ν ἀνέμοιο,
ἠρώμην πάντεσσι θεοι̃σ', οἳ 'Όλυμπον ἔχουσιν:
οἱ δ' ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
Εὐρύλοχος δ' ἑτάροισι κακη̃ς ἐξήρχετο βουλη̃σ:

   "κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑται̃ροι:
πάντες μὲν στυγεροὶ θάνατοι δειλοι̃σι βροτοι̃σι,
λιμω̨̃ δ' οἴκτιστον θανέειν καὶ πότμον ἐπισπει̃ν.
ἀλλ' ἄγετ', 'Ηελίοιο βοω̃ν ἐλάσαντες ἀρίστας
ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
εἰ δέ κεν εἰς 'Ιθάκην ἀφικοίμεθα, πατρίδα γαι̃αν,
αἰ̃ψά κεν 'Ηελίω̨ 'Υπερίονι πίονα νηὸν
τεύξομεν, ἐν δέ κε θει̃μεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
εἰ δὲ χολωσάμενός τι βοω̃ν ὀρθοκραιράων
νη̃' ἐθέλη̨ ὀλέσαι, ἐπὶ δ' ἕσπωνται θεοὶ ἄλλοι,
βούλομ' ἅπαξ πρὸς κυ̃μα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι
ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσω̨ ἐρήμη̨."

   ὣς ἔφατ' Εὐρύλοχοσ, ἐπὶ δ' ἤ̨νεον ἄλλοι ἑται̃ροι.
αὐτίκα δ' 'Ηελίοιο βοω̃ν ἐλάσαντες ἀρίστας
ἐγγύθεν: _οὐ γὰρ τη̃λε νεὸς κυανοπρώ̨ροιο
βοσκέσκονθ' ἕλικες καλαὶ βόες εὐρυμέτωποι: _
τὰς δὲ περιστήσαντο καὶ εὐχετόωντο θεοι̃σι,
φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο:
οὐ γὰρ ἔχον κρι̃ λευκὸν ἐϋσσέλμου ἐπὶ νηόσ.
αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,
μηρούς τ' ἐξέταμον κατά τε κνίση̨ ἐκάλυψαν,
δίπτυχα ποιήσαντεσ, ἐπ' αὐτω̃ν δ' ὠμοθέτησαν.
οὐδ' εἰ̃χον μέθυ λει̃ψαι ἐπ' αἰθομένοισ' ἱεροι̃σιν,
ἀλλ' ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
αὐτὰρ ἐπεὶ κατὰ μη̃ρ' ἐκάη καὶ σπλάγχνα πάσαντο,
μίστυλλόν τ' ἄρα τἀ̃λλα καὶ ἀμφ' ὀβελοι̃σιν ἔπειρον.

   καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνοσ:
βη̃ν δ' ἰέναι ἐπὶ νη̃α θοὴν καὶ θι̃να θαλάσσησ.
ἀλλ' ὅτε δὴ σχεδὸν ἠ̃α κιὼν νεὸς ἀμφιελίσσησ,
καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀϋτμή:
οἰμώξας δὲ θεοι̃σι μετ' ἀθανάτοισι γεγώνευν:

   "Ζευ̃ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντεσ,
ἠ̃ με μάλ' εἰς ἄτην κοιμήσατε νηλέϊ ὕπνω̨,
οἱ δ' ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντεσ."

   ὠκέα δ' 'Ηελίω̨ 'Υπερίονι ἄγγελος ἠ̃λθε
Λαμπετίη τανύπεπλοσ, ὅ οἱ βόας ἔκταμεν ἡμει̃σ.
αὐτίκα δ' ἀθανάτοισι μετηύδα χωόμενος κη̃ρ:

   "Ζευ̃ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντεσ,
τει̃σαι δὴ ἑτάρους Λαερτιάδεω 'Οδυση̃οσ,
οἵ μευ βου̃ς ἔκτειναν ὑπέρβιον, ἡ̨̃σιν ἐγώ γε
χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
ἠδ' ὁπότ' ἂψ ἐπὶ γαι̃αν ἀπ' οὐρανόθεν προτραποίμην.
εἰ δέ μοι οὐ τείσουσι βοω̃ν ἐπιεικέ' ἀμοιβήν,
δύσομαι εἰς 'Αΐδαο καὶ ἐν νεκύεσσι φαείνω."

   τὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύσ:
"'Ηέλι', ἠ̃ τοι μὲν σὺ μετ' ἀθανάτοισι φάεινε
καὶ θνητοι̃σι βροτοι̃σιν ἐπὶ ζείδωρον ἄρουραν:
τω̃ν δέ κ' ἐγὼ τάχα νη̃α θοὴν ἀργη̃τι κεραυνω̨̃
τυτθὰ βαλὼν κεάσαιμι μέσω̨ ἐνὶ οἴνοπι πόντω̨."

   ταυ̃τα δ' ἐγὼν ἤκουσα Καλυψου̃ς ἠϋκόμοιο:
ἡ δ' ἔφη 'Ερμείαο διακτόρου αὐτὴ ἀκου̃σαι.

   αὐτὰρ ἐπεί ῥ' ἐπὶ νη̃α κατήλυθον ἠδὲ θάλασσαν,
νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μη̃χος
εὑρέμεναι δυνάμεσθα: βόες δ' ἀποτέθνασαν ἤδη.
τοι̃σιν δ' αὐτίκ' ἔπειτα θεοὶ τέραα προὔφαινον:
εἱ̃ρπον μὲν ῥινοί, κρέα δ' ἀμφ' ὀβελοι̃σ' ἐμεμύκει,
ὀπταλέα τε καὶ ὠμά: βοω̃ν δ' ὣς γίνετο φωνή.

   ἑξη̃μαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑται̃ροι
δαίνυντ' 'Ηελίοιο βοω̃ν ἐλόωντες ἀρίστασ:
ἀλλ' ὅτε δὴ ἕβδομον ἠ̃μαρ ἐπὶ Ζεὺς θη̃κε Κρονίων,
καὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,
ἡμει̃ς δ' αἰ̃ψ' ἀναβάντες ἐνήκαμεν εὐρέϊ πόντω̨,
ἱστὸν στησάμενοι ἀνά θ' ἱστία λεύκ' ἐρύσαντεσ.

   ἀλλ' ὅτε δὴ τὴν νη̃σον ἐλείπομεν οὐδέ τις ἄλλη
φαίνετο γαιάων, ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα,
δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
νηὸς ὕπερ γλαφυρη̃σ, ἤχλυσε δὲ πόντος ὑπ' αὐτη̃σ.
ἡ δ' ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον: αἰ̃ψα γὰρ ἠ̃λθε
κεκληγὼς ζέφυρος μεγάλη̨ σὺν λαίλαπι θύων.
ἱστου̃ δὲ προτόνους ἔρρηξ' ἀνέμοιο θύελλα
ἀμφοτέρουσ, ἱστὸς δ' ὀπίσω πέσεν, ὅπλα τε πάντα
εἰς ἄντλον κατέχυνθ': ὁ δ' ἄρα πρυμνη̨̃ ἐνὶ νηὶ̈
πλη̃ξε κυβερνήτεω κεφαλήν, σὺν δ' ὀστέ' ἄραξε
πάντ' ἄμυδις κεφαλη̃σ: ὁ δ' ἄρ' ἀρνευτη̃ρι ἐοικὼς
κάππεσ' ἀπ' ἰκριόφιν, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ.
Ζεὺς δ' ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ̈ κεραυνόν:
ἡ δ' ἐλελίχθη πα̃σα Διὸς πληγει̃σα κεραυνω̨̃,
ἐν δὲ θεείου πλη̃το: πέσον δ' ἐκ νηὸς ἑται̃ροι.
οἱ δὲ κορώνη̨σιν ἴκελοι περὶ νη̃α μέλαιναν
κύμασιν ἐμφορέοντο, θεὸς δ' ἀποαίνυτο νόστον.

   αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρ' ἀπὸ τοίχους
λυ̃σε κλύδων τρόπιοσ: τὴν δὲ ψιλὴν φέρε κυ̃μα.
ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν: αὐτὰρ ἐπ' αὐτω̨̃
ἐπίτονος βέβλητο, βοὸς ῥινοι̃ο τετευχώσ:
τω̨̃ ῥ' ἄμφω συνέεργον ὁμου̃ τρόπιν ἠδὲ καὶ ἱστόν,
ἑζόμενος δ' ἐπὶ τοι̃ς φερόμην ὀλοοι̃σ' ἀνέμοισιν.

   ἔνθ' ἠ̃ τοι ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,
ἠ̃λθε δ' ἐπὶ νότος ὠ̃κα, φέρων ἐμω̨̃ ἄλγεα θυμω̨̃,
ὄφρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
παννύχιος φερόμην, ἅμα δ' ἠελίω̨ ἀνιόντι
ἠ̃λθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
ἡ μὲν ἀνερρύβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ:
αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ' ἀερθείσ,
τω̨̃ προσφὺς ἐχόμην ὡς νυκτερίσ: οὐδέ πη̨ εἰ̃χον
οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ' ἐπιβη̃ναι:
ῥίζαι γὰρ ἑκὰς εἰ̃χον, ἀπήωροι δ' ἔσαν ὄζοι
μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.
νωλεμέως δ' ἐχόμην, ὄφρ' ἐξεμέσειεν ὀπίσσω
ἱστὸν καὶ τρόπιν αὐ̃τισ: ἐελδομένω̨ δέ μοι ἠ̃λθον,
ὄψ': ἠ̃μος δ' ἐπὶ δόρπον ἀνὴρ ἀγορη̃θεν ἀνέστη
κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηω̃ν,
τη̃μος δὴ τά γε δου̃ρα Χαρύβδιος ἐξεφαάνθη.
ἡ̃κα δ' ἐγὼ καθύπερθε πόδας καὶ χει̃ρε φέρεσθαι,
μέσσω̨ δ' ἐνδούπησα παρὲξ περιμήκεα δου̃ρα,
ἑζόμενος δ' ἐπὶ τοι̃σι διήρεσα χερσὶν ἐμη̨̃σι.
Σκύλλην δ' οὐκέτ' ἔασε πατὴρ ἀνδρω̃ν τε θεω̃ν τε
εἰσιδέειν: οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.

   ἔνθεν δ' ἐννη̃μαρ φερόμην, δεκάτη̨ δέ με νυκτὶ
νη̃σον ἐς 'Ωγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
ναίει ἐϋπλόκαμοσ, δεινὴ θεὸς αὐδήεσσα,
ἥ μ' ἐφίλει τ' ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;
ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκω̨
σοί τε καὶ ἰφθίμη̨ ἀλόχω̨: ἐχθρὸν δέ μοί ἐστιν
αὐ̃τις ἀριζήλως εἰρημένα μυθολογεύειν."