ΟΔΥΣΣΕΙΑΣ Χ

Αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις 'Οδυσσεύσ,
ἀ̃λτο δ' ἐπὶ μέγαν οὐδὸν ἔχων βιὸν ἠδὲ φαρέτρην
ἰω̃ν ἐμπλείην, ταχέας δ' ἐκχεύατ' ὀϊστοὺς
αὐτου̃ πρόσθε ποδω̃ν, μετὰ δὲ μνηστη̃ρσιν ἔειπεν:

   "οὑ̃τος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται:
νυ̃ν αὐ̃τε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,
εἴσομαι, αἴ κε τύχωμι, πόρη̨ δέ μοι εὐ̃χος 'Απόλλων."

   ἠ̃, καὶ ἐπ' 'Αντινόω̨ ἰθύνετο πικρὸν ὀϊστόν.
ἠ̃ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,
χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
ὄφρα πίοι οἴνοιο: φόνος δέ οἱ οὐκ ἐνὶ θυμω̨̃
μέμβλετο. τίς κ' οἴοιτο μετ' ἀνδράσι δαιτυμόνεσσι
μου̃νον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
οἱ̃ τεύξειν θάνατόν τε κακὸν καὶ κη̃ρα μέλαιναν;
τὸν δ' 'Οδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰω̨̃,
ἀντικρὺ δ' ἁπαλοι̃ο δι' αὐχένος ἤλυθ' ἀκωκή.
ἐκλίνθη δ' ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς
βλημένου, αὐτίκα δ' αὐλὸς ἀνὰ ῥι̃νας παχὺς ἠ̃λθεν
αἵματος ἀνδρομέοιο: θοω̃ς δ' ἀπὸ εἱ̃ο τράπεζαν
ὠ̃σε ποδὶ πλήξασ, ἀπὸ δ' εἴδατα χευ̃εν ἔραζε:
σι̃τός τε κρέα τ' ὀπτὰ φορύνετο. τοὶ δ' ὁμάδησαν
μνηστη̃ρες κατὰ δώμαθ', ὅπως ἴδον ἄνδρα πεσόντα,
ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δω̃μα,
πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχουσ:
οὐδέ που ἀσπὶς ἔην οὐδ' ἄλκιμον ἔγχος ἑλέσθαι.
νείκειον δ' 'Οδυση̃α χολωτοι̃σιν ἐπέεσσι:

   "ξει̃νε, κακω̃ς ἀνδρω̃ν τοξάζεαι: οὐκέτ' ἀέθλων
ἄλλων ἀντιάσεισ: νυ̃ν τοι σω̃ς αἰπὺς ὄλεθροσ.
καὶ γὰρ δὴ νυ̃ν φω̃τα κατέκτανεσ, ὃς μέγ' ἄριστος
κούρων εἰν 'Ιθάκη̨: τω̃ σ' ἐνθάδε γυ̃πες ἔδονται."

   ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἠ̃ φάσαν οὐκ ἐθέλοντα
ἄνδρα κατακτει̃ναι: τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
ὡς δή σφιν καὶ πα̃σιν ὀλέθρου πείρατ' ἐφη̃πτο.
τοὺς δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις 'Οδυσσεύσ:

   "ὠ̃ κύνεσ, οὔ μ' ἔτ' ἐφάσκεθ' ὑπότροπον οἴκαδε νει̃σθαι
δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἰ̃κον
δμω̨η̨̃σίν τε γυναιξὶ παρευνάζεσθε βιαίως
αὐτου̃ τε ζώοντος ὑπεμνάασθε γυναι̃κα,
οὔτε θεοὺς δείσαντεσ, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
οὔτε τιν' ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι.
νυ̃ν ὕμιν καὶ πα̃σιν ὀλέθρου πείρατ' ἐφη̃πται."

   ὣς φάτο, τοὺς δ' ἅρα πάντας ὑπὸ χλωρὸν δέος εἱ̃λε:
[πάπτηνεν δὲ ἕκαστοσ, ὅπη̨ φύγοι αἰπὺν ὄλεθρον.]
Εὐρύμαχος δέ μιν οἰ̃ος ἀμειβόμενος προσέειπεν:

   "εἰ μὲν δὴ 'Οδυσεὺς 'Ιθακήσιος εἰλήλουθασ,
ταυ̃τα μὲν αἴσιμα εἰ̃πεσ, ὅσα ῥέζεσκον 'Αχαιοί,
πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δ' ἐπ' ἀγρου̃.
ἀλλ' ὁ μὲν ἤδη κει̃ται, ὃς αἴτιος ἔπλετο πάντων,
'Αντίνοοσ: οὑ̃τος γὰρ ἐπίηλεν τάδε ἔργα,
οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
ἀλλ' ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
ὄφρ' 'Ιθάκης κατὰ δη̃μον ἐϋκτιμένης βασιλεύοι
αὐτόσ, ἀτὰρ σὸν παι̃δα κατακτείνειε λοχήσασ.
νυ̃ν δ' ὁ μὲν ἐν μοίρη̨ πέφαται, σὺ δὲ φείδεο λαω̃ν
σω̃ν: ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δη̃μον,
ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστοσ,
χαλκόν τε χρυσόν τ' ἀποδώσομεν, εἰς ὅ κε σὸν κη̃ρ
ἰανθη̨̃: πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολω̃σθαι."

   τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις 'Οδυσσεύσ:
"Εὐρύμαχ', οὐδ' εἴ μοι πατρώϊα πάντ' ἀποδοι̃τε,
ὅσσα τε νυ̃ν ὔμμ' ἐστὶ καὶ εἴ ποθεν ἄλλ' ἐπιθει̃τε,
οὐδέ κεν ὡ̃ς ἔτι χει̃ρας ἐμὰς λήξαιμι φόνοιο,
πρὶν πα̃σαν μνηστη̃ρας ὑπερβασίην ἀποτει̃σαι.
νυ̃ν ὕμιν παράκειται ἐναντίον ἠὲ μάχεσθαι
ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κη̃ρας ἀλύξη̨:
ἀλλά τιν' οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον."

   ὣς φάτο, τω̃ν δ' αὐτου̃ λύτο γούνατα καὶ φίλον ἠ̃τορ.
τοι̃σιν δ' Εὐρύμαχος μετεφώνεε δεύτερον αὐ̃τισ:

   "ὠ̃ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χει̃ρας ἀάπτουσ,
ἀλλ' ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,
οὐδου̃ ἄπο ξεστου̃ τοξάσσεται, εἰς ὅ κε πάντας
ἄμμε κατακτείνη̨. ἀλλὰ μνησώμεθα χάρμησ:
φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας
ἰω̃ν ὠκυμόρων: ἐπὶ δ' αὐτω̨̃ πάντες ἔχωμεν
ἁθρόοι, εἴ κέ μιν οὐδου̃ ἀπώσομεν ἠδὲ θυράων,
ἔλθωμεν δ' ἀνὰ ἄστυ, βοὴ δ' ὤκιστα γένηται:
τω̃ κε τάχ' οὑ̃τος ἀνὴρ νυ̃ν ὕστατα τοξάσσαιτο."

   ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἀ̃λτο δ' ἐπ' αὐτω̨̃
σμερδαλέα ἰάχων: ὁ δ' ἁμαρτὴ δι̃ος 'Οδυσσεὺς
ἰὸν ἀποπροΐει, βάλε δὲ στη̃θος παρὰ μαζόν,
ἐν δέ οἱ ἥπατι πη̃ξε θοὸν βέλοσ. ἐκ δ' ἄρα χειρὸς
φάσγανον ἡ̃κε χαμα̃ζε, περιρρηδὴς δὲ τραπέζη̨
κάππεσεν ἰδνωθείσ, ἀπὸ δ' εἴδατα χευ̃εν ἔραζε
καὶ δέπας ἀμφικύπελλον: ὁ δὲ χθόνα τύπτε μετώπω̨
θυμω̨̃ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
λακτίζων ἐτίνασσε: κατ' ὀφθαλμω̃ν δ' ἔχυτ' ἀχλύσ.

   'Αμφίνομος δ' 'Οδυση̃ος ἐείσατο κυδαλίμοιο
ἀντίος ἀΐξασ, εἴρυτο δὲ φάσγανον ὀξύ,
εἴ πώς οἱ εἴξειε θυράων. ἀλλ' ἄρα μιν φθη̃
Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
ὤμων μεσσηγύσ, διὰ δὲ στήθεσφιν ἔλασσε:
δούπησεν δὲ πεσών, χθόνα δ' ἤλασε παντὶ μετώπω̨.
Τηλέμαχος δ' ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος
αὐτου̃ ἐν 'Αμφινόμω̨: περὶ γὰρ δίε, μή τις 'Αχαιω̃ν
ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
φασγάνω̨ ἀΐξας ἠὲ προπρηνέα τύψασ.
βη̃ δὲ θέειν, μάλα δ' ὠ̃κα φίλον πατέρ' εἰσαφίκανεν,
ἀγχου̃ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:

   "ὠ̃ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δου̃ρε
καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοισ' ἀραρυι̃αν,
αὐτός τ' ἀμφιβαλευ̃μαι ἰών, δώσω δὲ συβώτη̨
καὶ τω̨̃ βουκόλω̨ ἄλλα: τετευχη̃σθαι γὰρ ἄμεινον."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"οἰ̃σε θέων, εἱ̃ός μοι ἀμύνεσθαι πάρ' ὀϊστοί,
μή μ' ἀποκινήσωσι θυράων μου̃νον ἐόντα."

   ὣς φάτο, Τηλέμαχος δὲ φίλω̨ ἐπεπείθετο πατρί,
βη̃ δ' ἴμεναι θάλαμόνδ', ὅθι οἱ κλυτὰ τεύχεα κει̃το.
ἔνθεν τέσσαρα μὲν σάκε' εἵλετο, δούρατα δ' ὀκτὼ
καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείασ:
βη̃ δὲ φέρων, μάλα δ' ὠ̃κα φίλον πατέρ' εἰσαφίκανεν.
αὐτὸς δὲ πρώτιστα περὶ χροὶ̈ δύσετο χαλκόν:
ὣς δ' αὔτως τὼ δμω̃ε δυέσθην τεύχεα καλά,
ἔσταν δ' ἀμφ' 'Οδυση̃α δαΐφρονα ποικιλομήτην.

   αὐτὰρ ὅ γ', ὄφρα μὲν αὐτω̨̃ ἀμύνεσθαι ἔσαν ἰοί,
τόφρα μνηστήρων ἕνα γ' αἰεὶ ὡ̨̃ ἐνὶ οἴκω̨
βάλλε τιτυσκόμενοσ: τοὶ δ' ἀγχιστι̃νοι ἔπιπτον.
αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο
ἔκλιν' ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,
αὐτὸς δ' ἀμφ' ὤμοισι σάκος θέτο τετραθέλυμνον,
κρατὶ δ' ἐπ' ἰφθίμω̨ κυνέην εὔτυκτον ἔθηκεν,
ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν:
εἵλετο δ' ἄλκιμα δου̃ρε δύω κεκορυθμένα χαλκω̨̃.

   ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτω̨ ἐνὶ τοίχω̨,
ἀκρότατον δὲ παρ' οὐδὸν ἐϋσταθέος μεγάροιο
ἠ̃ν ὁδὸς ἐς λαύρην, σανίδες δ' ἔχον εὐ̃ ἀραρυι̃αι:
τὴν 'Οδυσεὺς φράζεσθαι ἀνώγει δι̃ον ὑφορβὸν
ἑσταότ' ἄγχ' αὐτη̃σ: μία δ' οἴη γίνετ' ἐφορμή.
τοι̃ς δ' 'Αγέλεως μετέειπεν ἔπος πάντεσσι πιφαύσκων:

   "ὠ̃ φίλοι, οὐκ ἂν δή τις ἀν' ὀρσοθύρην ἀναβαίη
καὶ εἴποι λαοι̃σι, βοὴ δ' ὤκιστα γένοιτο;
τω̃ κε τάχ' οὑ̃τος ἀνὴρ νυ̃ν ὕστατα τοξάσσαιτο."

   τὸν δ' αὐ̃τε προσέειπε Μελάνθιοσ, αἰπόλος αἰγω̃ν:
"οὔ πως ἔστ', 'Αγέλαε διοτρεφέσ: ἄγχι γὰρ αἰνω̃ς
αὐλη̃ς καλὰ θύρετρα, καὶ ἀργαλέον στόμα λαύρησ:
καί χ' εἱ̃ς πάντας ἐρύκοι ἀνήρ, ὅς τ' ἄλκιμος εἴη.
ἀλλ' ἄγεθ', ὑμι̃ν τεύχε' ἐνείκω θωρηχθη̃ναι
ἐκ θαλάμου: ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη̨ ἄλλη̨
τεύχεα κατθέσθην 'Οδυσεὺς καὶ φαίδιμος υἱόσ."

   ὣς εἰπὼν ἀνέβαινε Μελάνθιοσ, αἰπόλος αἰγω̃ν,
ἐς θαλάμους 'Οδυση̃ος ἀνὰ ῥω̃γας μεγάροιο.
ἔνθεν δώδεκα μὲν σάκε' ἔξελε, τόσσα δὲ δου̃ρα
καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείασ:
βη̃ δ' ἴμεναι, μάλα δ' ὠ̃κα φέρων μνηστη̃ρσιν ἔδωκε.
καὶ τότ' 'Οδυσση̃ος λύτο γούνατα καὶ φίλον ἠ̃τορ,
ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δου̃ρα
μακρὰ τινάσσοντασ: μέγα δ' αὐτω̨̃ φαίνετο ἔργον.
αἰ̃ψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα:

   "Τηλέμαχ', ἠ̃ μάλα δή τις ἐνὶ μεγάροισι γυναικω̃ν
νω̃ϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύσ."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"ὠ̃ πάτερ, αὐτὸς ἐγὼ τόδε γ' ἤμβροτον, _οὐδέ τις ἄλλος
αἴτιοσ, _ὃς θαλάμοιο θύρην πυκινω̃ς ἀραρυι̃αν
κάλλιπον ἀγκλίνασ: τω̃ν δὲ σκοπὸς ἠ̃εν ἀμείνων.
ἀλλ' ἴθι, δι̃' Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο,
καὶ φράσαι, ἤ τις ἄρ' ἐστὶ γυναικω̃ν, ἣ τάδε ῥέζει,
ἠ̃ υἱὸς Δολίοιο Μελανθεύσ, τόν περ ὀΐω."

   ὣς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον.
βη̃ δ' αὐ̃τις θάλαμόνδε Μελάνθιοσ, αἰπόλος αἰγω̃ν,
οἴσων τεύχεα καλά: νόησε δὲ δι̃ος ὑφορβόσ,
αἰ̃ψα δ' 'Οδυσση̃α προσεφώνεεν ἐγγὺς ἐόντα:

   "διογενὲς Λαερτιάδη, πολυμήχαν' 'Οδυσσευ̃,
κει̃νος δὴ αὐ̃τ' ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθ' αὐτοί,
ἔρχεται ἐς θάλαμον: σὺ δέ μοι νημερτὲς ἐνίσπεσ,
ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,
ἠ̃έ σοι ἐνθάδ' ἄγω, ἵν' ὑπερβασίας ἀποτείση̨
πολλάσ, ὅσσας οὑ̃τος ἐμήσατο σω̨̃ ἐνὶ οἴκω̨."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
ἠ̃ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστη̃ρας ἀγαυοὺς
σχήσομεν ἔντοσθεν μεγάρων μάλα περ μεμαω̃τασ:
σφω̃ϊ δ' ἀποστρέψαντε πόδας καὶ χει̃ρας ὕπερθεν
[ἐς θάλαμον βαλέειν, σανίδας δ' ἐκδη̃σαι ὄπισθε,]
σειρὴν δὲ πλεκτὴν ἐξ αὐτου̃ πειρήναντε
κίον' ἀν' ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοι̃σιν,
ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπ' ἄλγεα πάσχη̨."

   ὣς ἔφαθ', οἱ δ' ἄρα του̃ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο,
βὰν δ' ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.
ἠ̃ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχε' ἐρεύνα,
τὼ δ' ἔσταν ἑκάτερθε παρὰ σταθμοι̃σι μένοντε.
εὐ̃θ' ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιοσ, αἰπόλος αἰγω̃ν,
τη̨̃ ἑτέρη̨ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
τη̨̃ δ' ἑτέρη̨ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζη̨,
Λαέρτεω ἥρωοσ, ὃ κουρίζων φορέεσκε:
δὴ τότε γ' ἤδη κει̃το, ῥαφαὶ δ' ἐλέλυντο ἱμάντων:
τὼ δ' ἄρ' ἐπαΐξανθ' ἑλέτην ἔρυσάν τέ μιν εἴσω
κουρίξ, ἐν δαπέδω̨ δὲ χαμαὶ βάλον ἀχνύμενον κη̃ρ,
σὺν δὲ πόδας χει̃ράς τε δέον θυμαλγέϊ δεσμω̨̃
εὐ̃ μάλ' ἀποστρέψαντε διαμπερέσ, ὡς ἐκέλευσεν
[υἱὸς Λαέρταο, πολύτλας δι̃ος 'Οδυσσεύσ:]
σειρὴν δὲ πλεκτὴν ἐξ αὐτου̃ πειρήναντε
κίον' ἀν' ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοι̃σι.
τὸν δ' ἐπικερτομέων προσέφησ, Εὔμαιε συβω̃τα:

   "νυ̃ν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεισ,
εὐνη̨̃ ἔνι μαλακη̨̃ καταλέγμενοσ, ὥς σε ἔοικεν:
οὐδὲ σέ γ' ἠριγένεια παρ' 'Ωκεανοι̃ο ῥοάων
λήσει ἀνερχομένη χρυσόθρονοσ, ἡνίκ' ἀγινει̃ς
αἰ̃γας μνηστήρεσσι δόμον κάτα δαι̃τα πένεσθαι."

   ὣς ὁ μὲν αὐ̃θι λέλειπτο, ταθεὶς ὀλοω̨̃ ἐνὶ δεσμω̨̃:
τὼ δ' ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,
βήτην εἰς 'Οδυση̃α δαΐφρονα ποικιλομήτην.
ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπ' οὐδου̃
τέσσαρεσ, οἱ δ' ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
τοι̃σι δ' ἐπ' ἀγχίμολον θυγάτηρ Διὸς ἠ̃λθεν 'Αθήνη
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
τὴν δ' 'Οδυσεὺς γήθησεν ἰδὼν καὶ μυ̃θον ἔειπε:

   "Μέντορ, ἄμυνον ἀρήν, μνη̃σαι δ' ἐτάροιο φίλοιο,
ὅς σ' ἀγαθὰ ῥέζεσκον: ὁμηλικίη δέ μοί ἐσσι."

   ὣς φάτ', ὀϊόμενος λαοσσόον ἔμμεν' 'Αθήνην.
μνηστη̃ρες δ' ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι:
πρω̃τος τήν γ' ἐνένιπε Δαμαστορίδης 'Αγέλαοσ:

   "Μέντορ, μή σ' ἐπέεσσι παραιπεπίθη̨σιν 'Οδυσσεὺς
μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δὲ οἱ̃ αὐτω̨̃.
ὡ̃δε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω:
ὁππότε κεν τούτους κτέωμεν, πατέρ' ἠδὲ καὶ υἱόν,
ἐν δὲ σὺ τοι̃σιν ἔπειτα πεφήσεαι, οἱ̃α μενοινα̨̃ς
ἕρδειν ἐν μεγάροισ: σω̨̃ δ' αὐτου̃ κράατι τείσεισ.
αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκω̨̃,
κτήμαθ' ὁπόσσα τοί ἐστι, τά τ' ἔνδοθι καὶ τὰ θύρηφι,
τοι̃σιν 'Οδυσση̃ος μεταμείξομεν: οὐδέ τοι υἱ̃ας
ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδὲ θύγατρας
οὐδ' ἄλοχον κεδνὴν 'Ιθάκης κατὰ ἄστυ πολεύειν."

   ὣς φάτ', 'Αθηναίη δὲ χολώσατο κηρόθι μα̃λλον,
νείκεσσεν δ' 'Οδυση̃α χολωτοι̃σιν ἐπέεσσιν:

   "οὐκέτι σοί γ', 'Οδυσευ̃, μένος ἔμπεδον οὐδέ τις ἀλκή,
οἵη ὅτ' ἀμφ' 'Ελένη̨ λευκωλένω̨ εὐπατερείη̨
εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
πολλοὺς δ' ἄνδρας ἔπεφνες ἐν αἰνη̨̃ δηϊοτη̃τι,
ση̨̃ δ' ἥλω βουλη̨̃ Πριάμου πόλις εὐρυάγυια.
πω̃ς δὴ νυ̃ν, ὅτε σόν γε δόμον καὶ κτήμαθ' ἱκάνεισ,
ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἰ̃ναι;
ἀλλ' ἄγε δευ̃ρο, πέπον, παρ' ἔμ' ἵστασο καὶ ἴδε ἔργον,
ὄφρ' εἰδη̨̃σ, οἱ̃ός τοι ἐν ἀνδράσι δυσμενέεσσι
Μέντωρ 'Αλκιμίδης εὐεργεσίας ἀποτίνειν."

   ἠ̃ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
ἀλλ' ἔτ' ἄρα σθένεός τε καὶ ἀλκη̃ς πειρήτιζεν
ἠμὲν 'Οδυσση̃ος ἠδ' υἱου̃ κυδαλίμοιο.
αὐτὴ δ' αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
ἕζετ' ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.

   μνηστη̃ρας δ' ὤτρυνε Δαμαστορίδης 'Αγέλαος
Εὐρύνομός τε καὶ 'Αμφιμέδων Δημοπτόλεμός τε
Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων:
οἱ γὰρ μνηστήρων ἀρετη̨̃ ἔσαν ἔξοχ' ἄριστοι,
ὅσσοι ἔτ' ἔζωον περί τε ψυχέων ἐμάχοντο:
τοὺς δ' ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
τοι̃ς δ' 'Αγέλεως μετέειπεν ἔπος πάντεσσι πιφαύσκων:

   "ὠ̃ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χει̃ρας ἀάπτουσ:
καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
οἱ δ' οἰ̃οι λείπονται ἐπὶ πρώτη̨σι θύρη̨σι.
τω̃ νυ̃ν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
ἀλλ' ἄγεθ' οἱ ἓξ πρω̃τον ἀκοντίσατ', αἴ κέ ποθι Ζεὺς
δώη̨ 'Οδυσση̃α βλη̃σθαι καὶ κυ̃δος ἀρέσθαι.
τω̃ν δ' ἄλλων οὐ κη̃δοσ, ἐπὴν οὑ̃τός γε πέση̨σιν."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκόντισαν, ὡς ἐκέλευεν,
ἱέμενοι: τὰ δὲ πάντα ἐτώσια θη̃κεν 'Αθήνη.
τω̃ν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
βεβλήκειν, ἄλλος δὲ θύρην πυκινω̃ς ἀραρυι̃αν:
ἄλλου δ' ἐν τοίχω̨ μελίη πέσε χαλκοβάρεια.
αὐτὰρ ἐπεὶ δὴ δούρατ' ἀλεύαντο μνηστήρων,
τοι̃σ' ἄρα μύθων ἠ̃ρχε πολύτλας δι̃ος 'Οδυσσεύσ:

   "ὠ̃ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοι̃σιν."

   ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκόντισαν ὀξέα δου̃ρα
ἄντα τιτυσκόμενοι: Δημοπτόλεμον μὲν 'Οδυσσεύσ,
Εὐρυάδην δ' ἄρα Τηλέμαχοσ, 'Έλατον δὲ συβώτησ,
Πείσανδρον δ' ἄρ' ἔπεφνε βοω̃ν ἐπιβουκόλος ἀνήρ.
οἱ μὲν ἔπειθ' ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὐ̃δασ,
μνηστη̃ρες δ' ἀνεχώρησαν μεγάροιο μυχόνδε:
τοὶ δ' ἄρ' ἐπήϊξαν, νεκύων δ' ἐξ ἔγχε' ἕλοντο.

   αὐ̃τις δὲ μνηστη̃ρες ἀκόντισαν ὀξέα δου̃ρα
ἱέμενοι: τὰ δὲ πολλὰ ἐτώσια θη̃κεν 'Αθήνη.
τω̃ν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
βεβλήκειν, ἄλλος δὲ θύρην πυκινω̃ς ἀραρυι̃αν:
ἄλλου δ' ἐν τοίχω̨ μελίη πέσε χαλκοβάρεια.
'Αμφιμέδων δ' ἄρα Τηλέμαχον βάλε χει̃ρ' ἐπὶ καρπω̨̃
λίγδην, ἄκρην δὲ ῥινὸν δηλήσατο χαλκόσ.
Κτήσιππος δ' Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρω̨̃
ὠ̃μον ἐπέγραψεν: τὸ δ' ὑπέρπτατο, πι̃πτε δ' ἔραζε.
τοὶ δ' αὐ̃τ' ἀμφ' 'Οδυση̃α δαΐφρονα ποικιλομήτην
μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δου̃ρα.
ἔνθ' αὐ̃τ' Εὐρυδάμαντα βάλε πτολίπορθος 'Οδυσσεύσ,
'Αμφιμέδοντα δὲ Τηλέμαχοσ, Πόλυβον δὲ συβώτησ:
Κτήσιππον δ' ἄρ' ἔπειτα βοω̃ν ἐπιβουκόλος ἀνὴρ
βεβλήκει πρὸς στη̃θοσ, ἐπευχόμενος δὲ προσηύδα:

   "ὠ̃ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν
εἴκων ἀφραδίη̨ς μέγα εἰπει̃ν, ἀλλὰ θεοι̃σι
μυ̃θον ἐπιτρέψαι, ἐπεὶ ἠ̃ πολὺ φέρτεροί εἰσι.
του̃τό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτ' ἔδωκας
ἀντιθέω̨ 'Οδυση̃ϊ δόμον κάτ' ἀλητεύοντι."

   ἠ̃ ῥα βοω̃ν ἑλίκων ἐπιβουκόλοσ: αὐτὰρ 'Οδυσσεὺς
οὐ̃τα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρω̨̃:
Τηλέμαχος δ' Εὐηνορίδην Λειώκριτον οὐ̃τα
δουρὶ μέσον κενεω̃να, διαπρὸ δὲ χαλκὸν ἔλασσεν:
ἤριπε δὲ πρηνήσ, χθόνα δ' ἤλασε παντὶ μετώπω̨.
δὴ τότ' 'Αθηναίη φθισίμβροτον αἰγίδ' ἀνέσχεν
ὑψόθεν ἐξ ὀροφη̃σ: τω̃ν δὲ φρένες ἐπτοίηθεν.
οἱ δ' ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαι̃αι:
τὰς μέν τ' αἰόλος οἰ̃στρος ἐφορμηθεὶς ἐδόνησεν
ὥρη̨ ἐν εἰαρινη̨̃, ὅτε τ' ἤματα μακρὰ πέλονται:
οἱ δ' ὥς τ' αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχη̃λαι
ἐξ ὀρέων ἐλθόντες ἐπ' ὀρνίθεσσι θόρωσι.
ταὶ μέν τ' ἐν πεδίω̨ νέφεα πτώσσουσαι ἵενται,
οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ
γίνεται οὐδὲ φυγή: χαίρουσι δέ τ' ἀνέρες ἄγρη̨:
ὣς ἄρα τοὶ μνηστη̃ρας ἐπεσσύμενοι κατὰ δω̃μα
τύπτον ἐπιστροφάδην: τω̃ν δὲ στόνος ὤρνυτ' ἀεικὴς
κράτων τυπτομένων, δάπεδον δ' ἅπαν αἵματι θυ̃εν.

   Λειώδης δ' 'Οδυση̃ος ἐπεσσύμενος λάβε γούνων
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα:

   "γουνου̃μαί σ', 'Οδυσευ̃: σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον:
οὐ γάρ πώ τινά φημι γυναικω̃ν ἐν μεγάροισιν
εἰπει̃ν οὐδέ τι ῥέξαι ἀτάσθαλον: ἀλλὰ καὶ ἄλλους
παύεσκον μνηστη̃ρασ, ὅτις τοιαυ̃τά γε ῥέζοι.
ἀλλά μοι οὐ πείθοντο κακω̃ν ἄπο χει̃ρας ἔχεσθαι:
τω̃ καὶ ἀτασθαλίη̨σιν ἀεικέα πότμον ἐπέσπον.
αὐτὰρ ἐγὼ μετὰ τοι̃σι θυοσκόος οὐδὲν ἐοργὼς
κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθ' εὐεργέων."

   τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις 'Οδυσσεύσ:
"εἰ μὲν δὴ μετὰ τοι̃σι θυοσκόος εὔχεαι εἰ̃ναι,
πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
τηλου̃ ἐμοὶ νόστοιο τέλος γλυκεροι̃ο γενέσθαι,
σοὶ δ' ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι:
τω̃ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα."

   ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείη̨
κείμενον, ὅ ῥ' 'Αγέλαος ἀποπροέηκε χαμα̃ζε
κτεινόμενοσ: τω̨̃ τόν γε κατ' αὐχένα μέσσον ἔλασσε:
φθεγγομένου δ' ἄρα του̃ γε κάρη κονίη̨σιν ἐμίχθη.

   Τερπιάδης δ' ἔτ' ἀοιδὸς ἀλύσκανε κη̃ρα μέλαιναν,
Φήμιοσ, ὅς ῥ' ἤειδε παρὰ μνηστη̃ρσιν ἀνάγκη̨.
ἔστη δ' ἐν χείρεσσιν ἔχων φόρμιγγα λίγειαν
ἄγχι παρ' ὀρσοθύρην: δίχα δὲ φρεσὶ μερμήριζεν,
ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
ἑρκείου ἕζοιτο τετυγμένον, ἔνθ' ἄρα πολλὰ
Λαέρτης 'Οδυσεύς τε βοω̃ν ἐπὶ μηρί' ἔκηαν,
ἠ̃ γούνων λίσσοιτο προσαΐξας 'Οδυση̃α.
ὡ̃δε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἰ̃ναι,
γούνων ἅψασθαι Λαερτιάδεω 'Οδυση̃οσ.
ἠ̃ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμα̃ζε
μεσσηγὺς κρητη̃ρος ἰδὲ θρόνου ἀργυροήλου,
αὐτὸς δ' αὐ̃τ' 'Οδυση̃α προσαΐξας λάβε γούνων
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα:

   "γουνου̃μαί σ', 'Οδυσευ̃: σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον.
αὐτω̨̃ τοι μετόπισθ' ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν
πέφνη̨σ, ὅς τε θεοι̃σι καὶ ἀνθρώποισιν ἀείδω.
αὐτοδίδακτος δ' εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
παντοίας ἐνέφυσεν: ἔοικα δέ τοι παραείδειν
ὥς τε θεω̨̃: τω̃ μή με λιλαίεο δειροτομη̃σαι.
καί κεν Τηλέμαχος τάδε γ' εἴποι, σὸς φίλος υἱόσ,
ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
πωλεύμην μνηστη̃ρσιν ἀεισόμενος μετὰ δαι̃τασ,
ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἠ̃γον ἀνάγκη̨."

   ὣς φάτο, του̃ δ' ἤκουσ' ἱερὴ ἲς Τηλεμάχοιο,
αἰ̃ψα δ' ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα:

   "ἴσχεο, μηδέ τι του̃τον ἀναίτιον οὔταε χαλκω̨̃.
καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
οἴκω̨ ἐν ἡμετέρω̨ κηδέσκετο παιδὸς ἐόντοσ,
εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτησ,
ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένω̨ κατὰ δω̃μα."

   ὣς φάτο, του̃ δ' ἤκουσε Μέδων πεπνυμένα εἰδώσ:
πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κη̃ρα μέλαιναν.
αἰ̃ψα δ' ὑπὸ θρόνου ὠ̃ρτο, βοὸς δ' ἀπέδυνε βοείην,
Τηλέμαχον δ' ἄρ' ἔπειτα προσαΐξας λάβε γούνων
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα:

   "ὠ̃ φίλ', ἐγὼ μὲν ὅδ' εἰμί, σὺ δ' ἴσχεο: εἰπὲ δὲ πατρί,
μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκω̨̃,
ἀνδρω̃ν μνηστήρων κεχολωμένοσ, οἵ οἱ ἔκειρον
κτήματ' ἐνὶ μεγάροισ, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον."

   τὸν δ' ἐπιμειδήσας προσέφη πολύμητις 'Οδυσσεύσ:
"θάρσει, ἐπεὶ δή σ' οὑ̃τος ἐρύσατο καὶ ἐσάωσεν,
ὄφρα γνω̨̃ς κατὰ θυμόν, ἀτὰρ εἴπη̨σθα καὶ ἄλλω̨,
ὡς κακοεργίης εὐεργεσίη μέγ' ἀμείνων.
ἀλλ' ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδόσ,
ὄφρ' ἂν ἐγὼ κατὰ δω̃μα πονήσομαι ὅττεό με χρή."

   ὣς φάτο, τὼ δ' ἔξω βήτην μεγάροιο κιόντε:
ἑζέσθην δ' ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.

   πάπτηνεν δ' 'Οδυσεὺς καθ' ἑὸν δόμον, εἴ τις ἔτ' ἀνδρω̃ν
ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κη̃ρα μέλαιναν.
τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίη̨σι
πεπτεω̃τας πολλούσ, ὥς τ' ἰχθύασ, οὕς θ' ἁλιη̃ες
κοι̃λον ἐς αἰγιαλὸν πολιη̃ς ἔκτοσθε θαλάσσης
δικτύω̨ ἐξέρυσαν πολυωπω̨̃: οἱ δέ τε πάντες
κύμαθ' ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται:
τω̃ν μέν τ' ἠέλιος φαέθων ἐξείλετο θυμόν:
ὣς τότ' ἄρα μνηστη̃ρες ἐπ' ἀλλήλοισι κέχυντο.
δὴ τότε Τηλέμαχον προσέφη πολύμητις 'Οδυσσεύσ:

   "Τηλέμαχ', εἰ δ' ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,
ὄφρα ἔπος εἴπωμι, τό μοι καταθύμιόν ἐστιν."

   ὣς φάτο, Τηλέμαχος δὲ φίλω̨ ἐπεπείθετο πατρί,
κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν:

   "δευ̃ρο δὴ ὄρσο, γρηὺ̈ παλαιγενέσ, ἥ τε γυναικω̃ν
δμω̨άων σκοπός ἐσσι κατὰ μέγαρ' ἡμετεράων,
ἔρχεο: κικλήσκει σε πατὴρ ἐμόσ, ὄφρα τι εἴπη̨."

   ὣς ἄρ' ἐφώνησεν, τη̨̃ δ' ἄπτερος ἔπλετο μυ̃θοσ,
ὤϊξεν δὲ θύρας μεγάρων ἐὺ̈ ναιεταόντων,
βη̃ δ' ἴμεν: αὐτὰρ Τηλέμαχος πρόσθ' ἡγεμόνευεν.
εὑ̃ρεν ἔπειτ' 'Οδυση̃α μετὰ κταμένοισι νέκυσσιν
αἵματι καὶ λύθρω̨ πεπαλαγμένον ὥς τε λέοντα,
ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο:
πα̃ν δ' ἄρα οἱ στη̃θός τε παρήϊά τ' ἀμφοτέρωθεν
αἱματόεντα πέλει, δεινὸς δ' εἰς ὠ̃πα ἰδέσθαι:
ὣς 'Οδυσεὺς πεπάλακτο πόδας καὶ χει̃ρας ὕπερθεν.
ἡ δ' ὡς οὐ̃ν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἱ̃μα,
ἴθυσέν ῥ' ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον:
ἀλλ' 'Οδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

   "ἐν θυμω̨̃, γρηυ̃, χαι̃ρε καὶ ἴσχεο μηδ' ὀλόλυζε:
οὐχ ὁσίη κταμένοισιν ἐπ' ἀνδράσιν εὐχετάασθαι.
τούσδε δὲ μοι̃ρ' ἐδάμασσε θεω̃ν καὶ σχέτλια ἔργα:
οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτίς σφεας εἰσαφίκοιτο:
τω̃ καὶ ἀτασθαλίη̨σιν ἀεικέα πότμον ἐπέσπον.
ἀλλ' ἄγε μοι σὺ γυναι̃κας ἐνὶ μεγάροις κατάλεξον,
αἵ τέ μ' ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι."

   τὸν δ' αὐ̃τε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
"τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναι̃κες
δμω̨αί, τὰς μέν τ' ἔργα διδάξαμεν ἐργάζεσθαι,
εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι:
τάων δώδεκα πα̃σαι ἀναιδείης ἐπέβησαν,
οὔτ' ἐμὲ τίουσαι οὔτ' αὐτὴν Πηνελόπειαν.
Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
σημαίνειν εἴασκεν ἐπὶ δμω̨η̨̃σι γυναιξίν.
ἀλλ' ἄγ' ἐγὼν ἀναβα̃σ' ὑπερώϊα σιγαλόεντα
εἴπω ση̨̃ ἀλόχω̨, τη̨̃ τις θεὸς ὕπνον ἐπω̃ρσε."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"μή πω τήν γ' ἐπέγειρε: σὺ δ' ἐνθάδε εἰπὲ γυναιξὶν
ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο."

   ὣς ἄρ' ἔφη, γρηὺ̈ς δὲ διὲκ μεγάροιο βεβήκει
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα:

   "ἄρχετε νυ̃ν νέκυας φορέειν καὶ ἄνωχθε γυναι̃κασ:
αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
αὐτὰρ ἐπὴν δὴ πάντα δόμον διακοσμήσησθε,
δμω̨ὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλη̃σ,
θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων
ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντ' 'Αφροδίτησ,
τὴν ἄρ' ὑπὸ μνηστη̃ρσιν ἔχον μίσγοντό τε λάθρη̨."

   ὣς ἔφαθ', αἱ δὲ γυναι̃κες ἀολλέες ἠ̃λθον ἅπασαι,
αἴν' ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.
πρω̃τα μὲν οὐ̃ν νέκυας φόρεον κατατεθνηω̃τασ,
κὰδ δ' ἄρ' ὑπ' αἰθούση̨ τίθεσαν εὐερκέος αὐλη̃σ,
ἀλλήλοισιν ἐρείδουσαι: σήμαινε δ' 'Οδυσσεὺς
αὐτὸς ἐπισπέρχων: ταὶ δ' ἐκφόρεον καὶ ἀνάγκη̨.
αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
λίστροισιν δάπεδον πύκα ποιητοι̃ο δόμοιο
ξυ̃ον: ταὶ δ' ἐφόρεον δμω̨αί, τίθεσαν δὲ θύραζε.
αὐτὰρ ἐπεὶ δὴ πα̃ν μέγαρον διεκοσμήσαντο,
δμω̨ὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλη̃σ,
εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἠ̃εν ἀλύξαι.
τοι̃σι δὲ Τηλέμαχος πεπνυμένος ἠ̃ρχ' ἀγορεύειν:

   "μὴ μὲν δὴ καθαρω̨̃ θανάτω̨ ἀπὸ θυμὸν ἑλοίμην
τάων, αἳ δὴ ἐμη̨̃ κεφαλη̨̃ κατ' ὀνείδεα χευ̃αν
μητέρι θ' ἡμετέρη̨, παρά τε μνηστη̃ρσιν ἴαυον."

   ὣς ἄρ' ἔφη, καὶ πει̃σμα νεὸς κυανοπρώ̨ροιο
κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,
ὑψόσ' ἐπεντανύσασ, μή τις ποσὶν οὐ̃δας ἵκοιτο.
ὡς δ' ὅτ' ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
ἕρκει ἐνιπλήξωσι, τό θ' ἑστήκη̨ ἐνὶ θάμνω̨,
αὐ̃λιν ἐσιέμεναι, στυγερὸς δ' ὑπεδέξατο κοι̃τοσ,
ὣς αἵ γ' ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις
δειρη̨̃σι βρόχοι ἠ̃σαν, ὅπως οἴκτιστα θάνοιεν.
ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ, οὔ τι μάλα δήν.

   ἐκ δὲ Μελάνθιον ἠ̃γον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν:
του̃ δ' ἀπὸ μὲν ῥι̃νάς τε καὶ οὔατα νηλέϊ χαλκω̨̃
τάμνον μήδεά τ' ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,
χει̃ράς τ' ἠδὲ πόδας κόπτον κεκοτηότι θυμω̨̃.

   οἱ μὲν ἔπειτ' ἀπονιψάμενοι χει̃ράς τε πόδας τε
εἰς 'Οδυση̃α δόμονδε κίον, τετέλεστο δὲ ἔργον.
αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν:

   "οἰ̃σε θέειον, γρηΰ, κακω̃ν ἄκοσ, οἰ̃σε δέ μοι πυ̃ρ,
ὄφρα θεειώσω μέγαρον: σὺ δὲ Πηνελόπειαν
ἐλθει̃ν ἐνθάδ' ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί:
πάσας δ' ὄτρυνον δμω̨ὰς κατὰ δω̃μα νέεσθαι."

   τὸν δ' αὐ̃τε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
"ναὶ δὴ ταυ̃τά γε, τέκνον ἐμόν, κατὰ μοι̃ραν ἔειπεσ.
ἀλλ' ἄγε τοι χλαι̃νάν τε χιτω̃νά τε εἵματ' ἐνείκω,
μηδ' οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
ἕσταθ' ἐνὶ μεγάροισι: νεμεσσητὸν δέ κεν εἴη."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"πυ̃ρ νυ̃ν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω."

   ὣς ἔφατ', οὐδ' ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,
ἤνεικεν δ' ἄρα πυ̃ρ καὶ θήϊον: αὐτὰρ 'Οδυσσεὺς
εὐ̃ διεθείωσεν μέγαρον καὶ δω̃μα καὶ αὐλήν.

   γρηὺ̈ς δ' αὐ̃τ' ἀπέβη διὰ δώματα κάλ' 'Οδυση̃ος
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι:
αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
αἱ μὲν ἄρ' ἀμφεχέοντο καὶ ἠσπάζοντ' 'Οδυση̃α
καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους
χει̃ράς τ' αἰνύμεναι: τὸν δὲ γλυκὺς ἵμερος ἥ̨ρει
κλαυθμου̃ καὶ στοναχη̃σ, γίνωσκε δ' ἄρα φρεσὶ πάσασ.