ΟΔΥΣΣΕΙΑΣ Φ

Τη̨̃ δ' ἄρ' ἐπὶ φρεσὶ θη̃κε θεὰ γλαυκω̃πις 'Αθήνη,
κούρη̨ 'Ικαρίοιο, περίφρονι Πηνελοπείη̨,
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον
ἐν μεγάροισ' 'Οδυση̃οσ, ἀέθλια καὶ φόνου ἀρχήν.
κλίμακα δ' ὑψηλὴν προσεβήσετο οἱ̃ο δόμοιο,
εἵλετο δὲ κληι̃δ' εὐκαμπέα χειρὶ παχείη̨,
καλὴν χαλκείην: κώπη δ' ἐλέφαντος ἐπη̃εν.
βη̃ δ' ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν
ἔσχατον: ἔνθα δέ οἱ κειμήλια κει̃το ἄνακτοσ,
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηροσ.
ἔνθα δὲ τόξον κει̃το παλίντονον ἠδὲ φαρέτρη
ἰοδόκοσ, πολλοὶ δ' ἔνεσαν στονόεντες ὀϊστοί,
δω̃ρα τά οἱ ξει̃νος Λακεδαίμονι δω̃κε τυχήσας
'Ίφιτος Εὐρυτίδησ, ἐπιείκελος ἀθανάτοισι.
τὼ δ' ἐν Μεσσήνη̨ ξυμβλήτην ἀλλήλοιϊν
οἴκω̨ ἐν 'Ορτιλόχοιο δαΐφρονοσ. ἠ̃ τοι 'Οδυσσεὺς
ἠ̃λθε μετὰ χρει̃οσ, τό ῥά οἱ πα̃ς δη̃μος ὄφελλε:
μη̃λα γὰρ ἐξ 'Ιθάκης Μεσσήνιοι ἄνδρες ἄειραν
νηυσὶ πολυκλήϊσι τριηκόσι' ἠδὲ νομη̃ασ.
τω̃ν ἕνεκ' ἐξεσίην πολλὴν ὁδὸν ἠ̃λθεν 'Οδυσσεύσ,
παιδνὸς ἐών: πρὸ γὰρ ἡ̃κε πατὴρ ἄλλοι τε γέροντεσ:
'Ίφιτος αὐ̃θ' ἵππους διζήμενοσ, αἵ οἱ ὄλοντο
δώδεκα θήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοί:
αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοι̃ρα γένοντο,
ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,
φω̃θ' 'Ηρακλη̃α, μεγάλων ἐπιίστορα ἔργων,
ὅς μιν ξει̃νον ἐόντα κατέκτανεν ὡ̨̃ ἐνὶ οἴκω̨,
σχέτλιοσ, οὐδὲ θεω̃ν ὄπιν αἰδέσατ' οὐδὲ τράπεζαν,
τὴν ἥν οἱ παρέθηκεν: ἔπειτα δὲ πέφνε καὶ αὐτόν,
ἵππους δ' αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.
τὰς ἐρέων 'Οδυση̃ϊ συνήντετο, δω̃κε δὲ τόξον,
τὸ πρὶν μὲν ἐφόρει μέγας Εὔρυτοσ, αὐτὰρ ὁ παιδὶ
κάλλιπ' ἀποθνή̨σκων ἐν δώμασιν ὑψηλοι̃σι.
τω̨̃ δ' 'Οδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,
ἀρχὴν ξεινοσύνης προσκηδέοσ: οὐδὲ τραπέζη̨
γνώτην ἀλλήλω: πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν
'Ίφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,
ὅς οἱ τόξον ἔδωκε. τὸ δ' οὔ ποτε δι̃ος 'Οδυσσεὺς
ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηω̃ν
ἡ̨ρει̃τ', ἀλλ' αὐτου̃ μνη̃μα ξείνοιο φίλοιο
κέσκετ' ἐνὶ μεγάροισι, φόρει δέ μιν ἡ̃ς ἐπὶ γαίησ.

   ἡ δ' ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δι̃α γυναικω̃ν
οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων
ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,
ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ' ἐπέθηκε φαεινάσ,
αὐτίκ' ἄρ' ἥ γ' ἱμάντα θοω̃ς ἀπέλυσε κορώνησ,
ἐν δὲ κληι̃δ' ἡ̃κε, θυρέων δ' ἀνέκοπτεν ὀχη̃ας
ἄντα τιτυσκομένη. τὰ δ' ἀνέβραχεν ἠΰτε ταυ̃ρος
βοσκόμενος λειμω̃νι: τόσ' ἔβραχε καλὰ θύρετρα
πληγέντα κληι̃δι, πετάσθησαν δέ οἱ ὠ̃κα.
ἡ δ' ἄρ' ἐφ' ὑψηλη̃ς σανίδος βη̃: ἔνθα δὲ χηλοὶ
ἕστασαν, ἐν δ' ἄρα τη̨̃σι θυώδεα εἵματ' ἔκειτο.
ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
αὐτω̨̃ γωρυτω̨̃, ὅς οἱ περίκειτο φαεινόσ.
ἑζομένη δὲ κατ' αὐ̃θι, φίλοισ' ἐπὶ γούνασι θει̃σα,
κλαι̃ε μάλα λιγέωσ, ἐκ δ' ἥ̨ρεε τόξον ἄνακτοσ.
ἡ δ' ἐπεὶ οὐ̃ν τάρφθη πολυδακρύτοιο γόοιο,
βη̃ ῥ' ἴμεναι μέγαρόνδε μετὰ μνηστη̃ρας ἀγαυοὺς
τόξον ἔχουσ' ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
ἰοδόκον: πολλοὶ δ' ἔνεσαν στονόεντες ὀϊστοί.
τη̨̃ δ' ἄρ' ἅμ' ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος
κει̃το πολὺς καὶ χαλκόσ, ἀέθλια τοι̃ο ἄνακτοσ.
ἡ δ' ὄτε δὴ μνηστη̃ρας ἀφίκετο δι̃α γυναικω̃ν,
στη̃ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοι̃ο,
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα:
ἀμφίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
αὐτίκα δὲ μνηστη̃ρσι μετηύδα καὶ φάτο μυ̃θον:

   "κέκλυτέ μευ, μνηστη̃ρες ἀγήνορεσ, οἳ τόδε δω̃μα
ἐχράετ' ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον, οὐδέ τιν' ἄλλην
μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
ἀλλ' ἐμὲ ἱέμενοι γη̃μαι θέσθαι τε γυναι̃κα.
ἀλλ' ἄγετε, μνηστη̃ρεσ, ἐπεὶ τόδε φαίνετ' ἄεθλον:
θήσω γὰρ μέγα τόξον 'Οδυσση̃ος θείοιο:
ὃς δέ κε ῥηΐτατ' ἐντανύση̨ βιὸν ἐν παλάμη̨σι
καὶ διοϊστεύση̨ πελέκεων δυοκαίδεκα πάντων,
τω̨̃ κεν ἅμ' ἑσποίμην, νοσφισσαμένη τόδε δω̃μα
κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
του̃ ποτε μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρω̨."

   ὣς φάτο, καί ῥ' Εὔμαιον ἀνώγει, δι̃ον ὑφορβόν,
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
δακρύσας δ' Εὔμαιος ἐδέξατο καὶ κατέθηκε:
κλαι̃ε δὲ βουκόλος ἄλλοθ', ἐπεὶ ἴδε τόξον ἄνακτοσ.
'Αντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

   "νήπιοι ἀγροιω̃ται, ἐφημέρια φρονέοντεσ,
ἀ̃ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ἡ̨̃ τε καὶ ἄλλως
κει̃ται ἐν ἄλγεσι θυμόσ, ἐπεὶ φίλον ὤλεσ' ἀκοίτην.
ἀλλ' ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
κλαίετον ἐξελθόντε κατ' αὐτόθι τόξα λιπόντε,
μνηστήρεσσιν ἄεθλον ἀάατον: οὐ γὰρ ὀΐω
ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
οὐ γάρ τις μέτα τοι̃ος ἀνὴρ ἐν τοίσδεσι πα̃σιν,
οἱ̃ος 'Οδυσσεὺς ἔσκεν: ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,
καὶ γὰρ μνήμων εἰμί, πάϊς δ' ἔτι νήπιος ἠ̃α."

   ὣς φάτο, τω̨̃ δ' ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
ἠ̃ τοι ὀϊστου̃ γε πρω̃τος γεύσασθαι ἔμελλεν
ἐκ χειρω̃ν 'Οδυση̃ος ἀμύμονοσ, ὃν τότ' ἀτίμα
ἥμενος ἐν μεγάροισ', ἐπὶ δ' ὤρνυε πάντας ἑταίρουσ.

   τοι̃σι δὲ καὶ μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο:
"ὢ πόποι, ἠ̃ μάλα με Ζεὺς ἄφρονα θη̃κε Κρονίων:
μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐου̃σα,
ἄλλω̨ ἅμ' ἕψεσθαι νοσφισσαμένη τόδε δω̃μα:
αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμω̨̃.
ἀλλ' ἄγετε, μνηστη̃ρεσ, ἐπεὶ τόδε φαίνετ' ἄεθλον,
οἵη νυ̃ν οὐκ ἔστι γυνὴ κατ' 'Αχαιΐδα γαι̃αν,
οὔτε Πύλου ἱερη̃ς οὔτ' 'Άργεος οὔτε Μυκήνησ,
[οὔτ' αὐτη̃ς 'Ιθάκης οὔτ' ἠπείροιο μελαίνησ:]
καὶ δ' αὐτοὶ τόδε ἴστε: τί με χρὴ μητέρος αἴνου; _
ἀλλ' ἄγε μὴ μύνη̨σι παρέλκετε μηδ' ἔτι τόξου
δηρὸν ἀποτρωπα̃σθε τανυστύοσ, ὄφρα ἴδωμεν.
καὶ δέ κεν αὐτὸς ἐγὼ του̃ τόξου πειρησαίμην:
εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
οὔ κέ μοι ἀχνυμένω̨ τάδε δώματα πότνια μήτηρ
λείποι ἅμ' ἄλλω̨ ἰου̃σ', ὅτ' ἐγὼ κατόπισθε λιποίμην
οἱ̃ός τ' ἤδη πατρὸς ἀέθλια κάλ' ἀνελέσθαι."

   ἠ̃, καὶ ἀπ' ὤμοιϊν χλαι̃ναν θέτο φοινικόεσσαν
ὀρθὸς ἀναΐξασ, ἀπὸ δὲ ξίφος ὀξὺ θέτ' ὤμων.
πρω̃τον μὲν πελέκεας στη̃σεν, διὰ τάφρον ὀρύξας
πα̃σι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,
ἀμφὶ δὲ γαι̃αν ἔναξε. τάφος δ' ἕλε πάντας ἰδόντασ,
ὡς εὐκόσμως στη̃σε: πάρος δ' οὔ πώ ποτ' ὀπώπει.
στη̃ δ' ἄρ' ἐπ' οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,
τρὶς δὲ μεθη̃κε βίησ, ἐπιελπόμενος τό γε θυμω̨̃,
νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
καί νύ κε δὴ ἐτάνυσσε βίη̨ τὸ τέταρτον ἀνέλκων,
ἀλλ' 'Οδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.

   τοι̃ς δ' αὐ̃τις μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο:
"ὢ πόποι, ἠ̃ καὶ ἔπειτα κακός τ' ἔσομαι καὶ ἄκικυσ,
ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα
ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνη̨.
ἀλλ' ἄγεθ', οἵ περ ἐμει̃ο βίη̨ προφερέστεροί ἐστε,
τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον."

   ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θη̃κε χαμα̃ζε,
κλίνας κολλητη̨̃σιν ἐϋξέστη̨ς σανίδεσσιν,
αὐτου̃ δ' ὠκὺ βέλος καλη̨̃ προσέκλινε κορώνη̨,
ἂψ δ' αὐ̃τις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου, ἔνθεν ἀνέστη.

   τοι̃σιν δ' 'Αντίνοος μετέφη, Εὐπείθεος υἱόσ:
"ὄρνυσθ' ἑξείης ἐπιδέξια πάντες ἑται̃ροι,
ἀρξάμενοι του̃ χώρου, ὅθεν τέ περ οἰνοχοεύει."

   ὣς ἔφατ' 'Αντίνοοσ, τοι̃σιν δ' ἐπιήνδανε μυ̃θοσ.
Λειώδης δὲ πρω̃τος ἀνίστατο, 'Ήνοπος υἱόσ,
ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητη̃ρα δὲ καλὸν
ἱ̃ζε μυχοίτατος αἰεί: ἀτασθαλίαι δέ οἱ οἴω̨
ἐχθραὶ ἔσαν, πα̃σιν δὲ νεμέσσα μνηστήρεσσιν:
ὅς ῥα τότε πρω̃τος τόξον λάβε καὶ βέλος ὠκύ.
στη̃ δ' ἄρ' ἐπ' οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
οὐδέ μιν ἐντάνυσε: πρὶν γὰρ κάμε χει̃ρας ἀνέλκων
ἀτρίπτους ἁπαλάσ. μετὰ δὲ μνηστη̃ρσιν ἔειπεν:

   "ὠ̃ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλοσ.
πολλοὺς γὰρ τόδε τόξον ἀριστη̃ας κεκαδήσει
θυμου̃ καὶ ψυχη̃σ, ἐπεὶ ἠ̃ πολὺ φέρτερόν ἐστι
τεθνάμεν ἢ ζώοντας ἁμαρτει̃ν, οὑ̃ θ' ἕνεκ' αἰεὶ
ἐνθάδ' ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.
νυ̃ν μέν τις καὶ ἔλπετ' ἐνὶ φρεσὶν ἠδὲ μενοινα̨̃
γη̃μαι Πηνελόπειαν, 'Οδυσση̃ος παράκοιτιν:
αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται, _
ἄλλην δή τιν' ἔπειτα 'Αχαιϊάδων εὐπέπλων
μνάσθω ἐέδνοισιν διζήμενοσ: ἡ δέ κ' ἔπειτα
γήμαιθ' ὅς κε πλει̃στα πόροι καὶ μόρσιμος ἔλθοι."

   ὣς ἄρ' ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
κλίνας κολλητη̨̃σιν ἐϋξέστη̨ς σανίδεσσιν,
αὐτου̃ δ' ὠκὺ βέλος καλη̨̃ προσέκλινε κορώνη̨,
ἂψ δ' αὐ̃τις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου, ἔνθεν ἀνέστη.

   'Αντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:
"Λειω̃δεσ, ποι̃όν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
δεινόν τ' ἀργαλέον τε, νεμεσσω̃μαι δέ τ' ἀκούων,
εἰ δὴ του̃τό γε τόξον ἀριστη̃ας κεκαδήσει
θυμου̃ καὶ ψυχη̃σ, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
οὐ γάρ τοι σέ γε τοι̃ον ἐγείνατο πότνια μήτηρ,
οἱ̃όν τε ῥυτη̃ρα βιου̃ τ' ἔμεναι καὶ ὀϊστω̃ν:
ἀλλ' ἄλλοι τανύουσι τάχα μνηστη̃ρες ἀγαυοί."

   ὣς φάτο, καί ῥ' ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγω̃ν:
"ἄγρει δή, πυ̃ρ κη̃ον ἐνὶ μεγάροισι, Μελανθευ̃,
πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κω̃ας ἐπ' αὐτου̃,
ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντοσ,
ὄφρα νέοι θάλποντεσ, ἐπιχρίοντες ἀλοιφη̨̃,
τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον."

   ὣς φάθ', ὁ δ' αἰ̃ψ' ἀνέκαιε Μελάνθιος ἀκάματον πυ̃ρ,
πὰρ δὲ φέρων δίφρον θη̃κεν καὶ κω̃ας ἐπ' αὐτου̃,
ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντοσ.
τω̨̃ ῥα νέοι θάλποντες ἐπειρω̃ντ', οὐδ' ἐδύναντο
ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἠ̃σαν.
'Αντίνοος δ' ἔτ' ἐπει̃χε καὶ Εὐρύμαχος θεοειδήσ,
ἀρχοὶ μνηστήρων: ἀρετη̨̃ δ' ἔσαν ἔξοχ' ἄριστοι.

   τὼ δ' ἐξ οἴκου βη̃σαν ὁμαρτήσαντες ἅμ' ἄμφω
βουκόλος ἠδὲ συφορβὸς 'Οδυσση̃ος θείοιο:
ἐκ δ' αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δι̃ος 'Οδυσσεύσ.
ἀλλ' ὅτε δή ῥ' ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλη̃σ,
φθεγξάμενός σφ' ἐπέεσσι προσηύδα μειλιχίοισι:

   "βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
ἠ̃ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
ποι̃οί κ' εἰ̃τ' 'Οδυση̃ϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι
ὡ̃δε μάλ' ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
ἤ κε μνηστήρεσσιν ἀμύνοιτ' ἠ̃ 'Οδυση̃ϊ;
εἴπαθ' ὅπως ὑμέας κραδίη θυμός τε κελεύει."

   τὸν δ' αὐ̃τε προσέειπε βοω̃ν ἐπιβουκόλος ἀνήρ:
"Ζευ̃ πάτερ, αἲ γὰρ του̃το τελευτήσειας ἐέλδωρ,
ὡς ἔλθοι μὲν κει̃νος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων:
γνοίης χ', οἵη ἐμὴ δύναμις καὶ χει̃ρες ἕπονται."

   ὣς δ' αὔτως Εὔμαιος ἐπεύξατο πα̃σι θεοι̃σι
νοστη̃σαι 'Οδυση̃α πολύφρονα ὅνδε δόμονδε.
αὐτὰρ ἐπεὶ δὴ τω̃ν γε νόον νημερτέ' ἀνέγνω,
ἐξαυ̃τίς σφ' ἐπέεσσιν ἀμειβόμενος προσέειπεν:

   "ἔνδον μὲν δὴ ὅδ' αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσασ,
ἤλυθον εἰκοστω̨̃ ἔτεϊ ἐς πατρίδα γαι̃αν.
γινώσκω δ' ὡς σφω̃ϊν ἐελδομένοισιν ἱκάνω
οἴοισι δμώων: τω̃ν δ' ἄλλων οὔ τευ ἄκουσα
εὐξαμένου ἐμὲ αὐ̃τις ὑπότροπον οἴκαδ' ἱκέσθαι.
σφω̃ϊν δ', ὡς ἔσεταί περ, ἀληθείην καταλέξω:
εἴ χ' ὑπ' ἐμοί γε θεὸς δαμάση̨ μνηστη̃ρας ἀγαυούσ,
ἄξομαι ἀμφοτέροισ' ἀλόχους καὶ κτήματ' ὀπάσσω
οἰκία τ' ἐγγὺς ἐμει̃ο τετυγμένα: καί μοι ἔπειτα
Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
εἰ δ' ἄγε δὴ καὶ ση̃μα ἀριφραδὲς ἄλλο τι δείξω,
ὄφρα μ' ἐὺ̈ γνω̃τον πιστωθη̃τόν τ' ἐνὶ θυμω̨̃,
[οὐλήν, τήν ποτέ με συ̃ς ἤλασε λευκω̨̃ ὀδόντι
Παρνησόνδ' ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο."]

   ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλη̃σ.
τὼ δ' ἐπεὶ εἰσιδέτην εὐ̃ τ' ἐφράσσαντο ἕκαστα,
κλαι̃ον ἄρ' ἀμφ' 'Οδυση̃ϊ δαΐφρονι χει̃ρε βαλόντε
καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμουσ:
ὣς δ' αὔτως 'Οδυσεὺς κεφαλὰς καὶ χει̃ρας ἔκυσσε.
καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
εἰ μὴ 'Οδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε:

   "παύεσθον κλαυθμοι̃ο γόοιό τε, μή τις ἴδηται
ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπη̨σι καὶ εἴσω.
ἀλλὰ προμνηστι̃νοι ἐσέλθετε, μηδ' ἅμα πάντεσ,
πρω̃τος ἐγώ, μετὰ δ' ὔμμεσ. ἀτὰρ τόδε ση̃μα τετύχθω:
ἄλλοι μὲν γὰρ πάντεσ, ὅσοι μνηστη̃ρες ἀγαυοί,
οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην:
ἀλλὰ σύ, δι̃' Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον
ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπει̃ν δὲ γυναιξὶ
κληι̃σαι μεγάροιο θύρας πυκινω̃ς ἀραρυίασ:
ἢν δέ τις ἢ στοναχη̃ς ἠὲ κτύπου ἔνδον ἀκούση̨
ἀνδρω̃ν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
προβλώσκειν, ἀλλ' αὐτου̃ ἀκὴν ἔμεναι παρὰ ἔργω̨.
σοὶ δέ, Φιλοίτιε δι̃ε, θύρας ἐπιτέλλομαι αὐλη̃ς
κληι̃σαι κληι̃δι, θοω̃ς δ' ἐπὶ δεσμὸν ἰη̃λαι."

   ὣς εἰπὼν εἰση̃λθε δόμους ἐὺ̈ ναιετάοντασ:
ἕζετ' ἔπειτ' ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη.
ἐς δ' ἄρα καὶ τὼ δμω̃ε ἴτην θείου 'Οδυση̃οσ.

   Εὐρύμαχος δ' ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,
θάλπων ἔνθα καὶ ἔνθα σέλα̨ πυρόσ: ἀλλά μιν οὐδ' ὡ̃ς
ἐντανύσαι δύνατο, μέγα δ' ἔστενε κυδάλιμον κη̃ρ:
ὀχθήσας δ' ἄρα εἰ̃πεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

   "ὢ πόποι, ἠ̃ μοι ἄχος περί τ' αὐτου̃ καὶ περὶ πάντων.
οὔ τι γάμου τοσσου̃τον ὀδύρομαι, ἀχνύμενός περ: _
εἰσὶ καὶ ἄλλαι πολλαὶ 'Αχαιΐδεσ, αἱ μὲν ἐν αὐτη̨̃
ἀμφιάλω̨ 'Ιθάκη̨, αἱ δ' ἄλλη̨σιν πολίεσσιν: _
ἀλλ' εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
ἀντιθέου 'Οδυση̃οσ, ὅ τ' οὐ δυνάμεσθα τανύσσαι
τόξον: ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι."

   τὸν δ' αὐ̃τ' 'Αντίνοος προσέφη, Εὐπείθεος υἱόσ:
"Εὐρύμαχ', οὐχ οὕτως ἔσται: νοέεις δὲ καὶ αὐτόσ.
νυ̃ν μὲν γὰρ κατὰ δη̃μον ἑορτὴ τοι̃ο θεοι̃ο
ἁγνή: τίς δέ κε τόξα τιταίνοιτ'; ἀλλὰ ἕκηλοι
κάτθετ'. ἀτὰρ πελέκεάς γε καὶ εἴ κ' εἰω̃μεν ἅπαντας
ἑστάμεν: οὐ μὲν γάρ τιν' ἀναιρήσεσθαι ὀΐω,
ἐλθόντ' ἐς μέγαρον Λαερτιάδεω 'Οδυση̃οσ.
ἀλλ' ἄγετ', οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα:
ἠω̃θεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγω̃ν,
αἰ̃γας ἄγειν, αἳ πα̃σι μέγ' ἔξοχοι αἰπολίοισιν,
ὄφρ' ἐπὶ μηρία θέντες 'Απόλλωνι κλυτοτόξω̨
τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον."

   ὣς ἔφατ' 'Αντίνοοσ, τοι̃σιν δ' ἐπιήνδανε μυ̃θοσ.
τοι̃σι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χει̃ρας ἔχευαν,
κου̃ροι δὲ κρητη̃ρας ἐπεστέψαντο ποτοι̃ο,
νώμησαν δ' ἄρα πα̃σιν ἐπαρξάμενοι δεπάεσσιν.
οἱ δ' ἐπεὶ οὐ̃ν σπει̃σάν τε πίον θ', ὅσον ἤθελε θυμόσ,
τοι̃ς δὲ δολοφρονέων μετέφη πολύμητις 'Οδυσσεύσ:

   "κέκλυτέ μευ, μνηστη̃ρες ἀγακλειτη̃ς βασιλείησ,
[ὄφρ' εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει:]
Εὐρύμαχον δὲ μάλιστα καὶ 'Αντίνοον θεοειδέα
λίσσομ', ἐπεὶ καὶ του̃το ἔπος κατὰ μοι̃ραν ἔειπε,
νυ̃ν μὲν παυ̃σαι τόξον, ἐπιτρέψαι δὲ θεοι̃σιν:
ἠω̃θεν δὲ θεὸς δώσει κράτοσ, ὡ̨̃ κ' ἐθέλη̨σιν.
ἀλλ' ἄγ' ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθ' ὑμι̃ν
χειρω̃ν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτ' ἐστὶν
ἴσ, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοι̃σι μέλεσσιν,
ἠ̃ ἤδη μοι ὄλεσσεν ἄλη τ' ἀκομιστίη τε."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,
δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
'Αντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

   "ἀ̃ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδ' ἠβαιαί.
οὐκ ἀγαπα̨̃σ, ὃ ἕκηλος ὑπερφιάλοισι μεθ' ἡμι̃ν
δαίνυσαι οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις
μύθων ἡμετέρων καὶ ῥήσιοσ; οὐδέ τις ἄλλος
ἡμετέρων μύθων ξει̃νος καὶ πτωχὸς ἀκούει.
οἰ̃νός σε τρώει μελιηδήσ, ὅς τε καὶ ἄλλους
βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλη̨ μηδ' αἴσιμα πίνη̨.
οἰ̃νος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,
ἄασ' ἐνὶ μεγάρω̨ μεγαθύμου Πειριθόοιο,
ἐς Λαπίθας ἐλθόνθ': ὁ δ' ἐπεὶ φρένας ἄασεν οἴνω̨,
μαινόμενος κάκ' ἔρεξε δόμον κάτα Πειριθόοιο.
ἥρωας δ' ἄχος εἱ̃λε, διὲκ προθύρου δὲ θύραζε
ἕλκον ἀναΐξαντεσ, ἀπ' οὔατα νηλέϊ χαλκω̨̃
ῥι̃νάς τ' ἀμήσαντεσ: ὁ δὲ φρεσὶν ἡ̨̃σιν ἀασθεὶς
ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμω̨̃.
ἐξ οὑ̃ Κενταύροισι καὶ ἀνδράσι νει̃κος ἐτύχθη,
οἱ̃ δ' αὐτω̨̃ πρώτω̨ κακὸν εὕρετο οἰνοβαρείων.
ὣς καὶ σοὶ μέγα πη̃μα πιφαύσκομαι, αἴ κε τὸ τόξον
ἐντανύση̨σ: οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
ἡμετέρω̨ ἐνὶ δήμω̨, ἄφαρ δέ σε νηὶ̈ μελαίνη̨
εἰς 'Έχετον βασιλη̃α, βροτω̃ν δηλήμονα πάντων,
πέμψομεν: ἔνθεν δ' οὔ τι σαώσεαι. ἀλλὰ ἕκηλος
πι̃νέ τε μηδ' ἐρίδαινε μετ' ἀνδράσι κουροτέροισι."

   τὸν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"'Αντίνο', οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ' ἵκηται.
ἔλπεαι, αἴ χ' ὁ ξει̃νος 'Οδυσση̃ος μέγα τόξον
ἐντανύση̨ χερσίν τε βίηφί τε ἡ̃φι πιθήσασ,
οἴκαδέ μ' ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;
οὐδ' αὐτός που του̃τό γ' ἐνὶ στήθεσσιν ἔολπε:
μηδέ τις ὑμείων του̃ γ' εἵνεκα θυμὸν ἀχεύων
ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε."

   τὴν δ' αὐ̃τ' Εὐρύμαχοσ, Πολύβου πάϊσ, ἀντίον ηὔδα:
"κούρη 'Ικαρίοιο, περίφρων Πηνελόπεια,
οὔ τί σε τόνδ' ἄξεσθαι ὀϊόμεθ', οὐδὲ ἔοικεν,
ἀλλ' αἰσχυνόμενοι φάτιν ἀνδρω̃ν ἠδὲ γυναικω̃ν,
μή ποτέ τις εἴπη̨σι κακώτερος ἄλλος 'Αχαιω̃ν:
"ἠ̃ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν
μνω̃νται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν:
ἀλλ' ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δ' ἡ̃κε σιδήρου."
ὣς ἐρέουσ', ἡμι̃ν δ' ἂν ἐλέγχεα ταυ̃τα γένοιτο."

   τὸν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"Εὐρύμαχ', οὔ πως ἔστιν ἐϋκλει̃ας κατὰ δη̃μον
ἔμμεναι, οἳ δὴ οἰ̃κον ἀτιμάζοντες ἔδουσιν
ἀνδρὸς ἀριστη̃οσ: τί δ' ἐλέγχεα ταυ̃τα τίθεσθε;
οὑ̃τος δὲ ξει̃νος μάλα μὲν μέγας ἠδ' εὐπηγήσ,
πατρὸς δ' ἐξ ἀγαθου̃ γένος εὔχεται ἔμμεναι υἱόσ.
ἀλλ' ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
ὡ̃δε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται:
εἴ κέ μιν ἐντανύση̨, δώη̨ δέ οἱ εὐ̃χος 'Απόλλων,
ἕσσω μιν χλαι̃νάν τε χιτω̃νά τε, εἵματα καλά,
δώσω δ' ὀξὺν ἄκοντα, κυνω̃ν ἀλκτη̃ρα καὶ ἀνδρω̃ν,
καὶ ξίφος ἄμφηκεσ: δώσω δ' ὑπὸ ποσσὶ πέδιλα,
πέμψω δ' ὅππη̨ μιν κραδίη θυμός τε κελεύει."

   τὴν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"μη̃τερ ἐμή, τόξον μὲν 'Αχαιω̃ν οὔ τις ἐμει̃ο
κρείσσων, ὡ̨̃ κ' ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,
οὔθ' ὅσσοι κραναὴν 'Ιθάκην κάτα κοιρανέουσιν,
οὔθ' ὅσσοι νήσοισι πρὸς 'Ήλιδος ἱπποβότοιο:
τω̃ν οὔ τίς μ' ἀέκοντα βιήσεται, αἴ κ' ἐθέλωμι
καὶ καθάπαξ ξείνω̨ δόμεναι τάδε τόξα φέρεσθαι.
ἀλλ' εἰς οἰ̃κον ἰου̃σα τὰ σ' αὐτη̃ς ἔργα κόμιζε,
ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι: τόξον δ' ἄνδρεσσι μελήσει
πα̃σι, μάλιστα δ' ἐμοί: του̃ γὰρ κράτος ἔστ' ἐνὶ οἴκω̨."

   ἡ μὲν θαμβήσασα πάλιν οἰ̃κόνδε βεβήκει:
παιδὸς γὰρ μυ̃θον πεπνυμένον ἔνθετο θυμω̨̃.
ἐς δ' ὑπερω̨̃' ἀναβα̃σα σὺν ἀμφιπόλοισι γυναιξὶ
κλαι̃εν ἔπειτ' 'Οδυση̃α, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκω̃πις 'Αθήνη.

   αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δι̃ος ὑφορβόσ:
μνηστη̃ρες δ' ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν:
ὡ̃δε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:

   "πη̨̃ δὴ καμπύλα τόξα φέρεισ, ἀμέγαρτε συβω̃τα,
πλαγκτέ; τάχ' αὐ̃ σ' ἐφ' ὕεσσι κύνες ταχέες κατέδονται
οἰ̃ον ἀπ' ἀνθρώπων, οὓς ἔτρεφεσ, εἴ κεν 'Απόλλων
ἡμι̃ν ἱλήκη̨σι καὶ ἀθάνατοι θεοὶ ἄλλοι."

   ὣς φάσαν, αὐτὰρ ὁ θη̃κε φέρων αὐτη̨̃ ἐνὶ χώρη̨,
δείσασ, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισι.
Τηλέμαχος δ' ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει:

   "ἄττα, πρόσω φέρε τόξα: τάχ' οὐκ ἐὺ̈ πα̃σι πιθήσεισ:
μή σε καὶ ὁπλότερος περ ἐὼν ἀγρόνδε δίωμαι
βάλλων χερμαδίοισι: βίηφι δὲ φέρτερός εἰμι.
αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματ' ἔασι,
μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην:
τω̃ κε τάχα στυγερω̃ς τιν' ἐγὼ πέμψαιμι νέεσθαι
ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπ' αὐτω̨̃ ἡδὺ γέλασσαν
μνηστη̃ρες καὶ δὴ μέθιεν χαλεποι̃ο χόλοιο
Τηλεμάχω̨: τὰ δὲ τόξα φέρων ἀνὰ δω̃μα συβώτης
ἐν χείρεσσ' 'Οδυση̃ϊ δαΐφρονι θη̃κε παραστάσ.
ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν:

   "Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,
κληι̃σαι μεγάροιο θύρας πυκινω̃ς ἀραρυίασ:
ἢν δέ τις ἢ στοναχη̃ς ἠὲ κτύπου ἔνδον ἀκούση̨
ἀνδρω̃ν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
προβλώσκειν, ἀλλ' αὐτου̃ ἀκὴν ἔμεναι παρὰ ἔργω̨."

   ὣς ἄρ' ἐφώνησεν, τη̨̃ δ' ἄπτερος ἔπλετο μυ̃θοσ,
κλήϊσεν δὲ θύρας μεγάρων ἐὺ̈ ναιεταόντων.

   σιγη̨̃ δ' ἐξ οἴκοιο Φιλοίτιος ἀ̃λτο θύραζε,
κλήϊσεν δ' ἄρ' ἔπειτα θύρας εὐερκέος αὐλη̃σ.
κει̃το δ' ὑπ' αἰθούση̨ ὅπλον νεὸς ἀμφιελίσσης
βύβλινον, ὡ̨̃ ῥ' ἐπέδησε θύρασ, ἐς δ' ἤϊεν αὐτόσ:
ἕζετ' ἔπειτ' ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
εἰσορόων 'Οδυση̃α. ὁ δ' ἤδη τόξον ἐνώμα
πάντη̨ ἀναστρωφω̃ν, πειρώμενος ἔνθα καὶ ἔνθα,
μὴ κέρα ἰ̃πες ἔδοιεν ἀποιχομένοιο ἄνακτοσ.
ὡ̃δε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:

   "ἠ̃ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων:
ἤ ῥά νύ που τοιαυ̃τα καὶ αὐτω̨̃ οἴκοθι κει̃ται,
ἢ ὅ γ' ἐφορμα̃ται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
νωμα̨̃ ἔνθα καὶ ἔνθα κακω̃ν ἔμπαιος ἀλήτησ."

   ἄλλος δ' αὐ̃τ' εἴπεσκε νέων ὑπερηνορεόντων:
"αἲ γὰρ δὴ τοσσου̃τον ὀνήσιος ἀντιάσειεν,
ὡς οὑ̃τός ποτε του̃το δυνήσεται ἐντανύσασθαι."

   ὣς ἄρ' ἔφαν μνηστη̃ρεσ: ἀτὰρ πολύμητις 'Οδυσσεύσ,
αὐτίκ' ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη̨,
ὡς ὅτ' ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδη̃ς
ῥηϊδίως ἐτάνυσσε νέω̨ περὶ κόλλοπι χορδήν,
ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰόσ,
ὣς ἄρ' ἄτερ σπουδη̃ς τάνυσεν μέγα τόξον 'Οδυσσεύσ.
δεξιτερη̨̃ δ' ἄρα χειρὶ λαβὼν πειρήσατο νευρη̃σ:
ἡ δ' ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
μνηστη̃ρσιν δ' ἄρ' ἄχος γένετο μέγα, πα̃σι δ' ἄρα χρὼς
ἐτράπετο. Ζεὺς δὲ μεγάλ' ἔκτυπε σήματα φαίνων:
γήθησέν τ' ἄρ' ἔπειτα πολύτλας δι̃ος 'Οδυσσεύσ,
ὅττι ῥά οἱ τέρας ἡ̃κε Κρόνου πάϊς ἀγκυλομήτεω.
εἵλετο δ' ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζη̨
γυμνόσ: τοὶ δ' ἄλλοι κοίλης ἔντοσθε φαρέτρης
κείατο, τω̃ν τάχ' ἔμελλον 'Αχαιοὶ πειρήσεσθαι.
τόν ῥ' ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,
αὐτόθεν ἐκ δίφροιο καθήμενοσ, ἡ̃κε δ' ὀϊστὸν
ἄντα τιτυσκόμενοσ, πελέκεων δ' οὐκ ἤμβροτε πάντων
πρώτης στειλειη̃σ, διὰ δ' ἀμπερὲς ἠ̃λθε θύραζε
ἰὸς χαλκοβαρήσ. ὁ δὲ Τηλέμαχον προσέειπε:

   "Τηλέμαχ', οὔ σ' ὁ ξει̃νος ἐνὶ μεγάροισιν ἐλέγχει
ἥμενοσ, οὐδέ τι του̃ σκοπου̃ ἤμβροτον οὐδέ τι τόξον
δὴν ἔκαμον τανύων: ἔτι μοι μένος ἔμπεδόν ἐστιν,
οὐχ ὥς με μνηστη̃ρες ἀτιμάζοντες ὄνονται.
νυ̃ν δ' ὥρη καὶ δόρπον 'Αχαιοι̃σιν τετυκέσθαι
ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι
μολπη̨̃ καὶ φόρμιγγι: τὰ γάρ τ' ἀναθήματα δαιτόσ."

   ἠ̃, καὶ ἐπ' ὀφρύσι νευ̃σεν: ὁ δ' ἀμφέθετο ξίφος ὀξὺ
Τηλέμαχοσ, φίλος υἱὸς 'Οδυσση̃ος θείοιο,
ἀμφὶ δὲ χει̃ρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δ' ἄρ' αὐτου̃
πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκω̨̃.