ΟΔΥΣΣΕΙΑΣ Ρ

~'Ημος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
δὴ τότ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
Τηλέμαχοσ, φίλος υἱὸς 'Οδυσση̃ος θείοιο,
εἵλετο δ' ἄλκιμον ἔγχοσ, ὅ οἱ παλάμηφιν ἀρήρει,
ἄστυδε ἱέμενοσ, καὶ ἑὸν προσέειπε συβώτην:

   "ἄττ', ἠ̃ τοι μὲν ἐγὼν εἰ̃μ' ἐς πόλιν, ὄφρα με μήτηρ
ὄψεται: οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω
κλαυθμου̃ τε στυγεροι̃ο γόοιό τε δακρυόεντοσ,
πρίν γ' αὐτόν με ἴδηται: ἀτὰρ σοί γ' ὡ̃δ' ἐπιτέλλω:
τὸν ξει̃νον δύστηνον ἄγ' ἐς πόλιν, ὄφρ' ἂν ἐκει̃θι
δαι̃τα πτωχεύη̨: δώσει δέ οἱ ὅς κ' ἐθέλη̨σι,
πύρνον καὶ κοτύλην: ἐμὲ δ' οὔ πως ἔστιν ἅπαντας
ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμω̨̃.
ὁ ξει̃νος δ' εἴ περ μάλα μηνίει, ἄλγιον αὐτω̨̃
ἔσσεται: ἠ̃ γὰρ ἐμοὶ φίλ' ἀληθέα μυθήσασθαι."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ὠ̃ φίλοσ, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω.
πτωχω̨̃ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατ' ἀγροὺς
δαι̃τα πτωχεύειν: δώσει δέ μοι ὅς κ' ἐθέλη̨σιν.
οὐ γὰρ ἐπὶ σταθμοι̃σι μένειν ἔτι τηλίκος εἰμί,
ὥς τ' ἐπιτειλαμένω̨ σημάντορι πάντα πιθέσθαι.
ἀλλ' ἔρχευ: ἐμὲ δ' ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεισ,
αὐτίκ' ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
αἰνω̃ς γὰρ τάδε εἵματ' ἔχω κακά: μή με δαμάσση̨
στίβη ὑπηοίη: ἕκαθεν δέ τε ἄστυ φάτ' εἰ̃ναι."

   ὣς φάτο, Τηλέμαχος δὲ διὲκ σταθμοι̃ο βεβήκει,
κραιπνὰ ποσὶ προβιβάσ, κακὰ δὲ μνηστη̃ρσι φύτευεν.
αὐτὰρ ἐπεί ῥ' ἵκανε δόμους ἐὺ̈ ναιετάοντασ,
ἔγχος μέν ῥ' ἔστησε φέρων πρὸς κίονα μακρήν,
αὐτὸς δ' εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.

   τὸν δὲ πολὺ πρώτη εἰ̃δε τροφὸς Εὐρύκλεια,
κώεα καστορνυ̃σα θρόνοισ' ἔνι δαιδαλέοισι,
δακρύσασα δ' ἔπειτ' ἰθὺς κίεν: ἀμφὶ δ' ἄρ' ἄλλαι
δμω̨αὶ 'Οδυσση̃ος ταλασίφρονος ἠγερέθοντο
καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμουσ.

   ἡ δ' ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
'Αρτέμιδι ἰκέλη ἠὲ χρυση̨̃ 'Αφροδίτη̨,
ἀμφὶ δὲ παιδὶ φίλω̨ βάλε πήχεε δακρύσασα,
κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:

   "ἠ̃λθεσ, Τηλέμαχε, γλυκερὸν φάοσ: οὔ σ' ἔτ' ἐγώ γε
ὄψεσθαι ἐφάμην, ἐπεὶ ὤ̨χεο νηὶ̈ Πύλονδε
λάθρη̨, ἐμευ̃ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.
ἀλλ' ἄγε μοι κατάλεξον, ὅπως ἤντησας ὀπωπη̃σ."

   τὴν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"μη̃τερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἠ̃τορ
ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον:
ἀλλ' ὑδρηναμένη, καθαρὰ χροὶ̈ εἵμαθ' ἑλου̃σα,
[εἰς ὑπερω̨̃' ἀναβα̃σα σὺν ἀμφιπόλοισι γυναιξὶν]
εὔχεο πα̃σι θεοι̃σι τεληέσσας ἑκατόμβας
ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσση̨.
αὐτὰρ ἐγὼν ἀγορήνδε ἐλεύσομαι, ὄφρα καλέσσω
ξει̃νον, ὅτίς μοι κει̃θεν ἅμ' ἕσπετο δευ̃ρο κιόντι.
τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοισ' ἑτάροισι,
Πείραιον δέ μιν ἠνώγεα προτὶ οἰ̃κον ἄγοντα
ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω."

   ὣς ἄρ' ἐφώνησεν, τη̨̃ δ' ἄπτερος ἔπλετο μυ̃θοσ.
ἡ δ' ὑδρηναμένη, καθαρὰ χροὶ̈ εἵμαθ' ἑλου̃σα,
εὔχετο πα̃σι θεοι̃σι τεληέσσας ἑκατόμβας
ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσση̨.

   Τηλέμαχος δ' ἄρ' ἔπειτα διὲκ μεγάροιο βεβήκει
ἔγχος ἔχων: ἅμα τω̨̃ γε κύνες πόδας ἀργοὶ ἕποντο.
θεσπεσίην δ' ἄρα τω̨̃ γε χάριν κατέχευεν 'Αθήνη:
τὸν δ' ἄρα πάντες λαοὶ ἐπερχόμενον θηευ̃ντο.
ἀμφὶ δέ μιν μνηστη̃ρες ἀγήνορες ἠγερέθοντο
ἔσθλ' ἀγορεύοντεσ, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
αὐτὰρ ὁ τω̃ν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
ἀλλ' ἵνα Μέντωρ ἡ̃στο καὶ 'Άντιφος ἠδ' 'Αλιθέρσησ,
οἵ τέ οἱ ἐξ ἀρχη̃ς πατρώϊοι ἠ̃σαν ἑται̃ροι,
ἔνθα καθέζετ' ἰών: τοὶ δ' ἐξερέεινον ἕκαστα.
τοι̃σι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἠ̃λθε
ξει̃νον ἄγων ἀγορήνδε διὰ πτόλιν: οὐδ' ἄρ' ἔτι δὴν
Τηλέμαχος ξείνοιο ἑκὰς τράπετ', ἀλλὰ παρέστη.
τὸν καὶ Πείραιος πρότερος πρὸς μυ̃θον ἔειπε:

   "Τηλέμαχ', αἰ̃ψ' ὄτρυνον ἐμὸν ποτὶ δω̃μα γυναι̃κασ,
ὥς τοι δω̃ρ' ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"Πείραι', οὐ γάρ τ' ἴδμεν, ὅπως ἔσται τάδε ἔργα.
εἴ κεν ἐμὲ μνηστη̃ρες ἀγήνορες ἐν μεγάροισι
λάθρη̨ κτείναντες πατρώϊα πάντα δάσωνται,
αὐτὸν ἔχοντα σὲ βούλομ' ἐπαυρέμεν ἤ τινα τω̃νδε:
εἰ δέ κ' ἐγὼ τούτοισι φόνον καὶ κη̃ρα φυτεύσω,
δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων."

   ὣς εἰπὼν ξει̃νον ταλαπείριον ἠ̃γεν ἐς οἰ̃κον.
αὐτὰρ ἐπεί ῥ' ἵκοντο δόμους ἐὺ̈ ναιετάοντασ,
χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
ἐς δ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
τοὺς δ' ἐπεὶ οὐ̃ν δμω̨αὶ λου̃σαν καὶ χρι̃σαν ἐλαίω̨,
ἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτω̃νασ,
ἔκ ῥ' ἀσαμίνθων βάντες ἐπὶ κλισμοι̃σι καθι̃ζον.
χέρνιβα δ' ἀμφίπολος προχόω̨ ἐπέχευε φέρουσα
καλη̨̃ χρυσείη̨, ὑπὲρ ἀργυρέοιο λέβητοσ,
νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σι̃τον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ' ἐπιθει̃σα, χαριζομένη παρεόντων.
μήτηρ δ' ἀντίον ἱ̃ζε παρὰ σταθμὸν μεγάροιο
κλισμω̨̃ κεκλιμένη, λέπτ' ἠλάκατα στρωφω̃σα.
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοι̃μα προκείμενα χει̃ρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοι̃σι δὲ μύθων ἠ̃ρχε περίφρων Πηνελόπεια:

   "Τηλέμαχ', ἠ̃ τοι ἐγὼν ὑπερώϊον εἰσαναβα̃σα
λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
αἰεὶ δάκρυσ' ἐμοι̃σι πεφυρμένη, ἐξ οὑ̃ 'Οδυσσεὺς
ὤ̨χεθ' ἅμ' 'Ατρεΐδη̨σιν ἐς 'Ίλιον: οὐδέ μοι ἔτλησ,
πρὶν ἐλθει̃ν μνηστη̃ρας ἀγήνορας ἐς τόδε δω̃μα,
νόστον σου̃ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσασ."

   τὴν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"τοιγὰρ ἐγώ τοι, μη̃τερ, ἀληθείην καταλέξω.
ὠ̨χόμεθ' ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαω̃ν:
δεξάμενος δέ με κει̃νος ἐν ὑψηλοι̃σι δόμοισιν
ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱ̃α
ἐλθόντα χρόνιον νέον ἄλλοθεν: ὣς ἐμὲ κει̃νος
ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
αὐτὰρ 'Οδυσση̃ος ταλασίφρονος οὔ ποτ' ἔφασκε
ζωου̃ οὐδὲ θανόντος ἐπιχθονίων τευ ἀκου̃σαι,
ἀλλά μ' ἐς 'Ατρεΐδην, δουρικλειτὸν Μενέλαον,
ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοι̃σιν.
ἔνθ' ἴδον 'Αργείην 'Ελένην, ἡ̃ς εἵνεκα πολλὰ
'Αργει̃οι Τρω̃ές τε θεω̃ν ἰότητι μόγησαν.
εἴρετο δ' αὐτίκ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαοσ,
ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δι̃αν:
αὐτὰρ ἐγὼ τω̨̃ πα̃σαν ἀληθείην κατέλεξα.
καὶ τότε δή μ' ἐπέεσσιν ἀμειβόμενος προσέειπεν:
"ὢ πόποι, ἠ̃ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνη̨̃
ἤθελον εὐνηθη̃ναι, ἀνάλκιδες αὐτοὶ ἐόντεσ.
ὡς δ' ὁπότ' ἐν ξυλόχω̨ ἔλαφος κρατεροι̃ο λέοντος
νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
κνημοὺς ἐξερέη̨σι καὶ ἄγκεα ποιήεντα
βοσκομένη, ὁ δ' ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
ἀμφοτέροισι δὲ τοι̃σιν ἀεικέα πότμον ἐφη̃κεν,
ὣς 'Οδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
αἲ γάρ, Ζευ̃ τε πάτερ καὶ 'Αθηναίη καὶ 'Άπολλον,
τοι̃ος ἐὼν οἱ̃ός ποτ' ἐϋκτιμένη̨ ἐνὶ Λέσβω̨
ἐξ ἔριδος Φιλομηλεΐδη̨ ἐπάλαισεν ἀναστάσ,
κὰδ δ' ἔβαλε κρατερω̃σ, κεχάροντο δὲ πάντες 'Αχαιοί,
τοι̃ος ἐὼν μνηστη̃ρσιν ὁμιλήσειεν 'Οδυσσεύσ:
πάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
ταυ̃τα δ' ἅ μ' εἰρωτα̨̃ς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ' ἀπατήσω:
ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτήσ,
τω̃ν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω.
φη̃ μιν ὅ γ' ἐν νήσω̨ ἰδέειν κρατέρ' ἄλγε' ἔχοντα,
νύμφης ἐν μεγάροισι Καλυψου̃σ, ἥ μιν ἀνάγκη̨
ἴσχει: ὁ δ' οὐ δύναται ἣν πατρίδα γαι̃αν ἱκέσθαι:
οὐ γάρ οἱ πάρα νη̃ες ἐπήρετμοι καὶ ἑται̃ροι,
οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νω̃τα θαλάσσησ."
ὣς ἔφατ' 'Ατρεΐδησ, δουρικλειτὸς Μενέλαοσ.
ταυ̃τα τελευτήσας νεόμην: ἔδοσαν δέ μοι οὐ̃ρον
ἀθάνατοι, τοί μ' ὠ̃κα φίλην ἐς πατρίδ' ἔπεμψαν."

   ὣς φάτο, τη̨̃ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
τοι̃σι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδήσ:

   "ὠ̃ γύναι αἰδοίη Λαερτιάδεω 'Οδυση̃οσ,
ἠ̃ τοι ὅ γ' οὐ σάφα οἰ̃δεν, ἐμει̃ο δὲ σύνθεο μυ̃θον:
ἀτρεκέως γάρ τοι μαντεύσομαι οὐδ' ἐπικεύσω.
ἴστω νυ̃ν Ζεὺς πρω̃τα θεω̃ν ξενίη τε τράπεζα
ἱστίη τ' 'Οδυση̃ος ἀμύμονοσ, ἣν ἀφικάνω,
ὡς ἠ̃ τοι 'Οδυσεὺς ἤδη ἐν πατρίδι γαίη̨,
ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,
ἔστιν, ἀτὰρ μνηστη̃ρσι κακὸν πάντεσσι φυτεύει,
οἱ̃ον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
ἥμενος ἐφρασάμην καὶ Τηλεμάχω̨ ἐγεγώνευν."

   τὸν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"αἲ γὰρ του̃το, ξει̃νε, ἔπος τετελεσμένον εἴη:
τω̃ κε τάχα γνοίης φιλότητά τε πολλά τε δω̃ρα
ἐξ ἐμευ̃, ὥς κέν τίς σε συναντόμενος μακαρίζοι."

   ὣς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον:
μνηστη̃ρες δὲ πάροιθεν 'Οδυσση̃ος μεγάροιο
δίσκοισιν τέρποντο καὶ αἰγανέη̨σιν ἱέντες
ἐν τυκτω̨̃ δαπέδω̨, ὅθι περ πάροσ, ὕβριν ἔχοντεσ.
ἀλλ' ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μη̃λα
πάντοθεν ἐξ ἀγρω̃ν, οἱ δ' ἤγαγον οἳ τὸ πάρος περ,
καὶ τότε δή σφιν ἔειπε Μέδων: ὃς γάρ ῥα μάλιστα
ἥνδανε κηρύκων καί σφιν παρεγίνετο δαιτί:

   "κου̃ροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρέν' ἀέθλοισ,
ἔρχεσθε πρὸς δώμαθ', ἵν' ἐντυνώμεθα δαι̃τα:
οὐ μὲν γάρ τι χέρειον ἐν ὥρη̨ δει̃πνον ἑλέσθαι."

   ὣς ἔφαθ', οἱ δ' ἀνστάντες ἔβαν πείθοντό τε μύθω̨.
αὐτὰρ ἐπεί ῥ' ἵκοντο δόμους ἐὺ̈ ναιετάοντασ,
χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
οἱ δ' ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἰ̃γασ,
ἵρευον δὲ σύας σιάλους καὶ βου̃ν ἀγελαίην,
δαι̃τ' ἐντυνόμενοι. τοὶ δ' ἐξ ἀγροι̃ο πόλινδε
ὠτρύνοντ' 'Οδυσεύς τ' ἰέναι καὶ δι̃ος ὑφορβόσ.
τοι̃σι δὲ μύθων ἠ̃ρχε συβώτησ, ὄρχαμος ἀνδρω̃ν:

   "ξει̃ν', ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδ' ἴμεναι μενεαίνεις
σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμόσ: _ἠ̃ σ' ἂν ἐγώ γε
αὐτου̃ βουλοίμην σταθμω̃ν ῥυτη̃ρα λιπέσθαι:
ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω
νεικείη̨: χαλεπαὶ δέ τ' ἀνάκτων εἰσὶν ὁμοκλαί: _
ἀλλ' ἄγε νυ̃ν ἴομεν: δὴ γὰρ μέμβλωκε μάλιστα
ἠ̃μαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"γινώσκω, φρονέω: τά γε δὴ νοέοντι κελεύεισ.
ἀλλ' ἴομεν, σὺ δ' ἔπειτα διαμπερὲς ἡγεμόνευε.
δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστί,
σκηρίπτεσθ', ἐπεὶ ἠ̃ φατ' ἀρισφαλέ' ἔμμεναι οὐδόν."

   ἠ̃ ῥα, καὶ ἀμφ' ὤμοισιν ἀεικέα βάλλετο πήρην,
πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἠ̃εν ἀορτήρ:
Εὔμαιος δ' ἄρα οἱ σκη̃πτρον θυμαρὲς ἔδωκε.
τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
ῥύατ' ὄπισθε μένοντεσ. ὁ δ' ἐς πόλιν ἠ̃γεν ἄνακτα
πτωχω̨̃ λευγαλέω̨ ἐναλίγκιον ἠδὲ γέροντι,
σκηπτόμενον: τὰ δὲ λυγρὰ περὶ χροὶ̈ εἵματα ἕστο.

   ἀλλ' ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολι̃ται,
τὴν ποίησ' 'Ίθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ:
ἀμφὶ δ' ἄρ' αἰγείρων ὑδατοτρεφέων ἠ̃ν ἄλσοσ,
πάντοσε κυκλοτερέσ, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
ὑψόθεν ἐκ πέτρησ: βωμὸς δ' ἐφύπερθε τέτυκτο
Νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδι̃ται:
ἔνθα σφέας ἐκίχανεν υἱὸς Δολίοιο Μελανθεὺς
αἰ̃γας ἄγων, αἳ πα̃σι μετέπρεπον αἰπολίοισι,
δει̃πνον μνηστήρεσσι: δύω δ' ἅμ' ἕποντο νομη̃εσ.
τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν
ἔκπαγλον καὶ ἀεικέσ: ὄρινε δὲ κη̃ρ 'Οδυση̃οσ:

   "νυ̃ν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
ὡς αἰεὶ τὸν ὁμοι̃ον ἄγει θεὸς ὡς τὸν ὁμοι̃ον.
πη̨̃ δὴ τόνδε μολοβρὸν ἄγεισ, ἀμέγαρτε συβω̃τα,
πτωχὸν ἀνιηρόν, δαιτω̃ν ἀπολυμαντη̃ρα;
ὃς πολλη̨̃ς φλιη̨̃σι παραστὰς φλίψεται ὤμουσ,
αἰτίζων ἀκόλουσ, οὐκ ἄορα οὐδὲ λέβητασ.
τόν γ' εἴ μοι δοίης σταθμω̃ν ῥυτη̃ρα γενέσθαι
σηκοκόρον τ' ἔμεναι θαλλόν τ' ἐρίφοισι φορη̃ναι,
καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θει̃το.
ἀλλ' ἐπεὶ οὐ̃ν δὴ ἔργα κάκ' ἔμμαθεν, οὐκ ἐθελήσει
ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δη̃μον
βούλεται αἰτίζων βόσκειν ἣν γαστέρ' ἄναλτον.
ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται:
αἴ κ' ἔλθη̨ πρὸς δώματ' 'Οδυσση̃ος θείοιο,
πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρω̃ν ἐκ παλαμάων
πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο."

   ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίη̨σιν
ἰσχίω̨: οὐδέ μιν ἐκτὸς ἀταρπιτου̃ ἐστυφέλιξεν,
ἀλλ' ἔμεν' ἀσφαλέωσ. ὁ δὲ μερμήριξεν 'Οδυσσεύσ,
ἠὲ μεταΐξας ῥοπάλω̨ ἐκ θυμὸν ἕλοιτο
ἠ̃ πρὸς γη̃ν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρασ:
ἀλλ' ἐπετόλμησε, φρεσὶ δ' ἔσχετο. τὸν δὲ συβώτης
νείκεσ' ἐσάντα ἰδών, μέγα δ' εὔξατο χει̃ρας ἀνασχών:

   "Νύμφαι κρηναι̃αι, κου̃ραι Διόσ, εἴ ποτ' 'Οδυσσεὺς
ὔμμ' ἐπὶ μηρί' ἔκηε, καλύψας πίονι δημω̨̃,
ἀρνω̃ν ἠδ' ἐρίφων, τόδε μοι κρηήνατ' ἐέλδωρ,
ὡς ἔλθοι μὲν κει̃νος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων.
τω̃ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσασ,
τὰς νυ̃ν ὑβρίζων φορέεισ, ἀλαλήμενος αἰεὶ
ἄστυ κάτ': αὐτὰρ μη̃λα κακοὶ φθείρουσι νομη̃εσ."

   τὸν δ' αὐ̃τε προσέειπε Μελάνθιοσ, αἰπόλος αἰγω̃ν:
"ὢ πόποι, οἱ̃ον ἔειπε κύων ὀλοφώϊα εἰδώσ,
τόν ποτ' ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης
ἄξω τη̃λ' 'Ιθάκησ, ἵνα μοι βίοτον πολὺν ἄλφοι.
αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος 'Απόλλων
σήμερον ἐν μεγάροισ', ἢ ὑπὸ μνηστη̃ρσι δαμείη,
ὡς 'Οδυση̃ΐ γε τηλου̃ ἀπώλετο νόστιμον ἠ̃μαρ."

   ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτόθι ἠ̃κα κιόντασ,
αὐτὰρ ὁ βη̃, μάλα δ' ὠ̃κα δόμους ἵκανεν ἄνακτοσ.
αὐτίκα δ' εἴσω ἴεν, μετὰ δὲ μνηστη̃ρσι καθι̃ζεν,
ἀντίον Εὐρυμάχου: τὸν γὰρ φιλέεσκε μάλιστα.
τω̨̃ πάρα μὲν κρειω̃ν μοι̃ραν θέσαν οἳ πονέοντο,
σι̃τον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα
ἔδμεναι. ἀγχίμολον δ' 'Οδυσεὺς καὶ δι̃ος ὑφορβὸς
στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθ' ἰωὴ
φόρμιγγος γλαφυρη̃σ: ἀνὰ γάρ σφισι βάλλετ' ἀείδειν
Φήμιοσ. αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην:

   "Εὔμαι', ἠ̃ μάλα δὴ τάδε δώματα κάλ' 'Οδυση̃οσ:
ῥει̃α δ' ἀρίγνωτ' ἐστὶ καὶ ἐν πολλοι̃σιν ἰδέσθαι.
ἐξ ἑτέρων ἕτερ' ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ
τοίχω̨ καὶ θριγκοι̃σι, θύραι δ' εὐερκέες εἰσὶ
δικλίδεσ: οὔ κέν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
γινώσκω δ', ὅτι πολλοὶ ἐν αὐτω̨̃ δαι̃τα τίθενται
ἄνδρεσ, ἐπεὶ κνίση μὲν ἐνήνοθεν, ἐν δέ τε φόρμιγξ
ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην."

   τὸν δ' ἀπαμειβόμενος προσέφησ, Εὔμαιε συβω̃τα:
"ῥει̃' ἔγνωσ, ἐπεὶ οὐδὲ τά τ' ἄλλα πέρ ἐσσ' ἀνοήμων.
ἀλλ' ἄγε δὴ φραζώμεθ', ὅπως ἔσται τάδε ἔργα.
ἠὲ σὺ πρω̃τος ἔσελθε δόμους ἐὺ̈ ναιετάοντασ,
δύσεο δὲ μνηστη̃ρασ, ἐγὼ δ' ὑπολείψομαι αὐτου̃:
εἰ δ' ἐθέλεισ, ἐπίμεινον, ἐγὼ δ' εἰ̃μι προπάροιθεν.
μηδὲ σὺ δηθύνειν, μή τίς σ' ἔκτοσθε νοήσας
ἢ βάλη̨ ἢ ἐλάση̨: τὰ δέ σε φράζεσθαι ἄνωγα."

   τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δι̃ος 'Οδυσσεύσ:
"γινώσκω, φρονέω: τά γε δὴ νοέοντι κελεύεισ.
ἀλλ' ἔρχευ προπάροιθεν, ἐγὼ δ' ὑπολείψομαι αὐτου̃.
οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων:
τολμήεις μοι θυμόσ, ἐπεὶ κακὰ πολλὰ πέπονθα
κύμασι καὶ πολέμω̨: μετὰ καὶ τόδε τοι̃σι γενέσθω.
γαστέρα δ' οὔ πως ἔστιν ἀποκρύψαι μεμαυι̃αν,
οὐλομένην, ἣ πολλὰ κάκ' ἀνθρώποισι δίδωσι:
τη̃ς ἕνεκεν καὶ νη̃ες ἐΰζυγοι ὁπλίζονται
πόντον ἐπ' ἀτρύγετον κακὰ δυσμενέεσσι φέρουσαι."

   ὣς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον:
ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
'Άργοσ, 'Οδυσση̃ος ταλασίφρονοσ, ὅν ῥά ποτ' αὐτὸς
θρέψε μέν, οὐδ' ἀπόνητο, πάρος δ' εἰς 'Ίλιον ἱρὴν
ὤ̨χετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες
αἰ̃γας ἐπ' ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούσ:
δὴ τότε κει̃τ' ἀπόθεστος ἀποιχομένοιο ἄνακτος
ἐν πολλη̨̃ κόπρω̨, ἥ οἱ προπάροιθε θυράων
ἡμιόνων τε βοω̃ν τε ἅλις κέχυτ', ὄφρ' ἂν ἄγοιεν
δμω̃ες 'Οδυσση̃ος τέμενος μέγα κοπρίσσοντεσ:
ἔνθα κύων κει̃τ' 'Άργος ἐνίπλειος κυνοραιστέων.
δὴ τότε γ', ὡς ἐνόησεν 'Οδυσσέα ἐγγὺς ἐόντα,
οὐρη̨̃ μέν ῥ' ὅ γ' ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,
ἄσσον δ' οὐκέτ' ἔπειτα δυνήσατο οἱ̃ο ἄνακτος
ἐλθέμεν: αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,
ῥει̃α λαθὼν Εὔμαιον, ἄφαρ δ' ἐρεείνετο μύθω̨:

   "Εὔμαι', ἠ̃ μάλα θαυ̃μα κύων ὅδε κει̃τ' ἐνὶ κόπρω̨.
καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γ' οὐ σάφα οἰ̃δα,
ἢ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τω̨̃δε,
ἠ̃ αὔτως οἱ̃οί τε τραπεζη̃ες κύνες ἀνδρω̃ν
γίνοντ', ἀγλαΐης δ' ἕνεκεν κομέουσιν ἄνακτεσ."

   τὸν δ' ἀπαμειβόμενος προσέφησ, Εὔμαιε συβω̃τα:
"καὶ λίην ἀνδρός γε κύων ὅδε τη̃λε θανόντος
εἰ τοιόσδ' εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
οἱ̃όν μιν Τροίηνδε κιὼν κατέλειπεν 'Οδυσσεύσ,
αἰ̃ψά κε θηήσαιο ἰδὼν ταχυτη̃τα καὶ ἀλκήν.
οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
κνώδαλον, ὅττι δίοιτο: καὶ ἴχνεσι γὰρ περιή̨δη.
νυ̃ν δ' ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
ὤλετο, τὸν δὲ γυναι̃κες ἀκηδέες οὐ κομέουσι.
δμω̃ες δ', εὐ̃τ' ἂν μηκέτ' ἐπικρατέωσιν ἄνακτεσ,
οὐκέτ' ἔπειτ' ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι:
ἥμισυ γάρ τ' ἀρετη̃ς ἀποαίνυται εὐρύοπα Ζεὺς
ἀνέροσ, εὐ̃τ' ἄν μιν κατὰ δούλιον ἠ̃μαρ ἕλη̨σιν."

   ὣς εἰπὼν εἰση̃λθε δόμους ἐὺ̈ ναιετάοντασ,
βη̃ δ' ἰθὺς μεγάροιο μετὰ μνηστη̃ρας ἀγαυούσ.
'Άργον δ' αὐ̃ κατὰ μοι̃ρ' ἔλαβεν μέλανος θανάτοιο,
αὐτίκ' ἰδόντ' 'Οδυση̃α ἐεικοστω̨̃ ἐνιαυτω̨̃.

   τὸν δὲ πολὺ πρω̃τος ἴδε Τηλέμαχος θεοειδὴς
ἐρχόμενον κατὰ δω̃μα συβώτην, ὠ̃κα δ' ἔπειτα
νευ̃σ' ἐπὶ οἱ̃ καλέσασ: ὁ δὲ παπτήνας ἕλε δίφρον
κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ
δαιόμενος μνηστη̃ρσι δόμον κάτα δαινυμένοισι:
τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
ἀντίον, ἔνθα δ' ἄρ' αὐτὸς ἐφέζετο: τω̨̃ δ' ἄρα κη̃ρυξ
μοι̃ραν ἑλὼν ἐτίθει κανέου τ' ἐκ σι̃τον ἀείρασ.

   ἀγχίμολον δὲ μετ' αὐτὸν ἐδύσετο δώματ' 'Οδυσσεύσ,
πτωχω̨̃ λευγαλέω̨ ἐναλίγκιος ἠδὲ γέροντι,
σκηπτόμενοσ: τὰ δὲ λυγρὰ περὶ χροὶ̈ εἵματα ἕστο.
ἱ̃ζε δ' ἐπὶ μελίνου οὐδου̃ ἔντοσθε θυράων
κλινάμενος σταθμω̨̃ κυπαρισσίνω̨, ὅν ποτε τέκτων
ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνε.
Τηλέμαχος δ' ἐπὶ οἱ̃ καλέσας προσέειπε συβώτην,
ἄρτον τ' οὐ̃λον ἑλὼν περικαλλέος ἐκ κανέοιο
καὶ κρέασ, ὥς οἱ χει̃ρες ἐχάνδανον ἀμφιβαλόντι:

   "δὸς τω̨̃ ξείνω̨ ταυ̃τα φέρων αὐτόν τε κέλευε
αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστη̃ρασ:
αἰδὼς δ' οὐκ ἀγαθὴ κεχρημένω̨ ἀνδρὶ παρει̃ναι."

   ὣς φάτο, βη̃ δὲ συφορβόσ, ἐπεὶ τὸν μυ̃θον ἄκουσεν,
ἀγχου̃ δ' ἱστάμενος ἔπεα πτερόεντ' ἀγόρευε:

   "Τηλέμαχός τοι, ξει̃νε, διδοι̃ τάδε καί σε κελεύει
αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστη̃ρασ:
αἰδω̃ δ' οὐκ ἀγαθήν φησ' ἔμμεναι ἀνδρὶ προΐκτη̨."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"Ζευ̃ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἰ̃ναι,
καί οἱ πάντα γένοιτο, ὅσα φρεσὶν ἡ̨̃σι μενοινα̨̃."

   ἠ̃ ῥα, καὶ ἀμφοτέρη̨σιν ἐδέξατο καὶ κατέθηκεν
αὐ̃θι ποδω̃ν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρησ,
ἤσθιε δ' εἱ̃ος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν.
εὐ̃θ' ὁ δεδειπνήκειν, ὁ δ' ἐπαύετο θει̃ος ἀοιδόσ:
μνηστη̃ρες δ' ὁμάδησαν ἀνὰ μέγαρ'. αὐτὰρ 'Αθήνη
ἄγχι παρισταμένη Λαερτιάδην 'Οδυση̃α
ὤτρυν', ὡς ἂν πύρνα κατὰ μνηστη̃ρας ἀγείροι
γνοίη θ' οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τ' ἀθέμιστοι:
ἀλλ' οὐδ' ὡ̃ς τιν' ἔμελλ' ἀπαλεξήσειν κακότητοσ.
βη̃ δ' ἴμεν αἰτήσων ἐνδέξια φω̃τα ἕκαστον,
πάντοσε χει̃ρ' ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.
οἱ δ' ἐλεαίροντες δίδοσαν καὶ ἐθάμβεον αὐτὸν
ἀλλήλους τ' εἴροντο, τίς εἴη καὶ πόθεν ἔλθοι.
τοι̃σι δὲ καὶ μετέειπε Μελάνθιοσ, αἰπόλος αἰγω̃ν:

   "κέκλυτέ μευ, μνηστη̃ρες ἀγακλειτη̃ς βασιλείησ,
του̃δε περὶ ξείνου: ἠ̃ γὰρ πρόσθεν μιν ὄπωπα.
ἠ̃ τοι μέν οἱ δευ̃ρο συβώτης ἡγεμόνευεν,
αὐτὸν δ' οὐ σάφα οἰ̃δα, πόθεν γένος εὔχεται εἰ̃ναι."

   ὣς ἔφατ', 'Αντίνοος δ' ἔπεσιν νείκεσσε συβώτην:
"ὠ̃ ἀρίγνωτε συβω̃τα, τίη δὲ σὺ τόνδε πόλινδε
ἤγαγεσ; ἠ̃ οὐχ ἅλις ἡ̃μιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
πτωχοὶ ἀνιηροί, δαιτω̃ν ἀπολυμαντη̃ρεσ;
ἠ̃ ὄνοσαι, ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
ἐνθάδ' ἀγειρόμενοι, σὺ δὲ καί ποθι τόνδ' ἐκάλεσσασ;"

   τὸν δ' ἀπαμειβόμενος προσέφησ, Εὔμαιε συβω̃τα:
"'Αντίνο', οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεισ:
τίς γὰρ δὴ ξει̃νον καλει̃ ἄλλοθεν αὐτὸς ἐπελθὼν
ἄλλον γ', εἰ μὴ τω̃ν, οἳ δημιοεργοὶ ἔασι;
μάντιν ἢ ἰητη̃ρα κακω̃ν ἢ τέκτονα δούρων,
ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπη̨σιν ἀείδων.
οὑ̃τοι γὰρ κλητοί γε βροτω̃ν ἐπ' ἀπείρονα γαι̃αν:
πτωχὸν δ' οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
ἀλλ' αἰεὶ χαλεπὸς περὶ πάντων εἰς μνηστήρων
δμωσὶν 'Οδυσση̃οσ, περὶ δ' αὐ̃τ' ἐμοί: αὐτὰρ ἐγώ γε
οὐκ ἀλέγω, εἱ̃ός μοι ἐχέφρων Πηνελόπεια
ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδήσ."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"σίγα, μή μοι του̃τον ἀμείβεο πόλλ' ἐπέεσσιν:
'Αντίνοος δ' εἴωθε κακω̃ς ἐρεθιζέμεν αἰεὶ
μύθοισιν χαλεποι̃σιν, ἐποτρύνει δὲ καὶ ἄλλουσ."

   ἠ̃ ῥα, καὶ 'Αντίνοον ἔπεα πτερόεντα προσηύδα:
"'Αντίνο', ἠ̃ μευ καλὰ πατὴρ ὣς κήδεαι υἱ̃οσ,
ὃς τὸν ξει̃νον ἄνωγας ἀπὸ μεγάροιο δίεσθαι
μύθω̨ ἀναγκαίω̨: μὴ του̃το θεὸς τελέσειε.
δός οἱ ἑλών: οὔ τοι φθονέω: κέλομαι γὰρ ἐγώ γε.
μήτ' οὐ̃ν μητέρ' ἐμὴν ἅζευ τό γε μήτε τιν' ἄλλον
[δμώων, οἳ κατὰ δώματ' 'Οδυσση̃ος θείοιο.]
ἀλλ' οὔ τοι τοιου̃τον ἐνὶ στήθεσσι νόημα:
αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλω̨."

   τὸν δ' αὐ̃τ' 'Αντίνοος ἀπαμειβόμενος προσέειπε:
"Τηλέμαχ' ὑψαγόρη, μένος ἄσχετε, ποι̃ον ἔειπεσ.
εἴ οἱ τόσσον πάντες ὀρέξειαν μνηστη̃ρεσ,
καί κέν μιν τρει̃ς μη̃νας ἀπόπροθεν οἰ̃κος ἐρύκοι."

   ὣς ἄρ' ἔφη, καὶ θρη̃νυν ἑλὼν ὑπέφηνε τραπέζης
κείμενον, ὡ̨̃ ῥ' ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων.
οἱ δ' ἄλλοι πάντες δίδοσαν, πλη̃σαν δ' ἄρα πήρην
σίτου καὶ κρειω̃ν. τάχα δὴ καὶ μέλλεν 'Οδυσσεὺς
αὐ̃τις ἐπ' οὐδὸν ἰὼν προικὸς γεύσασθαι 'Αχαιω̃ν:
στη̃ δὲ παρ' 'Αντίνοον καί μιν πρὸς μυ̃θον ἔειπε:

   "δόσ, φίλοσ: οὐ μέν μοι δοκέεις ὁ κάκιστος 'Αχαιω̃ν
ἔμμεναι, ἀλλ' ὤριστοσ, ἐπεὶ βασιλη̃ϊ ἔοικασ.
τω̃ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
σίτου: ἐγὼ δέ κέ σε κλείω κατ' ἀπείρονα γαι̃αν.
καὶ γὰρ ἐγώ ποτε οἰ̃κον ἐν ἀνθρώποισιν ἔναιον
ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτη̨
τοίω̨, ὁποι̃ος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι:
ἠ̃σαν δὲ δμω̃ες μάλα μυρίοι ἄλλα τε πολλά,
οἱ̃σίν τ' εὐ̃ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων: _ἤθελε γάρ που: _
ὅς μ' ἅμα ληϊστη̃ρσι πολυπλάγκτοισιν ἀνη̃κεν
Αἴγυπτόνδ' ἰέναι, δολιχὴν ὁδόν, ὄφρ' ἀπολοίμην.
στη̃σα δ' ἐν Αἰγύπτω̨ ποταμω̨̃ νέας ἀμφιελίσσασ.
ἔνθ' ἠ̃ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
αὐτου̃ πὰρ νήεσσι μένειν καὶ νη̃ας ἔρυσθαι,
ὀπτη̃ρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
οἱ δ' ὕβρει εἴξαντεσ, ἐπισπόμενοι μένεϊ σφω̨̃,
αἰ̃ψα μάλ' Αἰγυπτίων ἀνδρω̃ν περικαλλέας ἀγροὺς
πόρθεον, ἐκ δὲ γυναι̃κας ἄγον καὶ νήπια τέκνα
αὐτούς τ' ἔκτεινον: τάχα δ' ἐς πόλιν ἵκετ' ἀϋτή.
οἱ δὲ βοη̃ς ἀΐοντες ἅμ' ἠόϊ φαινομένηφι
ἠ̃λθον: πλη̃το δὲ πα̃ν πεδίον πεζω̃ν τε καὶ ἵππων
χαλκου̃ τε στεροπη̃σ. ἐν δὲ Ζεὺς τερπικέραυνος
φύζαν ἐμοι̃σ' ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
στη̃ναι ἐναντίβιον: περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
ἔνθ' ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκω̨̃,
τοὺς δ' ἄναγον ζωούσ, σφίσιν ἐργάζεσθαι ἀνάγκη̨.
αὐτὰρ ἔμ' ἐς Κύπρον ξείνω̨ δόσαν ἀντιάσαντι,
Δμήτορι 'Ιασίδη̨, ὃς Κύπρου ἰ̃φι ἄνασσεν.
ἔνθεν δὴ νυ̃ν δευ̃ρο τόδ' ἵκω πήματα πάσχων."

   τὸν δ' αὐ̃τ' 'Αντίνοος ἀπαμείβετο φώνησέν τε:
"τίς δαίμων τόδε πη̃μα προσήγαγε, δαιτὸς ἀνίην;
στη̃θ' οὕτως ἐς μέσσον, ἐμη̃ς ἀπάνευθε τραπέζησ,
μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἴδηαι:
ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτησ.
ἑξείης πάντεσσι παρίστασαι: οἱ δὲ διδου̃σι
μαψιδίωσ, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ' ἐλεητὺς
ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστω̨."

   τὸν δ' ἀναχωρήσας προσέφη πολύμητις 'Οδυσσεύσ:
"ὢ πόποι, οὐκ ἄρα σοί γ' ἐπὶ εἴδεϊ καὶ φρένες ἠ̃σαν.
οὐ σύ γ' ἂν ἐξ οἴκου σω̨̃ ἐπιστάτη̨ οὐδ' ἅλα δοίησ,
ὃς νυ̃ν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
σίτου ἀποπροελὼν δόμεναι: τὰ δὲ πολλὰ πάρεστιν."

   ὣς ἔφατ', 'Αντίνοος δὲ χολώσατο κηρόθι μα̃λλον
καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα:

   "νυ̃ν δή σ' οὐκέτι καλὰ διὲκ μεγάροιο ὀΐω
ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεισ."

   ὣς ἄρ' ἔφη, καὶ θρη̃νυν ἑλὼν βάλε δεξιὸν ὠ̃μον
πρυμνότατον κατὰ νω̃τον. ὁ δ' ἐστάθη ἠΰτε πέτρη
ἔμπεδον, οὐδ' ἄρα μιν σφη̃λεν βέλος 'Αντινόοιο,
ἀλλ' ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
ἂψ δ' ὅ γ' ἐπ' οὐδὸν ἰὼν κατ' ἄρ' ἕζετο, κὰδ δ' ἄρα πήρην
θη̃κεν ἐϋπλείην, μετὰ δὲ μνηστη̃ρσιν ἔειπε:

   "κέκλυτέ μευ, μνηστη̃ρες ἀγακλειτη̃ς βασιλείησ,
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
οὐ μὰν οὔτ' ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθοσ,
ὁππότ' ἀνὴρ περὶ οἱ̃σι μαχειόμενος κτεάτεσσι
βλήεται ἢ περὶ βουσὶν ἢ ἀργεννη̨̃σ' ὀΐεσσιν:
αὐτὰρ ἔμ' 'Αντίνοος βάλε γαστέρος εἵνεκα λυγρη̃σ,
οὐλομένησ, ἣ πολλὰ κάκ' ἀνθρώποισι δίδωσιν.
ἀλλ' εἴ που πτωχω̃ν γε θεοὶ καὶ ἐρινύες εἰσίν,
'Αντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη."

   τὸν δ' αὐ̃τ' 'Αντίνοος προσέφη, Εὐπείθεος υἱόσ:
"ἔσθι' ἕκηλοσ, ξει̃νε, καθήμενοσ, ἢ ἄπιθ' ἄλλη̨,
μή σε νέοι διὰ δώματ' ἐρύσσωσ', οἱ̃' ἀγορεύεισ,
ἢ ποδὸς ἢ καὶ χειρόσ, ἀποδρύψωσι δὲ πάντα."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὑπερφιάλως νεμέσησαν:
ὡ̃δε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:

   "'Αντίνο', οὐ μὲν κάλ' ἔβαλες δύστηνον ἀλήτην.
οὐλόμεν', εἰ δή πού τις ἐπουράνιος θεός ἐστι:
καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποι̃σι,
παντοι̃οι τελέθοντεσ, ἐπιστρωφω̃σι πόληασ,
ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορω̃ντεσ."

   ὣς ἄρ' ἔφαν μνηστη̃ρεσ, ὁ δ' οὐκ ἐμπάζετο μύθων.
Τηλέμαχος δ' ἐν μὲν κραδίη̨ μέγα πένθος ἄεξε
βλημένου, οὐδ' ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
ἀλλ' ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.

   του̃ δ' ὡς οὐ̃ν ἤκουσε περίφρων Πηνελόπεια
βλημένου ἐν μεγάρω̨, μετ' ἄρα δμω̨η̨̃σιν ἔειπεν:

   "αἴθ' οὕτως αὐτόν σε βάλοι κλυτότοξος 'Απόλλων."

   τὴν δ' αὐ̃τ' Εὐρυνόμη ταμίη πρὸς μυ̃θον ἔειπεν:
"εἰ γὰρ ἐπ' ἀρη̨̃σιν τέλος ἡμετέρη̨σι γένοιτο:
οὐκ ἄν τις τούτων γε ἐΰθρονον 'Ηω̃ ἵκοιτο."

   τὴν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"μαι̃', ἐχθροὶ μὲν πάντεσ, ἐπεὶ κακὰ μηχανόωνται:
'Αντίνοος δὲ μάλιστα μελαίνη̨ κηρὶ ἔοικε.
ξει̃νός τις δύστηνος ἀλητεύει κατὰ δω̃μα
ἀνέρας αἰτίζων: ἀχρημοσύνη γὰρ ἀνώγει:
ἔνθ' ἄλλοι μὲν πάντες ἐνέπλησάν τ' ἔδοσάν τε,
οὑ̃τος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὠ̃μον."

   ἡ μὲν ἄρ' ὣς ἀγόρευε μετὰ δμω̨η̨̃σι γυναιξὶν
ἡμένη ἐν θαλάμω̨: ὁ δ' ἐδείπνει δι̃ος 'Οδυσσεύσ.
ἡ δ' ἐπὶ οἱ̃ καλέσασα προσηύδα δι̃ον ὑφορβόν:

   "ἔρχεο, δι̃' Εὔμαιε, κιὼν τὸν ξει̃νον ἄνωχθι
ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδ' ἐρέωμαι,
εἴ που 'Οδυσση̃ος ταλασίφρονος ἠὲ πέπυσται
ἢ ἴδεν ὀφθαλμοι̃σι: πολυπλάγκτω̨ γὰρ ἔοικε."

   τὴν δ' ἀπαμειβόμενος προσέφησ, Εὔμαιε συβω̃τα:
"εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν 'Αχαιοί:
οἱ̃' ὅ γε μυθει̃ται, θέλγοιτό κέ τοι φίλον ἠ̃τορ.
τρει̃ς γὰρ δή μιν νύκτας ἔχον, τρία δ' ἤματ' ἔρυξα
ἐν κλισίη̨: πρω̃τον γὰρ ἔμ' ἵκετο νηὸς ἀποδράσ:
ἀλλ' οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
ὡς δ' ὅτ' ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεω̃ν ἒξ
ἀείδη̨ δεδαὼς ἔπε' ἱμερόεντα βροτοι̃σι,
του̃ δ' ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότ' ἀείδη̨:
ὣς ἐμὲ κει̃νος ἔθελγε παρήμενος ἐν μεγάροισι.
φησὶ δ' 'Οδυσση̃ος ξει̃νος πατρώϊος εἰ̃ναι,
Κρήτη̨ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
ἔνθεν δὴ νυ̃ν δευ̃ρο τόδ' ἵκετο πήματα πάσχων
προπροκυλινδόμενοσ: στευ̃ται δ' 'Οδυση̃ος ἀκου̃σαι
ἀγχου̃, Θεσπρωτω̃ν ἀνδρω̃ν ἐν πίονι δήμω̨,
ζωου̃: πολλὰ δ' ἄγει κειμήλια ὅνδε δόμονδε."

   τὸν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"ἔρχεο, δευ̃ρο κάλεσσον, ἵν' ἀντίον αὐτὸς ἐνίσπη̨.
οὑ̃τοι δ' ἠὲ θύρη̨σι καθήμενοι ἑψιαάσθων
ἢ αὐτου̃ κατὰ δώματ', ἐπεί σφισι θυμὸς ἐΰφρων.
αὐτω̃ν μὲν γὰρ κτήματ' ἀκήρατα κει̃τ' ἐνὶ οἴκω̨,
σι̃τος καὶ μέθυ ἡδύ: τὰ μέν τ' οἰκη̃ες ἔδουσιν,
οἱ δ' εἰς ἡμετέρου πωλεύμενοι ἤματα πάντα,
βου̃ς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἰ̃γασ,
εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἰ̃νον
μαψιδίωσ: τὰ δὲ πολλὰ κατάνεται: οὐ γὰρ ἔπ' ἀνήρ,
οἱ̃ος 'Οδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμυ̃ναι.
εἰ δ' 'Οδυσεὺς ἔλθοι καὶ ἵκοιτ' ἐς πατρίδα γαι̃αν,
αἰ̃ψά κε σὺν ὡ̨̃ παιδὶ βίας ἀποτείσεται ἀνδρω̃ν."

   ὣς φάτο, Τηλέμαχος δὲ μέγ' ἔπταρεν, ἀμφὶ δὲ δω̃μα
σμερδαλέον κονάβησε: γέλασσε δὲ Πηνελόπεια,
αἰ̃ψα δ' ἄρ' Εὔμαιον ἔπεα πτερόεντα προσηύδα:

   "ἔρχεό μοι, τὸν ξει̃νον ἐναντίον ὡ̃δε κάλεσσον.
οὐχ ὁράα̨σ, ὅ μοι υἱὸς ἐπέπταρε πα̃σιν ἔπεσσι;
τω̃ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστη̃ρσι γένοιτο
πα̃σι μάλ', οὐδέ κέ τις θάνατον καὶ κη̃ρας ἀλύξει.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο ση̨̃σιν:
αἴ κ' αὐτὸν γνώω νημερτέα πάντ' ἐνέποντα,
ἕσσω μιν χλαι̃νάν τε χιτω̃νά τε, εἵματα καλά."

   ὣς φάτο, βη̃ δὲ συφορβόσ, ἐπεὶ τὸν μυ̃θον ἄκουσεν,
ἀγχου̃ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:

   "ξει̃νε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,
μήτηρ Τηλεμάχοιο: μεταλλη̃σαί τί ἑ θυμὸς
ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίη̨.
εἰ δέ κέ σε γνώη̨ νημερτέα πάντ' ἐνέποντα,
ἕσσει σε χλαι̃νάν τε χιτω̃νά τε, τω̃ν σὺ μάλιστα
χρηΐζεισ: σι̃τον δὲ καὶ αἰτίζων κατὰ δη̃μον
γαστέρα βοσκήσεισ: δώσει δέ τοι ὅς κ' ἐθέλη̨σι."

   τὸν δ' αὐ̃τε προσέειπε πολύτλας δι̃ος 'Οδυσσεύσ:
"Εὔμαι', αἰ̃ψά κ' ἐγὼ νημερτέα πάντ' ἐνέποιμι
κούρη̨ 'Ικαρίοιο, περίφρονι Πηνελοπείη̨:
οἰ̃δα γὰρ εὐ̃ περὶ κείνου, ὁμὴν δ' ἀνεδέγμεθ' ὀϊζύν.
ἀλλὰ μνηστήρων χαλεπω̃ν ὑποδείδι' ὅμιλον,
[τω̃ν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.]
καὶ γὰρ νυ̃ν, ὅτε μ' οὑ̃τος ἀνὴρ κατὰ δω̃μα κιόντα
οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνη̨σιν ἔδωκεν,
οὔτε τι Τηλέμαχος τό γ' ἐπήρκεσεν οὔτε τις ἄλλοσ.
τω̃ νυ̃ν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
μει̃ναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα:
καὶ τότε μ' εἰρέσθω πόσιος πέρι νόστιμον ἠ̃μαρ
ἀσσοτέρω καθίσασα παραὶ πυρί: εἵματα γάρ τοι
λύγρ' ἔχω: οἰ̃σθα καὶ αὐτόσ, ἐπεί σε πρω̃θ' ἱκέτευσα."

   ὣς φάτο, βη̃ δὲ συφορβόσ, ἐπεὶ τὸν μυ̃θον ἄκουσε.
τὸν δ' ὑπὲρ οὐδου̃ βάντα προσηύδα Πηνελόπεια:

   "οὐ σύ γ' ἄγεισ, Εὔμαιε; τί του̃τ' ἐνόησεν ἀλήτησ;
ἤ τινά που δείσας ἐξαίσιον ἠ̃ε καὶ ἄλλως
αἰδει̃ται κατὰ δω̃μα; κακὸς δ' αἰδοι̃ος ἀλήτησ."

   τὴν δ' ἀπαμειβόμενος προσέφησ, Εὔμαιε συβω̃τα:
"μυθει̃ται κατὰ μοι̃ραν, ἅ πέρ κ' οἴοιτο καὶ ἄλλοσ,
ὕβριν ἀλυσκάζων ἀνδρω̃ν ὑπερηνορεόντων:
ἀλλά σε μει̃ναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
καὶ δὲ σοὶ ὡ̃δ' αὐτη̨̃ πολὺ κάλλιον, ὠ̃ βασίλεια,
οἴην πρὸς ξει̃νον φάσθαι ἔπος ἠδ' ἐπακου̃σαι."

   τὸν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"οὐκ ἄφρων ὁ ξει̃νος ὀΐεται, ὥς περ ἂν εἴη:
οὐ γάρ πώ τινες ὡ̃δε καταθνητω̃ν ἀνθρώπων
ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται."

   ἡ μὲν ἄρ' ὣς ἀγόρευεν, ὁ δ' ὤ̨χετο δι̃ος ὑφορβὸς
μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
αἰ̃ψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι:

   "ὠ̃ φίλ', ἐγὼ μὲν ἄπειμι σύας καὶ κει̃να φυλάξων,
σὸν καὶ ἐμὸν βίοτον: σοὶ δ' ἐνθάδε πάντα μελόντων.
αὐτὸν μὲν σὲ πρω̃τα σάω, καὶ φράζεο θυμω̨̃,
μή τι πάθη̨σ: πολλοὶ δὲ κακὰ φρονέουσιν 'Αχαιω̃ν,
τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἥμιν πη̃μα γενέσθαι."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"ἔσσεται οὕτωσ, ἄττα: σὺ δ' ἔρχεο δειελιήσασ:
ἠω̃θεν δ' ἰέναι καὶ ἄγειν ἱερήϊα καλά.
αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει."

   ὣς φάθ', ὁ δ' αὐ̃τις ἄρ' ἕζετ' ἐϋξέστου ἐπὶ δίφρου.
πλησάμενος δ' ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτη̃τος
βη̃ ῥ' ἴμεναι μεθ' ὕασ, λίπε δ' ἕρκεά τε μέγαρόν τε
πλει̃ον δαιτυμόνων: οἱ δ' ὀρχηστυι̃ καὶ ἀοιδη̨̃
τέρποντ': ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἠ̃μαρ.