ΟΔΥΣΣΕΙΑΣ Ψ

Γρηὺ̈ς δ' εἰς ὑπερω̨̃' ἀνεβήσετο καγχαλόωσα,
δεσποίνη̨ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα:
γούνατα δ' ἐρρώσαντο, πόδες δ' ὑπερικταίνοντο.
στη̃ δ' ἄρ' ὑπὲρ κεφαλη̃ς καί μιν πρὸς μυ̃θον ἔειπεν:

   "ἔγρεο, Πηνελόπεια, φίλον τέκοσ, ὄφρα ἴδηαι
ὀφθαλμοι̃σι τεοι̃σι τά τ' ἔλδεαι ἤματα πάντα.
ἠ̃λθ' 'Οδυσεὺς καὶ οἰ̃κον ἱκάνεται, ὀψέ περ ἐλθών:
μνηστη̃ρας δ' ἔκτεινεν ἀγήνορασ, οἵ θ' ἑὸν οἰ̃κον
κήδεσκον καὶ κτήματ' ἔδον βιόωντό τε παι̃δα."

   τὴν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"μαι̃α φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
ἄφρονα ποιη̃σαι καὶ ἐπίφρονά περ μάλ' ἐόντα,
καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν:
οἵ σέ περ ἔβλαψαν: πρὶν δὲ φρένας αἰσίμη ἠ̃σθα.
τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
ταυ̃τα παρὲξ ἐρέουσα, καὶ ἐξ ὕπνου μ' ἀνεγείρεις
ἡδέοσ, ὅς μ' ἐπέδησε φίλα βλέφαρ' ἀμφικαλύψασ;
οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὑ̃ 'Οδυσσεὺς
ὤ̨χετ' ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
ἀλλ' ἄγε νυ̃ν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.
εἰ γάρ τίς μ' ἄλλη γε γυναικω̃ν, αἵ μοι ἔασι,
ταυ̃τ' ἐλθου̃σ' ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρε,
τω̃ κε τάχα στυγερω̃ς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
αὐ̃τις ἔσω μέγαρον: σὲ δὲ του̃τό γε γη̃ρας ὀνήσει."

   τὴν δ' αὐ̃τε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
"οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλ' ἔτυμόν τοι
ἠ̃λθ' 'Οδυσεὺς καὶ οἰ̃κον ἱκάνεται, ὡς ἀγορεύω,
ὁ ξει̃νοσ, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
Τηλέμαχος δ' ἄρα μιν πάλαι ἤ̨δεεν ἔνδον ἐόντα,
ἀλλὰ σαοφροσύνη̨σι νοήματα πατρὸς ἔκευθεν,
ὄφρ' ἀνδρω̃ν τείσαιτο βίην ὑπερηνορεόντων."

   ὣς ἔφαθ', ἡ δ' ἐχάρη καὶ ἀπὸ λέκτροιο θορου̃σα
γρηὶ̈ περιπλέχθη, βλεφάρων δ' ἀπὸ δάκρυον ἡ̃κε,
καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα:

   "εἰ δ' ἄγε δή μοι, μαι̃α φίλη, νημερτὲς ἐνίσπεσ,
εἰ ἐτεὸν δὴ οἰ̃κον ἱκάνεται, ὡς ἀγορεύεισ,
ὅππως δὴ μνηστη̃ρσιν ἀναιδέσι χει̃ρας ἐφη̃κε
μου̃νος ἐών, οἱ δ' αἰὲν ἀολλέες ἔνδον ἔμιμνον."

   τὴν δ' αὐ̃τε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
"οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἰ̃ον ἄκουσα
κτεινομένων: ἡμει̃ς δὲ μυχω̨̃ θαλάμων εὐπήκτων
ἥμεθ' ἀτυζόμεναι, σανίδες δ' ἔχον εὐ̃ ἀραρυι̃αι,
πρίν γ' ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε
Τηλέμαχοσ: τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
εὑ̃ρον ἔπειτ' 'Οδυση̃α μετὰ κταμένοισι νέκυσσιν
ἑσταόθ': οἱ δέ μιν ἀμφί, κραταίπεδον οὐ̃δας ἔχοντεσ,
κείατ' ἐπ' ἀλλήλοισιν: ἰδου̃σά κε θυμὸν ἰάνθης
[αἵματι καὶ λύθρω̨ πεπαλαγμένον ὥς τε λέοντα.]
νυ̃ν δ' οἱ μὲν δὴ πάντες ἐπ' αὐλείη̨σι θύρη̨σιν
ἁθρόοι, αὐτὰρ ὁ δω̃μα θεειου̃ται περικαλλέσ,
πυ̃ρ μέγα κηάμενοσ: σὲ δέ με προέηκε καλέσσαι.
ἀλλ' ἕπευ, ὄφρα σφω̃ϊν ἐϋφροσύνης ἐπιβη̃τον
ἀμφοτέρω φίλον ἠ̃τορ, ἐπεὶ κακὰ πολλὰ πέπασθε.
νυ̃ν δ' ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται:
ἠ̃λθε μὲν αὐτὸς ζωὸς ἐφέστιοσ, εὑ̃ρε δὲ καὶ σὲ
καὶ παι̃δ' ἐν μεγάροισι: κακω̃ς δ' οἵ πέρ μιν ἔρεζον
μνηστη̃ρεσ, τοὺς πάντας ἐτείσατο ὡ̨̃ ἐνὶ οἴκω̨."

   τὴν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"μαι̃α φίλη, μή πω μέγ' ἐπεύχεο καγχαλόωσα.
οἰ̃σθα γὰρ ὥς κ' ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη
πα̃σι, μάλιστα δ' ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα:
ἀλλ' οὐκ ἔσθ' ὅδε μυ̃θος ἐτήτυμοσ, ὡς ἀγορεύεισ,
ἀλλά τις ἀθανάτων κτει̃νε μνηστη̃ρας ἀγαυούσ,
ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.
οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτίς σφεας εἰσαφίκοιτο:
τω̃ δι' ἀτασθαλίας ἔπαθον κακόν. αὐτὰρ 'Οδυσσεὺς
ὤλεσε τηλου̃ νόστον 'Αχαιΐδοσ, ὤλετο δ' αὐτόσ."

   τὴν δ' ἠμείβετ' ἔπειτα φίλη τροφὸς Εὐρύκλεια:
"τέκνον ἐμόν, ποι̃όν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
ἣ πόσιν ἔνδον ἐόντα παρ' ἐσχάρη̨ οὔ ποτε φη̨̃σθα
οἴκαδ' ἐλεύσεσθαι: θυμὸς δέ τοι αἰὲν ἄπιστοσ.
ἀλλ' ἄγε τοι καὶ ση̃μα ἀριφραδὲς ἄλλο τι εἴπω,
οὐλήν, τήν ποτέ μιν συ̃ς ἤλασε λευκω̨̃ ὀδόντι:
τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτη̨̃
εἰπέμεν: ἀλλά με κει̃νος ἑλὼν ἐπὶ μάστακα χερσὶν
οὐκ εἴα εἰπει̃ν πολυκερδείη̨σι νόοιο.
ἀλλ' ἕπευ: αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτη̃σ,
αἴ κέν σ' ἐξαπάφω, κτει̃ναί μ' οἰκτίστω̨ ὀλέθρω̨."

   τὴν δ' ἠμείβετ' ἔπειτα περίφρων Πηνελόπεια:
"μαι̃α φίλη, χαλεπόν σε θεω̃ν αἰειγενετάων
δήνεα εἴρυσθαι, μάλα περ πολύϊδριν ἐου̃σαν:
ἀλλ' ἔμπης ἴομεν μετὰ παι̃δ' ἐμόν, ὄφρα ἴδωμαι
ἄνδρας μνηστη̃ρας τεθνηότασ, ἠδ' ὃς ἔπεφνεν."

   ὣς φαμένη κατέβαιν' ὑπερώϊα: πολλὰ δέ οἱ κη̃ρ
ὥρμαιν', ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,
ἠ̃ παρστα̃σα κύσειε κάρη καὶ χει̃ρε λαβου̃σα.
ἡ δ' ἐπεὶ εἰση̃λθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,
ἕζετ' ἔπειτ' 'Οδυση̃ος ἐναντίον, ἐν πυρὸς αὐγη̨̃,
τοίχου του̃ ἑτέρου: ὁ δ' ἄρα πρὸς κίονα μακρὴν
ἡ̃στο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
ἰφθίμη παράκοιτισ, ἐπεὶ ἴδεν ὀφθαλμοι̃σιν.
ἡ δ' ἄνεω δὴν ἡ̃στο, τάφος δέ οἱ ἠ̃τορ ἵκανεν:
ὄψει δ' ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
ἄλλοτε δ' ἀγνώσασκε κακὰ χροὶ̈ εἵματ' ἔχοντα.

   Τηλέμαχος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:
"μη̃τερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
τίφθ' οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρ' αὐτὸν
ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλα̨̃σ;
οὐ μέν κ' ἄλλη γ' ὡ̃δε γυνὴ τετληότι θυμω̨̃
ἀνδρὸς ἀποσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
ἔλθοι ἐεικοστω̨̃ ἔτεϊ ἐς πατρίδα γαι̃αν:
σοὶ δ' αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο."

   τὸν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,
κοὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδ' ἐρέεσθαι
οὐδ' εἰς ὠ̃πα ἰδέσθαι ἐναντίον. εἰ δ' ἐτεὸν δὴ
ἔστ' 'Οδυσεὺς καὶ οἰ̃κον ἱκάνεται, ἠ̃ μάλα νω̃ϊ
γνωσόμεθ' ἀλλήλω καὶ λώϊον: ἔστι γὰρ ἥμιν
σήμαθ', ἃ δὴ καὶ νω̃ϊ κεκρυμμένα ἴδμεν ἀπ' ἄλλων."

   ὣς φάτο, μείδησεν δὲ πολύτλας δι̃ος 'Οδυσσεύσ,
αἰ̃ψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα:

   "Τηλέμαχ', ἠ̃ τοι μητέρ' ἐνὶ μεγάροισιν ἔασον
πειράζειν ἐμέθεν: τάχα δὲ φράσεται καὶ ἄρειον.
νυ̃ν δ' ὅττι ῥυπόω, κακὰ δὲ χροὶ̈ εἵματα εἱ̃μαι,
τοὔνεκ' ἀτιμάζει με καὶ οὔ πώ φησι τὸν εἰ̃ναι.
ἡμει̃ς δὲ φραζώμεθ', ὅπως ὄχ' ἄριστα γένηται.
καὶ γάρ τίς θ' ἕνα φω̃τα κατακτείνας ἐνὶ δήμω̨,
ὡ̨̃ μὴ πολλοὶ ἔωσιν ἀοσσητη̃ρες ὀπίσσω,
φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαι̃αν:
ἡμει̃ς δ' ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγ' ἄριστοι
κούρων εἰν 'Ιθάκη̨: τὰ δέ σε φράζεσθαι ἄνωγα."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"αὐτὸς ταυ̃τά γε λευ̃σσε, πάτερ φίλε: σὴν γὰρ ἀρίστην
μη̃τιν ἐπ' ἀνθρώπους φάσ' ἔμμεναι, οὐδέ κέ τίς τοι
ἄλλος ἀνὴρ ἐρίσειε καταθνητω̃ν ἀνθρώπων.
[ἡμει̃ς δὲ μεμαω̃τες ἅμ' ἑψόμεθ', οὐδέ τί φημι
ἀλκη̃ς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι."]

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"τοιγὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκει̃ εἰ̃ναι ἄριστα.
πρω̃τα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτω̃νασ,
δμω̨ὰς δ' ἐν μεγάροισιν ἀνώγετε εἵμαθ' ἑλέσθαι:
αὐτὰρ θει̃ος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
ὑμι̃ν ἡγείσθω πολυπαίγμονος ὀρχηθμοι̃ο,
ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
ἢ ἀν' ὁδὸν στείχων ἢ οἳ περιναιετάουσι:
μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
ἀνδρω̃ν μνηστήρων, πρίν γ' ἡμέας ἐλθέμεν ἔξω
ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον. ἔνθα δ' ἔπειτα
φρασσόμεθ', ὅττί κε κέρδος 'Ολύμπιος ἐγγυαλίξη̨."

   ὣς ἔφαθ', οἱ δ' ἄρα του̃ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.
πρω̃τα μὲν ἂρ λούσαντο καὶ ἀμφιέσαντο χιτω̃νασ,
ὅπλισθεν δὲ γυναι̃κεσ: ὁ δ' εἵλετο θει̃ος ἀοιδὸς
φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὠ̃ρσε
μολπη̃ς τε γλυκερη̃ς καὶ ἀμύμονος ὀρχηθμοι̃ο.
τοι̃σιν δὲ μέγα δω̃μα περιστεναχίζετο ποσσὶν
ἀνδρω̃ν παιζόντων καλλιζώνων τε γυναικω̃ν.
ὡ̃δε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων:

   "ἠ̃ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν:
σχετλίη, οὐδ' ἔτλη πόσιος οὑ̃ κουριδίοιο
εἴρυσθαι μέγα δω̃μα διαμπερέσ, εἱ̃ος ἵκοιτο."

   ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο.
αὐτὰρ 'Οδυσση̃α μεγαλήτορα ὡ̨̃ ἐνὶ οἴκω̨
Εὐρυνόμη ταμίη λου̃σεν καὶ χρι̃σεν ἐλαίω̨,
ἀμφὶ δέ μιν φα̃ρος καλὸν βάλεν ἠδὲ χιτω̃να:
αὐτὰρ κὰκ κεφαλη̃ς χευ̃εν πολὺ κάλλος 'Αθήνη
[μείζονά τ' εἰσιδέειν καὶ πάσσονα: κὰδ δὲ κάρητος
οὔλας ἡ̃κε κόμασ, ὑακινθίνω̨ ἄνθει ὁμοίασ.
ὡς δ' ὅτε τις χρυσὸν περιχεύεται ἀργύρω̨ ἀνὴρ
ἴδρισ, ὃν 'Ήφαιστος δέδαεν καὶ Παλλὰς 'Αθήνη
τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
ὣς ἄρα τω̨̃ κατέχευε χάριν κεφαλη̨̃ τε καὶ ὤμοισ.]
ἐκ δ' ἀσαμίνθου βη̃ δέμας ἀθανάτοισιν ὁμοι̃οσ:
ἂψ δ' αὐ̃τις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου, ἔνθεν ἀνέστη,
ἀντίον ἡ̃ς ἀλόχου, καί μιν πρὸς μυ̃θον ἔειπε:

   "δαιμονίη, περὶ σοί γε γυναικω̃ν θηλυτεράων
κη̃ρ ἀτέραμνον ἔθηκαν 'Ολύμπια δώματ' ἔχοντεσ:
οὐ μέν κ' ἄλλη γ' ὡ̃δε γυνὴ τετληότι θυμω̨̃
ἀνδρὸς ἀποσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
ἔλθοι ἐεικοστω̨̃ ἔτεϊ ἐς πατρίδα γαι̃αν.
ἀλλ' ἄγε μοι, μαι̃α, στόρεσον λέχοσ, ὄφρα καὶ αὐτὸς
λέξομαι: ἠ̃ γὰρ τη̨̃ γε σιδήρεον ἐν φρεσὶν ἠ̃τορ."

   τὸν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"δαιμόνι', οὐ γάρ τι μεγαλίζομαι οὐδ' ἀθερίζω
οὐδὲ λίην ἄγαμαι, μάλα δ' εὐ̃ οἰ̃δ' οἱ̃ος ἔησθα
ἐξ 'Ιθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
ἀλλ' ἄγε οἱ στόρεσον πυκινὸν λέχοσ, Εὐρύκλεια,
ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥ' αὐτὸς ἐποίει:
ἔνθα οἱ ἐκθει̃σαι πυκινὸν λέχος ἐμβάλετ' εὐνήν,
κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα."

   ὣς ἄρ' ἔφη πόσιος πειρωμένη: αὐτὰρ 'Οδυσσεὺς
ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυι̃αν:

   "ὠ̃ γύναι, ἠ̃ μάλα του̃το ἔπος θυμαλγὲς ἔειπεσ.
τίς δέ μοι ἄλλοσε θη̃κε λέχοσ; χαλεπὸν δέ κεν εἴη
καὶ μάλ' ἐπισταμένω̨, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
ῥηϊδίως ἐθέλων θείη ἄλλη̨ ἐνὶ χώρη̨.
ἀνδρω̃ν δ' οὔ κέν τις ζωὸς βροτόσ, οὐδὲ μάλ' ἡβω̃ν,
ῥει̃α μετοχλίσσειεν, ἐπεὶ μέγα ση̃μα τέτυκται
ἐν λέχει ἀσκητω̨̃: τὸ δ' ἐγὼ κάμον οὐδέ τις ἄλλοσ.
θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντόσ,
ἀκμηνὸς θαλέθων: πάχετος δ' ἠ̃ν ἠΰτε κίων.
τω̨̃ δ' ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρ' ἐτέλεσσα,
πυκνη̨̃σιν λιθάδεσσι, καὶ εὐ̃ καθύπερθεν ἔρεψα,
κολλητὰς δ' ἐπέθηκα θύρασ, πυκινω̃ς ἀραρυίασ.
καὶ τότ' ἔπειτ' ἀπέκοψα κόμην τανυφύλλου ἐλαίησ,
κορμὸν δ' ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκω̨̃
εὐ̃ καὶ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνα,
ἑρμι̃ν' ἀσκήσασ, τέτρηνα δὲ πάντα τερέτρω̨.
ἐκ δὲ του̃ ἀρχόμενος λέχος ἔξεον, ὄφρ' ἐτέλεσσα,
δαιδάλλων χρυσω̨̃ τε καὶ ἀργύρω̨ ἠδ' ἐλέφαντι:
ἐν δ' ἐτάνυσσ' ἱμάντα βοὸς φοίνικι φαεινόν.
οὕτω τοι τόδε ση̃μα πιφαύσκομαι: οὐδέ τι οἰ̃δα,
ἤ μοι ἔτ' ἔμπεδόν ἐστι, γύναι, λέχοσ, ἠ̃έ τις ἤδη
ἀνδρω̃ν ἄλλοσε θη̃κε, ταμὼν ὕπο πυθμέν' ἐλαίησ."

   ὣς φάτο, τη̃ς δ' αὐτου̃ λύτο γούνατα καὶ φίλον ἠ̃τορ,
σήματ' ἀναγνούση̨, τά οἱ ἔμπεδα πέφραδ' 'Οδυσσεύσ:
δακρύσασα δ' ἔπειτ' ἰθὺς κίεν, ἀμφὶ δὲ χει̃ρας
δειρη̨̃ βάλλ' 'Οδυση̃ϊ, κάρη δ' ἔκυσ' ἠδὲ προσηύδα:

   "μή μοι, 'Οδυσσευ̃, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
ἀνθρώπων πέπνυσο: θεοὶ δ' ὤπαζον ὀϊζύν,
οἳ νω̃ϊν ἀγάσαντο παρ' ἀλλήλοισι μένοντε
ἥβης ταρπη̃ναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
αὐτὰρ μὴ νυ̃ν μοι τόδε χώεο μηδὲ νεμέσσα,
οὕνεκά σ' οὐ τὸ πρω̃τον, ἐπεὶ ἴδον, ὡ̃δ' ἀγάπησα.
αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
ἐρρίγει, μή τίς με βροτω̃ν ἀπάφοιτ' ἐπέεσσιν
ἐλθών: πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
οὐδέ κεν 'Αργείη 'Ελένη, Διὸς ἐκγεγαυι̃α,
ἀνδρὶ παρ' ἀλλοδαπω̨̃ ἐμίγη φιλότητι καὶ εὐνη̨̃,
εἰ ἤ̨δη, ὅ μιν αὐ̃τις ἀρήϊοι υἱ̃ες 'Αχαιω̃ν
ἀξέμεναι οἰ̃κόνδε φίλην ἐς πατρίδ' ἔμελλον.
τὴν δ' ἠ̃ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικέσ:
τὴν δ' ἄτην οὐ πρόσθεν ἑω̨̃ ἐγκάτθετο θυμω̨̃
λυγρήν, ἐξ ἡ̃ς πρω̃τα καὶ ἡμέας ἵκετο πένθοσ.
νυ̃ν δ', ἐπεὶ ἤδη σήματ' ἀριφραδέα κατέλεξας
εὐνη̃ς ἡμετέρησ, τὴν οὐ βροτὸς ἄλλος ὀπώπει,
ἀλλ' οἰ̃οι σύ τ' ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
'Ακτορίσ, ἥν μοι δω̃κε πατὴρ ἔτι δευ̃ρο κιούση̨,
ἣ νω̃ϊν εἴρυτο θύρας πυκινου̃ θαλάμοιο,
πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλ' ἐόντα."

   ὣς φάτο, τω̨̃ δ' ἔτι μα̃λλον ὑφ' ἵμερον ὠ̃ρσε γόοιο:
κλαι̃ε δ' ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυι̃αν.
ὡς δ' ὅτ' ἂν ἀσπάσιος γη̃ νηχομένοισι φανήη̨,
ὡ̃ν τε Ποσειδάων εὐεργέα νη̃' ἐνὶ πόντω̨
ῥαίση̨, ἐπειγομένην ἀνέμω̨ καὶ κύματι πηγω̨̃:
παυ̃ροι δ' ἐξέφυγον πολιη̃ς ἁλὸς ἤπειρόνδε
νηχόμενοι, πολλὴ δὲ περὶ χροὶ̈ τέτροφεν ἅλμη,
ἀσπάσιοι δ' ἐπέβαν γαίησ, κακότητα φυγόντεσ:
ὣς ἄρα τη̨̃ ἀσπαστὸς ἔην πόσις εἰσοροώση̨,
δειρη̃ς δ' οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
καί νύ κ' ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος 'Ηώσ,
εἰ μὴ ἄρ' ἄλλ' ἐνόησε θεὰ γλαυκω̃πις 'Αθήνη.
νύκτα μὲν ἐν περάτη̨ δολιχὴν σχέθεν, 'Ηω̃ δ' αὐ̃τε
ῥύσατ' ἐπ' 'Ωκεανω̨̃ χρυσόθρονον οὐδ' ἔα ἵππους
ζεύγνυσθ' ὠκύποδας φάος ἀνθρώποισι φέροντασ,
Λάμπον καὶ Φαέθονθ', οἵ τ' 'Ηω̃ πω̃λοι ἄγουσι.
καὶ τότ' ἄρ' ἣν ἄλοχον προσέφη πολύμητις 'Οδυσσεύσ:

   "ὠ̃ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατ' ἀέθλων
ἤλθομεν, ἀλλ' ἔτ' ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
πολλὸς καὶ χαλεπόσ, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
ἤματι τω̨̃, ὅτε δὴ κατέβην δόμον 'Άϊδος εἴσω,
νόστον ἑταίροισιν διζήμενος ἠδ' ἐμοὶ αὐτω̨̃.
ἀλλ' ἔρχευ, λέκτρονδ' ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
ὕπνω̨ ὕπο γλυκερω̨̃ ταρπώμεθα κοιμηθέντεσ."

   τὸν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"εὐνὴ μὲν δὴ σοί γε τότ' ἔσσεται, ὁππότε θυμω̨̃
σω̨̃ ἐθέλη̨σ, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
οἰ̃κον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαι̃αν:
ἀλλ' ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμω̨̃,
εἴπ' ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,
πεύσομαι, αὐτίκα δ' ἐστὶ δαήμεναι οὔ τι χέρειον."

   τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"δαιμονίη, τί τ' ἄρ' αὐ̃ με μάλ' ὀτρύνουσα κελεύεις
εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδ' ἐπικεύσω.
οὐ μέν τοι θυμὸς κεχαρήσεται: οὐδὲ γὰρ αὐτὸς
χαίρω, ἐπεὶ μάλα πολλὰ βροτω̃ν ἐπὶ ἄστε' ἄνωγεν
ἐλθει̃ν, ἐν χείρεσσιν ἔχοντ' εὐη̃ρες ἐρετμόν,
εἰς ὅ κε τοὺς ἀφίκωμαι, οἳ οὐκ ἴσασι θάλασσαν
ἀνέρες οὐδέ θ' ἅλεσσι μεμιγμένον εἰ̃δαρ ἔδουσιν:
οὐδ' ἄρα τοὶ ἴσασι νέας φοινικοπαρή̨ους
οὐδ' εὐήρε' ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
ση̃μα δέ μοι τόδ' ἔειπεν ἀριφραδέσ, οὐδέ σε κεύσω:
ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
φήη̨ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμω̨ ὤμω̨,
καὶ τότε μ' ἐν γαίη̨ πήξαντ' ἐκέλευσεν ἐρετμόν,
ἕρξανθ' ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
ἀρνειὸν ταυ̃ρόν τε συω̃ν τ' ἐπιβήτορα κάπρον,
οἴκαδ' ἀποστείχειν ἕρδειν θ' ἱερὰς ἑκατόμβας
ἀθανάτοισι θεοι̃σι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
πα̃σι μάλ' ἑξείησ: θάνατος δέ μοι ἐξ ἁλὸς αὐτω̨̃
ἀβληχρὸς μάλα τοι̃ος ἐλεύσεται, ὅς κέ με πέφνη̨
γήρα̨ ὕπο λιπαρω̨̃ ἀρημένον: ἀμφὶ δὲ λαοὶ
ὄλβιοι ἔσσονται. τὰ δέ μοι φάτο πάντα τελει̃σθαι."

   τὸν δ' αὐ̃τε προσέειπε περίφρων Πηνελόπεια:
"εἰ μὲν δὴ γη̃ράς γε θεοὶ τελέουσιν ἄρειον,
ἐλπωρή τοι ἔπειτα κακω̃ν ὑπάλυξιν ἔσεσθαι."

   ὥς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον:
τόφρα δ' ἄρ' Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
ἐσθη̃τος μαλακη̃ς δαΐδων ὕπο λαμπομενάων.
αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
γρηὺ̈ς μὲν κείουσα πάλιν οἰ̃κόνδε βεβήκει,
τοι̃σιν δ' Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
ἐρχομένοισι λέχοσδε δάος μετὰ χερσὶν ἔχουσα:
ἐς θάλαμον δ' ἀγαγου̃σα πάλιν κίεν. οἱ μὲν ἔπειτα
ἀσπάσιοι λέκτροιο παλαιου̃ θεσμὸν ἵκοντο:
αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
παυ̃σαν ἄρ' ὀρχηθμοι̃ο πόδασ, παυ̃σαν δὲ γυναι̃κασ,
αὐτοὶ δ' εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.

   τὼ δ' ἐπεὶ οὐ̃ν φιλότητος ἐταρπήτην ἐρατεινη̃σ,
τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντεσ,
ἡ μὲν ὅσ' ἐν μεγάροισιν ἀνέσχετο δι̃α γυναικω̃ν
ἀνδρω̃ν μνηστήρων ἐσορω̃σ' ἀΐδηλον ὅμιλον,
οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μη̃λα,
ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἰ̃νοσ:
αὐτὰρ διογενὴς 'Οδυσεύσ, ὅσα κήδε' ἔθηκεν
ἀνθρώποισ' ὅσα τ' αὐτὸς ὀϊζύσας ἐμόγησε,
πάντ' ἔλεγ': ἡ δ' ἄρα τέρπετ' ἀκούουσ', οὐδέ οἱ ὕπνος
πι̃πτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.

   ἤρξατο δ', ὡς πρω̃τον Κίκονας δάμασ', αὐτὰρ ἔπειτα
ἠ̃λθεν Λωτοφάγων ἀνδρω̃ν πίειραν ἄρουραν:
ἠδ' ὅσα Κύκλωψ ἕρξε, καὶ ὡς ἀπετείσατο ποινὴν
ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδ' ἐλέαιρεν:
ἠδ' ὡς Αἴολον ἵκεθ', ὅ μιν πρόφρων ὑπέδεκτο
καὶ πέμπ', οὐδέ πω αἰ̃σα φίλην ἐς πατρίδ' ἱκέσθαι
ἤην, ἀλλά μιν αὐ̃τις ἀναρπάξασα θύελλα
πόντον ἐπ' ἰχθυόεντα φέρεν βαρέα στενάχοντα:
ἠδ' ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
οἳ νη̃άς τ' ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
[πάντασ: 'Οδυσσεὺς δ' οἰ̃ος ὑπέκφυγε νηὶ̈ μελαίνη̨.]
καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
ἠδ' ὡς εἰς 'Αΐδεω δόμον ἤλυθεν εὐρώεντα
ψυχη̨̃ χρησόμενος Θηβαίου Τειρεσίαο
νηὶ̈ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
μητέρα θ', ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα:
ἠδ' ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
ὥς θ' ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
Σκύλλην θ', ἣν οὔ πώ ποτ' ἀκήριοι ἄνδρες ἄλυξαν:
ἠδ' ὡς 'Ηελίοιο βόας κατέπεφνον ἑται̃ροι:
ἠδ' ὡς νη̃α θοὴν ἔβαλε ψολόεντι κεραυνω̨̃
Ζεὺς ὑψιβρεμέτησ, ἀπὸ δ' ἔφθιθεν ἐσθλοὶ ἑται̃ροι
πάντες ὁμω̃σ, αὐτὸς δὲ κακὰς ὑπὸ κη̃ρας ἄλυξεν:
ὥς θ' ἵκετ' 'Ωγυγίην νη̃σον νύμφην τε Καλυψώ,
ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἰ̃ναι,
ἐν σπέεσι γλαφυροι̃σι καὶ ἔτρεφεν ἠδὲ ἔφασκεν
θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα:
ἀλλὰ του̃ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν:
ἠδ' ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσασ,
οἳ δή μιν περὶ κη̃ρι θεὸν ὣς τιμήσαντο
καὶ πέμψαν σὺν νηὶ̈ φίλην ἐς πατρίδα γαι̃αν,
χαλκόν τε χρυσόν τε ἅλις ἐσθη̃τά τε δόντεσ.
του̃τ' ἄρα δεύτατον εἰ̃πεν ἔποσ, ὅτε οἱ γλυκὺς ὕπνος
λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμου̃.

   ἡ δ' αὐ̃τ' ἄλλ' ἐνόησε θεὰ γλαυκω̃πις 'Αθήνη:
ὁππότε δή ῥ' 'Οδυση̃α ἐέλπετο ὃν κατὰ θυμὸν
εὐνη̃ς ἡ̃ς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
αὐτίκ' ἀπ' 'Ωκεανου̃ χρυσόθρονον ἠριγένειαν
ὠ̃ρσεν, ἵν' ἀνθρώποισι φόως φέροι. ὠ̃ρτο δ' 'Οδυσσεὺς
εὐνη̃ς ἐκ μαλακη̃σ, ἀλόχω̨ δ' ἐπὶ μυ̃θον ἔτελλεν:

   "ὠ̃ γύναι, ἤδη μὲν πολέων κεκορήμεθ' ἀέθλων
ἀμφοτέρω, σὺ μὲν ἐνθάδ' ἐμὸν πολυκηδέα νόστον
κλαίουσ': αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
ἱέμενον πεδάασκον ἐμη̃ς ἀπὸ πατρίδος αἴησ.
νυ̃ν δ' ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθ' εὐνήν,
κτήματα μέν, τά μοί ἐστι, κομιζέμεν ἐν μεγάροισι,
μη̃λα δ', ἅ μοι μνηστη̃ρες ὑπερφίαλοι κατέκειρον,
πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δ' 'Αχαιοὶ
δώσουσ', εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλουσ.
ἀλλ' ἠ̃ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἄπειμι
ὀψόμενος πατέρ' ἐσθλόν, ὅ μοι πυκινω̃ς ἀκάχηται:
σοὶ δέ, γύναι, τόδ' ἐπιστέλλω πινυτη̨̃ περ ἐούση̨:
αὐτίκα γὰρ φάτις εἰ̃σιν ἅμ' ἠελίω̨ ἀνιόντι
ἀνδρω̃ν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν:
εἰς ὑπερω̨̃' ἀναβα̃σα σὺν ἀμφιπόλοισι γυναιξὶν
ἡ̃σθαι, μηδέ τινα προτιόσσεο μηδ' ἐρέεινε."

   ἠ̃ ῥα, καὶ ἀμφ' ὤμοισιν ἐδύσετο τεύχεα καλά,
ὠ̃ρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
πάντας δ' ἔντε' ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκω̨̃,
ὤϊξαν δὲ θύρασ, ἐκ δ' ἤϊον: ἠ̃ρχε δ' 'Οδυσσεύσ.
ἤδη μὲν φάος ἠ̃εν ἐπὶ χθόνα, τοὺς δ' ἄρ' 'Αθήνη
νυκτὶ κατακρύψασα θοω̃ς ἐξη̃γε πόληοσ.