ΟΔΥΣΣΕΙΑΣ Ξ

Αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχει̃αν ἀταρπὸν
χω̃ρον ἀν' ὑλήεντα δι' ἄκριασ, ἡ̨̃ οἱ 'Αθήνη
πέφραδε δι̃ον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα
κήδετο οἰκήων, οὓς κτήσατο δι̃ος 'Οδυσσεύσ.

   τὸν δ' ἄρ' ἐνὶ προδόμω̨ εὑ̃ρ' ἥμενον, ἔνθα οἱ αὐλὴ
ὑψηλὴ δέδμητο, περισκέπτω̨ ἐνὶ χώρω̨,
καλή τε μεγάλη τε, περίδρομοσ: ἥν ῥα συβώτης
αὐτὸς δείμαθ' ὕεσσιν ἀποιχομένοιο ἄνακτοσ,
νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντοσ,
ῥυτοι̃σιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδω̨.
σταυροὺς δ' ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα
πυκνοὺς καὶ θαμέασ, τὸ μέλαν δρυὸς ἀμφικεάσσασ.
ἔντοσθεν δ' αὐλη̃ς συφεοὺς δυοκαίδεκα ποίει
πλησίον ἀλλήλων, εὐνὰς συσίν: ἐν δὲ ἑκάστω̨
πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
θήλειαι τοκάδεσ: τοὶ δ' ἄρσενες ἐκτὸς ἴαυον,
πολλὸν παυρότεροι: τοὺς γὰρ μινύθεσκον ἔδοντες
ἀντίθεοι μνηστη̃ρεσ, ἐπεὶ προΐαλλε συβώτης
αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων:
οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
πὰρ δὲ κύνες θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
τέσσαρεσ, οὓς ἔθρεψε συβώτησ, ὄρχαμος ἀνδρω̃ν.
αὐτὸς δ' ἀμφὶ πόδεσσιν ἑοι̃ς ἀράρισκε πέδιλα,
τάμνων δέρμα βόειον ἐϋχροέσ: οἱ δὲ δὴ ἄλλοι
ὤ̨χοντ' ἄλλυδις ἄλλος ἅμ' ἀγρομένοισι σύεσσιν,
οἱ τρει̃σ: τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
συ̃ν ἀγέμεν μνηστη̃ρσιν ὑπερφιάλοισιν ἀνάγκη̨,
ὄφρ' ἱερεύσαντες κρειω̃ν κορεσαίατο θυμόν.

   ἐξαπίνης δ' 'Οδυση̃α ἴδον κύνες ὑλακόμωροι.
οἱ μὲν κεκλήγοντες ἐπέδραμον: αὐτὰρ 'Οδυσσεὺς
ἕζετο κερδοσύνη̨, σκη̃πτρον δέ οἱ ἔκπεσε χειρόσ.
ἔνθα κεν ὡ̨̃ πὰρ σταθμω̨̃ ἀεικέλιον πάθεν ἄλγοσ:
ἀλλὰ συβώτης ὠ̃κα ποσὶ κραιπνοι̃σι μετασπὼν
ἔσσυτ' ἀνὰ πρόθυρον, σκυ̃τος δέ οἱ ἔκπεσε χειρόσ.
τοὺς μὲν ὁμοκλήσας σευ̃εν κύνας ἄλλυδις ἄλλον
πυκνη̨̃σιν λιθάδεσσιν, ὁ δὲ προσέειπεν ἄνακτα:

   "ὠ̃ γέρον, ἠ̃ ὀλίγου σε κύνες διεδηλήσαντο
ἐξαπίνησ, καί κέν μοι ἐλεγχείην κατέχευασ.
καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε:
ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
ἡ̃μαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
ἔδμεναι: αὐτὰρ κει̃νος ἐελδόμενός που ἐδωδη̃ς
πλάζετ' ἐπ' ἀλλοθρόων ἀνδρω̃ν δη̃μόν τε πόλιν τε,
εἴ που ἔτι ζώει καὶ ὁρα̨̃ φάος ἠελίοιο.
ἀλλ' ἕπεο, κλισίηνδ' ἴομεν, γέρον, ὄφρα καὶ αὐτόσ,
σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
εἴπη̨σ, ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε' ἀνέτλησ."

   ὣς εἰπὼν κλισίηνδ' ἡγήσατο δι̃ος ὑφορβόσ,
εἱ̃σεν δ' εἰσαγαγών, ῥω̃πας δ' ὑπέχευε δασείασ,
ἐστόρεσεν δ' ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγόσ,
αὐτου̃ ἐνεύναιον, μέγα καὶ δασύ. χαι̃ρε δ' 'Οδυσσεύσ,
ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

   "Ζεύς τοι δοίη, ξει̃νε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
ὅττι μάλιστ' ἐθέλεισ, ὅτι με πρόφρων ὑπέδεξο."

   τὸν δ' ἀπαμειβόμενος προσέφησ, Εὔμαιε συβω̃τα:
"ξει̃ν', οὔ μοι θέμις ἔστ', οὐδ' εἰ κακίων σέθεν ἔλθοι,
ξει̃νον ἀτιμη̃σαι: πρὸς γὰρ Διός εἰσιν ἅπαντες
ξει̃νοί τε πτωχοί τε. δόσις δ' ὀλίγη τε φίλη τε
γίνεται ἡμετέρη: ἡ γὰρ δμώων δίκη ἐστίν,
αἰεὶ δειδιότων, ὅτ' ἐπικρατέωσιν ἄνακτες
οἱ νέοι. ἠ̃ γὰρ του̃ γε θεοὶ κατὰ νόστον ἔδησαν,
ὅς κεν ἔμ' ἐνδυκέως ἐφίλει καὶ κτη̃σιν ὄπασσεν,
οἱ̃ά τε ὡ̨̃ οἰκη̃ϊ ἄναξ εὔθυμος ἔδωκεν,
οἰ̃κόν τε κλη̃ρόν τε πολυμνήστην τε γυναι̃κα,
ὅς οἱ πολλὰ κάμη̨σι, θεὸς δ' ἐπὶ ἔργον ἀέξη̨,
ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ὡ̨̃ ἐπιμίμνω.
τω̃ κέ με πόλλ' ὤνησεν ἄναξ, εἰ αὐτόθ' ἐγήρα:
ἀλλ' ὄλεθ'. ὡς ὤφελλ' 'Ελένης ἀπὸ φυ̃λον ὀλέσθαι
πρόχνυ, ἐπεὶ πολλω̃ν ἀνδρω̃ν ὑπὸ γούνατ' ἔλυσε:
καὶ γὰρ κει̃νος ἔβη 'Αγαμέμνονος εἵνεκα τιμη̃ς
'Ίλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο."

   ὣς εἰπὼν ζωστη̃ρι θοω̃ς συνέεργε χιτω̃να,
βη̃ δ' ἴμεν ἐς συφεούσ, ὅθι ἔθνεα ἔρχατο χοίρων.
ἔνθεν ἑλὼν δύ' ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
εὑ̃σέ τε μίστυλλέν τε καὶ ἀμφ' ὀβελοι̃σιν ἔπειρεν.
ὀπτήσας δ' ἄρα πάντα φέρων παρέθηκ' 'Οδυση̃ϊ
θέρμ' αὐτοι̃σ' ὀβελοι̃σιν, ὁ δ' ἄλφιτα λευκὰ πάλυνεν.
ἐν δ' ἄρα κισσυβίω̨ κίρνη μελιηδέα οἰ̃νον,
αὐτὸς δ' ἀντίον ἱ̃ζεν, ἐποτρύνων δὲ προσηύδα:

   "ἔσθιε νυ̃ν, ὠ̃ ξει̃νε, τά τε δμώεσσι πάρεστι,
χοίρε': ἀτὰρ σιάλους γε σύας μνηστη̃ρες ἔδουσιν,
οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδ' ἐλεητύν.
οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ' ἀνθρώπων.
καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τ' ἐπὶ γαίης
ἀλλοτρίης βω̃σιν καί σφιν Ζεὺς ληΐδα δώη̨,
πλησάμενοι δέ τε νη̃ας ἔβαν οἰ̃κόνδε νέεσθαι, _
καὶ μὲν τοι̃σ' ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει:
οἵδε δέ τοι ἴσασι, θεου̃ δέ τιν' ἔκλυον αὐδήν,
κείνου λυγρὸν ὄλεθρον, ὅ τ' οὐκ ἐθέλουσι δικαίως
μνα̃σθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερ', ἀλλὰ ἕκηλοι
κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ' ἔπι φειδώ.
ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
οὔ ποθ' ἓν ἱρεύουσ' ἱερήϊον οὐδὲ δύ' οἰ̃α:
οἰ̃νον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντεσ.
ἠ̃ γάρ οἱ ζωή γ' ἠ̃ν ἄσπετοσ: οὔ τινι τόσση
ἀνδρω̃ν ἡρώων, οὔτ' ἠπείροιο μελαίνης
οὔτ' αὐτη̃ς 'Ιθάκησ: οὐδὲ ξυνεείκοσι φωτω̃ν
ἔστ' ἄφενος τοσσου̃τον: ἐγὼ δέ κέ τοι καταλέξω.
δώδεκ' ἐν ἠπείρω̨ ἀγέλαι: τόσα πώεα οἰω̃ν,
τόσσα συω̃ν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγω̃ν
βόσκουσι ξει̃νοί τε καὶ αὐτου̃ βώτορες ἄνδρεσ:
ἐνθάδε τ' αἰπόλια πλατέ' αἰγω̃ν ἕνδεκα πάντα
ἐσχατιη̨̃ βόσκοντ', ἐπὶ δ' ἀνέρες ἐσθλοὶ ὄρονται.
τω̃ν αἰεί σφιν ἕκαστος ἐπ' ἤματι μη̃λον ἀγινει̃,
ζατρεφέων αἰγω̃ν ὅς τις φαίνηται ἄριστοσ.
αὐτὰρ ἐγὼ συ̃ς τάσδε φυλάσσω τε ῥύομαί τε
καί σφι συω̃ν τὸν ἄριστον ἐὺ̈ κρίνας ἀποπέμπω."

   ὣς φάθ': ὁ δ' ἐνδυκέως κρέα τ' ἤσθιε πι̃νέ τε οἰ̃νον,
ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστη̃ρσι φύτευεν.
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδη̨̃,
καί οἱ πλησάμενος δω̃κε σκύφοσ, ὡ̨̃ περ ἔπινεν,
οἴνου ἐνίπλειον: ὁ δ' ἐδέξατο, χαι̃ρε δὲ θυμω̨̃,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

   "ὠ̃ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοι̃σιν,
ὡ̃δε μάλ' ἀφνειὸς καὶ καρτερόσ, ὡς ἀγορεύεισ;
φὴ̨ς δ' αὐτὸν φθίσθαι 'Αγαμέμνονος εἵνεκα τιμη̃σ.
εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιου̃τον ἐόντα.
Ζεὺς γάρ που τό γε οἰ̃δε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
εἴ κέ μιν ἀγγείλαιμι ἰδών: ἐπὶ πολλὰ δ' ἀλήθην."

   τὸν δ' ἠμείβετ' ἔπειτα συβώτησ, ὄρχαμος ἀνδρω̃ν:
"ὠ̃ γέρον, οὔ τις κει̃νον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ἀγγέλλων πείσειε γυναι̃κά τε καὶ φίλον υἱόν,
ἀλλ' ἄλλωσ, κομιδη̃ς κεχρημένοι, ἄνδρες ἀλη̃ται
ψεύδοντ' οὐδ' ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
ὃς δέ κ' ἀλητεύων 'Ιθάκης ἐς δη̃μον ἵκηται,
ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει:
ἡ δ' εὐ̃ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλα̨̃,
καί οἱ ὀδυρομένη̨ βλεφάρων ἄπο δάκρυα πίπτει,
ἣ θέμις ἐστὶ γυναικόσ, ἐπὴν πόσις ἄλλοθ' ὄληται.
αἰ̃ψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο,
εἴ τίς τοι χλαι̃νάν τε χιτω̃νά τε εἵματα δοίη.
του̃ δ' ἤδη μέλλουσι κύνες ταχέες τ' οἰωνοὶ
ῥινὸν ἀπ' ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν:
ἢ τόν γ' ἐν πόντω̨ φάγον ἰχθύεσ, ὀστέα δ' αὐτου̃
κει̃ται ἐπ' ἠπείρου ψαμάθω̨ εἰλυμένα πολλη̨̃.
ὣς ὁ μὲν ἔνθ' ἀπόλωλε, φίλοισι δὲ κήδε' ὀπίσσω
πα̃σιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται: οὐ γὰρ ἔτ' ἄλλον
ἤπιον ὡ̃δε ἄνακτα κιχήσομαι, ὁππόσ' ἐπέλθω,
οὐδ' εἴ κεν πατρὸς καὶ μητέρος αὐ̃τις ἵκωμαι
οἰ̃κον, ὅθι πρω̃τον γενόμην καί μ' ἔτρεφον αὐτοί.
οὐδέ νυ τω̃ν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
ὀφθαλμοι̃σιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίη̨:
ἀλλά μ' 'Οδυσση̃ος πόθος αἴνυται οἰχομένοιο.
τὸν μὲν ἐγών, ὠ̃ ξει̃νε, καὶ οὐ παρεόντ' ὀνομάζειν
αἰδέομαι: περὶ γάρ μ' ἐφίλει καὶ κήδετο θυμω̨̃:
ἀλλά μιν ἠθει̃ον καλέω καὶ νόσφιν ἐόντα."

   τὸν δ' αὐ̃τε προσέειπε πολύτλας δι̃ος 'Οδυσσεύσ:
"ὠ̃ φίλ', ἐπεὶ δὴ πάμπαν ἀναίνεαι οὐδ' ἔτι φη̨̃σθα
κει̃νον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστοσ:
ἀλλ' ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκω̨,
ὡς νει̃ται 'Οδυσεύσ: εὐαγγέλιον δέ μοι ἔστω
αὐτίκ', ἐπεί κεν κει̃νος ἰὼν τὰ ἃ δώμαθ' ἵκηται:
[ἕσσαι με χλαι̃νάν τε χιτω̃νά τε, εἵματα καλά:]
πρὶν δέ κε, καὶ μάλα περ κεχρημένοσ, οὔ τι δεχοίμην.
ἐχθρὸς γάρ μοι κει̃νος ὁμω̃ς 'Αΐδαο πύλη̨σι
γίνεται, ὃς πενίη̨ εἴκων ἀπατήλια βάζει.
ἴστω νυ̃ν Ζεὺς πρω̃τα θεω̃ν ξενίη τε τράπεζα
ἱστίη τ' 'Οδυση̃ος ἀμύμονοσ, ἣν ἀφικάνω:
ἠ̃ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
του̃δ' αὐτου̃ λυκάβαντος ἐλεύσεται ἐνθάδ' 'Οδυσσεύσ,
του̃ μὲν φθίνοντος μηνόσ, του̃ δ' ἱσταμένοιο,
οἴκαδε νοστήσασ, καὶ τείσεται, ὅς τις ἐκείνου
ἐνθάδ' ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν."

   τὸν δ' ἀπαμειβόμενος προσέφησ, Εὔμαιε συβω̃τα:
"ὠ̃ γέρον, οὔτ' ἄρ' ἐγὼν εὐαγγέλιον τόδε τείσω
οὔτ' 'Οδυσεὺς ἔτι οἰ̃κον ἐλεύσεται: ἀλλὰ ἕκηλος
πι̃νε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
μίμνη̨σκ': ἠ̃ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοι̃σιν
ἄχνυται, ὁππότε τις μνήση̨ κεδνοι̃ο ἄνακτοσ.
ἀλλ' ἠ̃ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ 'Οδυσσεὺς
ἔλθοι, ὅπως μιν ἐγώ γ' ἐθέλω καὶ Πηνελόπεια
Λαέρτης θ' ὁ γέρων καὶ Τηλέμαχος θεοειδήσ.
νυ̃ν αὐ̃ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ' 'Οδυσσεύσ,
Τηλεμάχου. τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἰ̃σον,
καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρεια
πατρὸς ἑοι̃ο φίλοιο, δέμας καὶ εἰ̃δος ἀγητόν,
τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας
ἠέ τις ἀνθρώπων: ὁ δ' ἔβη μετὰ πατρὸς ἀκουὴν
ἐς Πύλον ἠγαθέην: τὸν δὲ μνηστη̃ρες ἀγαυοὶ
οἴκαδ' ἰόντα λοχω̃σιν, ὅπως ἀπὸ φυ̃λον ὄληται
νώνυμον ἐξ 'Ιθάκης 'Αρκεισίου ἀντιθέοιο.
ἀλλ' ἠ̃ τοι κει̃νον μὲν ἐάσομεν, ἤ κεν ἁλώη̨
ἠ̃ κε φύγη̨ καί κέν οἱ ὑπέρσχη̨ χει̃ρα Κρονίων.
ἀλλ' ἄγε μοι σύ, γεραιέ, τὰ σ' αὐτου̃ κήδε' ἐνίσπες
καί μοι του̃τ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐὺ̈ εἰδω̃:
τίς πόθεν εἰς ἀνδρω̃ν; πόθι τοι πόλις ἠδὲ τοκη̃εσ;
ὁπποίης τ' ἐπὶ νηὸς ἀφίκεο; πω̃ς δέ σε ναυ̃ται
ἤγαγον εἰς 'Ιθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ' ἱκέσθαι."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"τοιγὰρ ἐγώ τοι ταυ̃τα μάλ' ἀτρεκέως ἀγορεύσω.
εἴη μὲν νυ̃ν νω̃ϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐου̃σι
δαίνυσθαι ἀκέοντ', ἄλλοι δ' ἐπὶ ἔργον ἕποιεν:
ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμου̃,
ὅσσα γε δὴ ξύμπαντα θεω̃ν ἰότητι μόγησα.

   ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
ἀνέρος ἀφνειοι̃ο πάϊσ: πολλοὶ δὲ καὶ ἄλλοι
υἱ̃ες ἐνὶ μεγάρω̨ ἠμὲν τράφον ἠδ' ἐγένοντο
γνήσιοι ἐξ ἀλόχου: ἐμὲ δ' ὠνητὴ τέκε μήτηρ
παλλακίσ, ἀλλά με ἰ̃σον ἰθαιγενέεσσιν ἐτίμα
Κάστωρ 'Υλακίδησ, του̃ ἐγὼ γένος εὔχομαι εἰ̃ναι:
ὃς τότ' ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμω̨
ὄλβω̨ τε πλούτω̨ τε καὶ υἱάσι κυδαλίμοισιν.
ἀλλ' ἠ̃ τοι τὸν κη̃ρες ἔβαν θανάτοιο φέρουσαι
εἰς 'Αΐδαο δόμουσ: τοὶ δὲ ζωὴν ἐδάσαντο
παι̃δες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
αὐτὰρ ἐμοὶ μάλα παυ̃ρα δόσαν καὶ οἰκί' ἔνειμαν.
ἠγαγόμην δὲ γυναι̃κα πολυκλήρων ἀνθρώπων
εἵνεκ' ἐμη̃ς ἀρετη̃σ. ἐπεὶ οὐκ ἀποφώλιος ἠ̃α
οὐδὲ φυγοπτόλεμοσ: νυ̃ν δ' ἤδη πάντα λέλοιπεν:
ἀλλ' ἔμπης καλάμην γέ σ' ὀΐομαι εἰσορόωντα
γινώσκειν: ἠ̃ γάρ με δύη ἔχει ἤλιθα πολλή.
ἠ̃ μὲν δὴ θάρσος μοι 'Άρης τ' ἔδοσαν καὶ 'Αθήνη
καὶ ῥηξηνορίην: ὁπότε κρίνοιμι λόχονδε
ἄνδρας ἀριστη̃ασ, κακὰ δυσμενέεσσι φυτεύων,
οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
ἀνδρω̃ν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσι.
τοι̃ος ἔα ἐν πολέμω̨: ἔργον δέ μοι οὐ φίλον ἔσκεν
οὐδ' οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,
ἀλλά μοι αἰεὶ νη̃ες ἐπήρετμοι φίλαι ἠ̃σαν
καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,
λυγρά, τά τ' ἄλλοισίν γε καταρριγηλὰ πέλονται.
αὐτὰρ ἐμοὶ τὰ φίλ' ἔσκε, τά που θεὸς ἐν φρεσὶ θη̃κεν:
ἄλλος γάρ τ' ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοισ.

   πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἱ̃ας 'Αχαιω̃ν
εἰνάκις ἀνδράσιν ἠ̃ρξα καὶ ὠκυπόροισι νέεσσιν
ἄνδρας ἐς ἀλλοδαπούσ, καί μοι μάλα τύγχανε πολλά.
τω̃ν ἐξαιρεύμην μενοεικέα, πολλὰ δ' ὀπίσσω
λάγχανον: αἰ̃ψα δὲ οἰ̃κος ὀφέλλετο, καί ῥα ἔπειτα
δεινός τ' αἰδοι̃ός τε μετὰ Κρήτεσσι τετύγμην.
ἀλλ' ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
ἐφράσαθ', ἣ πολλω̃ν ἀνδρω̃ν ὑπὸ γούνατ' ἔλυσε,
δὴ τότ' ἔμ' ἤνωγον καὶ ἀγακλυτὸν 'Ιδομενη̃α
νήεσσ' ἡγήσασθαι ἐς 'Ίλιον: οὐδέ τι μη̃χος
ἠ̃εν ἀνήνασθαι, χαλεπὴ δ' ἔχε δήμου φη̃μισ.

   ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἱ̃ες 'Αχαιω̃ν,
τω̨̃ δεκάτω̨ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
οἴκαδε σὺν νήεσσι, θεὸς δ' ἐκέδασσεν 'Αχαιούσ.
αὐτὰρ ἐμοὶ δειλω̨̃ κακὰ μήδετο μητίετα Ζεύσ:
μη̃να γὰρ οἰ̃ον ἔμεινα τεταρπόμενος τεκέεσσι
κουριδίη̨ τ' ἀλόχω̨ καὶ κτήμασιν: αὐτὰρ ἔπειτα
Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
νη̃ας ἐὺ̈ στείλαντα, σὺν ἀντιθέοισ' ἑτάροισιν.
ἐννέα νη̃ας στει̃λα, θοω̃ς δ' ἐσαγείρετο λαόσ.
ἑξη̃μαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑται̃ροι
δαίνυντ': αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρει̃χον
θεοι̃σίν τε ῥέζειν αὐτοι̃σί τε δαι̃τα πένεσθαι.
ἑβδομάτη̨ δ' ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
ἐπλέομεν βορέη̨ ἀνέμω̨ ἀκραέϊ καλω̨̃
ῥηϊδίωσ, ὡς εἴ τε κατὰ ῥόον: οὐδέ τις οὐ̃ν μοι
νηω̃ν πημάνθη, ἀλλ' ἀσκηθέες καὶ ἄνουσοι
ἥμεθα, τὰς δ' ἄνεμός τε κυβερνη̃ταί τ' ἴθυνον.
πεμπται̃οι δ' Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,
στη̃σα δ' ἐν Αἰγύπτω̨ ποταμω̨̃ νέας ἀμφιελίσσασ.

   ἔνθ' ἠ̃ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
αὐτου̃ πὰρ νήεσσι μένειν καὶ νη̃ας ἔρυσθαι,
ὀπτη̃ρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι:
οἱ δ' ὕβρει εἴξαντεσ, ἐπισπόμενοι μένεϊ σφω̨̃,
αἰ̃ψα μάλ' Αἰγυπτίων ἀνδρω̃ν περικαλλέας ἀγροὺς
πόρθεον, ἐκ δὲ γυναι̃κας ἄγον καὶ νήπια τέκνα,
αὐτούς τ' ἔκτεινον: τάχα δ' ἐς πόλιν ἵκετ' ἀϋτή.
οἱ δὲ βοη̃ς ἀΐοντες ἅμ' ἠόϊ φαινομένηφι
ἠ̃λθον: πλη̃το δὲ πα̃ν πεδίον πεζω̃ν τε καὶ ἵππων
χαλκου̃ τε στεροπη̃σ. ἐν δὲ Ζεὺς τερπικέραυνος
φύζαν ἐμοι̃σ' ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
μει̃ναι ἐναντίβιον: περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
ἔνθ' ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκω̨̃,
τοὺς δ' ἄναγον ζωούσ, σφίσιν ἐργάζεσθαι ἀνάγκη̨.
αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὡ̃δε νόημα
ποίησ': _ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπει̃ν
αὐτου̃ ἐν Αἰγύπτω̨: ἔτι γάρ νύ με πη̃μ' ὑπέδεκτο: _
αὐτίκ' ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
καὶ σάκος ὤμοιϊν, δόρυ δ' ἔκβαλον ἔκτοσε χειρόσ:
αὐτὰρ ἐγὼ βασιλη̃ος ἐναντίον ἤλυθον ἵππων
καὶ κύσα γούναθ' ἑλών: ὁ δ' ἐρύσατο καί μ' ἐλέησεν,
ἐς δίφρον δέ μ' ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
ἠ̃ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίη̨σιν,
ἱέμενοι κτει̃ναι: δὴ γὰρ κεχολώατο λίην:
ἀλλ' ἀπὸ κει̃νος ἔρυκε, Διὸς δ' ὠπίζετο μη̃νιν
ξεινίου, ὅς τε μάλιστα νεμεσσα̃ται κακὰ ἔργα.

   ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δ' ἄγειρα
χρήματ' ἀν' Αἰγυπτίους ἄνδρασ: δίδοσαν γὰρ ἅπαντεσ.
ἀλλ' ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἠ̃λθε,
δὴ τότε Φοι̃νιξ ἠ̃λθεν ἀνὴρ ἀπατήλια εἰδώσ,
τρώκτησ, ὃς δὴ πολλὰ κάκ' ἀνθρώπους ἐεόργει:
ὅς μ' ἄγε παρπεπιθὼν ἡ̨̃σι φρεσίν, ὄφρ' ἱκόμεσθα
Φοινίκην, ὅθι του̃ γε δόμοι καὶ κτήματ' ἔκειτο.
ἔνθα παρ' αὐτω̨̃ μει̃να τελεσφόρον εἰς ἐνιαυτόν.
ἀλλ' ὅτε δὴ μη̃νές τε καὶ ἡμέραι ἐξετελευ̃ντο
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὡ̃ραι,
ἐς Λιβύην μ' ἐπὶ νηὸς ἐφέσσατο ποντοπόροιο,
ψεύδεα βουλεύσασ, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
κει̃θι δέ μ' ὡς περάσειε καὶ ἄσπετον ὠ̃νον ἕλοιτο.
τω̨̃ ἑπόμην ἐπὶ νηόσ, ὀϊόμενός περ, ἀνάγκη̨.
ἡ δ' ἔθεεν βορέη̨ ἀνέμω̨ ἀκραέϊ καλω̨̃
μέσσον ὑπὲρ Κρήτησ: Ζεὺς δέ σφισι μήδετ' ὄλεθρον.
ἀλλ' ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
φαίνετο γαιάων, ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα,
δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
νηὸς ὕπερ γλαφυρη̃σ, ἤχλυσε δὲ πόντος ὑπ' αὐτη̃σ.
Ζεὺς δ' ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ̈ κεραυνόν:
ἡ δ' ἐλελίχθη πα̃σα Διὸς πληγει̃σα κεραυνω̨̃,
ἐν δὲ θεείου πλη̃το: πέσον δ' ἐκ νηὸς ἅπαντεσ.
οἱ δὲ κορώνη̨σιν ἴκελοι περὶ νη̃α μέλαιναν
κύμασιν ἐμφορέοντο: θεὸς δ' ἀποαίνυτο νόστον.
αὐτὰρ ἐμοὶ Ζεὺς αὐτόσ, ἔχοντί περ ἄλγεα θυμω̨̃,
ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρώ̨ροιο
ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πη̃μα φύγοιμι.
τω̨̃ ῥα περιπλεχθεὶς φερόμην ὀλοοι̃σ' ἀνέμοισιν.

   ἐννη̃μαρ φερόμην, δεκάτη̨ δέ με νυκτὶ μελαίνη̨
γαίη̨ Θεσπρωτω̃ν πέλασεν μέγα κυ̃μα κυλίνδον.
ἔνθα με Θεσπρωτω̃ν βασιλεὺς ἐκομίσσατο Φείδων
ἥρως ἀπριάτην: του̃ γὰρ φίλος υἱὸς ἐπελθὼν
αἴθρω̨ καὶ καμάτω̨ δεδμημένον ἠ̃γεν ἐς οἰ̃κον,
χειρὸς ἀναστήσασ, ὄφρ' ἵκετο δώματα πατρόσ:
ἀμφὶ δέ με χλαι̃νάν τε χιτω̃νά τε εἵματα ἕσσεν.
ἔνθ' 'Οδυση̃ος ἐγὼ πυθόμην: κει̃νος γὰρ ἔφασκε
ξεινίσαι ἠδὲ φιλη̃σαι ἰόντ' ἐς πατρίδα γαι̃αν,
καί μοι κτήματ' ἔδειξεν, ὅσα ξυναγείρατ' 'Οδυσσεύσ,
χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ' ἔτι βόσκοι:
τόσσα οἱ ἐν μεγάροις κειμήλια κει̃το ἄνακτοσ.
τὸν δ' ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοι̃ο
ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
ὅππως νοστήσει' 'Ιθάκης ἐς πίονα δη̃μον,
ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἠ̃ε κρυφηδόν.
ὤμοσε δὲ πρὸς ἔμ' αὐτόν, ἀποσπένδων ἐνὶ οἴκω̨,
νη̃α κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρουσ,
οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαι̃αν.
ἀλλ' ἐμὲ πρὶν ἀπέπεμψε: τύχησε γὰρ ἐρχομένη νηυ̃ς
ἀνδρω̃ν Θεσπρωτω̃ν ἐς Δουλίχιον πολύπυρον.
ἔνθ' ὅ γέ μ' ἠνώγει πέμψαι βασιλη̃ϊ 'Ακάστω̨
ἐνδυκέωσ: τοι̃σιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
ἀμφ' ἐμοί, ὄφρ' ἔτι πάγχυ δύης ἐπὶ πη̃μα γενοίμην.
ἀλλ' ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηυ̃σ,
αὐτίκα δούλιον ἠ̃μαρ ἐμοὶ περιμηχανόωντο.
ἐκ μέν με χλαι̃νάν τε χιτω̃νά τε εἵματ' ἔδυσαν,
ἀμφὶ δέ με ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτω̃να,
ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοι̃σιν ὅρηαι.
ἑσπέριοι δ' 'Ιθάκης εὐδειέλου ἔργ' ἀφίκοντο.
ἔνθ' ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμω̨ ἐνὶ νηὶ̈
ὅπλω̨ ἐϋστρεφέϊ στερεω̃σ, αὐτοὶ δ' ἀποβάντες
ἐσσυμένως παρὰ θι̃να θαλάσσης δόρπον ἕλοντο.
αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
ῥηϊδίωσ: κεφαλη̨̃ δὲ κατὰ ῥάκος ἀμφικαλύψασ,
ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσση̨
στη̃θοσ, ἔπειτα δὲ χερσὶ διήρεσα ἀμφοτέρη̨σι
νηχόμενοσ, μάλα δ' ὠ̃κα θύρηθ' ἔα ἀμφὶς ἐκείνων.
ἔνθ' ἀναβάσ, ὅθι τε δρίος ἠ̃ν πολυανθέος ὕλησ,
κείμην πεπτηώσ. οἱ δὲ μεγάλα στενάχοντες
φοίτων: ἀλλ' οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἰ̃ναι
μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὐ̃τις ἔβαινον
νηὸς ἔπι γλαφυρη̃σ: ἐμὲ δ' ἔκρυψαν θεοὶ αὐτοὶ
ῥηϊδίωσ, καί με σταθμω̨̃ ἐπέλασσαν ἄγοντες
ἀνδρὸς ἐπισταμένου: ἔτι γάρ νύ μοι αἰ̃σα βιω̃ναι."

   τὸν δ' ἀπαμειβόμενος προσέφησ, Εὔμαιε συβω̃τα:
"ἀ̃ δειλὲ ξείνων, ἠ̃ μοι μάλα θυμὸν ὄρινας
ταυ̃τα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδ' ὅσ' ἀλήθησ.
ἀλλὰ τά γ' οὐ κατὰ κόσμον, ὀΐομαι, οὐδέ με πείσεισ,
εἰπὼν ἀμφ' 'Οδυση̃ϊ. τί σε χρὴ τοι̃ον ἐόντα
μαψιδίως ψεύδεσθαι; ἐγὼ δ' ἐὺ̈ οἰ̃δα καὶ αὐτὸς
νόστον ἐμοι̃ο ἄνακτοσ, ὅ τ' ἤχθετο πα̃σι θεοι̃σι
πάγχυ μάλ', ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
[τω̃ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
ἠδέ κε καὶ ὡ̨̃ παιδὶ μέγα κλέος ἤρατ' ὀπίσσω.]
νυ̃ν δέ μιν ἀκλειω̃ς 'Άρπυιαι ἀνηρέψαντο.
αὐτὰρ ἐγὼ παρ' ὕεσσιν ἀπότροποσ: οὐδὲ πόλινδε
ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
ἐλθέμεν ὀτρύνη̨σιν, ὅτ' ἀγγελίη ποθὲν ἔλθη̨.
ἀλλ' οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτοσ,
ἠδ' οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντεσ:
ἀλλ' ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλη̃σαι καὶ ἐρέσθαι,
ἐξ οὑ̃ δή μ' Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθω̨,
ὅς ῥ' ἄνδρα κτείνας πολλὴν ἐπὶ γαι̃αν ἀληθεὶς
ἤλυθ' ἐμὸν πρὸς σταθμόν: ἐγὼ δέ μιν ἀμφαγάπαζον.
φη̃ δέ μιν ἐν Κρήτεσσι παρ' 'Ιδομενη̃ϊ ἰδέσθαι
νη̃ας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι:
καὶ φάτ' ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
πολλὰ χρήματ' ἄγοντα, σὺν ἀντιθέοισ' ἑτάροισι.
καὶ σύ, γέρον πολυπενθέσ, ἐπεί σέ μοι ἤγαγε δαίμων,
μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε:
οὐ γὰρ τοὔνεκ' ἐγώ σ' αἰδέσσομαι οὐδὲ φιλήσω,
ἀλλὰ Δία ξένιον δείσας αὐτόν τ' ἐλεαίρων."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ἠ̃ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστοσ,
οἱ̃όν σ' οὐδ' ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
ἀλλ' ἄγε νυ̃ν ῥήτρην ποιησόμεθ': αὐτὰρ ὄπισθεν
μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ 'Όλυμπον ἔχουσιν.
εἰ μέν κεν νοστήση̨ ἄναξ τεὸς ἐς τόδε δω̃μα,
ἕσσας με χλαι̃νάν τε χιτω̃νά τε εἵματα πέμψαι
Δουλίχιόνδ' ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμω̨̃:
εἰ δέ κε μὴ ἔλθη̨σιν ἄναξ τεὸς ὡς ἀγορεύω,
δμω̃ας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρησ,
ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν."

   τὸν δ' ἀπαμειβόμενος προσεφώνεε δι̃ος ὑφορβόσ:
"ξει̃ν', οὕτω γάρ κέν μοι ἐϋκλείη τ' ἀρετή τε
εἴη ἐπ' ἀνθρώπουσ, ἅμα τ' αὐτίκα καὶ μετέπειτα,
ὅς σ' ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δω̃κα,
αὐ̃τις δὲ κτείναιμι φίλον τ' ἀπὸ θυμὸν ἑλοίμην:
πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
νυ̃ν δ' ὥρη δόρποιο: τάχιστά μοι ἔνδον ἑται̃ροι
εἰ̃εν, ἵν' ἐν κλισίη̨ λαρὸν τετυκοίμεθα δόρπον."

   ὣς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον,
ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἠ̃λθον ὑφορβοί.
τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθη̃ναι,
κλαγγὴ δ' ἄσπετος ὠ̃ρτο συω̃ν αὐλιζομενάων.
αὐτὰρ ὁ οἱ̃σ' ἑτάροισιν ἐκέκλετο δι̃ος ὑφορβόσ:

   "ἄξεθ' ὑω̃ν τὸν ἄριστον, ἵνα ξείνω̨ ἱερεύσω
τηλεδαπω̨̃: πρὸς δ' αὐτοὶ ὀνησόμεθ', οἵ περ ὀϊζὺν
δὴν ἔχομεν πάσχοντες ὑω̃ν ἕνεκ' ἀργιοδόντων:
ἄλλοι δ' ἡμέτερον κάματον νήποινον ἔδουσιν."

   ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκω̨̃:
οἱ δ' ὑ̃ν εἰση̃γον μάλα πίονα πενταέτηρον.
τὸν μὲν ἔπειτ' ἔστησαν ἐπ' ἐσχάρη̨: οὐδὲ συβώτης
λήθετ' ἄρ' ἀθανάτων: φρεσὶ γὰρ κέχρητ' ἀγαθη̨̃σιν:
ἀλλ' ὅ γ' ἀπαρχόμενος κεφαλη̃ς τρίχας ἐν πυρὶ βάλλεν
ἀργιόδοντος ὑὸς καὶ ἐπεύχετο πα̃σι θεοι̃σι
νοστη̃σαι 'Οδυση̃α πολύφρονα ὅνδε δόμονδε.
κόψε δ' ἀνασχόμενος σχίζη̨ δρυόσ, ἣν λίπε κείων:
τὸν δ' ἔλιπε ψυχή. τοὶ δ' ἔσφαξάν τε καὶ εὑ̃σαν,
αἰ̃ψα δέ μιν διέχευαν: ὁ δ' ὠμοθετει̃το συβώτησ,
πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν.
καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτη̨̃,
μίστυλλόν τ' ἄρα τἀ̃λλα καὶ ἀμφ' ὀβελοι̃σιν ἔπειρον
ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
βάλλον δ' εἰν ἐλεοι̃σιν ἀολλέα. ἂν δὲ συβώτης
ἵστατο δαιτρεύσων: περὶ γὰρ φρεσὶν αἴσιμα ἤ̨δη.
καὶ τὰ μὲν ἕπταχα πάντα διεμμοιρα̃το δαΐζων:
τὴν μὲν ἴαν Νύμφη̨σι καὶ 'Ερμη̨̃, Μαιάδος υἱ̃ι,
θη̃κεν ἐπευξάμενοσ, τὰς δ' ἄλλας νει̃μεν ἑκάστω̨:
νώτοισιν δ' 'Οδυση̃α διηνεκέεσσι γέραιρεν
ἀργιόδοντος ὑόσ, κύδαινε δὲ θυμὸν ἄνακτοσ.
καί μιν φωνήσας προσέφη πολύμητις 'Οδυσσεύσ:

   "αἴθ' οὕτωσ, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
ὡς ἐμοί, ὅττι με τοι̃ον ἐόντ' ἀγαθοι̃σι γεραίρεισ."

   τὸν δ' ἀπαμειβόμενος προσέφησ, Εὔμαιε συβω̃τα:
"ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοι̃σδε,
οἱ̃α πάρεστι: θεὸς δὲ τὸ μὲν δώσει, τὸ δ' ἐάσει,
ὅττι κεν ὡ̨̃ θυμω̨̃ ἐθέλη̨: δύναται γὰρ ἅπαντα."

   ἠ̃ ῥα, καὶ ἄργματα θυ̃σε θεοι̃σ' αἰειγενέτη̨σι,
σπείσας δ' αἴθοπα οἰ̃νον 'Οδυσση̃ϊ πτολιπόρθω̨
ἐν χείρεσσιν ἔθηκεν: ὁ δ' ἕζετο ἡ̨̃ παρὰ μοίρη̨.
σι̃τον δέ σφιν ἔνειμε Μεσαύλιοσ, ὅν ῥα συβώτης
αὐτὸς κτήσατο οἰ̃ος ἀποιχομένοιο ἄνακτοσ,
νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντοσ:
πὰρ δ' ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοι̃σιν.
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοι̃μα προκείμενα χει̃ρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
σι̃τον μέν σφιν ἀφει̃λε Μεσαύλιοσ, οἱ δ' ἐπὶ κοι̃τον,
σίτου καὶ κρειω̃ν κεκορημένοι, ἐσσεύοντο.

   νὺξ δ' ἄρ' ἐπη̃λθε κακὴ σκοτομήνιοσ: ὑ̃ε δ' ἄρα Ζεὺς
πάννυχοσ, αὐτὰρ ἄη ζέφυρος μέγας αἰὲν ἔφυδροσ.
τοι̃ς δ' 'Οδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
εἴ πώς οἱ ἐκδὺς χλαι̃ναν πόροι ἤ τιν' ἑταίρων
ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην:

   "κέκλυθι νυ̃ν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑται̃ροι,
εὐξάμενός τι ἔπος ἐρέω: οἰ̃νος γὰρ ἀνώγει,
ἠλεόσ, ὅς τ' ἐφέηκε πολύφρονά περ μάλ' ἀει̃σαι
καί θ' ἁπαλὸν γελάσαι καί τ' ὀρχήσασθαι ἀνη̃κε,
καί τι ἔπος προέηκεν, ὅ πέρ τ' ἄρρητον ἄμεινον.
ἀλλ' ἐπεὶ οὐ̃ν τὸ πρω̃τον ἀνέκραγον, οὐκ ἐπικεύσω.
εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
ὡς ὅθ' ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντεσ.
ἡγείσθην δ' 'Οδυσεύς τε καὶ 'Ατρεΐδης Μενέλαοσ,
τοι̃σι δ' ἅμα τρίτος ἠ̃ρχον ἐγών: αὐτοὶ γὰρ ἄνωγον.
ἀλλ' ὅτε δή ῥ' ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τει̃χοσ,
ἡμει̃ς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
ἂν δόνακας καὶ ἕλοσ, ὑπὸ τεύχεσι πεπτηω̃τες
κείμεθα, νὺξ δ' ἄρ' ἐπη̃λθε κακὴ βορέαο πεσόντοσ,
πηγυλίσ: αὐτὰρ ὕπερθε χιὼν γένετ' ἠΰτε πάχνη,
ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλοσ.
ἔνθ' ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτω̃νασ,
εὑ̃δον δ' εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμουσ:
αὐτὰρ ἐγὼ χλαι̃ναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
ἀφραδέωσ, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπησ,
ἀλλ' ἐπόμην σάκος οἰ̃ον ἔχων καὶ ζω̃μα φαεινόν.
ἀλλ' ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ' ἄστρα βεβήκει,
καὶ τότ' ἐγὼν 'Οδυση̃α προσηύδων ἐγγὺς ἐόντα
ἀγκω̃νι νύξασ: ὁ δ' ἄρ' ἐμμαπέως ὑπάκουσε:
"διογενὲς Λαερτιάδη, πολυμήχαν' 'Οδυσσευ̃,
οὔ τοι ἔτι ζωοι̃σι μετέσσομαι, ἀλλά με χει̃μα
δάμναται: οὐ γὰρ ἔχω χλαι̃ναν: παρά μ' ἤπαφε δαίμων
οἰοχίτων' ἴμεναι: νυ̃ν δ' οὐκέτι φυκτὰ πέλονται."
ὣς ἐφάμην, ὁ δ' ἔπειτα νόον σχέθε τόνδ' ἐνὶ θυμω̨̃,
οἱ̃ος κει̃νος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι:
φθεγξάμενος δ' ὀλίγη̨ ὀπί με πρὸς μυ̃θον ἔειπε:
"σίγα νυ̃ν, μή τίς σευ 'Αχαιω̃ν ἄλλος ἀκούση̨."
ἠ̃, καὶ ἐπ' ἀγκω̃νος κεφαλὴν σχέθεν εἰ̃πέ τε μυ̃θον:
"κλυ̃τε, φίλοι: θει̃ός μοι ἐνύπνιον ἠ̃λθεν ὄνειροσ.
λίην γὰρ νηω̃ν ἑκὰς ἤλθομεν. ἀλλά τις εἴη
εἰπει̃ν 'Ατρεΐδη̨ 'Αγαμέμνονι, ποιμένι λαω̃ν,
εἰ πλέονας παρὰ ναυ̃φιν ἐποτρύνειε νέεσθαι."
ὣς ἔφατ', ὠ̃ρτο δ' ἔπειτα Θόασ, 'Ανδραίμονος υἱόσ,
καρπαλίμωσ, ἀπὸ δὲ χλαι̃ναν βάλε φοινικόεσσαν,
βη̃ δὲ θέειν ἐπὶ νη̃ασ: ἐγὼ δ' ἐνὶ εἵματι κείνου
κείμην ἀσπασίωσ, φάε δὲ χρυσόθρονος 'Ηώσ.
ὣς νυ̃ν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη:
δοίη κέν τις χλαι̃ναν ἐνὶ σταθμοι̃σι συφορβω̃ν,
ἀμφότερον, φιλότητι καὶ αἰδόϊ φωτὸς ἐη̃οσ:
νυ̃ν δέ μ' ἀτιμάζουσι κακὰ χροὶ̈ εἵματ' ἔχοντα."

   τὸν δ' ἀπαμειβόμενος προσέφησ, Εὔμαιε συβω̃τα:
"ὠ̃ γέρον, αἰ̃νος μέν τοι ἀμύμων, ὃν κατέλεξασ,
οὐδέ τί πω παρὰ μοι̃ραν ἔπος νηκερδὲς ἔειπεσ:
τω̃ οὔτ' ἐσθη̃τος δευήσεαι οὔτε τευ ἄλλου,
ὡ̃ν ἐπέοιχ' ἱκέτην ταλαπείριον ἀντιάσαντα,
νυ̃ν: ἀτὰρ ἠω̃θέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεισ.
οὐ γὰρ πολλαὶ χλαι̃ναι ἐπημοιβοί τε χιτω̃νες
ἐνθάδε ἕννυσθαι, μία δ' οἴη φωτὶ ἑκάστω̨.
[αὐτὰρ ἐπὴν ἔλθη̨σιν 'Οδυσση̃ος φίλος υἱόσ,
κει̃νός σε χλαι̃νάν τε χιτω̃νά τε εἵματα ἕσσει,
πέμψει δ', ὅππη̨ σε κραδίη θυμός τε κελεύει."]

   ὣς εἰπὼν ἀνόρουσε, τίθει δ' ἄρα οἱ πυρὸς ἐγγὺς
εὐνήν, ἐν δ' ὀΐων τε καὶ αἰγω̃ν δέρματ' ἔβαλλεν.
ἔνθ' 'Οδυσεὺς κατέλεκτ'. ἐπὶ δὲ χλαι̃ναν βάλεν αὐτω̨̃
πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρακέσκετ' ἀμοιβὰς
ἕννυσθαι, ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.

   ὣς ὁ μὲν ἔνθ' 'Οδυσεὺς κοιμήσατο, τοὶ δὲ παρ' αὐτὸν
ἄνδρες κοιμήσαντο νεηνίαι. οὐδὲ συβώτη̨
ἥνδανεν αὐτόθι κοι̃τοσ, ὑω̃ν ἄπο κοιμηθη̃ναι,
ἀλλ' ὅ γ' ἄρ' ἔξω ἰὼν ὁπλίζετο: χαι̃ρε δ' 'Οδυσσεύσ,
ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντοσ.
πρω̃τον μὲν ξίφος ὀξὺ περὶ στιβαροι̃ς βάλετ' ὤμοισ,
ἀμφὶ δὲ χλαι̃ναν ἐέσσατ', ἀλεξάνεμον μάλα πυκνήν,
ἂν δὲ νάκην ἕλετ' αἰγὸς ἐϋτρεφέος μεγάλοιο,
εἵλετο δ' ὀξὺν ἄκοντα, κυνω̃ν ἀλκτη̃ρα καὶ ἀνδρω̃ν.
βη̃ δ' ἴμεναι κείων, ὅθι περ σύες ἀργιόδοντες
πέτρη̨ ὕπο γλαφυρη̨̃ εὑ̃δον, βορέω ὑπ' ἰωγη̨̃.