ΟΔΥΣΣΕΙΑΣ Ν

'`Ως ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃,
κηληθμω̨̃ δ' ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
τὸν δ' αὐ̃τ' 'Αλκίνοος ἀπαμείβετο φώνησέν τε:

   "ὠ̃ 'Οδυσευ̃, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δω̃,
ὑψερεφέσ, τω̃ σ' οὔ τι πάλιν πλαγχθέντα γ' ὀΐω
ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθασ.
ὑμέων δ' ἀνδρὶ ἑκάστω̨ ἐφιέμενος τάδε εἴρω,
ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἰ̃νον
αἰεὶ πίνετ' ἐμοι̃σιν, ἀκουάζεσθε δ' ἀοιδου̃:
εἵματα μὲν δὴ ξείνω̨ ἐϋξέστη̨ ἐνὶ χηλω̨̃
κει̃ται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
δω̃ρ', ὅσα Φαιήκων βουληφόροι ἐνθάδ' ἔνεικαν:
ἀλλ' ἄγε οἱ δω̃μεν τρίποδα μέγαν ἠδὲ λέβητα
ἀνδρακάσ, ἡμει̃ς δ' αὐ̃τε ἀγειρόμενοι κατὰ δη̃μον
τεισόμεθ': ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι."

   ὣς ἔφατ' 'Αλκίνοοσ, τοι̃σιν δ' ἐπιήνδανε μυ̃θοσ.
οἱ μὲν κακκείοντες ἔβαν οἰ̃κόνδε ἕκαστοσ:
ἠ̃μος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
νη̃άδ' ἐπεσσεύοντο, φέρον δ' εὐήνορα χαλκόν.
καὶ τὰ μὲν εὐ̃ κατέθηχ' ἱερὸν μένος 'Αλκινόοιο,
αὐτὸς ἰὼν διὰ νηόσ, ὑπὸ ζυγά, μή τιν' ἑταίρων
βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατ' ἐρετμοι̃σ:
οἱ δ' εἰς 'Αλκινόοιο κίον καὶ δαι̃τ' ἀλέγυνον.

   τοι̃σι δὲ βου̃ν ἱέρευσ' ἱερὸν μένος 'Αλκινόοιο
Ζηνὶ κελαινεφέϊ Κρονίδη̨, ὃς πα̃σιν ἀνάσσει.
μη̃ρα δὲ κήαντες δαίνυντ' ἐρικυδέα δαι̃τα
τερπόμενοι: μετὰ δέ σφιν ἐμέλπετο θει̃ος ἀοιδόσ,
Δημόδοκοσ, λαοι̃σι τετιμένοσ. αὐτὰρ 'Οδυσσεὺς
πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
δυ̃ναι ἐπειγόμενοσ: δὴ γὰρ μενέαινε νέεσθαι.
ὡς δ' ὅτ' ἀνὴρ δόρποιο λιλαίεται, ὡ̨̃ τε πανη̃μαρ
νειὸν ἀν' ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον:
ἀσπασίως δ' ἄρα τω̨̃ κατέδυ φάος ἠελίοιο
δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ' ἰόντι:
ὣς 'Οδυση̃' ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
αἰ̃ψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
'Αλκινόω̨ δὲ μάλιστα πιφαυσκόμενος φάτο μυ̃θον:

   "'Αλκίνοε κρει̃ον, πάντων ἀριδείκετε λαω̃ν,
πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ' αὐτοί.
ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμόσ,
πομπὴ καὶ φίλα δω̃ρα, τά μοι θεοὶ Οὐρανίωνες
ὄλβια ποιήσειαν: ἀμύμονα δ' οἴκοι ἄκοιτιν
νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
ὑμει̃ς δ' αὐ̃θι μένοντες ἐϋφραίνοιτε γυναι̃κας
κουριδίας καὶ τέκνα: θεοὶ δ' ἀρετὴν ὀπάσειαν
παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπή̨νεον ἠδ' ἐκέλευον
πεμπέμεναι τὸν ξει̃νον, ἐπεὶ κατὰ μοι̃ραν ἔειπε.
καὶ τότε κήρυκα προσέφη μένος 'Αλκινόοιο:

   "Ποντόνοε, κρητη̃ρα κερασσάμενος μέθυ νει̃μον
πα̃σιν ἀνὰ μέγαρον, ὄφρ' εὐξάμενοι Διὶ πατρὶ
τὸν ξει̃νον πέμπωμεν ἑὴν ἐς πατρίδα γαι̃αν."

   ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἰ̃νον ἐκίρνα,
νώμησεν δ' ἄρα πα̃σιν ἐπισταδόν: οἱ δὲ θεοι̃σιν
ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δ' ἵστατο δι̃ος 'Οδυσσεύσ,
'Αρήτη̨ δ' ἐν χερσὶ τίθει δέπας ἀμφικύπελλον
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

   "χαι̃ρέ μοι, ὠ̃ βασίλεια, διαμπερέσ, εἰς ὅ κε γη̃ρας
ἔλθη̨ καὶ θάνατοσ, τά τ' ἐπ' ἀνθρώποισι πέλονται.
αὐτὰρ ἐγὼ νέομαι: σὺ δὲ τέρπεο τω̨̃δ' ἐνὶ οἴκω̨
παισί τε καὶ λαοι̃σι καὶ 'Αλκινόω̨ βασιλη̃ϊ."

   ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δι̃ος 'Οδυσσεύσ.
τω̨̃ δ' ἅμα κήρυκα προΐει μένος 'Αλκινόοιο
ἡγει̃σθαι ἐπὶ νη̃α θοὴν καὶ θι̃να θαλάσσησ.
'Αρήτη δ' ἄρα οἱ δμω̨ὰς ἅμ' ἔπεμπε γυναι̃κασ,
τὴν μὲν φα̃ρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτω̃να,
τὴν δ' ἑτέρην χηλὸν πυκινὴν ἅμ' ὄπασσε κομίζειν:
ἡ δ' ἄλλη σι̃τόν τ' ἔφερεν καὶ οἰ̃νον ἐρυθρόν.

   αὐτὰρ ἐπεί ῥ' ἐπὶ νη̃α κατήλυθον ἠδὲ θάλασσαν,
αἰ̃ψα τά γ' ἐν νηὶ̈ γλαφυρη̨̃ πομπη̃ες ἀγαυοὶ
δεξάμενοι κατέθεντο, πόσιν καὶ βρω̃σιν ἅπασαν:
κὰδ δ' ἄρ' 'Οδυσση̃ϊ στόρεσαν ῥη̃γός τε λίνον τε
νηὸς ἐπ' ἰκριόφιν γλαφυρη̃σ, ἵνα νήγρετον εὕδοι,
πρυμνη̃σ: ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
σιγη̨̃: τοὶ δὲ καθι̃ζον ἐπὶ κληι̃σιν ἕκαστοι
κόσμω̨, πει̃σμα δ' ἔλυσαν ἀπὸ τρητοι̃ο λίθοιο.
εὐ̃θ' οἳ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδω̨̃,
καὶ τω̨̃ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
νήγρετος ἥδιστοσ, θανάτω̨ ἄγχιστα ἐοικώσ.
ἡ δ', ὥς τ' ἐν πεδίω̨ τετράοροι ἄρσενες ἵπποι,
πάντες ἅμ' ὁρμηθέντες ὑπὸ πληγη̨̃σιν ἱμάσθλης
ὑψόσ' ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
ὣς ἄρα τη̃ς πρύμνη μὲν ἀείρετο, κυ̃μα δ' ὄπισθεν
πορφύρεον μέγα θυ̃ε πολυφλοίσβοιο θαλάσσησ.
ἡ δὲ μάλ' ἀσφαλέως θέεν ἔμπεδον: οὐδέ κεν ἴρηξ
κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνω̃ν:
ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματ' ἔταμνεν,
ἄνδρα φέρουσα θεοι̃σ' ἐναλίγκια μήδε' ἔχοντα,
ὃς πρὶν μὲν μάλα πολλὰ πάθ' ἄλγεα ὃν κατὰ θυμόν,
ἀνδρω̃ν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων:
δὴ τότε γ' ἀτρέμας εὑ̃δε, λελασμένος ὅσσ' ἐπεπόνθει.

   εὐ̃τ' ἀστὴρ ὑπερέσχε φαάντατοσ, ὅς τε μάλιστα
ἔρχεται ἀγγέλλων φάος 'Ηου̃ς ἠριγενείησ,
τη̃μος δὴ νήσω̨ προσεπίλνατο ποντοπόρος νηυ̃σ.

   Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντοσ,
ἐν δήμω̨ 'Ιθάκησ: δύο δὲ προβλη̃τες ἐν αὐτω̨̃
ἀκταὶ ἀπορρω̃γεσ, λιμένος πότι πεπτηυι̃αι,
αἵ τ' ἀνέμων σκεπόωσι δυσαήων μέγα κυ̃μα
ἔκτοθεν: ἔντοσθεν δέ τ' ἄνευ δεσμοι̃ο μένουσι
νη̃ες ἐΰσσελμοι, ὅτ' ἂν ὅρμου μέτρον ἵκωνται.
αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
ἀγχόθι δ' αὐτη̃ς ἄντρον ἐπήρατον ἠεροειδέσ,
ἱρὸν Νυμφάων, αἳ Νηϊάδες καλέονται.
ἐν δὲ κρητη̃ρές τε καὶ ἀμφιφορη̃ες ἔασι
λάϊνοι: ἔνθα δ' ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
ἐν δ' ἱστοὶ λίθεοι περιμήκεεσ, ἔνθα τε Νύμφαι
φάρε' ὑφαίνουσιν ἁλιπόρφυρα, θαυ̃μα ἰδέσθαι:
ἐν δ' ὕδατ' ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,
αἱ μὲν πρὸς βορέαο καταιβαταὶ ἀνθρώποισιν,
αἱ δ' αὐ̃ πρὸς νότου εἰσὶ θεώτεραι: οὐδέ τι κείνη̨
ἄνδρες ἐσέρχονται, ἀλλ' ἀθανάτων ὁδός ἐστιν.

   ἔνθ' οἵ γ' εἰσέλασαν, πρὶν εἰδότεσ. ἡ μὲν ἔπειτα
ἠπείρω̨ ἐπέκελσεν ὅσον τ' ἐπὶ ἥμισυ πάσησ,
σπερχομένη: τοι̃ον γὰρ ἐπείγετο χέρσ' ἐρετάων.
οἱ δ' ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
πρω̃τον 'Οδυσση̃α γλαφυρη̃ς ἐκ νηὸς ἄειραν
αὐτω̨̃ σύν τε λίνω̨ καὶ ῥήγεϊ σιγαλόεντι,
κὰδ δ' ἄρ' ἐπὶ ψαμάθω̨ ἔθεσαν δεδμημένον ὕπνω̨,
ἐκ δὲ κτήματ' ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
ὤπασαν οἴκαδ' ἰόντι διὰ μεγάθυμον 'Αθήνην.
καὶ τὰ μὲν οὐ̃ν παρὰ πυθμέν' ἐλαίης ἁθρόα θη̃καν
ἐκτὸς ὁδου̃, μή πώ τις ὁδιτάων ἀνθρώπων,
πρὶν 'Οδυση̃' ἐγρέσθαι, ἐπελθὼν δηλήσαιτο:
αὐτοὶ δ' αὐ̃ οἰ̃κόνδε πάλιν κίον. οὐδ' ἐνοσίχθων
λήθετ' ἀπειλάων, τὰς ἀντιθέω̨ 'Οδυση̃ϊ
πρω̃τον ἐπηπείλησε, Διὸς δ' ἐξείρετο βουλήν:

   "Ζευ̃ πάτερ, οὐκέτ' ἐγώ γε μετ' ἀθανάτοισι θεοι̃σι
τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσι,
Φαίηκεσ, τοί πέρ τε ἐμη̃ς ἔξ εἰσι γενέθλησ.
καὶ γὰρ νυ̃ν 'Οδυση̃' ἐφάμην κακὰ πολλὰ παθόντα
οἴκαδ' ἐλεύσεσθαι: _νόστον δέ οἱ οὔ ποτ' ἀπηύρων
πάγχυ, ἐπεὶ σὺ πρω̃τον ὑπέσχεο καὶ κατένευσασ: _
οἱ δ' εὕδοντ' ἐν νηὶ̈ θοη̨̃ ἐπὶ πόντον ἄγοντες
κάτθεσαν εἰν 'Ιθάκη̨, ἔδοσαν δέ οἱ ἀγλαὰ δω̃ρα,
χαλκόν τε χρυσόν τε ἅλις ἐσθη̃τά θ' ὑφαντήν,
πόλλ', ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' 'Οδυσσεύσ,
εἴ περ ἀπήμων ἠ̃λθε, λαχὼν ἀπὸ ληΐδος αἰ̃σαν."

   τὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύσ:
"ὢ πόποι, ἐννοσίγαι' εὐρυσθενέσ, οἱ̃ον ἔειπεσ.
οὔ τί σ' ἀτιμάζουσι θεοί: χαλεπὸν δέ κεν εἴη
πρεσβύτατον καὶ ἄριστον ἀτιμίη̨σιν ἰάλλειν.
ἀνδρω̃ν δ' εἴ πέρ τίς σε βίη̨ καὶ κάρτεϊ εἴκων
οὔ τι τίει, σοὶ δ' ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
ἕρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμω̨̃."

   τὸν δ' ἠμείβετ' ἔπειτα Ποσειδάων ἐνοσίχθων:
"αἰ̃ψά κ' ἐγὼν ἕρξαιμι, κελαινεφέσ, ὡς ἀγορεύεισ:
ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδ' ἀλεείνω.
νυ̃ν αὐ̃ Φαιήκων ἐθέλω περικαλλέα νη̃α
ἐκ πομπη̃ς ἀνιου̃σαν ἐν ἠεροειδέϊ πόντω̨
ῥαι̃σαι, ἵν' ἤδη σχω̃νται, ἀπολλήξωσι δὲ πομπη̃ς
ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι."

   τὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύσ:
"ὠ̃ πέπον, ὣς μὲν ἐμω̨̃ θυμω̨̃ δοκει̃ εἰ̃ναι ἄριστα:
ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
λαοὶ ἀπὸ πτόλιοσ, θει̃ναι λίθον ἐγγύθι γαίης
νηὶ̈ θοη̨̃ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες
ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι."

   αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε Ποσειδάων ἐνοσίχθων,
βη̃ ῥ' ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
ἔνθ' ἔμεν': ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηυ̃ς
ῥίμφα διωκομένη. τη̃ς δὲ σχεδὸν ἠ̃λθ' ἐνοσίχθων,
ὅς μιν λα̃αν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
χειρὶ καταπρηνει̃ ἐλάσασ: ὁ δὲ νόσφι βεβήκει.

   οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον
Φαίηκες δολιχήρετμοι, ναυσικλυτοὶ ἄνδρεσ.
ὡ̃δε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:

   "ὤ μοι, τίς δὴ νη̃α θοὴν ἐπέδησ' ἐνὶ πόντω̨
οἴκαδ' ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πα̃σα."

   ὣς ἄρα τις εἴπεσκε: τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο.
τοι̃σιν δ' 'Αλκίνοος ἀγορήσατο καὶ μετέειπεν:

   "ὢ πόποι, ἠ̃ μάλα δή με παλαίφατα θέσφαθ' ἱκάνει
πατρὸς ἐμου̃, ὃς ἔφασκε Ποσειδάων' ἀγάσασθαι
ἡμι̃ν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
φη̃ ποτε Φαιήκων ἀνδρω̃ν περικαλλέα νη̃α
ἐκ πομπη̃ς ἀνιου̃σαν ἐν ἠεροειδέϊ πόντω̨
ῥαισέμεναι, μέγα δ' ἡ̃μιν ὄρος πόλει ἀμφικαλύψειν.
ὣς ἀγόρευ' ὁ γέρων: τὰ δὲ δὴ νυ̃ν πάντα τελει̃ται.
ἀλλ' ἄγεθ', ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντεσ:
πομπη̃ς μὲν παύεσθε βροτω̃ν, ὅτε κέν τις ἵκηται
ἡμέτερον προτὶ ἄστυ: Ποσειδάωνι δὲ ταύρους
δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κ' ἐλεήση̨
μηδ' ἥμιν περίμηκες ὄρος πόλει ἀμφικαλύψη̨."

   ὣς ἔφαθ', οἱ δ' ἔδδεισαν, ἑτοιμάσσαντο δὲ ταύρουσ.
ὣς οἱ μέν ῥ' εὔχοντο Ποσειδάωνι ἄνακτι
δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντεσ,
ἑσταότες περὶ βωμόν. ὁ δ' ἔγρετο δι̃ος 'Οδυσσεὺς
εὕδων ἐν γαίη̨ πατρωΐη̨, οὐδέ μιν ἔγνω,
ἤδη δὴν ἀπεών: περὶ γὰρ θεὸς ἠέρα χευ̃ε
Παλλὰς 'Αθηναίη, κούρη Διόσ, ὄφρα μιν αὐτὸν
ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
πρὶν πα̃σαν μνηστη̃ρας ὑπερβασίην ἀποτει̃σαι.
τοὔνεκ' ἄρ' ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
πέτραι τ' ἠλίβατοι καὶ δένδρεα τηλεθάοντα.
στη̃ δ' ἄρ' ἀναΐξας καί ῥ' εἴσιδε πατρίδα γαι̃αν,
ὤ̨μωξέν τ' ἄρ' ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
χερσὶ καταπρηνέσσ', ὀλοφυρόμενος δ' ἔπος ηὔδα:

   "ὤ μοι ἐγώ, τέων αὐ̃τε βροτω̃ν ἐς γαι̃αν ἱκάνω;
ἤ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
ἠ̃ε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδήσ;
πη̨̃ δὴ χρήματα πολλὰ φέρω τάδε; πη̨̃ δὲ καὶ αὐτὸς
πλάγξομαι; αἴθ' ὄφελον μει̃ναι παρὰ Φαιήκεσσιν
αὐτου̃: ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
ἐξικόμην, ὅς κέν μ' ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
νυ̃ν δ' οὔτ' ἄρ πη̨ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτου̃
καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
ἠ̃σαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντεσ,
οἵ μ' εἰς ἄλλην γαι̃αν ἀπήγαγον: ἠ̃ τέ μ' ἔφαντο
ἄξειν εἰς 'Ιθάκην εὐδείελον, οὐδ' ἐτέλεσσαν.
Ζεύς σφεας τείσαιτο ἱκετήσιοσ, ὅς τε καὶ ἄλλους
ἀνθρώπους ἐφορα̨̃ καὶ τείνυται, ὅς τις ἁμάρτη̨.
ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι,
μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντεσ."

   ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
τω̃ν μὲν ἄρ' οὔ τι πόθει: ὁ δ' ὀδύρετο πατρίδα γαι̃αν
ἑρπύζων παρὰ θι̃να πολυφλοίσβοιο θαλάσσησ,
πόλλ' ὀλοφυρόμενοσ. σχεδόθεν δέ οἱ ἠ̃λθεν 'Αθήνη,
ἀνδρὶ δέμας εἰκυι̃α νέω̨, ἐπιβώτορι μήλων,
παναπάλω̨, οἱ̃οί τε ἀνάκτων παι̃δες ἔασι,
δίπτυχον ἀμφ' ὤμοισιν ἔχουσ' εὐεργέα λώπην:
ποσσὶ δ' ὑπὸ λιπαροι̃σι πέδιλ' ἔχε, χερσὶ δ' ἄκοντα.
τὴν δ' 'Οδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἠ̃λθε
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

   "ὠ̃ φίλ', ἐπεί σε πρω̃τα κιχάνω τω̨̃δ' ἐνὶ χώρω̨,
χαι̃ρέ τε καὶ μή μοί τι κακω̨̃ νόω̨ ἀντιβολήσαισ,
ἀλλὰ σάω μὲν ταυ̃τα, σάω δ' ἐμέ: σοὶ γὰρ ἐγώ γε
εὔχομαι ὥς τε θεω̨̃ καί σευ φίλα γούναθ' ἱκάνω.
καί μοι του̃τ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐὺ̈ εἰδω̃:
τίς γη̃, τίς δη̃μοσ, τίνες ἀνέρες ἐγγεγάασιν;
ἤ πού τις νήσων εὐδείελοσ, ἠ̃έ τις ἀκτὴ
κει̃θ' ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;"

   τὸν δ' αὐ̃τε προσέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:
"νήπιός εἰσ, ὠ̃ ξει̃ν', ἢ τηλόθεν εἰλήλουθασ,
εἰ δὴ τήνδε τε γαι̃αν ἀνείρεαι. οὐδέ τι λίην
οὕτω νώνυμός ἐστιν: ἴσασι δέ μιν μάλα πολλοί,
ἠμὲν ὅσοι ναίουσι πρὸς ἠω̃ τ' ἠέλιόν τε,
ἠδ' ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
ἠ̃ τοι μὲν τρηχει̃α καὶ οὐχ ἱππήλατός ἐστιν
οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδ' εὐρει̃α τέτυκται.
ἐν μὲν γάρ οἱ σι̃τος ἀθέσφατοσ, ἐν δέ τε οἰ̃νος
γίνεται: αἰεὶ δ' ὄμβρος ἔχει τεθαλυι̃ά τ' ἐέρση.
αἰγίβοτος δ' ἀγαθὴ καὶ βούβοτοσ: ἔστι μὲν ὕλη
παντοίη, ἐν δ' ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
τω̃ τοι, ξει̃ν', 'Ιθάκης γε καὶ ἐς Τροίην ὄνομ' ἵκει,
τήν περ τηλου̃ φασὶν 'Αχαιΐδος ἔμμεναι αἴησ."

   ὣς φάτο, γήθησεν δὲ πολύτλας δι̃ος 'Οδυσσεὺς
χαίρων ἡ̨̃ γαίη̨ πατρωΐη̨, ὥς οἱ ἔειπε
Παλλὰς 'Αθηναίη, κούρη Διὸς αἰγιόχοιο:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: _
οὐδ' ὅ γ' ἀληθέα εἰ̃πε, πάλιν δ' ὅ γε λάζετο μυ̃θον,
αἰὲν ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμω̃ν: _

   "πυνθανόμην 'Ιθάκης γε καὶ ἐν Κρήτη̨ εὐρείη̨,
τηλου̃ ὑπὲρ πόντου: νυ̃ν δ' εἰλήλουθα καὶ αὐτὸς
χρήμασι σὺν τοίσδεσσι: λιπὼν δ' ἔτι παισὶ τοσαυ̃τα
φεύγω, ἐπεὶ φίλον υἱ̃α κατέκτανον 'Ιδομενη̃οσ,
'Ορσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτη̨ εὐρείη̨
ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
οὕνεκά με στερέσαι τη̃ς ληΐδος ἤθελε πάσης
Τρωϊάδοσ, τη̃ς εἵνεκ' ἐγὼ πάθον ἄλγεα θυμω̨̃,
ἀνδρω̃ν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
οὕνεκ' ἄρ' οὐχ ὡ̨̃ πατρὶ χαριζόμενος θεράπευον
δήμω̨ ἔνι Τρώων, ἀλλ' ἄλλων ἠ̃ρχον ἑταίρων.
τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
ἀγρόθεν, ἐγγὺς ὁδοι̃ο λοχησάμενος σὺν ἑταίρω̨:
νὺξ δὲ μάλα δνοφερὴ κάτεχ' οὐρανόν, οὐδέ τις ἥμεας
ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρασ.
αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκω̨̃,
αὐτίκ' ἐγὼν ἐπὶ νη̃α κιὼν Φοίνικας ἀγαυοὺς
ἐλλισάμην καί σφιν μενοεικέα ληΐδα δω̃κα:
τούς μ' ἐκέλευσα Πύλονδε καταστη̃σαι καὶ ἐφέσσαι
ἢ εἰς 'Ήλιδα δι̃αν, ὅθι κρατέουσιν 'Επειοί.
ἀλλ' ἠ̃ τοί σφεας κει̃θεν ἀπώσατο ἲς ἀνέμοιο
πόλλ' ἀεκαζομένουσ, οὐδ' ἤθελον ἐξαπατη̃σαι.
κει̃θεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτόσ.
σπουδη̨̃ δ' ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἥμιν
δόρπου μνη̃στις ἔην μάλα περ χατέουσιν ἑλέσθαι,
ἀλλ' αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντεσ.
ἔνθ' ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπέλλαβε κεκμηω̃τα,
οἱ δὲ χρήματ' ἐμὰ γλαφυρη̃ς ἐκ νηὸς ἑλόντες
κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
οἱ δ' ἐς Σιδονίην εὐ̃ ναιομένην ἀναβάντες
ὤ̨χοντ': αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἠ̃τορ."

   ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκω̃πις 'Αθήνη,
χειρί τέ μιν κατέρεξε: δέμας δ' ἤϊκτο γυναικὶ
καλη̨̃ τε μεγάλη̨ τε καὶ ἀγλαὰ ἔργα ἰδυίη̨:
καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα:

   "κερδαλέος κ' εἴη καὶ ἐπίκλοποσ, ὅς σε παρέλθοι
ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
σχέτλιε, ποικιλομη̃τα, δόλων ἄατ', οὐκ ἄρ' ἔμελλεσ,
οὐδ' ἐν ση̨̃ περ ἐὼν γαίη̨, λήξειν ἀπατάων
μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
ἀλλ' ἄγε μηκέτι ταυ̃τα λεγώμεθα, εἰδότες ἄμφω
κέρδε', ἐπεὶ σὺ μέν ἐσσι βροτω̃ν ὄχ' ἄριστος ἁπάντων
βουλη̨̃ καὶ μύθοισιν, ἐγὼ δ' ἐν πα̃σι θεοι̃σι
μήτι τε κλέομαι καὶ κέρδεσιν: οὐδὲ σύ γ' ἔγνως
Παλλάδ' 'Αθηναίην, κούρην Διόσ, ἥ τέ τοι αἰεὶ
ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα.
νυ̃ν αὐ̃ δευ̃ρ' ἱκόμην, ἵνα τοι σὺν μη̃τιν ὑφήνω
χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
ὤπασαν οἴκαδ' ἰόντι ἐμη̨̃ βουλη̨̃ τε νόω̨ τε,
εἴπω θ' ὅσσα τοι αἰ̃σα δόμοισ' ἔνι ποιητοι̃σι
κήδε' ἀνασχέσθαι: σὺ δὲ τετλάμεναι καὶ ἀνάγκη̨,
μηδέ τω̨ ἐκφάσθαι μήτ' ἀνδρω̃ν μήτε γυναικω̃ν,
πάντων, οὕνεκ' ἄρ' ἠ̃λθες ἀλώμενοσ, ἀλλὰ σιωπη̨̃
πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρω̃ν."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ἀργαλέον σε, θεά, γνω̃ναι βροτω̨̃ ἀντιάσαντι
καὶ μάλ' ἐπισταμένω̨: σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεισ.
του̃το δ' ἐγὼν εὐ̃ οἰ̃δ', ὅτι μοι πάρος ἠπίη ἠ̃σθα,
εἱ̃ος ἐνὶ Τροίη̨ πολεμίζομεν υἱ̃ες 'Αχαιω̃ν:
αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
βη̃μεν δ' ἐν νήεσσι, θεὸς δ' ἐκέδασσεν 'Αχαιούσ,
οὔ σ' ἔτ' ἔπειτα ἴδον, κούρη Διόσ, οὐδ' ἐνόησα
νηὸς ἐμη̃ς ἐπιβα̃σαν, ὅπως τί μοι ἄλγος ἀλάλκοισ.
ἀλλ' αἰεὶ φρεσὶν ἡ̨̃σιν ἔχων δεδαϊγμένον ἠ̃τορ
ἠλώμην, εἱ̃ός με θεοὶ κακότητος ἔλυσαν:
πρίν γ' ὅτε Φαιήκων ἀνδρω̃ν ἐν πίονι δήμω̨
θάρσυνάς τ' ἐπέεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
νυ̃ν δέ σε πρὸς πατρὸς γουνάζομαι: _οὐ γὰρ ὀΐω
ἥκειν εἰς 'Ιθάκην εὐδείελον, ἀλλά τιν' ἄλλην
γαι̃αν ἀναστρέφομαι: σὲ δὲ κερτομέουσαν ὀΐω
ταυ̃τ' ἀγορευέμεναι, ἵν' ἐμὰς φρένας ἠπεροπεύη̨σ: _
εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδ' ἱκάνω."

   τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκω̃πις 'Αθήνη:
"αἰεί τοι τοιου̃τον ἐνὶ στήθεσσι νόημα:
τω̃ σε καὶ οὐ δύναμαι προλιπει̃ν δύστηνον ἐόντα,
οὕνεκ' ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
ἀσπασίως γάρ κ' ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ἵετ' ἐνὶ μεγάροισ' ἰδέειν παι̃δάς τ' ἄλοχόν τε:
σοὶ δ' οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
πρίν γ' ἔτι ση̃ς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
ἡ̃σται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούση̨.
αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτ' ἀπίστεον, ἀλλ' ἐνὶ θυμω̨̃
ἤ̨δε', ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρουσ:
ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
πατροκασιγνήτω̨, ὅς τοι κότον ἔνθετο θυμω̨̃,
χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσασ.
ἀλλ' ἄγε τοι δείξω 'Ιθάκης ἕδοσ, ὄφρα πεποίθη̨σ:
Φόρκυνος μὲν ὅδ' ἐστὶ λιμήν, ἁλίοιο γέροντοσ,
ἥδε δ' ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη:
[ἀγχόθι δ' αὐτη̃ς ἄντρον ἐπήρατον ἠεροειδέσ,
ἱρὸν Νυμφάων, αἳ Νηϊάδες καλέονται:]
του̃το δέ τοι σπέος εὐρὺ κατηρεφέσ, ἔνθα σὺ πολλὰς
ἕρδεσκες Νύμφη̨σι τεληέσσας ἑκατόμβασ:
του̃το δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλη̨."

   ὣς εἰπου̃σα θεὰ σκέδασ' ἠέρα, εἴσατο δὲ χθών:
γήθησέν τ' ἄρ' ἔπειτα πολύτλας δι̃ος 'Οδυσσεὺς
χαίρων ἡ̨̃ γαίη̨, κύσε δὲ ζείδωρον ἄρουραν.
αὐτίκα δὲ Νύμφη̨σ' ἠρήσατο χει̃ρας ἀνασχών:

   "Νύμφαι Νηϊάδεσ, κου̃ραι Διόσ, οὔ ποτ' ἐγώ γε
ὄψεσθ' ὔμμ' ἐφάμην: νυ̃ν δ' εὐχωλη̨̃σ' ἀγανη̨̃σι
χαίρετ': ἀτὰρ καὶ δω̃ρα διδώσομεν, ὡς τὸ πάρος περ,
αἴ κεν ἐα̨̃ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξη̨."

   τὸν δ' αὐ̃τε προσέειπε θεὰ γλαυκω̃πις 'Αθήνη
"θάρσει, μή τοι ταυ̃τα μετὰ φρεσὶ ση̨̃σι μελόντων:
ἀλλὰ χρήματα μὲν μυχω̨̃ ἄντρου θεσπεσίοιο
θείομεν αὐτίκα νυ̃ν, ἵνα περ τάδε τοι σόα μίμνη̨:
αὐτοὶ δὲ φραζώμεθ', ὅπως ὄχ' ἄριστα γένηται."

   ὣς εἰπου̃σα θεὰ δυ̃νε σπέος ἠεροειδέσ,
μαιομένη κευθμω̃νας ἀνὰ σπέοσ: αὐτὰρ 'Οδυσσεὺς
ἄσσον πάντ' ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
εἵματά τ' εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
καὶ τὰ μὲν εὐ̃ κατέθηκε, λίθον δ' ἐπέθηκε θύρη̨σι
Παλλὰς 'Αθηναίη, κούρη Διὸς αἰγιόχοιο.

   τὼ δὲ καθεζομένω ἱερη̃ς παρὰ πυθμέν' ἐλαίης
φραζέσθην μνηστη̃ρσιν ὑπερφιάλοισιν ὄλεθρον.
τοι̃σι δὲ μύθων ἠ̃ρχε θεὰ γλαυκω̃πις 'Αθήνη:

   "διογενὲς Λαερτιάδη, πολυμήχαν' 'Οδυσσευ̃,
φράζευ ὅπως μνηστη̃ρσιν ἀναιδέσι χει̃ρας ἐφήσεισ,
οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντεσ:
ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
πάντας μέν ῥ' ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστω̨,
ἀγγελίας προϊει̃σα, νόος δέ οἱ ἄλλα μενοινα̨̃."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ὢ πόποι, ἠ̃ μάλα δὴ 'Αγαμέμνονος 'Ατρεΐδαο
φθείσεσθαι κακὸν οἰ̃τον ἐνὶ μεγάροισιν ἔμελλον,
εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοι̃ραν ἔειπεσ.
ἀλλ' ἄγε μη̃τιν ὕφηνον, ὅπως ἀποτείσομαι αὐτούσ:
πὰρ δέ μοι αὐτὴ στη̃θι μένος πολυθαρσὲς ἐνει̃σα,
οἱ̃ον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
αἴ κέ μοι ὣς μεμαυι̃α παρασταίησ, γλαυκω̃πι,
καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσ' ἐπαρήγοισ."

   τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκω̃πις 'Αθήνη:
"καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεισ,
ὁππότε κεν δὴ ταυ̃τα πενώμεθα: καί τιν' ὀΐω
αἵματί τ' ἐγκεφάλω̨ τε παλαξέμεν ἄσπετον οὐ̃δας
[ἀνδρω̃ν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.]
ἀλλ' ἄγε σ' ἄγνωστον τεύξω πάντεσσι βροτοι̃σι:
κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοι̃σι μέλεσσι,
ξανθὰς δ' ἐκ κεφαλη̃ς ὀλέσω τρίχασ, ἀμφὶ δὲ λαι̃φος
ἕσσω, ὅ κεν στυγέη̨σιν ἰδὼν ἄνθρωπος ἔχοντα,
κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ' ἐόντε,
ὡς ἂν ἀεικέλιος πα̃σι μνηστη̃ρσι φανήη̨ς
ση̨̃ τ' ἀλόχω̨ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπεσ.
αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
ὅς τοι ὑω̃ν ἐπίουροσ, ὁμω̃ς δέ τοι ἤπια οἰ̃δε,
παι̃δά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
δήεις τόν γε σύεσσι παρήμενον: αἱ δὲ νέμονται
πὰρ Κόρακος πέτρη̨ ἐπί τε κρήνη̨ 'Αρεθούση̨,
ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
πίνουσαι, τά θ' ὕεσσι τρέφει τεθαλυι̃αν ἀλοιφήν.
ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
ὄφρ' ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, 'Οδυσσευ̃:
ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
ὤ̨χετο πευσόμενος μετὰ σὸν κλέοσ, εἴ που ἔτ' εἴησ."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"τίπτε τ' ἄρ' οὔ οἱ ἔειπεσ, ἐνὶ φρεσὶ πάντα ἰδυι̃α;
ἠ̃ ἵνα που καὶ κει̃νος ἀλώμενος ἄλγεα πάσχη̨
πόντον ἐπ' ἀτρύγετον, βίοτον δέ οἱ ἄλλοι ἔδωσι;"

   τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκω̃πις 'Αθήνη:
"μὴ δή τοι κει̃νός γε λίην ἐνθύμιος ἔστω.
αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
κει̃σ' ἐλθών: ἀτὰρ οὔ τιν' ἔχει πόνον, ἀλλὰ ἕκηλος
ἡ̃σται ἐν 'Ατρεΐδαο δόμοισ, παρὰ δ' ἄσπετα κει̃ται.
ἠ̃ μέν μιν λοχόωσι νέοι σὺν νηὶ̈ μελαίνη̨,
ἱέμενοι κτει̃ναι, πρὶν πατρίδα γαι̃αν ἱκέσθαι:
ἀλλὰ τά γ' οὐκ ὀΐω: πρὶν καί τινα γαι̃α καθέξει
ἀνδρω̃ν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν."

   ὣς ἄρα μιν φαμένη ῥάβδω̨ ἐπεμάσσατ' 'Αθήνη.
κάρψε μέν οἱ χρόα καλὸν ἐνὶ γναμπτοι̃σι μέλεσσι,
ξανθὰς δ' ἐκ κεφαλη̃ς ὄλεσε τρίχασ, ἀμφὶ δὲ δέρμα
πάντεσσιν μελέεσσι παλαιου̃ θη̃κε γέροντοσ,
κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ' ἐόντε:
ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτω̃να,
ῥωγαλέα ῥυπόωντα, κακω̨̃ μεμορυγμένα καπνω̨̃:
ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ' ἐλάφοιο,
ψιλόν: δω̃κε δέ οἱ σκη̃πτρον καὶ ἀεικέα πήρην,
πυκνὰ ῥωγαλέην: ἐν δὲ στρόφος ἠ̃εν ἀορτήρ.

   τώ γ' ὣς βουλεύσαντε διέτμαγεν: ἡ μὲν ἔπειτα
ἐς Λακεδαίμονα δι̃αν ἔβη μετὰ παι̃δ' 'Οδυση̃οσ.