ΟΔΥΣΣΕΙΑΣ Ω

'Ερμη̃ς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλει̃το
ἀνδρω̃ν μνηστήρων: ἔχε δὲ ῥάβδον μετὰ χερσὶ
καλὴν χρυσείην, τη̨̃ τ' ἀνδρω̃ν ὄμματα θέλγει,
ὡ̃ν ἐθέλει, τοὺς δ' αὐ̃τε καὶ ὑπνώοντας ἐγείρει:
τη̨̃ ῥ' ἄγε κινήσασ, ταὶ δὲ τρίζουσαι ἕποντο.
ὡς δ' ὅτε νυκτερίδες μυχω̨̃ ἄντρου θεσπεσίοιο
τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέση̨σιν
ὁρμαθου̃ ἐκ πέτρησ, ἀνά τ' ἀλλήλη̨σιν ἔχονται,
ὣς αἱ τετριγυι̃αι ἅμ' ἤϊσαν: ἠ̃ρχε δ' ἄρα σφιν
'Ερμείας ἀκάκητα κατ' εὐρώεντα κέλευθα.
πὰρ δ' ἴσαν 'Ωκεανου̃ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
ἠδὲ παρ' 'Ηελίοιο πύλας καὶ δη̃μον 'Ονείρων
ἤϊσαν: αἰ̃ψα δ' ἵκοντο κατ' ἀσφοδελὸν λειμω̃να,
ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.

   εὑ̃ρον δὲ ψυχὴν Πηληϊάδεω 'Αχιλη̃ος
καὶ Πατροκλη̃ος καὶ ἀμύμονος 'Αντιλόχοιο
Αἴαντός θ', ὃς ἄριστος ἔην εἰ̃δός τε δέμας τε
τω̃ν ἄλλων Δαναω̃ν μετ' ἀμύμονα Πηλεΐωνα.
ὣς οἱ μὲν περὶ κει̃νον ὁμίλεον: ἀγχίμολον δὲ
ἤλυθ' ἔπι ψυχὴ 'Αγαμέμνονος 'Ατρεΐδαο
ἀχνυμένη: περὶ δ' ἄλλαι ἀγηγέραθ', ὅσσοι ἅμ' αὐτω̨̃
οἴκω̨ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνοσ:

   "'Ατρεΐδη, περὶ μέν σε φάμεν Διὶ τερπικεραύνω̨
ἀνδρω̃ν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
οὕνεκα πολλοι̃σίν τε καὶ ἰφθίμοισιν ἄνασσες
δήμω̨ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε' 'Αχαιοί.
ἠ̃ τ' ἄρα καὶ σοὶ πρωὶ̈ παραστήσεσθαι ἔμελλε
μοι̃ρ' ὀλοή, τὴν οὔ τις ἀλεύεται, ὅς κε γένηται.
ὡς ὄφελες τιμη̃ς ἀπονήμενοσ, ἡ̃ς περ ἄνασσεσ,
δήμω̨ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπει̃ν:
τω̃ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
ἠδέ κε καὶ σω̨̃ παιδὶ μέγα κλέος ἤρα' ὀπίσσω:
νυ̃ν δ' ἄρα σ' οἰκτίστω̨ θανάτω̨ εἵμαρτο ἁλω̃ναι."

   τὸν δ' αὐ̃τε ψυχὴ προσεφώνεεν 'Ατρεΐδαο:
"ὄλβιε Πηλέος υἱέ, θεοι̃σ' ἐπιείκελ' 'Αχιλλευ̃,
ὃς θάνες ἐν Τροίη̨ ἑκὰς 'Άργεοσ: ἀμφὶ δέ σ' ἄλλοι
κτείνοντο Τρώων καὶ 'Αχαιω̃ν υἱ̃ες ἄριστοι,
μαρνάμενοι περὶ σει̃ο: σὺ δ' ἐν στροφάλιγγι κονίης
κει̃σο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
ἡμει̃ς δὲ πρόπαν ἠ̃μαρ ἐμαρνάμεθ': οὐδέ κε πάμπαν
παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παυ̃σεν.
αὐτὰρ ἐπεί σ' ἐπὶ νη̃ας ἐνείκαμεν ἐκ πολέμοιο,
κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν
ὕδατί τε λιαρω̨̃ καὶ ἀλείφατι: πολλὰ δέ σ' ἀμφὶ
δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτασ.
μήτηρ δ' ἐξ ἁλὸς ἠ̃λθε σὺν ἀθανάτη̨σ' ἁλίη̨σιν
ἀγγελίης ἀΐουσα: βοὴ δ' ἐπὶ πόντον ὀρώρει
θεσπεσίη, ὑπὸ δὲ τρόμος ἤλυθε πάντας 'Αχαιούσ.
καί νύ κ' ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νη̃ασ,
εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώσ,
Νέστωρ, οὑ̃ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή:
ὅ σφιν ἐὺ̈ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
"ἴσχεσθ', 'Αργει̃οι, μὴ φεύγετε, κου̃ροι 'Αχαιω̃ν.
μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτη̨σ' ἁλίη̨σιν
ἔρχεται, οὑ̃ παιδὸς τεθνηότος ἀντιόωσα."
ὣς ἔφαθ', οἱ δ' ἔσχοντο φόβου μεγάθυμοι 'Αχαιοί.
ἀμφὶ δέ σ' ἔστησαν κου̃ραι ἁλίοιο γέροντος
οἴκτρ' ὀλοφυρόμεναι, περὶ δ' ἄμβροτα εἵματα ἕσσαν.
Μου̃σαι δ' ἐννέα πα̃σαι ἀμειβόμεναι ὀπὶ καλη̨̃
θρήνεον: ἔνθα κεν οὔ τιν' ἀδάκρυτόν γ' ἐνόησας
'Αργείων: τοι̃ον γὰρ ὑπώρορε Μου̃σα λίγεια.
ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμω̃ς νύκτας τε καὶ ἠ̃μαρ
κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τ' ἄνθρωποι:
ὀκτωκαιδεκάτη̨ δ' ἔδομεν πυρί: πολλὰ δ' ἐπ' αὐτω̨̃
μη̃λα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βου̃σ.
καίεο δ' ἔν τ' ἐσθη̃τι θεω̃ν καὶ ἀλείφατι πολλω̨̃
καὶ μέλιτι γλυκερω̨̃: πολλοὶ δ' ἥρωες 'Αχαιοὶ
τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
πεζοί θ' ἱππη̃ές τε: πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.
αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν 'Ηφαίστοιο,
ἠω̃θεν δή τοι λέγομεν λεύκ' ὀστέ', 'Αχιλλευ̃,
οἴνω̨ ἐν ἀκρήτω̨ καὶ ἀλείφατι. δω̃κε δὲ μήτηρ
χρύσεον ἀμφιφορη̃α: Διωνύσοιο δὲ δω̃ρον
φάσκ' ἔμεναι, ἔργον δὲ περικλυτου̃ 'Ηφαίστοιο.
ἐν τω̨̃ τοι κει̃ται λεύκ' ὀστέα, φαίδιμ' 'Αχιλλευ̃,
μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντοσ,
χωρὶς δ' 'Αντιλόχοιο, τὸν ἔξοχα τι̃ες ἁπάντων
τω̃ν ἄλλων ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα.
ἀμφ' αὐτοι̃σι δ' ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
χεύαμεν 'Αργείων ἱερὸς στρατὸς αἰχμητάων
ἀκτη̨̃ ἔπι προὐχούση̨, ἐπὶ πλατει̃ 'Ελλησπόντω̨,
ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
τοι̃σ', οἳ νυ̃ν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
μήτηρ δ' αἰτήσασα θεοὺς περικαλλέ' ἄεθλα
θη̃κε μέσω̨ ἐν ἀγω̃νι ἀριστήεσσιν 'Αχαιω̃ν.
ἤδη μὲν πολέων τάφω̨ ἀνδρω̃ν ἀντεβόλησας
ἡρώων, ὅτε κέν ποτ' ἀποφθιμένου βασιλη̃ος
ζώννυνταί τε νέοι καὶ ἐπεντύνωνται ἄεθλα:
ἀλλά κε κει̃να μάλιστα ἰδὼν θηήσαο θυμω̨̃,
οἱ̃' ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέ' ἄεθλα,
ἀργυρόπεζα Θέτισ: μάλα γὰρ φίλος ἠ̃σθα θεοι̃σιν.
ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομ' ὤλεσασ, ἀλλά τοι αἰεὶ
πάντας ἐπ' ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, 'Αχιλλευ̃:
αὐτὰρ ἐμοὶ τί τόδ' ἠ̃δοσ, ἐπεὶ πόλεμον τολύπευσα;
ἐν νόστω̨ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο."

   ὣς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον:
ἀγχίμολον δέ σφ' ἠ̃λθε διάκτορος 'Αργεϊφόντης
ψυχὰς μνηστήρων κατάγων 'Οδυση̃ϊ δαμέντων.
τὼ δ' ἄρα θαμβήσαντ' ἰθὺς κίον, ὡς ἐσιδέσθην.
ἔγνω δὲ ψυχὴ 'Αγαμέμνονος 'Ατρεΐδαο
παι̃δα φίλον Μελανη̃οσ, ἀγακλυτὸν 'Αμφιμέδοντα:
ξει̃νος γάρ οἱ ἔην 'Ιθάκη̨ ἔνι οἰκία ναίων.
τὸν προτέρη ψυχὴ προσεφώνεεν 'Ατρεΐδαο:

   "'Αμφίμεδον, τί παθόντες ἐρεμνὴν γαι̃αν ἔδυτε
πάντες κεκριμένοι καὶ ὁμήλικεσ; οὐδέ κεν ἄλλως
κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστουσ.
ἢ ὔμμ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά,
ἠ̃ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου
βου̃ς περιταμνομένους ἠδ' οἰω̃ν πώεα καλά,
ἠ̃ε περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικω̃ν;
εἰπέ μοι εἰρομένω̨: ξει̃νος δέ τοι εὔχομαι εἰ̃ναι.
ἠ̃ οὐ μέμνη̨, ὅτε κει̃σε κατήλυθον ὑμέτερον δω̃
ὀτρυνέων 'Οδυση̃α σὺν ἀντιθέω̨ Μενελάω̨
'Ίλιον εἰς ἅμ' ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηω̃ν;
μηνὶ δ' ἐν οὔλω̨ πάντα περήσαμεν εὐρέα πόντον,
σπουδη̨̃ παρπεπιθόντες 'Οδυσση̃α πτολίπορθον."

   τὸν δ' αὐ̃τε ψυχὴ προσεφώνεεν 'Αμφιμέδοντοσ:
["'Ατρεΐδη κύδιστε, ἄναξ ἀνδρω̃ν 'Αγάμεμνον,]
μέμνημαι τάδε πάντα, διοτρεφέσ, ὡς ἀγορεύεισ:
σοὶ δ' ἐγὼ εὐ̃ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
ἡμετέρου θανάτοιο κακὸν τέλοσ, οἱ̃ον ἐτύχθη.
μνώμεθ' 'Οδυσση̃ος δὴν οἰχομένοιο δάμαρτα:
ἡ δ' οὔτ' ἠρνει̃το στυγερὸν γάμον οὔτε τελεύτα,
ἡμι̃ν φραζομένη θάνατον καὶ κη̃ρα μέλαιναν,
ἀλλὰ δόλον τόνδ' ἄλλον ἐνὶ φρεσὶ μερμήριξε:
στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
λεπτὸν καὶ περίμετρον: ἄφαρ δ' ἡμι̃ν μετέειπε:
"κου̃ροι, ἐμοὶ μνηστη̃ρεσ, ἐπεὶ θάνε δι̃ος 'Οδυσσεύσ,
μίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φα̃ρος
ἐκτελέσω, μή μοι μεταμώνια νήματ' ὄληται,
Λαέρτη̨ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
μοι̃ρ' ὀλοὴ καθέλη̨σι τανηλεγέος θανάτοιο,
μή τίς μοι κατὰ δη̃μον 'Αχαιϊάδων νεμεσήση̨,
αἴ κεν ἄτερ σπείρου κει̃ται πολλὰ κτεατίσσασ."
ὣς ἔφαθ', ἡμι̃ν δ' αὐ̃τ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
νύκτας δ' ἀλλύεσκεν, ἐπὴν δαΐδας παραθει̃το.
ὣς τρίετες μὲν ἔληθε δόλω̨ καὶ ἔπειθεν 'Αχαιούσ:
ἀλλ' ὅτε τέτρατον ἠ̃λθεν ἔτος καὶ ἐπήλυθον ὡ̃ραι,
[μηνω̃ν φθινόντων, περὶ δ' ἤματα πόλλ' ἐτελέσθη,]
καὶ τότε δή τις ἔειπε γυναικω̃ν, ἣ σάφα ἤ̨δη,
καὶ τήν γ' ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ', ὑπ' ἀνάγκησ.
εὐ̃θ' ἡ φα̃ρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,
πλύνασ', ἠελίω̨ ἐναλίγκιον ἠὲ σελήνη̨,
καὶ τότε δή ῥ' 'Οδυση̃α κακός ποθεν ἤγαγε δαίμων
ἀγρου̃ ἐπ' ἐσχατιήν, ὅθι δώματα ναι̃ε συβώτησ.
ἔνθ' ἠ̃λθεν φίλος υἱὸς 'Οδυσση̃ος θείοιο,
ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηὶ̈ μελαίνη̨:
τὼ δὲ μνηστη̃ρσιν θάνατον κακὸν ἀρτύναντε
ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἠ̃ τοι 'Οδυσσεὺς
ὕστεροσ, αὐτὰρ Τηλέμαχος πρόσθ' ἡγεμόνευε.
τὸν δὲ συβώτης ἠ̃γε κακὰ χροὶ̈ εἵματ' ἔχοντα,
πτωχω̨̃ λευγαλέω̨ ἐναλίγκιον ἠδὲ γέροντι,
σκηπτόμενον: τὰ δὲ λυγρὰ περὶ χροὶ̈ εἵματα ἕστο:
οὐδέ τις ἡμείων δύνατο γνω̃ναι τὸν ἐόντα,
ἐξαπίνης προφανέντ', οὐδ' οἳ προγενέστεροι ἠ̃σαν,
ἀλλ' ἔπεσίν τε κακοι̃σιν ἐνίσσομεν ἠδὲ βολη̨̃σιν.
αὐτὰρ ὁ τει̃ος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοι̃σι
βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμω̨̃:
ἀλλ' ὅτε δή μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο,
σὺν μὲν Τηλεμάχω̨ περικαλλέα τεύχε' ἀείρας
ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχη̃ασ,
αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείη̨σιν ἄνωγε
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,
ἡμι̃ν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.
οὐδέ τις ἡμείων δύνατο κρατεροι̃ο βιοι̃ο
νευρὴν ἐντανύσαι, πολλὸν δ' ἐπιδευέες ἠ̃μεν.
ἀλλ' ὅτε χει̃ρας ἵκανεν 'Οδυσση̃ος μέγα τόξον,
ἔνθ' ἡμει̃ς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
τόξον μὴ δόμεναι, μηδ' εἰ μάλα πόλλ' ἀγορεύοι,
Τηλέμαχος δέ μιν οἰ̃ος ἐποτρύνων ἐκέλευσεν.
αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δι̃ος 'Οδυσσεύσ,
ῥηϊδίως δ' ἐτάνυσσε βιόν, διὰ δ' ἡ̃κε σιδήρου:
στη̃ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, ταχέας δ' ἐκχεύατ' ὀϊστοὺς
δεινὸν παπταίνων, βάλε δ' 'Αντίνοον βασιλη̃α.
αὐτὰρ ἔπειτ' ἄλλοισ' ἐφίει στονόεντα βέλεμνα
ἄντα τιτυσκόμενοσ: τοὶ δ' ἀγχιστι̃νοι ἔπιπτον.
γνωτὸν δ' ἠ̃ν, ὅ ῥά τίς σφι θεω̃ν ἐπιτάρροθος ἠ̃εν:
αὐτίκα γὰρ κατὰ δώματ' ἐπισπόμενοι μένεϊ σφω̨̃
κτει̃νον ἐπιστροφάδην, τω̃ν δὲ στόνος ὤρνυτ' ἀεικὴς
κράτων τυπτομένων, δάπεδον δ' ἅπαν αἵματι θυ̃εν.
ὣς ἡμει̃σ, 'Αγάμεμνον, ἀπωλόμεθ', ὡ̃ν ἔτι καὶ νυ̃ν
σώματ' ἀκηδέα κει̃ται ἐνὶ μεγάροισ' 'Οδυση̃οσ:
οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθ' ἑκάστου,
οἵ κ' ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
κατθέμενοι γοάοιεν: ὃ γὰρ γέρας ἐστὶ θανόντων."

   τὸν δ' αὐ̃τε ψυχὴ προσεφώνεεν 'Ατρεΐδαο:
"ὄλβιε Λαέρταο πάϊ, πολυμήχαν' 'Οδυσσευ̃,
ἠ̃ ἄρα σὺν μεγάλη̨ ἀρετη̨̃ ἐκτήσω ἄκοιτιν:
ὡς ἀγαθαὶ φρένες ἠ̃σαν ἀμύμονι Πηνελοπείη̨,
κούρη̨ 'Ικαρίου, ὡς εὐ̃ μέμνητ' 'Οδυση̃οσ,
ἀνδρὸς κουριδίου. τω̃ οἱ κλέος οὔ ποτ' ὀλει̃ται
ἡ̃ς ἀρετη̃σ, τεύξουσι δ' ἐπιχθονίοισιν ἀοιδὴν
ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείη̨,
οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τ' ἀοιδὴ
ἔσσετ' ἐπ' ἀνθρώπουσ, χαλεπὴν δέ τε φη̃μιν ὀπάσσει
θηλυτέρη̨σι γυναιξί, καὶ ἥ κ' εὐεργὸς ἔη̨σιν."

   ὣς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον,
ἑσταότ' εἰν 'Αΐδαο δόμοισ', ὑπὸ κεύθεσι γαίησ:
οἱ δ' ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δ' ἀγρὸν ἵκοντο
καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτ' αὐτὸς
Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πολλὰ μόγησεν.
ἔνθα οἱ οἰ̃κος ἔην, περὶ δὲ κλίσιον θέε πάντη̨,
ἐν τω̨̃ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον
δμω̃ες ἀναγκαι̃οι, τοί οἱ φίλα ἐργάζοντο.
ἐν δὲ γυνὴ Σικελὴ γρηὺ̈ς πέλεν, ἥ ῥα γέροντα
ἐνδυκέως κομέεσκεν ἐπ' ἀγρου̃ νόσφι πόληοσ.
ἔνθ' 'Οδυσεὺς δμώεσσι καὶ υἱέϊ μυ̃θον ἔειπεν:

   "ὑμει̃ς μὲν νυ̃ν ἔλθετ' ἐϋκτίμενον δόμον εἴσω,
δει̃πνον δ' αἰ̃ψα συω̃ν ἱερεύσατε ὅς τις ἄριστοσ:
αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,
αἴ κέ μ' ἐπιγνώη̨ καὶ φράσσεται ὀφθαλμοι̃σιν,
ἠ̃έ κεν ἀγνοιη̨̃σι πολὺν χρόνον ἀμφὶς ἐόντα."

   ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχε' ἔδωκεν.
οἱ μὲν ἔπειτα δόμονδε θοω̃ς κίον, αὐτὰρ 'Οδυσσεὺς
ἄσσον ἴεν πολυκάρπου ἀλω̨η̃ς πειρητίζων.
οὐδ' εὑ̃ρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,
οὐδέ τινα δμώων οὐδ' υἱω̃ν: ἀλλ' ἄρα τοί γε
αἱμασιὰς λέξοντες ἀλω̨η̃ς ἔμμεναι ἕρκος
ὤ̨χοντ', αὐτὰρ ὁ τοι̃σι γέρων ὁδὸν ἡγεμόνευε.
τὸν δ' οἰ̃ον πατέρ' εὑ̃ρεν ἐϋκτιμένη̨ ἐν ἀλω̨η̨̃,
λιστρεύοντα φυτόν: ῥυπόωντα δὲ ἕστο χιτω̃να,
ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμη̨σι βοείας
κνημι̃δας ῥαπτὰς δέδετο, γραπτυ̃ς ἀλεείνων,
χειρι̃δάς τ' ἐπὶ χερσὶ βάτων ἕνεκ': αὐτὰρ ὕπερθεν
αἰγείην κυνέην κεφαλη̨̃ ἔχε, πένθος ἀέξων.
τὸν δ' ὡς οὐ̃ν ἐνόησε πολύτλας δι̃ος 'Οδυσσεὺς
γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,
στὰς ἄρ' ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἰ̃βε.
μερμήριξε δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
κύσσαι καὶ περιφυ̃ναι ἑὸν πατέρ' ἠδὲ ἕκαστα
εἰπει̃ν, ὡς ἔλθοι καὶ ἵκοιτ' ἐς πατρίδα γαι̃αν,
ἠ̃ πρω̃τ' ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
ὡ̃δε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἰ̃ναι,
πρω̃τον κερτομίοισ' ἔπεσιν διαπειρηθη̃ναι.
τὰ φρονέων ἰθὺς κίεν αὐτου̃ δι̃ος 'Οδυσσεύσ.
ἠ̃ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε:
τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱόσ:

   "ὠ̃ γέρον, οὐκ ἀδαημονίη σ' ἔχει ἀμφιπολεύειν
ὄρχατον, ἀλλ' εὐ̃ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,
οὐ φυτόν, οὐ συκη̃, οὐκ ἄμπελοσ, οὐ μὲν ἐλαίη,
οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδη̃ς κατὰ κη̃πον.
ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμω̨̃:
αὐτόν σ' οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλ' ἅμα γη̃ρας
λυγρὸν ἔχεις αὐχμει̃ς τε κακω̃ς καὶ ἀεικέα ἕσσαι.
οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκ' οὔ σε κομίζει,
οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι
εἰ̃δος καὶ μέγεθοσ: βασιλη̃ι γὰρ ἀνδρὶ ἔοικασ.
τοιούτω̨ δὲ ἔοικεν, ἐπεὶ λούσαιτο φάγοι τε,
εὑδέμεναι μαλακω̃σ: ἡ γὰρ δίκη ἐστὶ γερόντων.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
τευ̃ δμώς εἰς ἀνδρω̃ν; τευ̃ δ' ὄρχατον ἀμφιπολεύεισ;
καί μοι του̃τ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐὺ̈ εἰδω̃,
εἰ ἐτεόν γ' 'Ιθάκην τήνδ' ἱκόμεθ', ὥς μοι ἔειπεν
οὑ̃τος ἀνὴρ νυ̃ν δὴ ξυμβλήμενος ἐνθάδ' ἰόντι,
οὔ τι μάλ' ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα
εἰπει̃ν ἠδ' ἐπακου̃σαι ἐμὸν ἔποσ, ὡς ἐρέεινον
ἀμφὶ ξείνω̨ ἐμω̨̃, ἤ που ζώει τε καὶ ἔστιν,
ἠ̃ ἤδη τέθνηκε καὶ εἰν 'Αΐδαο δόμοισιν.
ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον:
ἄνδρα ποτ' ἐξείνισσα φίλη̨ ἐν πατρίδι γαίη̨
ἡμέτερόνδ' ἐλθόντα, καὶ οὔ πώ τις βροτὸς ἄλλος
ξείνων τηλεδαπω̃ν φιλίων ἐμὸν ἵκετο δω̃μα:
εὔχετο δ' ἐξ 'Ιθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε
Λαέρτην 'Αρκεισιάδην πατέρ' ἔμμεναι αὐτω̨̃.
τὸν μὲν ἐγὼ πρὸς δώματ' ἄγων ἐὺ̈ ἐξείνισσα,
ἐνδυκέως φιλέων, πολλω̃ν κατὰ οἰ̃κον ἐόντων,
καί οἱ δω̃ρα πόρον ξεινήϊα, οἱ̃α ἐώ̨κει.
χρυσου̃ μέν οἱ δω̃κ' εὐεργέος ἑπτὰ τάλαντα,
δω̃κα δέ οἱ κρητη̃ρα πανάργυρον ἀνθεμόεντα,
δώδεκα δ' ἁπλοΐδας χλαίνασ, τόσσους δὲ τάπητασ,
τόσσα δὲ φάρεα καλά, τόσους δ' ἐπὶ τοι̃σι χιτω̃νασ,
χωρὶς δ' αὐ̃τε γυναι̃κας ἀμύμονα ἔργα ἰδυίας
τέσσαρας εἰδαλίμασ, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι."

   τὸν δ' ἠμείβετ' ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων:
"ξει̃ν', ἠ̃ τοι μὲν γαι̃αν ἱκάνεισ, ἣν ἐρεείνεισ,
ὑβρισταὶ δ' αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσι.
δω̃ρα δ' ἐτώσια ταυ̃τα χαρίζεο, μυρί' ὀπάζων:
εἰ γάρ μιν ζωόν γε κίχεις 'Ιθάκης ἐνὶ δήμω̨,
τω̃ κέν σ' εὐ̃ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
καὶ ξενίη̨ ἀγαθη̨̃: ἡ γὰρ θέμισ, ὅς τις ὑπάρξη̨.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκει̃νον,
σὸν ξει̃νον δύστηνον, ἐμὸν παι̃δ', εἴ ποτ' ἔην γε;
δύσμορον: ὅν που τη̃λε φίλων καὶ πατρίδος αἴης
ἠέ που ἐν πόντω̨ φάγον ἰχθύεσ, ἢ ἐπὶ χέρσου
θηρσὶ καὶ οἰωνοι̃σιν ἕλωρ γένετ': οὐδέ ἑ μήτηρ
κλαυ̃σε περιστείλασα πατήρ θ', οἵ μιν τεκόμεσθα:
οὐδ' ἄλοχος πολύδωροσ, ἐχέφρων Πηνελόπεια,
κώκυσ' ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεώ̨κει,
ὀφθαλμοὺς καθελου̃σα: τὸ γὰρ γέρας ἐστὶ θανόντων.
καί μοι του̃τ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐὺ̈ εἰδω̃:
τίς πόθεν εἰς ἀνδρω̃ν; πόθι τοι πόλις ἠδὲ τοκη̃εσ;
που̃ δαὶ νηυ̃ς ἕστηκε θοή, ἥ σ' ἤγαγε δευ̃ρο
ἀντιθέους θ' ἑτάρουσ; ἠ̃ ἔμπορος εἰλήλουθας
νηὸς ἐπ' ἀλλοτρίησ, οἱ δ' ἐκβήσαντες ἔβησαν;"

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"τοιγὰρ ἐγώ τοι πάντα μάλ' ἀτρεκέως καταλέξω.
εἰμὶ μὲν ἐξ 'Αλύβαντοσ, ὅθι κλυτὰ δώματα ναίω,
υἱὸς 'Αφείδαντος Πολυπημονίδαο ἄνακτοσ:
αὐτὰρ ἐμοί γ' ὄνομ' ἐστὶν 'Επήριτοσ: ἀλλά με δαίμων
πλάγξ' ἀπὸ Σικανίης δευ̃ρ' ἐλθέμεν οὐκ ἐθέλοντα:
νηυ̃ς δέ μοι ἥδ' ἕστηκεν ἐπ' ἀγρου̃ νόσφι πόληοσ.
αὐτὰρ 'Οδυσση̃ϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,
ἐξ οὑ̃ κει̃θεν ἔβη καὶ ἐμη̃ς ἀπελήλυθε πάτρησ,
δύσμοροσ: ἠ̃ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,
δεξιοί, οἱ̃ς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκει̃νον,
χαι̃ρε δὲ κει̃νος ἰών: θυμὸς δ' ἔτι νω̃ϊν ἐώλπει
μείξεσθαι ξενίη̨ ἠδ' ἀγλαὰ δω̃ρα διδώσειν."

   ὣς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα:
ἀμφοτέρη̨σι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
χεύατο κὰκ κεφαλη̃ς πολιη̃σ, ἁδινὰ στεναχίζων.
του̃ δ' ὠρίνετο θυμόσ, ἀνὰ ῥι̃νας δέ οἱ ἤδη
δριμὺ μένος προὔτυψε φίλον πατέρ' εἰσορόωντι.
κύσσε δέ μιν περιφὺς ἐπιάλμενος ἠδὲ προσηύδα:

   "κει̃νος μὲν δὴ ὅδ' αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλα̨̃σ,
ἤλυθον εἰκοστω̨̃ ἔτεϊ ἐς πατρίδα γαι̃αν.
ἀλλ' ἴσχευ κλαυθμοι̃ο γόοιό τε δακρυόεντοσ.
ἐκ γάρ τοι ἐρέω: _μάλα δὲ χρὴ σπευδέμεν ἔμπησ: _
μνηστη̃ρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι
λώβην τεινύμενος θυμαλγέα καὶ κακὰ ἔργα."

   τὸν δ' αὐ̃ Λαέρτης ἀπαμείβετο φώνησέν τε:
"εἰ μὲν δὴ 'Οδυσεύς γε, ἐμὸς πάϊσ, εἰλήλουθασ,
ση̃μά τί μοι νυ̃ν εἰπὲ ἀριφραδέσ, ὄφρα πεποίθω."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"οὐλὴν μὲν πρω̃τον τήνδε φράσαι ὀφθαλμοι̃σι,
τὴν ἐν Παρνησω̨̃ μ' ἔλασεν συ̃ς λευκω̨̃ ὀδόντι
οἰχόμενον: σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
ἐς πατέρ' Αὐτόλυκον μητρὸς φίλον, ὄφρ' ἂν ἑλοίμην
δω̃ρα, τὰ δευ̃ρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
εἰ δ' ἄγε τοι καὶ δένδρε' ἐϋκτιμένην κατ' ἀλω̨ὴν
εἴπω, ἅ μοί ποτ' ἔδωκασ, ἐγὼ δ' ἤ̨τευν σε ἕκαστα
παιδνὸς ἐών, κατὰ κη̃πον ἐπισπόμενοσ: διὰ δ' αὐτω̃ν
ἱκνεύμεσθα, σὺ δ' ὠνόμασας καὶ ἔειπες ἕκαστα.
ὄγχνας μοι δω̃κας τρεισκαίδεκα καὶ δέκα μηλέασ,
συκέας τεσσαράκοντ': ὄρχους δέ μοι ὡ̃δ' ὀνόμηνας
δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
ἤην; ἔνθα δ' ἀνὰ σταφυλαὶ παντοι̃αι ἔασιν,
ὁππότε δὴ Διὸς ὡ̃ραι ἐπιβρίσειαν ὕπερθεν."

   ὣς φάτο, του̃ δ' αὐτου̃ λύτο γούνατα καὶ φίλον ἠ̃τορ,
σήματ' ἀναγνόντοσ, τά οἱ ἔμπεδα πέφραδ' 'Οδυσσεύσ:
ἀμφὶ δὲ παιδὶ φίλω̨ βάλε πήχεε: τὸν δὲ ποτὶ οἱ̃
εἱ̃λεν ἀποψύχοντα πολύτλας δι̃ος 'Οδυσσεύσ.
αὐτὰρ ἐπεί ῥ' ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
ἐξαυ̃τις μύθοισιν ἀμειβόμενος προσέειπε:

   "Ζευ̃ πάτερ, ἠ̃ ῥ' ἔτι ἐστὲ θεοὶ κατὰ μακρὸν 'Όλυμπον,
εἰ ἐτεὸν μνηστη̃ρες ἀτάσθαλον ὕβριν ἔτεισαν.
νυ̃ν δ' αἰνω̃ς δείδοικα κατὰ φρένα, μὴ τάχα πάντες
ἐνθάδ' ἐπέλθωσιν 'Ιθακήσιοι, ἀγγελίας δὲ
πάντη̨ ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"θάρσει: μή τοι ταυ̃τα μετὰ φρεσὶ ση̨̃σι μελόντων.
ἀλλ' ἴομεν προτὶ οἰ̃κον, ὃς ὀρχάτου ἐγγύθι κει̃ται:
ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
προὔπεμψ', ὡς ἂν δει̃πνον ἐφοπλίσσωσι τάχιστα."

   ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
οἱ δ' ὅτε δή ῥ' ἵκοντο δόμους ἐὺ̈ ναιετάοντασ,
εὑ̃ρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
ταμνομένους κρέα πολλὰ κερω̃ντάς τ' αἴθοπα οἰ̃νον.

   τόφρα δὲ Λαέρτην μεγαλήτορα ὡ̨̃ ἐνὶ οἴκω̨
ἀμφίπολος Σικελὴ λου̃σεν καὶ χρι̃σεν ἐλαίω̨,
ἀμφὶ δ' ἄρα χλαι̃ναν καλὴν βάλεν: αὐτὰρ 'Αθήνη
ἄγχι παρισταμένη μέλε' ἤλδανε ποιμένι λαω̃ν,
μείζονα δ' ἠὲ πάρος καὶ πάσσονα θη̃κεν ἰδέσθαι.
ἐκ δ' ἀσαμίνθου βη̃: θαύμαζε δέ μιν φίλος υἱόσ,
ὡς ἴδεν ἀθανάτοισι θεοι̃σ' ἐναλίγκιον ἄντην,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

   "ὠ̃ πάτερ, ἠ̃ μάλα τίς σε θεω̃ν αἰειγενετάων
εἰ̃δός τε μέγεθός τε ἀμείνονα θη̃κεν ἰδέσθαι."

   τὸν δ' αὐ̃ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα:
"αἲ γάρ, Ζευ̃ τε πάτερ καὶ 'Αθηναίη καὶ 'Άπολλον,
οἱ̃ος Νήρικον εἱ̃λον, ἐϋκτίμενον πτολίεθρον,
ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
τοι̃ος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισι
τεύχε' ἔχων ὤμοισιν ἐφεστάμεναι καὶ ἀμύνειν
ἄνδρας μνηστη̃ρασ: τω̃ κέ σφεων γούνατ' ἔλυσα
πολλω̃ν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεισ."

   ὣς οἱ μὲν τοιαυ̃τα πρὸς ἀλλήλους ἀγόρευον.
οἱ δ' ἐπεὶ οὐ̃ν παύσαντο πόνου τετύκοντό τε δαι̃τα,
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε.
ἔνθ' οἱ μὲν δείπνω̨ ἐπεχείρεον: ἀγχίμολον δὲ
ἠ̃λθ' ὁ γέρων Δολίοσ, σὺν δ' υἱει̃ς τοι̃ο γέροντοσ,
ἐξ ἔργων μογέοντεσ, ἐπεὶ προμολου̃σα κάλεσσε
μήτηρ, γρηυ̃ς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα
ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γη̃ρας ἔμαρψεν.
οἱ δ' ὡς οὐ̃ν 'Οδυση̃α ἴδον φράσσαντό τε θυμω̨̃,
ἔσταν ἐνὶ μεγάροισι τεθηπότεσ: αὐτὰρ 'Οδυσσεὺς
μειλιχίοισ' ἐπέεσσι καθαπτόμενος προσέειπεν:

   "ὠ̃ γέρον, ἵζ' ἐπὶ δει̃πνον, ἀπεκλελάθεσθε δὲ θάμβευσ:
δηρὸν γὰρ σίτω̨ ἐπιχειρήσειν μεμαω̃τες
μίμνομεν ἐν μεγάροισ', ὑμέας ποτιδέγμενοι αἰεί."

   ὣς ἄρ' ἔφη, Δολίος δ' ἰθὺς κίε χει̃ρε πετάσσας
ἀμφοτέρασ, 'Οδυσευ̃ς δὲ λαβὼν κύσε χει̃ρ' ἐπὶ καρπω̨̃
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

   "ὠ̃ φίλ', ἐπεὶ νόστησας ἐελδομένοισι μάλ' ἡμι̃ν
οὐδ' ἔτ' ὀϊομένοισι, θεοὶ δέ σε ἤγαγον αὐτοί,
οὐ̃λέ τε καὶ μέγα χαι̃ρε, θεοὶ δέ τοι ὄλβια δοι̃εν.
καί μοι του̃τ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐὺ̈ εἰδω̃,
ἢ ἤδη σάφα οἰ̃δε περίφρων Πηνελόπεια
νοστήσαντά σε δευ̃ρ', ἠ̃ ἄγγελον ὀτρύνωμεν."

   τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις 'Οδυσσεύσ:
"ὠ̃ γέρον, ἤδη οἰ̃δε: τί σε χρὴ ταυ̃τα πένεσθαι;"

   ὣς φάθ', ὁ δ' αὐ̃τις ἄρ' ἕζετ' ἐϋξέστου ἐπὶ δίφρου.
ὣς δ' αὔτως παι̃δες Δολίου κλυτὸν ἀμφ' 'Οδυση̃α
δεικανόωντ' ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
ἑξείης δ' ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.

   ὣς οἱ μὲν περὶ δει̃πνον ἐνὶ μεγάροισι πένοντο:
ὄσσα δ' ἄρ' ἄγγελος ὠ̃κα κατὰ πτόλιν ὤ̨χετο πάντη̨
μνηστήρων στυγερὸν θάνατον καὶ κη̃ρ' ἐνέπουσα.
οἱ δ' ἄρ' ὁμω̃ς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
μυχμω̨̃ τε στοναχη̨̃ τε δόμων προπάροιθ' 'Οδυση̃οσ,
ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
τοὺς δ' ἐξ ἀλλάων πολίων οἰ̃κόνδε ἕκαστον
πέμπον ἄγειν ἁλιευ̃σι θοη̨̃σ' ἐπὶ νηυσὶ τιθέντεσ:
αὐτοὶ δ' εἰς ἀγορὴν κίον ἁθρόοι, ἀχνύμενοι κη̃ρ.
αὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο,
τοι̃σιν δ' Εὐπείθης ἀνά θ' ἵστατο καὶ μετέειπε:
παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,
'Αντινόου, τὸν πρω̃τον ἐνήρατο δι̃ος 'Οδυσσεύσ:
του̃ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν:

   "ὠ̃ φίλοι, ἠ̃ μέγα ἔργον ἀνὴρ ὅδε μήσατ' 'Αχαιούσ:
τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
ὤλεσε μὲν νη̃ας γλαφυράσ, ἀπὸ δ' ὤλεσε λαούσ,
τοὺς δ' ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ' ἀρίστουσ.
ἀλλ' ἄγετε, πρὶν του̃τον ἢ ἐς Πύλον ὠ̃κα ἱκέσθαι
ἢ καὶ ἐς 'Ήλιδα δι̃αν, ὅθι κρατέουσιν 'Επειοί,
ἴομεν: ἢ καὶ ἔπειτα κατηφέες ἐσσόμεθ' αἰεί.
λώβη γὰρ τάδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονη̃ας
τεισόμεθ': οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.
ἀλλ' ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκει̃νοι."

   ὣς φάτο δάκρυ χέων, οἰ̃κτος δ' ἕλε πάντας 'Αχαιούσ.
ἀγχίμολον δέ σφ' ἠ̃λθε Μέδων καὶ θει̃ος ἀοιδὸς
ἐκ μεγάρων 'Οδυση̃οσ, ἐπεί σφεας ὕπνος ἀνη̃κεν,
ἔσταν δ' ἐν μέσσοισι: τάφος δ' ἕλεν ἄνδρα ἕκαστον.
τοι̃σι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώσ:

   "κέκλυτε δὴ νυ̃ν μευ, 'Ιθακήσιοι: οὐ γὰρ 'Οδυσσεὺς
ἀθανάτων ἀέκητι θεω̃ν τάδε μήσατο ἔργα:
αὐτὸς ἐγὼν εἰ̃δον θεὸν ἄμβροτον, ὅς ῥ' 'Οδυση̃ϊ
ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐώ̨κει.
ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθ' 'Οδυση̃ος
φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστη̃ρας ὀρίνων
θυ̃νε κατὰ μέγαρον: τοὶ δ' ἀγχιστι̃νοι ἔπιπτον."

   ὣς φάτο, τοὺς δ' ἄρα πάντας ὑπὸ χλωρὸν δέος ἥ̨ρει.
τοι̃σι δὲ καὶ μετέειπε γέρων ἥρως 'Αλιθέρσης
Μαστορίδησ: ὁ γὰρ οἰ̃ος ὅρα πρόσσω καὶ ὀπίσσω:
ὅ σφιν ἐὺ̈ φρονέων ἀγορήσατο καὶ μετέειπε:

   "κέκλυτε δὴ νυ̃ν μευ, 'Ιθακήσιοι, ὅττι κεν εἴπω.
ὑμετέρη̨ κακότητι, φίλοι, τάδε ἔργα γένοντο:
οὐ γὰρ ἐμοὶ πείθεσθ', οὐ Μέντορι ποιμένι λαω̃ν,
ὑμετέρους παι̃δας καταπαυέμεν ἀφροσυνάων,
οἳ μέγα ἔργον ἔρεζον ἀτασθαλίη̨σι κακη̨̃σι,
κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
ἀνδρὸς ἀριστη̃οσ: τὸν δ' οὐκέτι φάντο νέεσθαι.
καὶ νυ̃ν ὡ̃δε γένοιτο, πίθεσθέ μοι, ὡς ἀγορεύω:
μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρη̨."

   ὣς ἔφαθ', οἱ δ' ἄρ' ἀνήϊξαν μεγάλω̨ ἀλαλητω̨̃
ἡμίσεων πλείουσ: _τοὶ δ' ἁθρόοι αὐτόθι μει̃ναν: _
οὐ γάρ σφιν ἅδε μυ̃θος ἐνὶ φρεσίν, ἀλλ' Εὐπείθει
πείθοντ': αἰ̃ψα δ' ἔπειτ' ἐπὶ τεύχεα ἐσσεύοντο.
αὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροὶ̈ νώροπα χαλκόν,
ἁθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
τοι̃σιν δ' Εὐπείθης ἡγήσατο νηπιέη̨σι:
φη̃ δ' ὅ γε τείσεσθαι παιδὸς φόνον, οὐδ' ἄρ' ἔμελλεν
ἂψ ἀπονοστήσειν, ἀλλ' αὐτου̃ πότμον ἐφέψειν.
αὐτὰρ 'Αθηναίη Ζη̃να Κρονίωνα προσηύδα:

   "ὠ̃ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
εἰπέ μοι εἰρομένη̨: τί νύ τοι νόος ἔνδοθι κεύθει;
ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
τεύξεισ, ἠ̃ φιλότητα μετ' ἀμφοτέροισι τίθησθα;"

   τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύσ:
"τέκνον ἐμόν, τί με ταυ̃τα διείρεαι ἠδὲ μεταλλα̨̃σ;
οὐ γὰρ δὴ του̃τον μὲν ἐβούλευσας νόον αὐτή,
ὡς ἠ̃ τοι κείνους 'Οδυσεὺς ἀποτείσεται ἐλθών;
ἕρξον ὅπως ἐθέλεισ: ἐρέω δέ τοι ὡς ἐπέοικεν.
ἐπεὶ δὴ μνηστη̃ρας ἐτείσατο δι̃ος 'Οδυσσεύσ,
ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
ἡμει̃ς δ' αὐ̃ παίδων τε κασιγνήτων τε φόνοιο
ἔκλησιν θέωμεν: τοὶ δ' ἀλλήλους φιλεόντων
ὡς τὸ πάροσ, πλου̃τος δὲ καὶ εἰρήνη ἅλις ἔστω."

   ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυι̃αν 'Αθήνην,
βη̃ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα.

   οἱ δ' ἐπεὶ οὐ̃ν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
τοι̃σ' ἄρα μύθων ἠ̃ρχε πολύτλας δι̃ος 'Οδυσσεύσ:

   "ἐξελθών τις ἴδοι, μὴ δὴ σχεδὸν ὠ̃σι κιόντεσ."

   ὣς ἔφατ': ἐκ δ' υἱὸς Δολίου κίεν, ὡς ἐκέλευε,
στη̃ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν εἴσιδε πάντασ.
αἰ̃ψα δ' 'Οδυσση̃α ἔπεα πτερόεντα προσηύδα:

   "οἵδε δὴ ἐγγὺς ἔασ': ἀλλ' ὁπλιζώμεθα θα̃σσον."

   ὣς ἔφαθ', οἱ δ' ὤρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,
τέσσαρες ἀμφ' 'Οδυση̃', ἓξ δ' υἱει̃ς οἱ Δολίοιο:
ἐν δ' ἄρα Λαέρτης Δολίος τ' ἐς τεύχε' ἔδυνον,
καὶ πολιοί περ ἐόντεσ, ἀναγκαι̃οι πολεμισταί.
αὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροὶ̈ νώροπα χαλκόν,
ὤϊξάν ῥα θύρασ, ἐκ δ' ἤϊον, ἠ̃ρχε δ' 'Οδυσσεύσ.

   τοι̃σι δ' ἐπ' ἀγχίμολον θυγάτηρ Διὸς ἠ̃λθεν 'Αθήνη,
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
τὴν μὲν ἰδὼν γήθησε πολύτλας δι̃ος 'Οδυσσεύσ,
αἰ̃ψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν:

   "Τηλέμαχ', ἤδη μὲν τό γε εἴσεαι αὐτὸς ἐπελθών,
ἀνδρω̃ν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,
μή τι καταισχύνειν πατέρων γένοσ, οἳ τὸ πάρος περ
ἀλκη̨̃ τ' ἠνορέη̨ τε κεκάσμεθα πα̃σαν ἐπ' αἰ̃αν."

   τὸν δ' αὐ̃ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
"ὄψεαι, αἴ κ' ἐθέλη̨σθα, πάτερ φίλε, τω̨̃δ' ἐπὶ θυμω̨̃
οὔ τι καταισχύνοντα τεὸν γένοσ, ὡς ἀγορεύεισ."

   ὣς φάτο, Λαέρτης δ' ἐχάρη καὶ μυ̃θον ἔειπε:
"τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἠ̃ μάλα χαίρω:
υἱός θ' υἱωνός τ' ἀρετη̃ς πέρι δη̃ριν ἔχουσι."

   τὸν δὲ παρισταμένη προσέφη γλαυκω̃πις 'Αθήνη:
"ὠ̃ 'Αρκεισιάδη, πάντων πολὺ φίλταθ' ἑταίρων,
εὐξάμενος κούρη̨ γλαυκώπιδι καὶ Διὶ πατρί,
αἰ̃ψα μάλ' ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχοσ."

   ὣς φάτο, καί ῥ' ἔμπνευσε μένος μέγα Παλλὰς 'Αθήνη.
εὐξάμενος δ' ἄρ' ἔπειτα Διὸς κούρη̨ μεγάλοιο,
αἰ̃ψα μάλ' ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρή̨ου.
ἡ δ' οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκόσ:
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτω̨̃.
ἐν δ' ἔπεσον προμάχοισ' 'Οδυσεὺς καὶ φαίδιμος υἱόσ,
τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
καί νύ κε δὴ πάντας ὄλεσαν καὶ θη̃καν ἀνόστουσ,
εἰ μὴ 'Αθηναίη, κούρη Διὸς αἰγιόχοιο,
ἤϋσεν φωνη̨̃, κατὰ δ' ἔσχεθε λαὸν ἅπαντα:

   "ἴσχεσθε πτολέμου, 'Ιθακήσιοι, ἀργαλέοιο,
ὥς κεν ἀναιμωτί γε διακρινθη̃τε τάχιστα."

   ὣς φάτ' 'Αθηναίη, τοὺς δὲ χλωρὸν δέος εἱ̃λε:
τω̃ν δ' ἄρα δεισάντων ἐκ χειρω̃ν ἔπτατο τεύχεα,
πάντα δ' ἐπὶ χθονὶ πι̃πτε, θεα̃ς ὄπα φωνησάσησ:
πρὸς δὲ πόλιν τρωπω̃ντο λιλαιόμενοι βιότοιο.
σμερδαλέον δ' ἐβόησε πολύτλας δι̃ος 'Οδυσσεύσ,
οἴμησεν δὲ ἀλεὶς ὥς τ' αἰετὸς ὑψιπετήεισ.
καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,
κὰδ δ' ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρησ.
δὴ τότ' 'Οδυσση̃α προσέφη γλαυκω̃πις 'Αθήνη:

   "διογενὲς Λαερτιάδη, πολυμήχαν' 'Οδυσσευ̃,
ἴσχεο, παυ̃ε δὲ νει̃κος ὁμοιΐου πτολέμοιο,
μή πώς τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύσ."

   ὣς φάτ' 'Αθηναίη, ὁ δ' ἐπείθετο, χαι̃ρε δὲ θυμω̨̃.
ὅρκια δ' αὐ̃ κατόπισθε μετ' ἀμφοτέροισιν ἔθηκε
Παλλὰς 'Αθηναίη, κούρη Διὸς αἰγιόχοιο,
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.