ΟΔΥΣΣΕΙΑΣ Π

Τὼ δ' αὐ̃τ' ἐν κλισίη̨ 'Οδυσεὺς καὶ δι̃ος ὑφορβὸς
ἐντύνοντ' ἄριστον ἅμ' ἠόϊ, κηαμένω πυ̃ρ,
ἔκπεμψάν τε νομη̃ας ἅμ' ἀγρομένοισι σύεσσι.
Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
οὐδ' ὕλαον προσιόντα: νόησε δὲ δι̃ος 'Οδυσσεὺς
σαίνοντάς τε κύνασ, περί τε κτύπος ἠ̃λθε ποδοι̃ϊν.
αἰ̃ψα δ' ἄρ' Εὔμαιον ἔπεα πτερόεντα προσηύδα:

   "Εὔμαι', ἠ̃ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ' ἑται̃ρος
ἢ καὶ γνώριμος ἄλλοσ, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
ἀλλὰ περισσαίνουσι: ποδω̃ν δ' ὑπὸ δου̃πον ἀκούω."

   οὔ πω πα̃ν εἴρητο ἔποσ, ὅτε οἱ φίλος υἱὸς
ἔστη ἐνὶ προθύροισι. ταφὼν δ' ἀνόρουσε συβώτησ,
ἐκ δ' ἄρα οἱ χειρω̃ν πέσον ἄγγεα, τοι̃σ' ἐπονει̃το
κιρνὰς αἴθοπα οἰ̃νον. ὁ δ' ἀντίος ἠ̃λθεν ἄνακτοσ,
κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
χει̃ράς τ' ἀμφοτέρασ: θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
ὡς δὲ πατὴρ ὃν παι̃δα φίλα φρονέων ἀγαπάζη̨
ἐλθόντ' ἐξ ἀπίης γαίης δεκάτω̨ ἐνιαυτω̨̃,
μου̃νον τηλύγετον, τω̨̃ ἐπ' ἄλγεα πολλὰ μογήση̨,
ὣς τότε Τηλέμαχον θεοειδέα δι̃ος ὑφορβὸς
πάντα κύσεν περιφύσ, ὡς ἐκ θανάτοιο φυγόντα:
καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:

   "ἠ̃λθεσ, Τηλέμαχε, γλυκερὸν φάοσ: οὔ σ' ἔτ' ἐγώ γε
ὄψεσθαι ἐφάμην, ἐπεὶ ὤ̨χεο νηὶ̈ Πύλονδε.
ἀλλ' ἄγε νυ̃ν εἴσελθε, φίλον τέκοσ, ὄφρα σε θυμω̨̃
τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
οὐ μὲν γάρ τι θάμ' ἀγρὸν ἐπέρχεαι οὐδὲ νομη̃ασ,
ἀλλ' ἐπιδημεύεισ: ὣς γάρ νύ τοι εὔαδε θυμω̨̃,
ἀνδρω̃ν μνηστήρων ἐσορα̃ν ἀΐδηλον ὅμιλον."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"ἔσσεται οὕτωσ, ἄττα: σέθεν δ' ἕνεκ' ἐνθάδ' ἱκάνω,
ὄφρα σέ τ' ὀφθαλμοι̃σιν ἴδω καὶ μυ̃θον ἀκούσω,
ἤ μοι ἔτ' ἐν μεγάροις μήτηρ μένει, ἠ̃έ τις ἤδη
ἀνδρω̃ν ἄλλος ἔγημεν, 'Οδυσση̃ος δέ που εὐνὴ
χήτει ἐνευναίων κάκ' ἀράχνια κει̃ται ἔχουσα."

   τὸν δ' αὐ̃τε προσέειπε συβώτησ, ὄρχαμος ἀνδρω̃ν:
"καὶ λίην κείνη γε μένει τετληότι θυμω̨̃
σοι̃σιν ἐνὶ μεγάροισιν: ὀϊζυραὶ δέ οἱ αἰεὶ
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούση̨."

   ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχοσ:
αὐτὰρ ὅ γ' εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
τω̨̃ δ' ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν 'Οδυσσεύσ:
Τηλέμαχος δ' ἑτέρωθεν ἐρήτυε φώνησέν τε:

   "ἡ̃σο, ξει̃ν': ἡμει̃ς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην
σταθμω̨̃ ἐν ἡμετέρω̨: παρὰ δ' ἀνήρ, ὃς καταθήσει."

   ὣς φάθ', ὁ δ' αὐ̃τις ἰὼν κατ' ἄρ' ἕζετο: τω̨̃ δὲ συβώτης
χευ̃εν ὕπο χλωρὰς ῥω̃πας καὶ κω̃ας ὕπερθεν:
ἔνθα καθέζετ' ἔπειτα 'Οδυσση̃ος φίλος υἱόσ.
τοι̃σιν δὲ κρειω̃ν πίνακας παρέθηκε συβώτης
ὀπταλέων, ἅ ῥα τη̨̃ προτέρη̨ ὑπέλειπον ἔδοντεσ,
σι̃τον δ' ἐσσυμένως παρενήεεν ἐν κανέοισιν,
ἐν δ' ἄρα κισσυβίω̨ κίρνη μελιηδέα οἰ̃νον:
αὐτὸς δ' ἀντίον ἱ̃ζεν 'Οδυσση̃ος θείοιο.
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοι̃μα προκείμενα χει̃ρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Τηλέμαχος προσεφώνεε δι̃ον ὑφορβόν:

   "ἄττα, πόθεν τοι ξει̃νος ὅδ' ἵκετο; πω̃ς δέ ἑ ναυ̃ται
ἤγαγον εἰς 'Ιθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδ' ἱκέσθαι."

   τὸν δ' ἀπαμειβόμενος προσέφησ, Εὔμαιε συβω̃τα:
"τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ' ἀγορεύσω.
ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
φησὶ δὲ πολλὰ βροτω̃ν ἐπὶ ἄστεα δινηθη̃ναι
πλαζόμενοσ: ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
νυ̃ν αὐ̃ Θεσπρωτω̃ν ἀνδρω̃ν παρὰ νηὸς ἀποδρὰς
ἤλυθ' ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω.
ἕρξον ὅπως ἐθέλεισ: ἱκέτης δέ τοι εὔχεται εἰ̃ναι."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"Εὔμαι', ἠ̃ μάλα του̃το ἔπος θυμαλγὲς ἔειπεσ.
πω̃ς γὰρ δὴ τὸν ξει̃νον ἐγὼν ὑποδέξομαι οἴκω̨;
αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα
ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνη̨:
μητρὶ δ' ἐμη̨̃ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
ἢ αὐτου̃ παρ' ἐμοί τε μένη̨ καὶ δω̃μα κομίζη̨,
εὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε φη̃μιν,
ἠ̃ ἤδη ἅμ' ἕπηται, 'Αχαιω̃ν ὅς τις ἄριστος
μνα̃ται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλει̃στα πόρη̨σιν.
ἀλλ' ἠ̃ τοι τὸν ξει̃νον, ἐπεὶ τεὸν ἵκετο δω̃μα,
ἕσσω μιν χλαι̃νάν τε χιτω̃νά τε εἵματα καλά,
δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,
πέμψω δ', ὅππη̨ μιν κραδίη θυμός τε κελεύει.
εἰ δ' ἐθέλεισ, σὺ κόμισσον ἐνὶ σταθμοι̃σιν ἐρύξασ:
εἵματα δ' ἐνθάδ' ἐγὼ πέμψω καὶ σι̃τον ἅπαντα
ἔδμεναι, ὡς ἂν μή σε κατατρύχη̨ καὶ ἑταίρουσ.
κει̃σε δ' ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστη̃ρας ἐω̨̃μι
ἔρχεσθαι, λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι:
μή μιν κερτομέωσιν: ἐμοὶ δ' ἄχος ἔσσεται αἰνόν.
πρη̃ξαι δ' ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἠ̃ πολὺ φέρτεροί εἰσι."

   τὸν δ' αὐ̃τε προσέειπε πολύτλας δι̃ος 'Οδυσσεύσ:
"ὠ̃ φίλ', ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
ἠ̃ μάλα μευ καταδάπτετ' ἀκούοντος φίλον ἠ̃τορ,
οἱ̃ά φατε μνηστη̃ρας ἀτάσθαλα μηχανάασθαι
ἐν μεγάροισ', ἀέκητι σέθεν τοιούτου ἐόντοσ.
εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἠ̃ σέ γε λαοὶ
ἐχθαίρουσ' ἀνὰ δη̃μον ἐπισπόμενοι θεου̃ ὀμφη̨̃:
ἠ̃ τι κασιγνήτοισ' ἐπιμέμφεαι, οἱ̃σί περ ἀνὴρ
μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νει̃κος ὄρηται;
αἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τω̨̃δ' ἐπὶ θυμω̨̃,
ἢ παι̃ς ἐξ 'Οδυση̃ος ἀμύμονος ἠὲ καὶ αὐτὸς
ἔλθοι ἀλητεύων: ἔτι γὰρ καὶ ἐλπίδος αἰ̃σα:
αὐτίκ' ἔπειτ' ἀπ' ἐμει̃ο κάρη τάμοι ἀλλότριος φω̃σ,
εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην
[ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω 'Οδυση̃οσ.]
εἰ δ' αὐ̃ με πληθυι̃ δαμασαίατο μου̃νον ἐόντα,
βουλοίμην κ' ἐν ἐμοι̃σι κατακτάμενος μεγάροισι
τεθνάμεν ἢ τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασθαι,
ξείνους τε στυφελιζομένους δμω̨άς τε γυναι̃κας
ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
καὶ οἰ̃νον διαφυσσόμενον, καὶ σι̃τον ἔδοντας
μὰψ αὔτως ἀτέλεστον, ἀνηνύστω̨ ἐπὶ ἔργω̨."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"τοιγὰρ ἐγώ τοι, ξει̃νε, μάλ' ἀτρεκέως ἀγορεύσω.
οὔτε τί μοι πα̃ς δη̃μος ἀπεχθόμενος χαλεπαίνει,
οὔτε κασιγνήτοισ' ἐπιμέμφομαι, οἱ̃σί περ ἀνὴρ
μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νει̃κος ὄρηται.
ὡ̃δε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων:
μου̃νον Λαέρτην 'Αρκείσιος υἱὸν ἔτικτε,
μου̃νον δ' αὐ̃τ' 'Οδυση̃α πατὴρ τέκεν: αὐτὰρ 'Οδυσσεὺς
μου̃νον ἔμ' ἐν μεγάροισι τεκὼν λίπεν, οὐδ' ἀπόνητο.
τω̃ νυ̃ν δυσμενέες μάλα μυρίοι εἴσ' ἐνὶ οἴκω̨.
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
Δουλιχίω̨ τε Σάμη̨ τε καὶ ὑλήεντι Ζακύνθω̨,
ἠδ' ὅσσοι κραναὴν 'Ιθάκην κάτα κοιρανέουσι,
τόσσοι μητέρ' ἐμὴν μνω̃νται, τρύχουσι δὲ οἰ̃κον.
ἡ δ' οὔτ' ἀρνει̃ται στυγερὸν γάμον οὔτε τελευτὴν
ποιη̃σαι δύναται: τοὶ δὲ φθινύθουσιν ἔδοντες
οἰ̃κον ἐμόν: τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
ἀλλ' ἠ̃ τοι μὲν ταυ̃τα θεω̃ν ἐν γούνασι κει̃ται:
ἄττα, σὺ δ' ἔρχεο θα̃σσον, ἐχέφρονι Πηνελοπείη̨
εἴφ', ὅτι οἱ σω̃ς εἰμι καὶ ἐκ Πύλου εἰλήλουθα.
αὐτὰρ ἐγὼν αὐτου̃ μενέω, σὺ δὲ δευ̃ρο νέεσθαι
οἴη ἀπαγγείλασ: τω̃ν δ' ἄλλων μή τις 'Αχαιω̃ν
πευθέσθω: πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται."

   τὸν δ' ἀπαμειβόμενος προσέφησ, Εὔμαιε συβω̃τα:
"γινώσκω, φρονέω: τά γε δὴ νοέοντι κελεύεισ.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
εἰ καὶ Λαέρτη̨ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
δυσμόρω̨, ὃς τει̃ος μὲν 'Οδυσση̃ος μέγ' ἀχεύων
ἔργα τ' ἐποπτεύεσκε μετὰ δμώων τ' ἐνὶ οἴκω̨
πι̃νε καὶ ἠ̃σθ', ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι:
αὐτὰρ νυ̃ν, ἐξ οὑ̃ σύ γε ὤ̨χεο νηὶ̈ Πύλονδε,
οὔ πώ μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτωσ,
οὐδ' ἐπὶ ἔργα ἰδει̃ν, ἀλλὰ στοναχη̨̃ τε γόω̨ τε
ἡ̃σται ὀδυρόμενοσ, φθινύθει δ' ἀμφ' ὀστεόφι χρώσ."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"ἄλγιον, ἀλλ' ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ.
εἰ γάρ πως εἴη αὐτάγρετα πάντα βροτοι̃σι,
πρω̃τόν κεν του̃ πατρὸς ἑλοίμεθα νόστιμον ἠ̃μαρ.
ἀλλὰ σύ γ' ἀγγείλας ὀπίσω κίε, μηδὲ κατ' ἀγροὺς
πλάζεσθαι μετ' ἐκει̃νον: ἀτὰρ πρὸς μητέρα εἰπει̃ν
ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
κρύβδην: κείνη γάρ κεν ἀπαγγείλειε γέροντι."

   ἠ̃ ῥα, καὶ ὠ̃ρσε συφορβόν: ὁ δ' εἵλετο χερσὶ πέδιλα,
δησάμενος δ' ὑπὸ ποσσὶ πόλινδ' ἴεν. οὐδ' ἄρ' 'Αθήνην
λη̃θεν ἀπὸ σταθμοι̃ο κιὼν Εὔμαιος ὑφορβόσ,
ἀλλ' ἥ γε σχεδὸν ἠ̃λθε: δέμας δ' ἤϊκτο γυναικὶ
καλη̨̃ τε μεγάλη̨ τε καὶ ἀγλαὰ ἔργα ἰδυίη̨.
στη̃ δὲ κατ' ἀντίθυρον κλισίης 'Οδυση̃ϊ φανει̃σα:
οὐδ' ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδ' ἐνόησεν, _
οὐ γάρ πως πάντεσσι θεοὶ φαίνονται ἐναργει̃σ, _
ἀλλ' 'Οδυσεύς τε κύνες τε ἴδον, καί ῥ' οὐχ ὑλάοντο,
κνυζηθμω̨̃ δ' ἑτέρωσε διὰ σταθμοι̃ο φόβηθεν.
ἡ δ' ἄρ' ἐπ' ὀφρύσι νευ̃σε: νόησε δὲ δι̃ος 'Οδυσσεύσ,
ἐκ δ' ἠ̃λθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλη̃σ,
στη̃ δὲ πάροιθ' αὐτη̃σ. τὸν δὲ προσέειπεν 'Αθήνη:

   "διογενὲς Λαερτιάδη, πολυμήχαν' 'Οδυσσευ̃,
ἤδη νυ̃ν σω̨̃ παιδὶ ἔπος φάο μηδ' ἐπίκευθε,
ὡς ἂν μνηστη̃ρσιν θάνατον καὶ κη̃ρ' ἀραρόντε
ἔρχησθον προτὶ ἄστυ περικλυτόν: οὐδ' ἐγὼ αὐτὴ
δηρὸν ἀπὸ σφω̃ϊν ἔσομαι μεμαυι̃α μάχεσθαι."

   ἠ̃, καὶ χρυσείη̨ ῥάβδω̨ ἐπεμάσσατ' 'Αθήνη.
φα̃ρος μέν οἱ πρω̃τον ἐϋπλυνὲς ἠδὲ χιτω̃να
θη̃κ' ἀμφὶ στήθεσφι, δέμας δ' ὤφελλε καὶ ἥβην.
ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δ' ἐτάνυσθεν,
κυάνεαι δ' ἐγένοντο ἐθειράδες ἀμφὶ γένειον.
ἡ μὲν ἄρ' ὣς ἕρξασα πάλιν κίεν: αὐτὰρ 'Οδυσσεὺς
ἤϊεν ἐς κλισίην. θάμβησε δέ μιν φίλος υἱόσ,
ταρβήσας δ' ἑτέρωσε βάλ' ὄμματα, μὴ θεὸς εἴη,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

   "ἀλλοι̃ός μοι, ξει̃νε, φάνης νέον ἠὲ πάροιθεν,
ἄλλα δὲ εἵματ' ἔχεις καί τοι χρὼς οὐκέθ' ὁμοι̃οσ.
ἠ̃ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν:
ἀλλ' ἵληθ', ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
ἠδὲ χρύσεα δω̃ρα, τετυγμένα: φείδεο δ' ἡμέων."

   τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δι̃ος 'Οδυσσεύσ:
"οὔ τίς τοι θεός εἰμι: τί μ' ἀθανάτοισιν ἐΐσκεισ;
ἀλλὰ πατὴρ τεός εἰμι, του̃ εἵνεκα σὺ στεναχίζων
πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρω̃ν."

   ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειω̃ν
δάκρυον ἡ̃κε χαμα̃ζε: πάρος δ' ἔχε νωλεμὲς αἰεί.
Τηλέμαχος δ', _οὐ γάρ πω ἐπείθετο ὃν πατέρ' εἰ̃ναι, _
ἐξαυ̃τίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν:

   "οὐ σύ γ' 'Οδυσσεύς ἐσσι πατὴρ ἐμόσ, ἀλλά με δαίμων
θέλγει, ὄφρ' ἔτι μα̃λλον ὀδυρόμενος στεναχίζω.
οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόω̨το
ὡ̨̃ αὐτου̃ γε νόω̨, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
ῥηϊδίως ἐθέλων θείη νέον ἠδὲ γέροντα.
ἠ̃ γάρ τοι νέον ἠ̃σθα γέρων καὶ ἀεικέα ἕσσο:
νυ̃ν δὲ θεοι̃σιν ἔοικασ, οἳ οὐρανὸν εὐρὺν ἔχουσι."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"Τηλέμαχ', οὔ σε ἔοικε φίλον πατέρ' ἔνδον ἐόντα
οὔτε τι θαυμάζειν περιώσιον οὔτ' ἀγάασθαι:
οὐ μὲν γάρ τοι ἔτ' ἄλλος ἐλεύσεται ἐνθάδ' 'Οδυσσεύσ,
ἀλλ' ὅδ' ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δ' ἀληθείσ,
ἤλυθον εἰκοστω̨̃ ἔτεϊ ἐς πατρίδα γαι̃αν.
αὐτάρ τοι τόδε ἔργον 'Αθηναίης ἀγελείησ,
ἥ τέ με τοι̃ον ἔθηκεν ὅπως ἐθέλει, δύναται γάρ,
ἄλλοτε μὲν πτωχω̨̃ ἐναλίγκιον, ἄλλοτε δ' αὐ̃τε
ἀνδρὶ νέω̨ καὶ καλὰ περὶ χροὶ̈ εἵματ' ἔχοντι.
ῥηΐδιον δὲ θεοι̃σι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
ἠμὲν κυδη̃ναι θνητὸν βροτὸν ἠδὲ κακω̃σαι."

   ὣς ἄρα φωνήσας κατ' ἄρ' ἕζετο, Τηλέμαχος δὲ
ἀμφιχυθεὶς πατέρ' ἐσθλὸν ὀδύρετο δάκρυα λείβων.
ἀμφοτέροισι δὲ τοι̃σιν ὑφ' ἵμερος ὠ̃ρτο γόοιο:
κλαι̃ον δὲ λιγέωσ, ἁδινώτερον ἤ τ' οἰωνοί,
φη̃ναι ἢ αἰγυπιοὶ γαμψώνυχεσ, οἱ̃σί τε τέκνα
ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι:
ὣς ἄρα τοί γ' ἐλεεινὸν ὑπ' ὀφρύσι δάκρυον εἰ̃βον.
καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρ' αἰ̃ψα:

   "ποίη̨ γὰρ νυ̃ν δευ̃ρο, πάτερ φίλε, νηΐ σε ναυ̃ται
ἤγαγον εἰς 'Ιθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
[οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ' ἱκέσθαι."]

   τὸν δ' αὐ̃τε προσέειπε πολύτλας δι̃ος 'Οδυσσεύσ:
"τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
Φαίηκές μ' ἄγαγον ναυσικλυτοί, οἵ τε καὶ ἄλλους
ἀνθρώπους πέμπουσιν, ὅτίς σφεας εἰσαφίκηται:
καί μ' εὕδοντ' ἐν νηὶ̈ θοη̨̃ ἐπὶ πόντον ἄγοντες
κάτθεσαν εἰν 'Ιθάκη̨, ἔπορον δέ μοι ἀγλαὰ δω̃ρα,
χαλκόν τε χρυσόν τε ἅλις ἐσθη̃τά θ' ὑφαντήν.
καὶ τὰ μὲν ἐν σπήεσσι θεω̃ν ἰότητι κέονται:
νυ̃ν αὐ̃ δευ̃ρ' ἱκόμην ὑποθημοσύνη̨σιν 'Αθήνησ,
ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
ἀλλ' ἄγε μοι μνηστη̃ρας ἀριθμήσας κατάλεξον,
ὄφρ' εἰδέω, ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί:
καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
φράσσομαι, ἤ κεν νω̃ϊ δυνησόμεθ' ἀντιφέρεσθαι
μούνω ἄνευθ' ἄλλων, ἠ̃ καὶ διζησόμεθ' ἄλλουσ."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"ὠ̃ πάτερ, ἠ̃ τοι σει̃ο μέγα κλέος αἰὲν ἄκουον,
χει̃ράς τ' αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν:
ἀλλὰ λίην μέγα εἰ̃πεσ: ἄγη μ' ἔχει: οὐδέ κεν εἴη
ἄνδρε δύω πολλοι̃σι καὶ ἰφθίμοισι μάχεσθαι.
μνηστήρων δ' οὔτ' ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ' οἰ̃αι,
ἀλλὰ πολὺ πλέονεσ: τάχα δ' εἴσεαι ἐνθάδ' ἀριθμόν.
ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
κου̃ροι κεκριμένοι, ἓξ δὲ δρηστη̃ρες ἕπονται:
ἐκ δὲ Σάμης πίσυρες τε καὶ εἴκοσι φω̃τες ἔασιν,
ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κου̃ροι 'Αχαιω̃ν,
ἐκ δ' αὐτη̃ς 'Ιθάκης δυοκαίδεκα πάντες ἄριστοι,
καί σφιν ἅμ' ἐστὶ Μέδων κη̃ρυξ καὶ θει̃ος ἀοιδὸς
καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.
τω̃ν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτείσεαι ἐλθών.
ἀλλὰ σύ γ', εἰ δύνασαί τιν' ἀμύντορα μερμηρίξαι,
φράζευ, ὅ κέν τις νω̃ϊν ἀμύνοι πρόφρονι θυμω̨̃."

   τὸν δ' αὐ̃τε προσέειπε πολύτλας δι̃ος 'Οδυσσεύσ:
"τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον,
καὶ φράσαι, ἤ κεν νω̃ϊν 'Αθήνη σὺν Διὶ πατρὶ
ἀρκέσει, ἠ̃έ τιν' ἄλλον ἀμύντορα μερμηρίξω."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"ἐσθλώ τοι τούτω γ' ἐπαμύντορε, τοὺς ἀγορεύεισ,
ὕψι περ ἐν νεφέεσσι καθημένω: ὥ τε καὶ ἄλλοις
ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοι̃σι."

   τὸν δ' αὐ̃τε προσέειπε πολύτλας δι̃ος 'Οδυσσεύσ:
"οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
φυλόπιδος κρατερη̃σ, ὁπότε μνηστη̃ρσι καὶ ἡμι̃ν
ἐν μεγάροισιν ἐμοι̃σι μένος κρίνηται 'Άρηοσ.
ἀλλὰ σὺ μὲν νυ̃ν ἔρχευ ἅμ' ἠόϊ φαινομένηφι
οἴκαδε καὶ μνηστη̃ρσιν ὑπερφιάλοισιν ὁμίλει:
αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει
πτωχω̨̃ λευγαλέω̨ ἐναλίγκιον ἠδὲ γέροντι.
εἰ δέ μ' ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κη̃ρ
τετλάτω ἐν στήθεσσι κακω̃ς πάσχοντος ἐμει̃ο,
ἤν περ καὶ διὰ δω̃μα ποδω̃ν ἕλκωσι θύραζε
ἢ βέλεσιν βάλλωσι: σὺ δ' εἰσορόων ἀνέχεσθαι.
ἀλλ' ἠ̃ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
μειλιχίοισ' ἐπέεσσι παραυδω̃ν: οἱ δέ τοι οὔ τι
πείσονται: δὴ γάρ σφι παρίσταται αἴσιμον ἠ̃μαρ.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο ση̨̃σιν:
ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θη̨̃σιν 'Αθήνη,
νεύσω μέν τοι ἐγὼ κεφαλη̨̃, σὺ δ' ἔπειτα νοήσασ,
ὅσσα τοι ἐν μεγάροισιν ἀρήϊα τεύχεα κει̃ται,
ἐς μυχὸν ὑψηλου̃ θαλάμου καταθει̃ναι ἀείρας
πάντα μάλ': αὐτὰρ μνηστη̃ρας μαλακοι̃σ' ἐπέεσσι
παρφάσθαι, ὅτε κέν σε μεταλλω̃σιν ποθέοντεσ:
"ἐκ καπνου̃ κατέθηκ', ἐπεὶ οὐκέτι τοι̃σιν ἐώ̨κει,
οἱ̃ά ποτε Τροίηνδε κιὼν κατέλειπεν 'Οδυσσεύσ,
ἀλλὰ κατή̨κισται, ὅσσον πυρὸς ἵκετ' ἀϋτμή.
πρὸς δ' ἔτι καὶ τόδε μει̃ζον ἐνὶ φρεσὶ θη̃κε Κρονίων,
μή πως οἰνωθέντεσ, ἔριν στήσαντες ἐν ὑμι̃ν,
ἀλλήλους τρώσητε καταισχύνητέ τε δαι̃τα
καὶ μνηστύν: αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηροσ."
νω̃ϊν δ' οἴοισιν δύο φάσγανα καὶ δύο δου̃ρε
καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα: τοὺς δέ κ' ἔπειτα
Παλλὰς 'Αθηναίη θέλξει καὶ μητίετα Ζεύσ.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο ση̨̃σιν:
εἰ ἐτεόν γ' ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
μή τις ἔπειτ' 'Οδυση̃ος ἀκουσάτω ἔνδον ἐόντοσ:
μήτ' οὐ̃ν Λαέρτης ἴστω τό γε μήτε συβώτης
μήτε τις οἰκήων μήτ' αὐτὴ Πηνελόπεια,
ἀλλ' οἰ̃οι σύ τ' ἐγώ τε γυναικω̃ν γνώομεν ἰθύν.
καί κέ τεο δμώων ἀνδρω̃ν ἔτι πειρηθει̃μεν,
ἠμὲν ὅ πού τις νω̃ϊ τίει καὶ δείδιε θυμω̨̃,
ἠδ' ὅτις οὐκ ἀλέγει, σὲ δ' ἀτιμα̨̃ τοι̃ον ἐόντα."

   τὸν δ' ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱόσ:
"ὠ̃ πάτερ, ἠ̃ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γ', ὀΐω,
γνώσεαι: οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μ' ἔχουσιν:
ἀλλ' οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
ἡμι̃ν ἀμφοτέροισι: σὲ δὲ φράζεσθαι ἄνωγα.
δηθὰ γὰρ αὔτως εἴση̨ ἑκάστου πειρητίζων,
ἔργα μετερχόμενοσ: τοὶ δ' ἐν μεγάροισιν ἕκηλοι
κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ' ἔπι φειδώ.
ἀλλ' ἠ̃ τοί σε γυναι̃κας ἐγὼ δεδάασθαι ἄνωγα,
αἵ τέ σ' ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν:
ἀνδρω̃ν δ' οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
ἡμέας πειράζειν, ἀλλ' ὕστερα ταυ̃τα πένεσθαι,
εἰ ἐτεόν γέ τι οἰ̃σθα Διὸς τέρας αἰγιόχοιο."

   ὣς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον,
ἡ δ' ἄρ' ἔπειτ' 'Ιθάκηνδε κατήγετο νηυ̃ς ἐϋεργήσ,
ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρουσ.
οἱ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
νη̃α μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν,
τεύχεα δέ σφ' ἀπένεικαν ὑπέρθυμοι θεράποντεσ,
αὐτίκα δ' ἐς Κλυτίοιο φέρον περικαλλέα δω̃ρα.
αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς 'Οδυση̃οσ,
ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείη̨,
οὕνεκα Τηλέμαχος μὲν ἐπ' ἀγρου̃, νη̃α δ' ἀνώγει
ἄστυδ' ἀποπλείειν, ἵνα μὴ δείσασ' ἐνὶ θυμω̨̃
ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι.

   τὼ δὲ συναντήτην κη̃ρυξ καὶ δι̃ος ὑφορβὸς
τη̃ς αὐτη̃ς ἕνεκ' ἀγγελίησ, ἐρέοντε γυναικί.
ἀλλ' ὅτε δή ῥ' ἵκοντο δόμον θείου βασιλη̃οσ,
κη̃ρυξ μέν ῥα μέση̨σι μετὰ δμω̨η̨̃σιν ἔειπεν:

   "ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε."

   Πηνελοπείη̨ δ' εἰ̃πε συβώτης ἄγχι παραστὰς
πάνθ' ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
αὐτὰρ ἐπεὶ δὴ πα̃σαν ἐφημοσύνην ἀπέειπε,
βη̃ ῥ' ἴμεναι μεθ' ὕασ, λίπε δ' ἕρκεά τε μέγαρόν τε.

   μνηστη̃ρες δ' ἀκάχοντο κατήφησάν τ' ἐνὶ θυμω̨̃,
ἐκ δ' ἠ̃λθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλη̃σ,
αὐτου̃ δὲ προπάροιθε θυράων ἑδριόωντο.
τοι̃σιν δ' Εὐρύμαχοσ, Πολύβου πάϊσ, ἠ̃ρχ' ἀγορεύειν:

   "ὠ̃ φίλοι, ἠ̃ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
Τηλεμάχω̨ ὁδὸς ἥδε: φάμεν δέ οἱ οὐ τελέεσθαι.
ἀλλ' ἄγε νη̃α μέλαιναν ἐρύσσομεν, ἥ τις ἀρίστη,
ἐς δ' ἐρέτας ἁλιη̃ας ἀγείρομεν, οἵ κε τάχιστα
κείνοισ' ἀγγείλωσι θοω̃ς οἰ̃κόνδε νέεσθαι."

   οὔ πω πα̃ν εἴρηθ', ὅτ' ἄρ' 'Αμφίνομος ἴδε νη̃α,
στρεφθεὶς ἐκ χώρησ, λιμένος πολυβενθέος ἐντόσ,
ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντασ.
ἡδὺ δ' ἄρ' ἐκγελάσας μετεφώνεεν οἱ̃σ' ἑτάροισι:

   "μή τιν' ἔτ' ἀγγελίην ὀτρύνομεν: οἵδε γὰρ ἔνδον.
ἤ τίς σφιν τόδ' ἔειπε θεω̃ν ἢ εἴσιδον αὐτοὶ
νη̃α παρερχομένην, τὴν δ' οὐκ ἐδύναντο κιχη̃ναι."

   ὣς ἔφαθ', οἱ δ' ἀνστάντες ἔβαν ἐπὶ θι̃να θαλάσσησ,
αἰ̃ψα δὲ νη̃α μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν,
τεύχεα δέ σφ' ἀπένεικαν ὑπέρθυμοι θεράποντεσ.
αὐτοὶ δ' εἰς ἀγορὴν κίον ἁθρόοι, οὐδέ τιν' ἄλλον
εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
τοι̃σιν δ' 'Αντίνοος μετέφη, Εὐπείθεος υἱόσ:

   "ὢ πόποι, ὡς τόνδ' ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
ἤματα μὲν σκοποὶ ἱ̃ζον ἐπ' ἄκριας ἠνεμοέσσας
αἰὲν ἐπασσύτεροι: ἅμα δ' ἠελίω̨ καταδύντι
οὔ ποτ' ἐπ' ἠπείρου νύκτ' ἄσαμεν, ἀλλ' ἐνὶ πόντω̨
νηὶ̈ θοη̨̃ πλείοντες ἐμίμνομεν 'Ηω̃ δι̃αν,
Τηλέμαχον λοχόωντεσ, ἵνα φθείσωμεν ἑλόντες
αὐτόν: τὸν δ' ἄρα τει̃ος ἀπήγαγεν οἴκαδε δαίμων.
ἡμει̃ς δ' ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
Τηλεμάχω̨, μηδ' ἡ̃μας ὑπεκφύγοι: οὐ γὰρ ὀΐω
τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλη̨̃ τε νόω̨ τε,
λαοὶ δ' οὐκέτι πάμπαν ἐφ' ἡμι̃ν ἠ̃ρα φέρουσιν.
ἀλλ' ἄγετε, πρὶν κει̃νον ὁμηγυρίσασθαι 'Αχαιοὺς
εἰς ἀγορήν: _οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
ἀλλ' ἀπομηνίσει, ἐρέει δ' ἐν πα̃σιν ἀναστάσ,
οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδ' ἐκίχημεν:
οἱ δ' οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα:
μή τι κακὸν ῥέξωσι καὶ ἥμεας ἐξελάσωσι
γαίης ἡμετέρησ, ἄλλων δ' ἀφικώμεθα δη̃μον.
ἀλλὰ φθέωμεν ἑλόντες ἐπ' ἀγρου̃ νόσφι πόληος
ἢ ἐν ὁδω̨̃: βίοτον δ' αὐτοὶ καὶ κτήματ' ἔχωμεν,
δασσάμενοι κατὰ μοι̃ραν ἐφ' ἡμέασ, οἰκία δ' αὐ̃τε
κείνου μητέρι δοι̃μεν ἔχειν ἠδ' ὅς τις ὀπυίοι.
εἰ δ' ὕμιν ὅδε μυ̃θος ἀφανδάνει, ἀλλὰ βόλεσθε
αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
μή οἱ χρήματ' ἔπειτα ἅλις θυμηδέ' ἔδωμεν
ἐνθάδ' ἀγειρόμενοι, ἀλλ' ἐκ μεγάροιο ἕκαστος
μνάσθω ἐέδνοισιν διζήμενοσ: ἡ δέ κ' ἔπειτα
γήμαιθ' ὅς κε πλει̃στα πόροι καὶ μόρσιμος ἔλθοι."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃.
τοι̃σιν δ' 'Αμφίνομος ἀγορήσατο καὶ μετέειπε,
Νίσου φαίδιμος υἱόσ, 'Αρητιάδαο ἄνακτοσ,
ὅς ῥ' ἐκ Δουλιχίου πολυπύρου ποιήεντος
ἡγει̃το μνηστη̃ρσι, μάλιστα δὲ Πηνελοπείη̨
ἥνδανε μύθοισι: φρεσὶ γὰρ κέχρητ' ἀγαθη̨̃σιν:
ὅ σφιν ἐὺ̈ φρονέων ἀγορήσατο καὶ μετέειπεν:

   "ὠ̃ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
Τηλέμαχον: δεινὸν δὲ γένος βασιλήϊόν ἐστι
κτείνειν: ἀλλὰ πρω̃τα θεω̃ν εἰρώμεθα βουλάσ.
εἰ μέν κ' αἰνήσωσι Διὸς μεγάλοιο θέμιστεσ,
αὐτός τε κτενέω τούς τ' ἄλλους πάντας ἀνώξω:
εἰ δέ κ' ἀποτρωπω̃σι θεοί, παύσασθαι ἄνωγα."

   ὣς ἔφατ' 'Αμφίνομοσ, τοι̃σιν δ' ἐπιήνδανε μυ̃θοσ.
αὐτίκ' ἔπειτ' ἀνστάντες ἔβαν δόμον εἰς 'Οδυση̃οσ,
ἐλθόντες δὲ καθι̃ζον ἐπὶ ξεστοι̃σι θρόνοισιν.

   ἡ δ' αὐ̃τ' ἄλλ' ἐνόησε περίφρων Πηνελόπεια,
μνηστήρεσσι φανη̃ναι ὑπέρβιον ὕβριν ἔχουσι.
πεύθετο γὰρ οὑ̃ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον:
κη̃ρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάσ.
βη̃ δ' ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
ἀλλ' ὅτε δὴ μνηστη̃ρας ἀφίκετο δι̃α γυναικω̃ν,
στη̃ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοι̃ο,
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
'Αντίνοον δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

   "'Αντίνο', ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν
ἐν δήμω̨ 'Ιθάκης μεθ' ὁμήλικας ἔμμεν ἄριστον
βουλη̨̃ καὶ μύθοισι: σὺ δ' οὐκ ἄρα τοι̃ος ἔησθα.
μάργε, τίη δὲ σὺ Τηλεμάχω̨ θάνατόν τε μόρον τε
ῥάπτεισ, οὐδ' ἱκέτας ἐμπάζεαι, οἱ̃σιν ἄρα Ζεὺς
μάρτυροσ; οὐδ' ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
ἠ̃ οὐκ οἰ̃σθ' ὅτε δευ̃ρο πατὴρ τεὸς ἵκετο φεύγων,
δη̃μον ὑποδδείσασ; δὴ γὰρ κεχολώατο λίην,
οὕνεκα ληϊστη̃ρσιν ἐπισπόμενος Ταφίοισιν
ἤκαχε Θεσπρωτούσ: οἱ δ' ἥμιν ἄρθμιοι ἠ̃σαν.
τόν ῥ' ἔθελον φθει̃σαι καὶ ἀπορραι̃σαι φίλον ἠ̃τορ
ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν:
ἀλλ' 'Οδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
του̃ νυ̃ν οἰ̃κον ἄτιμον ἔδεισ, μνάα̨ δὲ γυναι̃κα
παι̃δά τ' ἀποκτείνεισ, ἐμὲ δὲ μεγάλως ἀκαχίζεισ:
ἀλλά σε παύεσθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλουσ."

   τὴν δ' αὐ̃τ' Εὐρύμαχοσ, Πολύβου πάϊσ, ἀντίον ηὔδα:
"κούρη 'Ικαρίοιο, περίφρων Πηνελόπεια,
θάρσει: μή τοι ταυ̃τα μετὰ φρεσὶ ση̨̃σι μελόντων.
οὐκ ἔσθ' οὑ̃τος ἀνὴρ οὐδ' ἔσσεται οὐδὲ γένηται,
ὅς κεν Τηλεμάχω̨, σω̨̃ υἱέϊ, χει̃ρας ἐποίσει
ζώοντός γ' ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
ὡ̃δε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται:
αἰ̃ψά οἱ αἱ̃μα κελαινὸν ἐρωήσει περὶ δουρὶ
ἡμετέρω̨, ἐπεὶ ἠ̃ καὶ ἐμὲ πτολίπορθος 'Οδυσσεὺς
πολλάκι γούνασιν οἱ̃σιν ἐφεσσάμενος κρέας ὀπτὸν
ἐν χείρεσσιν ἔθηκεν ἐπέσχε τε οἰ̃νον ἐρυθρόν.
τω̃ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
ἀνδρω̃ν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
ἔκ γε μνηστήρων: θεόθεν δ' οὐκ ἔστ' ἀλέασθαι."

   ὣς φάτο θαρσύνων, τω̨̃ δ' ἤρτυεν αὐτὸς ὄλεθρον.
ἡ μὲν ἄρ' εἰσαναβα̃σ' ὑπερώϊα σιγαλόεντα
κλαι̃εν ἔπειτ' 'Οδυση̃α φίλον πόσιν, ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκω̃πις 'Αθήνη.

   ἑσπέριος δ' 'Οδυση̃ϊ καὶ υἱέϊ δι̃ος ὑφορβὸς
ἤλυθεν: οἱ δ' ἄρα δόρπον ἐπισταδὸν ὁπλίζοντο,
συ̃ν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ 'Αθήνη
ἄγχι παρισταμένη Λαερτιάδην 'Οδυση̃α
ῥάβδω̨ πεπληγυι̃α πάλιν ποίησε γέροντα,
λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης
γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείη̨
ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.

   τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μυ̃θον ἔειπεν:
"ἠ̃λθεσ, δι̃' Εὔμαιε: τί δὴ κλέος ἔστ' ἀνὰ ἄστυ;
ἤ ῥ' ἤδη μνηστη̃ρες ἀγήνορες ἔνδον ἔασιν
ἐκ λόχου, ἠ̃ ἔτι μ' αὐ̃θ' εἰρύαται οἴκαδ' ἰόντα;"

   τὸν δ' ἀπαμειβόμενος προσέφησ, Εὔμαιε συβω̃τα:
"οὐκ ἔμελέν μοι ταυ̃τα μεταλλη̃σαι καὶ ἐρέσθαι
ἄστυ καταβλώσκοντα: τάχιστά με θυμὸς ἀνώγει
ἀγγελίην εἰπόντα πάλιν δευ̃ρ' ἀπονέεσθαι.
ὡμήρησε δέ μοι παρ' ἑταίρων ἄγγελος ὠκύσ,
κη̃ρυξ, ὃς δὴ πρω̃τος ἔπος ση̨̃ μητρὶ ἔειπεν.
ἄλλο δέ τοι τόδε οἰ̃δα: τὸ γὰρ ἴδον ὀφθαλμοι̃σιν:
ἤδη ὑπὲρ πόλιοσ, ὅθι 'Έρμαιος λόφος ἐστίν,
ἠ̃α κιών, ὅτε νη̃α θοὴν ἰδόμην κατιου̃σαν
ἐς λιμέν' ἡμέτερον: πολλοὶ δ' ἔσαν ἄνδρες ἐν αὐτη̨̃,
βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι:
καί σφεας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἰ̃δα."

   ὣς φάτο, μείδησεν δ' ἱερὴ ἲς Τηλεμάχοιο
ἐς πατέρ' ὀφθαλμοι̃σιν ἰδών, ἀλέεινε δ' ὑφορβόν.

   οἱ δ' ἐπεὶ οὐ̃ν παύσαντο πόνου τετύκοντό τε δαι̃τα,
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσησ.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
κοίτου τε μνήσαντο καὶ ὕπνου δω̃ρον ἕλοντο.