ΟΔΥΣΣΕΙΑΣ Υ

Αὐτὰρ ὁ ἐν προδόμω̨ εὐνάζετο δι̃ος 'Οδυσσεύσ:
κὰμ μὲν ἀδέψητον βοέην στόρεσ', αὐτὰρ ὕπερθεν
κώεα πόλλ' ὀΐων, τοὺς ἱρεύεσκον 'Αχαιοί:
Εὐρυνόμη δ' ἄρ' ἐπὶ χλαι̃ναν βάλε κοιμηθέντι.
ἔνθ' 'Οδυσεὺς μνηστη̃ρσι κακὰ φρονέων ἐνὶ θυμω̨̃
κει̃τ' ἐγρηγορόων: ταὶ δ' ἐκ μεγάροιο γυναι̃κες
ἤϊσαν, αἳ μνηστη̃ρσιν ἐμισγέσκοντο πάρος περ,
ἀλλήλη̨σι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.
του̃ δ' ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι:
πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστη̨,
ἠ̃ ἔτ' ἐω̨̃ μνηστη̃ρσιν ὑπερφιάλοισι μιγη̃ναι
ὕστατα καὶ πύματα: κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
ὡς δὲ κύων ἀμαλη̨̃σι περὶ σκυλάκεσσι βεβω̃σα
ἄνδρ' ἀγνοιήσασ' ὑλάει μέμονέν τε μάχεσθαι,
ὥς ῥα του̃ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα.
στη̃θος δὲ πλήξας κραδίην ἠνίπαπε μύθω̨:

   "τέτλαθι δή, κραδίη: καὶ κύντερον ἄλλο ποτ' ἔτλησ,
ἤματι τω̨̃, ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
ἰφθίμους ἑτάρουσ: σὺ δ' ἐτόλμασ, ὄφρα σε μη̃τις
ἐξάγαγ' ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι."

   ὣς ἔφατ', ἐν στήθεσσι καθαπτόμενος φίλον ἠ̃τορ:
τω̨̃ δὲ μάλ' ἐν πείση̨ κραδίη μένε τετληυι̃α
νωλεμέωσ: ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.
ὡς δ' ὅτε γαστέρ' ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,
ἐμπλείην κνίσης τε καὶ αἵματοσ, ἔνθα καὶ ἔνθα
αἰόλλη̨, μάλα δ' ὠ̃κα λιλαίεται ὀπτηθη̃ναι,
ὣς ἄρ' ὅ γ' ἔνθα καὶ ἔνθα ἑλίσσετο μερμηρίζων,
ὅππως δὴ μνηστη̃ρσιν ἀναιδέσι χει̃ρας ἐφήσει,
μου̃νος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἠ̃λθεν 'Αθήνη
οὐρανόθεν καταβα̃σα, δέμας δ' ἤϊκτο γυναικί:
στη̃ δ' ἄρ' ὑπὲρ κεφαλη̃ς καί μιν πρὸς μυ̃θον ἔειπε:

   "τίπτ' αὐ̃τ' ἐγρήσσεισ, πάντων περὶ κάμμορε φωτω̃ν;
οἰ̃κος μέν τοι ὅδ' ἐστί, γυνὴ δέ τοι ἥδ' ἐνὶ οἴκω̨
καὶ πάϊσ, οἱ̃όν πού τις ἐέλδεται ἔμμεναι υἱ̃α."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ναὶ δὴ ταυ̃τά γε πάντα, θεά, κατὰ μοι̃ραν ἔειπεσ:
ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
ὅππως δὴ μνηστη̃ρσιν ἀναιδέσι χει̃ρας ἐφήσω,
μου̃νος ἐών: οἱ δ' αἰὲν ἀολλέες ἔνδον ἔασι.
πρὸς δ' ἔτι καὶ τόδε μει̃ζον ἐνὶ φρεσὶ μερμηρίζω:
εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,
πη̨̃ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα."

   τὸν δ' αὐ̃τε προσέειπε θεὰ γλαυκω̃πις 'Αθήνη:
"σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθ' ἑταίρω̨,
ὅς περ θνητός τ' ἐστὶ καὶ οὐ τόσα μήδεα οἰ̃δεν:
αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω
ἐν πάντεσσι πόνοισ'. ἐρέω δέ τοι ἐξαναφανδόν:
εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
νω̃ϊ περισται̃εν, κτει̃ναι μεμαω̃τες 'Άρηϊ,
καί κεν τω̃ν ἐλάσαιο βόας καὶ ἴφια μη̃λα.
ἀλλ' ἑλέτω σε καὶ ὕπνοσ: ἀνίη καὶ τὸ φυλάσσειν
πάννυχον ἐγρήσσοντα, κακω̃ν δ' ὑποδύσεαι ἤδη."

   ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,
αὐτὴ δ' ἂψ ἐς 'Όλυμπον ἀπέστιχε δι̃α θεάων.
εὐ̃τε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμου̃,
λυσιμελήσ, ἄλοχος δ' ἄρ' ἐπέγρετο κεδνὰ ἰδυι̃α,
κλαι̃εν δ' ἐν λέκτροισι καθεζομένη μαλακοι̃σιν.
αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,
'Αρτέμιδι πρώτιστον ἐπεύξατο δι̃α γυναικω̃ν:

   "'Άρτεμι, πότνα θεά, θύγατερ Διόσ, αἴθε μοι ἤδη
ἰὸν ἐνὶ στήθεσσι βαλου̃σ' ἐκ θυμὸν ἕλοιο
αὐτίκα νυ̃ν, ἢ ἔπειτά μ' ἀναρπάξασα θύελλα
οἴχοιτο προφέρουσα κατ' ἠερόεντα κέλευθα,
ἐν προχοη̨̃ς δὲ βάλοι ἀψορρόου 'Ωκεανοι̃ο.
ὡς δ' ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι:
τη̨̃σι τοκη̃ας μὲν φθει̃σαν θεοί, αἱ δ' ἐλίποντο
ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δι̃' 'Αφροδίτη
τυρω̨̃ καὶ μέλιτι γλυκερω̨̃ καὶ ἡδέϊ οἴνω̨:
'Ήρη δ' αὐτη̨̃σιν περὶ πασέων δω̃κε γυναικω̃ν
εἰ̃δος καὶ πινυτήν, μη̃κος δ' ἔπορ' 'Άρτεμις ἁγνή,
ἔργα δ' 'Αθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
εὐ̃τ' 'Αφροδίτη δι̃α προσέστιχε μακρὸν 'Όλυμπον,
κούρη̨σ' αἰτήσουσα τέλος θαλεροι̃ο γάμοιο,
ἐς Δία τερπικέραυνον, _ὁ γάρ τ' ἐὺ̈ οἰ̃δεν ἅπαντα,
μοι̃ράν τ' ἀμμορίην τε καταθνητω̃ν ἀνθρώπων, _
τόφρα δὲ τὰς κούρας 'Άρπυιαι ἀνηρέψαντο
καί ῥ' ἔδοσαν στυγερη̨̃σιν 'Ερινύσιν ἀμφιπολεύειν:
ὣς ἔμ' ἀϊστώσειαν 'Ολύμπια δώματ' ἔχοντεσ,
ἠέ μ' ἐϋπλόκαμος βάλοι 'Άρτεμισ, ὄφρ' 'Οδυση̃α
ὀσσομένη καὶ γαι̃αν ὕπο στυγερὴν ἀφικοίμην,
μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις
ἤματα μὲν κλαίη̨, πυκινω̃ς ἀκαχήμενος ἠ̃τορ,
νύκτας δ' ὕπνος ἔχη̨σιν, _ὁ γάρ τ' ἐπέλησεν ἁπάντων,
ἐσθλω̃ν ἠδὲ κακω̃ν, ἐπεὶ ἂρ βλέφαρ' ἀμφικαλύψη̨: _
αὐτὰρ ἐμοὶ καὶ ὀνείρατ' ἐπέσσευεν κακὰ δαίμων.
τη̨̃δε γὰρ αὐ̃ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτω̨̃,
τοι̃ος ἐὼν, οἱ̃ος ἠ̨̃εν ἅμα στρατω̨̃: αὐτὰρ ἐμὸν κη̃ρ
χαι̃ρ', ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλ' ὕπαρ ἤδη."

   ὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν 'Ηώσ.
τη̃ς δ' ἄρα κλαιούσης ὄπα σύνθετο δι̃ος 'Οδυσσεύσ:
μερμήριξε δ' ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν
ἤδη γινώσκουσα παρεστάμεναι κεφαλη̃φι.
χλαι̃ναν μὲν συνελὼν καὶ κώεα, τοι̃σιν ἐνευ̃δεν,
ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην
θη̃κε θύραζε φέρων, Διὶ δ' εὔξατο χει̃ρας ἀνασχών:

   "Ζευ̃ πάτερ, εἴ μ' ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
ἤγετ' ἐμὴν ἐς γαι̃αν, ἐπεί μ' ἐκακώσατε λίην,
φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω."

   ὣς ἔφατ' εὐχόμενοσ: του̃ δ' ἔκλυε μητίετα Ζεύσ,
αὐτίκα δ' ἐβρόντησεν ἀπ' αἰγλήεντος 'Ολύμπου,
ὑψόθεν ἐκ νεφέων: γήθησε δὲ δι̃ος 'Οδυσσεύσ.
φήμην δ' ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
πλησίον, ἔνθ' ἄρα οἱ μύλαι εἵατο ποιμένι λαω̃ν.
τη̨̃σιν δώδεκα πα̃σαι ἐπερρώοντο γυναι̃κες
ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρω̃ν:
αἱ μὲν ἄρ' ἄλλαι εὑ̃δον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
ἡ δὲ μί' οὔ πω παύετ', ἀφαυροτάτη δὲ τέτυκτο:
ἥ ῥα μύλην στήσασα ἔπος φάτο, ση̃μα ἄνακτι:

   "Ζευ̃ πάτερ, ὅς τε θεοι̃σι καὶ ἀνθρώποισιν ἀνάσσεισ,
ἠ̃ μεγάλ' ἐβρόντησας ἀπ' οὐρανου̃ ἀστερόεντοσ,
οὐδέ ποθι νέφος ἐστί: τέρας νύ τεω̨ τόδε φαίνεισ.
κρη̃νον νυ̃ν καὶ ἐμοὶ δειλη̨̃ ἔποσ, ὅττι κεν εἴπω:
μνηστη̃ρες πύματόν τε καὶ ὕστατον ἤματι τω̨̃δε
ἐν μεγάροισ' 'Οδυση̃ος ἑλοίατο δαι̃τ' ἐρατεινήν,
οἳ δή μοι καμάτω̨ θυμαλγέϊ γούνατ' ἔλυσαν
ἄλφιτα τευχούση̨: νυ̃ν ὕστατα δειπνήσειαν."

   ὣς ἄρ' ἔφη, χαι̃ρεν δὲ κλεηδόνι δι̃ος 'Οδυσσεὺς
Ζηνός τε βροντη̨̃: φάτο γὰρ τείσασθαι ἀλείτασ.

   αἱ δ' ἄλλαι δμω̨αὶ κατὰ δώματα κάλ' 'Οδυση̃ος
ἐγρόμεναι ἀνέκαιον ἐπ' ἐσχάρη̨ ἀκάματον πυ̃ρ.
Τηλέμαχος δ' εὐνη̃θεν ἀνίστατο, ἰσόθεος φώσ,
εἵματα ἑσσάμενοσ, περὶ δὲ ξίφος ὀξὺ θέτ' ὤμω̨,
ποσσὶ δ' ὑπὸ λιπαροι̃σιν ἐδήσατο καλὰ πέδιλα,
εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκω̨̃.
στη̃ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, πρὸς δ' Εὐρύκλειαν ἔειπε:

   "μαι̃α φίλη, πω̃ς ξει̃νον ἐτιμήσασθ' ἐνὶ οἴκω̨
εὐνη̨̃ καὶ σίτω̨, ἠ̃ αὔτως κει̃ται ἀκηδήσ;
τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐου̃σα:
ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
χείρονα, τὸν δέ τ' ἀρείον' ἀτιμήσασ' ἀποπέμπει."

   τὸν δ' αὐ̃τε προσέειπε περίφρων Εὐρύκλεια:
"οὐκ ἄν μιν νυ̃ν, τέκνον, ἀναίτιον αἰτιόω̨ο.
οἰ̃νον μὲν γὰρ πι̃νε καθήμενοσ, ὄφρ' ἔθελ' αὐτόσ,
σίτου δ' οὐκέτ' ἔφη πεινήμεναι: εἴρετο γάρ μιν.
ἀλλ' ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνή̨σκοντο,
ἡ μὲν δέμνι' ἄνωγεν ὑποστορέσαι δμω̨η̨̃σιν,
αὐτὰρ ὅ γ', ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμοσ,
οὐκ ἔθελ' ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,
ἀλλ' ἐν ἀδεψήτω̨ βοέη̨ καὶ κώεσιν οἰω̃ν
ἔδραθ' ἐνὶ προδόμω̨: χλαι̃ναν δ' ἐπιέσσαμεν ἡμει̃σ."

   ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
ἔγχος ἔχων: ἅμα τω̨̃ γε κύνες πόδας ἀργοὶ ἕποντο.
βη̃ δ' ἴμεν εἰς ἀγορὴν μετ' ἐϋκνήμιδας 'Αχαιούσ.
ἡ δ' αὐ̃τε δμω̨η̨̃σιν ἐκέκλετο δι̃α γυναικω̃ν,
Εὐρύκλει', ~'Ωπος θυγάτηρ Πεισηνορίδαο:

   "ἄγρειθ', αἱ μὲν δω̃μα κορήσατε ποιπνύσασαι
ῥάσσατέ τ' ἔν τε θρόνοισ' εὐποιήτοισι τάπητας
βάλλετε πορφυρέουσ: αἱ δὲ σπόγγοισι τραπέζας
πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητη̃ρας
καὶ δέπα ἀμφικύπελλα τετυγμένα: ταὶ δὲ μεθ' ὕδωρ
ἔρχεσθε κρήνηνδε καὶ οἴσετε θα̃σσον ἰου̃σαι.
οὐ γὰρ δὴν μνηστη̃ρες ἀπέσσονται μεγάροιο,
ἀλλὰ μάλ' ἠ̃ρι νέονται, ἐπεὶ καὶ πα̃σιν ἑορτή."

   ὣς ἔφαθ', αἱ δ' ἄρα τη̃ς μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.
αἱ μὲν ἐείκοσι βη̃σαν ἐπὶ κρήνην μελάνυδρον,
αἱ δ' αὐτου̃ κατὰ δώματ' ἐπισταμένως πονέοντο.

   ἐς δ' ἠ̃λθον δρηστη̃ρες ἀγήνορεσ: οἱ μὲν ἔπειτα
εὐ̃ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναι̃κες
ἠ̃λθον ἀπὸ κρήνησ. ἐπὶ δέ σφισιν ἠ̃λθε συβώτης
τρει̃ς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πα̃σιν ἄριστοι.
καὶ τοὺς μέν ῥ' εἴασε καθ' ἕρκεα καλὰ νέμεσθαι,
αὐτὸς δ' αὐ̃τ' 'Οδυση̃α προσηύδα μειλιχίοισι:

   "ξει̃ν', ἠ̃ ἄρ τί σε μα̃λλον 'Αχαιοὶ εἰσορόωσιν,
ἠ̃έ σ' ἀτιμάζουσι κατὰ μέγαρ' ὡς τὸ πάρος περ;"

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τεισαίατο λώβην,
ἣν οἵδ' ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται
οἴκω̨ ἐν ἀλλοτρίω̨, οὐδ' αἰδου̃ς μοι̃ραν ἔχουσιν."

   ὣς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον:
ἀγχίμολον δέ σφ' ἠ̃λθε Μελάνθιοσ, αἰπόλος αἰγω̃ν,
αἰ̃γας ἄγων, αἳ πα̃σι μετέπρεπον αἰπολίοισι,
δει̃πνον μνηστήρεσσι: δύω δ' ἅμ' ἕποντο νομη̃εσ.
καὶ τὰς μὲν κατέδησαν ὑπ' αἰθούση̨ ἐριδούπω̨,
αὐτὸς δ' αὐ̃τ' 'Οδυση̃α προσηύδα κερτομίοισι:

   "ξει̃ν', ἔτι καὶ νυ̃ν ἐνθάδ' ἀνιήσεις κατὰ δω̃μα
ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;
πάντως οὐκέτι νω̃ϊ διακρινέεσθαι ὀΐω
πρὶν χειρω̃ν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
αἰτίζεισ: εἰσὶν δὲ καὶ ἄλλοθι δαι̃τες 'Αχαιω̃ν."

   ὣς φάτο, τὸν δ' οὔ τι προσέφη πολύμητις 'Οδυσσεύσ,
ἀλλ' ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.

   τοι̃σι δ' ἐπὶ τρίτος ἠ̃λθε Φιλοίτιοσ, ὄρχαμος ἀνδρω̃ν,
βου̃ν στει̃ραν μνηστη̃ρσιν ἄγων καὶ πίονας αἰ̃γασ.
πορθμη̃ες δ' ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
ἀνθρώπους πέμπουσιν, ὅτίς σφεας εἰσαφίκηται.
καὶ τὰ μὲν εὐ̃ κατέδησεν ὑπ' αἰθούση̨ ἐριδούπω̨,
αὐτὸς δ' αὐ̃τ' ἐρέεινε συβώτην ἄγχι παραστάσ:

   "τίς δὴ ὅδε ξει̃νος νέον εἰλήλουθε, συβω̃τα,
ἡμέτερον πρὸς δω̃μα; τέων δ' ἒξ εὔχεται εἰ̃ναι
ἀνδρω̃ν; που̃ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
δύσμοροσ: ἠ̃ τε ἔοικε δέμας βασιλη̃ϊ ἄνακτι:
ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπουσ,
ὁππότε καὶ βασιλευ̃σιν ἐπικλώσωνται ὀϊζύν."

   ἠ̃, καὶ δεξιτερη̨̃ δειδίσκετο χειρὶ παραστὰς
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

   "χαι̃ρε, πάτερ ὠ̃ ξει̃νε: γένοιτό τοι ἔς περ ὀπίσσω
ὄλβοσ: ἀτὰρ μὲν νυ̃ν γε κακοι̃σ' ἔχεαι πολέεσσι.
Ζευ̃ πάτερ, οὔ τις σει̃ο θεω̃ν ὀλοώτερος ἄλλοσ:
οὐκ ἐλεαίρεις ἄνδρασ, ἐπὴν δὴ γείνεαι αὐτόσ,
μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε
μνησαμένω̨ 'Οδυση̃οσ, ἐπεὶ καὶ κει̃νον ὀΐω
τοιάδε λαίφε' ἔχοντα κατ' ἀνθρώπους ἀλάλησθαι,
εἴ που ἔτι ζώει καὶ ὁρα̨̃ φάος ἠελίοιο.
εἰ δ' ἤδη τέθνηκε καὶ εἰν 'Αΐδαο δόμοισιν,
ὤ μοι ἔπειτ' 'Οδυση̃ος ἀμύμονοσ, ὅς μ' ἐπὶ βουσὶν
εἱ̃σ' ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμω̨.
νυ̃ν δ' αἱ μὲν γίνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως
ἀνδρί γ' ὑποσταχύοιτο βοω̃ν γένος εὐρυμετώπων:
τὰς δ' ἄλλοι με κέλονται ἀγινέμεναι σφίσιν αὐτοι̃ς
ἔδμεναι: οὐδέ τι παιδὸς ἐνὶ μεγάροισ' ἀλέγουσιν,
οὐδ' ὄπιδα τρομέουσι θεω̃ν: μεμάασι γὰρ ἤδη
κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτοσ.
αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
πόλλ' ἐπιδινει̃ται: μάλα μὲν κακὸν υἱ̃ος ἐόντος
ἄλλων δη̃μον ἱκέσθαι ἰόντ' αὐτη̨̃σι βόεσσιν
ἄνδρας ἐς ἀλλοδαπούσ: τὸ δὲ ῥίγιον αὐ̃θι μένοντα
βουσὶν ἐπ' ἀλλοτρίη̨σι καθήμενον ἄλγεα πάσχειν.
καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτ' ἀνεκτὰ πέλονται:
ἀλλ' ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν
ἀνδρω̃ν μνηστήρων σκέδασιν κατὰ δώματα θείη."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"βουκόλ', ἐπεὶ οὔτε κακω̨̃ οὔτ' ἄφρονι φωτὶ ἔοικασ,
γινώσκω δὲ καὶ αὐτόσ, ὅ τοι πινυτὴ φρένας ἵκει,
τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμου̃μαι:
ἴστω νυ̃ν Ζεὺς πρω̃τα, θεω̃ν ὕπατος καὶ ἄριστοσ,
ἱστίη τ' 'Οδυση̃ος ἀμύμονοσ, ἣν ἀφικάνω:
ἠ̃ σέθεν ἐνθάδ' ἐόντος ἐλεύσεται οἴκαδ' 'Οδυσσεύσ:
σοι̃σιν δ' ὀφθαλμοι̃σιν ἐπόψεαι, αἴ κ' ἐθέλη̨σθα,
κτεινομένους μνηστη̃ρασ, οἳ ἐνθάδε κοιρανέουσι."

   τὸν δ' αὐ̃τε προσέειπε βοω̃ν ἐπιβουκόλος ἀνήρ:
"αἲ γὰρ του̃το, ξει̃νε, ἔπος τελέσειε Κρονίων:
γνοίης χ', οἵη ἐμὴ δύναμις καὶ χει̃ρες ἕπονται."

   ὣς δ' αὔτως Εὔμαιος ἐπεύξατο πα̃σι θεοι̃σι
νοστη̃σαι 'Οδυση̃α πολύφρονα ὅνδε δόμονδε.

   ὣς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον:
μνηστη̃ρες δ' ἄρα Τηλεμάχω̨ θάνατόν τε μόρον τε
ἤρτυον: αὐτὰρ ὁ τοι̃σιν ἀριστερὸς ἤλυθεν ὄρνισ,
αἰετὸς ὑψιπέτησ, ἔχε δὲ τρήρωνα πέλειαν.
τοι̃σιν δ' 'Αμφίνομος ἀγορήσατο καὶ μετέειπεν:

   "ὠ̃ φίλοι, οὐχ ἥμιν συνθεύσεται ἥδε γε βουλή,
Τηλεμάχοιο φόνοσ: ἀλλὰ μνησώμεθα δαιτόσ."

   ὣς ἔφατ' 'Αμφίνομοσ, τοι̃σιν δ' ἐπιήνδανε μυ̃θοσ.
ἐλθόντες δ' ἐς δώματ' 'Οδυσση̃ος θείοιο
χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
οἱ δ' ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἰ̃γασ,
ἵρευον δὲ σύας σιάλους καὶ βου̃ν ἀγελαίην:
σπλάγχνα δ' ἄρ' ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἰ̃νον
κρητη̃ρσιν κερόωντο: κύπελλα δὲ νει̃με συβώτησ.
σι̃τον δέ σφ' ἐπένειμε Φιλοίτιοσ, ὄρχαμος ἀνδρω̃ν,
καλοι̃σ' ἐν κανέοισιν, ἐοινοχόει δὲ Μελανθεύσ.
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοι̃μα προκείμενα χει̃ρας ἴαλλον.

   Τηλέμαχος δ' 'Οδυση̃α καθίδρυε, κέρδεα νωμω̃ν,
ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,
δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν:
πὰρ δ' ἐτίθει σπλάγχνων μοίρασ, ἐν δ' οἰ̃νον ἔχευεν
ἐν δέπαϊ χρυσέω̨, καί μιν πρὸς μυ̃θον ἔειπεν:

   "ἐνταυθοι̃ νυ̃ν ἡ̃σο μετ' ἀνδράσιν οἰνοποτάζων:
κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χει̃ρας ἀφέξω
πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν
οἰ̃κος ὅδ', ἀλλ' 'Οδυση̃οσ, ἐμοὶ δ' ἐκτήσατο κει̃νοσ.
ὑμει̃ς δέ, μνηστη̃ρεσ, ἐπίσχετε θυμὸν ἐνιπη̃ς
καὶ χειρω̃ν, ἵνα μή τις ἔρις καὶ νει̃κος ὄρηται."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
τοι̃σιν δ' 'Αντίνοος μετέφη, Εὐπείθεος υἱόσ:

   "καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μυ̃θον, 'Αχαιοί,
Τηλεμάχου: μάλα δ' ἡ̃μιν ἀπειλήσας ἀγορεύει.
οὐ γὰρ Ζεὺς εἴασε Κρονίων: τω̃ κέ μιν ἤδη
παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντ' ἀγορητήν."

   ὣς ἔφατ' 'Αντίνοοσ: ὁ δ' ἄρ' οὐκ ἐμπάζετο μύθων.
κήρυκες δ' ἀνὰ ἄστυ θεω̃ν ἱερὴν ἑκατόμβην
ἠ̃γον: τοὶ δ' ἀγέροντο κάρη κομόωντες 'Αχαιοὶ
ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου 'Απόλλωνοσ.

   οἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἑρύσαντο,
μοίρας δασσάμενοι δαίνυντ' ἐρικυδέα δαι̃τα.
πὰρ δ' ἄρ' 'Οδυσση̃ϊ μοι̃ραν θέσαν, οἳ πονέοντο,
ἴσην, ὡς αὐτοί περ ἐλάγχανον: ὣς γὰρ ἀνώγει
Τηλέμαχοσ, φίλος υἱὸς 'Οδυσση̃ος θείοιο.

   μνηστη̃ρας δ' οὐ πάμπαν ἀγήνορας εἴα 'Αθήνη
λώβης ἴσχεσθαι θυμαλγέοσ, ὄφρ' ἔτι μα̃λλον
δύη ἄχος κραδίην Λαερτιάδεω 'Οδυση̃οσ.
ἠ̃ν δέ τις ἐν μνηστη̃ρσιν ἀνὴρ ἀθεμίστια εἰδώσ,
Κτήσιππος δ' ὄνομ' ἔσκε, Σάμη̨ δ' ἐνὶ οἰκία ναι̃εν:
ὃς δή τοι κτεάτεσσι πεποιθὼς πατρὸς ἑοι̃ο
μνάσκετ' 'Οδυσση̃ος δὴν οἰχομένοιο δάμαρτα.
ὅς ῥα τότε μνηστη̃ρσιν ὑπερφιάλοισι μετηύδα:

   "κέκλυτέ μευ, μνηστη̃ρες ἀγήνορεσ, ὄφρα τι εἴπω:
μοι̃ραν μὲν δὴ ξει̃νος ἔχει πάλαι, ὡς ἐπέοικεν,
ἴσην: οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ' ἵκηται.
ἀλλ' ἄγε οἱ καὶ ἐγὼ δω̃ ξείνιον, ὄφρα καὶ αὐτὸς
ἠὲ λοετροχόω̨ δώη̨ γέρας ἠέ τω̨ ἄλλω̨
δμώων, οἳ κατὰ δώματ' 'Οδυσση̃ος θείοιο."

   ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείη̨,
κείμενον ἐκ κανέοιο λαβών: ὁ δ' ἀλεύατ' 'Οδυσσεὺς
ἠ̃κα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμω̨̃
σαρδάνιον μάλα τοι̃ον: ὁ δ' εὔδμητον βάλε τοι̃χον.
Κτήσιππον δ' ἄρα Τηλέμαχος ἠνίπαπε μύθω̨:

   "Κτήσιππ', ἠ̃ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμω̨̃:
οὐκ ἔβαλες τὸν ξει̃νον: ἀλεύατο γὰρ βέλος αὐτόσ.
ἠ̃ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,
καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονει̃το
ἐνθάδε. τω̃ μή τίς μοι ἀεικείας ἐνὶ οἴκω̨
φαινέτω: ἤδη γὰρ νοέω καὶ οἰ̃δα ἕκαστα,
ἐσθλά τε καὶ τὰ χέρεια: πάρος δ' ἔτι νήπιος ἠ̃α.
ἀλλ' ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντεσ,
μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
καὶ σίτου: χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούσ.
ἀλλ' ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντεσ:
εἰ δ' ἤδη μ' αὐτὸν κτει̃ναι μενεαίνετε χαλκω̨̃,
καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
τεθνάμεν ἢ τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασθαι,
ξείνους τε στυφελιζομένους δμω̨άς τε γυναι̃κας
ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπη̨̃.
ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης 'Αγέλαοσ:

   "ὠ̃ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίω̨
ἀντιβίοισ' ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι:
μήτε τι τὸν ξει̃νον στυφελίζετε μήτε τιν' ἄλλον
δμώων, οἳ κατὰ δώματ' 'Οδυσση̃ος θείοιο.
Τηλεμάχω̨ δέ κε μυ̃θον ἐγὼ καὶ μητέρι φαίην
ἤπιον, εἴ σφωϊν κραδίη̨ ἅδοι ἀμφοτέροιϊν.
ὄφρα μὲν ὕμιν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
νοστη̃σαι 'Οδυση̃α πολύφρονα ὅνδε δόμονδε,
τόφρ' οὔ τις νέμεσις μενέμεν τ' ἠ̃ν ἰσχέμεναί τε
μνηστη̃ρας κατὰ δώματ', ἐπεὶ τόδε κέρδιον ἠ̃εν,
εἰ νόστησ' 'Οδυσεὺς καὶ ὑπότροπος ἵκετο δω̃μα:
νυ̃ν δ' ἤδη τόδε δη̃λον, ὅ τ' οὐκέτι νόστιμός ἐστιν.
ἀλλ' ἄγε ση̨̃ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
γήμασθ' ὅς τις ἄριστος ἀνὴρ καὶ πλει̃στα πόρη̨σιν,
ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
ἔσθων καὶ πίνων, ἡ δ' ἄλλου δω̃μα κομίζη̨."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"οὐ μὰ Ζη̃ν', 'Αγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοι̃ο,
ὅς που τη̃λ' 'Ιθάκης ἢ ἔφθιται ἢ ἀλάληται,
οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
γήμασθ' ὡ̨̃ κ' ἐθέλη̨, ποτὶ δ' ἄσπετα δω̃ρα δίδωμι:
αἰδέομαι δ' ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
μύθω̨ ἀναγκαίω̨: μὴ του̃το θεὸς τελέσειεν."

   ὣς φάτο Τηλέμαχοσ: μνηστη̃ρσι δὲ Παλλὰς 'Αθήνη
ἄσβεστον γέλω ὠ̃ρσε, παρέπλαγξεν δὲ νόημα.
οἱ δ' ἤδη γναθμοι̃σι γελώων ἀλλοτρίοισιν,
αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον: ὄσσε δ' ἄρα σφέων
δακρυόφιν πίμπλαντο, γόον δ' ὠΐετο θυμόσ.
τοι̃σι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδήσ:

   "ἀ̃ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γου̃να,
οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
αἵματι δ' ἐρράδαται τοι̃χοι καλαί τε μεσόδμαι:
εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
ἱεμένων 'Έρεβόσδε ὑπὸ ζόφον: ἠέλιος δὲ
οὐρανου̃ ἐξαπόλωλε, κακὴ δ' ἐπιδέδρομεν ἀχλύσ."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπ' αὐτω̨̃ ἡδὺ γέλασσαν.
τοι̃σιν δ' Εὐρύμαχοσ, Πολύβου πάϊσ, ἠ̃ρχ' ἀγορεύειν:

   "ἀφραίνει ξει̃νος νέον ἄλλοθεν εἰληλουθώσ.
ἀλλά μιν αἰ̃ψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε
εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει."

   τὸν δ' αὐ̃τε προσέειπε Θεοκλύμενος θεοειδήσ:
"Εὐρύμαχ', οὔ τί σ' ἄνωγα ἐμοὶ πομπη̃ας ὀπάζειν.
εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
καὶ νόος ἐν στήθεσσι τετυγμένοσ, οὐδὲν ἀεικήσ:
τοι̃σ' ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδ' ἀλέαιτο
μνηστήρων, οἳ δω̃μα κατ' ἀντιθέου 'Οδυση̃ος
ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε."

   ὣς εἰπὼν ἐξη̃λθε δόμων ἐὺ̈ ναιεταόντων,
ἵκετο δ' ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.
μνηστη̃ρες δ' ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντεσ.
ὡ̃δε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:

   "Τηλέμαχ', οὔ τις σει̃ο κακοξεινώτερος ἄλλοσ,
οἱ̃ον μέν τινα του̃τον ἔχεις ἐπίμαστον ἀλήτην,
σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
ἔμπαιον οὐδὲ βίησ, ἀλλ' αὔτως ἄχθος ἀρούρησ:
ἄλλος δ' αὐ̃τέ τις οὑ̃τος ἀνέστη μαντεύεσθαι.
ἀλλ' εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη:
τοὺς ξείνους ἐν νηὶ̈ πολυκλήϊδι βαλόντες
ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι."

   ὣς ἔφασαν μνηστη̃ρεσ: ὁ δ' οὐκ ἐμπάζετο μύθων,
ἀλλ' ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,
ὁππότε δὴ μνηστη̃ρσιν ἀναιδέσι χει̃ρας ἐφήσει.

   ἡ δὲ κατ' ἄντηστιν θεμένη περικαλλέα δίφρον
κούρη 'Ικαρίοιο, περίφρων Πηνελόπεια,
ἀνδρω̃ν ἐν μεγάροισιν ἑκάστου μυ̃θον ἄκουε.
δει̃πνον μὲν γὰρ τοί γε γελώοντες τετύκοντο
ἡδύ τε καὶ μενοεικέσ, ἐπεὶ μάλα πόλλ' ἱέρευσαν:
δόρπου δ' οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,
οἱ̃ον δὴ τάχ' ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ
θησέμεναι: πρότεροι γὰρ ἀεικέα μηχανόωντο.