ΟΔΥΣΣΕΙΑΣ Τ

Αὐτὰρ ὁ ἐν μεγάρω̨ ὑπελείπετο δι̃ος 'Οδυσσεύσ,
μνηστήρεσσι φόνον σὺν 'Αθήνη̨ μερμηρίζων.
αἰ̃ψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα:

   "Τηλέμαχε, χρὴ τεύχε' ἀρήϊα κατθέμεν εἴσω
πάντα μάλ', αὐτὰρ μνηστη̃ρας μαλακοι̃σ' ἐπέεσσι
παρφάσθαι, ὅτε κέν σε μεταλλω̃σιν ποθέοντεσ:
"ἐκ καπνου̃ κατέθηκ', ἐπεὶ οὐκέτι τοι̃σιν ἐώ̨κει,
οἱ̃ά ποτε Τροίηνδε κιὼν κατέλειπεν 'Οδυσσεύσ,
ἀλλὰ κατή̨κισται, ὅσσον πυρὸς ἵκετ' ἀϋτμή.
πρὸς δ' ἔτι καὶ τόδε μει̃ζον ἐνὶ φρεσὶν ἔμβαλε δαίμων:
μή πως οἰνωθέντεσ, ἔριν στήσαντες ἐν ὑμι̃ν,
ἀλλήλους τρώσητε καταισχύνητέ τε δαι̃τα
καὶ μνηστύν: αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηροσ.""

   ὣς φάτο, Τηλέμαχος δὲ φίλω̨ ἐπεπείθετο πατρί,
ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν:

   "μαι̃', ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναι̃κασ,
ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρόσ,
καλά, τά μοι κατὰ οἰ̃κον ἀκηδέα καπνὸς ἀμέρδει
πατρὸς ἀποιχομένοιο: ἐγὼ δ' ἔτι νήπιος ἠ̃α:
νυ̃ν δ' ἐθέλω καταθέσθαι, ἵν' οὐ πυρὸς ἵξετ' ἀϋτμή."

   τὸν δ' αὐ̃τε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
"αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο
οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
ἀλλ' ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
δμω̨ὰς δ' οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον."

   τὴν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"ξει̃νος ὅδ': οὐ γὰρ ἀεργὸν ἀνέξομαι, ὅς κεν ἐμη̃ς γε
χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώσ."

   ὣς ἄρ' ἐφώνησεν, τη̨̃ δ' ἄπτερος ἔπλετο μυ̃θοσ:
κλήϊσεν δὲ θύρας μεγάρων ἐὺ̈ ναιεταόντων.
τὼ δ' ἄρ' ἀναΐξαντ' 'Οδυσεὺς καὶ φαίδιμος υἱὸς
ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
ἔγχεά τ' ὀξυόεντα: πάροιθε δὲ Παλλὰς 'Αθήνη
χρύσεον λύχνον ἔχουσα φάος περικαλλὲς ἐποίει.
δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρ' αἰ̃ψα:

   "ὠ̃ πάτερ, ἠ̃ μέγα θαυ̃μα τόδ' ὀφθαλμοι̃σιν ὁρω̃μαι:
ἔμπης μοι τοι̃χοι μεγάρων καλαί τε μεσόδμαι
εἰλάτιναί τε δοκοὶ καὶ κίονες ὑψόσ' ἔχοντες
φαίνοντ' ὀφθαλμοι̃σ' ὡς εἰ πυρὸς αἰθομένοιο.
ἠ̃ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδ' ἐρέεινε:
αὕτη τοι δίκη ἐστὶ θεω̃ν, οἳ 'Όλυμπον ἔχουσιν.
ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δ' ὑπολείψομαι αὐτου̃,
ὄφρα κ' ἔτι δμω̨ὰς καὶ μητέρα σὴν ἐρεθίζω:
ἡ δέ μ' ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα."

   ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
κείων ἐς θάλαμον δαΐδων ὕπο λαμπομενάων,
ἔνθα πάρος κοιμα̃θ', ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι:
ἔνθ' ἄρα καὶ τότ' ἔλεκτο καὶ 'Ηω̃ δι̃αν ἔμιμνεν.
αὐτὰρ ὁ ἐν μεγάρω̨ ὑπελείπετο δι̃ος 'Οδυσσεὺς
μνηστήρεσσι φόνον σὺν 'Αθήνη̨ μερμηρίζων.

   ἡ δ' ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
'Αρτέμιδι ἰκέλη ἠὲ χρυση̨̃ 'Αφροδίτη̨.
τη̨̃ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθ' ἄρ' ἐφι̃ζε,
δινωτὴν ἐλέφαντι καὶ ἀργύρω̨, ἥν ποτε τέκτων
ποίησ' 'Ικμάλιος καὶ ὑπὸ θρη̃νυν ποσὶν ἡ̃κε
προσφυέ' ἐξ αὐτη̃σ, ὅθ' ἐπὶ μέγα βάλλετο κω̃ασ.
ἔνθα καθέζετ' ἔπειτα περίφρων Πηνελόπεια.

   ἠ̃λθον δὲ δμω̨αὶ λευκώλενοι ἐκ μεγάροιο.
αἱ δ' ἀπὸ μὲν σι̃τον πολὺν ἥ̨ρεον ἠδὲ τραπέζας
καὶ δέπα, ἔνθεν ἄρ' ἄνδρες ὑπερμενέοντες ἔπινον:
πυ̃ρ δ' ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δ' ἐπ' αὐτω̃ν
νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
ἡ δ' 'Οδυση̃' ἐνένιπε Μελανθὼ δεύτερον αὐ̃τισ:

   "ξει̃ν', ἔτι καὶ νυ̃ν ἐνθάδ' ἀνιήσεις διὰ νύκτα
δινεύων κατὰ οἰ̃κον, ὀπιπεύσεις δὲ γυναι̃κασ;
ἀλλ' ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο:
ἢ τάχα καὶ δαλω̨̃ βεβλημένος εἰ̃σθα θύραζε."

   τὴν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις 'Οδυσσεύσ:
"δαιμονίη, τί μοι ὡ̃δ' ἐπέχεις κεκοτηότι θυμω̨̃;
ἠ̃ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροὶ̈ εἵματα εἱ̃μαι,
πτωχεύω δ' ἀνὰ δη̃μον; ἀναγκαίη γὰρ ἐπείγει.
τοιου̃τοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι.
καὶ γὰρ ἐγώ ποτε οἰ̃κον ἐν ἀνθρώποισιν ἔναιον
ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτη̨
τοίω̨, ὁποι̃ος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι:
ἠ̃σαν δὲ δμω̃ες μάλα μυρίοι ἄλλα τε πολλά,
οἱ̃σίν τ' εὐ̃ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων: ἤθελε γάρ που.
τω̃ νυ̃ν μή ποτε καὶ σύ, γύναι, ἀπὸ πα̃σαν ὀλέσση̨ς
ἀγλαΐην, τη̨̃ νυ̃ν γε μετὰ δμω̨η̨̃σι κέκασσαι,
ἤν πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνη̨
ἢ 'Οδυσεὺς ἔλθη̨: ἔτι γὰρ καὶ ἐλπίδος αἰ̃σα.
εἰ δ' ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
ἀλλ' ἤδη παι̃ς τοι̃ος 'Απόλλωνός γε ἕκητι,
Τηλέμαχοσ: τὸν δ' οὔ τις ἐνὶ μεγάροισι γυναικω̃ν
λήθει ἀτασθάλλουσ', ἐπεὶ οὐκέτι τηλίκος ἐστίν."

   ὣς φάτο, του̃ δ' ἤκουσε περίφρων Πηνελόπεια,
ἀμφίπολον δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

   "πάντωσ, θαρσαλέη, κύον ἀδδεέσ, οὔ τί με λήθεις
ἕρδουσα μέγα ἔργον, ὃ ση̨̃ κεφαλη̨̃ ἀναμάξεισ.
πάντα γὰρ εὐ̃ ἤ̨δησθ', ἐπεὶ ἐξ ἐμευ̃ ἔκλυες αὐτη̃σ,
ὡς τὸν ξει̃νον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοι̃σιν
ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινω̃ς ἀκάχημαι."

   ἠ̃ ῥα, καὶ Εὐρυνόμην ταμίην πρὸς μυ̃θον ἔειπεν:
"Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κω̃ας ἐπ' αὐτου̃,
ὄφρα καθεζόμενος εἴπη̨ ἔπος ἠδ' ἐπακούση̨
ὁ ξει̃νος ἐμέθεν: ἐθέλω δέ μιν ἐξερέεσθαι."

   ὣς ἔφαθ', ἡ δὲ μάλ' ὀτραλέως κατέθηκε φέρουσα
δίφρον ἐΰξεστον καὶ ἐπ' αὐτω̨̃ κω̃ας ἔβαλλεν:
ἔνθα καθέζετ' ἔπειτα πολύτλας δι̃ος 'Οδυσσεύσ.
τοι̃σι δὲ μύθων ἠ̃ρχε περίφρων Πηνελόπεια:

   "ξει̃νε, τὸ μέν σε πρω̃τον ἐγὼν εἰρήσομαι αὐτή:
τίς πόθεν εἰς ἀνδρω̃ν; πόθι τοι πόλις ἠδὲ τοκη̃εσ;"

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ὠ̃ γύναι, οὐκ ἄν τίς σε βροτω̃ν ἐπ' ἀπείρονα γαι̃αν
νεικέοι: ἠ̃ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
ὥς τέ τευ ἠ̃ βασιλη̃ος ἀμύμονοσ, ὅς τε θεουδὴς
[ἀνδράσιν ἐν πολλοι̃σι καὶ ἰφθίμοισιν ἀνάσσων]
εὐδικίας ἀνέχη̨σι, φέρη̨σι δὲ γαι̃α μέλαινα
πυροὺς καὶ κριθάσ, βρίθη̨σι δὲ δένδρεα καρπω̨̃,
τίκτη̨ δ' ἔμπεδα μη̃λα, θάλασσα δὲ παρέχη̨ ἰχθυ̃ς
ἐξ εὐηγεσίησ, ἀρετω̃σι δὲ λαοὶ ὑπ' αὐτου̃.
τω̃ ἐμὲ νυ̃ν τὰ μὲν ἄλλα μετάλλα σω̨̃ ἐνὶ οἴκω̨,
μηδέ μοι ἐξερέεινε γένος καὶ πατρίδα γαι̃αν,
μή μοι μα̃λλον θυμὸν ἐνιπλήση̨ς ὀδυνάων
μνησαμένω̨: μάλα δ' εἰμὶ πολύστονοσ: οὐδέ τί με χρὴ
οἴκω̨ ἐν ἀλλοτρίω̨ γοόωντά τε μυρόμενόν τε
ἡ̃σθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί:
μή τίς μοι δμω̨ω̃ν νεμεσήσεται ἠὲ σύ γ' αὐτή,
φη̨̃ δὲ δάκρυ πλώειν βεβαρηότα με φρένας οἴνω̨."

   τὸν δ' ἠμείβετ' ἔπειτα περίφρων Πηνελόπεια:
"ξει̃ν', ἠ̃ τοι μὲν ἐμὴν ἀρετὴν εἰ̃δός τε δέμας τε
ὤλεσαν ἀθάνατοι, ὅτε 'Ίλιον εἰσανέβαινον
'Αργει̃οι, μετὰ τοι̃σι δ' ἐμὸς πόσις ἠ̨̃εν 'Οδυσσεύσ.
εἰ κει̃νός γ' ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
μει̃ζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτω.
νυ̃ν δ' ἄχομαι: τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
Δουλιχίω̨ τε Σάμη̨ τε καὶ ὑλήεντι Ζακύνθω̨,
οἵ τ' αὐτὴν 'Ιθάκην εὐδείελον ἀμφινέμονται,
οἵ μ' ἀεκαζομένην μνω̃νται, τρύχουσι δὲ οἰ̃κον.
τω̃ οὔτε ξείνων ἐμπάζομαι οὔθ' ἱκετάων
οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν:
ἀλλ' 'Οδυση̃ ποθέουσα φίλον κατατήκομαι ἠ̃τορ.
οἱ δὲ γάμον σπεύδουσιν: ἐγὼ δὲ δόλους τολυπεύω.
φα̃ρος μέν μοι πρω̃τον ἐνέπνευσε φρεσὶ δαίμων
στησαμένη̨ μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὑφαίνειν,
λεπτὸν καὶ περίμετρον: ἄφαρ δ' αὐτοι̃ς μετέειπον:
"κου̃ροι, ἐμοὶ μνηστη̃ρεσ, ἐπεὶ θάνε δι̃ος 'Οδυσσεύσ,
μίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φα̃ρος
ἐκτελέσω, μή μοι μεταμώνια νήματ' ὄληται,
Λαέρτη̨ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
μοι̃ρ' ὀλοὴ καθέλη̨σι τανηλεγέος θανάτοιο:
μή τίς μοι κατὰ δη̃μον 'Αχαιϊάδων νεμεσήση̨,
αἴ κεν ἄτερ σπείρου κει̃ται πολλὰ κτεατίσσασ."
ὣς ἐφάμην, τοι̃σιν δ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
νύκτας δ' ἀλλύεσκον, ἐπὴν δαΐδας παραθείμην.
ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον 'Αχαιούσ:
ἀλλ' ὅτε τέτρατον ἠ̃λθεν ἔτος καὶ ἐπήλυθον ὡ̃ραι,
[μηνω̃ν φθινόντων, περὶ δ' ἤματα πόλλ' ἐτελέσθη,]
καὶ τότε δή με διὰ δμω̨άσ, κύνας οὐκ ἀλεγούσασ,
εἱ̃λον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
ὣς τὸ μὲν ἐξετέλεσσα καὶ οὐκ ἐθέλουσ', ὑπ' ἀνάγκησ:
νυ̃ν δ' οὔτ' ἐκφυγέειν δύναμαι γάμον οὔτε τιν' ἄλλην
μη̃τιν ἔθ' εὑρίσκω: μάλα δ' ὀτρύνουσι τοκη̃ες
γήμασθ', ἀσχαλάα̨ δὲ πάϊς βίοτον κατεδόντων,
γινώσκων: ἤδη γὰρ ἀνὴρ οἱ̃ός τε μάλιστα
οἴκου κήδεσθαι, τω̨̃ τε Ζεὺς ὄλβον ὀπάζει.
ἀλλὰ καὶ ὡ̃ς μοι εἰπὲ τεὸν γένοσ, ὁππόθεν ἐσσί:
οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδ' ἀπὸ πέτρησ."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ὠ̃ γύναι αἰδοίη Λαερτιάδεω 'Οδυση̃οσ,
οὐκέτ' ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
ἀλλ' ἔκ τοι ἐρέω. ἠ̃ μέν μ' ἀχέεσσί γε δώσεις
πλείοσιν ἢ ἔχομαι: ἡ γὰρ δίκη, ὁππότε πάτρης
ἡ̃ς ἀπέη̨σιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νυ̃ν,
πολλὰ βροτω̃ν ἐπὶ ἄστε' ἀλώμενοσ, ἄλγεα πάσχων.
ἀλλὰ καὶ ὡ̃ς ἐρέω ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλα̨̃σ.
Κρήτη τις γαι̃' ἔστι μέσω̨ ἐνὶ οἴνοπι πόντω̨,
καλὴ καὶ πίειρα, περίρρυτοσ: ἐν δ' ἄνθρωποι
πολλοὶ ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληεσ: _
ἄλλη δ' ἄλλων γλω̃σσα μεμιγμένη: ἐν μὲν 'Αχαιοί,
ἐν δ' 'Ετεόκρητες μεγαλήτορεσ, ἐν δὲ Κύδωνες
Δωριέες τε τριχάϊκες δι̃οί τε Πελασγοί: _
τη̨̃σι δ' ἐνὶ Κνωσόσ, μεγάλη πόλισ, ἔνθα τε Μίνως
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστήσ,
πατρὸς ἐμοι̃ο πατήρ, μεγαθύμου Δευκαλίωνοσ.
Δευκαλίων δ' ἐμὲ τίκτε καὶ 'Ιδομενη̃α ἄνακτα:
ἀλλ' ὁ μὲν ἐν νήεσσι κορωνίσιν 'Ίλιον εἴσω
ὤ̨χεθ' ἅμ' 'Ατρεΐδη̨σιν: ἐμοὶ δ' ὄνομα κλυτὸν Αἴθων,
ὁπλότερος γενεη̨̃: ὁ δ' ἅμα πρότερος καὶ ἀρείων.
ἔνθ' 'Οδυση̃α ἐγὼν ἰδόμην καὶ ξείνια δω̃κα.
καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο
ἱέμενον Τροίηνδε, παραπλάγξασα Μαλειω̃ν:
στη̃σε δ' ἐν 'Αμνισω̨̃, ὅθι τε σπέος Εἰλειθυίησ,
ἐν λιμέσιν χαλεποι̃σι, μόγις δ' ὑπάλυξεν ἀέλλασ.
αὐτίκα δ' 'Ιδομενη̃α μετάλλα ἄστυδ' ἀνελθών:
ξει̃νον γάρ οἱ ἔφασκε φίλον τ' ἔμεν αἰδοι̃όν τε.
τω̨̃ δ' ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
οἰχομένω̨ σὺν νηυσὶ κορωνίσιν 'Ίλιον εἴσω.
τὸν μὲν ἐγὼ πρὸς δώματ' ἄγων ἐὺ̈ ἐξείνισσα,
ἐνδυκέως φιλέων, πολλω̃ν κατὰ οἰ̃κον ἐόντων:
καί οἱ τοι̃ς ἄλλοισ' ἑτάροισ', οἳ ἅμ' αὐτω̨̃ ἕποντο,
δημόθεν ἄλφιτα δω̃κα καὶ αἴθοπα οἰ̃νον ἀγείρας
καὶ βου̃ς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
ἔνθα δυώδεκα μὲν μένον ἤματα δι̃οι 'Αχαιοί:
εἴλει γὰρ βορέης ἄνεμος μέγας οὐδ' ἐπὶ γαίη̨
εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων:
τη̨̃ τρεισκαιδεκάτη̨ δ' ἄνεμος πέσε, τοὶ δ' ἀνάγοντο."

   ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοι̃α:
τη̃ς δ' ἄρ' ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώσ.
ὡς δὲ χιὼν κατατήκετ' ἐν ἀκροπόλοισιν ὄρεσσιν,
ἥν τ' εὐ̃ρος κατέτηξεν, ἐπὴν ζέφυρος καταχεύη̨,
τηκομένης δ' ἄρα τη̃ς ποταμοὶ πλήθουσι ῥέοντεσ:
ὣς τη̃ς τήκετο καλὰ παρήϊα δάκρυ χεούσησ,
κλαιούσης ἑὸν ἄνδρα, παρήμενον. αὐτὰρ 'Οδυσσεὺς
θυμω̨̃ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναι̃κα,
ὀφθαλμοὶ δ' ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
ἀτρέμας ἐν βλεφάροισι: δόλω̨ δ' ὅ γε δάκρυα κευ̃θεν.

   ἡ δ' ἐπεὶ οὐ̃ν τάρφθη πολυδακρύτοιο γόοιο,
ἐξαυ̃τίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε:

   "νυ̃ν μὲν δή σευ ξει̃νέ γ' ὀΐω πειρήσεσθαι,
εἰ ἐτεὸν δὴ κει̃θι σὺν ἀντιθέοισ' ἑτάροισι
ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεισ.
εἰπέ μοι, ὁπποι̃' ἄσσα περὶ χροὶ̈ εἵματα ἕστο,
αὐτός θ' οἱ̃ος ἔην, καὶ ἑταίρουσ, οἵ οἱ ἕποντο."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ὠ̃ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
εἰπει̃ν: ἤδη γὰρ τόδ' ἐεικοστὸν ἔτος ἐστίν,
ἐξ οὑ̃ κει̃θεν ἔβη καὶ ἐμη̃ς ἀπελήλυθε πάτρησ:
αὐτάρ τοι ἐρέω, ὥς μοι ἰνδάλλεται ἠ̃τορ.
χλαι̃ναν πορφυρέην οὔλην ἔχε δι̃ος 'Οδυσσεύσ,
διπλη̃ν: ἐν δ' ἄρα οἱ περόνη χρυσοι̃ο τέτυκτο
αὐλοι̃σιν διδύμοισι: πάροιθε δὲ δαίδαλον ἠ̃εν:
ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
ἀσπαίροντα λάων: τὸ δὲ θαυμάζεσκον ἅπαντεσ,
ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,
αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
τὸν δὲ χιτω̃ν' ἐνόησα περὶ χροὶ̈ σιγαλόεντα,
οἱ̃όν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο:
τὼς μὲν ἔην μαλακόσ, λαμπρὸς δ' ἠ̃ν ἠέλιος ὥσ.
ἠ̃ μὲν πολλαί γ' αὐτὸν ἐθηήσαντο γυναι̃κεσ.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο ση̨̃σιν:
οὐκ οἰ̃δ', ἢ τάδε ἕστο περὶ χροὶ̈ οἴκοθ' 'Οδυσσεύσ,
ἠ̃ τις ἑταίρων δω̃κε θοη̃ς ἐπὶ νηὸς ἰόντι
ἤ τίς που καὶ ξει̃νοσ, ἐπεὶ πολλοι̃σιν 'Οδυσσεὺς
ἔσκε φίλοσ: παυ̃ροι γὰρ 'Αχαιω̃ν ἠ̃σαν ὁμοι̃οι.
καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δω̃κα
καλὴν πορφυρέην καὶ τερμιόεντα χιτω̃να,
αἰδοίως δ' ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηόσ.
καὶ μέν οἱ κη̃ρυξ ὀλίγον προγενέστερος αὐτου̃
εἵπετο: καὶ τόν τοι μυθήσομαι, οἱ̃ος ἔην περ:
γυρὸς ἐν ὤμοισιν, μελανόχροοσ, οὐλοκάρηνοσ,
Εὐρυβάτης δ' ὄνομ' ἔσκε: τίεν δέ μιν ἔξοχον ἄλλων
ὡ̃ν ἑτάρων 'Οδυσεύσ, ὅτι οἱ φρεσὶν ἄρτια ἤ̨δη."

   ὣς φάτο, τη̨̃ δ' ἔτι μα̃λλον ὑφ' ἵμερον ὠ̃ρσε γόοιο
σήματ' ἀναγνούση̨, τά οἱ ἔμπεδα πέφραδ' 'Οδυσσεύσ.
ἡ δ' ἐπεὶ οὐ̃ν τάρφθη πολυδακρύτοιο γόοιο,
καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε:

   "νυ̃ν μὲν δή μοι, ξει̃νε, πάρος περ ἐὼν ἐλεεινόσ,
ἐν μεγάροισιν ἐμοι̃σι φίλος τ' ἔση̨ αἰδοι̃ός τε:
αὐτὴ γὰρ τάδε εἵματ' ἐγὼ πόρον, οἱ̃' ἀγορεύεισ,
πτύξασ' ἐκ θαλάμου, περόνην τ' ἐπέθηκα φαεινὴν
κείνω̨ ἄγαλμ' ἔμεναι. τὸν δ' οὐχ ὑποδέξομαι αὐ̃τις
οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαι̃αν.
τω̃ ῥα κακη̨̃ αἴση̨ κοίλης ἐπὶ νηὸς 'Οδυσσεὺς
ὤ̨χετ' ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ὠ̃ γύναι αἰδοίη Λαερτιάδεω 'Οδυση̃οσ,
μηκέτι νυ̃ν χρόα καλὸν ἐναίρεο μηδέ τι θυμὸν
τη̃κε πόσιν γοόωσα. νεμεσσω̃μαί γε μὲν οὐδέν:
καὶ γάρ τίς τ' ἀλλοι̃ον ὀδύρεται ἄνδρ' ὀλέσασα
κουρίδιον, τω̨̃ τέκνα τέκη̨ φιλότητι μιγει̃σα,
ἢ 'Οδυση̃', ὅν φασι θεοι̃σ' ἐναλίγκιον εἰ̃ναι.
ἀλλὰ γόου μὲν παυ̃σαι, ἐμει̃ο δὲ σύνθεο μυ̃θον:
νημερτέως γάρ τοι μυθήσομαι οὐδ' ἐπικεύσω,
ὡς ἤδη 'Οδυση̃ος ἐγὼ περὶ νόστου ἄκουσα
ἀγχου̃, Θεσπρωτω̃ν ἀνδρω̃ν ἐν πίονι δήμω̨,
ζωου̃: αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλά,
αἰτίζων ἀνὰ δη̃μον. ἀτὰρ ἐρίηρας ἑταίρους
ὤλεσε καὶ νη̃α γλαφυρὴν ἐνὶ οἴνοπι πόντω̨,
Θρινακίης ἄπο νήσου ἰών: ὀδύσαντο γὰρ αὐτω̨̃
Ζεύς τε καὶ 'Ηέλιοσ: του̃ γὰρ βόας ἔκταν ἑται̃ροι.
οἱ μὲν πάντες ὄλοντο πολυκλύστω̨ ἐνὶ πόντω̨:
τὸν δ' ἄρ' ἐπὶ τρόπιος νηὸς βάλε κυ̃μ' ἐπὶ χέρσου,
Φαιήκων ἐς γαι̃αν, οἳ ἀγχίθεοι γεγάασιν:
οἳ δή μιν περὶ κη̃ρι θεὸν ὣς τιμήσαντο
καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ
οἴκαδ' ἀπήμαντον. καί κεν πάλαι ἐνθάδ' 'Οδυσσεὺς
ἤην: ἀλλ' ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμω̨̃,
χρήματ' ἀγυρτάζειν πολλὴν ἐπὶ γαι̃αν ἰόντι:
ὣς περὶ κέρδεα πολλὰ καταθνητω̃ν ἀνθρώπων
οἰ̃δ' 'Οδυσεύσ, οὐδ' ἄν τις ἐρίσσειε βροτὸς ἄλλοσ.
ὥς μοι Θεσπρωτω̃ν βασιλεὺς μυθήσατο Φείδων:
ὤμνυε δὲ πρὸς ἔμ' αὐτόν, ἀποσπένδων ἐνὶ οἴκω̨,
νη̃α κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρουσ,
οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαι̃αν.
ἀλλ' ἐμὲ πρὶν ἀπέπεμψε: τύχησε γὰρ ἐρχομένη νηυ̃ς
ἀνδρω̃ν Θεσπρωτω̃ν ἐς Δουλίχιον πολύπυρον.
καί μοι κτήματ' ἔδειξεν, ὅσα ξυναγείρατ' 'Οδυσσεύσ:
καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ' ἔτι βόσκοι:
τόσσα οἱ ἐν μεγάροις κειμήλια κει̃το ἄνακτοσ.
τὸν δ' ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοι̃ο
ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαι̃αν,
ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἠ̃ε κρυφηδόν.
ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
ἄγχι μάλ', οὐδ' ἔτι τη̃λε φίλων καὶ πατρίδος αἴης
δηρὸν ἀπεσσει̃ται: ἔμπης δέ τοι ὅρκια δώσω.
ἴστω νυ̃ν Ζεὺς πρω̃τα, θεω̃ν ὕπατος καὶ ἄριστοσ,
ἱστίη τ' 'Οδυση̃ος ἀμύμονοσ, ἣν ἀφικάνω:
ἠ̃ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
του̃δ' αὐτου̃ λυκάβαντος ἐλεύσεται ἐνθάδ' 'Οδυσσεύσ,
του̃ μὲν φθίνοντος μηνόσ, του̃ δ' ἱσταμένοιο."

   τὸν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"αἲ γὰρ του̃το, ξει̃νε, ἔπος τετελεσμένον εἴη:
τω̃ κε τάχα γνοίης φιλότητά τε πολλά τε δω̃ρα
ἐξ ἐμευ̃, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
ἀλλά μοι ὡ̃δ' ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ:
οὔτ' 'Οδυσεὺς ἔτι οἰ̃κον ἐλεύσεται, οὔτε σὺ πομπη̃ς
τεύξη̨, ἐπεὶ οὐ τοι̃οι σημάντορές εἰσ' ἐνὶ οἴκω̨,
οἱ̃ος 'Οδυσσεὺς ἔσκε μετ' ἀνδράσιν, εἴ ποτ' ἔην γε,
ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.
ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δ' εὐνήν,
δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
ὥς κ' εὐ̃ θαλπιόων χρυσόθρονον 'Ηω̃ ἵκηται.
ἠω̃θεν δὲ μάλ' ἠ̃ρι λοέσσαι τε χρι̃σαί τε,
ὥς κ' ἔνδον παρὰ Τηλεμάχω̨ δείπνοιο μέδηται
ἥμενος ἐν μεγάρω̨. τω̨̃ δ' ἄλγιον, ὅς κεν ἐκείνων
του̃τον ἀνιάζη̨ θυμοφθόροσ: οὐδέ τι ἔργον
ἐνθάδ' ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνω̃σ.
πω̃ς γὰρ ἐμευ̃ σύ, ξει̃νε, δαήσεαι, εἴ τι γυναικω̃ν
ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μη̃τιν,
εἴ κεν ἀϋσταλέοσ, κακὰ εἱμένος ἐν μεγάροισι
δαινύη̨; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
ὃς μὲν ἀπηνὴς αὐτὸς ἔη̨ καὶ ἀπηνέα εἰδη̨̃,
τω̨̃ δὲ καταρω̃νται πάντες βροτοὶ ἄλγε' ὀπίσσω
ζωω̨̃, ἀτὰρ τεθνεω̃τί γ' ἐφεψιόωνται ἅπαντεσ:
ὃς δ' ἂν ἀμύμων αὐτὸς ἔη̨ καὶ ἀμύμονα εἰδη̨̃,
του̃ μέν τε κλέος εὐρὺ διὰ ξει̃νοι φορέουσι
πάντας ἐπ' ἀνθρώπουσ, πολλοί τέ μιν ἐσθλὸν ἔειπον."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ὠ̃ γύναι αἰδοίη Λαερτιάδεω 'Οδυση̃οσ,
ἠ̃ τοι ἐμοὶ χλαι̃ναι καὶ ῥήγεα σιγαλόεντα
ἤχθεθ', ὅτε πρω̃τον Κρήτης ὄρεα νιφόεντα
νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο:
κείω δ' ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον.
πολλὰς γὰρ δὴ νύκτας ἀεικελίω̨ ἐνὶ κοίτη̨
ἄεσα καί τ' ἀνέμεινα ἐΰθρονον 'Ηω̃ δι̃αν.
οὐδέ τί μοι ποδάνιπτρα ποδω̃ν ἐπιήρανα θυμω̨̃
γίνεται: οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
τάων, αἵ τοι δω̃μα κάτα δρήστειραι ἔασιν,
εἰ μή τις γρηυ̃ς ἐστι παλαιή, κεδνὰ ἰδυι̃α,
ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τ' ἐγώ περ:
τη̨̃ δ' οὐκ ἂν φθονέοιμι ποδω̃ν ἅψασθαι ἐμει̃ο."

   τὸν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"ξει̃νε φίλ': οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὡ̃δε
ξείνων τηλεδαπω̃ν φιλίων ἐμὸν ἵκετο δω̃μα,
ὡς σὺ μάλ' εὐφραδέως πεπνυμένα πάντ' ἀγορεύεισ:
ἔστι δέ μοι γρηὺ̈ς πυκινὰ φρεσὶ μήδε' ἔχουσα,
ἣ κει̃νον δύστηνον ἐὺ̈ τρέφεν ἠδ' ἀτίταλλε
δεξαμένη χείρεσσ', ὅτε μιν πρω̃τον τέκε μήτηρ:
ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπησ.
ἀλλ' ἄγε νυ̃ν ἀνστα̃σα, περίφρων Εὐρύκλεια,
νίψον σοι̃ο ἄνακτος ὁμήλικα: καί που 'Οδυσσεὺς
ἤδη τοιόσδ' ἐστὶ πόδας τοιόσδε τε χει̃ρασ:
αἰ̃ψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν."

   ὣς ἄρ' ἔφη, γρηὺ̈ς δὲ κατέσχετο χερσὶ πρόσωπα,
δάκρυα δ' ἔκβαλε θερμά, ἔπος δ' ὀλοφυδνὸν ἔειπεν:

   "ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανοσ: ἠ̃ σε περὶ Ζεὺς
ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
οὐ γάρ πώ τις τόσσα βροτω̃ν Διὶ τερπικεραύνω̨
πίονα μηρί' ἔκη' οὐδ' ἐξαίτους ἑκατόμβασ,
ὅσσα σὺ τω̨̃ ἐδίδους ἀρώμενοσ, εἱ̃ος ἵκοιο
γη̃ράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν:
νυ̃ν δέ τοι οἴω̨ πάμπαν ἀφείλετο νόστιμον ἠ̃μαρ.
οὕτω που καὶ κείνω̨ ἐφεψιόωντο γυναι̃κες
ξείνων τηλεδαπω̃ν, ὅτε τευ κλυτὰ δώμαθ' ἵκοιτο,
ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,
τάων νυ̃ν λώβην τε καὶ αἴσχεα πόλλ' ἀλεείνων
οὐκ ἐάα̨ς νίζειν: ἐμὲ δ' οὐκ ἀέκουσαν ἄνωγε
κούρη 'Ικαρίοιο, περίφρων Πηνελόπεια.
τω̃ σε πόδας νίψω ἅμα τ' αὐτη̃ς Πηνελοπείης
καὶ σέθεν εἵνεκ', ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
κήδεσιν. ἀλλ' ἄγε νυ̃ν ξυνίει ἔποσ, ὅττι κεν εἴπω:
πολλοὶ δὴ ξει̃νοι ταλαπείριοι ἐνθάδ' ἵκοντο,
ἀλλ' οὔ πώ τινά φημι ἐοικότα ὡ̃δε ἰδέσθαι
ὡς σὺ δέμας φωνήν τε πόδας τ' 'Οδυση̃ϊ ἔοικασ."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ὠ̃ γρηυ̃, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοι̃σιν
ἡμέας ἀμφοτέρουσ, μάλα εἰκέλω ἀλλήλοιϊν
ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσ' ἀγορεύεισ."

   ὣς ἄρ' ἔφη, γρηὺ̈ς δὲ λέβηθ' ἕλε παμφανόωντα,
τω̨̃ πόδας ἐξαπένιζεν, ὕδωρ δ' ἐνεχεύατο πολλόν,
ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ 'Οδυσσεὺς
ἱ̃ζεν ἀπ' ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετ' αἰ̃ψα:
αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβου̃σα
οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
νίζε δ' ἄρ' ἄσσον ἰου̃σα ἄναχθ' ἑόν: αὐτίκα δ' ἔγνω
οὐλήν, τήν ποτέ μιν συ̃ς ἤλασε λευκω̨̃ ὀδόντι
Παρνησόνδ' ἐλθόντα μετ' Αὐτόλυκόν τε καὶ υἱ̃ασ,
μητρὸς ἑη̃ς πατέρ' ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο
κλεπτοσύνη̨ θ' ὅρκω̨ τε: θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
'Ερμείασ: τω̨̃ γὰρ κεχαρισμένα μηρία και̃εν
ἀρνω̃ν ἠδ' ἐρίφων: ὁ δέ οἱ πρόφρων ἅμ' ὀπήδει.
Αὐτόλυκος δ' ἐλθὼν 'Ιθάκης ἐς πίονα δη̃μον
παι̃δα νέον γεγαω̃τα κιχήσατο θυγατέρος ἡ̃σ:
τόν ῥά οἱ Εὐρύκλεια φίλοισ' ἐπὶ γούνασι θη̃κε
παυομένω̨ δόρποιο, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

   "Αὐτόλυκ', αὐτὸς νυ̃ν ὄνομ' εὕρεο, ὅττι κε θει̃ο
παιδὸς παιδὶ φίλω̨: πολυάρητος δέ τοί ἐστι."

   τὴν δ' αὐ̃τ' Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε:
"γαμβρὸς ἐμὸς θύγατέρ τε, τίθεσθ' ὄνομ', ὅττι κεν εἴπω:
πολλοι̃σιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδ' ἱκάνω,
ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα βωτιάνειραν:
τω̨̃ δ' 'Οδυσεὺς ὄνομ' ἔστω ἐπώνυμον. αὐτὰρ ἐγώ γε,
ὁππότ' ἂν ἡβήσας μητρώϊον ἐς μέγα δω̃μα
ἔλθη̨ Παρνησόνδ', ὅθι πού μοι κτήματ' ἔασι,
τω̃ν οἱ ἐγὼ δώσω καί μιν χαίροντ' ἀποπέμψω."

   τω̃ν ἕνεκ' ἠ̃λθ' 'Οδυσεύσ, ἵνα οἱ πόροι ἀγλαὰ δω̃ρα.
τὸν μὲν ἄρ' Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
χερσίν τ' ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι:
μήτηρ δ' 'Αμφιθέη μητρὸς περιφυ̃σ' 'Οδυση̃ϊ
κύσσ' ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
Αὐτόλυκος δ' υἱοι̃σιν ἐκέκλετο κυδαλίμοισι
δει̃πνον ἐφοπλίσσαι: τοὶ δ' ὀτρύνοντος ἄκουσαν.
αὐτίκα δ' εἰσάγαγον βου̃ν ἄρσενα πενταέτηρον:
τὸν δέρον ἀμφί θ' ἕπον καί μιν διέχευαν ἅπαντα
μίστυλλόν τ' ἄρ' ἐπισταμένως πει̃ράν τ' ὀβελοι̃σιν
ὤπτησάν τε περιφραδέως δάσσαντό τε μοίρασ.
ὣς τότε μὲν πρόπαν ἠ̃μαρ ἐς ἠέλιον καταδύντα
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσησ:
ἠ̃μος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἠ̃λθε,
δὴ τότε κοιμήσαντο καὶ ὕπνου δω̃ρον ἕλοντο.

   ἠ̃μος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος 'Ηώσ,
βάν ῥ' ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
υἱέες Αὐτολύκου: μετὰ τοι̃σι δὲ δι̃ος 'Οδυσσεὺς
ἤϊεν: αἰπὺ δ' ὄρος προσέβαν καταειμένον ὕλη̨
Παρνησου̃, τάχα δ' ἵκανον πτύχας ἠνεμοέσσασ.
'Ηέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
ἐξ ἀκαλαρρείταο βαθυρρόου 'Ωκεανοι̃ο,
οἱ δ' ἐς βη̃σσαν ἵκανον ἐπακτη̃ρεσ: πρὸ δ' ἄρ' αὐτω̃ν
ἴχνι' ἐρευνω̃ντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν
υἱέες Αὐτολύκου: μετὰ τοι̃σι δὲ δι̃ος 'Οδυσσεὺς
ἤϊεν ἄγχι κυνω̃ν, κραδάων δολιχόσκιον ἔγχοσ.
ἔνθα δ' ἄρ' ἐν λόχμη̨ πυκινη̨̃ κατέκειτο μέγας συ̃σ:
τὴν μὲν ἄρ' οὔτ' ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
οὔτε μιν ἠέλιος φαέθων ἀκτι̃σιν ἔβαλλεν,
οὔτ' ὄμβρος περάασκε διαμπερέσ: ὣς ἄρα πυκνὴ
ἠ̃εν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
τὸν δ' ἀνδρω̃ν τε κυνω̃ν τε περὶ κτύπος ἠ̃λθε ποδοι̃ϊν,
ὡς ἐπάγοντες ἐπη̨̃σαν: ὁ δ' ἀντίος ἐκ ξυλόχοιο,
φρίξας εὐ̃ λοφιήν, πυ̃ρ δ' ὀφθαλμοι̃σι δεδορκώσ,
στη̃ ῥ' αὐτω̃ν σχεδόθεν. ὁ δ' ἄρα πρώτιστος 'Οδυσσεὺς
ἔσσυτ' ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείη̨,
οὐτάμεναι μεμαώσ: ὁ δέ μιν φθάμενος ἔλασεν συ̃ς
γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
λικριφὶς ἀΐξασ, οὐδ' ὀστέον ἵκετο φωτόσ.
τὸν δ' 'Οδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὠ̃μον,
ἀντικρὺ δὲ διη̃λθε φαεινου̃ δουρὸς ἀκωκή:
κὰδ δ' ἔπεσ' ἐν κονίη̨σι μακών, ἀπὸ δ' ἔπτατο θυμόσ.
τὸν μὲν ἄρ' Αὐτολύκου παι̃δες φίλοι ἀμφεπένοντο,
ὠτειλὴν δ' 'Οδυση̃ος ἀμύμονος ἀντιθέοιο
δη̃σαν ἐπισταμένωσ, ἐπαοιδη̨̃ δ' αἱ̃μα κελαινὸν
ἔσχεθον, αἰ̃ψα δ' ἵκοντο φίλου πρὸς δώματα πατρόσ.
τὸν μὲν ἄρ' Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
εὐ̃ ἰησάμενοι ἠδ' ἀγλαὰ δω̃ρα πορόντες
καρπαλίμως χαίροντα φίλως χαίροντες ἔπεμπον
εἰς 'Ιθάκην. τω̨̃ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
χαι̃ρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
οὐλὴν ὅττι πάθοι: ὁ δ' ἄρα σφίσιν εὐ̃ κατέλεξεν,
ὥς μιν θηρεύοντ' ἔλασεν συ̃ς λευκω̨̃ ὀδόντι
Παρνησόνδ' ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.

   τὴν γρηὺ̈ς χείρεσσι καταπρηνέσσι λαβου̃σα
γνω̃ ῥ' ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι:
ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκόσ,
ἂψ δ' ἑτέρωσ' ἐκλίθη: τὸ δ' ἐπὶ χθονὸς ἐξέχυθ' ὕδωρ.
τὴν δ' ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
δακρυόφιν πλη̃σθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
ἁψαμένη δὲ γενείου 'Οδυσση̃α προσέειπεν:

   "ἠ̃ μάλ' 'Οδυσσεύς ἐσσι, φίλον τέκοσ: οὐδέ σ' ἐγώ γε
πρὶν ἔγνων, πρὶν πάντα ἄνακτ' ἐμὸν ἀμφαφάασθαι."

   ἠ̃, καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοι̃σι,
πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
ἡ δ' οὔτ' ἀθρη̃σαι δύνατ' ἀντίη οὔτε νοη̃σαι:
τη̨̃ γὰρ 'Αθηναίη νόον ἔτραπεν. αὐτὰρ 'Οδυσσεὺς
χείρ' ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερη̃φι,
τη̨̃ δ' ἑτέρη̨ ἕθεν ἄσσον ἐρύσσατο φώνησέν τε:

   "μαι̃α, τίη μ' ἐθέλεις ὀλέσαι; σὺ δέ μ' ἔτρεφες αὐτὴ
τω̨̃ σω̨̃ ἐπὶ μαζω̨̃: νυ̃ν δ' ἄλγεα πολλὰ μογήσας
ἤλυθον εἰκοστω̨̃ ἔτεϊ ἐς πατρίδα γαι̃αν.
ἀλλ' ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμω̨̃,
σίγα, μή τίς τ' ἄλλος ἐνὶ μεγάροισι πύθηται.
ὡ̃δε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται:
εἴ χ' ὑπ' ἐμοί γε θεὸς δαμάση̨ μνηστη̃ρας ἀγαυούσ,
οὐδὲ τροφου̃ οὔσης σευ̃ ἀφέξομαι, ὁππότ' ἂν ἄλλας
δμω̨ὰς ἐν μεγάροισιν ἐμοι̃ς κτείνωμι γυναι̃κασ."

   τὸν δ' αὐ̃τε προσέειπε περίφρων Εὐρύκλεια:
"τέκνον ἐμόν, ποι̃όν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
οἰ̃σθα μέν, οἱ̃ον ἐμὸν μένος ἔμπεδον οὐδ' ἐπιεικτόν:
ἕξω δ' ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηροσ.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο ση̨̃σιν:
εἴ χ' ὑπὸ σοί γε θεὸς δαμάση̨ μνηστη̃ρας ἀγαυούσ,
δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναι̃κασ,
αἵ τέ σ' ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"μαι̃α, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή:
εὐ̃ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομ' ἑκάστην.
ἀλλ' ἔχε σιγη̨̃ μυ̃θον, ἐπίτρεψον δὲ θεοι̃σιν."

   ὣς ἄρ' ἔφη, γρηὺ̈ς δὲ διὲκ μεγάροιο βεβήκει
οἰσομένη ποδάνιπτρα: τὰ γὰρ πρότερ' ἔκχυτο πάντα.
αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπ' ἐλαίω̨,
αὐ̃τις ἄρ' ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον 'Οδυσσεὺς
θερσόμενοσ, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.

   τοι̃σι δὲ μύθων ἠ̃ρχε περίφρων Πηνελόπεια:
"ξει̃νε, τὸ μέν σ' ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή:
καὶ γὰρ δὴ κοίτοιο τάχ' ἔσσεται ἡδέος ὥρη,
ὅν τινά γ' ὕπνος ἕλη̨ γλυκερὸς καὶ κηδόμενόν περ.
αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων:
ἤματα μὲν γὰρ τέρπομ' ὀδυρομένη γοόωσα,
ἔς τ' ἐμὰ ἔργ' ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκω̨:
αὐτὰρ ἐπὴν νὺξ ἔλθη̨, ἕλη̨σί τε κοι̃τος ἅπαντασ,
κει̃μαι ἐνὶ λέκτρω̨, πυκιναὶ δέ μοι ἀμφ' ἁδινὸν κη̃ρ
ὀξει̃αι μελεδω̃ναι ὀδυρομένην ἐρέθουσιν.
ὡς δ' ὅτε Πανδαρέου κούρη, χλωρηὶ̈ς ἀηδών,
καλὸν ἀείδη̨σιν ἔαρος νέον ἱσταμένοιο,
δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοι̃σιν,
ἥ τε θαμὰ τρωπω̃σα χέει πολυδευκέα φωνήν,
παι̃δ' ὀλοφυρομένη 'Ίτυλον φίλον, ὅν ποτε χαλκω̨̃
κτει̃νε δι' ἀφραδίασ, κου̃ρον Ζήθοιο ἄνακτοσ:
ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,
κτη̃σιν ἐμήν, δμω̨άς τε καὶ ὑψερεφὲς μέγα δω̃μα,
εὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε φη̃μιν,
ἠ̃ ἤδη ἅμ' ἕπωμαι, 'Αχαιω̃ν ὅς τις ἄριστος
μνα̃ται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
παι̃ς δ' ἐμὸς εἱ̃ος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,
γήμασθ' οὔ μ' εἴα πόσιος κατὰ δω̃μα λιπου̃σαν:
νυ̃ν δ' ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
καὶ δή μ' ἀρα̃ται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν 'Αχαιοί.
ἀλλ' ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
χη̃νές μοι κατὰ οἰ̃κον ἐείκοσι πυρὸν ἔδουσιν
ἐξ ὕδατοσ, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα:
ἐλθὼν δ' ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχήλης
πα̃σι κατ' αὐχένας ἠ̃ξε καὶ ἔκτανεν: οἱ δ' ἐκέχυντο
ἁθρόοι ἐν μεγάροισ', ὁ δ' ἐς αἰθέρα δι̃αν ἀέρθη.
αὐτὰρ ἐγὼ κλαι̃ον καὶ ἐκώκυον ἔν περ ὀνείρω̨,
ἀμφὶ δέ μ' ἠγερέθοντο ἐϋπλοκαμι̃δες 'Αχαιαί,
οἴκτρ' ὀλοφυρομένην, ὅ μοι αἰετὸς ἔκτανε χη̃νασ.
ἂψ δ' ἐλθὼν κατ' ἄρ' ἕζετ' ἐπὶ προὔχοντι μελάθρω̨,
φωνη̨̃ δὲ βροτέη̨ κατερήτυε φώνησέν τε:
"θάρσει, 'Ικαρίου κούρη τηλεκλειτοι̃ο:
οὐκ ὄναρ, ἀλλ' ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
χη̃νες μὲν μνηστη̃ρεσ, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
ἠ̃α πάροσ, νυ̃ν αὐ̃τε τεὸς πόσις εἰλήλουθα,
ὃς πα̃σι μνηστη̃ρσιν ἀεικέα πότμον ἐφήσω."
ὣς ἔφατ', αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνη̃κε:
παπτήνασα δὲ χη̃νας ἐνὶ μεγάροισ' ἐνόησα
πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἡ̃χι πάρος περ."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ὠ̃ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
ἄλλη̨ ἀποκλίναντ', ἐπεὶ ἠ̃ ῥά τοι αὐτὸς 'Οδυσσεὺς
πέφραδ', ὅπως τελέει: μνηστη̃ρσι δὲ φαίνετ' ὄλεθρος
πα̃σι μάλ', οὐδέ κέ τις θάνατον καὶ κη̃ρας ἀλύξει."

   τὸν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"ξει̃ν', ἠ̃ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
γίνοντ', οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
δοιαὶ γάρ τε πύλαι ἀμενηνω̃ν εἰσὶν ὀνείρων:
αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ' ἐλέφαντι.
τω̃ν οἳ μέν κ' ἔλθωσι διὰ πριστου̃ ἐλέφαντοσ,
οἵ ῥ' ἐλεφαίρονται, ἔπε' ἀκράαντα φέροντεσ:
οἳ δὲ διὰ ξεστω̃ν κεράων ἔλθωσι θύραζε,
οἵ ῥ' ἔτυμα κραίνουσι, βροτω̃ν ὅτε κέν τις ἴδηται.
ἀλλ' ἐμοὶ οὐκ ἐντευ̃θεν ὀΐομαι αἰνὸν ὄνειρον
ἐλθέμεν: ἠ̃ κ' ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο ση̨̃σιν:
ἥδε δὴ ἠὼς εἰ̃σι δυσώνυμοσ, ἥ μ' 'Οδυση̃ος
οἴκου ἀποσχήσει: νυ̃ν γὰρ καταθήσω ἄεθλον,
τοὺς πελέκεασ, τοὺς κει̃νος ἐνὶ μεγάροισιν ἑοι̃σιν
ἵστασχ' ἑξείησ, δρυόχους ὥσ, δώδεκα πάντασ:
στὰς δ' ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
νυ̃ν δὲ μνηστήρεσσιν ἄεθλον του̃τον ἐφήσω:
ὃς δέ κε ῥηΐτατ' ἐντανύση̨ βιὸν ἐν παλάμη̨σι
καὶ διοϊστεύση̨ πελέκεων δυοκαίδεκα πάντων,
τω̨̃ κεν ἅμ' ἑσποίμην, νοσφισσαμένη τόδε δω̃μα
κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
του̃ ποτε μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρω̨."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ὠ̃ γύναι αἰδοίη Λαερτιάδεω 'Οδυση̃οσ,
μηκέτι νυ̃ν ἀνάβαλλε δόμοισ' ἔνι του̃τον ἄεθλον:
πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδ' 'Οδυσσεύσ,
πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
νευρήν τ' ἐντανύσαι διοϊστευ̃σαί τε σιδήρου."

   τὸν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"εἴ κ' ἐθέλοις μοι, ξει̃νε, παρήμενος ἐν μεγάροισι
τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
ἀλλ' οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰὲν
ἀνθρώπουσ: ἐπὶ γάρ τοι ἑκάστω̨ μοι̃ραν ἔθηκαν
ἀθάνατοι θνητοι̃σιν ἐπὶ ζείδωρον ἄρουραν.
ἀλλ' ἠ̃ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβα̃σα
λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
αἰεὶ δάκρυσ' ἐμοι̃σι πεφυρμένη, ἐξ οὑ̃ 'Οδυσσεὺς
ὤ̨χετ' ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
ἔνθα κε λεξαίμην: σὺ δὲ λέξεο τω̨̃δ' ἐνὶ οἴκω̨,
ἢ χαμάδις στορέσασ, ἤ τοι κατὰ δέμνια θέντων."

   ὣς εἰπου̃σ' ἀνέβαιν' ὑπερώϊα σιγαλόεντα,
οὐκ οἴη, ἅμα τη̨̃ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
ἐς δ' ὑπερω̨̃' ἀναβα̃σα σὺν ἀμφιπόλοισι γυναιξὶ
κλαι̃εν ἔπειτ' 'Οδυση̃α φίλον πόσιν, ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκω̃πις 'Αθήνη.