ΟΔΥΣΣΕΙΑΣ Σ

~'Ηλθε δ' ἐπὶ πτωχὸς πανδήμιοσ, ὃς κατὰ ἄστυ
πτωχεύεσκ' 'Ιθάκησ, μετὰ δ' ἔπρεπε γαστέρι μάργη̨
ἀζηχὲς φαγέμεν καὶ πιέμεν: οὐδέ οἱ ἠ̃ν ἲς
οὐδὲ βίη, εἰ̃δος δὲ μάλα μέγας ἠ̃ν ὁράασθαι.
'Αρναι̃ος δ' ὄνομ' ἔσκε: τὸ γὰρ θέτο πότνια μήτηρ
ἐκ γενετη̃σ: ~'Ιρον δὲ νέοι κίκλησκον ἅπαντεσ,
οὕνεκ' ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι.
ὅς ῥ' ἐλθὼν 'Οδυση̃α διώκετο οἱ̃ο δόμοιο,
καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα:

   "εἰ̃κε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκη̨.
οὐκ ἀΐεισ, ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντεσ,
ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δ' αἰσχύνομαι ἔμπησ.
ἀλλ' ἄνα, μὴ τάχα νω̃ϊν ἔρις καὶ χερσὶ γένηται."

   τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις 'Οδυσσεύσ:
"δαιμόνι', οὔτε τί σε ῥέζω κακὸν οὔτ' ἀγορεύω,
οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλ' ἀνελόντα.
οὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
ἀλλοτρίων φθονέειν: δοκέεις δέ μοι εἰ̃ναι ἀλήτης
ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώση̨σ,
μή σε γέρων περ ἐὼν στη̃θος καὶ χείλεα φύρσω
αἵματοσ: ἡσυχίη δ' ἂν ἐμοὶ καὶ μα̃λλον ἔτ' εἴη
αὔριον: οὐ μὲν γάρ τί σ' ὑποστρέψεσθαι ὀΐω
δεύτερον ἐς μέγαρον Λαερτιάδεω 'Οδυση̃οσ."

   τὸν δὲ χολωσάμενος προσεφώνεεν ~'Ιρος ἀλήτησ:
"ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
γρηὶ̈ καμινοι̃ ἰ̃σοσ: ὃν ἂν κακὰ μητισαίμην
κόπτων ἀμφοτέρη̨σι, χαμαὶ δέ κε πάντας ὀδόντας
γναθμω̃ν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρησ.
ζω̃σαι νυ̃ν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
μαρναμένουσ: πω̃ς δ' ἂν σὺ νεωτέρω̨ ἀνδρὶ μάχοιο;"

   ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
οὐδου̃ ἔπι ξεστου̃ πανθυμαδὸν ὀκριόωντο.
τοι̃ϊν δὲ ξυνέηχ' ἱερὸν μένος 'Αντινόοιο,
ἡδὺ δ' ἄρ' ἐκγελάσας μετεφώνει μνηστήρεσσιν:

   "ὠ̃ φίλοι, οὐ μέν πώ τι πάρος τοιου̃τον ἐτύχθη,
οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δω̃μα:
ὁ ξει̃νός τε καὶ ~'Ιρος ἐρίζετον ἀλλήλοιϊν
χερσὶ μαχέσσασθαι: ἀλλὰ ξυνελάσσομεν ὠ̃κα."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀνήϊξαν γελόωντεσ,
ἀμφὶ δ' ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
τοι̃σιν δ' 'Αντίνοος μετέφη, Εὐπείθεος υἱόσ:

   "κέκλυτέ μευ, μνηστη̃ρες ἀγήνορεσ, ὄφρα τι εἴπω.
γαστέρες αἵδ' αἰγω̃ν κέατ' ἐν πυρί, τὰς ἐπὶ δόρπω̨
κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντεσ.
ὁππότερος δέ κε νικήση̨ κρείσσων τε γένηται,
τάων ἥν κ' ἐθέλη̨σιν ἀναστὰς αὐτὸς ἑλέσθω:
αἰεὶ δ' αὐ̃θ' ἥμιν μεταδαίσεται, οὐδέ τιν' ἄλλον
πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα."

   ὣς ἔφατ' 'Αντίνοοσ, τοι̃σιν δ' ἐπιήνδανε μυ̃θοσ.
τοι̃ς δὲ δολοφρονέων μετέφη πολύμητις 'Οδυσσεύσ:

   "ὠ̃ φίλοι, οὔ πως ἔστι νεωτέρω̨ ἀνδρὶ μάχεσθαι
ἄνδρα γέροντα δύη̨ ἀρημένον: ἀλλά με γαστὴρ
ὀτρύνει κακοεργόσ, ἵνα πληγη̨̃σι δαμείω.
ἀλλ' ἄγε νυ̃ν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
μή τις ἐπ' 'Ίρω̨ ἠ̃ρα φέρων ἐμὲ χειρὶ βαρείη̨
πλήξη̨ ἀτασθάλλων, τούτω̨ δέ με ἰ̃φι δαμάσση̨."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπώμνυον, ὡς ἐκέλευεν.
[αὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,]
τοι̃ς δ' αὐ̃τις μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο:

   "ξει̃ν', εἴ σ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
του̃τον ἀλέξασθαι, τω̃ν δ' ἄλλων μή τιν' 'Αχαιω̃ν
δείδιθ', ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνη̨.
ξεινοδόκος μὲν ἐγών, ἐπὶ δ' αἰνει̃τον βασιλη̃εσ,
Εὐρύμαχός τε καὶ 'Αντίνοοσ, πεπνυμένω ἄμφω."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπή̨νεον. αὐτὰρ 'Οδυσσεὺς
ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαι̃νε δὲ μηροὺς
καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὠ̃μοι
στήθεά τε στιβαροί τε βραχίονεσ: αὐτὰρ 'Αθήνη
ἄγχι παρισταμένη μέλε' ἤλδανε ποιμένι λαω̃ν.
μνηστη̃ρες δ' ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο:
ὡ̃δε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:

   "ἠ̃ τάχα ~'Ιρος 'Άϊρος ἐπίσπαστον κακὸν ἕξει,
οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει."

   ὣς ἄρ' ἔφαν, 'Ίρω̨ δὲ κακω̃ς ὠρίνετο θυμόσ.
ἀλλὰ καὶ ὡ̃ς δρηστη̃ρες ἄγον ζώσαντες ἀνάγκη̨
δειδιότα: σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
'Αντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

   "νυ̃ν μὲν μήτ' εἴησ, βουγάϊε, μήτε γένοιο,
εἰ δὴ του̃τόν γε τρομέεις καὶ δείδιας αἰνω̃σ,
ἄνδρα γέροντα δύη̨ ἀρημένον, ἥ μιν ἱκάνει.
ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται:
αἴ κέν σ' οὑ̃τος νικήση̨ κρείσσων τε γένηται,
πέμψω σ' ἤπειρόνδε, βαλὼν ἐν νηὶ̈ μελαίνη̨,
εἰς 'Έχετον βασιλη̃α, βροτω̃ν δηλήμονα πάντων,
ὅς κ' ἀπὸ ῥι̃να τάμη̨σι καὶ οὔατα νηλέϊ χαλκω̨̃
μήδεά τ' ἐξερύσας δώη̨ κυσὶν ὠμὰ δάσασθαι."

   ὣς φάτο, τω̨̃ δ' ἔτι μα̃λλον ὑπὸ τρόμος ἤλυθε γυι̃α.
ἐς μέσσον δ' ἄναγον: τὼ δ' ἄμφω χει̃ρας ἀνέσχον.
δὴ τότε μερμήριξε πολύτλας δι̃ος 'Οδυσσεύσ,
ἢ ἐλάσει' ὥς μιν ψυχὴ λίποι αὐ̃θι πεσόντα,
ἠ̃έ μιν ἠ̃κ' ἐλάσειε τανύσσειέν τ' ἐπὶ γαίη̨.
ὡ̃δε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἰ̃ναι,
ἠ̃κ' ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατ' 'Αχαιοί.
δὴ τότ' ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὠ̃μον
~'Ιροσ, ὁ δ' αὐχέν' ἔλασσεν ὑπ' οὔατοσ, ὀστέα δ' εἴσω
ἔθλασεν: αὐτίκα δ' ἠ̃λθεν ἀνὰ στόμα φοίνιον αἱ̃μα,
κὰδ δ' ἔπεσ' ἐν κονίη̨σι μακών, σὺν δ' ἤλασ' ὀδόντας
λακτίζων ποσὶ γαι̃αν: ἀτὰρ μνηστη̃ρες ἀγαυοὶ
χει̃ρας ἀνασχόμενοι γέλω̨ ἔκθανον. αὐτὰρ 'Οδυσσεὺς
ἕλκε διὲκ προθύροιο λαβὼν ποδόσ, ὄφρ' ἵκετ' αὐλὴν
αἰθούσης τε θύρασ: καί μιν ποτὶ ἑρκίον αὐλη̃ς
εἱ̃σεν ἀνακλίνασ, σκη̃πτρον δέ οἱ ἔμβαλε χειρί,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

   "ἐνταυθοι̃ νυ̃ν ἡ̃σο κύνας τε σύας τ' ἀπερύκων,
μηδὲ σύ γε ξείνων καὶ πτωχω̃ν κοίρανος εἰ̃ναι
λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μει̃ζον ἐπαύρη̨."

   ἠ̃ ῥα, καὶ ἀμφ' ὤμοισιν ἀεικέα βάλλετο πήρην,
πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἠ̃εν ἀορτήρ.
ἂψ δ' ὅ γ' ἐπ' οὐδὸν ἰὼν κατ' ἄρ' ἕζετο: τοὶ δ' ἴσαν εἴσω
ἡδὺ γελώοντες καὶ δεικανόωντ' ἐπέεσσι:

   "Ζεύς τοι δοίη, ξει̃νε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
ὅττι μάλιστ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμω̨̃,
ὃς του̃τον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
ἐν δήμω̨: τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
εἰς 'Έχετον βασιλη̃α, βροτω̃ν δηλήμονα πάντων."

   ὣς ἄρ' ἔφαν, χαι̃ρεν δὲ κλεηδόνι δι̃ος 'Οδυσσεύσ.
'Αντίνοος δ' ἄρα οἱ μεγάλην παρὰ γαστέρα θη̃κεν,
ἐμπλείην κνίσης τε καὶ αἵματοσ: 'Αμφίνομος δὲ
ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
καὶ δέπαϊ χρυσέω̨ δειδίσκετο φώνησέν τε:

   "χαι̃ρε, πάτερ ὠ̃ ξει̃νε: γένοιτό τοι ἔς περ ὀπίσσω
ὄλβοσ: ἀτὰρ μὲν νυ̃ν γε κακοι̃σ' ἔχεαι πολέεσσι."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"'Αμφίνομ', ἠ̃ μάλα μοι δοκέεις πεπνυμένος εἰ̃ναι:
τοίου γὰρ καὶ πατρόσ, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον
Νι̃σον Δουλιχιη̃α ἐΰν τ' ἔμεν ἀφνειόν τε:
του̃ σ' ἔκ φασι γενέσθαι, ἐπητη̨̃ δ' ἀνδρὶ ἔοικασ.
τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον:
οὐδὲν ἀκιδνότερον γαι̃α τρέφει ἀνθρώποιο
[πάντων, ὅσσα τε γαι̃αν ἔπι πνείει τε καὶ ἕρπει.]
οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
ὄφρ' ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατ' ὀρώρη̨:
ἀλλ' ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέωσι,
καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμω̨̃.
τοι̃ος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,
οἱ̃ον ἐπ' ἠ̃μαρ ἄγη̨σι πατὴρ ἀνδρω̃ν τε θεω̃ν τε.
καὶ γὰρ ἐγώ ποτ' ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἰ̃ναι,
πολλὰ δ' ἀτάσθαλ' ἔρεξα βίη̨ καὶ κάρτεϊ εἴκων,
πατρί τ' ἐμω̨̃ πίσυνος καὶ ἐμοι̃σι κασιγνήτοισι.
τω̃ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
ἀλλ' ὅ γε σιγη̨̃ δω̃ρα θεω̃ν ἔχοι, ὅττι διδοι̃εν.
οἱ̃' ὁρόω μνηστη̃ρας ἀτάσθαλα μηχανόωντασ,
κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
ἀνδρόσ, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
δηρὸν ἀπέσσεσθαι: μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
οἴκαδ' ὑπεξαγάγοι, μηδ' ἀντιάσειας ἐκείνω̨,
ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαι̃αν:
οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
μνηστη̃ρας καὶ κει̃νον, ἐπεί κε μέλαθρον ὑπέλθη̨."

   ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἰ̃νον,
ἂψ δ' ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαω̃ν.
αὐτὰρ ὁ βη̃ κατὰ δω̃μα φίλον τετιημένος ἠ̃τορ,
νευστάζων κεφαλη̨̃: δὴ γὰρ κακὸν ὄσσετο θυμω̨̃.
ἀλλ' οὐδ' ὡ̃ς φύγε κη̃ρα: πέδησε δὲ καὶ τὸν 'Αθήνη
Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἰ̃φι δαμη̃ναι.
ἂψ δ' αὐ̃τις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου ἔνθεν ἀνέστη.

   τη̨̃ δ' ἄρ' ἐπὶ φρεσὶ θη̃κε θεὰ γλαυκω̃πις 'Αθήνη,
κούρη̨ 'Ικαρίοιο, περίφρονι Πηνελοπείη̨,
μνηστήρεσσι φανη̃ναι, ὅπως πετάσειε μάλιστα
θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
μα̃λλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἠ̃εν.
ἀχρει̃ον δ' ἐγέλασσεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

   "Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
μνηστήρεσσι φανη̃ναι, ἀπεχθομένοισί περ ἔμπησ:
παιδὶ δέ κεν εἴποιμι ἔποσ, τό κε κέρδιον εἴη,
μὴ πάντα μνηστη̃ρσιν ὑπερφιάλοισιν ὁμιλει̃ν,
οἵ τ' εὐ̃ μὲν βάζουσι, κακω̃ς δ' ὄπιθεν φρονέουσι."

   τὴν δ' αὐ̃τ' Εὐρυνόμη ταμίη πρὸς μυ̃θον ἔειπε:
"ναὶ δὴ ταυ̃τά γε πάντα, τέκοσ, κατὰ μοι̃ραν ἔειπεσ.
ἀλλ' ἴθι καὶ σω̨̃ παιδὶ ἔπος φάο μηδ' ἐπίκευθε,
χρω̃τ' ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάσ,
μηδ' οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
ἤδη μὲν γάρ τοι παι̃ς τηλίκοσ, ὃν σὺ μάλιστα
ἠρω̃ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι."

   τὴν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"Εὐρυνόμη, μὴ ταυ̃τα παραύδα, κηδομένη περ,
χρω̃τ' ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφη̨̃:
ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ 'Όλυμπον ἔχουσιν,
ὤλεσαν, ἐξ οὑ̃ κει̃νος ἔβη κοίλη̨σ' ἐνὶ νηυσίν.
ἀλλά μοι Αὐτονόην τε καὶ 'Ιπποδάμειαν ἄνωχθι
ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν:
οἴη δ' οὐ κει̃σ' εἰ̃μι μετ' ἀνέρασ: αἰδέομαι γάρ."

   ὣς ἄρ' ἔφη, γρηὺ̈ς δὲ διὲκ μεγάροιο βεβήκει
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.

   ἔνθ' αὐ̃τ' ἄλλ' ἐνόησε θεὰ γλαυκω̃πις 'Αθήνη:
κούρη̨ 'Ικαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
εὑ̃δε δ' ἀνακλινθει̃σα, λύθεν δέ οἱ ἅψεα πάντα
αὐτου̃ ἐνὶ κλιντη̃ρι: τέως δ' ἄρα δι̃α θεάων
ἄμβροτα δω̃ρα δίδου, ἵνα θηησαίατ' 'Αχαιοί.
κάλλεϊ μέν οἱ πρω̃τα προσώπατα καλὰ κάθηρεν
ἀμβροσίω̨, οἵω̨ περ ἐϋστέφανος Κυθέρεια
χρίεται, εὐ̃τ' ἂν ἴη̨ Χαρίτων χορὸν ἱμερόεντα:
καί μιν μακροτέρην καὶ πάσσονα θη̃κεν ἰδέσθαι,
λευκοτέρην δ' ἄρα μιν θη̃κε πριστου̃ ἐλέφαντοσ.
ἡ μὲν ἄρ' ὣς ἕρξασ' ἀπεβήσετο δι̃α θεάων:
ἠ̃λθον δ' ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
φθόγγω̨ ἐπερχόμεναι: τὴν δὲ γλυκὺς ὕπνος ἀνη̃κε,
καί ῥ' ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε:

   "ἠ̃ με μάλ' αἰνοπαθη̃ μαλακὸν περὶ κω̃μ' ἐκάλυψεν.
αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι 'Άρτεμις ἁγνὴ
αὐτίκα νυ̃ν, ἵνα μηκέτ' ὀδυρομένη κατὰ θυμὸν
αἰω̃να φθινύθω, πόσιος ποθέουσα φίλοιο
παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἠ̃εν 'Αχαιω̃ν."

   ὣς φαμένη κατέβαιν' ὑπερώϊα σιγαλόεντα,
οὐκ οἴη, ἅμα τη̨̃ γε καὶ ἀμφίπολοι δύ' ἕποντο.
ἡ δ' ὅτε δὴ μνηστη̃ρας ἀφίκετο δι̃α γυναικω̃ν,
στη̃ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοι̃ο
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα:
ἀμφίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
τω̃ν δ' αὐτου̃ λύτο γούνατ', ἔρω̨ δ' ἄρα θυμὸν ἔθελχθεν,
πάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιθη̃ναι.
ἡ δ' αὐ̃ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν:

   "Τηλέμαχ', οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα.
παι̃ς ἔτ' ἐὼν καὶ μα̃λλον ἐνὶ φρεσὶ κέρδε' ἐνώμασ:
νυ̃ν δ', ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεισ,
καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρὸς
ἐς μέγεθος καὶ κάλλος ὁρώμενοσ, ἀλλότριος φώσ,
οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
οἱ̃ον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
ὃς τὸν ξει̃νον ἔασας ἀεικισθήμεναι οὕτω.
πω̃ς νυ̃ν, εἴ τι ξει̃νος ἐν ἡμετέροισι δόμοισιν
ἥμενος ὡ̃δε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινη̃σ;
σοί κ' αἰ̃σχος λώβη τε μετ' ἀνθρώποισι πέλοιτο."

   τὴν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"μη̃τερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσω̃μαι κεχολω̃σθαι:
αὐτὰρ ἐγὼ θυμω̨̃ νοέω καὶ οἰ̃δα ἕκαστα,
ἐσθλά τε καὶ τὰ χέρεια: πάρος δ' ἔτι νήπιος ἠ̃α.
ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοη̃σαι:
ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
οἵδε κακὰ φρονέοντεσ, ἐμοὶ δ' οὐκ εἰσὶν ἀρωγοί.
οὐ μέν τοι ξείνου γε καὶ 'Ίρου μω̃λος ἐτύχθη
μνηστήρων ἰότητι, βίη̨ δ' ὅ γε φέρτερος ἠ̃εν.
αἲ γάρ, Ζευ̃ τε πάτερ καὶ 'Αθηναίη καὶ 'Άπολλον,
οὕτω νυ̃ν μνηστη̃ρες ἐν ἡμετέροισι δόμοισι
νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλη̨̃,
οἱ δ' ἔντοσθε δόμοιο, λελυ̃το δὲ γυι̃α ἑκάστου,
ὡς νυ̃ν ~'Ιρος ἐκει̃νος ἐπ' αὐλείη̨σι θύρη̨σιν
ἡ̃σται νευστάζων κεφαλη̨̃, μεθύοντι ἐοικώσ,
οὐδ' ὀρθὸς στη̃ναι δύναται ποσὶν οὐδὲ νέεσθαι
οἴκαδ', ὅπη̨ οἱ νόστοσ, ἐπεὶ φίλα γυι̃α λέλυνται."

   ὣς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον:
Εὐρύμαχος δ' ἐπέεσσι προσηύδα Πηνελόπειαν:

   "κούρη 'Ικαρίοιο, περίφρων Πηνελόπεια,
εἰ πάντες σε ἴδοιεν ἀν' 'Ίασον 'Άργος 'Αχαιοί,
πλέονές κε μνηστη̃ρες ἐν ὑμετέροισι δόμοισιν
ἠω̃θεν δαινύατ', ἐπεὶ περίεσσι γυναικω̃ν
εἰ̃δός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσασ."

   τὸν δ' ἠμείβετ' ἔπειτα περίφρων Πηνελόπεια:
"Εὐρύμαχ', ἠ̃ τοι ἐμὴν ἀρετὴν εἰ̃δός τε δέμας τε
ὤλεσαν ἀθάνατοι, ὅτε 'Ίλιον εἰσανέβαινον
'Αργει̃οι, μετὰ τοι̃σι δ' ἐμὸς πόσις ἠ̨̃εν 'Οδυσσεύσ.
εἰ κει̃νός γ' ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
μει̃ζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτω.
νυ̃ν δ' ἄχομαι: τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
ἠ̃ μὲν δὴ ὅτε τ' ἠ̨̃ε λιπὼν κάτα πατρίδα γαι̃αν,
δεξιτερὴν ἐπὶ καρπω̨̃ ἑλὼν ἐμὲ χει̃ρα προσηύδα:
"ὠ̃ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας 'Αχαιοὺς
ἐκ Τροίης εὐ̃ πάντας ἀπήμονας ἀπονέεσθαι:
καὶ γὰρ Τρω̃άς φασι μαχητὰς ἔμμεναι ἄνδρασ,
ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτη̃ρας ὀϊστω̃ν
ἵππων τ' ὠκυπόδων ἐπιβήτορασ, οἵ τε τάχιστα
ἔκριναν μέγα νει̃κος ὁμοιΐου πτολέμοιο.
τω̃ οὐκ οἰ̃δ', ἤ κέν μ' ἀνέσει θεόσ, ἠ̃ κεν ἁλώω
αὐτου̃ ἐνὶ Τροίη̨: σοὶ δ' ἐνθάδε πάντα μελόντων:
μεμνη̃σθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν
ὡς νυ̃ν, ἢ ἔτι μα̃λλον, ἐμευ̃ ἀπονόσφιν ἐόντοσ:
αὐτὰρ ἐπὴν δὴ παι̃δα γενειήσαντα ἴδηαι,
γήμασθ' ὡ̨̃ κ' ἐθέλη̨σθα, τεὸν κατὰ δω̃μα λιπου̃σα."
κει̃νος τὼς ἀγόρευε: τὰ δὴ νυ̃ν πάντα τελει̃ται.
νὺξ δ' ἔσται, ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
οὐλομένης ἐμέθεν, τη̃ς τε Ζεὺς ὄλβον ἀπηύρα.
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει:
μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο,
οἵ τ' ἀγαθήν τε γυναι̃κα καὶ ἀφνειοι̃ο θύγατρα
μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοισ' ἐρίσωσιν:
αὐτοὶ τοί γ' ἀπάγουσι βόας καὶ ἴφια μη̃λα
κούρης δαι̃τα φίλοισι, καὶ ἀγλαὰ δω̃ρα διδου̃σιν:
ἀλλ' οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν."

   ὣς φάτο, γήθησεν δὲ πολύτλας δι̃ος 'Οδυσσεύσ,
οὕνεκα τω̃ν μὲν δω̃ρα παρέλκετο, θέλγε δὲ θυμὸν
μειλιχίοισ' ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.

   τὴν δ' αὐ̃τ' 'Αντίνοος προσέφη, Εὐπείθεος υἱόσ:
"κούρη 'Ικαρίοιο, περίφρων Πηνελόπεια,
δω̃ρα μὲν ὅς κ' ἐθέλη̨σιν 'Αχαιω̃ν ἐνθάδ' ἐνει̃και,
δέξασθ': οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν:
ἡμει̃ς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν οὔτε πη̨ ἄλλη̨,
πρίν γέ σε τω̨̃ γήμασθαι 'Αχαιω̃ν, ὅς τις ἄριστοσ."

   ὣς ἔφατ' 'Αντίνοοσ, τοι̃σιν δ' ἐπιήνδανε μυ̃θοσ.
δω̃ρα δ' ἄρ' οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστοσ.
'Αντινόω̨ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
ποικίλον: ἐν δ' ἄρ' ἔσαν περόναι δυοκαίδεκα πα̃σαι
χρύσειαι, κληι̃σιν ἐϋγνάμπτοισ' ἀραρυι̃αι:
ὅρμον δ' Εὐρυμάχω̨ πολυδαίδαλον αὐτίκ' ἔνεικε,
χρύσεον, ἠλέκτροισιν ἐερμένον, ἠέλιον ὥσ:
ἕρματα δ' Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν
τρίγληνα μορόεντα, χάρις δ' ἀπελάμπετο πολλή:
ἐκ δ' ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα:
ἄλλο δ' ἄρ' ἄλλος δω̃ρον 'Αχαιω̃ν καλὸν ἔνεικεν.

   ἡ μὲν ἔπειτ' ἀνέβαιν' ὑπερώϊα δι̃α γυναικω̃ν,
τη̨̃ δ' ἄρ' ἅμ' ἀμφίπολοι ἔφερον περικαλλέα δω̃ρα:
οἱ δ' εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
τρεψάμενοι τέρποντο, μένον δ' ἐπὶ ἕσπερον ἐλθει̃ν.
τοι̃σι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἠ̃λθεν:
αὐτίκα λαμπτη̃ρας τρει̃ς ἵστασαν ἐν μεγάροισιν,
ὄφρα φαείνοιεν: περὶ δὲ ξύλα κάγκανα θη̃καν,
αὐ̃α πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκω̨̃,
καὶ δαΐδας μετέμισγον: ἀμοιβηδὶς δ' ἀνέφαινον
δμω̨αὶ 'Οδυσση̃ος ταλασίφρονοσ. αὐτὰρ ὁ τη̨̃σιν
αὐτὸς διογενὴς μετέφη πολύμητις 'Οδυσσεύσ:

   "δμω̨αὶ 'Οδυσση̃οσ, δὴν οἰχομένοιο ἄνακτοσ,
ἔρχεσθε πρὸς δώμαθ', ἵν' αἰδοίη βασίλεια:
τη̨̃ δὲ παρ' ἠλάκατα στροφαλίζετε, τέρπετε δ' αὐτὴν
ἥμεναι ἐν μεγάρω̨, ἢ εἴρια πείκετε χερσίν:
αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
εἴ περ γάρ κ' ἐθέλωσιν ἐΰθρονον 'Ηω̃ μίμνειν,
οὔ τί με νικήσουσι: πολυτλήμων δὲ μάλ' εἰμί."

   ὣς ἔφαθ', αἱ δ' ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
τὸν δ' αἰσχρω̃ς ἐνένιπε Μελανθὼ καλλιπάρη̨οσ,
τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
παι̃δα δὲ ὣς ἀτίταλλε, δίδου δ' ἄρ' ἀθύρματα θυμω̨̃:
ἀλλ' οὐδ' ὡ̃ς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείησ,
ἀλλ' ἥ γ' Εὐρυμάχω̨ μισγέσκετο καὶ φιλέεσκεν.
ἥ ῥ' 'Οδυση̃' ἐνένιπεν ὀνειδείοισ' ἐπέεσσι:

   "ξει̃νε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
οὐδ' ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν
ἠέ που ἐς λέσχην, ἀλλ' ἐνθάδε πόλλ' ἀγορεύεις
θαρσαλέως πολλοι̃σι μετ' ἀνδράσιν, οὐδέ τι θυμω̨̃
ταρβει̃σ: ἠ̃ ῥά σε οἰ̃νος ἔχει φρένασ, ἤ νύ τοι αἰεὶ
τοιου̃τος νόος ἐστίν, ὃ καὶ μεταμώνια βάζεισ.
ἠ̃ ἀλύεις ὅτι ~'Ιρον ἐνίκησας τὸν ἀλήτην;
μή τίς τοι τάχα 'Ίρου ἀμείνων ἄλλος ἀναστη̨̃,
ὅς τίς σ' ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρη̨̃σι
δώματος ἐκπέμψη̨σι φορύξας αἵματι πολλω̨̃."

   τὴν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις 'Οδυσσεύσ:
"ἠ̃ τάχα Τηλεμάχω̨ ἐρέω, κύον, οἱ̃' ἀγορεύεισ,
κει̃σ' ἐλθών, ἵνα σ' αὐ̃θι διὰ μελεϊστὶ τάμη̨σιν."

   ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναι̃κασ.
βὰν δ' ἴμεναι διὰ δω̃μα, λύθεν δ' ὑπὸ γυι̃α ἑκάστης
ταρβοσύνη̨: φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
αὐτὰρ ὁ πὰρ λαμπτη̃ρσι φαείνων αἰθομένοισιν
ἑστήκειν ἐς πάντας ὁρώμενοσ: ἄλλα δέ οἱ κη̃ρ
ὥρμαινε φρεσὶν ἡ̨̃σιν, ἅ ῥ' οὐκ ἀτέλεστα γένοντο.

   μνηστη̃ρας δ' οὐ πάμπαν ἀγήνορας εἴα 'Αθήνη
λώβης ἴσχεσθαι θυμαλγέοσ, ὄφρ' ἔτι μα̃λλον
δύη ἄχος κραδίην Λαερτιάδεω 'Οδυση̃οσ.
τοι̃σιν δ' Εὐρύμαχοσ, Πολύβου πάϊσ, ἠ̃ρχ' ἀγορεύειν
κερτομέων 'Οδυση̃α: γέλω δ' ἑτάροισιν ἔτευχε:

   "κέκλυτέ μευ, μνηστη̃ρες ἀγακλειτη̃ς βασιλείησ,
ὄφρ' εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
οὐκ ἀθεεὶ ὅδ' ἀνὴρ 'Οδυσήϊον ἐς δόμον ἵκει:
ἔμπης μοι δοκέει δαΐδων σέλας ἔμμεναι αὐτου̃
κὰκ κεφαλη̃σ, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδ' ἠβαιαί."

   ἠ̃ ῥ', ἅμα τε προσέειπεν 'Οδυσση̃α πτολίπορθον:
"ξει̃ν', ἠ̃ ἄρ κ' ἐθέλοις θητευέμεν, εἴ σ' ἀνελοίμην,
ἀγρου̃ ἐπ' ἐσχατιη̃σ, _μισθὸς δέ τοι ἄρκιος ἔσται, _
αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
ἔνθα κ' ἐγὼ σι̃τον μὲν ἐπηετανὸν παρέχοιμι,
εἵματα δ' ἀμφιέσαιμι ποσίν θ' ὑποδήματα δοίην.
ἀλλ' ἐπεὶ οὐ̃ν δὴ ἔργα κάκ' ἔμμαθεσ, οὐκ ἐθελήσεις
ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δη̃μον
βούλεαι, ὄφρ' ἂν ἔχη̨ς βόσκειν σὴν γαστέρ' ἄναλτον."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"Εὐρύμαχ', εἰ γὰρ νω̃ϊν ἔρις ἔργοιο γένοιτο
ὥρη̨ ἐν εἰαρινη̨̃, ὅτε τ' ἤματα μακρὰ πέλονται,
ἐν ποίη̨, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
καὶ δὲ σὺ τοι̃ον ἔχοισ, ἵνα πειρησαίμεθα ἔργου
νήστιες ἄχρι μάλα κνέφαοσ, ποίη δὲ παρείη:
εἰ δ' αὐ̃ καὶ βόες εἰ̃εν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
αἴθωνες μεγάλοι, ἄμφω κεκορηότε ποίησ,
ἥλικες ἰσοφόροι, τω̃ν τε σθένος οὐκ ἀλαπαδνόν,
τετράγυον δ' εἴη, εἴκοι δ' ὑπὸ βω̃λος ἀρότρω̨:
τω̃ κέ μ' ἴδοισ, εἰ ὠ̃λκα διηνεκέα προταμοίμην.
εἰ δ' αὐ̃ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δου̃ρε
καὶ κυνέη πάγχαλκος ἐπὶ κροτάφοισ' ἀραρυι̃α,
τω̃ κέ μ' ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
οὐδ' ἄν μοι τὴν γαστέρ' ὀνειδίζων ἀγορεύοισ.
ἀλλὰ μάλ' ὑβρίζεις καί τοι νόος ἐστὶν ἀπηνήσ:
καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιόσ,
οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοι̃σιν ὁμιλει̃σ.
εἰ δ' 'Οδυσεὺς ἔλθοι καὶ ἵκοιτ' ἐς πατρίδα γαι̃αν,
αἰ̃ψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλ' ἐόντα,
φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε."

   ὣς ἔφατ', Εὐρύμαχος δὲ χολώσατο κηρόθι μα̃λλον
καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα:

   "ἀ̃ δείλ', ἠ̃ τάχα τοι τελέω κακόν, οἱ̃' ἀγορεύεις
θαρσαλέως πολλοι̃σι μετ' ἀνδράσιν, οὐδέ τι θυμω̨̃
ταρβει̃σ: ἠ̃ ῥά σε οἰ̃νος ἔχει φρένασ, ἤ νύ τοι αἰεὶ
τοιου̃τος νόος ἐστίν, ὃ καὶ μεταμώνια βάζεισ.
[ἠ̃ ἀλύεισ, ὅτι ~'Ιρον ἐνίκησας τὸν ἀλήτην;"]

   ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν: αὐτὰρ 'Οδυσσεὺς
'Αμφινόμου πρὸς γου̃να καθέζετο Δουλιχιη̃οσ,
Εὐρύμαχον δείσασ. ὁ δ' ἄρ' οἰνοχόον βάλε χει̃ρα
δεξιτερήν: πρόχοος δὲ χαμαὶ βόμβησε πεσου̃σα,
αὐτὰρ ὅ γ' οἰμώξας πέσεν ὕπτιος ἐν κονίη̨σι.
μνηστη̃ρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
ὡ̃δε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:

   "αἴθ' ὤφελλ' ὁ ξει̃νος ἀλώμενος ἄλλοθ' ὀλέσθαι
πρὶν ἐλθει̃ν: τω̃ κ' οὔ τι τόσον κέλαδον μετέθηκε.
νυ̃ν δὲ περὶ πτωχω̃ν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
ἐσθλη̃ς ἔσσεται ἠ̃δοσ, ἐπεὶ τὰ χερείονα νικα̨̃."

   τοι̃σι δὲ καὶ μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο:
"δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμω̨̃
βρωτὺν οὐδὲ ποτη̃τα: θεω̃ν νύ τις ὔμμ' ὀροθύνει.
ἀλλ' εὐ̃ δαισάμενοι κατακείετε οἴκαδ' ἰόντεσ,
ὁππότε θυμὸς ἄνωγε: διώκω δ' οὔ τιν' ἐγώ γε."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
τοι̃σιν δ' 'Αμφίνομος ἀγορήσατο καὶ μετέειπε
[Νίσου φαίδιμος υἱόσ, 'Αρητιάδαο ἄνακτοσ.]

   "ὠ̃ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίω̨
ἀντιβίοισ' ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι:
μήτε τι τὸν ξει̃νον στυφελίζετε μήτε τιν' ἄλλον
δμώων, οἳ κατὰ δώματ' 'Οδυσση̃ος θείοιο.
ἀλλ' ἄγετ', οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
ὄφρα σπείσαντες κατακείομεν οἴκαδ' ἰόντεσ:
τὸν ξει̃νον δὲ ἐω̃μεν ἐνὶ μεγάροισ' 'Οδυση̃ος
Τηλεμάχω̨ μελέμεν: του̃ γὰρ φίλον ἵκετο δω̃μα."

   ὣς φάτο, τοι̃σι δὲ πα̃σιν ἑαδότα μυ̃θον ἔειπε.
τοι̃σιν δὲ κρητη̃ρα κεράσσατο Μούλιος ἥρωσ,
κη̃ρυξ Δουλιχιεύσ: θεράπων δ' ἠ̃ν 'Αμφινόμοιο:
νώμησεν δ' ἄρα πα̃σιν ἐπισταδόν: οἱ δὲ θεοι̃σι
λείψαντες μακάρεσσι πίον μελιηδέα οἰ̃νον.
αὐτὰρ ἐπεὶ σπει̃σάν τε πίον θ' ὅσον ἤθελε θυμόσ,
βάν ῥ' ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθ' ἕκαστοσ.