ΟΔΥΣΣΕΙΑΣ Ο

'Η δ' εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς 'Αθήνη
ὤ̨χετ', 'Οδυσση̃ος μεγαθύμου φαίδιμον υἱὸν
νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
εὑ̃ρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
εὕδοντ' ἐν προδόμω̨ Μενελάου κυδαλίμοιο,
ἠ̃ τοι Νεστορίδην μαλακω̨̃ δεδμημένον ὕπνω̨:
Τηλέμαχον δ' οὐχ ὕπνος ἔχε γλυκύσ, ἀλλ' ἐνὶ θυμω̨̃
νύκτα δι' ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
ἀγχου̃ δ' ἱσταμένη προσέφη γλαυκω̃πις 'Αθήνη:

   "Τηλέμαχ', οὐκέτι καλὰ δόμων ἄπο τη̃λ' ἀλάλησαι,
κτήματά τε προλιπὼν ἄνδρας τ' ἐν σοι̃σι δόμοισιν
οὕτω ὑπερφιάλουσ: μή τοι κατὰ πάντα φάγωσι
κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθη̨σ.
ἀλλ' ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
πεμπέμεν, ὄφρ' ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμη̨σ.
ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
Εὐρυμάχω̨ γήμασθαι: ὁ γὰρ περιβάλλει ἅπαντας
μνηστη̃ρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα:
μή νύ τι σευ̃ ἀέκητι δόμων ἐκ κτη̃μα φέρηται.
οἰ̃σθα γὰρ οἱ̃ος θυμὸς ἐνὶ στήθεσσι γυναικόσ:
κείνου βούλεται οἰ̃κον ὀφέλλειν, ὅς κεν ὀπυίη̨,
παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
οὐκέτι μέμνηται τεθνηότος οὐδὲ μεταλλα̨̃.
ἀλλὰ σύ γ' ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα,
δμω̨άων ἥ τίς τοι ἀρίστη φαίνεται εἰ̃ναι,
εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμω̨̃.
μνηστήρων σ' ἐπιτηδὲς ἀριστη̃ες λοχόωσιν
ἐν πορθμω̨̃ 'Ιθάκης τε Σάμοιό τε παιπαλοέσσης
ἱέμενοι κτει̃ναι, πρὶν πατρίδα γαι̃αν ἱκέσθαι.
ἀλλὰ τά γ' οὐκ ὀΐω: πρὶν καί τινα γαι̃α καθέξει
ἀνδρω̃ν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νη̃α,
νυκτὶ δ' ὁμω̃ς πλείειν: πέμψει δέ τοι οὐ̃ρον ὄπισθεν
ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.
αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν 'Ιθάκης ἀφίκηαι,
νη̃α μὲν ἐς πόλιν ὀτρυ̃ναι καὶ πάντας ἑταίρουσ,
αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
ὅς τοι ὑω̃ν ἐπίουροσ, ὁμω̃ς δέ τοι ἤπια οἰ̃δεν.
ἔνθα δὲ νύκτ' ἀέσαι: τὸν δ' ὀτρυ̃ναι πόλιν εἴσω
ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείη̨,
οὕνεκά οἱ σω̃ς ἐσσι καὶ ἐκ Πύλου εἰλήλουθασ."

   ἡ μὲν ἄρ' ὣς εἰπου̃σ' ἀπέβη πρὸς μακρὸν 'Όλυμπον,
αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρε
λὰξ ποδὶ κινήσασ, καί μιν πρὸς μυ̃θον ἔειπεν:

   "ἔγρεο, Νεστορίδη Πεισίστρατε: μώνυχας ἵππους
ζευ̃ξον ὑφ' ἅρματ' ἄγων, ὄφρα πρήσσωμεν ὁδοι̃ο."

   τὸν δ' αὐ̃ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα:
"Τηλέμαχ', οὔ πως ἔστιν, ἐπειγομένους περ ὁδοι̃ο,
νύκτα διὰ δνοφερὴν ἐλάαν: τάχα δ' ἔσσεται ἠώσ.
ἀλλὰ μέν', εἰς ὅ κε δω̃ρα φέρων ἐπιδίφρια θήη̨
ἥρως 'Ατρεΐδησ, δουρικλειτὸς Μενέλαοσ,
καὶ μύθοισ' ἀγανοι̃σι παραυδήσας ἀποπέμψη̨.
του̃ γάρ τε ξει̃νος μιμνή̨σκεται ἤματα πάντα
ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχη̨."

   ὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν 'Ηώσ.
ἀγχίμολον δέ σφ' ἠ̃λθε βοὴν ἀγαθὸς Μενέλαοσ,
ἀνστὰς ἐξ εὐνη̃σ, 'Ελένης πάρα καλλικόμοιο.
τὸν δ' ὡς οὐ̃ν ἐνόησεν 'Οδυσση̃ος φίλος υἱόσ,
σπερχόμενός ῥα χιτω̃να περὶ χροὶ̈ σιγαλόεντα
δυ̃νεν καὶ μέγα φα̃ρος ἐπὶ στιβαροι̃ς βάλετ' ὤμοις
ἥρωσ, βη̃ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
[Τηλέμαχοσ, φίλος υἱὸς 'Οδυσση̃ος θείοιο:]

   "'Ατρεΐδη Μενέλαε διοτρεφέσ, ὄρχαμε λαω̃ν,
ἤδη νυ̃ν μ' ἀπόπεμπε φίλην ἐς πατρίδα γαι̃αν:
ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδ' ἱκέσθαι."

   τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαοσ:
"Τηλέμαχ', οὔ τί σ' ἐγώ γε πολὺν χρόνον ἐνθάδ' ἐρύξω
ἱέμενον νόστοιο: νεμεσσω̃μαι δὲ καὶ ἄλλω̨
ἀνδρὶ ξεινοδόκω̨, ὅς κ' ἔξοχα μὲν φιλέη̨σιν,
ἔξοχα δ' ἐχθαίρη̨σιν: ἀμείνω δ' αἴσιμα πάντα.
ἰ̃σόν τοι κακόν ἐσθ', ὅς τ' οὐκ ἐθέλοντα νέεσθαι
ξει̃νον ἐποτρύνη̨ καὶ ὃς ἐσσύμενον κατερύκη̨.
[χρὴ ξει̃νον παρεόντα φιλει̃ν, ἐθέλοντα δὲ πέμπειν.]
ἀλλὰ μέν', εἰς ὅ κε δω̃ρα φέρων ἐπιδίφρια θείω
καλά, σὺ δ' ὀφθαλμοι̃σιν ἴδη̨σ, εἴπω δὲ γυναιξὶ
δει̃πνον ἐνὶ μεγάροις τετυκει̃ν ἅλις ἔνδον ἐόντων.
ἀμφότερον, κυ̃δός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,
δειπνήσαντας ἴμεν πολλὴν ἐπ' ἀπείρονα γαι̃αν.
εἰ δ' ἐθέλεις τραφθη̃ναι ἀν' 'Ελλάδα καὶ μέσον 'Άργοσ,
ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππουσ,
ἄστεα δ' ἀνθρώπων ἡγήσομαι: οὐδέ τις ἥμεας
αὔτως ἀππέμψει, δώσει δέ τε ἕν γε φέρεσθαι,
ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων
ἠὲ δύ' ἡμιόνους ἠὲ χρύσειον ἄλεισον."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"'Ατρεΐδη Μενέλαε διοτρεφέσ, ὄρχαμε λαω̃ν,
βούλομαι ἤδη νει̃σθαι ἐφ' ἡμέτερ': οὐ γὰρ ὄπισθεν
οὐ̃ρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοι̃σι:
μὴ πατέρ' ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,
ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται."

   αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε βοὴν ἀγαθὸς Μενέλαοσ,
αὐτίκ' ἄρ' ἡ̨̃ ἀλόχω̨ ἠδὲ δμω̨η̨̃σι κέλευσε
δει̃πνον ἐνὶ μεγάροις τετυκει̃ν ἅλις ἔνδον ἐόντων.
ἀγχίμολον δέ οἱ ἠ̃λθε Βοηθοΐδης 'Ετεωνεύσ,
ἀνστὰς ἐξ εὐνη̃σ, ἐπεὶ οὐ πολὺ ναι̃εν ἀπ' αὐτου̃:
τὸν πυ̃ρ κη̃αι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
ὀπτη̃σαί τε κρεω̃ν: ὁ δ' ἄρ' οὐκ ἀπίθησεν ἀκούσασ.
αὐτὸς δ' ἐς θάλαμον κατεβήσετο κηώεντα,
οὐκ οἰ̃οσ, ἅμα τω̨̃ γ' 'Ελένη κίε καὶ Μεγαπένθησ.
ἀλλ' ὅτε δή ῥ' ἵκαν', ὅθι οἱ κειμήλια κει̃το,
'Ατρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
υἱὸν δὲ κρητη̃ρα φέρειν Μεγαπένθε' ἄνωγεν
ἀργύρεον: 'Ελένη δὲ παρίστατο φωριαμοι̃σιν,
ἔνθ' ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
τω̃ν ἕν' ἀειραμένη 'Ελένη φέρε, δι̃α γυναικω̃ν,
ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστοσ,
ἀστὴρ δ' ὣς ἀπέλαμπεν: ἔκειτο δὲ νείατος ἄλλων.
βὰν δ' ἰέναι προτέρω διὰ δώματοσ, εἱ̃ος ἵκοντο
Τηλέμαχον: τὸν δὲ προσέφη ξανθὸς Μενέλαοσ:

   "Τηλέμαχ', ἠ̃ τοι νόστον, ὅπως φρεσὶ ση̨̃σι μενοινα̨̃σ,
ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις 'Ήρησ.
δώρων δ', ὅσσ' ἐν ἐμω̨̃ οἴκω̨ κειμήλια κει̃ται,
δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
δώσω τοι κρητη̃ρα τετυγμένον: ἀργύρεος δὲ
ἔστιν ἅπασ, χρυσω̨̃ δ' ἐπὶ χείλεα κεκράανται,
ἔργον δ' 'Ηφαίστοιο: πόρεν δέ ἑ Φαίδιμος ἥρωσ,
Σιδονίων βασιλεύσ, ὅθ' ἑὸς δόμος ἀμφεκάλυψε
κει̃σέ με νοστήσαντα: τεὶ̈ν δ' ἐθέλω τόδ' ὀπάσσαι."

   ὣς εἰπὼν ἐν χερσὶ τίθει δέπας ἀμφικύπελλον
ἥρως 'Ατρεΐδησ: ὁ δ' ἄρα κρητη̃ρα φαεινὸν
θη̃κ' αὐτου̃ προπάροιθε φέρων κρατερὸς Μεγαπένθησ,
ἀργύρεον: 'Ελένη δὲ παρίστατο καλλιπάρη̨ος
πέπλον ἔχουσ' ἐν χερσίν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

   "δω̃ρόν τοι καὶ ἐγώ, τέκνον φίλε, του̃το δίδωμι,
μνη̃μ' 'Ελένης χειρω̃ν, πολυηράτου ἐς γάμου ὥρην,
ση̨̃ ἀλόχω̨ φορέειν: τει̃ος δὲ φίλη̨ παρὰ μητρὶ
κει̃σθαι ἐνὶ μεγάρω̨. σὺ δέ μοι χαίρων ἀφίκοιο
οἰ̃κον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαι̃αν."

   ὣς εἰπου̃σ' ἐν χερσὶ τίθει, ὁ δ' ἐδέξατο χαίρων.
καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
δεξάμενοσ, καὶ πάντα ἑω̨̃ θηήσατο θυμω̨̃:
τοὺς δ' ἠ̃γε πρὸς δω̃μα κάρη ξανθὸς Μενέλαοσ.
ἑζέσθην δ' ἄρ' ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
χέρνιβα δ' ἀμφίπολος προχόω̨ ἐπέχευε φέρουσα
καλη̨̃ χρυσείη̨, ὑπὲρ ἀργυρέοιο λέβητοσ,
νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σι̃τον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,
[εἴδατα πόλλ' ἐπιθει̃σα, χαριζομένη παρεόντων:]
πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρασ:
οἰνοχόει δ' υἱὸς Μενελάου κυδαλίμοιο.
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοι̃μα προκείμενα χει̃ρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
ἵππους τ' ἐζεύγνυντ' ἀνά θ' ἅρματα ποικίλ' ἔβαινον,
ἐκ δ' ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
τοὺς δὲ μετ' 'Ατρεΐδης ἔκιε ξανθὸς Μενέλαοσ,
οἰ̃νον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερη̃φι,
ἐν δέπαϊ χρυσέω̨, ὄφρα λείψαντε κιοίτην.
στη̃ δ' ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα:

   "χαίρετον, ὠ̃ κούρω, καὶ Νέστορι ποιμένι λαω̃ν
εἰπει̃ν: ἠ̃ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἠ̃εν,
εἱ̃ος ἐνὶ Τροίη̨ πολεμίζομεν υἱ̃ες 'Αχαιω̃ν."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"καὶ λίην κείνω̨ γε, διοτρεφέσ, ὡς ἀγορεύεισ,
πάντα τάδ' ἐλθόντες καταλέξομεν. αἲ γὰρ ἐγὼν ὣς
νοστήσας 'Ιθάκηνδε κιχὼν 'Οδυση̃' ἐνὶ οἴκω̨
εἴποιμ', ὡς παρὰ σει̃ο τυχὼν φιλότητος ἁπάσης
ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά."

   ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνισ,
αἰετὸς ἀργὴν χη̃να φέρων ὀνύχεσσι πέλωρον,
ἥμερον ἐξ αὐλη̃σ: οἱ δ' ἰύζοντες ἕποντο
ἀνέρες ἠδὲ γυναι̃κεσ: ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
δεξιὸς ἤϊξε πρόσθ' ἵππων. οἱ δὲ ἰδόντες
γήθησαν, καὶ πα̃σιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
τοι̃σι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων:

   "φράζεο δή, Μενέλαε διοτρεφέσ, ὄρχαμε λαω̃ν,
ἢ νω̃ϊν τόδ' ἔφηνε θεὸς τέρας ἠ̃ε σοὶ αὐτω̨̃."

   ὣς φάτο, μερμήριξε δ' ἀρηΐφιλος Μενέλαοσ,
ὅππως οἱ κατὰ μοι̃ραν ὑποκρίναιτο νοήσασ.
τὸν δ' 'Ελένη τανύπεπλος ὑποφθαμένη φάτο μυ̃θον:

   "κλυ̃τέ μευ: αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμω̨̃
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
ὡς ὅδε χη̃ν' ἥρπαξ' ἀτιταλλομένην ἐνὶ οἴκω̨
ἐλθὼν ἐξ ὄρεοσ, ὅθι οἱ γενεή τε τόκος τε,
ὣς 'Οδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλ' ἐπαληθεὶς
οἴκαδε νοστήσει καὶ τείσεται: ἠὲ καὶ ἤδη
οἴκοι, ἀτὰρ μνηστη̃ρσι κακὸν πάντεσσι φυτεύει."

   τὴν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"οὕτω νυ̃ν Ζεὺς θείη, ἐρίγδουπος πόσις 'Ήρησ:
τω̃ κέν τοι καὶ κει̃θι θεω̨̃ ὣς εὐχετοώ̨μην."

   ἠ̃, καὶ ἐφ' ἵπποιϊν μάστιν βάλε: τοὶ δὲ μάλ' ὠ̃κα
ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαω̃τεσ.
οἱ δὲ πανημέριοι σει̃ον ζυγὸν ἀμφὶς ἔχοντεσ.
δύσετό τ' ἠέλιος σκιόωντό τε πα̃σαι ἀγυιαί:
ἐς φηρὰς δ' ἵκοντο Διοκλη̃ος ποτὶ δω̃μα,
υἱέος 'Ορτιλόχοιο, τὸν 'Αλφειὸς τέκε παι̃δα.
ἔνθα δὲ νύκτ' ἄεσαν, ὁ δὲ τοι̃ς πὰρ ξείνια θη̃κεν.

   ἠ̃μος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
ἵππους τ' ἐζεύγνυντ' ἀνά θ' ἅρματα ποικίλ' ἔβαινον,
ἐκ δ' ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου:
μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην.
αἰ̃ψα δ' ἔπειθ' ἵκοντο Πύλου αἰπὺ πτολίεθρον:
καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν:

   "Νεστορίδη, πω̃ς κέν μοι ὑποσχόμενος τελέσειας
μυ̃θον ἐμόν; ξει̃νοι δὲ διαμπερὲς εὐχόμεθ' εἰ̃ναι
ἐκ πατέρων φιλότητοσ, ἀτὰρ καὶ ὁμήλικές εἰμεν:
ἥδε δ' ὁδὸς καὶ μα̃λλον ὁμοφροσύνη̨σιν ἐνήσει.
μή με παρὲξ ἄγε νη̃α, διοτρεφέσ, ἀλλὰ λίπ' αὐτου̃,
μή μ' ὁ γέρων ἀέκοντα κατάσχη̨ ὡ̨̃ ἐνὶ οἴκω̨
ἱέμενος φιλέειν: ἐμὲ δὲ χρεὼ θα̃σσον ἱκέσθαι."

   ὣς φάτο, Νεστορίδης δ' ἄρ' ἑω̨̃ συμφράσσατο θυμω̨̃,
ὅππως οἱ κατὰ μοι̃ραν ὑποσχόμενος τελέσειεν.
ὡ̃δε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἰ̃ναι:
στρέψ' ἵππους ἐπὶ νη̃α θοὴν καὶ θι̃να θαλάσσησ,
νηὶ̈ δ' ἐνὶ πρυμνη̨̃ ἐξαίνυτο κάλλιμα δω̃ρα,
ἐσθη̃τα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε:
καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα:

   "σπουδη̨̃ νυ̃ν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρουσ,
πρὶν ἐμὲ οἴκαδ' ἱκέσθαι ἀπαγγει̃λαί τε γέροντι.
εὐ̃ γὰρ ἐγὼ τόδε οἰ̃δα κατὰ φρένα καὶ κατὰ θυμόν:
οἱ̃ος κείνου θυμὸς ὑπέρβιοσ, οὔ σε μεθήσει,
ἀλλ' αὐτὸς καλέων δευ̃ρ' εἴσεται, οὐδέ ἕ φημι
ἂψ ἰέναι κενεόν: μάλα γὰρ κεχολώσεται ἔμπησ."

   ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
ἂψ Πυλίων εἰς ἄστυ, θοω̃ς δ' ἄρα δώμαθ' ἵκανε.
Τηλέμαχος δ' ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν:

   "ἐγκοσμει̃τε τὰ τεύχε', ἑται̃ροι, νηὶ̈ μελαίνη̨,
αὐτοί τ' ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοι̃ο."

   ὣς ἔφαθ', οἱ δ' ἄρα του̃ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο,
αἰ̃ψα δ' ἄρ' εἴσβαινον καὶ ἐπὶ κληι̃σι καθι̃ζον.

   ἠ̃ τοι ὁ μὲν τὰ πονει̃το καὶ εὔχετο, θυ̃ε δ' 'Αθήνη̨
νηὶ̈ πάρα πρυμνη̨̃: σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ
τηλεδαπόσ, φεύγων ἐξ 'Άργεος ἄνδρα κατακτάσ,
μάντισ: ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἠ̃εν,
ὃς πρὶν μέν ποτ' ἔναιε Πύλω̨ ἔνι, μητέρι μήλων,
ἀφνειὸς Πυλίοισι μέγ' ἔξοχα δώματα ναίων:
δὴ τότε γ' ἄλλων δη̃μον ἀφίκετο, πατρίδα φεύγων
Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,
ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν
εἰ̃χε βίη̨. ὁ δὲ τει̃ος ἐνὶ μεγάροις Φυλάκοιο
δεσμω̨̃ ἐν ἀργαλέω̨ δέδετο, κρατέρ' ἄλγεα πάσχων
εἵνεκα Νηλη̃ος κούρης ἄτης τε βαρείησ,
τήν οἱ ἐπὶ φρεσὶ θη̃κε θεὰ δασπλη̃τις 'Ερινύσ.
ἀλλ' ὁ μὲν ἔκφυγε κη̃ρα καὶ ἤλασε βου̃ς ἐριμύκους
ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτείσατο ἔργον ἀεικὲς
ἀντίθεον Νηλη̃α, κασιγνήτω̨ δὲ γυναι̃κα
ἠγάγετο πρὸς δώμαθ': ὁ δ' ἄλλων ἵκετο δη̃μον,
'Άργος ἐς ἱππόβοτον: τόθι γάρ νύ οἱ αἴσιμον ἠ̃εν
ναιέμεναι πολλοι̃σιν ἀνάσσοντ' 'Αργείοισιν.
ἔνθα δ' ἔγημε γυναι̃κα καὶ ὑψερεφὲς θέτο δω̃μα,
γείνατο δ' 'Αντιφάτην καὶ Μάντιον, υἱ̃ε κραταιώ.
'Αντιφάτης μὲν τίκτεν 'Οϊκλη̃α μεγάθυμον,
αὐτὰρ 'Οϊκλείης λαοσσόον 'Αμφιάρηον,
ὃν περὶ κη̃ρι φίλει Ζεύς τ' αἰγίοχος καὶ 'Απόλλων
παντοίην φιλότητ': οὐδ' ἵκετο γήραος οὐδόν,
ἀλλ' ὄλετ' ἐν Θήβη̨σι γυναίων εἵνεκα δώρων.
του̃ υἱει̃ς ἐγένοντ' 'Αλκμάων 'Αμφίλοχός τε.
Μάντιος αὐ̃ τέκετο Πολυφείδεά τε Κλει̃τόν τε:
ἀλλ' ἠ̃ τοι Κλει̃τον χρυσόθρονος ἥρπασεν 'Ηὼς
κάλλεος εἵνεκα οἱ̃ο, ἵν' ἀθανάτοισι μετείη:
αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν 'Απόλλων
θη̃κε βροτω̃ν ὄχ' ἄριστον, ἐπεὶ θάνεν 'Αμφιάρηοσ:
ὅς ῥ' 'Υπερησίηνδ' ἀπενάσσατο πατρὶ χολωθείσ,
ἔνθ' ὅ γε ναιετάων μαντεύετο πα̃σι βροτοι̃σι.

   του̃ μὲν ἄρ' υἱὸς ἐπη̃λθε, Θεοκλύμενος δ' ὄνομ' ἠ̃εν,
ὃς τότε Τηλεμάχου πέλας ἵστατο: τὸν δ' ἐκίχανε
σπένδοντ' εὐχόμενόν τε θοη̨̃ παρὰ νηὶ̈ μελαίνη̨,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

   "ὠ̃ φίλ', ἐπεί σε θύοντα κιχάνω τω̨̃δ' ἐνὶ χώρω̨,
λίσσομ' ὑπὲρ θυέων καὶ δαίμονοσ, αὐτὰρ ἔπειτα
ση̃ς τ' αὐτου̃ κεφαλη̃ς καὶ ἑταίρων, οἵ τοι ἕπονται,
εἰπέ μοι εἰρομένω̨ νημερτέα μηδ' ἐπικεύση̨σ:
τίς πόθεν εἰς ἀνδρω̃ν; πόθι τοι πόλις ἠδὲ τοκη̃εσ;"

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"τοιγὰρ ἐγώ τοι, ξει̃νε, μάλ' ἀτρεκέως ἀγορεύσω.
ἐξ 'Ιθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν 'Οδυσσεύσ,
εἴ ποτ' ἔην: νυ̃ν δ' ἤδη ἀπέφθιτο λυγρω̨̃ ὀλέθρω̨.
τοὔνεκα νυ̃ν ἑτάρους τε λαβὼν καὶ νη̃α μέλαιναν
ἠ̃λθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο."

   τὸν δ' αὐ̃τε προσέειπε Θεοκλύμενος θεοειδήσ:
"οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδοσ, ἄνδρα κατακτὰς
ἔμφυλον: πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
'Άργος ἀν' ἱππόβοτον, μέγα δὲ κρατέουσιν 'Αχαιω̃ν:
τω̃ν ὑπαλευάμενος θάνατον καὶ κη̃ρα μέλαιναν
φεύγω, ἐπεί νύ μοι αἰ̃σα κατ' ἀνθρώπους ἀλάλησθαι.
ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,
μή με κατακτείνωσι: διωκέμεναι γὰρ ὀΐω."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"οὐ μὲν δή σ' ἐθέλοντά γ' ἀπώσω νηὸς ἐΐσησ,
ἀλλ' ἕπευ: αὐτὰρ κει̃θι φιλήσεαι, οἱ̃ά κ' ἔχωμεν."

   ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχοσ:
καὶ τό γ' ἐπ' ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσησ,
ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
ἐν πρύμνη̨ δ' ἄρ' ἔπειτα καθέζετο, πὰρ δὲ οἱ̃ αὐτω̨̃
εἱ̃σε Θεοκλύμενον: τοὶ δὲ πρυμνήσι' ἔλυσαν.
Τηλέμαχος δ' ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν
ὅπλων ἅπτεσθαι: τοὶ δ' ἐσσυμένως ἐπίθοντο.
ἱστὸν δ' εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
στη̃σαν ἀείραντεσ, κατὰ δὲ προτόνοισιν ἔδησαν,
ἕλκον δ' ἱστία λευκὰ ἐϋστρέπτοισι βοευ̃σι.
τοι̃σιν δ' ἴκμενον οὐ̃ρον ἵει γλαυκω̃πις 'Αθήνη,
λάβρον ἐπαιγίζοντα δι' αἰθέροσ, ὄφρα τάχιστα
νηυ̃ς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
[βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.]

   δύσετό τ' ἠέλιος σκιόωντό τε πα̃σαι ἀγυιαί:
ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρω̨,
ἠδὲ παρ' 'Ήλιδα δι̃αν, ὅθι κρατέουσιν 'Επειοί.
ἔνθεν δ' αὐ̃ νήσοισιν ἐπιπροέηκε θοη̨̃σιν,
ὁρμαίνων, ἤ κεν θάνατον φύγοι ἠ̃ κεν ἁλοίη.

   τὼ δ' αὐ̃τ' ἐν κλισίη̨ 'Οδυσεὺς καὶ δι̃ος ὑφορβὸς
δορπείτην: παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοι̃ς δ' 'Οδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
ἤ μιν ἔτ' ἐνδυκέως φιλέοι μει̃ναί τε κελεύοι
αὐτου̃ ἐνὶ σταθμω̨̃ ἠ̃ ὀτρύνειε πόλινδε:

   "κέκλυθι νυ̃ν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑται̃ροι:
ἠω̃θεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι
πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρουσ.
ἀλλά μοι εὐ̃ θ' ὑπόθευ καὶ ἅμ' ἡγεμόν' ἐσθλὸν ὄπασσον,
ὅς κέ με κει̃σ' ἀγάγη̨: κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκη̨
πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξη̨.
καί κ' ἐλθὼν πρὸς δώματ' 'Οδυσση̃ος θείοιο
ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείη̨,
καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,
εἴ μοι δει̃πνον δοι̃εν ὀνείατα μυρί' ἔχοντεσ.
αἰ̃ψά κεν εὐ̃ δρώοιμι μετὰ σφίσιν, ὅττι θέλοιεν.
ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον:
'Ερμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
ἀνθρώπων ἔργοισι χάριν καὶ κυ̃δος ὀπάζει,
δρηστοσύνη̨ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλοσ,
πυ̃ρ τ' εὐ̃ νηη̃σαι διά τε ξύλα δανὰ κεάσσαι,
δαιτρευ̃σαί τε καὶ ὀπτη̃σαι καὶ οἰνοχοη̃σαι,
οἱ̃ά τε τοι̃ς ἀγαθοι̃σι παραδρώωσι χέρηεσ."

   τὸν δὲ μέγ' ὀχθήσας προσέφησ, Εὔμαιε συβω̃τα:
"ὤ μοι, ξει̃νε, τίη τοι ἐνὶ φρεσὶ του̃το νόημα
ἔπλετο; ἠ̃ σύ γε πάγχυ λιλαίεαι αὐτόθ' ὀλέσθαι,
εἰ δὴ μνηστήρων ἐθέλεις καταδυ̃ναι ὅμιλον,
τω̃ν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
οὔ τοι τοιοίδ' εἰσὶν ὑποδρηστη̃ρες ἐκείνων,
ἀλλὰ νέοι, χλαίνας εὐ̃ εἱμένοι ἠδὲ χιτω̃νασ,
αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
οἵ σφιν ὑποδρώωσιν: ἐΰξεστοι δὲ τράπεζαι
σίτου καὶ κρειω̃ν ἠδ' οἴνου βεβρίθασιν.
ἀλλὰ μέν': οὐ γάρ τίς τοι ἀνια̃ται παρεόντι,
οὔτ' ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
αὐτὰρ ἐπὴν ἔλθη̨σιν 'Οδυσση̃ος φίλος υἱόσ,
κει̃νός σε χλαι̃νάν τε χιτω̃νά τε εἵματα ἕσσει,
πέμψει δ' ὅππη̨ σε κραδίη θυμός τε κελεύει."

   τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δι̃ος 'Οδυσσεύσ:
"αἴθ' οὕτωσ, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
ὡς ἐμοί, ὅττι μ' ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνη̃σ.
πλαγκτοσύνης δ' οὐκ ἔστι κακώτερον ἄλλο βροτοι̃σιν:
ἀλλ' ἕνεκ' οὐλομένης γαστρὸς κακὰ κήδε' ἔχουσιν
[ἀνέρεσ, ὅν τιν' ἵκηται ἄλη καὶ πη̃μα καὶ ἄλγοσ.]
νυ̃ν δ' ἐπεὶ ἰσχανάα̨ς μει̃ναί τέ με κει̃νον ἄνωγασ,
εἴπ' ἄγε μοι περὶ μητρὸς 'Οδυσση̃ος θείοιο
πατρός θ', ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδω̨̃,
ἤ που ἔτι ζώουσιν ὑπ' αὐγὰς ἠελίοιο,
ἠ̃ ἤδη τεθνα̃σι καὶ εἰν 'Αΐδαο δόμοισι."

   τὸν δ' αὐ̃τε προσέειπε συβώτησ, ὄρχαμος ἀνδρω̃ν:
"τοιγὰρ ἐγώ τοι, ξει̃νε, μάλ' ἀτρεκέως ἀγορεύσω.
Λαέρτης μὲν ἔτι ζώει, Διὶ δ' εὔχεται αἰεὶ
θυμὸν ἀπὸ μελέων φθίσθαι οἱ̃σ' ἐν μεγάροισιν:
ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
κουριδίης τ' ἀλόχοιο δαΐφρονοσ, ἥ ἑ μάλιστα
ἤκαχ' ἀποφθιμένη καὶ ἐν ὠμω̨̃ γήραϊ θη̃κεν.
ἡ δ' ἄχεϊ οὑ̃ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,
λευγαλέω̨ θανάτω̨, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἕρδοι.
ὄφρα μὲν οὐ̃ν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπησ,
τόφρα τί μοι φίλον ἔσκε μεταλλη̃σαι καὶ ἐρέσθαι,
οὕνεκά μ' αὐτὴ θρέψεν ἅμα Κτιμένη̨ τανυπέπλω̨,
θυγατέρ' ἰφθίμη̨, τὴν ὁπλοτάτην τέκε παίδων:
τη̨̃ ὁμου̃ ἐτρεφόμην, ὀλίγον δέ τί μ' ἡ̃σσον ἐτίμα.
αὐτὰρ ἐπεί ῥ' ἥβην πολυήρατον ἱκόμεθ' ἄμφω,
τὴν μὲν ἔπειτα Σάμηνδ' ἔδοσαν καὶ μυρί' ἕλοντο,
αὐτὰρ ἐμὲ χλαι̃νάν τε χιτω̃νά τε εἵματ' ἐκείνη
καλὰ μάλ' ἀμφιέσασα ποσίν θ' ὑποδήματα δου̃σα
ἀγρόνδε προΐαλλε: φίλει δέ με κηρόθι μα̃λλον.
νυ̃ν δ' ἤδη τούτων ἐπιδεύομαι: ἀλλά μοι αὐτω̨̃
ἔργον ἀέξουσιν μάκαρες θεοί, ὡ̨̃ ἐπιμίμνω:
τω̃ν ἔφαγόν τ' ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.
ἐκ δ' ἄρα δεσποίνης οὐ μείλιχόν ἐστιν ἀκου̃σαι
οὔτ' ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκω̨,
ἄνδρες ὑπερφίαλοι: μέγα δὲ δμω̃ες χατέουσιν
ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι
ἀγρόνδ', οἱ̃ά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβω̃τα,
πολλὸν ἀπεπλάγχθης ση̃ς πατρίδος ἠδὲ τοκήων.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
ἠὲ διεπράθετο πτόλις ἀνδρω̃ν εὐρυάγυια,
ἡ̨̃ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
ἠ̃ σέ γε μουνωθέντα παρ' οἴεσιν ἢ παρὰ βουσὶν
ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδ' ἐπέρασσαν
του̃δ' ἀνδρὸς πρὸς δώμαθ', ὁ δ' ἄξιον ὠ̃νον ἔδωκε."

   τὸν δ' αὐ̃τε προσέειπε συβώτησ, ὄρχαμος ἀνδρω̃ν:
"ξει̃ν', ἐπεὶ ἂρ δὴ ταυ̃τά μ' ἀνείρεαι ἠδὲ μεταλλα̨̃σ,
σιγη̨̃ νυ̃ν ξυνίει καὶ τέρπεο πι̃νέ τε οἰ̃νον,
ἥμενοσ. αἵδε δὲ νύκτες ἀθέσφατοι: ἔστι μὲν εὕδειν,
ἔστι δὲ τερπομένοισιν ἀκουέμεν: οὐδέ τί σε χρή,
πρὶν ὥρη, καταλέχθαι: ἀνίη καὶ πολὺς ὕπνοσ.
τω̃ν δ' ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,
εὑδέτω ἐξελθών: ἅμα δ' ἠόϊ φαινομένηφι
δειπνήσας ἅμ' ὕεσσιν ἀνακτορίη̨σιν ἑπέσθω.
νω̃ϊ δ' ἐνὶ κλισίη̨ πίνοντέ τε δαινυμένω τε
κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι
μνωομένω: μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,
ὅς τις δὴ μάλα πολλὰ πάθη̨ καὶ πόλλ' ἐπαληθη̨̃.
του̃το δέ τοι ἐρέω, ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλα̨̃σ.

   νη̃σός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεισ,
'Ορτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,
οὔ τι περιπληθὴς λίην τόσον, ἀλλ' ἀγαθὴ μέν,
εὔβοος εὔμηλοσ, οἰνοπληθὴς πολύπυροσ.
πείνη δ' οὔ ποτε δη̃μον ἐσέρχεται, οὐδέ τις ἄλλη
νου̃σος ἐπὶ στυγερὴ πέλεται δειλοι̃σι βροτοι̃σιν:
ἀλλ' ὅτε γηράσκωσι πόλιν κάτα φυ̃λ' ἀνθρώπων,
ἐλθὼν ἀργυρότοξος 'Απόλλων 'Αρτέμιδι ξύν,
οἱ̃σ' ἀγανοι̃σι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.
ἔνθα δύω πόλιεσ, δίχα δέ σφισι πάντα δέδασται:
τη̨̃σιν δ' ἀμφοτέρη̨σι πατὴρ ἐμὸς ἐμβασίλευε,
Κτήσιος 'Ορμενίδησ, ἐπιείκελος ἀθανάτοισιν.

   ἔνθα δὲ Φοίνικες ναυσικλυτοὶ ἤλυθον ἄνδρεσ,
τρω̃κται, μυρί' ἄγοντες ἀθύρματα νηὶ̈ μελαίνη̨.
ἔσκε δὲ πατρὸς ἐμοι̃ο γυνὴ Φοίνισσ' ἐνὶ οἴκω̨,
καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυι̃α:
τὴν δ' ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
πλυνούση̨ τις πρω̃τα μίγη κοίλη̨ παρὰ νηὶ̈
εὐνη̨̃ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει
θηλυτέρη̨σι γυναιξί, καὶ ἥ κ' εὐεργὸς ἔη̨σιν.
εἰρώτα δὴ ἔπειτα, τίς εἴη καὶ πόθεν ἔλθοι:
ἡ δὲ μάλ' αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δω̃:

   "ἐκ μὲν Σιδω̃νος πολυχάλκου εὔχομαι εἰ̃ναι,
κούρη δ' εἴμ' 'Αρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοι̃ο:
ἀλλά μ' ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες
ἀγρόθεν ἐρχομένην, πέρασαν δέ με δευ̃ρ' ἀγαγόντες
του̃δ' ἀνδρὸς πρὸς δώμαθ': ὁ δ' ἄξιον ὠ̃νον ἔδωκε."

   τὴν δ' αὐ̃τε προσέειπεν ἀνήρ, ὃς μίσγετο λάθρη̨:
"ἠ̃ ῥά κε νυ̃ν πάλιν αὐ̃τις ἅμ' ἡμι̃ν οἴκαδ' ἕποιο,
ὄφρα ἴδη̨ πατρὸς καὶ μητέρος ὑψερεφὲς δω̃
αὐτούς τ'; ἠ̃ γὰρ ἔτ' εἰσὶ καὶ ἀφνειοὶ καλέονται."

   τὸν δ' αὐ̃τε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθω̨:
"εἴη κεν καὶ του̃τ', εἴ μοι ἐθέλοιτέ γε, ναυ̃ται,
ὅρκω̨ πιστωθη̃ναι ἀπήμονά μ' οἴκαδ' ἀπάξειν."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπώμνυον, ὡς ἐκέλευεν.
αὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
τοι̃ς δ' αὐ̃τις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθω̨:

   "σιγη̨̃ νυ̃ν: μή τίς με προσαυδάτω ἐπέεσσιν
ὑμετέρων ἑτάρων ξυμβλήμενος ἢ ἐν ἀγυιη̨̃
ἤ που ἐπὶ κρήνη̨: μή τις ποτὶ δω̃μα γέροντι
ἐλθὼν ἐξείπη̨, ὁ δ' ὀϊσάμενος καταδήση̨
δεσμω̨̃ ἐν ἀργαλέω̨, ὑμι̃ν δ' ἐπιφράσσετ' ὄλεθρον.
ἀλλ' ἔχετ' ἐν φρεσὶ μυ̃θον, ἐπείγετε δ' ὠ̃νον ὁδαίων.
ἀλλ' ὅτε κεν δὴ νηυ̃ς πλείη βιότοιο γένηται,
ἀγγελίη μοι ἔπειτα θοω̃ς πρὸς δώμαθ' ἱκέσθω:
οἴσω γὰρ καὶ χρυσόν, ὅτις χ' ὑποχείριος ἔλθη̨.
καὶ δέ κεν ἄλλ' ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην:
παι̃δα γὰρ ἀνδρὸς ἐη̃ος ἐνὶ μεγάροισ' ἀτιτάλλω,
κερδαλέον δὴ τοι̃ον, ἅμα τροχόωντα θύραζε:
τόν κεν ἄγοιμ' ἐπὶ νηόσ, ὁ δ' ὕμιν μυρίον ὠ̃νον
ἄλφοι, ὅπη̨ περάσητε κατ' ἀλλοθρόους ἀνθρώπουσ."

   ἡ μὲν ἄρ' ὣς εἰπου̃σ' ἀπέβη πρὸς δώματα καλά:
οἱ δ' ἐνιαυτὸν ἅπαντα παρ' ἡμι̃ν αὐ̃θι μένοντες
ἐν νηὶ̈ γλαφυρη̨̃ βίοτον πολὺν ἐμπολόωντο.
ἀλλ' ὅτε δὴ κοίλη νηυ̃ς ἤχθετο τοι̃σι νέεσθαι,
καὶ τότ' ἄρ' ἄγγελον ἡ̃καν, ὃς ἀγγείλειε γυναικί.
ἤλυθ' ἀνὴρ πολύϊδρις ἐμου̃ πρὸς δώματα πατρὸς
χρύσεον ὅρμον ἔχων, μετὰ δ' ἠλέκτροισιν ἔερτο.
τὸν μὲν ἄρ' ἐν μεγάρω̨ δμω̨αὶ καὶ πότνια μήτηρ
χερσίν τ' ἀμφαφόωντο καὶ ὀφθαλμοι̃σιν ὁρω̃ντο,
ὠ̃νον ὑπισχόμεναι: ὁ δὲ τη̨̃ κατένευσε σιωπη̨̃.
ἠ̃ τοι ὁ καννεύσας κοίλην ἐπὶ νη̃α βεβήκει,
ἡ δ' ἐμὲ χειρὸς ἑλου̃σα δόμων ἐξη̃γε θύραζε.
εὑ̃ρε δ' ἐνὶ προδόμω̨ ἠμὲν δέπα ἠδὲ τραπέζας
ἀνδρω̃ν δαιτυμόνων, οἵ μευ πατέρ' ἀμφεπένοντο.
οἱ μὲν ἄρ' ἐς θω̃κον πρόμολον δήμοιό τε φη̃μιν,
ἡ δ' αἰ̃ψα τρί' ἄλεισα κατακρύψασ' ὑπὸ κόλπω̨
ἔκφερεν: αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνη̨σι.

   δύσετό τ' ἠέλιος σκιόωντό τε πα̃σαι ἀγυιαί:
ἡμει̃ς δ' ἐς λιμένα κλυτὸν ἤλθομεν ὠ̃κα κιόντεσ,
ἔνθ' ἄρα Φοινίκων ἀνδρω̃ν ἠ̃ν ὠκύαλος νηυ̃σ.
οἱ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
νὼ ἀναβησάμενοι: ἐπὶ δὲ Ζεὺς οὐ̃ρον ἴαλλεν.

   ἑξη̃μαρ μὲν ὁμω̃ς πλέομεν νύκτας τε καὶ ἠ̃μαρ:
ἀλλ' ὅτε δὴ ἕβδομον ἠ̃μαρ ἐπὶ Ζεὺς θη̃κε Κρονίων,
τὴν μὲν ἔπειτα γυναι̃κα βάλ' 'Άρτεμις ἰοχέαιρα,
ἄντλω̨ δ' ἐνδούπησε πεσου̃σ' ὡς εἰναλίη κήξ.
καὶ τὴν μὲν φώκη̨σι καὶ ἰχθύσι κύρμα γενέσθαι
ἔκβαλον: αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἠ̃τορ.
τοὺς δ' 'Ιθάκη̨ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,
ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοι̃σιν.
οὕτω τήνδε τε γαι̃αν ἐγὼν ἴδον ὀφθαλμοι̃σι."

   τὸν δ' αὐ̃ διογενὴς 'Οδυσεὺς ἠμείβετο μύθω̨:
"Εὔμαι', ἠ̃ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας
ταυ̃τα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμω̨̃.
ἀλλ' ἠ̃ τοι σοὶ μὲν παρὰ καὶ κακω̨̃ ἐσθλὸν ἔθηκε
Ζεύσ, ἐπεὶ ἀνδρὸς δώματ' ἀφίκεο πολλὰ μογήσας
ἠπίου, ὃς δή τοι παρέχει βρω̃σίν τε πόσιν τε
ἐνδυκέωσ, ζώεις δ' ἀγαθὸν βίον: αὐτὰρ ἐγώ γε
πολλὰ βροτω̃ν ἐπὶ ἄστε' ἀλώμενος ἐνθάδ' ἱκάνω."

   ὣς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον,
καδδραθέτην δ' οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα:
αἰ̃ψα γὰρ 'Ηὼς ἠ̃λθεν ἐΰθρονοσ. οἱ δ' ἐπὶ χέρσου
Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δ' ἕλον ἱστὸν
καρπαλίμωσ, τὴν δ' εἰς ὅρμον προέρεσσαν ἐρετμοι̃σ.
ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν:
ἐκ δὲ καὶ αὐτοὶ βαι̃νον ἐπὶ ῥηγμι̃νι θαλάσσης
δει̃πνόν τ' ἐντύνοντο κερω̃ντό τε αἴθοπα οἰ̃νον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοι̃σι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων:

   "ὑμει̃ς μὲν νυ̃ν ἄστυδ' ἐλαύνετε νη̃α μέλαιναν,
αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτη̃ρασ:
ἑσπέριος δ' εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.
ἠω̃θεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,
δαι̃τ' ἀγαθὴν κρειω̃ν τε καὶ οἴνου ἡδυπότοιο."

   τὸν δ' αὐ̃τε προσέειπε Θεοκλύμενος θεοειδήσ:
"πη̨̃ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τευ̃ δώμαθ' ἵκωμαι
ἀνδρω̃ν, οἳ κραναὴν 'Ιθάκην κάτα κοιρανέουσιν;
ἠ̃ ἰθὺς ση̃ς μητρὸς ἴω καὶ σοι̃ο δόμοιο;"

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"ἄλλως μέν σ' ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην
ἔρχεσθ': οὐ γάρ τι ξενίων ποθή: ἀλλὰ σοὶ αὐτω̨̃
χει̃ρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ
ὄψεται: οὐ μὲν γάρ τι θαμὰ μνηστη̃ρσ' ἐνὶ οἴκω̨
φαίνεται, ἀλλ' ἀπὸ τω̃ν ὑπερωΐω̨ ἱστὸν ὑφαίνει.
ἀλλά τοι ἄλλον φω̃τα πιφαύσκομαι, ὅν κεν ἵκοιο,
Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,
τὸν νυ̃ν ἰ̃σα θεω̨̃ 'Ιθακήσιοι εἰσορόωσι:
καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
μητέρ' ἐμὴν γαμέειν καὶ 'Οδυσση̃ος γέρας ἕξειν.
ἀλλὰ τά γε Ζεὺς οἰ̃δεν 'Ολύμπιοσ, αἰθέρι ναίων,
εἴ κέ σφιν πρὸ γάμοιο τελευτήσει κακὸν ἠ̃μαρ."

   ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνισ,
κίρκοσ, 'Απόλλωνος ταχὺς ἄγγελοσ: ἐν δὲ πόδεσσι
τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χευ̃εν ἔραζε
μεσσηγὺς νηός τε καὶ αὐτου̃ Τηλεμάχοιο.
τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας
ἔν τ' ἄρα οἱ φυ̃ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

   "Τηλέμαχ', οὔ τοι ἄνευ θεου̃ ἤλυθε δεξιὸς ὄρνισ:
ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.
ὑμετέρου δ' οὐκ ἔστι γένευς βασιλεύτερον ἄλλο
ἐν δήμω̨ 'Ιθάκησ, ἀλλ' ὑμει̃ς καρτεροὶ αἰεί."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"αἲ γὰρ του̃το, ξει̃νε, ἔπος τετελεσμένον εἴη:
τω̃ κε τάχα γνοίης φιλότητά τε πολλά τε δω̃ρα
ἐξ ἐμευ̃, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι."

   ἠ̃, καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑται̃ρον:
"Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα
πείθη̨ ἐμω̃ν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμ' ἕποντο:
καὶ νυ̃ν μοι τὸν ξει̃νον ἄγων ἐν δώμασι σοι̃σιν
ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω."

   τὸν δ' αὐ̃ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα:
"Τηλέμαχ', εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοισ,
τόνδε τ' ἐγὼ κομιω̃, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται."

   ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δ' ἑταίρους
αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λυ̃σαι.
οἱ δ' αἰ̃ψ' εἴσβαινον καὶ ἐπὶ κληι̃σι καθι̃ζον.

   Τηλέμαχος δ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
εἵλετο δ' ἄλκιμον ἔγχοσ, ἀκαχμένον ὀξέϊ χαλκω̨̃,
νηὸς ἀπ' ἰκριόφιν: τοὶ δὲ πρυμνήσι' ἔλυσαν.
οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε
Τηλέμαχοσ, φίλος υἱὸς 'Οδυσση̃ος θείοιο:
τὸν δ' ὠ̃κα προβιβω̃ντα πόδες φέρον, ὄφρ' ἵκετ' αὐλήν,
ἔνθα οἱ ἠ̃σαν ὕες μάλα μυρίαι, ἡ̨̃σι συβώτης
ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώσ.