Платон. Протагор

{ΕΤ.} Πόθεν, ὠ̃ Σώκρατεσ, φαίνη̨; ἢ δη̃λα δὴ ὅτι ἀπὸ κυνηγεσίου του̃ περὶ τὴν 'Αλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρώ̨ην ἰδόντι καλὸς μὲν ἐφαίνετο ἀνὴρ ἔτι, ἀνὴρ μέντοι, ὠ̃ Σώκρατεσ, ὥς γ' ἐν αὐτοι̃ς ἡμι̃ν εἰρη̃σθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενοσ.

{ΣΩ.} Εἰ̃τα τί του̃το; οὐ σὺ μέντοι 'Ομήρου ἐπαινέτης εἰ̃, ὃς ἔφη χαριεστάτην ἥβην εἰ̃ναι του̃ [πρω̃τον] ὑπηνήτου, ἣν νυ̃ν 'Αλκιβιάδης ἔχει;

{ΕΤ.} Τί οὐ̃ν τὰ νυ̃ν; ἠ̃ παρ' ἐκείνου φαίνη̨; καὶ πω̃ς πρός σε ὁ νεανίας διάκειται;

{ΣΩ.} Εὐ̃, ἔμοιγε ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τη̨̃ νυ̃ν ἡμέρα̨: καὶ γὰρ πολλὰ ὑπὲρ ἐμου̃ εἰ̃πε βοηθω̃ν ἐμοί, καὶ οὐ̃ν καὶ ἄρτι ἀπ' ἐκείνου ἔρχομαι. ἄτοπον μέντοι τί σοι ἐθέλω εἰπει̃ν: παρόντος γὰρ ἐκείνου, οὔτε προσει̃χον τὸν νου̃ν, ἐπελανθανόμην τε αὐτου̃ θαμά.

{ΕΤ.} Καὶ τί ἂν γεγονὸς εἴη περὶ σὲ κἀκει̃νον τοσου̃τον πρα̃γμα; οὐ γὰρ δήπου τινὶ καλλίονι ἐνέτυχες ἄλλω̨ ἔν γε τη̨̃δε τη̨̃ πόλει.

{ΣΩ.} Καὶ πολύ γε.

{ΕΤ.} Τί φή̨σ; ἀστω̨̃ ἢ ξένω̨;

{ΣΩ.} Ξένω̨.

{ΕΤ.} Ποδαπω̨̃;

{ΣΩ.} 'Αβδηρίτη̨.

{ΕΤ.} Καὶ οὕτω καλός τις ὁ ξένος ἔδοξέν σοι εἰ̃ναι, ὥστε του̃ Κλεινίου ὑέος καλλίων σοι φανη̃ναι;

{ΣΩ.} Πω̃ς δ' οὐ μέλλει, ὠ̃ μακάριε, τὸ σοφώτατον κάλλιον φαίνεσθαι;

{ΕΤ.} 'Αλλ' ἠ̃ σοφω̨̃ τινι ἡμι̃ν, ὠ̃ Σώκρατεσ, ἐντυχὼν πάρει;

{ΣΩ.} Σοφωτάτω̨ μὲν οὐ̃ν δήπου τω̃ν γε νυ̃ν, εἴ σοι δοκει̃ σοφώτατος εἰ̃ναι Πρωταγόρασ.

{ΕΤ.} '`Ω τί λέγεισ; Πρωταγόρας ἐπιδεδήμηκεν;

{ΣΩ.} Τρίτην γε ἤδη ἡμέραν.

{ΕΤ.} Καὶ ἄρτι ἄρα ἐκείνω̨ συγγεγονὼς ἥκεισ;

{ΣΩ.} Πάνυ γε, πολλὰ καὶ εἰπὼν καὶ ἀκούσασ.

{ΕΤ.} Τί οὐ̃ν οὐ διηγήσω ἡμι̃ν τὴν συνουσίαν, εἰ μή σέ τι κωλύει, καθεζόμενος ἐνταυθί, ἐξαναστήσας τὸν παι̃δα τουτονί;

{ΣΩ.} Πάνυ μὲν οὐ̃ν: καὶ χάριν γε εἴσομαι, ἐὰν ἀκούητε.

{ΕΤ.} Καὶ μὴν καὶ ἡμει̃ς σοί, ἐὰν λέγη̨σ.

{ΣΩ.} Διπλη̃ ἂν εἴη ἡ χάρισ. ἀλλ' οὐ̃ν ἀκούετε.

Τη̃ς γὰρ παρελθούσης νυκτὸς ταυτησί, ἔτι βαθέος ὄρθρου, 'Ιπποκράτησ, ὁ 'Απολλοδώρου ὑὸς Φάσωνος δὲ ἀδελφόσ, τὴν θύραν τη̨̃ βακτηρία̨ πάνυ σφόδρα ἔκρουε, καὶ ἐπειδὴ αὐτω̨̃ ἀνέω̨ξέ τισ, εὐθὺς εἴσω ἤ̨ει ἐπειγόμενοσ, καὶ τη̨̃ φωνη̨̃ μέγα λέγων, "~'Ω Σώκρατεσ," ἔφη, "ἐγρήγορας ἢ καθεύδεισ;" Καὶ ἐγὼ τὴν φωνὴν γνοὺς αὐτου̃, "'Ιπποκράτησ," ἔφην, "οὑ̃τοσ: μή τι νεώτερον ἀγγέλλεισ;" "Οὐδέν γ'," ἠ̃ δ' ὅσ, "εἰ μὴ ἀγαθά γε." "Εὐ̃ ἂν λέγοισ," ἠ̃ν δ' ἐγώ: "ἔστι δὲ τί, καὶ του̃ ἕνεκα τηνικάδε ἀφίκου;" "Πρωταγόρασ," ἔφη, "ἥκει," στὰς παρ' ἐμοί. "Πρώ̨ην," ἔφην ἐγώ: "σὺ δὲ ἄρτι πέπυσαι;" "Νὴ τοὺς θεούσ," ἔφη, "ἑσπέρας γε." Καὶ ἅμα ἐπιψηλαφήσας του̃ σκίμποδος ἐκαθέζετο παρὰ τοὺς πόδας μου, καὶ εἰ̃πεν: "'Εσπέρας δη̃τα, μάλα γε ὀψὲ ἀφι - κόμενος ἐξ Οἰνόησ. ὁ γάρ τοι παι̃ς με ὁ Σάτυρος ἀπέδρα: καὶ δη̃τα μέλλων σοι φράζειν ὅτι διωξοίμην αὐτόν, ὑπό τινος ἄλλου ἐπελαθόμην. ἐπειδὴ δὲ ἠ̃λθον καὶ δεδειπνηκότες ἠ̃μεν καὶ ἐμέλλομεν ἀναπαύεσθαι, τότε μοι ἁδελφὸς λέγει ὅτι ἥκει Πρωταγόρασ. καὶ ἔτι μὲν ἐνεχείρησα εὐθὺς παρὰ σὲ ἰέναι, ἔπειτά μοι λίαν πόρρω ἔδοξε τω̃ν νυκτω̃ν εἰ̃ναι: ἐπειδὴ δὲ τάχιστά με ἐκ του̃ κόπου ὁ ὕπνος ἀνη̃κεν, εὐθὺς ἀναστὰς οὕτω δευ̃ρο ἐπορευόμην." Καὶ ἐγὼ γιγνώσκων αὐτου̃ τὴν ἀνδρείαν καὶ τὴν πτοίησιν, "Τί οὐ̃ν σοι," ἠ̃ν δ' ἐγώ, "του̃το; μω̃ν τί σε ἀδικει̃ Πρωταγόρασ;" Καὶ ὃς γελάσασ, "Νὴ τοὺς θεούσ," ἔφη, "ὠ̃ Σώκρατεσ, ὅτι γε μόνος ἐστὶ σοφόσ, ἐμὲ δὲ οὐ ποιει̃." "'Αλλὰ ναὶ μὰ Δία," ἔφην ἐγώ, "ἂν αὐτω̨̃ διδω̨̃ς ἀργύριον καὶ πείθη̨ς ἐκει̃νον, ποιήσει καὶ σὲ σοφόν." "Εἰ γάρ," ἠ̃ δ' ὅσ, "ὠ̃ Ζευ̃ καὶ θεοί, ἐν τούτω̨ εἴη: ὡς οὔτ' ἂν τω̃ν ἐμω̃ν ἐπιλίποιμι οὐδὲν οὔτε τω̃ν φίλων: ἀλλ' αὐτὰ ταυ̃τα καὶ νυ̃ν ἥκω παρὰ σέ, ἵνα ὑπὲρ ἐμου̃ διαλεχθη̨̃ς αὐτω̨̃. ἐγὼ γὰρ ἅμα μὲν καὶ νεώτερός εἰμι, ἅμα δὲ οὐδὲ ἑώρακα Πρωταγόραν πώποτε οὐδ' ἀκήκοα οὐδέν: ἔτι γὰρ παι̃ς ἠ̃ ὅτε τὸ πρότερον ἐπεδήμησε. ἀλλὰ γάρ, ὠ̃ Σώκρατεσ, πάντες τὸν ἄνδρα ἐπαινου̃σιν καί φασιν σοφώ - τατον εἰ̃ναι λέγειν: ἀλλὰ τί οὐ βαδίζομεν παρ' αὐτόν, ἵνα ἔνδον καταλάβωμεν; καταλύει δ', ὡς ἐγὼ ἤκουσα, παρὰ Καλλία̨ τω̨̃ 'Ιππονίκου: ἀλλ' ἴωμεν." Καὶ ἐγὼ εἰ̃πον: "Μήπω, ἀγαθέ, ἐκει̃σε ἴωμεν - πρὼ̨ γάρ ἐστιν - ἀλλὰ δευ̃ρο ἐξαναστω̃μεν εἰς τὴν αὐλήν, καὶ περιιόντες αὐτου̃ διατρί - ψωμεν ἕως ἂν φω̃ς γένηται: εἰ̃τα ἴωμεν. καὶ γὰρ τὰ πολλὰ

Πρωταγόρας ἔνδον διατρίβει, ὥστε, θάρρει, καταληψόμεθα αὐτόν, ὡς τὸ εἰκόσ, ἔνδον."

Μετὰ ταυ̃τα ἀναστάντες εἰς τὴν αὐλὴν περιη̨̃μεν: καὶ ἐγὼ ἀποπειρώμενος του̃ 'Ιπποκράτους τη̃ς ῥώμης διεσκόπουν αὐτὸν καὶ ἠρώτων, Εἰπέ μοι, ἔφην ἐγώ, ὠ̃ 'Ιππόκρατεσ, παρὰ Πρωταγόραν νυ̃ν ἐπιχειρει̃ς ἰέναι, ἀργύριον τελω̃ν ἐκείνω̨ μισθὸν ὑπὲρ σεαυτου̃, ὡς παρὰ τίνα ἀφιξόμενος καὶ τίς γενησόμενοσ; ὥσπερ ἂν εἰ ἐπενόεις παρὰ τὸν σαυτου̃ ὁμώ - νυμον ἐλθὼν 'Ιπποκράτη τὸν Κω̨̃ον, τὸν τω̃ν 'Ασκληπιαδω̃ν, ἀργύριον τελει̃ν ὑπὲρ σαυτου̃ μισθὸν ἐκείνω̨, εἴ τίς σε ἤρετο: "Εἰπέ μοι, μέλλεις τελει̃ν, ὠ̃ 'Ιππόκρατεσ, 'Ιπποκράτει μισθὸν ὡς τίνι ὄντι;" τί ἂν ἀπεκρίνω; { - } Εἰ̃πον ἄν, ἔφη, ὅτι ὡς ἰατρω̨̃. { - } "'Ως τίς γενησόμενοσ;" { - } 'Ως ἰατρόσ, ἔφη. { - } Εἰ δὲ παρὰ Πολύκλειτον τὸν 'Αργει̃ον ἢ Φειδίαν τὸν 'Αθη - ναι̃ον ἐπενόεις ἀφικόμενος μισθὸν ὑπὲρ σαυτου̃ τελει̃ν ἐκεί - νοισ, εἴ τίς σε ἤρετο: "Τελει̃ν του̃το τὸ ἀργύριον ὡς τίνι ὄντι ἐν νω̨̃ ἔχεις Πολυκλείτω̨ τε καὶ Φειδία̨;" τί ἂν ἀπε - κρίνω; { - } Εἰ̃πον ἂν ὡς ἀγαλματοποιοι̃σ. { - } "'Ως τίς δὲ γενησό - μενος αὐτόσ;" { - } Δη̃λον ὅτι ἀγαλματοποιόσ. { - } Εἰ̃εν, ἠ̃ν δ' ἐγώ: παρὰ δὲ δὴ Πρωταγόραν νυ̃ν ἀφικόμενοι ἐγώ τε καὶ σὺ ἀργύριον ἐκείνω̨ μισθὸν ἕτοιμοι ἐσόμεθα τελει̃ν ὑπὲρ σου̃, ἂν μὲν ἐξικνη̃ται τὰ ἡμέτερα χρήματα καὶ τούτοις πείθωμεν αὐτόν, εἰ δὲ μή, καὶ τὰ τω̃ν φίλων προσαναλίσκοντεσ. εἰ οὐ̃ν τις ἡμα̃ς περὶ ταυ̃τα οὕτω σφόδρα σπουδάζοντας ἔροιτο: "Εἰπέ μοι, ὠ̃ Σώκρατές τε καὶ 'Ιππόκρατεσ, ὡς τίνι ὄντι τω̨̃ Πρωταγόρα̨ ἐν νω̨̃ ἔχετε χρήματα τελει̃ν;" τί ἂν αὐτω̨̃ ἀποκριναίμεθα; τί ὄνομα ἄλλο γε λεγόμενον περὶ Πρω - ταγόρου ἀκούομεν; ὥσπερ περὶ Φειδίου ἀγαλματοποιὸν καὶ περὶ 'Ομήρου ποιητήν, τί τοιου̃τον περὶ Πρωταγόρου ἀκούο - μεν; { - } Σοφιστὴν δή τοι ὀνομάζουσί γε, ὠ̃ Σώκρατεσ, τὸν ἄνδρα εἰ̃ναι, ἔφη. { - } 'Ως σοφιστη̨̃ ἄρα ἐρχόμεθα τελου̃ντες τὰ χρήματα; { - } Μάλιστα. { - } Εἰ οὐ̃ν καὶ του̃τό τίς σε προσέροιτο: "Αὐτὸς δὲ δὴ ὡς τίς γενησόμενος ἔρχη̨ παρὰ τὸν Πρωτα - γόραν;" { - } Καὶ ὃς εἰ̃πεν ἐρυθριάσασ - ἤδη γὰρ ὑπέφαινέν τι ἡμέρασ, ὥστε καταφανη̃ αὐτὸν γενέσθαι - Εἰ μέν τι τοι̃ς ἔμπροσθεν ἔοικεν, δη̃λον ὅτι σοφιστὴς γενησόμενοσ. { - } Σὺ δέ, ἠ̃ν δ' ἐγώ, πρὸς θεω̃ν, οὐκ ἂν αἰσχύνοιο εἰς τοὺς 'Έλληνας σαυτὸν σοφιστὴν παρέχων; { - } Νὴ τὸν Δία, ὠ̃ Σώκρατεσ, εἴπερ γε ἃ διανοου̃μαι χρὴ λέγειν. { - } 'Αλλ' ἄρα, ὠ̃ 'Ιππόκρατεσ, μὴ οὐ τοιαύτην ὑπολαμβάνεις σου τὴν παρὰ Πρωταγόρου μάθησιν ἔσεσθαι, ἀλλ' οἵαπερ ἡ παρὰ του̃ γραμματιστου̃ ἐγένετο καὶ κιθαριστου̃ καὶ παιδοτρίβου; τούτων γὰρ σὺ ἑκάστην οὐκ ἐπὶ τέχνη̨ ἔμαθεσ, ὡς δημιουργὸς ἐσόμενοσ, ἀλλ' ἐπὶ παιδεία̨, ὡς τὸν ἰδιώτην καὶ τὸν ἐλεύθερον πρέπει. { - } Πάνυ μὲν οὐ̃ν μοι δοκει̃, ἔφη, τοιαύτη μα̃λλον εἰ̃ναι ἡ παρὰ Πρωταγόρου μάθησισ.

Οἰ̃σθα οὐ̃ν ὃ μέλλεις νυ̃ν πράττειν, ἤ σε λανθάνει; ἠ̃ν δ' ἐγώ. { - } Του̃ πέρι; { - } 'Ότι μέλλεις τὴν ψυχὴν τὴν σαυτου̃ παρασχει̃ν θεραπευ̃σαι ἀνδρί, ὡς φή̨σ, σοφιστη̨̃: ὅτι δέ ποτε ὁ σοφι - στής ἐστιν, θαυμάζοιμ' ἂν εἰ οἰ̃σθα. καίτοι εἰ του̃τ' ἀγνοει̃σ, οὐδὲ ὅτω̨ παραδίδως τὴν ψυχὴν οἰ̃σθα, οὔτ' εἰ ἀγαθω̨̃ οὔτ' εἰ κακω̨̃ πράγματι. { - } Οἰ̃μαί γ', ἔφη, εἰδέναι. { - } Λέγε δή, τί ἡγη̨̃ εἰ̃ναι τὸν σοφιστήν; { - } 'Εγὼ μέν, ἠ̃ δ' ὅσ, ὥσπερ τοὔνομα λέγει, του̃τον εἰ̃ναι τὸν τω̃ν σοφω̃ν ἐπιστήμονα. { - } Οὐκου̃ν, ἠ̃ν δ' ἐγώ, του̃το μὲν ἔξεστι λέγειν καὶ περὶ ζωγράφων καὶ περὶ τεκτόνων, ὅτι οὑ̃τοί εἰσιν οἱ τω̃ν σοφω̃ν ἐπιστήμονεσ: ἀλλ' εἴ τις ἔροιτο ἡμα̃σ, "Τω̃ν τί σοφω̃ν εἰσιν οἱ ζωγράφοι ἐπι - στήμονεσ," εἴποιμεν ἄν που αὐτω̨̃ ὅτι τω̃ν πρὸς τὴν ἀπεργα - σίαν τὴν τω̃ν εἰκόνων, καὶ τἀ̃λλα οὕτωσ. εἰ δέ τις ἐκει̃νο ἔροιτο, "'Ο δὲ σοφιστὴς τω̃ν τί σοφω̃ν ἐστιν;" τί ἂν ἀποκρινοίμεθα αὐτω̨̃; ποίας ἐργασίας ἐπιστάτησ; { - } Τί ἂν εἴποιμεν αὐτὸν εἰ̃ναι, ὠ̃ Σώκρατεσ, ἢ ἐπιστάτην του̃ ποιη̃σαι δεινὸν λέγειν; { - } 'Ίσως ἄν, ἠ̃ν δ' ἐγώ, ἀληθη̃ λέγοιμεν, οὐ μέντοι ἱκανω̃ς γε: ἐρωτήσεως γὰρ ἔτι ἡ ἀπόκρισις ἡμι̃ν δει̃ται, περὶ ὅτου ὁ σοφιστὴς δεινὸν ποιει̃ λέγειν: ὥσπερ ὁ κιθαριστὴς δεινὸν δήπου ποιει̃ λέγειν περὶ οὑ̃περ καὶ ἐπιστήμονα, περὶ κιθαρίσεωσ: ἠ̃ γάρ; { - } Ναί. { - } Εἰ̃εν: ὁ δὲ δὴ σοφιστὴς περὶ τίνος δεινὸν ποιει̃ λέγειν; { - } Δη̃λον ὅτι περὶ οὑ̃περ καὶ ἐπίστασθαι; { - } Εἰκός γε. τί δή ἐστιν του̃το περὶ οὑ̃ αὐτός τε ἐπιστήμων ἐστὶν ὁ σοφιστὴς καὶ τὸν μαθητὴν ποιει̃; { - } Μὰ Δί', ἔφη, οὐκέτι ἔχω σοι λέγειν.

Καὶ ἐγὼ εἰ̃πον μετὰ του̃το: Τί οὐ̃ν; οἰ̃σθα εἰς οἱ̃όν τινα κίνδυνον ἔρχη̨ ὑποθήσων τὴν ψυχήν; ἢ εἰ μὲν τὸ σω̃μα ἐπιτρέπειν σε ἔδει τω̨ διακινδυνεύοντα ἢ χρηστὸν αὐτὸ γενέσθαι ἢ πονηρόν, πολλὰ ἂν περιεσκέψω εἴτ' ἐπιτρεπτέον εἴτε οὔ, καὶ εἰς συμβουλὴν τούς τε φίλους ἂν παρεκάλεις καὶ τοὺς οἰκείους σκοπούμενος ἡμέρας συχνάσ: ὃ δὲ περὶ πλείονος του̃ σώματος ἡγη̨̃, τὴν ψυχήν, καὶ ἐν ὡ̨̃ πάντ' ἐστὶν τὰ σὰ ἢ εὐ̃ ἢ κακω̃ς πράττειν, χρηστου̃ ἢ πονηρου̃ αὐτου̃ γενομένου, περὶ δὲ τούτου οὔτε τω̨̃ πατρὶ οὔτε τω̨̃ ἀδελφω̨̃ ἐπεκοινώσω οὔτε ἡμω̃ν τω̃ν ἑταίρων οὐδενί, εἴτ' ἐπιτρεπτέον εἴτε καὶ οὐ τω̨̃ ἀφικομένω̨ τούτω̨ ξένω̨ τὴν σὴν ψυχήν, ἀλλ' ἑσπέρας ἀκούσασ, ὡς φή̨σ, ὄρθριος ἥκων περὶ μὲν τούτου οὐδένα λόγον οὐδὲ συμβουλὴν ποιη̨̃, εἴτε χρὴ ἐπιτρέπειν σαυτὸν αὐτω̨̃ εἴτε μή, ἕτοιμος δ' εἰ̃ ἀναλίσκειν τά τε σαυτου̃ καὶ τὰ τω̃ν φίλων χρήματα, ὡς ἤδη διεγνωκὼς ὅτι πάντως συνεστέον Πρωταγόρα̨, ὃν οὔτε γιγνώσκεισ, ὡς φή̨σ, οὔτε διείλεξαι οὐδεπώποτε, σοφιστὴν δ' ὀνομάζεισ, τὸν δὲ σοφι- στὴν ὅτι ποτ' ἔστιν φαίνη̨ ἀγνοω̃ν, ὡ̨̃ μέλλεις σαυτὸν ἐπιτρέ - πειν; { - } Καὶ ὃς ἀκούσασ, 'Έοικεν, ἔφη, ὠ̃ Σώκρατεσ, ἐξ ὡ̃ν σὺ λέγεισ. { - } ~'Αρ' οὐ̃ν, ὠ̃ 'Ιππόκρατεσ, ὁ σοφιστὴς τυγχάνει ὢν ἔμπορός τις ἢ κάπηλος τω̃ν ἀγωγίμων, ἀφ' ὡ̃ν ψυχὴ τρέφεται; φαίνεται γὰρ ἔμοιγε τοιου̃τός τισ. { - } Τρέφεται δέ, ὠ̃ Σώκρατεσ, ψυχὴ τίνι; { - } Μαθήμασιν δήπου, ἠ̃ν δ' ἐγώ. καὶ ὅπως γε μή, ὠ̃ ἑται̃ρε, ὁ σοφιστὴς ἐπαινω̃ν ἃ πωλει̃ ἐξα - πατήση̨ ἡμα̃σ, ὥσπερ οἱ περὶ τὴν του̃ σώματος τροφήν, ὁ ἔμπορός τε καὶ κάπηλοσ. καὶ γὰρ οὑ̃τοί που ὡ̃ν ἄγουσιν ἀγωγίμων οὔτε αὐτοὶ ἴσασιν ὅτι χρηστὸν ἢ πονηρὸν περὶ τὸ σω̃μα, ἐπαινου̃σιν δὲ πάντα πωλου̃ντεσ, οὔτε οἱ ὠνούμενοι παρ' αὐτω̃ν, ἐὰν μή τις τύχη̨ γυμναστικὸς ἢ ἰατρὸς ὤν. οὕτω δὲ καὶ οἱ τὰ μαθήματα περιάγοντες κατὰ τὰς πόλεις καὶ πωλου̃ντες καὶ καπηλεύοντες τω̨̃ ἀεὶ ἐπιθυμου̃ντι ἐπαι - νου̃σιν μὲν πάντα ἃ πωλου̃σιν, τάχα δ' ἄν τινεσ, ὠ̃ ἄριστε, καὶ τούτων ἀγνοοι̃εν ὡ̃ν πωλου̃σιν ὅτι χρηστὸν ἢ πονηρὸν πρὸς τὴν ψυχήν: ὡς δ' αὕτως καὶ οἱ ὠνούμενοι παρ' αὐτω̃ν, ἐὰν μή τις τύχη̨ περὶ τὴν ψυχὴν αὐ̃ ἰατρικὸς ὤν. εἰ μὲν οὐ̃ν σὺ τυγχάνεις ἐπιστήμων τούτων τί χρηστὸν καὶ πονηρόν, ἀσφαλές σοι ὠνει̃σθαι μαθήματα καὶ παρὰ Πρω - ταγόρου καὶ παρ' ἄλλου ὁτουου̃ν: εἰ δὲ μή, ὅρα, ὠ̃ μακάριε, μὴ περὶ τοι̃ς φιλτάτοις κυβεύη̨ς τε καὶ κινδυνεύη̨σ. καὶ γὰρ δὴ καὶ πολὺ μείζων κίνδυνος ἐν τη̨̃ τω̃ν μαθημάτων ὠνη̨̃ ἢ ἐν τη̨̃ τω̃ν σιτίων. σιτία μὲν γὰρ καὶ ποτὰ πριάμενον παρὰ του̃ καπήλου καὶ ἐμπόρου ἔξεστιν ἐν ἄλλοις ἀγγείοις ἀπο - φέρειν, καὶ πρὶν δέξασθαι αὐτὰ εἰς τὸ σω̃μα πιόντα ἢ φαγόντα, καταθέμενον οἴκαδε ἔξεστιν συμβουλεύσασθαι, παρακαλέσαντα τὸν ἐπαΐοντα, ὅτι τε ἐδεστέον ἢ ποτέον καὶ ὅτι μή, καὶ ὁπόσον καὶ ὁπότε: ὥστε ἐν τη̨̃ ὠνη̨̃ οὐ μέγας ὁ κίνδυνοσ. μαθήματα δὲ οὐκ ἔστιν ἐν ἄλλω̨ ἀγγείω̨ ἀπενεγ - κει̃ν, ἀλλ' ἀνάγκη καταθέντα τὴν τιμὴν τὸ μάθημα ἐν αὐτη̨̃ τη̨̃ ψυχη̨̃ λαβόντα καὶ μαθόντα ἀπιέναι ἢ βεβλαμμένον ἢ ὠφελημένον. ταυ̃τα οὐ̃ν σκοπώμεθα καὶ μετὰ τω̃ν πρεσβυ - τέρων ἡμω̃ν: ἡμει̃ς γὰρ ἔτι νέοι ὥστε τοσου̃τον πρα̃γμα διελέσθαι. νυ̃ν μέντοι, ὥσπερ ὡρμήσαμεν, ἴωμεν καὶ ἀκού - σωμεν του̃ ἀνδρόσ, ἔπειτα ἀκούσαντες καὶ ἄλλοις ἀνακοι - νωσώμεθα: καὶ γὰρ οὐ μόνος Πρωταγόρας αὐτόθι ἐστίν, ἀλλὰ καὶ 'Ιππίας ὁ 'Ηλει̃οσ - οἰ̃μαι δὲ καὶ Πρόδικον τὸν Κει̃ον - καὶ ἄλλοι πολλοὶ καὶ σοφοί.

Δόξαν ἡμι̃ν ταυ̃τα ἐπορευόμεθα: ἐπειδὴ δὲ ἐν τω̨̃ προθύρω̨ ἐγενόμεθα, ἐπιστάντες περί τινος λόγου διελεγόμεθα, ὃς ἡμι̃ν κατὰ τὴν ὁδὸν ἐνέπεσεν: ἵν' οὐ̃ν μὴ ἀτελὴς γένοιτο, ἀλλὰ διαπερανάμενοι οὕτως ἐσίοιμεν, στάντες ἐν τω̨̃ προθύρω̨ διελεγόμεθα ἕως συνωμολογήσαμεν ἀλλήλοισ. δοκει̃ οὐ̃ν μοι, ὁ θυρωρόσ, εὐνου̃χός τισ, κατήκουεν ἡμω̃ν, κινδυνεύει δὲ διὰ τὸ πλη̃θος τω̃ν σοφιστω̃ν ἄχθεσθαι τοι̃ς φοιτω̃σιν εἰς τὴν οἰκίαν: ἐπειδὴ γου̃ν ἐκρούσαμεν τὴν θύραν, ἀνοίξας καὶ ἰδὼν ἡμα̃σ, "'Έα," ἔφη, "σοφισταί τινεσ: οὐ σχολὴ αὐτω̨̃:" καὶ ἅμα ἀμφοι̃ν τοι̃ν χεροι̃ν τὴν θύραν πάνυ προθύμως ὡς οἱ̃ός τ' ἠ̃ν ἐπή - ραξεν. καὶ ἡμει̃ς πάλιν ἐκρούομεν, καὶ ὃς ἐγκεκλη̨μένης τη̃ς θύρας ἀποκρινόμενος εἰ̃πεν, "~'Ω ἄνθρωποι," ἔφη, "οὐκ ἀκη - κόατε ὅτι οὐ σχολὴ αὐτω̨̃;" "'Αλλ' ὠγαθέ," ἔφην ἐγώ, "οὔτε παρὰ Καλλίαν ἥκομεν οὔτε σοφισταί ἐσμεν. ἀλλὰ θάρρει: Πρωταγόραν γάρ τοι δεόμενοι ἰδει̃ν ἤλθομεν: εἰσάγγειλον οὐ̃ν." μόγις οὐ̃ν ποτε ἡμι̃ν ἅνθρωπος ἀνέω̨ξεν τὴν θύραν.

'Επειδὴ δὲ εἰσήλθομεν, κατελάβομεν Πρωταγόραν ἐν τω̨̃ προστώ̨ω̨ περιπατου̃ντα, ἑξη̃ς δ' αὐτω̨̃ συμπεριεπάτουν ἐκ μὲν του̃ ἐπὶ θάτερα Καλλίας ὁ 'Ιππονίκου καὶ ὁ ἀδελφὸς αὐτου̃ ὁ ὁμομήτριοσ, Πάραλος ὁ Περικλέουσ, καὶ Χαρμίδης ὁ Γλαύ - κωνοσ, ἐκ δὲ του̃ ἐπὶ θάτερα ὁ ἕτερος τω̃ν Περικλέους Ξάνθιπποσ, καὶ Φιλιππίδης ὁ Φιλομήλου καὶ 'Αντίμοιρος ὁ Μενδαι̃οσ, ὅσπερ εὐδοκιμει̃ μάλιστα τω̃ν Πρωταγόρου μαθη - τω̃ν καὶ ἐπὶ τέχνη̨ μανθάνει, ὡς σοφιστὴς ἐσόμενοσ. τούτων δὲ οἳ ὄπισθεν ἠκολούθουν ἐπακούοντες τω̃ν λεγομένων τὸ μὲν πολὺ ξένοι ἐφαίνοντο - οὓς ἄγει ἐξ ἑκάστων τω̃ν πόλεων ὁ Πρωταγόρασ, δι' ὡ̃ν διεξέρχεται, κηλω̃ν τη̨̃ φωνη̨̃ ὥσπερ 'Ορφεύσ, οἱ δὲ κατὰ τὴν φωνὴν ἕπονται κεκηλημένοι - ἠ̃σαν δέ τινες καὶ τω̃ν ἐπιχωρίων ἐν τω̨̃ χορω̨̃. του̃τον τὸν χορὸν μάλιστα ἔγωγε ἰδὼν ἥσθην, ὡς καλω̃ς ηὐλαβου̃ντο μηδέποτε ἐμποδὼν ἐν τω̨̃ πρόσθεν εἰ̃ναι Πρωταγόρου, ἀλλ' ἐπειδὴ αὐτὸς ἀναστρέφοι καὶ οἱ μετ' ἐκείνου, εὐ̃ πως καὶ ἐν κόσμω̨ περιεσχίζοντο οὑ̃τοι οἱ ἐπήκοοι ἔνθεν καὶ ἔνθεν, καὶ ἐν κύκλω̨ περιιόντες ἀεὶ εἰς τὸ ὄπισθεν καθίσταντο κάλλιστα.

<Τὸν δὲ μετ' εἰσενόησα>, ἔφη 'Όμηροσ, 'Ιππίαν τὸν 'Ηλει̃ον, καθήμενον ἐν τω̨̃ κατ' ἀντικρὺ προστώ̨ω̨ ἐν θρόνω̨: περὶ αὐτὸν δ' ἐκάθηντο ἐπὶ βάθρων 'Ερυξίμαχός τε ὁ 'Ακουμενου̃ καὶ Φαι̃δρος ὁ Μυρρινούσιος καὶ 'Άνδρων ὁ 'Ανδροτίωνος καὶ τω̃ν ξένων πολι̃ταί τε αὐτου̃ καὶ ἄλλοι τινέσ. ἐφαίνοντο δὲ περὶ φύσεώς τε καὶ τω̃ν μετεώρων ἀστρονομικὰ ἄττα διερωτα̃ν τὸν 'Ιππίαν, ὁ δ' ἐν θρόνω̨ καθή - μενος ἑκάστοις αὐτω̃ν διέκρινεν καὶ διεξή̨ει τὰ ἐρωτώμενα.

Καὶ μὲν δὴ <καὶ Τάνταλόν> γε <εἰσει̃δον> - ἐπεδήμει γὰρ ἄρα καὶ Πρόδικος ὁ Κει̃οσ - ἠ̃ν δὲ ἐν οἰκήματί τινι, ὡ̨̃ πρὸ του̃ μὲν ὡς ταμιείω̨ ἐχρη̃το 'Ιππόνικοσ, νυ̃ν δὲ ὑπὸ του̃ πλήθους τω̃ν καταλυόντων ὁ Καλλίας καὶ του̃το ἐκκενώσας ξένοις κατάλυσιν πεποίηκεν. ὁ μὲν οὐ̃ν Πρόδικος ἔτι κατέ - κειτο, ἐγκεκαλυμμένος ἐν κω̨δίοις τισὶν καὶ στρώμασιν καὶ μάλα πολλοι̃σ, ὡς ἐφαίνετο: παρεκάθηντο δὲ αὐτω̨̃ ἐπὶ ται̃ς πλησίον κλίναις Παυσανίας τε ὁ ἐκ Κεραμέων καὶ μετὰ Παυσανίου νέον τι ἔτι μειράκιον, ὡς μὲν ἐγὠ̨̃μαι καλόν τε κἀγαθὸν τὴν φύσιν, τὴν δ' οὐ̃ν ἰδέαν πάνυ καλόσ. ἔδοξα ἀκου̃σαι ὄνομα αὐτω̨̃ εἰ̃ναι 'Αγάθωνα, καὶ οὐκ ἂν θαυμάζοιμι εἰ παιδικὰ Παυσανίου τυγχάνει ὤν. του̃τό τ' ἠ̃ν τὸ μειρά - κιον, καὶ τὼ 'Αδειμάντω ἀμφοτέρω, ὅ τε Κήπιδος καὶ ὁ Λευκολοφίδου, καὶ ἄλλοι τινὲς ἐφαίνοντο: περὶ δὲ ὡ̃ν διελέ - γοντο οὐκ ἐδυνάμην ἔγωγε μαθει̃ν ἔξωθεν, καίπερ λιπαρω̃ς ἔχων ἀκούειν του̃ Προδίκου - πάσσοφος γάρ μοι δοκει̃ ἁνὴρ εἰ̃ναι καὶ θει̃οσ - ἀλλὰ διὰ τὴν βαρύτητα τη̃ς φωνη̃ς βόμβος τις ἐν τω̨̃ οἰκήματι γιγνόμενος ἀσαφη̃ ἐποίει τὰ λεγόμενα.

Καὶ ἡμει̃ς μὲν ἄρτι εἰσεληλύθεμεν, κατόπιν δὲ ἡμω̃ν ἐπειση̃λθον 'Αλκιβιάδης τε ὁ καλόσ, ὡς φὴ̨ς σὺ καὶ ἐγὼ πείθομαι, καὶ Κριτίας ὁ Καλλαίσχρου.

'Ημει̃ς οὐ̃ν ὡς εἰσήλθομεν, ἔτι σμίκρ' ἄττα διατρίψαντες καὶ ταυ̃τα διαθεασάμενοι προση̨̃μεν πρὸς τὸν Πρωταγόραν, καὶ ἐγὼ εἰ̃πον: ~'Ω Πρωταγόρα, πρὸς σέ τοι ἤλθομεν ἐγώ τε καὶ 'Ιπποκράτης οὑ̃τοσ.

Πότερον, ἔφη, μόνω̨ βουλόμενοι διαλεχθη̃ναι ἢ καὶ μετὰ τω̃ν ἄλλων;

'Ημι̃ν μέν, ἠ̃ν δ' ἐγώ, οὐδὲν διαφέρει: ἀκούσας δὲ οὑ̃ ἕνεκα ἤλθομεν, αὐτὸς σκέψαι.

Τί οὐ̃ν δή ἐστιν, ἔφη, οὑ̃ ἕνεκα ἥκετε;

'Ιπποκράτης ὅδε ἐστὶν μὲν τω̃ν ἐπιχωρίων, 'Απολλοδώρου ὑόσ, οἰκίας μεγάλης τε καὶ εὐδαίμονοσ, αὐτὸς δὲ τὴν φύσιν δοκει̃ ἐνάμιλλος εἰ̃ναι τοι̃ς ἡλικιώταισ. ἐπιθυμει̃ν δέ μοι δοκει̃ ἐλλόγιμος γενέσθαι ἐν τη̨̃ πόλει, του̃το δὲ οἴεταί οἱ μάλιστ' ἂ[ν] γενέσθαι, εἰ σοὶ συγγένοιτο: ταυ̃τ' οὐ̃ν ἤδη σὺ σκόπει, πότερον περὶ αὐτω̃ν μόνος οἴει δει̃ν διαλέγεσθαι πρὸς μόνουσ, ἢ μετ' ἄλλων.

'Ορθω̃σ, ἔφη, προμηθη̨̃, ὠ̃ Σώκρατεσ, ὑπὲρ ἐμου̃. ξένον γὰρ ἄνδρα καὶ ἰόντα εἰς πόλεις μεγάλασ, καὶ ἐν ταύταις πείθοντα τω̃ν νέων τοὺς βελτίστους ἀπολείποντας τὰς τω̃ν ἄλλων συνουσίασ, καὶ οἰκείων καὶ ὀθνείων, καὶ πρεσβυτέρων καὶ νεωτέρων, ἑαυτω̨̃ συνει̃ναι ὡς βελτίους ἐσομένους διὰ τὴν ἑαυτου̃ συνουσίαν, χρὴ εὐλαβει̃σθαι τὸν ταυ̃τα πράτ - τοντα: οὐ γὰρ σμικροὶ περὶ αὐτὰ φθόνοι τε γίγνονται καὶ ἄλλαι δυσμένειαί τε καὶ ἐπιβουλαί. ἐγὼ δὲ τὴν σοφιστικὴν τέχνην φημὶ μὲν εἰ̃ναι παλαιάν, τοὺς δὲ μεταχειριζομένους αὐτὴν τω̃ν παλαιω̃ν ἀνδρω̃ν, φοβουμένους τὸ ἐπαχθὲς αὐτη̃σ, πρόσχημα ποιει̃σθαι καὶ προκαλύπτεσθαι, τοὺς μὲν ποίησιν, οἱ̃ον 'Όμηρόν τε καὶ 'Ησίοδον καὶ Σιμωνίδην, τοὺς δὲ αὐ̃ τελετάς τε καὶ χρησμω̨δίασ, τοὺς ἀμφί τε 'Ορφέα καὶ Μου - σαι̃ον: ἐνίους δέ τινας ἤ̨σθημαι καὶ γυμναστικήν, οἱ̃ον 'Ίκκος τε ὁ Ταραντι̃νος καὶ ὁ νυ̃ν ἔτι ὢν οὐδενὸς ἥττων σοφιστὴς 'Ηρόδικος ὁ Σηλυμβριανόσ, τὸ δὲ ἀρχαι̃ον Μεγαρεύσ: μου - σικὴν δὲ 'Αγαθοκλη̃ς τε ὁ ὑμέτερος πρόσχημα ἐποιήσατο, μέγας ὢν σοφιστήσ, καὶ Πυθοκλείδης ὁ Κει̃ος καὶ ἄλλοι πολ - λοί. οὑ̃τοι πάντεσ, ὥσπερ λέγω, φοβηθέντες τὸν φθόνον ται̃ς τέχναις ταύταις παραπετάσμασιν ἐχρήσαντο. ἐγὼ δὲ τούτοισ ἅπασιν κατὰ του̃το εἰ̃ναι οὐ συμφέρομαι: ἡγου̃μαι γὰρ αὐτοὺς οὔ τι διαπράξασθαι ὃ ἐβουλήθησαν - οὐ γὰρ λαθει̃ν τω̃ν ἀνθρώπων τοὺς δυναμένους ἐν ται̃ς πόλεσι πράττειν, ὡ̃νπερ ἕνεκα ταυ̃τ' ἐστὶν τὰ προσχήματα: ἐπεὶ οἵ γε πολλοὶ ὡς ἔπος εἰπει̃ν οὐδὲν αἰσθάνονται, ἀλλ' ἅττ' ἂν οὑ̃τοι διαγγέλ - λωσι, ταυ̃τα ὑμνου̃σιν - τὸ οὐ̃ν ἀποδιδράσκοντα μὴ δύνασθαι ἀποδρα̃ναι, ἀλλὰ καταφανη̃ εἰ̃ναι, πολλὴ μωρία καὶ του̃ ἐπιχειρήματοσ, καὶ πολὺ δυσμενεστέρους παρέχεσθαι ἀνάγκη τοὺς ἀνθρώπουσ: ἡγου̃νται γὰρ τὸν τοιου̃τον πρὸς τοι̃ς ἄλλοις καὶ πανου̃ργον εἰ̃ναι. ἐγὼ οὐ̃ν τούτων τὴν ἐναντίαν ἅπασαν ὁδὸν ἐλήλυθα, καὶ ὁμολογω̃ τε σοφιστὴς εἰ̃ναι καὶ παιδεύειν ἀνθρώπουσ, καὶ εὐλάβειαν ταύτην οἰ̃μαι βελτίω ἐκείνης εἰ̃ναι, τὸ ὁμολογει̃ν μα̃λλον ἢ ἔξαρνον εἰ̃ναι: καὶ ἄλλας πρὸς ταύτη̨ ἔσκεμμαι, ὥστε, σὺν θεω̨̃ εἰπει̃ν, μηδὲν δεινὸν πάσχειν διὰ τὸ ὁμολογει̃ν σοφιστὴς εἰ̃ναι. καίτοι πολλά γε ἔτη ἤδη εἰμὶ ἐν τη̨̃ τέχνη̨: καὶ γὰρ καὶ τὰ σύμπαντα πολλά μοί ἐστιν - οὐδενὸς ὅτου οὐ πάντων ἂν ὑμω̃ν καθ' ἡλικίαν πατὴρ εἴην - ὥστε πολύ μοι ἥδιστόν ἐστιν, εἴ τι βούλεσθε, περὶ τούτων ἁπάντων ἐναντίον τω̃ν ἔνδον ὄντων τὸν λόγον ποιει̃σθαι.

Καὶ ἐγώ - ὑπώπτευσα γὰρ βούλεσθαι αὐτὸν τω̨̃ τε Προδίκω̨ καὶ τω̨̃ 'Ιππία̨ ἐνδείξασθαι καὶ καλλωπίσασθαι ὅτι ἐρασταὶ αὐτου̃ ἀφιγμένοι εἰ̃μεν - Τί οὐ̃ν, ἔφην ἐγώ, οὐ καὶ Πρό - δικον καὶ 'Ιππίαν ἐκαλέσαμεν καὶ τοὺς μετ' αὐτω̃ν, ἵνα ἐπακούσωσιν ἡμω̃ν;

Πάνυ μὲν οὐ̃ν, ἔφη ὁ Πρωταγόρασ.

Βούλεσθε οὐ̃ν, ὁ Καλλίας ἔφη, συνέδριον κατασκευάσωμεν, ἵνα καθεζόμενοι διαλέγησθε;

'Εδόκει χρη̃ναι: ἅσμενοι δὲ πάντες ἡμει̃σ, ὡς ἀκουσόμενοι ἀνδρω̃ν σοφω̃ν, καὶ αὐτοί τε ἀντιλαβόμενοι τω̃ν βάθρων καὶ τω̃ν κλινω̃ν κατεσκευάζομεν παρὰ τω̨̃ 'Ιππία̨ - ἐκει̃ γὰρ προϋπη̃ρχε τὰ βάθρα - ἐν δὲ τούτω̨ Καλλίας τε καὶ 'Αλκιβιάδης ἡκέτην ἄγοντε τὸν Πρόδικον, ἀναστήσαντες ἐκ τη̃ς κλίνησ, καὶ τοὺς μετὰ του̃ Προδίκου.

'Επεὶ δὲ πάντες συνεκαθεζόμεθα, ὁ Πρωταγόρασ, Νυ̃ν δὴ ἄν, ἔφη, λέγοισ, ὠ̃ Σώκρατεσ, ἐπειδὴ καὶ οἵδε πάρεισιν, περὶ ὡ̃ν ὀλίγον πρότερον μνείαν ἐποιου̃ πρὸς ἐμὲ ὑπὲρ του̃ νεανίσκου.

Καὶ ἐγὼ εἰ̃πον ὅτι 'Η αὐτή μοι ἀρχή ἐστιν, ὠ̃ Πρωταγόρα, ἥπερ ἄρτι, περὶ ὡ̃ν ἀφικόμην. 'Ιπποκράτης γὰρ ὅδε τυγχάνει ἐν ἐπιθυμία̨ ὢν τη̃ς ση̃ς συνουσίασ: ὅτι οὐ̃ν αὐτω̨̃ ἀποβήσεται, ἐάν σοι συνη̨̃, ἡδέως ἄν φησι πυθέσθαι. τοσου̃τος ὅ γε ἡμέτερος λόγοσ.

'Υπολαβὼν οὐ̃ν ὁ Πρωταγόρας εἰ̃πεν: ~'Ω νεανίσκε, ἔσται τοίνυν σοι, ἐὰν ἐμοὶ συνη̨̃σ, ἡ̨̃ ἂν ἡμέρα̨ ἐμοὶ συγγένη̨, ἀπιέναι οἴκαδε βελτίονι γεγονότι, καὶ ἐν τη̨̃ ὑστεραία̨ ταὐτὰ ταυ̃τα: καὶ ἑκάστης ἡμέρας ἀεὶ ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι.

Καὶ ἐγὼ ἀκούσας εἰ̃πον: ~'Ω Πρωταγόρα, του̃το μὲν οὐδὲν θαυμαστὸν λέγεισ, ἀλλὰ εἰκόσ, ἐπεὶ κἂν σύ, καίπερ τηλι - κου̃τος ὢν καὶ οὕτως σοφόσ, εἴ τίς σε διδάξειεν ὃ μὴ τυγ - χάνοις ἐπιστάμενοσ, βελτίων ἂν γένοιο. ἀλλὰ μὴ οὕτωσ, ἀλλ' ὥσπερ ἂν εἰ αὐτίκα μάλα μεταβαλὼν τὴν ἐπιθυμίαν 'Ιπποκράτης ὅδε ἐπιθυμήσειεν τη̃ς συνουσίας τούτου του̃ νεανίσκου του̃ νυ̃ν νεωστὶ ἐπιδημου̃ντοσ, Ζευξίππου του̃ 'Ηρακλεώτου, καὶ ἀφικόμενος παρ' αὐτόν, ὥσπερ παρὰ σὲ νυ̃ν, ἀκούσειεν αὐτου̃ ταὐτὰ ταυ̃τα ἅπερ σου̃, ὅτι ἑκάστης ἡμέρας συνὼν αὐτω̨̃ βελτίων ἔσται καὶ ἐπιδώσει, εἰ αὐτὸν ἐπανέροιτο: "Τί δὴ φὴ̨ς βελτίω ἔσεσθαι καὶ εἰς τί ἐπιδώ - σειν;" εἴποι ἂν αὐτω̨̃ ὁ Ζεύξιππος ὅτι πρὸς γραφικήν: κἂν εἰ 'Ορθαγόρα̨ τω̨̃ Θηβαίω̨ συγγενόμενοσ, ἀκούσας ἐκείνου ταὐτὰ ταυ̃τα ἅπερ σου̃, ἐπανέροιτο αὐτὸν εἰς ὅτι βελτίων καθ' ἡμέραν ἔσται συγγιγνόμενος ἐκείνω̨, εἴποι ἂν ὅτι εἰς αὔλησιν: οὕτω δὴ καὶ σὺ εἰπὲ τω̨̃ νεανίσκω̨ καὶ ἐμοὶ ὑπὲρ τούτου ἐρωτω̃ντι, 'Ιπποκράτης ὅδε Πρωταγόρα̨ συγγενόμενοσ, ἡ̨̃ ἂν αὐτω̨̃ ἡμέρα̨ συγγένηται, βελτίων ἄπεισι γενόμενος καὶ τω̃ν ἄλλων ἡμερω̃ν ἑκάστης οὕτως ἐπιδώσει εἰς τί, ὠ̃ Πρωταγόρα, καὶ περὶ του̃;

Καὶ ὁ Πρωταγόρας ἐμου̃ ταυ̃τα ἀκούσασ, Σύ τε καλω̃ς ἐρωτα̨̃σ, ἔφη, ὠ̃ Σώκρατεσ, καὶ ἐγὼ τοι̃ς καλω̃ς ἐρωτω̃σι χαίρω ἀποκρινόμενοσ. 'Ιπποκράτης γὰρ παρ' ἐμὲ ἀφικό - μενος οὐ πείσεται ἅπερ ἂν ἔπαθεν ἄλλω̨ τω̨ συγγενόμενος τω̃ν σοφιστω̃ν. οἱ μὲν γὰρ ἄλλοι λωβω̃νται τοὺς νέουσ: τὰς γὰρ τέχνας αὐτοὺς πεφευγότας ἄκοντας πάλιν αὐ̃ ἄγοντες ἐμβάλλουσιν εἰς τέχνασ, λογισμούς τε καὶ ἀστρονομίαν καὶ γεωμετρίαν καὶ μουσικὴν διδάσκοντεσ - καὶ ἅμα εἰς τὸν 'Ιππίαν ἀπέβλεψεν - παρὰ δ' ἐμὲ ἀφικόμενος μαθήσεται οὐ περὶ ἄλλου του ἢ περὶ οὑ̃ ἥκει. τὸ δὲ μάθημά ἐστιν εὐβουλία περὶ τω̃ν οἰκείων, ὅπως ἂν ἄριστα τὴν αὑτου̃ οἰκίαν διοικοι̃, καὶ περὶ τω̃ν τη̃ς πόλεωσ, ὅπως τὰ τη̃ς πόλεως δυνατώτατος ἂν εἴη καὶ πράττειν καὶ λέγειν.

~'Αρα, ἔφην ἐγώ, ἕπομαί σου τω̨̃ λόγω̨; δοκει̃ς γάρ μοι λέγειν τὴν πολιτικὴν τέχνην καὶ ὑπισχνει̃σθαι ποιει̃ν ἄνδρας ἀγαθοὺς πολίτασ.

Αὐτὸ μὲν οὐ̃ν του̃τό ἐστιν, ἔφη, ὠ̃ Σώκρατεσ, τὸ ἐπάγγελμα ὃ ἐπαγγέλλομαι.

~'Η καλόν, ἠ̃ν δ' ἐγώ, τέχνημα ἄρα κέκτησαι, εἴπερ κέκτησαι: οὐ γάρ τι ἄλλο πρός γε σὲ εἰρήσεται ἢ ἅπερ νοω̃. ἐγὼ γὰρ του̃το, ὠ̃ Πρωταγόρα, οὐκ ὤ̨μην διδακτὸν εἰ̃ναι, σοὶ δὲ λέγοντι οὐκ ἔχω ὅπως [ἂν] ἀπιστω̃. ὅθεν δὲ αὐτὸ ἡγου̃μαι οὐ διδακτὸν εἰ̃ναι μηδ' ὑπ' ἀνθρώπων παρα - σκευαστὸν ἀνθρώποισ, δίκαιός εἰμι εἰπει̃ν. ἐγὼ γὰρ 'Αθη - ναίουσ, ὥσπερ καὶ οἱ ἄλλοι 'Έλληνεσ, φημὶ σοφοὺς εἰ̃ναι. ὁρω̃ οὐ̃ν, ὅταν συλλεγω̃μεν εἰς τὴν ἐκκλησίαν, ἐπειδὰν μὲν περὶ οἰκοδομίας τι δέη̨ πρα̃ξαι τὴν πόλιν, τοὺς οἰκοδόμους μεταπεμπομένους συμβούλους περὶ τω̃ν οἰκοδομημάτων, ὅταν δὲ περὶ ναυπηγίασ, τοὺς ναυπηγούσ, καὶ τἀ̃λλα πάντα οὕτωσ, ὅσα ἡγου̃νται μαθητά τε καὶ διδακτὰ εἰ̃ναι: ἐὰν δέ τις ἄλλος ἐπιχειρη̨̃ αὐτοι̃ς συμβουλεύειν ὃν ἐκει̃νοι μὴ οἴονται δη - μιουργὸν εἰ̃ναι, κἂν πάνυ καλὸς ἠ̨̃ καὶ πλούσιος καὶ τω̃ν γενναίων, οὐδέν τι μα̃λλον ἀποδέχονται, ἀλλὰ καταγελω̃σι καὶ θορυβου̃σιν, ἕως ἂν ἢ αὐτὸς ἀποστη̨̃ ὁ ἐπιχειρω̃ν λέγειν καταθορυβηθείσ, ἢ οἱ τοξόται αὐτὸν ἀφελκύσωσιν ἢ ἐξάρωνται κελευόντων τω̃ν πρυτάνεων. περὶ μὲν οὐ̃ν ὡ̃ν οἴονται ἐν τέχνη̨ εἰ̃ναι, οὕτω διαπράττονται: ἐπειδὰν δέ τι περὶ τω̃ν τη̃ς πόλεως διοικήσεως δέη̨ βουλεύσασθαι, συμβουλεύει αὐτοι̃ς ἀνιστάμενος περὶ τούτων ὁμοίως μὲν τέκτων, ὁμοίως δὲ χαλκεὺς σκυτοτόμοσ, ἔμπορος ναύκληροσ, πλούσιος πένησ, γενναι̃ος ἀγεννήσ, καὶ τούτοις οὐδεὶς του̃το ἐπιπλήττει ὥσπερ τοι̃ς πρότερον, ὅτι οὐδαμόθεν μαθών, οὐδὲ ὄντος διδασκάλου οὐδενὸς αὐτω̨̃, ἔπειτα συμβουλεύειν ἐπιχειρει̃: δη̃λον γὰρ ὅτι οὐχ ἡγου̃νται διδακτὸν εἰ̃ναι. μὴ τοίνυν ὅτι τὸ κοινὸν τη̃ς πόλεως οὕτως ἔχει, ἀλλὰ ἰδία̨ ἡμι̃ν οἱ σοφώτατοι καὶ ἄριστοι τω̃ν πολιτω̃ν ταύτην τὴν ἀρετὴν ἣν ἔχουσιν οὐχ οἱ̃οί τε ἄλλοις παραδιδόναι: ἐπεὶ Περικλη̃σ, ὁ τουτωνὶ τω̃ν νεανίσκων πατήρ, τούτους ἃ μὲν διδασκάλων εἴχετο καλω̃ς καὶ εὐ̃ ἐπαίδευσεν, ἃ δὲ αὐτὸς σοφός ἐστιν οὔτε αὐτὸς παιδεύει οὔτε τω̨ ἄλλω̨ παραδίδωσιν, ἀλλ' αὐτοὶ περιιόντες νέμονται ὥσπερ ἄφετοι, ἐάν που αὐτόματοι περιτύχωσιν τη̨̃ ἀρετη̨̃. εἰ δὲ βούλει, Κλεινίαν, τὸν 'Αλκιβιάδου τουτουὶ̈ νεώτερον ἀδελφόν, ἐπιτρο - πεύων ὁ αὐτὸς οὑ̃τος ἀνὴρ Περικλη̃σ, δεδιὼς περὶ αὐτου̃ μὴ διαφθαρη̨̃ δὴ ὑπὸ 'Αλκιβιάδου, ἀποσπάσας ἀπὸ τούτου, κατα- θέμενος ἐν 'Αρίφρονος ἐπαίδευε: καὶ πρὶν ἓξ μη̃νας γεγονέναι, ἀπέδωκε τούτω̨ οὐκ ἔχων ὅτι χρήσαιτο αὐτω̨̃. καὶ ἄλλους σοι παμπόλλους ἔχω λέγειν, οἳ αὐτοὶ ἀγαθοὶ ὄντες οὐδένα πώποτε βελτίω ἐποίησαν οὔτε τω̃ν οἰκείων οὔτε τω̃ν ἀλλοτρίων. ἐγὼ οὐ̃ν, ὠ̃ Πρωταγόρα, εἰς ταυ̃τα ἀποβλέπων οὐχ ἡγου̃μαι διδακτὸν εἰ̃ναι ἀρετήν: ἐπειδὴ δέ σου ἀκούω ταυ̃τα λέγοντοσ, κάμπτομαι καὶ οἰ̃μαί τί σε λέγειν διὰ τὸ ἡγει̃σθαί σε πολλω̃ν μὲν ἔμπειρον γεγονέναι, πολλὰ δὲ μεμαθηκέναι, τὰ δὲ αὐτὸν ἐξηυρηκέναι. εἰ οὐ̃ν ἔχεις ἐναργέστερον ἡμι̃ν ἐπιδει̃ξαι ὡς διδακτόν ἐστιν ἡ ἀρετή, μὴ φθονήση̨ς ἀλλ' ἐπίδειξον.

'Αλλ', ὠ̃ Σώκρατεσ, ἔφη, οὐ φθονήσω: ἀλλὰ πότερον ὑμι̃ν, ὡς πρεσβύτερος νεωτέροισ, μυ̃θον λέγων ἐπιδείξω ἢ λόγω̨ διεξελθών;

Πολλοὶ οὐ̃ν αὐτω̨̃ ὑπέλαβον τω̃ν παρακαθημένων ὁποτέρως βούλοιτο οὕτως διεξιέναι. Δοκει̃ τοίνυν μοι, ἔφη, χαριέ - στερον εἰ̃ναι μυ̃θον ὑμι̃ν λέγειν.

~'Ην γάρ ποτε χρόνος ὅτε θεοὶ μὲν ἠ̃σαν, θνητὰ δὲ γένη οὐκ ἠ̃ν. ἐπειδὴ δὲ καὶ τούτοις χρόνος ἠ̃λθεν εἱμαρμένος γενέσεωσ, τυπου̃σιν αὐτὰ θεοὶ γη̃ς ἔνδον ἐκ γη̃ς καὶ πυρὸς μείξαντες καὶ τω̃ν ὅσα πυρὶ καὶ γη̨̃ κεράννυται. ἐπειδὴ δ' ἄγειν αὐτὰ πρὸς φω̃ς ἔμελλον, προσέταξαν Προμηθει̃ καὶ 'Επιμηθει̃ κοσμη̃σαί τε καὶ νει̃μαι δυνάμεις ἑκάστοις ὡς πρέπει. Προμηθέα δὲ παραιτει̃ται 'Επιμηθεὺς αὐτὸς νει̃μαι, "Νείμαντος δέ μου," ἔφη, "ἐπίσκεψαι:" καὶ οὕτω πείσας νέμει. νέμων δὲ τοι̃ς μὲν ἰσχὺν ἄνευ τάχους προση̃πτεν, τοὺς δ' ἀσθενεστέρους τάχει ἐκόσμει: τοὺς δὲ ὥπλιζε, τοι̃ς δ' ἄοπλον διδοὺς φύσιν ἄλλην τιν' αὐτοι̃ς ἐμηχανα̃το δύναμιν εἰς σωτηρίαν. ἃ μὲν γὰρ αὐτω̃ν σμικρότητι ἤμπισχεν, πτηνὸν φυγὴν ἢ κατάγειον οἴκησιν ἔνεμεν: ἃ δὲ ηὐ̃ξε μεγέθει, τω̨̃δε αὐτω̨̃ αὐτὰ ἔσω̨ζεν: καὶ τἀ̃λλα οὕτως ἐπανισω̃ν ἔνεμεν. ταυ̃τα δὲ ἐμηχανα̃το εὐλάβειαν ἔχων μή τι γένος ἀϊστωθείη: ἐπειδὴ δὲ αὐτοι̃ς ἀλληλοφθοριω̃ν διαφυγὰς ἐπήρκεσε, πρὸς τὰς ἐκ Διὸς ὥρας εὐμάρειαν ἐμηχανα̃το ἀμφιεννὺς αὐτὰ πυκναι̃ς τε θριξὶν καὶ στερεοι̃ς δέρμασιν, ἱκανοι̃ς μὲν ἀμυ̃ναι χειμω̃να, δυνατοι̃ς δὲ καὶ καύματα, καὶ εἰς εὐνὰς ἰου̃σιν ὅπως ὑπάρχοι τὰ αὐτὰ ταυ̃τα στρωμνὴ οἰκεία τε καὶ αὐτοφυὴς ἑκάστω̨: καὶ ὑποδω̃ν τὰ μὲν ὁπλαι̃σ, τὰ δὲ [θριξὶν καὶ] δέρμασιν στερεοι̃ς καὶ ἀναίμοισ. τοὐντευ̃θεν τροφὰς ἄλλοις ἄλλας ἐξεπόριζεν, τοι̃ς μὲν ἐκ γη̃ς βοτάνην, ἄλλοις δὲ δένδρων καρπούσ, τοι̃ς δὲ ῥίζασ: ἔστι δ' οἱ̃ς ἔδωκεν εἰ̃ναι τροφὴν ζώ̨ων ἄλλων βοράν: καὶ τοι̃ς μὲν ὀλιγογονίαν προση̃ψε, τοι̃ς δ' ἀναλισκομένοις ὑπὸ τούτων πολυγονίαν, σωτηρίαν τω̨̃ γένει πορίζων. ἅτε δὴ οὐ̃ν οὐ πάνυ τι σοφὸς ὢν ὁ 'Επιμηθεὺς ἔλαθεν αὑτὸν καταναλώσας τὰς δυνάμεις εἰς τὰ ἄλογα: λοιπὸν δὴ ἀκό - σμητον ἔτι αὐτω̨̃ ἠ̃ν τὸ ἀνθρώπων γένοσ, καὶ ἠπόρει ὅτι χρήσαιτο. ἀπορου̃ντι δὲ αὐτω̨̃ ἔρχεται Προμηθεὺς ἐπισκεψό - μενος τὴν νομήν, καὶ ὁρα̨̃ τὰ μὲν ἄλλα ζω̨̃α ἐμμελω̃ς πάντων ἔχοντα, τὸν δὲ ἄνθρωπον γυμνόν τε καὶ ἀνυπόδητον καὶ ἄστρωτον καὶ ἄοπλον: ἤδη δὲ καὶ ἡ εἱμαρμένη ἡμέρα παρη̃ν, ἐν ἡ̨̃ ἔδει καὶ ἄνθρωπον ἐξιέναι ἐκ γη̃ς εἰς φω̃σ. ἀπορία̨ οὐ̃ν σχόμενος ὁ Προμηθεὺς ἥντινα σωτηρίαν τω̨̃ ἀνθρώπω̨ εὕροι, κλέπτει 'Ηφαίστου καὶ 'Αθηνα̃ς τὴν ἔντεχνον σοφίαν σὺν πυρί - ἀμήχανον γὰρ ἠ̃ν ἄνευ πυρὸς αὐτὴν κτητήν τω̨ ἢ χρησίμην γενέσθαι - καὶ οὕτω δὴ δωρει̃ται ἀνθρώπω̨. τὴν μὲν οὐ̃ν περὶ τὸν βίον σοφίαν ἄνθρωπος ταύτη̨ ἔσχεν, τὴν δὲ πολιτικὴν οὐκ εἰ̃χεν: ἠ̃ν γὰρ παρὰ τω̨̃ Διί. τω̨̃ δὲ Προμηθει̃ εἰς μὲν τὴν ἀκρόπολιν τὴν του̃ Διὸς οἴκησιν οὐκέτι ἐνεχώρει εἰσελθει̃ν - πρὸς δὲ καὶ αἱ Διὸς φυλακαὶ φοβεραὶ ἠ̃σαν - εἰς δὲ τὸ τη̃ς 'Αθηνα̃ς καὶ 'Ηφαίστου οἴκημα τὸ κοινόν, ἐν ὡ̨̃ ἐφιλοτεχνείτην, λαθὼν εἰσέρχεται, καὶ κλέψας τήν τε ἔμπυρον τέχνην τὴν του̃ 'Ηφαίστου καὶ τὴν ἄλλην τὴν τη̃ς 'Αθηνα̃ς δίδωσιν ἀνθρώπω̨, καὶ ἐκ τούτου εὐπορία μὲν ἀνθρώπω̨ του̃ βίου γίγνεται, Προμηθέα δὲ δι' 'Επιμηθέα ὕστερον, ἡ̨̃περ λέγεται, κλοπη̃ς δίκη μετη̃λθεν.

'Επειδὴ δὲ ὁ ἄνθρωπος θείας μετέσχε μοίρασ, πρω̃τον μὲν διὰ τὴν του̃ θεου̃ συγγένειαν ζώ̨ων μόνον θεοὺς ἐνόμισεν, καὶ ἐπεχείρει βωμούς τε ἱδρύεσθαι καὶ ἀγάλματα θεω̃ν: ἔπειτα φωνὴν καὶ ὀνόματα ταχὺ διηρθρώσατο τη̨̃ τέχνη̨, καὶ οἰκήσεις καὶ ἐσθη̃τας καὶ ὑποδέσεις καὶ στρωμνὰς καὶ τὰς ἐκ γη̃ς τροφὰς ηὕρετο. οὕτω δὴ παρεσκευασμένοι κατ' ἀρχὰς ἄνθρωποι ὤ̨κουν σποράδην, πόλεις δὲ οὐκ ἠ̃σαν: ἀπώλλυντο οὐ̃ν ὑπὸ τω̃ν θηρίων διὰ τὸ πανταχη̨̃ αὐτω̃ν ἀσθενέστεροι εἰ̃ναι, καὶ ἡ δημιουργικὴ τέχνη αὐτοι̃ς πρὸς μὲν τροφὴν ἱκανὴ βοηθὸς ἠ̃ν, πρὸς δὲ τὸν τω̃ν θηρίων πόλεμον ἐνδεής - πολιτικὴν γὰρ τέχνην οὔπω εἰ̃χον, ἡ̃ς μέρος πολεμική - ἐζήτουν δὴ ἁθροίζεσθαι καὶ σώ̨ζεσθαι κτίζοντες πόλεισ: ὅτ' οὐ̃ν ἁθροισθει̃εν, ἠδίκουν ἀλλήλους ἅτε οὐκ ἔχοντες τὴν πολιτικὴν τέχνην, ὥστε πάλιν σκεδαννύμενοι διεφθείροντο. Ζεὺς οὐ̃ν δείσας περὶ τω̨̃ γένει ἡμω̃ν μὴ ἀπόλοιτο πα̃ν, 'Ερμη̃ν πέμπει ἄγοντα εἰς ἀνθρώπους αἰδω̃ τε καὶ δίκην, ἵν' εἰ̃εν πόλεων κόσμοι τε καὶ δεσμοὶ φιλίας συναγωγοί. ἐρωτα̨̃ οὐ̃ν 'Ερμη̃ς Δία τίνα οὐ̃ν τρόπον δοίη δίκην καὶ αἰδω̃ ἀνθρώ - ποισ: "Πότερον ὡς αἱ τέχναι νενέμηνται, οὕτω καὶ ταύτας νείμω; νενέμηνται δὲ ὡ̃δε: εἱ̃ς ἔχων ἰατρικὴν πολλοι̃ς ἱκανὸς ἰδιώταισ, καὶ οἱ ἄλλοι δημιουργοί: καὶ δίκην δὴ καὶ αἰδω̃ οὕτω θω̃ ἐν τοι̃ς ἀνθρώποισ, ἢ ἐπὶ πάντας νείμω;" "'Επὶ πάντασ," ἔφη ὁ Ζεύσ, "καὶ πάντες μετεχόντων: οὐ γὰρ ἂν γένοιντο πόλεισ, εἰ ὀλίγοι αὐτω̃ν μετέχοιεν ὥσπερ ἄλλων τεχνω̃ν: καὶ νόμον γε θὲς παρ' ἐμου̃ τὸν μὴ δυνάμενον αἰδου̃ς καὶ δίκης μετέχειν κτείνειν ὡς νόσον πόλεωσ." οὕτω δή, ὠ̃ Σώκρατεσ, καὶ διὰ ταυ̃τα οἵ τε ἄλλοι καὶ 'Αθηναι̃οι, ὅταν μὲν περὶ ἀρετη̃ς τεκτονικη̃ς ἠ̨̃ λόγος ἢ ἄλλης τινὸς δημιουργικη̃σ, ὀλίγοις οἴονται μετει̃ναι συμβουλη̃σ, καὶ ἐάν τις ἐκτὸς ὢν τω̃ν ὀλίγων συμβουλεύη̨, οὐκ ἀνέχονται, ὡς σὺ φή̨σ - εἰκότωσ, ὡς ἐγώ φημι - ὅταν δὲ εἰς συμβουλὴν πολιτικη̃ς ἀρετη̃ς ἴωσιν, ἣν δει̃ διὰ δικαιοσύνης πα̃σαν ἰέναι καὶ σωφροσύνησ, εἰκότως ἅπαντος ἀνδρὸς ἀνέχονται, ὡς παντὶ προση̃κον ταύτης γε μετέχειν τη̃ς ἀρετη̃ς ἢ μὴ εἰ̃ναι πόλεισ. αὕτη, ὠ̃ Σώκρατεσ, τούτου αἰτία.

'Ίνα δὲ μὴ οἴη̨ ἀπατα̃σθαι ὡς τω̨̃ ὄντι ἡγου̃νται πάντες ἄνθρωποι πάντα ἄνδρα μετέχειν δικαιοσύνης τε καὶ τη̃ς ἄλλης πολιτικη̃ς ἀρετη̃σ, τόδε αὐ̃ λαβὲ τεκμήριον. ἐν γὰρ ται̃ς ἄλλαις ἀρεται̃σ, ὥσπερ σὺ λέγεισ, ἐάν τις φη̨̃ ἀγαθὸς αὐλητὴς εἰ̃ναι, ἢ ἄλλην ἡντινου̃ν τέχνην ἣν μή ἐστιν, ἢ καταγελω̃σιν ἢ χαλεπαίνουσιν, καὶ οἱ οἰκει̃οι προσιόντες νουθετου̃σιν ὡς μαινόμενον: ἐν δὲ δικαιοσύνη̨ καὶ ἐν τη̨̃ ἄλλη̨ πολιτικη̨̃ ἀρετη̨̃, ἐάν τινα καὶ εἰδω̃σιν ὅτι ἄδικός ἐστιν, ἐὰν οὑ̃τος αὐτὸς καθ' αὑτου̃ τἀληθη̃ λέγη̨ ἐναντίον πολλω̃ν, ὃ ἐκει̃ σωφροσύνην ἡγου̃ντο εἰ̃ναι, τἀληθη̃ λέγειν, ἐνταυ̃θα μανίαν, καί φασιν πάντας δει̃ν φάναι εἰ̃ναι δικαίουσ, ἐάντε ὠ̃σιν ἐάντε μή, ἢ μαίνεσθαι τὸν μὴ προσποιούμενον [δικαιοσύνην]: ὡς ἀναγκαι̃ον οὐδένα ὅντιν' οὐχὶ ἁμω̃ς γέ πως μετέχειν αὐτη̃σ, ἢ μὴ εἰ̃ναι ἐν ἀνθρώποισ.

'Ότι μὲν οὐ̃ν πάντ' ἄνδρα εἰκότως ἀποδέχονται περὶ ταύτης τη̃ς ἀρετη̃ς σύμβουλον διὰ τὸ ἡγει̃σθαι παντὶ μετει̃ναι αὐτη̃σ, ταυ̃τα λέγω: ὅτι δὲ αὐτὴν οὐ φύσει ἡγου̃νται εἰ̃ναι οὐδ' ἀπὸ του̃ αὐτομάτου, ἀλλὰ διδακτόν τε καὶ ἐξ ἐπιμελείας παραγί - γνεσθαι ὡ̨̃ ἂν παραγίγνηται, του̃τό σοι μετὰ του̃το πειράσομαι ἀποδει̃ξαι. ὅσα γὰρ ἡγου̃νται ἀλλήλους κακὰ ἔχειν ἄνθρωποι φύσει ἢ τύχη̨, οὐδεὶς θυμου̃ται οὐδὲ νουθετει̃ οὐδὲ διδάσκει οὐδὲ κολάζει τοὺς ταυ̃τα ἔχοντασ, ἵνα μὴ τοιου̃τοι ὠ̃σιν, ἀλλ' ἐλεου̃σιν: οἱ̃ον τοὺς αἰσχροὺς ἢ σμικροὺς ἢ ἀσθενει̃ς τίς οὕτως ἀνόητος ὥστε τι τούτων ἐπιχειρει̃ν ποιει̃ν; ταυ̃τα μὲν γὰρ οἰ̃μαι ἴσασιν ὅτι φύσει τε καὶ τύχη̨ τοι̃ς ἀνθρώποις γίγνεται, τὰ καλὰ καὶ τἀναντία τούτοισ: ὅσα δὲ ἐξ ἐπιμελείας καὶ ἀσκήσεως καὶ διδαχη̃ς οἴονται γίγνεσθαι ἀγαθὰ ἀνθρώποισ, ἐάν τις ταυ̃τα μὴ ἔχη̨, ἀλλὰ τἀναντία τούτων κακά, ἐπὶ τούτοις που οἵ τε θυμοὶ γίγνονται καὶ αἱ κολάσεις καὶ αἱ νουθετήσεισ. ὡ̃ν ἐστιν ἓν καὶ ἡ ἀδικία καὶ ἡ ἀσέβεια καὶ συλλήβδην πα̃ν τὸ ἐναντίον τη̃ς πολιτικη̃ς ἀρετη̃σ: ἔνθα δὴ πα̃ς παντὶ θυμου̃ται καὶ νουθετει̃, δη̃λον ὅτι ὡς ἐξ ἐπιμελείας καὶ μαθήσεως κτητη̃ς οὔσησ. εἰ γὰρ ἐθέλεις ἐννοη̃σαι τὸ κολάζειν, ὠ̃ Σώκρατεσ, τοὺς ἀδικου̃ντας τί ποτε δύναται, αὐτό σε διδάξει ὅτι οἵ γε ἄνθρωποι ἡγου̃νται παρασκευαστὸν εἰ̃ναι ἀρετήν. οὐδεὶς γὰρ κολάζει τοὺς ἀδικου̃ντας πρὸς τούτω̨ τὸν νου̃ν ἔχων καὶ τούτου ἕνεκα, ὅτι ἠδίκησεν, ὅστις μὴ ὥσπερ θηρίον ἀλογίστως τιμωρει̃ται: ὁ δὲ μετὰ λόγου ἐπιχειρω̃ν κολάζειν οὐ του̃ παρεληλυθότος ἕνεκα ἀδικήματος τιμωρει̃ται - οὐ γὰρ ἂν τό γε πραχθὲν ἀγένητον θείη - ἀλλὰ του̃ μέλλοντος χάριν, ἵνα μὴ αὐ̃θις ἀδικήση̨ μήτε αὐτὸς οὑ̃τος μήτε ἄλλος ὁ του̃τον ἰδὼν κολασθέντα. καὶ τοιαύτην διάνοιαν ἔχων διανοει̃ται παιδευτὴν εἰ̃ναι ἀρετήν: ἀποτροπη̃ς γου̃ν ἕνεκα κολάζει. ταύτην οὐ̃ν τὴν δόξαν πάντες ἔχουσιν ὅσοιπερ τιμωρου̃νται καὶ ἰδία̨ καὶ δημοσία̨. τιμωρου̃νται δὲ καὶ κολά - ζονται οἵ τε ἄλλοι ἄνθρωποι οὓς ἂν οἴωνται ἀδικει̃ν, καὶ οὐχ ἥκιστα 'Αθηναι̃οι οἱ σοὶ πολι̃ται: ὥστε κατὰ του̃τον τὸν λόγον καὶ 'Αθηναι̃οί εἰσι τω̃ν ἡγουμένων παρασκευαστὸν εἰ̃ναι καὶ διδακτὸν ἀρετήν. ὡς μὲν οὐ̃ν εἰκότως ἀποδέχονται οἱ σοὶ πολι̃ται καὶ χαλκέως καὶ σκυτοτόμου συμβουλεύοντος τὰ πολιτικά, καὶ ὅτι διδακτὸν καὶ παρασκευαστὸν ἡγου̃νται ἀρετήν, ἀποδέδεικταί σοι, ὠ̃ Σώκρατεσ, ἱκανω̃σ, ὥς γέ μοι φαίνεται.

'Έτι δὴ λοιπὴ ἀπορία ἐστίν, ἣν ἀπορει̃ς περὶ τω̃ν ἀνδρω̃ν τω̃ν ἀγαθω̃ν, τί δήποτε οἱ ἄνδρες οἱ ἀγαθοὶ τὰ μὲν ἄλλα τοὺς αὑτω̃ν ὑει̃ς διδάσκουσιν ἃ διδασκάλων ἔχεται καὶ σοφοὺς ποιου̃σιν, ἣν δὲ αὐτοὶ ἀρετὴν ἀγαθοὶ οὐδενὸς βελ - τίους ποιου̃σιν. τούτου δὴ πέρι, ὠ̃ Σώκρατεσ, οὐκέτι μυ̃θόν σοι ἐρω̃ ἀλλὰ λόγον. ὡ̃δε γὰρ ἐννόησον: πότερον ἔστιν τι ἓν ἢ οὐκ ἔστιν οὑ̃ ἀναγκαι̃ον πάντας τοὺς πολίτας μετέχειν, εἴπερ μέλλει πόλις εἰ̃ναι; ἐν τούτω̨ γὰρ αὕτη λύεται ἡ ἀπορία ἣν σὺ ἀπορει̃ς ἢ ἄλλοθι οὐδαμου̃. εἰ μὲν γὰρ ἔστιν, καὶ του̃τό ἐστιν τὸ ἓν οὐ τεκτονικὴ οὐδὲ χαλκεία οὐδὲ κεραμεία ἀλλὰ δικαιοσύνη καὶ σωφροσύνη καὶ τὸ ὅσιον εἰ̃ναι, καὶ συλλήβδην ἓν αὐτὸ προσαγορεύω εἰ̃ναι ἀνδρὸς ἀρετήν - εἰ του̃τ' ἐστὶν οὑ̃ δει̃ πάντας μετέχειν καὶ μετὰ τούτου πάντ' ἄνδρα, ἐάν τι καὶ ἄλλο βούληται μανθάνειν ἢ πράττειν, οὕτω πράττειν, ἄνευ δὲ τούτου μή, ἢ τὸν μὴ μετέχοντα καὶ δι - δάσκειν καὶ κολάζειν καὶ παι̃δα καὶ ἄνδρα καὶ γυναι̃κα, ἕωσπερ ἂν κολαζόμενος βελτίων γένηται, ὃς δ' ἂν μὴ ὑπα- κούη̨ κολαζόμενος καὶ διδασκόμενοσ, ὡς ἀνίατον ὄντα του̃τον ἐκβάλλειν ἐκ τω̃ν πόλεων ἢ ἀποκτείνειν - εἰ οὕτω μὲν ἔχει, οὕτω δ' αὐτου̃ πεφυκότος οἱ ἀγαθοὶ ἄνδρες εἰ τὰ μὲν ἄλλα διδάσκονται τοὺς ὑει̃σ, του̃το δὲ μή, σκέψαι ὡς θαυμασίως γίγνονται οἱ ἀγαθοί. ὅτι μὲν γὰρ διδακτὸν αὐτὸ ἡγου̃νται καὶ ἰδία̨ καὶ δημοσία̨, ἀπεδείξαμεν: διδακτου̃ δὲ ὄντος καὶ θεραπευτου̃ τὰ μὲν ἄλλα ἄρα τοὺς ὑει̃ς διδάσκονται, ἐφ' οἱ̃ς οὐκ ἔστι θάνατος ἡ ζημία ἐὰν μὴ ἐπίστωνται, ἐφ' ὡ̨̃ δὲ ἥ τε ζημία θάνατος αὐτω̃ν τοι̃ς παισὶ καὶ φυγαὶ μὴ μαθου̃σι μηδὲ θεραπευθει̃σιν εἰς ἀρετήν, καὶ πρὸς τω̨̃ θανάτω̨ χρη - μάτων τε δημεύσεις καὶ ὡς ἔπος εἰπει̃ν συλλήβδην τω̃ν οἴκων ἀνατροπαί, ταυ̃τα δ' ἄρα οὐ διδάσκονται οὐδ' ἐπι - μελου̃νται πα̃σαν ἐπιμέλειαν; οἴεσθαί γε χρή, ὠ̃ Σώκρατεσ. ἐκ παίδων σμικρω̃ν ἀρξάμενοι, μέχρι οὑ̃περ ἂν ζω̃σι, καὶ διδάσκουσι καὶ νουθετου̃σιν. ἐπειδὰν θα̃ττον συνιη̨̃ τις τὰ λεγόμενα, καὶ τροφὸς καὶ μήτηρ καὶ παιδαγωγὸς καὶ αὐτὸς ὁ πατὴρ περὶ τούτου διαμάχονται, ὅπως [ὡσ] βέλτιστος ἔσται ὁ παι̃σ, παρ' ἕκαστον καὶ ἔργον καὶ λόγον διδάσκοντες καὶ ἐνδεικνύμενοι ὅτι τὸ μὲν δίκαιον, τὸ δὲ ἄδικον, καὶ τόδε μὲν καλόν, τόδε δὲ αἰσχρόν, καὶ τόδε μὲν ὅσιον, τόδε δὲ ἀνόσιον, καὶ τὰ μὲν ποίει, τὰ δὲ μὴ ποίει. καὶ ἐὰν μὲν ἑκὼν πείθη - ται: εἰ δὲ μή, ὥσπερ ξύλον διαστρεφόμενον καὶ καμπτόμενον εὐθύνουσιν ἀπειλαι̃ς καὶ πληγαι̃σ. μετὰ δὲ ταυ̃τα εἰς δι - δασκάλων πέμποντες πολὺ μα̃λλον ἐντέλλονται ἐπιμελει̃σθαι εὐκοσμίας τω̃ν παίδων ἢ γραμμάτων τε καὶ κιθαρίσεωσ: οἱ δὲ διδάσκαλοι τούτων τε ἐπιμελου̃νται, καὶ ἐπειδὰν αὐ̃ γράμματα μάθωσιν καὶ μέλλωσιν συνήσειν τὰ γεγραμμένα ὥσπερ τότε τὴν φωνήν, παρατιθέασιν αὐτοι̃ς ἐπὶ τω̃ν βάθρων ἀναγιγνώσκειν ποιητω̃ν ἀγαθω̃ν ποιήματα καὶ ἐκμανθάνειν ἀναγκάζουσιν, ἐν οἱ̃ς πολλαὶ μὲν νουθετήσεις ἔνεισιν πολ - λαὶ δὲ διέξοδοι καὶ ἔπαινοι καὶ ἐγκώμια παλαιω̃ν ἀνδρω̃ν ἀγαθω̃ν, ἵνα ὁ παι̃ς ζηλω̃ν μιμη̃ται καὶ ὀρέγηται τοιου̃τος γενέσθαι. οἵ τ' αὐ̃ κιθαρισταί, ἕτερα τοιαυ̃τα, σωφροσύνης τε ἐπιμελου̃νται καὶ ὅπως ἂν οἱ νέοι μηδὲν κακουργω̃σιν: πρὸς δὲ τούτοισ, ἐπειδὰν κιθαρίζειν μάθωσιν, ἄλλων αὐ̃ ποιητω̃ν ἀγαθω̃ν ποιήματα διδάσκουσι μελοποιω̃ν, εἰς τὰ κιθαρίσματα ἐντείνοντεσ, καὶ τοὺς ῥυθμούς τε καὶ τὰς ἁρ - μονίας ἀναγκάζουσιν οἰκειου̃σθαι ται̃ς ψυχαι̃ς τω̃ν παίδων, ἵνα ἡμερώτεροί τε ὠ̃σιν, καὶ εὐρυθμότεροι καὶ εὐαρμοστότεροι γιγνόμενοι χρήσιμοι ὠ̃σιν εἰς τὸ λέγειν τε καὶ πράττειν: πα̃ς γὰρ ὁ βίος του̃ ἀνθρώπου εὐρυθμίας τε καὶ εὐαρμοστίας δει̃ται. ἔτι τοίνυν πρὸς τούτοις εἰς παιδοτρίβου πέμπουσιν, ἵνα τὰ σώματα βελτίω ἔχοντες ὑπηρετω̃σι τη̨̃ διανοία̨ χρηστη̨̃ οὔση̨, καὶ μὴ ἀναγκάζωνται ἀποδειλια̃ν διὰ τὴν πονηρίαν τω̃ν σωμάτων καὶ ἐν τοι̃ς πολέμοις καὶ ἐν ται̃ς ἄλλαις πράξεσιν. καὶ ταυ̃τα ποιου̃σιν οἱ μάλιστα δυνάμενοι [μά - λιστα] - μάλιστα δὲ δύνανται οἱ πλουσιώτατοι - καὶ οἱ τούτων ὑει̃σ, πρω̨αίτατα εἰς διδασκάλων τη̃ς ἡλικίας ἀρξά - μενοι φοιτα̃ν, ὀψιαίτατα ἀπαλλάττονται. ἐπειδ ὰν δὲ ἐκ διδασκάλων ἀπαλλαγω̃σιν, ἡ πόλις αὐ̃ τούς τε νόμους ἀναγ - κάζει μανθάνειν καὶ κατὰ τούτους ζη̃ν κατὰ παράδειγμα, ἵνα μὴ αὐτοὶ ἐφ' αὑτω̃ν εἰκη̨̃ πράττωσιν, ἀλλ' ἀτεχνω̃ς ὥσπερ οἱ γραμματισταὶ τοι̃ς μήπω δεινοι̃ς γράφειν τω̃ν παίδων ὑπογράψαντες γραμμὰς τη̨̃ γραφίδι οὕτω τὸ γραμ - ματει̃ον διδόασιν καὶ ἀναγκάζουσι γράφειν κατὰ τὴν ὑφή- γησιν τω̃ν γραμμω̃ν, ὣς δὲ καὶ ἡ πόλις νόμους ὑπογράψασα, ἀγαθω̃ν καὶ παλαιω̃ν νομοθετω̃ν εὑρήματα, κατὰ τούτους ἀναγκάζει καὶ ἄρχειν καὶ ἄρχεσθαι, ὃς δ' ἂν ἐκτὸς βαίνη̨ τούτων, κολάζει: καὶ ὄνομα τη̨̃ κολάσει ταύτη̨ καὶ παρ' ὑμι̃ν καὶ ἄλλοθι πολλαχου̃, ὡς εὐθυνούσης τη̃ς δίκησ, εὐθυ̃ναι. τοσαύτης οὐ̃ν τη̃ς ἐπιμελείας οὔσης περὶ ἀρετη̃ς ἰδία̨ καὶ δημοσία̨, θαυμάζεισ, ὠ̃ Σώκρατεσ, καὶ ἀπορει̃ς εἰ διδακτόν ἐστιν ἀρετή; ἀλλ' οὐ χρὴ θαυμάζειν, ἀλλὰ πολὺ μα̃λλον εἰ μὴ διδακτόν.

Διὰ τί οὐ̃ν τω̃ν ἀγαθω̃ν πατέρων πολλοὶ ὑει̃ς φαυ̃λοι γίγνονται; του̃το αὐ̃ μάθε: οὐδὲν γὰρ θαυμαστόν, εἴπερ ἀληθη̃ ἐγὼ ἐν τοι̃ς ἔμπροσθεν ἔλεγον, ὅτι τούτου του̃ πράγματοσ, τη̃ς ἀρετη̃σ, εἰ μέλλει πόλις εἰ̃ναι, οὐδένα δει̃ ἰδιω - τεύειν. εἰ γὰρ δὴ ὃ λέγω οὕτως ἔχει - ἔχει δὲ μάλιστα πάντων οὕτωσ - ἐνθυμήθητι ἄλλο τω̃ν ἐπιτηδευμάτων ὁτιου̃ν καὶ μαθημάτων προελόμενοσ. εἰ μὴ οἱ̃όν τ' ἠ̃ν πόλιν εἰ̃ναι εἰ μὴ πάντες αὐληταὶ ἠ̃μεν ὁποι̃ός τις ἐδύνατο ἕκαστοσ, καὶ του̃το καὶ ἰδία̨ καὶ δημοσία̨ πα̃ς πάντα καὶ ἐδίδασκε καὶ ἐπέπληττε τὸν μὴ καλω̃ς αὐλου̃ντα, καὶ μὴ ἐφθόνει τούτου, ὥσπερ νυ̃ν τω̃ν δικαίων καὶ τω̃ν νομίμων οὐδεὶς φθονει̃ οὐδ' ἀποκρύπτεται ὥσπερ τω̃ν ἄλλων τεχνημάτων - λυσιτελει̃ γὰρ οἰ̃μαι ἡμι̃ν ἡ ἀλλήλων δικαιοσύνη καὶ ἀρετή: διὰ ταυ̃τα πα̃ς παντὶ προθύμως λέγει καὶ διδάσκει καὶ τὰ δίκαια καὶ τὰ νόμιμα - εἰ οὐ̃ν οὕτω καὶ ἐν αὐλήσει πα̃σαν προθυμίαν καὶ ἀφθονίαν εἴχομεν ἀλλήλους διδάσκειν, οἴει ἄν τι, ἔφη, μα̃λλον, ὠ̃ Σώκρατεσ, τω̃ν ἀγαθω̃ν αὐλητω̃ν ἀγαθοὺς αὐλητὰς τοὺς ὑει̃ς γίγνεσθαι ἢ τω̃ν φαύλων; οἰ̃μαι μὲν οὔ, ἀλλὰ ὅτου ἔτυχεν ὁ ὑὸς εὐφυέστατος γενόμενος εἰς αὔλησιν, οὑ̃τος ἂν ἐλλόγιμος ηὐξήθη, ὅτου δὲ ἀφυήσ, ἀκλεήσ: καὶ πολλάκις μὲν ἀγαθου̃ αὐλητου̃ φαυ̃λος ἂν ἀπέβη, πολλάκις δ' ἂν φαύλου ἀγαθόσ: ἀλλ' οὐ̃ν αὐληταί γ' ἂν πάντες ἠ̃σαν ἱκανοὶ ὡς πρὸς τοὺς ἰδιώτας καὶ μηδὲν αὐλήσεως ἐπαΐοντασ. οὕτως οἴου καὶ νυ̃ν, ὅστις σοι ἀδικώτατος φαίνεται ἄνθρωπος τω̃ν ἐν νόμοις καὶ ἀνθρώποις τεθραμμένων, δίκαιον αὐτὸν εἰ̃ναι καὶ δημιουργὸν τούτου του̃ πράγματοσ, εἰ δέοι αὐτὸν κρίνεσθαι πρὸς ἀνθρώπους οἱ̃ς μήτε παιδεία ἐστὶν μήτε δικαστήρια μήτε νόμοι μηδὲ ἀνάγκη μηδεμία διὰ παντὸς ἀναγκάζουσα ἀρετη̃ς ἐπιμελει̃σθαι, ἀλλ' εἰ̃εν ἄγριοί τινες οἱ̃οίπερ οὓς πέρυσιν Φερεκράτης ὁ ποιητὴς ἐδίδαξεν ἐπὶ Ληναίω̨. ἠ̃ σφόδρα ἐν τοι̃ς τοιούτοις ἀνθρώποις γενόμενοσ, ὥσπερ οἱ ἐν ἐκείνω̨ τω̨̃ χορω̨̃ μισάνθρωποι, ἀγαπήσαις ἂν εἰ ἐντύχοις Εὐρυβάτω̨ καὶ Φρυνώνδα̨, καὶ ἀνολοφύραι' ἂν ποθω̃ν τὴν τω̃ν ἐνθάδε ἀνθρώπων πονηρίαν. νυ̃ν δὲ τρυφα̨̃σ, ὠ̃ Σώκρατεσ, διότι πάντες διδάσκαλοί εἰσιν ἀρετη̃ς καθ' ὅσον δύνανται ἕκαστοσ, καὶ οὐδείς σοι φαίνεται: εἰ̃θ', ὥσπερ ἂν εἰ ζητοι̃ς τίς διδάσκαλοσ του̃ ἑλληνίζειν, οὐδ' ἂν εἱ̃ς φανείη, οὐδέ γ' ἂν οἰ̃μαι εἰ ζητοι̃ς τίς ἂν ἡμι̃ν διδάξειεν τοὺς τω̃ν χειροτεχνω̃ν ὑει̃ς αὐτὴν ταύτην τὴν τέχνην ἣν δὴ παρὰ του̃ πατρὸς μεμαθή - κασιν, καθ' ὅσον οἱ̃ός τ' ἠ̃ν ὁ πατὴρ καὶ οἱ του̃ πατρὸς φίλοι ὄντες ὁμότεχνοι, τούτους ἔτι τίς ἂν διδάξειεν, οὐ ῥά̨διον οἰ̃μαι εἰ̃ναι, ὠ̃ Σώκρατεσ, τούτων διδάσκαλον φανη̃ναι, τω̃ν δὲ ἀπείρων παντάπασι ῥά̨διον, οὕτω δὲ ἀρετη̃ς καὶ τω̃ν ἄλλων πάντων: ἀλλὰ κἂν εἰ ὀλίγον ἔστιν τις ὅστις διαφέρει ἡμω̃ν προβιβάσαι εἰς ἀρετήν, ἀγαπητόν. ὡ̃ν δὴ ἐγὼ οἰ̃μαι εἱ̃ς εἰ̃ναι, καὶ διαφερόντως ἂν τω̃ν ἄλλων ἀνθρώπων ὀνη̃σαί τινα πρὸς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι, καὶ ἀξίως του̃ μισθου̃ ὃν πράττομαι καὶ ἔτι πλείονοσ, ὥστε καὶ αὐτω̨̃ δοκει̃ν τω̨̃ μαθόντι. διὰ ταυ̃τα καὶ τὸν τρόπον τη̃ς πράξεως του̃ μισθου̃ τοιου̃τον πεποίημαι: ἐπειδὰν γάρ τις παρ' ἐμου̃ μάθη̨, ἐὰν μὲν βούληται, ἀποδέδωκεν ὃ ἐγὼ πράττομαι ἀργύριον: ἐὰν δὲ μή, ἐλθὼν εἰς ἱερόν, ὀμόσας ὅσου ἂν φη̨̃ ἄξια εἰ̃ναι τὰ μαθήματα, τοσου̃τον κατέθηκε.

Τοιου̃τόν σοι, ἔφη, ὠ̃ Σώκρατεσ, ἐγὼ καὶ μυ̃θον καὶ λόγον εἴρηκα, ὡς διδακτὸν ἀρετὴ καὶ 'Αθηναι̃οι οὕτως ἡγου̃νται, καὶ ὅτι οὐδὲν θαυμαστὸν τω̃ν ἀγαθω̃ν πατέρων φαύλους ὑει̃ς γίγνεσθαι καὶ τω̃ν φαύλων ἀγαθούσ, ἐπεὶ καὶ οἱ Πολυκλείτου ὑει̃σ, Παράλου καὶ Ξανθίππου του̃δε ἡλικιω̃ται, οὐδὲν πρὸς τὸν πατέρα εἰσίν, καὶ ἄλλοι ἄλλων δημιουργω̃ν. τω̃νδε δὲ οὔπω ἄξιον του̃το κατηγορει̃ν: ἔτι γὰρ ἐν αὐτοι̃ς εἰσιν ἐλπίδεσ: νέοι γάρ.

Πρωταγόρας μὲν τοσαυ̃τα καὶ τοιαυ̃τα ἐπιδειξάμενος ἀπε - παύσατο του̃ λόγου. καὶ ἐγὼ ἐπὶ μὲν πολὺν χρόνον κεκηλη - μένος ἔτι πρὸς αὐτὸν ἔβλεπον ὡς ἐρου̃ντά τι, ἐπιθυμω̃ν ἀκούειν: ἐπεὶ δὲ δὴ ἠ̨σθόμην ὅτι τω̨̃ ὄντι πεπαυμένος εἴη, μόγις πως ἐμαυτὸν ὡσπερεὶ συναγείρας εἰ̃πον, βλέψας πρὸς τὸν 'Ιπποκράτη: ~'Ω παι̃ 'Απολλοδώρου, ὡς χάριν σοι ἔχω ὅτι προύτρεψάς με ὡ̃δε ἀφικέσθαι: πολλου̃ γὰρ ποιου̃μαι ἀκηκοέναι ἃ ἀκήκοα Πρωταγόρου. ἐγὼ γὰρ ἐν μὲν τω̨̃ ἔμ - προσθεν χρόνω̨ ἡγούμην οὐκ εἰ̃ναι ἀνθρωπίνην ἐπιμέλειαν ἡ̨̃ ἀγαθοὶ οἱ ἀγαθοὶ γίγνονται: νυ̃ν δὲ πέπεισμαι. πλὴν σμικρόν τί μοι ἐμποδών, ὃ δη̃λον ὅτι Πρωταγόρας ῥα̨δίως ἐπεκδιδάξει, ἐπειδὴ καὶ τὰ πολλὰ ταυ̃τα ἐξεδίδαξεν. καὶ γὰρ εἰ μέν τις περὶ αὐτω̃ν τούτων συγγένοιτο ὁτω̨ου̃ν τω̃ν δημηγόρων, τάχ' ἂν καὶ τοιούτους λόγους ἀκούσειεν ἢ Περι - κλέους ἢ ἄλλου τινὸς τω̃ν ἱκανω̃ν εἰπει̃ν: εἰ δὲ ἐπανέροιτό τινά τι, ὥσπερ βιβλία οὐδὲν ἔχουσιν οὔτε ἀποκρίνασθαι οὔτε αὐτοὶ ἐρέσθαι, ἀλλ' ἐάν τις καὶ σμικρὸν ἐπερωτήση̨ τι τω̃ν ῥηθέντων, ὥσπερ τὰ χαλκία πληγέντα μακρὸν ἠχει̃ καὶ ἀπο - τείνει ἐὰν μὴ ἐπιλάβηταί τισ, καὶ οἱ ῥήτορες οὕτω, σμικρὰ ἐρωτηθέντες δόλιχον κατατείνουσι του̃ λόγου. Πρωταγόρας δὲ ὅδε ἱκανὸς μὲν μακροὺς λόγους καὶ καλοὺς εἰπει̃ν, ὡς αὐτὰ δηλοι̃, ἱκανὸς δὲ καὶ ἐρωτηθεὶς ἀποκρίνασθαι κατὰ βραχὺ καὶ ἐρόμενος περιμει̃ναί τε καὶ ἀποδέξασθαι τὴν ἀπόκρισιν, ἃ ὀλίγοις ἐστὶ παρεσκευασμένα. νυ̃ν οὐ̃ν, ὠ̃ Πρωταγόρα, σμικρου̃ τινος ἐνδεής εἰμι πάντ' ἔχειν, εἴ μοι ἀποκρίναιο τόδε. τὴν ἀρετὴν φὴ̨ς διδακτὸν εἰ̃ναι, καὶ ἐγὼ εἴπερ ἄλλω̨ τω̨ ἀνθρώπων πειθοίμην ἄν, καὶ σοὶ πείθομαι: ὃ δ' ἐθαύμασά σου λέγοντοσ, του̃τό μοι ἐν τη̨̃ ψυχη̨̃ ἀποπλήρωσον. ἔλεγες γὰρ ὅτι ὁ Ζεὺς τὴν δικαιοσύνην καὶ τὴν αἰδω̃ πέμψειε τοι̃ς ἀνθρώποισ, καὶ αὐ̃ πολλαχου̃ ἐν τοι̃ς λόγοις ἐλέγετο ὑπὸ σου̃ ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ὁσιότης καὶ πάντα ταυ̃τα ὡς ἕν τι εἴη συλλήβδην, ἀρετή: ταυ̃τ' οὐ̃ν αὐτὰ δίελθέ μοι ἀκριβω̃ς τω̨̃ λόγω̨, πότερον ἓν μέν τί ἐστιν ἡ ἀρετή, μόρια δὲ αὐτη̃ς ἐστιν ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ὁσιότησ, ἢ ταυ̃τ' ἐστὶν ἃ νυνδὴ ἐγὼ ἔλεγον πάντα ὀνόματα του̃ αὐτου̃ ἑνὸς ὄντοσ. του̃τ' ἐστὶν ὃ ἔτι ἐπιποθω̃.

'Αλλὰ ῥά̨διον του̃τό γ', ἔφη, ὠ̃ Σώκρατεσ, ἀποκρίνασθαι, ὅτι ἑνὸς ὄντος τη̃ς ἀρετη̃ς μόριά ἐστιν ἃ ἐρωτα̨̃σ. { - } Πότερον, ἔφην, ὥσπερ προσώπου τὰ μόοια μόριά ἐστιν, στόμα τε καὶ ῥὶς καὶ ὀφθαλμοὶ καὶ ὠ̃τα, ἢ ὥσπερ τὰ του̃ χρυσου̃ μόρια οὐδὲν διαφέρει τὰ ἕτερα τω̃ν ἑτέρων, ἀλλήλων καὶ του̃ ὅλου, ἀλλ' ἢ μεγέθει καὶ σμικρότητι; { - } 'Εκείνως μοι φαίνεται, ὠ̃ Σώκρατεσ, ὥσπερ τὰ του̃ προσώπου μόρια ἔχει πρὸς τὸ ὅλον πρόσωπον. { - } Πότερον οὐ̃ν, ἠ̃ν δ' ἐγώ, καὶ μεταλαμβάνουσιν οἱ ἄνθρωποι τούτων τω̃ν τη̃ς ἀρετη̃ς μορίων οἱ μὲν ἄλλο, οἱ δὲ ἄλλο, ἢ ἀνάγκη, ἐάνπερ τις ἓν λάβη̨, ἅπαντα ἔχειν; { - } Οὐδαμω̃σ, ἔφη, ἐπεὶ πολλοὶ ἀνδρει̃οί εἰσιν, ἄδικοι δέ, καὶ δίκαιοι αὐ̃, σοφοὶ δὲ οὔ. { - } 'Έστιν γὰρ οὐ̃ν καὶ ταυ̃τα μόρια τη̃ς ἀρετη̃σ, ἔφην ἐγώ, σοφία τε καὶ ἀνδρεία; { - } Πάντων μάλιστα δήπου, ἔφη: καὶ μέγιστόν γε ἡ σοφία τω̃ν μορίων. { - } 'Έκαστον δὲ αὐτω̃ν ἐστιν, ἠ̃ν δ' ἐγώ, ἄλλο, τὸ δὲ ἄλλο; { - } Ναί. { - } ~'Η καὶ δύναμιν αὐτω̃ν ἕκαστον ἰδίαν ἔχει; ὥσπερ τὰ του̃ προσώπου, οὐκ ἔστιν ὀφθαλμὸς οἱ̃ον τὰ ὠ̃τα, οὐδ' ἡ δύναμις αὐτου̃ ἡ αὐτή: οὐδὲ τω̃ν ἄλλων οὐδέν ἐστιν οἱ̃ον τὸ ἕτερον οὔτε κατὰ τὴν δύναμιν οὔτε κατὰ τὰ ἄλλα: ἀ̃ρ' οὐ̃ν οὕτω καὶ τὰ τη̃ς ἀρετη̃ς μόρια οὐκ ἔστιν τὸ ἕτερον οἱ̃ον τὸ ἕτερον, οὔτε αὐτὸ οὔτε ἡ δύναμις αὐτου̃; ἢ δη̃λα δὴ ὅτι οὕτως ἔχει, εἴπερ τω̨̃ παραδείγματί γε ἔοικε; { - } 'Αλλ' οὕτωσ, ἔφη, ἔχει, ὠ̃ Σώκρατεσ. { - } Καὶ ἐγὼ εἰ̃πον: Οὐδὲν ἄρα ἐστὶν τω̃ν τη̃ς ἀρετη̃ς μορίων ἄλλο οἱ̃ον ἐπιστήμη, οὐδ' οἱ̃ον δικαιοσύνη, οὐδ' οἱ̃ον ἀνδρεία, οὐδ' οἱ̃ον σωφροσύνη, οὐδ' οἱ̃ον ὁσιότησ. { - } Οὐκ ἔφη. { - } Φέρε δή, ἔφην ἐγώ, κοινη̨̃ σκεψώ - μεθα ποι̃όν τι αὐτω̃ν ἐστιν ἕκαστον. πρω̃τον μὲν τὸ τοιόνδε: ἡ δικαιοσύνη πρα̃γμά τί ἐστιν ἢ οὐδὲν πρα̃γμα; ἐμοὶ μὲν γὰρ δοκει̃: τί δὲ σοί; { - } Κἀμοί, ἔφη. { - } Τί οὐ̃ν; εἴ τις ἔροιτο ἐμέ τε καὶ σέ: "~'Ω Πρωταγόρα τε καὶ Σώκρατεσ, εἴπετον δή μοι, του̃το τὸ πρα̃γμα ὃ ὠνομάσατε ἄρτι, ἡ δικαιοσύνη, αὐτὸ του̃το δίκαιόν ἐστιν ἢ ἄδικον;" ἐγὼ μὲν ἂν αὐτω̨̃ ἀποκριναί - μην ὅτι δίκαιον: σὺ δὲ τίν' ἂν ψη̃φον θει̃ο; τὴν αὐτὴν ἐμοὶ ἢ ἄλλην; { - } Τὴν αὐτήν, ἔφη. { - } 'Έστιν ἄρα τοιου̃τον ἡ δικαιο - σύνη οἱ̃ον δίκαιον εἰ̃ναι, φαίην ἂν ἔγωγε ἀποκρινόμενος τω̨̃ ἐρωτω̃ντι: οὐκου̃ν καὶ σύ; { - } Ναί, ἔφη. { - } Εἰ οὐ̃ν μετὰ του̃το ἡμα̃ς ἔροιτο: "Οὐκου̃ν καὶ ὁσιότητά τινά φατε εἰ̃ναι;" φαι̃μεν ἄν, ὡς ἐγὠ̨̃μαι. { - } Ναί, ἠ̃ δ' ὅσ. { - } "Οὐκου̃ν φατε καὶ του̃το πρα̃γμά τι εἰ̃ναι;" φαι̃μεν ἄν: ἢ οὔ; { - } Καὶ του̃το συνέφη. { - } "Πότερον δὲ του̃το αὐτὸ τὸ πρα̃γμά φατε τοιου̃τον πεφυκέναι οἱ̃ον ἀνόσιον εἰ̃ναι ἢ οἱ̃ον ὅσιον;" ἀγανακτήσαιμ' ἂν ἔγωγ', ἔφην, τω̨̃ ἐρωτήματι, καὶ εἴποιμ' ἄν: Εὐφήμει, ὠ̃ ἄνθρωπε: σχολη̨̃ μεντἄν τι ἄλλο ὅσιον εἴη, εἰ μὴ αὐτή γε ἡ ὁσιότης ὅσιον ἔσται. τί δὲ σύ; οὐχ οὕτως ἂν ἀποκρίναιο; { - } Πάνυ μὲν οὐ̃ν, ἔφη.

Εἰ οὐ̃ν μετὰ του̃το εἴποι ἐρωτω̃ν ἡμα̃σ: "Πω̃ς οὐ̃ν ὀλίγον πρότερον ἐλέγετε; ἀ̃ρ' οὐκ ὀρθω̃ς ὑμω̃ν κατήκουσα; ἐδόξατέ μοι φάναι [τὰ] τη̃ς ἀρετη̃ς μόρια εἰ̃ναι οὕτως ἔχοντα πρὸς ἄλληλα, ὡς οὐκ εἰ̃ναι τὸ ἕτερον αὐτω̃ν οἱ̃ον τὸ ἕτερον:" εἴποιμ' ἂν ἔγωγε ὅτι Τὰ μὲν ἄλλα ὀρθω̃ς ἤκουσασ, ὅτι δὲ καὶ ἐμὲ οἴει εἰπει̃ν του̃το, παρήκουσασ: Πρωταγόρας γὰρ ὅδε ταυ̃τα ἀπεκρίνατο, ἐγὼ δὲ ἠρώτων. εἰ οὐ̃ν εἴποι: "'Αληθη̃ ὅδε λέγει, ὠ̃ Πρωταγόρα; σὺ φὴ̨ς οὐκ εἰ̃ναι τὸ ἕτερον μόριον οἱ̃ον τὸ ἕτερον τω̃ν τη̃ς ἀρετη̃σ; σὸς οὑ̃τος ὁ λόγος ἐστίν;" τί ἂν αὐτω̨̃ ἀποκρίναιο; { - } 'Ανάγκη, ἔφη, ὠ̃ Σώκρατεσ, ὁμολογει̃ν.

Τί οὐ̃ν, ὠ̃ Πρωταγόρα, ἀποκρινούμεθα αὐτω̨̃, ταυ̃τα ὁμο - λογήσαντεσ, ἐὰν ἡμα̃ς ἐπανέρηται: "Οὐκ ἄρα ἐστὶν ὁσιότης οἱ̃ον δίκαιον εἰ̃ναι πρα̃γμα, οὐδὲ δικαιοσύνη οἱ̃ον ὅσιον ἀλλ' οἱ̃ον μὴ ὅσιον: ἡ δ' ὁσιότης οἱ̃ον μὴ δίκαιον, ἀλλ' ἄδικον ἄρα, τὸ δὲ ἀνόσιον;" τί αὐτω̨̃ ἀποκρινούμεθα; ἐγὼ μὲν γὰρ αὐτὸς ὑπέρ γε ἐμαυτου̃ φαίην ἂν καὶ τὴν δικαιοσύνην ὅσιον εἰ̃ναι καὶ τὴν ὁσιότητα δίκαιον: καὶ ὑπὲρ σου̃ δέ, εἴ με ἐώ̨ησ, ταὐτὰ ἂν ταυ̃τα ἀποκρινοίμην, ὅτι ἤτοι ταὐτόν γ' ἐστιν δι - καιότης ὁσιότητι ἢ ὅτι ὁμοιότατον, καὶ μάλιστα πάντων ἥ τε δικαιοσύνη οἱ̃ον ὁσιότης καὶ ἡ ὁσιότης οἱ̃ον δικαιοσύνη. ἀλλ' ὅρα εἰ διακωλύεις ἀποκρίνεσθαι, ἢ καὶ σοὶ συνδοκει̃ οὕτωσ. { - } Οὐ πάνυ μοι δοκει̃, ἔφη, ὠ̃ Σώκρατεσ, οὕτως ἁπλου̃ν εἰ̃ναι, ὥστε συγχωρη̃σαι τήν τε δικαιοσύνην ὅσιον εἰ̃ναι καὶ τὴν ὁσιότητα δίκαιον, ἀλλά τί μοι δοκει̃ ἐν αὐτω̨̃ διάφορον εἰ̃ναι. ἀλλὰ τί του̃το διαφέρει; ἔφη: εἰ γὰρ βούλει, ἔστω ἡμι̃ν καὶ δικαιοσύνη ὅσιον καὶ ὁσιότης δίκαιον. { - } Μή μοι, ἠ̃ν δ' ἐγώ: οὐδὲν γὰρ δέομαι τὸ "εἰ βούλει" του̃το καὶ "εἴ σοι δοκει̃" ἐλέγχεσθαι, ἀλλ' ἐμέ τε καὶ σέ: τὸ δ' "ἐμέ τε καὶ σέ" του̃το λέγω, οἰόμενος οὕτω τὸν λόγον βέλτιστ' ἂν ἐλέγχεσθαι, εἴ τις τὸ "εἴ" ἀφέλοι αὐτου̃. { - } 'Αλλὰ μέν - τοι, ἠ̃ δ' ὅσ, προσέοικέν τι δικαιοσύνη ὁσιότητι: καὶ γὰρ ὁτιου̃ν ὁτω̨ου̃ν ἁμη̨̃ γέ πη̨ προσέοικεν. τὸ γὰρ λευκὸν τω̨̃ μέλανι ἔστιν ὅπη̨ προσέοικεν, καὶ τὸ σκληρὸν τω̨̃ μαλακω̨̃, καὶ τἀ̃λλα ἃ δοκει̃ ἐναντιώτατα εἰ̃ναι ἀλλήλοισ: καὶ ἃ τότε ἔφαμεν ἄλλην δύναμιν ἔχειν καὶ οὐκ εἰ̃ναι τὸ ἕτερον οἱ̃ον τὸ ἕτερον, τὰ του̃ προσώπου μόρια, ἁμη̨̃ γέ πη̨ προσέοικεν καὶ ἔστιν τὸ ἕτερον οἱ̃ον τὸ ἕτερον. ὥστε τούτω̨ γε τω̨̃ τρόπω̨ κἂν ταυ̃τα ἐλέγχοισ, εἰ βούλοιο, ὡς ἅπαντά ἐστιν ὅμοια ἀλλήλοισ. ἀλλ' οὐχὶ τὰ ὅμοιόν τι ἔχοντα ὅμοια δίκαιον καλει̃ν, οὐδὲ τὰ ἀνόμοιόν τι ἔχοντα ἀνόμοια, κἂν πάνυ σμικρὸν ἔχη̨ τὸ ὅμοιον. { - } Καὶ ἐγὼ θαυμάσας εἰ̃πον πρὸς αὐτόν: ~'Η γὰρ οὕτω σοι τὸ δίκαιον καὶ τὸ ὅσιον πρὸς ἄλληλα ἔχει, ὥστε ὅμοιόν τι σμικρὸν ἔχειν ἀλλήλοισ; { - } Οὐ πάνυ, ἔφη, οὕτωσ, οὐ μέντοι οὐδὲ αὐ̃ ὡς σύ μοι δοκει̃ς οἴεσθαι. { - } 'Αλλὰ μήν, ἔφην ἐγώ, ἐπειδὴ δυσχερω̃ς δοκει̃ς μοι ἔχειν πρὸς του̃το, του̃το μὲν ἐάσωμεν, τόδε δὲ ἄλλο ὡ̃ν ἔλεγες ἐπισκεψώμεθα. ἀφροσύνην τι καλει̃σ; { - } 'Έφη. { - } Τούτω̨ τω̨̃ πράγματι οὐ πα̃ν τοὐναντίον ἐστὶν ἡ σοφία; { - } 'Έμοιγε δοκει̃, ἔφη. { - } Πότερον δὲ ὅταν πράττωσιν ἅνθρωποι ὀρθω̃ς τε καὶ ὠφελίμωσ, τότε σωφρονει̃ν σοι δοκου̃σιν οὕτω πράττοντεσ, ἢ [εἰ] τοὐναντίον [ἔπραττον]; { - } Σωφρονει̃ν, ἔφη. { - } Οὐκου̃ν σωφροσύνη̨ σωφρονου̃σιν; { - } 'Ανάγκη. { - } Οὐκου̃ν οἱ μὴ ὀρθω̃ς πράττοντες ἀφρόνως πράττουσιν καὶ οὐ σωφρονου̃σιν οὕτω πράττοντεσ; { - } Συνδοκει̃ μοι, ἔφη. { - } Τοὐναντίον ἄρα ἐστὶν τὸ ἀφρόνως πράττειν τω̨̃ σωφρόνωσ; { - } 'Έφη. { - } Οὐκου̃ν τὰ μὲν ἀφρόνως πραττόμενα ἀφροσύνη̨ πράττεται, τὰ δὲ σωφρόνως σωφροσύνη̨; { - } 'Ωμολόγει. { - } Οὐκου̃ν εἴ τι ἰσχύϊ πράττεται, ἰσχυρω̃ς πράττεται, καὶ εἴ τι ἀσθενεία̨, ἀσθενω̃σ; { - } 'Εδόκει. { - } Καὶ εἴ τι μετὰ τάχουσ, ταχέωσ, καὶ εἴ τι μετὰ βραδυτη̃τοσ, βραδέωσ; { - } 'Έφη. { - } Καὶ εἴ τι δὴ ὡσαύτως πράττεται, ὑπὸ του̃ αὐτου̃ πράττεται, καὶ εἴ τι ἐναντίωσ, ὑπὸ του̃ ἐναντίου; { - } Συνέφη. { - } Φέρε δή, ἠ̃ν δ' ἐγώ, ἔστιν τι καλόν; { - } Συνεχώρει. { - } Τούτω̨ ἔστιν τι ἐναντίον πλὴν τὸ αἰσχρόν; { - } Οὐκ ἔστιν. { - } Τί δέ; ἔστιν τι ἀγαθόν; { - } 'Έστιν. { - } Τούτω̨ ἔστιν τι ἐναν - τίον πλὴν τὸ κακόν; { - } Οὐκ ἔστιν. { - } Τί δέ; ἔστιν τι ὀξὺ ἐν φωνη̨̃; { - } 'Έφη. { - } Τούτω̨ μὴ ἔστιν τι ἐναντίον ἄλλο πλὴν τὸ βαρύ; { - } Οὐκ ἔφη. { - } Οὐκου̃ν, ἠ̃ν δ' ἐγώ, ἑνὶ ἑκάστω̨ τω̃ν ἐναν - τίων ἓν μόνον ἐστὶν ἐναντίον καὶ οὐ πολλά; { - } Συνωμολόγει.

'Ίθι δή, ἠ̃ν δ' ἐγώ, ἀναλογισώμεθα τὰ ὡμολογημένα ἡμι̃ν. ὡμολογήκαμεν ἓν ἑνὶ μόνον ἐναντίον εἰ̃ναι, πλείω δὲ μή; { - } 'Ωμολογήκαμεν. { - } Τὸ δὲ ἐναντίως πραττόμενον ὑπὸ ἐναντίων πράττεσθαι; { - } 'Έφη. { - } 'Ωμολογήκαμεν δὲ ἐναντίως πράττεσθαι ὃ ἂν ἀφρόνως πράττηται τω̨̃ σωφρό - νως πραττομένω̨; { - } 'Έφη. { - } Τὸ δὲ σωφρόνως πραττόμενον ὑπὸ σωφροσύνης πράττεσθαι, τὸ δὲ ἀφρόνως ὑπὸ ἀφροσύνησ; { - } Συνεχώρει. { - } Οὐκου̃ν εἴπερ ἐναντίως πράττεται, ὑπὸ ἐναντίου πράττοιτ' ἄν; { - } Ναί. { - } Πράττεται δὲ τὸ μὲν ὑπὸ σωφροσύνησ, τὸ δὲ ὑπὸ ἀφροσύνησ; { - } Ναί. { - } 'Εναντίωσ; { - } Πάνυ γε. { - } Οὐκου̃ν ὑπὸ ἐναντίων ὄντων; { - } Ναί. { - } 'Εναντίον ἄρ' ἐστὶν ἀφροσύνη σωφροσύνησ; { - } Φαίνεται. { - } Μέμνησαι οὐ̃ν ὅτι ἐν τοι̃ς ἔμπροσθεν ὡμολόγηται ἡμι̃ν ἀφροσύνη σοφία̨ ἐναντίον εἰ̃ναι; { - } Συνωμολόγει. { - } '`Εν δὲ ἑνὶ μόνον ἐναντίον εἰ̃ναι; { - } Φημί. { - } Πότερον οὐ̃ν, ὠ̃ Πρωταγόρα, λύσωμεν τω̃ν λόγων; τὸ ἓν ἑνὶ μόνον ἐναντίον εἰ̃ναι, ἢ ἐκει̃νον ἐν ὡ̨̃ ἐλέ - γετο ἕτερον εἰ̃ναι σωφροσύνης σοφία, μόριον δὲ ἑκάτερον ἀρετη̃σ, καὶ πρὸς τω̨̃ ἕτερον εἰ̃ναι καὶ ἀνόμοια καὶ αὐτὰ καὶ αἱ δυνάμεις αὐτω̃ν, ὥσπερ τὰ του̃ προσώπου μόρια; πότερον οὐ̃ν δὴ λύσωμεν; οὑ̃τοι γὰρ οἱ λόγοι ἀμφότεροι οὐ πάνυ μουσικω̃ς λέγονται: οὐ γὰρ συνά̨δουσιν οὐδὲ συναρμόττουσιν ἀλλήλοισ. πω̃ς γὰρ ἂν συνά̨δοιεν, εἴπερ γε ἀνάγκη ἑνὶ μὲν ἓν μόνον ἐναντίον εἰ̃ναι, πλείοσιν δὲ μή, τη̨̃ δὲ ἀφροσύνη̨ ἑνὶ ὄντι σοφία ἐναντία καὶ σωφροσύνη αὐ̃ φαίνεται: ἠ̃ γάρ, ὠ̃ Πρωταγόρα, ἔφην ἐγώ, ἢ ἄλλως πωσ; { - } 'Ωμολόγησεν καὶ μάλ' ἀκόντωσ. { - } Οὐκου̃ν ἓν ἂν εἴη ἡ σωφροσύνη καὶ ἡ σοφία; τὸ δὲ πρότερον αὐ̃ ἐφάνη ἡμι̃ν ἡ δικαιοσύνη καὶ ἡ ὁσιότης σχεδόν τι ταὐτὸν ὄν.

'Ίθι δή, ἠ̃ν δ' ἐγώ, ὠ̃ Πρωταγόρα, μὴ ἀποκάμωμεν ἀλλὰ καὶ τὰ λοιπὰ διασκεψώμεθα. ἀ̃ρά τίς σοι δοκει̃ ἀδικω̃ν ἄνθρωπος σωφρονει̃ν, ὅτι ἀδικει̃; { - } Αἰσχυνοίμην ἂν ἔγωγ', ἔφη, ὠ̃ Σώκρατεσ, του̃το ὁμολογει̃ν, ἐπεὶ πολλοί γέ φασιν τω̃ν ἀνθρώπων. { - } Πότερον οὐ̃ν πρὸς ἐκείνους τὸν λόγον ποιή - σομαι, ἔφην, ἢ πρὸς σέ; { - } Εἰ βούλει, ἔφη, πρὸς του̃τον πρω̃τον τὸν λόγον διαλέχθητι τὸν τω̃ν πολλω̃ν. { - } 'Αλλ' οὐδέν μοι διαφέρει, ἐὰν μόνον σύ γε ἀποκρίνη̨, εἴτ' οὐ̃ν δοκει̃ σοι ταυ̃τα εἴτε μή: τὸν γὰρ λόγον ἔγωγε μάλιστα ἐξετάζω, συμβαίνει μέντοι ἴσως καὶ ἐμὲ τὸν ἐρωτω̃ντα καὶ τὸν ἀποκρινόμενον ἐξετάζεσθαι.

Τὸ μὲν οὐ̃ν πρω̃τον ἐκαλλωπίζετο ἡμι̃ν ὁ Πρωταγόρασ - τὸν γὰρ λόγον ἠ̨τια̃το δυσχερη̃ εἰ̃ναι - ἔπειτα μέντοι συνεχώρησεν ἀποκρίνεσθαι. { - } 'Ίθι δή, ἔφην ἐγώ, ἐξ ἀρχη̃ς μοι ἀπόκριναι. δοκου̃σί τινές σοι σωφρονει̃ν ἀδικου̃ντεσ; { - } 'Έστω, ἔφη. { - } Τὸ δὲ σωφρονει̃ν λέγεις εὐ̃ φρονει̃ν; { - } 'Έφη. { - } Τὸ δ' εὐ̃ φρονει̃ν εὐ̃ βουλεύεσθαι, ὅτι ἀδικου̃σιν; { - } 'Έστω, ἔφη. { - } Πότερον, ἠ̃ν δ' ἐγώ, εἰ εὐ̃ πράττουσιν ἀδικου̃ντες ἢ εἰ κακω̃σ; { - } Εἰ εὐ̃. { - } Λέγεις οὐ̃ν ἀγαθὰ ἄττα εἰ̃ναι; { - } Λέγω. { - } ~'Αρ' οὐ̃ν, ἠ̃ν δ' ἐγώ, ταυ̃τ' ἐστὶν ἀγαθὰ ἅ ἐστιν ὠφέλιμα τοι̃ς ἀνθρώποισ; { - } Καὶ ναὶ μὰ Δί', ἔφη, κἂν μὴ τοι̃ς ἀνθρώποις ὠφέλιμα ἠ̨̃, ἔγωγε καλω̃ ἀγαθά. { - } Καί μοι ἐδόκει ὁ Πρωτα - γόρας ἤδη τετραχύνθαι τε καὶ ἀγωνια̃ν καὶ παρατετάχθαι πρὸς τὸ ἀποκρίνεσθαι: ἐπειδὴ οὐ̃ν ἑώρων αὐτὸν οὕτως ἔχοντα, εὐλαβούμενος ἠρέμα ἠρόμην. Πότερον, ἠ̃ν δ' ἐγώ, λέγεισ, ὠ̃ Πρωταγόρα, ἃ μηδενὶ ἀνθρώπων ὠφέλιμά ἐστιν, ἢ ἃ μηδὲ τὸ παράπαν ὠφέλιμα; καὶ τὰ τοιαυ̃τα σὺ ἀγαθὰ καλει̃σ; { - } Οὐδαμω̃σ, ἔφη: ἀλλ' ἔγωγε πολλὰ οἰ̃δ' ἃ ἀνθρώποις μὲν ἀνωφελη̃ ἐστι, καὶ σιτία καὶ ποτὰ καὶ φάρμακα καὶ ἄλλα μυρία, τὰ δέ γε ὠφέλιμα: τὰ δὲ ἀνθρώποις μὲν οὐδέτερα, ἵπποις δέ: τὰ δὲ βουσὶν μόνον, τὰ δὲ κυσίν: τὰ δέ γε τούτων μὲν οὐδενί, δένδροις δέ: τὰ δὲ του̃ δένδρου ται̃ς μὲν ῥίζαις ἀγαθά, ται̃ς δὲ βλάσταις πονηρά, οἱ̃ον καὶ ἡ κόπρος πάντων τω̃ν φυτω̃ν ται̃ς μὲν ῥίζαις ἀγαθὸν παραβαλλομένη, εἰ δ' ἐθέλοις ἐπὶ τοὺς πτόρθους καὶ τοὺς νέους κλω̃νας ἐπιβάλλειν, πάντα ἀπόλλυσιν: ἐπεὶ καὶ τὸ ἔλαιον τοι̃ς μὲν φυτοι̃ς ἅπασίν ἐστιν πάγκακον καὶ ται̃ς θριξὶν πολεμιώτατον ται̃ς τω̃ν ἄλλων ζώ̨ων πλὴν ται̃ς του̃ ἀνθρώπου, ται̃ς δὲ του̃ ἀνθρώπου ἀρωγὸν καὶ τω̨̃ ἄλλω̨ σώματι. οὕτω δὲ ποικίλον τί ἐστιν τὸ ἀγαθὸν καὶ παντοδαπόν, ὥστε καὶ ἐνταυ̃θα τοι̃ς μὲν ἔξωθεν του̃ σώματος ἀγαθόν ἐστιν τω̨̃ ἀνθρώπω̨, τοι̃ς δ' ἐντὸς ταὐτὸν του̃το κάκιστον: καὶ διὰ του̃το οἱ ἰατροὶ πάντες ἀπαγορεύουσιν τοι̃ς ἀσθενου̃σιν μὴ χρη̃σθαι ἐλαίω̨ ἀλλ' ἢ ὅτι σμικροτάτω̨ ἐν τούτοις οἱ̃ς μέλλει ἔδεσθαι, ὅσον μόνον τὴν δυσχέρειαν κατασβέσαι τὴν ἐπὶ ται̃ς αἰσθήσεσι ται̃ς διὰ τω̃ν ῥινω̃ν γιγνομένην ἐν τοι̃ς σιτίοις τε καὶ ὄψοισ.

Εἰπόντος οὐ̃ν ταυ̃τα αὐτου̃ οἱ παρόντες ἀνεθορύβησαν ὡς εὐ̃ λέγοι, καὶ ἐγὼ εἰ̃πον: ~'Ω Πρωταγόρα, ἐγὼ τυγχάνω ἐπι - λήσμων τις ὢν ἄνθρωποσ, καὶ ἐάν τίς μοι μακρὰ λέγη̨, ἐπιλανθάνομαι περὶ οὑ̃ ἂν ἠ̨̃ ὁ λόγοσ. ὥσπερ οὐ̃ν εἰ ἐτύγχανον ὑπόκωφος ὤν, ὤ̨ου ἂν χρη̃ναι, εἴπερ ἔμελλές μοι διαλέξεσθαι, μει̃ζον φθέγγεσθαι ἢ πρὸς τοὺς ἄλλουσ, οὕτω καὶ νυ̃ν, ἐπειδὴ ἐπιλήσμονι ἐνέτυχεσ, σύντεμνέ μοι τὰς ἀποκρίσεις καὶ βραχυτέρας ποίει, εἰ μέλλω σοι ἕπεσθαι.

Πω̃ς οὐ̃ν κελεύεις με βραχέα ἀποκρίνεσθαι; ἢ βραχύτερά σοι, ἔφη, ἀποκρίνωμαι ἢ δει̃;

Μηδαμω̃σ, ἠ̃ν δ' ἐγώ.

'Αλλ' ὅσα δει̃; ἔφη.

Ναί, ἠ̃ν δ' ἐγώ.

Πότερα οὐ̃ν ὅσα ἐμοὶ δοκει̃ δει̃ν ἀποκρίνεσθαι, τοσαυ̃τά σοι ἀποκρίνωμαι, ἢ ὅσα σοί;

'Ακήκοα γου̃ν, ἠ̃ν δ' ἐγώ, ὅτι σὺ οἱ̃ός τ' εἰ̃ καὶ αὐτὸς καὶ ἄλλον διδάξαι περὶ τω̃ν αὐτω̃ν καὶ μακρὰ λέγειν, ἐὰν βούλη̨, οὕτως ὥστε τὸν λόγον μηδέποτε ἐπιλιπει̃ν, καὶ αὐ̃ βραχέα οὕτως ὥστε μηδένα σου̃ ἐν βραχυτέροις εἰπει̃ν: εἰ οὐ̃ν μέλλεις ἐμοὶ διαλέξεσθαι, τω̨̃ ἑτέρω̨ χρω̃ τρόπω̨ πρός με, τη̨̃ βραχυλογία̨.

~'Ω Σώκρατεσ, ἔφη, ἐγὼ πολλοι̃ς ἤδη εἰς ἀγω̃να λόγων ἀφικόμην ἀνθρώποισ, καὶ εἰ του̃το ἐποίουν ὃ σὺ κελεύεισ, ὡς ὁ ἀντιλέγων ἐκέλευέν με διαλέγεσθαι, οὕτω διελεγόμην, οὐδενὸς ἂν βελτίων ἐφαινόμην οὐδ' ἂν ἐγένετο Πρωταγόρου ὄνομα ἐν τοι̃ς 'Έλλησιν.

Καὶ ἐγώ - ἔγνων γὰρ ὅτι οὐκ ἤρεσεν αὐτὸς αὑτω̨̃ ται̃ς ἀποκρίσεσιν ται̃ς ἔμπροσθεν, καὶ ὅτι οὐκ ἐθελήσοι ἑκὼν εἰ̃ναι ἀποκρινόμενος διαλέγεσθαι - ἡγησάμενος οὐκέτι ἐμὸν ἔργον εἰ̃ναι παρει̃ναι ἐν ται̃ς συνουσίαισ, 'Αλλά τοι, ἔφην, ὠ̃ Πρωταγόρα, οὐδ' ἐγὼ λιπαρω̃ς ἔχω παρὰ τὰ σοὶ δοκου̃ντα τὴν συνουσίαν ἡμι̃ν γίγνεσθαι, ἀλλ' ἐπειδὰν σὺ βούλη̨ διαλέγεσθαι ὡς ἐγὼ δύναμαι ἕπεσθαι, τότε σοι διαλέξομαι. σὺ μὲν γάρ, ὡς λέγεται περὶ σου̃, φὴ̨ς δὲ καὶ αὐτόσ, καὶ ἐν μακρολογία̨ καὶ ἐν βραχυλογία̨ οἱ̃ός τ' εἰ̃ συνουσίας ποιει̃σθαι - σοφὸς γὰρ εἰ̃ - ἐγὼ δὲ τὰ μακρὰ ταυ̃τα ἀδύνατοσ, ἐπεὶ ἐβουλόμην ἂν οἱ̃ός τ' εἰ̃ναι. ἀλλὰ σὲ ἐχρη̃ν ἡμι̃ν συγχωρει̃ν τὸν ἀμφότερα δυνάμενον, ἵνα ἡ συνουσία ἐγίγνετο: νυ̃ν δὲ ἐπειδὴ οὐκ ἐθέλεις καὶ ἐμοί τις ἀσχολία ἐστὶν καὶ οὐκ ἂν οἱ̃ός τ' εἴην σοι παραμει̃ναι ἀποτείνοντι μακροὺς λόγουσ - ἐλθει̃ν γάρ ποί με δει̃ - εἰ̃μι: ἐπεὶ καὶ ταυ̃τ' ἂν ἴσως οὐκ ἀηδω̃ς σου ἤκουον.

Καὶ ἅμα ταυ̃τ' εἰπὼν ἀνιστάμην ὡς ἀπιών: καί μου ἀνισταμένου ἐπιλαμβάνεται ὁ Καλλίας τη̃ς χειρὸς τη̨̃ δεξια̨̃, τη̨̃ δ' ἀριστερα̨̃ ἀντελάβετο του̃ τρίβωνος τουτουΐ, καὶ εἰ̃πεν: Οὐκ ἀφήσομέν σε, ὠ̃ Σώκρατεσ: ἐὰν γὰρ σὺ ἐξέλθη̨σ, οὐχ ὁμοίως ἡμι̃ν ἔσονται οἱ διάλογοι. δέομαι οὐ̃ν σου παρα - μει̃ναι ἡμι̃ν: ὡς ἐγὼ οὐδ' ἂν ἑνὸς ἥδιον ἀκούσαιμι ἢ σου̃ τε καὶ Πρωταγόρου διαλεγομένων. ἀλλὰ χάρισαι ἡμι̃ν πα̃σιν.

Καὶ ἐγὼ εἰ̃πον - ἤδη δὲ ἀνειστήκη ὡς ἐξιών - ~'Ω παι̃ 'Ιππονίκου, ἀεὶ μὲν ἔγωγέ σου τὴν φιλοσοφίαν ἄγαμαι, ἀτὰρ καὶ νυ̃ν ἐπαινω̃ καὶ φιλω̃, ὥστε βουλοίμην ἂν χαρίζεσθαί σοι, εἴ μου δυνατὰ δέοιο: νυ̃ν δ' ἐστὶν ὥσπερ ἂν εἰ δέοιό μου Κρίσωνι τω̨̃ 'Ιμεραίω̨ δρομει̃ ἀκμάζοντι ἕπεσθαι, ἢ τω̃ν δολιχοδρόμων τω̨ ἢ τω̃ν ἡμεροδρόμων διαθει̃ν τε καὶ ἕπεσθαι, εἴποιμι ἄν σοι ὅτι πολὺ σου̃ μα̃λλον ἐγὼ ἐμαυτου̃ δέομαι θέουσιν τούτοις ἀκολουθει̃ν, ἀλλ' οὐ γὰρ δύναμαι, ἀλλ' εἴ τι δέη̨ θεάσασθαι ἐν τω̨̃ αὐτω̨̃ ἐμέ τε καὶ Κρίσωνα θέοντασ, τούτου δέου συγκαθει̃ναι: ἐγὼ μὲν γὰρ οὐ δύναμαι ταχὺ θει̃ν, οὑ̃τος δὲ δύναται βραδέωσ. εἰ οὐ̃ν ἐπιθυμει̃ς ἐμου̃ καὶ Πρωτα - γόρου ἀκούειν, τούτου δέου, ὥσπερ τὸ πρω̃τόν μοι ἀπεκρίνατο διὰ βραχέων τε καὶ αὐτὰ τὰ ἐρωτώμενα, οὕτω καὶ νυ̃ν ἀποκρίνεσθαι: εἰ δὲ μή, τίς ὁ τρόπος ἔσται τω̃ν διαλόγων; χωρὶς γὰρ ἔγωγ' ὤ̨μην εἰ̃ναι τὸ συνει̃ναί τε ἀλλήλοις διαλεγομένους καὶ τὸ δημηγορει̃ν.

'Αλλ' - ὁρα̨̃σ; - ἔφη, ὠ̃ Σώκρατεσ, δίκαια δοκει̃ λέγειν Πρωταγόρας ἀξιω̃ν αὑτω̨̃ τε ἐξει̃ναι διαλέγεσθαι ὅπως βού - λεται, καὶ σὺ ὅπως ἂν αὐ̃ σὺ βούλη̨.

'Υπολαβὼν οὐ̃ν ὁ 'Αλκιβιάδησ, Οὐ καλω̃ς λέγεισ, ἔφη, ὠ̃ Καλλία: Σωκράτης μὲν γὰρ ὅδε ὁμολογει̃ μὴ μετει̃ναί οἱ μακρολογίας καὶ παραχωρει̃ Πρωταγόρα̨, του̃ δὲ διαλέγεσθαι οἱ̃ός τ' εἰ̃ναι καὶ ἐπίστασθαι λόγον τε δου̃ναι καὶ δέξασθαι θαυμάζοιμ' ἂν εἴ τω̨ ἀνθρώπων παραχωρει̃. εἰ μὲν οὐ̃ν καὶ Πρωταγόρας ὁμολογει̃ φαυλότερος εἰ̃ναι Σωκράτους διαλε - χθη̃ναι, ἐξαρκει̃ Σωκράτει: εἰ δὲ ἀντιποιει̃ται, διαλεγέσθω ἐρωτω̃ν τε καὶ ἀποκρινόμενοσ, μὴ ἐφ' ἑκάστη̨ ἐρωτήσει μακρὸν λόγον ἀποτείνων, ἐκκρούων τοὺς λόγους καὶ οὐκ ἐθέλων διδόναι λόγον, ἀλλ' ἀπομηκύνων ἕως ἂν ἐπιλάθωνται περὶ ὅτου τὸ ἐρώτημα ἠ̃ν οἱ πολλοὶ τω̃ν ἀκουόντων: ἐπεὶ Σωκράτη γε ἐγὼ ἐγγυω̃μαι μὴ ἐπιλήσεσθαι, οὐχ ὅτι παίζει καί φησιν ἐπιλήσμων εἰ̃ναι. ἐμοὶ μὲν οὐ̃ν δοκει̃ ἐπιεικέστερα Σωκράτης λέγειν: χρὴ γὰρ ἕκαστον τὴν ἑαυτου̃ γνώμην ἀποφαίνεσθαι.

Μετὰ δὲ τὸν 'Αλκιβιάδην, ὡς ἐγὠ̨̃μαι, Κριτίας ἠ̃ν ὁ εἰπών: ~'Ω Πρόδικε καὶ 'Ιππία, Καλλίας μὲν δοκει̃ μοι μάλα πρὸς Πρωταγόρου εἰ̃ναι, 'Αλκιβιάδης δὲ ἀεὶ φιλόνικός ἐστι πρὸς ὃ ἂν ὁρμήση̨: ἡμα̃ς δὲ οὐδὲν δει̃ συμφιλονικει̃ν οὔτε Σωκράτει οὔτε Πρωταγόρα̨, ἀλλὰ κοινη̨̃ ἀμφοτέρων δει̃σθαι μὴ μεταξὺ διαλυ̃σαι τὴν συνουσίαν.

Εἰπόντος δὲ αὐτου̃ ταυ̃τα, ὁ Πρόδικοσ, Καλω̃ς μοι, ἔφη, δοκει̃ς λέγειν, ὠ̃ Κριτία: χρὴ γὰρ τοὺς ἐν τοιοι̃σδε λόγοις παραγιγνομένους κοινοὺς μὲν εἰ̃ναι ἀμφοι̃ν τοι̃ν διαλεγομένοιν ἀκροατάσ, ἴσους δὲ μή - ἔστιν γὰρ οὐ ταὐτόν: κοινη̨̃ μὲν γὰρ ἀκου̃σαι δει̃ ἀμφοτέρων, μὴ ἴσον δὲ νει̃μαι ἑκατέρω̨, ἀλλὰ τω̨̃ μὲν σοφωτέρω̨ πλέον, τω̨̃ δὲ ἀμαθεστέρω̨ ἔλαττον. ἐγὼ μὲν καὶ αὐτόσ, ὠ̃ Πρωταγόρα τε καὶ Σώκρατεσ, ἀξιω̃ ὑμα̃ς συγχωρει̃ν καὶ ἀλλήλοις περὶ τω̃ν λόγων ἀμφισβητει̃ν μέν, ἐρίζειν δὲ μή - ἀμφισβητου̃σι μὲν γὰρ καὶ δι' εὔνοιαν οἱ φίλοι τοι̃ς φίλοισ, ἐρίζουσιν δὲ οἱ διάφοροί τε καὶ ἐχθροὶ ἀλλήλοισ - καὶ οὕτως ἂν καλλίστη ἡμι̃ν ἡ συνουσία γίγνοιτο: ὑμει̃ς τε γὰρ οἱ λέγοντες μάλιστ' ἂν οὕτως ἐν ἡμι̃ν τοι̃ς ἀκούουσιν εὐδοκιμοι̃τε καὶ οὐκ ἐπαινοι̃σθε - εὐδοκιμει̃ν μὲν γὰρ ἔστιν παρὰ ται̃ς ψυχαι̃ς τω̃ν ἀκουόντων ἄνευ ἀπάτησ, ἐπαινει̃σθαι δὲ ἐν λόγω̨ πολλάκις παρὰ δόξαν ψευδομένων - ἡμει̃ς τ' αὐ̃ οἱ ἀκούοντες μάλιστ' ἂν οὕτως εὐφραινοίμεθα, οὐχ ἡδοίμεσθα - εὐφραίνεσθαι μὲν γὰρ ἔστιν μανθάνοντά τι καὶ φρονήσεως μεταλαμβάνοντα αὐτη̨̃ τη̨̃ διανοία̨, ἥδεσθαι δὲ ἐσθίοντά τι ἢ ἄλλο ἡδὺ πάσχοντα αὐτω̨̃ τω̨̃ σώματι.

Ταυ̃τα οὐ̃ν εἰπόντος του̃ Προδίκου πολλοὶ πάνυ τω̃ν παρόντων ἀπεδέξαντο: μετὰ δὲ τὸν Πρόδικον 'Ιππίας ὁ σοφὸς εἰ̃πεν, ~'Ω ἄνδρεσ, ἔφη, οἱ παρόντεσ, ἡγου̃μαι ἐγὼ ὑμα̃ς συγγενει̃ς τε καὶ οἰκείους καὶ πολίτας ἅπαντας εἰ̃ναι - φύσει, οὐ νόμω̨: τὸ γὰρ ὅμοιον τω̨̃ ὁμοίω̨ φύσει συγγενές ἐστιν, ὁ δὲ νόμοσ, τύραννος ὢν τω̃ν ἀνθρώπων, πολλὰ παρὰ τὴν φύσιν βιάζεται - ἡμα̃ς οὐ̃ν αἰσχρὸν τὴν μὲν φύσιν τω̃ν πραγμάτων εἰδέναι, σοφωτάτους δὲ ὄντας τω̃ν 'Ελλήνων, καὶ κατ' αὐτὸ του̃το νυ̃ν συνεληλυθότας τη̃ς τε 'Ελλάδος εἰς αὐτὸ τὸ πρυτανει̃ον τη̃ς σοφίας καὶ αὐτη̃ς τη̃ς πόλεως εἰς τὸν μέγιστον καὶ ὀλβιώτατον οἰ̃κον τόνδε, μηδὲν τούτου του̃ ἀξιώματος ἄξιον ἀποφήνασθαι, ἀλλ' ὥσπερ τοὺς φαυλο - τάτους τω̃ν ἀνθρώπων διαφέρεσθαι ἀλλήλοισ. ἐγὼ μὲν οὐ̃ν καὶ δέομαι καὶ συμβουλεύω, ὠ̃ Πρωταγόρα τε καὶ Σώκρατεσ, συμβη̃ναι ὑμα̃ς ὥσπερ ὑπὸ διαιτητω̃ν ἡμω̃ν συμβιβαζόντων εἰς τὸ μέσον, καὶ μήτε σὲ τὸ ἀκριβὲς του̃το εἰ̃δος τω̃ν διαλόγων ζητει̃ν τὸ κατὰ βραχὺ λίαν, εἰ μὴ ἡδὺ Πρωταγόρα̨, ἀλλ' ἐφει̃ναι καὶ χαλάσαι τὰς ἡνίας τοι̃ς λόγοισ, ἵνα μεγα - λοπρεπέστεροι καὶ εὐσχημονέστεροι ἡμι̃ν φαίνωνται, μήτ' αὐ̃ Πρωταγόραν πάντα κάλων ἐκτείναντα, οὐρία̨ ἐφέντα, φεύγειν εἰς τὸ πέλαγος τω̃ν λόγων ἀποκρύψαντα γη̃ν, ἀλλὰ μέσον τι ἀμφοτέρους τεμει̃ν. ὣς οὐ̃ν ποιήσετε, καὶ πείθεσθέ μοι ῥαβδου̃χον καὶ ἐπιστάτην καὶ πρύτανιν ἑλέσθαι ὃς ὑμι̃ν φυλάξει τὸ μέτριον μη̃κος τω̃ν λόγων ἑκατέρου.

Ταυ̃τα ἤρεσε τοι̃ς παρου̃σι, καὶ πάντες ἐπή̨νεσαν, καὶ ἐμέ τε ὁ Καλλίας οὐκ ἔφη ἀφήσειν καὶ ἑλέσθαι ἐδέοντο ἐπιστάτην. εἰ̃πον οὐ̃ν ἐγὼ ὅτι αἰσχρὸν εἴη βραβευτὴν ἑλέσθαι τω̃ν λόγων. εἴτε γὰρ χείρων ἔσται ἡμω̃ν ὁ αἱρεθείσ, οὐκ ὀρθω̃ς ἂν ἔχοι τὸν χείρω τω̃ν βελτιόνων ἐπιστατει̃ν, εἴτε ὅμοιοσ, οὐδ' οὕτως ὀρθω̃σ: ὁ γὰρ ὅμοιος ἡμι̃ν ὅμοια καὶ ποιήσει, ὥστε ἐκ περιττου̃ ἡ̨ρήσεται. ἀλλὰ δὴ βελτίονα ἡμω̃ν αἱρήσεσθε. τη̨̃ μὲν ἀληθεία̨, ὡς ἐγὠ̨̃μαι, ἀδύνατον ὑμι̃ν ὥστε Πρωταγόρου του̃δε σοφώτερόν τινα ἑλέσθαι: εἰ δὲ αἱρήσεσθε μὲν μηδὲν βελτίω, φήσετε δέ, αἰσχρὸν καὶ του̃το τω̨̃δε γίγνεται, ὥσπερ φαύλω̨ ἀνθρώπω̨ ἐπιστάτην αἱρει̃σθαι, ἐπεὶ τό γ' ἐμὸν οὐδέν μοι διαφέρει. ἀλλ' οὑτωσὶ ἐθέλω ποιη̃σαι, ἵν' ὃ προθυμει̃σθε συνουσία τε καὶ διάλογοι ἡμι̃ν γίγνωνται: εἰ μὴ βούλεται Πρωταγόρας ἀποκρίνεσθαι, οὑ̃τος μὲν ἐρωτάτω, ἐγὼ δὲ ἀπο - κρινου̃μαι, καὶ ἅμα πειράσομαι αὐτω̨̃ δει̃ξαι ὡς ἐγώ φημι χρη̃ναι τὸν ἀποκρινόμενον ἀποκρίνεσθαι: ἐπειδὰν δὲ ἐγὼ ἀποκρίνωμαι ὁπόσ' ἂν οὑ̃τος βούληται ἐρωτα̃ν, πάλιν οὑ̃τος ἐμοὶ λόγον ὑποσχέτω ὁμοίωσ. ἐὰν οὐ̃ν μὴ δοκη̨̃ πρόθυμος εἰ̃ναι πρὸς αὐτὸ τὸ ἐρωτώμενον ἀποκρίνεσθαι, καὶ ἐγὼ καὶ ὑμει̃ς κοινη̨̃ δεησόμεθα αὐτου̃ ἅπερ ὑμει̃ς ἐμου̃, μὴ διαφθείρειν τὴν συνουσίαν: καὶ οὐδὲν δει̃ τούτου ἕνεκα ἕνα ἐπιστάτην γενέσθαι, ἀλλὰ πάντες κοινη̨̃ ἐπιστατήσετε. 'Εδόκει πα̃σιν οὕτω ποιη - τέον εἰ̃ναι: καὶ ὁ Πρωταγόρας πάνυ μὲν οὐκ ἤθελεν, ὅμως δὲ ἠναγκάσθη ὁμολογη̃σαι ἐρωτήσειν, καὶ ἐπειδὰν ἱκανω̃ς ἐρωτήση̨, πάλιν δώσειν λόγον κατὰ σμικρὸν ἀποκρινόμενοσ.

'Ήρξατο οὐ̃ν ἐρωτα̃ν οὑτωσί πωσ: 'Ηγου̃μαι, ἔφη, ὠ̃ Σώ - κρατεσ, ἐγὼ ἀνδοὶ παιδείας μέγιστον μέρος εἰ̃ναι περὶ ἐπω̃ν δεινὸν εἰ̃ναι: ἔστιν δὲ του̃το τὰ ὑπὸ τω̃ν ποιητω̃ν λεγόμενα οἱ̃όν τ' εἰ̃ναι συνιέναι ἅ τε ὀρθω̃ς πεποίηται καὶ ἃ μή, καὶ ἐπίστασθαι διελει̃ν τε καὶ ἐρωτώμενον λόγον δου̃ναι. καὶ δὴ καὶ νυ̃ν ἔσται τὸ ἐρώτημα περὶ του̃ αὐτου̃ μὲν περὶ οὑ̃περ ἐγώ τε καὶ σὺ νυ̃ν διαλεγόμεθα, περὶ ἀρετη̃σ, μετενηνεγμένον δ' εἰς ποίησιν: τοσου̃τον μόνον διοίσει. λέγει γάρ που Σιμωνίδης πρὸς Σκόπαν τὸν Κρέοντος ὑὸν του̃ Θετταλου̃ ὅτι -

ἄνδρ' ἀγαθὸν μὲν ἀλαθέως γενέσθαι χαλεπόν,
χερσίν τε καὶ ποσὶ καὶ νόω̨ τετράγωνον, ἄνευ ψόγου
τετυγμένον.

του̃το ἐπίστασαι τὸ ἀ̨̃σμα, ἢ πα̃ν σοι διεξέλθω;

Καὶ ἐγὼ εἰ̃πον ὅτι Οὐδὲν δει̃: ἐπίσταμαί τε γάρ, καὶ πάνυ μοι τυγχάνει μεμεληκὸς του̃ ἄ̨σματοσ.

Εὐ̃, ἔφη, λέγεισ. πότερον οὐ̃ν καλω̃ς σοι δοκει̃ πεποιη̃σθαι καὶ ὀρθω̃σ, ἢ οὔ; { - } Πάνυ, ἔφην ἐγώ, [καλω̃σ] τε καὶ ὀρθω̃σ. { - } Δοκει̃ δέ σοι καλω̃ς πεποιη̃σθαι, εἰ ἐναντία λέγει αὐτὸς αὑτω̨̃ ὁ ποιητήσ; { - } Οὐ καλω̃σ, ἠ̃ν δ' ἐγώ. { - } 'Όρα δή, ἔφη, βέλτιον. { - } 'Αλλ', ὠγαθέ, ἔσκεμμαι ἱκανω̃σ. { - } Οἰ̃σθα οὐ̃ν, ἔφη, ὅτι προϊόντος του̃ ἄ̨σματος λέγει που -

οὐδέ μοι ἐμμελέως τὸ Πιττάκειον νέμεται,
καίτοι σοφου̃ παρὰ φωτὸς εἰρημένον: χαλεπὸν φάτ' ἐσθλὸν
ἔμμεναι.

ἐννοει̃ς ὅτι ὁ αὐτὸς οὑ̃τος καὶ τάδε λέγει κἀκει̃να τὰ ἔμπροσθεν; { - } Οἰ̃δα, ἠ̃ν δ' ἐγώ. { - } Δοκει̃ οὐ̃ν σοι, ἔφη, ταυ̃τα ἐκείνοις ὁμολο - γει̃σθαι; { - } Φαίνεται ἔμοιγε [καὶ ἅμα μέντοι ἐφοβούμην μὴ τὶ λέγοι] ἀτάρ, ἔφην ἐγώ, σοὶ οὐ φαίνεται; { - } Πω̃ς γὰρ ἂν φαίνοιτο ὁμολογει̃ν αὐτὸς ἑαυτω̨̃ ὁ ταυ̃τα ἀμφότερα λέγων, ὅς γε τὸ μὲν πρω̃τον αὐτὸς ὑπέθετο χαλεπὸν εἰ̃ναι ἄνδρα ἀγαθὸν γενέσθαι ἀλαθεία̨, ὀλίγον δὲ του̃ ποιήματος εἰς τὸ πρόσθεν προελθὼν ἐπελάθετο, καὶ Πιττακὸν τὸν ταὐτὰ λέγοντα ἑαυτω̨̃, ὅτι <χαλεπὸν ἐσθλὸν ἔμμεναι>, του̃τον μέμφεταί τε καὶ οὔ φησιν ἀποδέχεσθαι αὐτου̃ τὰ αὐτὰ ἑαυτω̨̃ λέγοντοσ; καίτοι ὁπότε τὸν ταὐτὰ λέγοντα αὑτω̨̃ μέμφεται, δη̃λον ὅτι καὶ ἑαυτὸν μέμφεται, ὥστε ἤτοι τὸ πρότερον ἢ ὕστερον οὐκ ὀρθω̃ς λέγει.

Εἰπὼν οὐ̃ν ταυ̃τα πολλοι̃ς θόρυβον παρέσχεν καὶ ἔπαινον τω̃ν ἀκουόντων: καὶ ἐγὼ τὸ μὲν πρω̃τον, ὡσπερεὶ ὑπὸ ἀγαθου̃ πύκτου πληγείσ, ἐσκοτώθην τε καὶ ἰλιγγίασα εἰπόντος αὐτου̃ ταυ̃τα καὶ τω̃ν ἄλλων ἐπιθορυβησάντων: ἔπειτα - ὥς γε πρὸς

σὲ εἰρη̃σθαι τἀληθη̃, ἵνα μοι χρόνος ἐγγένηται τη̨̃ σκέψει τί λέγοι ὁ ποιητήσ - τρέπομαι πρὸς τὸν Πρόδικον, καὶ καλέσας αὐτόν, ~'Ω Πρόδικε, ἔφην ἐγώ, σὸς μέντοι Σιμωνίδης πολίτησ: δίκαιος εἰ̃ βοηθει̃ν τω̨̃ ἀνδρί. δοκω̃ οὐ̃ν μοι ἐγὼ παρακαλει̃ν σέ: ὥσπερ ἔφη 'Όμηρος τὸν Σκάμανδρον πολιορκούμενον ὑπὸ του̃ 'Αχιλλέως τὸν Σιμόεντα παρακαλει̃ν, εἰπόντα -

φίλε κασίγνητε, σθένος ἀνέρος ἀμφότεροί περ
σχω̃μεν,

ἀτὰρ καὶ ἐγὼ σὲ παρακαλω̃, μὴ ἡμι̃ν ὁ Πρωταγόρας τὸν Σιμωνίδην ἐκπέρση̨. καὶ γὰρ οὐ̃ν καὶ δει̃ται τὸ ὑπὲρ Σιμω - νίδου ἐπανόρθωμα τη̃ς ση̃ς μουσικη̃σ, ἡ̨̃ τό τε βούλεσθαι καὶ ἐπιθυμει̃ν διαιρει̃ς ὡς οὐ ταὐτὸν ὄν, καὶ ἃ νυνδὴ εἰ̃πες πολλά τε καὶ καλά. καὶ νυ̃ν σκόπει εἴ σοι συνδοκει̃ ὅπερ ἐμοί. οὐ γὰρ φαίνεται ἐναντία λέγειν αὐτὸς αὑτω̨̃ Σιμωνίδησ. σὺ γάρ, ὠ̃ Πρόδικε, προαπόφηναι τὴν σὴν γνώμην: ταὐτόν σοι δοκει̃ εἰ̃ναι τὸ γενέσθαι καὶ τὸ εἰ̃ναι, ἢ ἄλλο; { - } 'Άλλο νὴ Δί', ἔφη ὁ Πρόδικοσ. { - } Οὐκου̃ν, ἔφην ἐγώ, ἐν μὲν τοι̃ς πρώτοις αὐτὸς ὁ Σιμωνίδης τὴν ἑαυτου̃ γνώμην ἀπεφήνατο, ὅτι ἄνδρα ἀγαθὸν ἀληθεία̨ γενέσθαι χαλεπὸν εἴη; { - } 'Αληθη̃ λέγεισ, ἔφη ὁ Πρόδικοσ. { - } Τὸν δέ γε Πιττακόν, ἠ̃ν δ' ἐγώ, μέμφεται, οὐχ ὡς οἴεται Πρωταγόρασ, ταὐτὸν ἑαυτω̨̃ λέγοντα, ἀλλ' ἄλλο. οὐ γὰρ του̃το ὁ Πιττακὸς ἔλεγεν τὸ χαλεπόν, <γενέσθαι> ἐσθλόν, ὥσπερ ὁ Σιμωνίδησ, ἀλλὰ τὸ <ἔμμεναι>: ἔστιν δὲ οὐ ταὐτόν, ὠ̃ Πρωταγόρα, ὥς φησιν Πρόδικος ὅδε, τὸ εἰ̃ναι καὶ τὸ γενέσθαι. εἰ δὲ μὴ τὸ αὐτό ἐστιν τὸ εἰ̃ναι τω̨̃ γενέσθαι, οὐκ ἐναντία λέγει ὁ Σιμωνίδης αὐτὸς αὑτω̨̃. καὶ ἴσως ἂν φαίη Πρόδικος ὅδε καὶ ἄλλοι πολλοὶ καθ' 'Ησίοδον γενέ - σθαι μὲν ἀγαθὸν χαλεπὸν εἰ̃ναι - τη̃ς γὰρ <ἀρετη̃ς ἔμπρο - σθεν> τοὺς θεοὺς <ἱδρω̃τα> θει̃ναι - ὅταν δέ τις αὐτη̃ς <εἰς ἄκρον ἵκηται, ῥηϊδίην δἤπειτα πέλειν, χαλεπήν περ ἐου̃σαν>, ἐκτη̃σθαι.

'Ο μὲν οὐ̃ν Πρόδικος ἀκούσας ταυ̃τα ἐπή̨νεσέν με: ὁ δὲ Πρωταγόρασ, Τὸ ἐπανόρθωμά σοι, ἔφη, ὠ̃ Σώκρατεσ, μει̃ζον ἁμάρτημα ἔχει ἢ ὃ ἐπανορθοι̃σ.

Καὶ ἐγὼ εἰ̃πον: Κακὸν ἄρα μοι εἴργασται, ὡς ἔοικεν, ὠ̃ Πρωταγόρα, καὶ εἰμί τις γελοι̃ος ἰατρόσ: ἰώμενος μει̃ζον τὸ νόσημα ποιω̃.

'Αλλ' οὕτως ἔχει, ἔφη.

Πω̃ς δή; ἠ̃ν δ' ἐγώ.

Πολλὴ ἄν, ἔφη, ἀμαθία εἴη του̃ ποιητου̃, εἰ οὕτω φαυ̃λόν τί φησιν εἰ̃ναι τὴν ἀρετὴν ἐκτη̃σθαι, ὅ ἐστιν πάντων χαλε - πώτατον, ὡς ἅπασιν δοκει̃ ἀνθρώποισ.

Καὶ ἐγὼ εἰ̃πον: Νὴ τὸν Δία, εἰς καιρόν γε παρατετύχηκεν ἡμι̃ν ἐν τοι̃ς λόγοις Πρόδικος ὅδε. κινδυνεύει γάρ τοι, ὠ̃ Πρωταγόρα, ἡ Προδίκου σοφία θεία τις εἰ̃ναι πάλαι, ἤτοι ἀπὸ Σιμωνίδου ἀρξαμένη, ἢ καὶ ἔτι παλαιοτέρα. σὺ δὲ ἄλλων πολλω̃ν ἔμπειρος ὢν ταύτης ἄπειρος εἰ̃ναι φαίνη̨, οὐχ ὥσπερ ἐγὼ ἔμπειρος διὰ τὸ μαθητὴς εἰ̃ναι Προδίκου τουτουΐ: καὶ νυ̃ν μοι δοκει̃ς οὐ μανθάνειν ὅτι καὶ τὸ "χαλεπὸν" του̃το ἴσως οὐχ οὕτως Σιμωνίδης ὑπελάμβανεν ὥσπερ σὺ ὑπολαμ - βάνεισ, ἀλλ' ὥσπερ περὶ του̃ "δεινου̃" Πρόδικός με οὑτοσὶ νουθετει̃ ἑκάστοτε, ὅταν ἐπαινω̃ν ἐγὼ ἢ σὲ ἢ ἄλλον τινὰ λέγω ὅτι Πρωταγόρας σοφὸς καὶ δεινός ἐστιν ἀνήρ, ἐρωτα̨̃ εἰ οὐκ αἰσχύνομαι τἀγαθὰ δεινὰ καλω̃ν. τὸ γὰρ δεινόν, φησίν, κακόν ἐστιν: οὐδεὶς γου̃ν λέγει ἑκάστοτε "δεινου̃ πλούτου" οὐδὲ "δεινη̃ς εἰρήνησ" οὐδὲ "δεινη̃ς ὑγιείασ," ἀλλὰ "δεινη̃ς νόσου" καὶ "δεινου̃ πολέμου" καὶ "δεινη̃ς πενίασ," ὡς του̃ δεινου̃ κακου̃ ὄντοσ. ἴσως οὐ̃ν καὶ τὸ "χαλεπὸν" αὐ̃ οἱ Κει̃οι καὶ ὁ Σιμωνίδης ἢ κακὸν ὑπολαμβάνουσι ἢ ἄλλο τι ὃ σὺ οὐ μανθάνεισ: ἐρώμεθα οὐ̃ν Πρόδικον - δίκαιον γὰρ τὴν Σιμωνίδου φωνὴν του̃τον ἐρωτα̃ν - τί ἔλεγεν, ὠ̃ Πρόδικε, τὸ "χαλεπὸν" Σιμωνίδησ;

Κακόν, ἔφη.

Διὰ ταυ̃τ' ἄρα καὶ μέμφεται, ἠ̃ν δ' ἐγώ, ὠ̃ Πρόδικε, τὸν Πιττακὸν λέγοντα <χαλεπὸν ἐσθλὸν ἔμμεναι>, ὥσπερ ἂν εἰ ἤκουεν αὐτου̃ λέγοντος ὅτι ἐστὶν κακὸν <ἐσθλὸν ἔμμεναι>.

'Αλλὰ τί οἴει, ἔφη, λέγειν, ὠ̃ Σώκρατεσ, Σιμωνίδην ἄλλο ἢ του̃το, καὶ ὀνειδίζειν τω̨̃ Πιττακω̨̃ ὅτι τὰ ὀνόματα οὐκ ἠπί - στατο ὀρθω̃ς διαιρει̃ν ἅτε Λέσβιος ὢν καὶ ἐν φωνη̨̃ βαρβάρω̨ τεθραμμένοσ;

'Ακούεις δή, ἔφην ἐγώ, ὠ̃ Πρωταγόρα, Προδίκου του̃δε. ἔχεις τι πρὸς ταυ̃τα λέγειν;

Καὶ ὁ Πρωταγόρασ, Πολλου̃ γε δει̃, ἔφη, οὕτως ἔχειν, ὠ̃ Πρόδικε: ἀλλ' ἐγὼ εὐ̃ οἰ̃δ' ὅτι καὶ Σιμωνίδης τὸ "χαλεπὸν" ἔλεγεν ὅπερ ἡμει̃ς οἱ ἄλλοι, οὐ τὸ κακόν, ἀλλ' ὃ ἂν μὴ ῥά̨διον ἠ̨̃ ἀλλὰ διὰ πολλω̃ν πραγμάτων γίγνηται.

'Αλλὰ καὶ ἐγὼ οἰ̃μαι, ἔφην, ὠ̃ Πρωταγόρα, του̃το λέγειν Σιμωνίδην, καὶ Πρόδικόν γε τόνδε εἰδέναι, ἀλλὰ παίζειν καὶ σου̃ δοκει̃ν ἀποπειρα̃σθαι εἰ οἱ̃ός τ' ἔση̨ τω̨̃ σαυτου̃ λόγω̨ βοηθει̃ν. ἐπεὶ ὅτι γε Σιμωνίδης οὐ λέγει τὸ χαλεπὸν κακόν, μέγα τεκμήριόν ἐστιν εὐθὺς τὸ μετὰ του̃το ῥη̃μα: λέγει γὰρ ὅτι -

θεὸς ἂν μόνος του̃τ' ἔχοι γέρασ,

οὐ δήπου του̃τό γε λέγων, κακὸν <ἐσθλὸν ἔμμεναι>, εἰ̃τα τὸν θεόν φησιν μόνον του̃το ἂν ἔχειν καὶ τω̨̃ θεω̨̃ του̃το γέρας ἀπένειμε μόνω̨: ἀκόλαστον γὰρ ἄν τινα λέγοι Σιμωνί - δην ὁ Πρόδικος καὶ οὐδαμω̃ς Κει̃ον. ἀλλ' ἅ μοι δοκει̃ διανοει̃σθαι Σιμωνίδης ἐν τούτω̨ τω̨̃ ἄ̨σματι, ἐθέλω σοι εἰπει̃ν, εἰ βούλει λαβει̃ν μου πει̃ραν ὅπως ἔχω, ὃ σὺ λέγεις του̃το, περὶ ἐπω̃ν: ἐὰν δὲ βούλη̨, σου̃ ἀκούσομαι.

'Ο μὲν οὐ̃ν Πρωταγόρας ἀκούσας μου ταυ̃τα λέγοντοσ, Εἰ σὺ βούλει, ἔφη, ὠ̃ Σώκρατεσ: ὁ δὲ Πρόδικός τε καὶ ὁ 'Ιππίας ἐκελευέτην πάνυ, καὶ οἱ ἄλλοι.

'Εγὼ τοίνυν, ἠ̃ν δ' ἐγώ, ἅ γέ μοι δοκει̃ περὶ του̃ ἄ̨σματος τούτου, πειράσομαι ὑμι̃ν διεξελθει̃ν. φιλοσοφία γάρ ἐστιν παλαιοτάτη τε καὶ πλείστη τω̃ν 'Ελλήνων ἐν Κρήτη̨ τε καὶ ἐν Λακεδαίμονι, καὶ σοφισταὶ πλει̃στοι γη̃ς ἐκει̃ εἰσιν: ἀλλ' ἐξαρνου̃νται καὶ σχηματίζονται ἀμαθει̃ς εἰ̃ναι, ἵνα μὴ κατά - δηλοι ὠ̃σιν ὅτι σοφία̨ τω̃ν 'Ελλήνων περίεισιν, ὥσπερ οὓς Πρωταγόρας ἔλεγε τοὺς σοφιστάσ, ἀλλὰ δοκω̃σιν τω̨̃ μάχε - σθαι καὶ ἀνδρεία̨ περιει̃ναι, ἡγούμενοι, εἰ γνωσθει̃εν ὡ̨̃ περίεισιν, πάντας του̃το ἀσκήσειν, τὴν σοφίαν. νυ̃ν δὲ ἀποκρυψάμενοι ἐκει̃νο ἐξηπατήκασιν τοὺς ἐν ται̃ς πόλεσι λακωνίζοντασ, καὶ οἱ μὲν ὠ̃τά τε κατάγνυνται μιμούμενοι αὐτούσ, καὶ ἱμάντας περιειλίττονται καὶ φιλογυμναστου̃σιν καὶ βραχείας ἀναβολὰς φορου̃σιν, ὡς δὴ τούτοις κρατου̃ντας τω̃ν 'Ελλήνων τοὺς Λακεδαιμονίουσ: οἱ δὲ Λακεδαιμόνιοι, ἐπειδὰν βούλωνται ἀνέδην τοι̃ς παρ' αὑτοι̃ς συγγενέσθαι σοφισται̃ς καὶ ἤδη ἄχθωνται λάθρα̨ συγγιγνόμενοι, ξενη - λασίας ποιούμενοι τω̃ν τε λακωνιζόντων τούτων καὶ ἐάν τις ἄλλος ξένος ὢν ἐπιδημήση̨, συγγίγνονται τοι̃ς σοφισται̃ς λανθάνοντες τοὺς ξένουσ, καὶ αὐτοὶ οὐδένα ἐω̃σιν τω̃ν νέων εἰς τὰς ἄλλας πόλεις ἐξιέναι, ὥσπερ οὐδὲ Κρη̃τεσ, ἵνα μὴ ἀπομανθάνωσιν ἃ αὐτοὶ διδάσκουσιν. εἰσὶν δὲ ἐν ταύταις ται̃ς πόλεσιν οὐ μόνον ἄνδρες ἐπὶ παιδεύσει μέγα φρονου̃ν - τεσ, ἀλλὰ καὶ γυναι̃κεσ. γνοι̃τε δ' ἂν ὅτι ἐγὼ ταυ̃τα ἀληθη̃ λέγω καὶ Λακεδαιμόνιοι πρὸς φιλοσοφίαν καὶ λόγους ἄριστα πεπαίδευνται, ὡ̃δε: εἰ γὰρ ἐθέλει τις Λακεδαιμονίων τω̨̃ φαυλοτάτω̨ συγγενέσθαι, τὰ μὲν πολλὰ ἐν τοι̃ς λόγοις εὑρήσει αὐτὸν φαυ̃λόν τινα φαινόμενον, ἔπειτα, ὅπου ἂν τύχη̨ τω̃ν λεγομένων, ἐνέβαλεν ῥη̃μα ἄξιον λόγου βραχὺ καὶ συνεστραμμένον ὥσπερ δεινὸς ἀκοντιστήσ, ὥστε φαίνεσθαι τὸν προσδιαλεγόμενον παιδὸς μηδὲν βελτίω. του̃το οὐ̃ν αὐτὸ καὶ τω̃ν νυ̃ν εἰσὶν οἳ κατανενοήκασι καὶ τω̃ν πάλαι, ὅτι τὸ λακωνίζειν πολὺ μα̃λλόν ἐστιν φιλοσοφει̃ν ἢ φιλογυμνα - στει̃ν, εἰδότες ὅτι τοιαυ̃τα οἱ̃όν τ' εἰ̃ναι ῥήματα φθέγγεσθαι τελέως πεπαιδευμένου ἐστὶν ἀνθρώπου. τούτων ἠ̃ν καὶ Θαλη̃ς ὁ Μιλήσιος καὶ Πιττακὸς ὁ Μυτιληναι̃ος καὶ Βίας ὁ Πριηνεὺς καὶ Σόλων ὁ ἡμέτερος καὶ Κλεόβουλος ὁ Λίνδιος καὶ Μύσων ὁ Χηνεύσ, καὶ ἕβδομος ἐν τούτοις ἐλέγετο Λακε - δαιμόνιος Χίλων. οὑ̃τοι πάντες ζηλωταὶ καὶ ἐρασταὶ καὶ μαθηταὶ ἠ̃σαν τη̃ς Λακεδαιμονίων παιδείασ, καὶ καταμάθοι ἄν τις αὐτω̃ν τὴν σοφίαν τοιαύτην οὐ̃σαν, ῥήματα βραχέα ἀξιομνημόνευτα ἑκάστω̨ εἰρημένα: οὑ̃τοι καὶ κοινη̨̃ συνελθόντες ἀπαρχὴν τη̃ς σοφίας ἀνέθεσαν τω̨̃ 'Απόλλωνι εἰς τὸν νεὼν τὸν ἐν Δελφοι̃σ, γράψαντες ταυ̃τα ἃ δὴ πάντες ὑμνου̃σιν, <Γνω̃θι σαυτόν> καὶ <Μηδὲν ἄγαν>. του̃ δὴ ἕνεκα ταυ̃τα λέγω; ὅτι οὑ̃τος ὁ τρόπος ἠ̃ν τω̃ν παλαιω̃ν τη̃ς φιλο - σοφίασ, βραχυλογία τις Λακωνική: καὶ δὴ καὶ του̃ Πιττακου̃ ἰδία̨ περιεφέρετο του̃το τὸ ῥη̃μα ἐγκωμιαζόμενον ὑπὸ τω̃ν σοφω̃ν, τὸ <Χαλεπὸν ἐσθλὸν ἔμμεναι>. ὁ οὐ̃ν Σιμωνίδησ, ἅτε φιλότιμος ὢν ἐπὶ σοφία̨, ἔγνω ὅτι εἰ καθέλοι του̃το τὸ ῥη̃μα ὥσπερ εὐδοκιμου̃ντα ἀθλητὴν καὶ περιγένοιτο αὐτου̃, αὐτὸς εὐδοκιμήσει ἐν τοι̃ς τότε ἀνθρώποισ. εἰς του̃το οὐ̃ν τὸ ῥη̃μα καὶ τούτου ἕνεκα τούτω̨ ἐπιβουλεύων κολου̃σαι αὐτὸ ἅπαν τὸ ἀ̨̃σμα πεποίηκεν, ὥς μοι φαίνεται.

'Επισκεψώμεθα δὴ αὐτὸ κοινη̨̃ ἅπαντεσ, εἰ ἄρα ἐγὼ ἀληθη̃ λέγω. εὐθὺς γὰρ τὸ πρω̃τον του̃ ἄ̨σματος μανικὸν ἂν φανείη, εἰ βουλόμενος λέγειν ὅτι ἄνδρα ἀγαθὸν γενέσθαι χαλεπόν, ἔπειτα ἐνέβαλε τὸ <μέν>. του̃το γὰρ οὐδὲ πρὸς ἕνα λόγον φαίνεται ἐμβεβλη̃σθαι, ἐὰν μή τις ὑπολάβη̨ πρὸς τὸ του̃

Πιττακου̃ ῥη̃μα ὥσπερ ἐρίζοντα λέγειν τὸν Σιμωνίδην: λέγον - τος του̃ Πιττακου̃ ὅτι <χαλεπὸν ἐσθλὸν ἔμμεναι>, ἀμφι - σβητου̃ντα εἰπει̃ν ὅτι Οὔκ, ἀλλὰ <γενέσθαι μὲν χαλεπὸν> ἄνδρα ἀγαθόν ἐστιν, ὠ̃ Πιττακέ, ὡς ἀληθω̃σ - οὐκ ἀληθεία̨ ἀγαθόν, οὐκ ἐπὶ τούτω̨ λέγει τὴν ἀλήθειαν, ὡς ἄρα ὄντων τινω̃ν τω̃ν μὲν ὡς ἀληθω̃ς ἀγαθω̃ν, τω̃ν δὲ ἀγαθω̃ν μέν, οὐ μέντοι ἀληθω̃σ - εὔηθες γὰρ του̃τό γε φανείη ἂν καὶ οὐ Σιμωνίδου - ἀλλ' ὑπερβατὸν δει̃ θει̃ναι ἐν τω̨̃ ἄ̨σματι τὸ <ἀλαθέωσ>, οὑτωσί πως ὑπειπόντα τὸ του̃ Πιττακου̃, ὥσπερ ἂν εἰ θει̃μεν αὐτὸν λέγοντα τὸν Πιττακὸν καὶ Σιμωνίδην ἀποκρινόμενον εἰπόντα: ~'Ω ἄνθρωποι, <χαλεπὸν ἐσθλὸν ἔμμεναι>, τὸν δὲ ἀποκρινόμενον ὅτι ~'Ω Πιττακέ, οὐκ ἀληθη̃ λέγεισ: οὐ γὰρ εἰ̃ναι ἀλλὰ γενέσθαι μέν ἐστιν ἄνδρα <ἀγαθὸν χερσί τε καὶ ποσὶ καὶ νόω̨ τετράγωνον, ἄνευ ψόγου τετυ - γμένον, χαλεπὸν ἀλαθέωσ>. οὕτω φαίνεται [τὸ] πρὸς λόγον τὸ <μέν> ἐμβεβλημένον καὶ τὸ <ἀλαθέωσ> ὀρθω̃ς ἐπ' ἐσχάτω̨ κείμενον: καὶ τὰ ἐπιόντα πάντα τούτω̨ μαρτυρει̃, ὅτι οὕτως εἴρηται. πολλὰ μὲν γὰρ ἔστι καὶ περὶ ἑκάστου τω̃ν ἐν τω̨̃ ἄ̨σματι εἰρημένων ἀποδει̃ξαι ὡς εὐ̃ πεποίηται - πάνυ γὰρ χαριέντως καὶ μεμελημένως ἔχει - ἀλλὰ μακρὸν ἂν εἴη αὐτὸ οὕτω διελθει̃ν: ἀλλὰ τὸν τύπον αὐτου̃ τὸν ὅλον διεξέλ - θωμεν καὶ τὴν βούλησιν, ὅτι παντὸς μα̃λλον ἔλεγχός ἐστιν του̃ Πιττακείου ῥήματος διὰ παντὸς του̃ ἄ̨σματοσ.

Λέγει γὰρ μετὰ του̃το ὀλίγα διελθών, ὡς ἂν εἰ λέγοι λόγον, ὅτι γενέσθαι μὲν ἄνδρα ἀγαθὸν χαλεπὸν ἀλαθέωσ, οἱ̃όν τε μέντοι ἐπί γε χρόνον τινά: γενόμενον δὲ διαμένειν ἐν ταύτη̨ τη̨̃ ἕξει καὶ εἰ̃ναι ἄνδρα ἀγαθόν, ὡς σὺ λέγεισ, ὠ̃ Πιττακέ, ἀδύνατον καὶ οὐκ ἀνθρώπειον, ἀλλὰ θεὸς ἂν μόνος του̃το ἔχοι τὸ γέρασ,

ἄνδρα δ' οὐκ ἔστι μὴ οὐ κακὸν ἔμμεναι,
ὃν [ἂν] ἀμήχανος συμφορὰ καθέλη̨.

τίνα οὐ̃ν ἀμήχανος συμφορὰ καθαιρει̃ ἐν πλοίου ἀρχη̨̃; δη̃λον ὅτι οὐ τὸν ἰδιώτην: ὁ μὲν γὰρ ἰδιώτης ἀεὶ καθή̨ρηται. ὥσπερ οὐ̃ν οὐ τὸν κείμενόν τις ἂν καταβάλοι, ἀλλὰ τὸν μὲν ἑστω̃τά ποτε καταβάλοι ἄν τις ὥστε κείμενον ποιη̃σαι, τὸν δὲ κείμενον οὔ, οὕτω καὶ τὸν εὐμήχανον ὄντα ποτὲ ἀμήχανος ἂν συμφορὰ καθέλοι, τὸν δὲ ἀεὶ ἀμήχανον ὄντα οὔ, καὶ τὸν κυβερνήτην μέγας χειμὼν ἐπιπεσὼν ἀμήχανον ἂν ποιήσειεν, καὶ γεωργὸν χαλεπὴ ὥρα ἐπελθου̃σα ἀμήχανον ἂν θείη, καὶ ἰατρὸν ταὐτὰ ταυ̃τα. τω̨̃ μὲν γὰρ ἐσθλω̨̃ ἐγχωρει̃ κακω̨̃ γενέσθαι, ὥσπερ καὶ παρ' ἄλλου ποιητου̃ μαρτυρει̃ται του̃ εἰπόντοσ -

αὐτὰρ ἀνὴρ ἀγαθὸς τοτὲ μὲν κακόσ, ἄλλοτε δ' ἐσθλόσ:

τω̨̃ δὲ κακω̨̃ οὐκ ἐγχωρει̃ γενέσθαι, ἀλλ' ἀεὶ εἰ̃ναι ἀνάγκη. ὥστε τὸν μὲν εὐμήχανον καὶ σοφὸν καὶ ἀγαθὸν ἐπειδὰν ἀμήχανος συμφορὰ καθέλη̨, <οὐκ ἔστι μὴ οὐ κακὸν ἔμμε - ναι>: σὺ δὲ φή̨σ, ὠ̃ Πιττακέ, <χαλεπὸν ἐσθλὸν ἔμμεναι>: τὸ δ' ἐστὶ γενέσθαι μὲν χαλεπόν, δυνατὸν δέ, ἐσθλόν, ἔμμεναι δὲ ἀδύνατον:

πράξας μὲν γὰρ εὐ̃ πα̃ς ἀνὴρ ἀγαθόσ,
κακὸς δ' εἰ κακω̃σ.

τίς οὐ̃ν εἰς γράμματα ἀγαθὴ πρα̃ξίς ἐστιν, καὶ τίς ἄνδρα ἀγαθὸν ποιει̃ εἰς γράμματα; δη̃λον ὅτι ἡ τούτων μάθησισ. τίς δὲ εὐπραγία ἀγαθὸν ἰατρὸν ποιει̃; δη̃λον ὅτι ἡ τω̃ν καμνόντων τη̃ς θεραπείας μάθησισ. <κακὸς δὲ κακω̃σ>: τίς οὐ̃ν ἂν κακὸς ἰατρὸς γένοιτο; δη̃λον ὅτι ὡ̨̃ πρω̃τον μὲν ὑπάρχει ἰατρω̨̃ εἰ̃ναι, ἔπειτα ἀγαθω̨̃ ἰατρω̨̃ - οὑ̃τος γὰρ ἂν καὶ κακὸς γένοιτο - ἡμει̃ς δὲ οἱ ἰατρικη̃ς ἰδιω̃ται οὐκ ἄν ποτε

γενοίμεθα κακω̃ς πράξαντες οὔτε ἰατροὶ οὔτε τέκτονες οὔτε ἄλλο οὐδὲν τω̃ν τοιούτων: ὅστις δὲ μὴ ἰατρὸς ἂν γένοιτο κακω̃ς πράξασ, δη̃λον ὅτι οὐδὲ κακὸς ἰατρόσ. οὕτω καὶ ὁ μὲν ἀγαθὸς ἀνὴρ γένοιτ' ἄν ποτε καὶ κακὸς ἢ ὑπὸ χρόνου ἢ ὑπὸ πόνου ἢ ὑπὸ νόσου ἢ ὑπὸ ἄλλου τινὸς περιπτώματοσ - αὕτη γὰρ μόνη ἐστὶ κακὴ πρα̃ξισ, ἐπιστήμης στερηθη̃ναι - ὁ δὲ κακὸς ἀνὴρ οὐκ ἄν ποτε γένοιτο κακόσ - ἔστιν γὰρ ἀεί - ἀλλ' εἰ μέλλει κακὸς γενέσθαι, δει̃ αὐτὸν πρότερον ἀγαθὸν γενέσθαι. ὥστε καὶ του̃το του̃ ἄ̨σματος πρὸς του̃το τείνει, ὅτι εἰ̃ναι μὲν ἄνδρα ἀγαθὸν οὐχ οἱ̃όν τε, διατελου̃ντα ἀγαθόν, γενέσθαι δὲ ἀγαθὸν οἱ̃όν τε, καὶ κακόν γε τὸν αὐτὸν του̃τον: ἐπὶ πλει̃στον δὲ καὶ ἄριστοί εἰσιν οὓς ἂν οἱ θεοὶ φιλω̃σιν.

Ταυ̃τά τε οὐ̃ν πάντα πρὸς τὸν Πιττακὸν εἴρηται, καὶ τὰ ἐπιόντα γε του̃ ἄ̨σματος ἔτι μα̃λλον δηλοι̃. φησὶ γάρ -

τοὔνεκεν οὔ ποτ' ἐγὼ τὸ μὴ γενέσθαι δυνατὸν
διζήμενος κενεὰν ἐς ἄπρακτον ἐλπίδα μοι̃ραν αἰω̃νος βαλέω,
πανάμωμον ἄνθρωπον, εὐρυεδου̃ς ὅσοι καρπὸν αἰνύμεθα χθονόσ:
ἐπί θ' ὑμι̃ν εὑρὼν ἀπαγγελέω,

φησίν - οὕτω σφόδρα καὶ δι' ὅλου του̃ ἄ̨σματος ἐπεξέρχεται τω̨̃ του̃ Πιττακου̃ ῥήματι -

πάντας δ' ἐπαίνημι καὶ φιλέω
ἑκὼν ὅστις ἕρδη̨
μηδὲν αἰσχρόν: ἀνάγκη̨ δ' οὐδὲ θεοὶ μάχονται:

καὶ του̃τ' ἐστὶ πρὸς τὸ αὐτὸ του̃το εἰρημένον. οὐ γὰρ οὕτως ἀπαίδευτος ἠ̃ν Σιμωνίδησ, ὥστε τούτους φάναι ἐπαινει̃ν, ὃς ἂν ἑκὼν μηδὲν κακὸν ποιη̨̃, ὡς ὄντων τινω̃ν οἳ ἑκόντες κακὰ ποιου̃σιν. ἐγὼ γὰρ σχεδόν τι οἰ̃μαι του̃το, ὅτι οὐδεὶς τω̃ν σοφω̃ν ἀνδρω̃ν ἡγει̃ται οὐδένα ἀνθρώπων ἑκόντα ἐξαμαρ - τάνειν οὐδὲ αἰσχρά τε καὶ κακὰ ἑκόντα ἐργάζεσθαι, ἀλλ' εὐ̃ ἴσασιν ὅτι πάντες οἱ τὰ αἰσχρὰ καὶ τὰ κακὰ ποιου̃ντες ἄκον - τες ποιου̃σιν: καὶ δὴ καὶ ὁ Σιμωνίδης οὐχ ὃς ἂν μὴ κακὰ ποιη̨̃ ἑκών, τούτων φησὶν ἐπαινέτης εἰ̃ναι, ἀλλὰ περὶ ἑαυτου̃ λέγει του̃το τὸ <ἑκών>. ἡγει̃το γὰρ ἄνδρα καλὸν κἀγαθὸν πολλάκις αὑτὸν ἐπαναγκάζειν φίλον τινὶ γίγνεσθαι καὶ ἐπαινέτην [φιλει̃ν καὶ ἐπαινει̃ν], οἱ̃ον ἀνδρὶ πολλάκις συμβη̃ναι μητέρα ἢ πατέρα ἀλλόκοτον ἢ πατρίδα ἢ ἄλλο τι τω̃ν τοιού - των. τοὺς μὲν οὐ̃ν πονηρούσ, ὅταν τοιου̃τόν τι αὐτοι̃ς συμβη̨̃, ὥσπερ ἁσμένους ὁρα̃ν καὶ ψέγοντας ἐπιδεικνύναι καὶ κατηγορει̃ν τὴν πονηρίαν τω̃ν γονέων ἢ πατρίδοσ, ἵνα αὐτοι̃ς ἀμελου̃σιν αὐτω̃ν μὴ ἐγκαλω̃σιν οἱ ἄνθρωποι μηδ' ὀνειδίζωσιν ὅτι ἀμελου̃σιν, ὥστε ἔτι μα̃λλον ψέγειν τε αὐτοὺς καὶ ἔχθρας ἑκουσίους πρὸς ται̃ς ἀναγκαίαις προστίθεσθαι: τοὺς δ' ἀγα - θοὺς ἐπικρύπτεσθαί τε καὶ ἐπαινει̃ν ἀναγκάζεσθαι, καὶ ἄν τι ὀργισθω̃σιν τοι̃ς γονευ̃σιν ἢ πατρίδι ἀδικηθέντεσ, αὐτοὺς ἑαυ - τοὺς παραμυθει̃σθαι καὶ διαλλάττεσθαι προσαναγκάζοντας ἑαυτοὺς φιλει̃ν τοὺς ἑαυτω̃ν καὶ ἐπαινει̃ν. πολλάκις δὲ οἰ̃μαι καὶ Σιμωνίδης ἡγήσατο καὶ αὐτὸς ἢ τύραννον ἢ ἄλλον τινὰ τω̃ν τοιούτων ἐπαινέσαι καὶ ἐγκωμιάσαι οὐχ ἑκών, ἀλλ' ἀναγκαζόμενοσ. ταυ̃τα δὴ καὶ τω̨̃ Πιττακω̨̃ λέγει ὅτι 'Εγώ, ὠ̃ Πιττακέ, οὐ διὰ ταυ̃τά σε ψέγω, ὅτι εἰμὶ φιλόψογοσ, ἐπεὶ -

ἔμοιγ' ἐξαρκει̃ ὃς ἂν μὴ κακὸς ἠ̨̃
μηδ' ἄγαν ἀπάλαμνοσ, εἰδώς τ' ὀνησίπολιν δίκαν ὑγιὴς ἀνήρ:
οὔ μιν ἐγὼ μωμήσομαι -

οὐ γάρ εἰμι φιλόμωμοσ -

τω̃ν γὰρ ἠλιθίων ἀπείρων γενέθλα,

ὥστ' εἴ τις χαίρει ψέγων, ἐμπλησθείη ἂν ἐκείνους μεμ - φόμενοσ -

πάντα τοι καλά, τοι̃σί τ' αἰσχρὰ μὴ μέμεικται.

οὐ του̃το λέγει, ὥσπερ ἂν εἰ ἔλεγε πάντα τοι λευκά, οἱ̃ς μέλανα μὴ μέμεικται - γελοι̃ον γὰρ ἂν εἴη πολλαχη̨̃ - ἀλλ' ὅτι αὐτὸς καὶ τὰ μέσα ἀποδέχεται ὥστε μὴ ψέγειν. καὶ οὐ ζητω̃, ἔφη, <πανάμωμον ἄνθρωπον, εὐρυεδου̃ς ὅσοι καρπὸν αἰνύμεθα χθονόσ, ἐπί θ' ὑμι̃ν εὑρὼν ἀπαγ - γελέω>: ὥστε τούτου γ' ἕνεκα οὐδένα ἐπαινέσομαι, ἀλλά μοι ἐξαρκει̃ ἂν ἠ̨̃ μέσος καὶ μηδὲν κακὸν ποιη̨̃, ὡς ἐγὼ πάντας <φιλέω καὶ ἐπαίνημι> - καὶ τη̨̃ φωνη̨̃ ἐνταυ̃θα κέχρηται τη̨̃ τω̃ν Μυτιληναίων, ὡς πρὸς Πιττακὸν λέγων τὸ <πάντας δὲ ἐπαίνημι καὶ φιλέω ἑκών> - ἐνταυ̃θα δει̃ ἐν τω̨̃ <ἑκών> δια - λαβει̃ν λέγοντα - <ὅστις ἕρδη̨ μηδὲν αἰσχρόν>, ἄκων δ' ἔστιν οὓς ἐγὼ ἐπαινω̃ καὶ φιλω̃. σὲ οὐ̃ν, καὶ εἰ μέσωσ ἔλεγες ἐπιεικη̃ καὶ ἀληθη̃, ὠ̃ Πιττακέ, οὐκ ἄν ποτε ἔψεγον: νυ̃ν δὲ σφόδρα γὰρ καὶ περὶ τω̃ν μεγίστων ψευδόμενος δοκει̃ς ἀληθη̃ λέγειν, διὰ ταυ̃τά σε ἐγὼ ψέγω. ταυ̃τά μοι δοκει̃, ὠ̃ Πρόδικε καὶ Πρωταγόρα, ἠ̃ν δ' ἐγώ, Σιμωνίδης διανοούμενος πεποιηκέναι του̃το τὸ ἀ̨̃σμα.

Καὶ ὁ 'Ιππίασ, Εὐ̃ μέν μοι δοκει̃σ, ἔφη, ὠ̃ Σώκρατεσ, καὶ σὺ περὶ του̃ ἄ̨σματος διεληλυθέναι: ἔστιν μέντοι, ἔφη, καὶ ἐμοὶ λόγος περὶ αὐτου̃ εὐ̃ ἔχων, ὃν ὑμι̃ν ἐπιδείξω, ἂν βούλησθε.

Καὶ ὁ 'Αλκιβιάδησ, Ναί, ἔφη, ὠ̃ 'Ιππία, εἰς αὐ̃θίς γε: νυ̃ν δὲ δίκαιόν ἐστιν ἃ ὡμολογησάτην πρὸς ἀλλήλω Πρωταγόρας καὶ Σωκράτησ, Πρωταγόρας μὲν εἰ ἔτι βούλεται ἐρωτα̃ν, ἀποκρίνεσθαι Σωκράτη, εἰ δὲ δὴ βούλεται Σωκράτει ἀποκρί - νεσθαι, ἐρωτα̃ν τὸν ἕτερον.

Καὶ ἐγὼ εἰ̃πον: 'Επιτρέπω μὲν ἔγωγε Πρωταγόρα̨ ὁπότερον αὐτω̨̃ ἥδιον: εἰ δὲ βούλεται, περὶ μὲν ἀ̨σμάτων τε καὶ ἐπω̃ν ἐάσωμεν, περὶ δὲ ὡ̃ν τὸ πρω̃τον ἐγώ σε ἠρώτησα, ὠ̃ Πρω - ταγόρα, ἡδέως ἂν ἐπὶ τέλος ἔλθοιμι μετὰ σου̃ σκοπούμενοσ. καὶ γὰρ δοκει̃ μοι τὸ περὶ ποιήσεως διαλέγεσθαι ὁμοιότατον εἰ̃ναι τοι̃ς συμποσίοις τοι̃ς τω̃ν φαύλων καὶ ἀγοραίων ἀν - θρώπων. καὶ γὰρ οὑ̃τοι, διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις δι' ἑαυτω̃ν συνει̃ναι ἐν τω̨̃ πότω̨ μηδὲ διὰ τη̃ς ἑαυτω̃ν φωνη̃ς καὶ τω̃ν λόγων τω̃ν ἑαυτω̃ν ὑπὸ ἀπαιδευσίασ, τιμίας ποιου̃σι τὰς αὐλητρίδασ, πολλου̃ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν τω̃ν αὐλω̃ν, καὶ διὰ τη̃ς ἐκείνων φωνη̃ς ἀλλήλοις σύνεισιν: ὅπου δὲ καλοὶ κἀγαθοὶ συμπόται καὶ πεπαιδευμένοι εἰσίν, οὐκ ἂν ἴδοις οὔτ' αὐλητρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλ - τρίασ, ἀλλὰ αὐτοὺς αὑτοι̃ς ἱκανοὺς ὄντας συνει̃ναι ἄνευ τω̃ν λήρων τε καὶ παιδιω̃ν τούτων διὰ τη̃ς αὑτω̃ν φωνη̃σ, λέγον - τάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτω̃ν κοσμίωσ, κἂν πάνυ πολὺν οἰ̃νον πίωσιν. οὕτω δὲ καὶ αἱ τοιαίδε συνουσίαι, ἐὰν μὲν λάβωνται ἀνδρω̃ν οἱ̃οίπερ ἡμω̃ν οἱ πολλοί φασιν εἰ̃ναι, οὐδὲν δέονται ἀλλοτρίας φωνη̃ς οὐδὲ ποιητω̃ν, οὓς οὔτε ἀνερέσθαι οἱ̃όν τ' ἐστὶν περὶ ὡ̃ν λέγουσιν, ἐπαγόμενοί τε αὐτοὺς οἱ πολλοὶ ἐν τοι̃ς λόγοις οἱ μὲν ταυ̃τά φασιν τὸν ποιητὴν νοει̃ν, οἱ δ' ἕτερα, περὶ πράγματος διαλεγόμενοι ὃ ἀδυνατου̃σι ἐξελέγξαι: ἀλλὰ τὰς μὲν τοιαύτας συνουσίασ ἐω̃σιν χαίρειν, αὐτοὶ δ' ἑαυτοι̃ς σύνεισιν δι' ἑαυτω̃ν, ἐν τοι̃ς ἑαυτω̃ν λόγοις πει̃ραν ἀλλήλων λαμβάνοντες καὶ διδόντεσ. τοὺς τοιούτους μοι δοκει̃ χρη̃ναι μα̃λλον μιμει̃σθαι ἐμέ τε καὶ σέ, καταθεμένους τοὺς ποιητὰς αὐτοὺς δι' ἡμω̃ν αὐτω̃ν πρὸς ἀλλήλους τοὺς λόγους ποιει̃σθαι, τη̃ς ἀληθείας καὶ ἡμω̃ν αὐτω̃ν πει̃ραν λαμβάνοντασ: κἂν μὲν βούλη̨ ἔτι ἐρωτα̃ν, ἕτοιμός εἰμί σοι παρέχειν ἀποκρινόμενοσ: ἐὰν δὲ βούλη̨, σὺ ἐμοὶ παράσχεσ, περὶ ὡ̃ν μεταξὺ ἐπαυσάμεθα διεξιόντεσ, τού - τοις τέλος ἐπιθει̃ναι.

Λέγοντος οὐ̃ν ἐμου̃ ταυ̃τα καὶ τοιαυ̃τα ἄλλα οὐδὲν ἀπε - σάφει ὁ Πρωταγόρας ὁπότερα ποιήσοι. εἰ̃πεν οὐ̃ν ὁ 'Αλκι - βιάδης πρὸς τὸν Καλλίαν βλέψασ, ~'Ω Καλλία, δοκει̃ σοι, ἔφη, καὶ νυ̃ν καλω̃ς Πρωταγόρας ποιει̃ν, οὐκ ἐθέλων εἴτε δώσει λόγον εἴτε μὴ διασαφει̃ν; ἐμοὶ γὰρ οὐ δοκει̃: ἀλλ' ἤτοι διαλεγέσθω ἢ εἰπέτω ὅτι οὐκ ἐθέλει διαλέγεσθαι, ἵνα τούτω̨ μὲν ταυ̃τα συνειδω̃μεν, Σωκράτης δὲ ἄλλω̨ τω̨ διαλέ - γηται ἢ ἄλλος ὅστις ἂν βούληται ἄλλω̨.

Καὶ ὁ Πρωταγόρας αἰσχυνθείσ, ὥς γέ μοι ἔδοξεν, του̃ τε 'Αλκιβιάδου ταυ̃τα λέγοντος καὶ του̃ Καλλίου δεομένου καὶ τω̃ν ἄλλων σχεδόν τι τω̃ν παρόντων, μόγις προυτράπετο εἰς τὸ διαλέγεσθαι καὶ ἐκέλευεν ἐρωτα̃ν αὑτὸν ὡς ἀποκρινούμενοσ.

Εἰ̃πον δὴ ἐγώ: ~'Ω Πρωταγόρα, μὴ οἴου διαλέγεσθαί μέ σοι ἄλλο τι βουλόμενον ἢ ἃ αὐτὸς ἀπορω̃ ἑκάστοτε, ταυ̃τα διασκέψασθαι. ἡγου̃μαι γὰρ πάνυ λέγειν τι τὸν 'Όμηρον τὸ -

σύν τε δύ' ἐρχομένω, καί τε πρὸ ὃ του̃ ἐνόησεν.

εὐπορώτεροι γάρ πως ἅπαντές ἐσμεν οἱ ἄνθρωποι πρὸς ἅπαν ἔργον καὶ λόγον καὶ διανόημα: "<μου̃νος δ' εἴπερ τε νοήση̨>," αὐτίκα περιιὼν ζητει̃ ὅτω̨ ἐπιδείξηται καὶ μεθ' ὅτου βεβαιώσηται, ἕως ἂν ἐντύχη̨. ὥσπερ καὶ ἐγὼ ἕνεκα τούτου σοὶ ἡδέως διαλέγομαι μα̃λλον ἢ ἄλλω̨ τινί, ἡγού - μενός σε βέλτιστ' ἂν ἐπισκέψασθαι καὶ περὶ τω̃ν ἄλλων περὶ ὡ̃ν εἰκὸς σκοπει̃σθαι τὸν ἐπιεικη̃, καὶ δὴ καὶ περὶ ἀρετη̃σ. τίνα γὰρ ἄλλον ἢ σέ; ὅς γε οὐ μόνον αὐτὸς οἴει καλὸς κἀγαθὸς εἰ̃ναι, ὥσπερ τινὲς ἄλλοι αὐτοὶ μὲν ἐπιεικει̃ς εἰσιν, ἄλλους δὲ οὐ δύνανται ποιει̃ν: σὺ δὲ καὶ αὐτὸς ἀγαθὸς εἰ̃ καὶ ἄλλους οἱ̃ός τ' εἰ̃ ποιει̃ν ἀγαθούσ, καὶ οὕτω πεπί - στευκας σαυτω̨̃, ὥστε καὶ ἄλλων ταύτην τὴν τέχνην ἀποκρυπτομένων σύ γ' ἀναφανδὸν σεαυτὸν ὑποκηρυξάμενος εἰς πάντας τοὺς 'Έλληνασ, σοφιστὴν ἐπονομάσας σεαυτόν, ἀπέφηνας παιδεύσεως καὶ ἀρετη̃ς διδάσκαλον, πρω̃τος τού - του μισθὸν ἀξιώσας ἄρνυσθαι. πω̃ς οὐ̃ν οὐ σὲ χρη̃ν παρα - καλει̃ν ἐπὶ τὴν τούτων σκέψιν καὶ ἐρωτα̃ν καὶ ἀνακοινου̃σθαι; οὐκ ἔσθ' ὅπως οὔ. καὶ νυ̃ν δὴ ἐγὼ ἐκει̃να, ἅπερ τὸ πρω̃τον ἠρώτων περὶ τούτων, πάλιν ἐπιθυμω̃ ἐξ ἀρχη̃ς τὰ μὲν ἀναμνησθη̃ναι παρὰ σου̃, τὰ δὲ συνδιασκέψασθαι. ἠ̃ν δέ, ὡς ἐγὠ̨̃μαι, τὸ ἐρώτημα τόδε: σοφία καὶ σωφροσύνη καὶ ἀνδρεία καὶ δικαιοσύνη καὶ ὁσιότησ, πότερον ταυ̃τα, πέντε ὄντα ὀνόματα, ἐπὶ ἑνὶ πράγματί ἐστιν, ἢ ἑκάστω̨ τω̃ν ὀνο - μάτων τούτων ὑπόκειταί τις ἴδιος οὐσία καὶ πρα̃γμα ἔχον ἑαυτου̃ δύναμιν ἕκαστον, οὐκ ὂν οἱ̃ον τὸ ἕτερον αὐτω̃ν τὸ ἕτερον; ἔφησθα οὐ̃ν σὺ οὐκ ὀνόματα ἐπὶ ἑνὶ εἰ̃ναι, ἀλλὰ ἕκαστον ἰδίω̨ πράγματι τω̃ν ὀνομάτων τούτων ἐπικει̃σθαι, πάντα δὲ ταυ̃τα μόρια εἰ̃ναι ἀρετη̃σ, οὐχ ὡς τὰ του̃ χρυσου̃ μόρια ὅμοιά ἐστιν ἀλλήλοις καὶ τω̨̃ ὅλω̨ οὑ̃ μόριά ἐστιν, ἀλλ' ὡς τὰ του̃ προσώπου μόρια καὶ τω̨̃ ὅλω̨ οὑ̃ μόριά ἐστιν καὶ ἀλλήλοις ἀνόμοια, ἰδίαν ἕκαστα δύναμιν ἔχοντα. ταυ̃τα εἰ μέν σοι δοκει̃ ἔτι ὥσπερ τότε, φάθι: εἰ δὲ ἄλλως πωσ, του̃το διόρισαι, ὡς ἔγωγε οὐδέν σοι ὑπόλογον τίθεμαι, ἐάν πη̨ ἄλλη̨ νυ̃ν φήση̨σ: οὐ γὰρ ἂν θαυμάζοιμι εἰ τότε ἀποπειρώμενός μου ταυ̃τα ἔλεγεσ.

'Αλλ' ἐγώ σοι, ἔφη, λέγω, ὠ̃ Σώκρατεσ, ὅτι ταυ̃τα πάντα μόρια μέν ἐστιν ἀρετη̃σ, καὶ τὰ μὲν τέτταρα αὐτω̃ν ἐπιεικω̃ς παραπλήσια ἀλλήλοις ἐστίν, ἡ δὲ ἀνδρεία πάνυ πολὺ δια - φέρον πάντων τούτων. ὡ̃δε δὲ γνώση̨ ὅτι ἐγὼ ἀληθη̃ λέγω: εὑρήσεις γὰρ πολλοὺς τω̃ν ἀνθρώπων ἀδικωτάτους μὲν ὄντας καὶ ἀνοσιωτάτους καὶ ἀκολαστοτάτους καὶ ἀμα - θεστάτουσ, ἀνδρειοτάτους δὲ διαφερόντωσ.

'Έχε δή, ἔφην ἐγώ: ἄξιον γάρ τοι ἐπισκέψασθαι ὃ λέγεισ. πότερον τοὺς ἀνδρείους θαρραλέους λέγεις ἢ ἄλλο τι; { - } Καὶ ἴτας γε, ἔφη, ἐφ' ἃ οἱ πολλοὶ φοβου̃νται ἰέναι. { - } Φέρε δή, τὴν ἀρετὴν καλόν τι φὴ̨ς εἰ̃ναι, καὶ ὡς καλου̃ ὄντος αὐτου̃ σὺ διδάσκαλον σαυτὸν παρέχεισ; { - } Κάλλιστον μὲν οὐ̃ν, ἔφη, εἰ μὴ μαίνομαί γε. { - } Πότερον οὐ̃ν, ἠ̃ν δ' ἐγώ, τὸ μέν τι αὐτου̃ αἰσχρόν, τὸ δέ τι καλόν, ἢ ὅλον καλόν; { - } 'Όλον που καλὸν ὡς οἱ̃όν τε μάλιστα. { - } Οἰ̃σθα οὐ̃ν τίνες εἰς τὰ φρέατα κολυμβω̃σιν θαρραλέωσ; { - } 'Έγωγε, ὅτι οἱ κολυμβη - ταί. { - } Πότερον διότι ἐπίστανται ἢ δι' ἄλλο τι; { - } 'Ότι ἐπί - στανται. { - } Τίνες δὲ ἀπὸ τω̃ν ἵππων πολεμει̃ν θαρραλέοι εἰσίν; πότερον οἱ ἱππικοὶ ἢ οἱ ἄφιπποι; { - } Οἱ ἱππικοί. { - } Τίνες δὲ πέλτας ἔχοντεσ; οἱ πελταστικοὶ ἢ οἱ μή; { - } Οἱ πελταστικοί. καὶ τὰ ἄλλα γε πάντα, εἰ του̃το ζητει̃σ, ἔφη, οἱ ἐπιστήμονες τω̃ν μὴ ἐπισταμένων θαρραλεώτεροί εἰσιν, καὶ αὐτοὶ ἑαυτω̃ν ἐπειδὰν μάθωσιν ἢ πρὶν μαθει̃ν. { - } 'Ήδη δέ τινας ἑώρακασ, ἔφην, πάντων τούτων ἀνεπιστήμονας ὄντασ, θαρρου̃ντας δὲ πρὸς ἕκαστα τούτων; { - } 'Έγωγε, ἠ̃ δ' ὅσ, καὶ λίαν γε θαρ - ρου̃ντασ. { - } Οὐκου̃ν οἱ θαρραλέοι οὑ̃τοι καὶ ἀνδρει̃οί εἰσιν; { - } Αἰσχρὸν μεντἄν, ἔφη, εἴη ἡ ἀνδρεία: ἐπεὶ οὑ̃τοί γε μαινόμενοί εἰσιν. { - } Πω̃ς οὐ̃ν, ἔφην ἐγώ, λέγεις τοὺς ἀν - δρείουσ; οὐχὶ τοὺς θαρραλέους εἰ̃ναι; { - } Καὶ νυ̃ν γ', ἔφη. { - } Οὐκου̃ν οὑ̃τοι, ἠ̃ν δ' ἐγώ, οἱ οὕτω θαρραλέοι ὄντες οὐκ ἀν - δρει̃οι ἀλλὰ μαινόμενοι φαίνονται; καὶ ἐκει̃ αὐ̃ οἱ σοφώτατοι οὑ̃τοι καὶ θαρραλεώτατοί εἰσιν, θαρραλεώτατοι δὲ ὄντες ἀνδρειότατοι; καὶ κατὰ του̃τον τὸν λόγον ἡ σοφία ἂν ἀνδρεία εἴη;

Οὐ καλω̃σ, ἔφη, μνημονεύεισ, ὠ̃ Σώκρατεσ, ἃ ἔλεγόν τε καὶ ἀπεκρινόμην σοι. ἔγωγε ἐρωτηθεὶς ὑπὸ σου̃ εἰ οἱ ἀνδρει̃οι θαρραλέοι εἰσίν, ὡμολόγησα: εἰ δὲ καὶ οἱ θαρραλέοι ἀνδρει̃οι, οὐκ ἠρωτήθην - εἰ γάρ με τότε ἤρου, εἰ̃πον ἂν ὅτι οὐ πάντεσ - τοὺς δὲ ἀνδρείους ὡς οὐ θαρραλέοι εἰσίν, τὸ ἐμὸν ὁμολόγημα οὐδαμου̃ ἐπέδειξας ὡς οὐκ ὀρθω̃ς ὡμολόγησα. ἔπειτα τοὺς ἐπισταμένους αὐτοὺς ἑαυτω̃ν θαρραλεωτέρους ὄντας ἀποφαίνεις καὶ μὴ ἐπισταμένων ἄλλων, καὶ ἐν τούτω̨ οἴει τὴν ἀνδρείαν καὶ τὴν σοφίαν ταὐτὸν εἰ̃ναι: τούτω̨ δὲ τω̨̃ τρόπω̨ μετιὼν καὶ τὴν ἰσχὺν οἰηθείης ἂν εἰ̃ναι σοφίαν. πρω̃τον μὲν γὰρ εἰ οὕτω μετιὼν ἔροιό με εἰ οἱ ἰσχυροὶ δυνατοί εἰσιν, φαίην ἄν: ἔπειτα, εἰ οἱ ἐπιστάμενοι παλαίειν δυνατώτεροί εἰσιν τω̃ν μὴ ἐπισταμένων παλαίειν καὶ αὐτοὶ αὑτω̃ν ἐπειδὰν μάθωσιν ἢ πρὶν μαθει̃ν, φαίην ἄν: ταυ̃τα δὲ ἐμου̃ ὁμολογήσαντος ἐξείη ἄν σοι, χρωμένω̨ τοι̃ς αὐτοι̃ς τεκμηρίοις τούτοισ, λέγειν ὡς κατὰ τὴν ἐμὴν ὁμολογίαν ἡ σοφία ἐστὶν ἰσχύσ. ἐγὼ δὲ οὐδαμου̃ οὐδ' ἐνταυ̃θα ὁμολογω̃ τοὺς δυνατοὺς ἰσχυροὺς εἰ̃ναι, τοὺς μέντοι ἰσχυροὺς δυνατούσ: οὐ γὰρ ταὐτὸν εἰ̃ναι δύναμίν τε καὶ ἰσχύν, ἀλλὰ τὸ μὲν καὶ ἀπὸ ἐπιστήμης γίγνεσθαι, τὴν δύναμιν, καὶ ἀπὸ μανίας γε καὶ θυμου̃, ἰσχὺν δὲ ἀπὸ φύσεως καὶ εὐτροφίας τω̃ν σωμάτων. οὕτω δὲ κἀκει̃ οὐ ταὐτὸν εἰ̃ναι θάρσος τε καὶ ἀνδρείαν: ὥστε συμβαίνει τοὺς μὲν ἀνδρείους θαρραλέους εἰ̃ναι, μὴ μέντοι τούς γε θαρραλέους ἀνδρείους πάντασ: θάρσος μὲν γὰρ καὶ ἀπὸ τέχνης γίγνεται ἀνθρώποις καὶ ἀπὸ θυμου̃ γε καὶ ἀπὸ μανίασ, ὥσπερ ἡ δύναμισ, ἀνδρεία δὲ ἀπὸ φύσεως καὶ εὐτροφίας τω̃ν ψυχω̃ν γίγνεται.

Λέγεις δέ τινασ, ἔφην, ὠ̃ Πρωταγόρα, τω̃ν ἀνθρώπων εὐ̃ ζη̃ν, τοὺς δὲ κακω̃σ; { - } 'Έφη. { - } ~'Αρ' οὐ̃ν δοκει̃ σοι ἄνθρωπος ἂν εὐ̃ ζη̃ν, εἰ ἀνιώμενός τε καὶ ὀδυνώμενος ζώ̨η; { - } Οὐκ ἔφη. { - } Τί δ' εἰ ἡδέως βιοὺς τὸν βίον τελευτήσειεν; οὐκ εὐ̃ ἄν σοι δοκει̃ οὕτως βεβιωκέναι; { - } 'Έμοιγ', ἔφη. { - } Τὸ μὲν ἄρα ἡδέως ζη̃ν ἀγαθόν, τὸ δ' ἀηδω̃ς κακόν. { - } Εἴπερ τοι̃ς καλοι̃ς γ', ἔφη, ζώ̨η ἡδόμενοσ. { - } Τί δή, ὠ̃ Πρωταγόρα; μὴ καὶ σύ, ὥσπερ οἱ πολλοί, ἡδέ' ἄττα καλει̃ς κακὰ καὶ ἀνιαρὰ ἀγαθά; ἐγὼ γὰρ λέγω, καθ' ὃ ἡδέα ἐστίν, ἀ̃ρα κατὰ του̃το οὐκ ἀγαθά, μὴ εἴ τι ἀπ' αὐτω̃ν ἀποβήσεται ἄλλο; καὶ αὐ̃θις αὐ̃ τὰ ἀνιαρὰ ὡσαύτως οὕτως οὐ καθ' ὅσον ἀνιαρά, κακά; { - } Οὐκ οἰ̃δα, ὠ̃ Σώκρατεσ, ἔφη, ἁπλω̃ς οὕτωσ, ὡς σὺ ἐρωτα̨̃σ, εἰ ἐμοὶ ἀποκριτέον ἐστὶν ὡς τὰ ἡδέα τε ἀγαθά ἐστιν ἅπαντα καὶ τὰ ἀνιαρὰ κακά: ἀλλά μοι δοκει̃ οὐ μόνον πρὸς τὴν νυ̃ν ἀπόκρισιν ἐμοὶ ἀσφαλέστερον εἰ̃ναι ἀποκρίνασθαι, ἀλλὰ καὶ πρὸς πάντα τὸν ἄλλον βίον τὸν ἐμόν, ὅτι ἔστι μὲν ἃ τω̃ν ἡδέων οὐκ ἔστιν ἀγαθά, ἔστι δ' αὐ̃ καὶ ἃ τω̃ν ἀνιαρω̃ν οὐκ ἔστι κακά, ἔστι δ' ἃ ἔστι, καὶ τρίτον ἃ οὐδέτερα, οὔτε κακὰ οὔτ' ἀγαθά. { - } 'Ηδέα δὲ καλει̃σ, ἠ̃ν δ' ἐγώ, οὐ τὰ ἡδονη̃ς μετέχοντα ἢ ποιου̃ντα ἡδονήν; { - } Πάνυ γ', ἔφη. { - } Του̃το τοί - νυν λέγω, καθ' ὅσον ἡδέα ἐστίν, εἰ οὐκ ἀγαθά, τὴν ἡδονὴν αὐτὴν ἐρωτω̃ν εἰ οὐκ ἀγαθόν ἐστιν. { - } 'Ώσπερ σὺ λέγεισ, ἔφη, ἑκάστοτε, ὠ̃ Σώκρατεσ, σκοπώμεθα αὐτό, καὶ ἐὰν μὲν πρὸς λόγον δοκη̨̃ εἰ̃ναι τὸ σκέμμα καὶ τὸ αὐτὸ φαίνηται ἡδύ τε καὶ ἀγαθόν, συγχωρησόμεθα: εἰ δὲ μή, τότε ἤδη ἀμφισβη - τήσομεν.

Πότερον οὐ̃ν, ἠ̃ν δ' ἐγώ, σὺ βούλει ἡγεμονεύειν τη̃ς σκέψεωσ, ἢ ἐγὼ ἡγω̃μαι;

Δίκαιοσ, ἔφη, σὺ ἡγει̃σθαι: σὺ γὰρ καὶ κατάρχεις του̃ λόγου.

~'Αρ' οὐ̃ν, ἠ̃ν δ' ἐγώ, τη̨̃δέ πη̨ καταφανὲς ἂν ἡμι̃ν γένοιτο; ὥσπερ εἴ τις ἄνθρωπον σκοπω̃ν ἐκ του̃ εἴδους ἢ πρὸς ὑγίειαν ἢ πρὸς ἄλλο τι τω̃ν του̃ σώματος ἔργων, ἰδὼν τὸ πρόσωπον καὶ τὰς χει̃ρας ἄκρας εἴποι: "'Ίθι δή μοι ἀποκαλύψας καὶ τὰ στήθη καὶ τὸ μετάφρενον ἐπίδειξον, ἵνα ἐπισκέψωμαι σαφέ - στερον," καὶ ἐγὼ τοιου̃τόν τι ποθω̃ πρὸς τὴν σκέψιν: θεα - σάμενος ὅτι οὕτως ἔχεις πρὸς τὸ ἀγαθὸν καὶ τὸ ἡδὺ ὡς φή̨σ, δέομαι τοιου̃τόν τι εἰπει̃ν: 'Ίθι δή μοι, ὠ̃ Πρωταγόρα, καὶ τόδε τη̃ς διανοίας ἀποκάλυψον: πω̃ς ἔχεις πρὸς ἐπιστή - μην; πότερον καὶ του̃τό σοι δοκει̃ ὥσπερ τοι̃ς πολλοι̃ς ἀνθρώποισ, ἢ ἄλλωσ; δοκει̃ δὲ τοι̃ς πολλοι̃ς περὶ ἐπιστήμης τοιου̃τόν τι, οὐκ ἰσχυρὸν οὐδ' ἡγεμονικὸν οὐδ' ἀρχικὸν εἰ̃ναι: οὐδὲ ὡς περὶ τοιούτου αὐτου̃ ὄντος διανοου̃νται, ἀλλ' ἐνούσης πολλάκις ἀνθρώπω̨ ἐπιστήμης οὐ τὴν ἐπιστήμην αὐτου̃ ἄρχειν ἀλλ' ἄλλο τι, τοτὲ μὲν θυμόν, τοτὲ δὲ ἡδονήν, τοτὲ δὲ λύπην, ἐνίοτε δὲ ἔρωτα, πολλάκις δὲ φόβον, ἀτεχνω̃ς διανοούμενοι περὶ τη̃ς ἐπιστήμης ὥσπερ περὶ ἀνδραπόδου, περιελκομένης ὑπὸ τω̃ν ἄλλων ἁπάντων. ἀ̃ρ' οὐ̃ν καὶ σοὶ τοιου̃τόν τι περὶ αὐτη̃ς δοκει̃, ἢ καλόν τε εἰ̃ναι ἡ ἐπιστήμη καὶ οἱ̃ον ἄρχειν του̃ ἀνθρώπου, καὶ ἐάνπερ γιγνώσκη̨ τις τἀγαθὰ καὶ τὰ κακά, μὴ ἂν κρατηθη̃ναι ὑπὸ μηδενὸς ὥστε ἄλλ' ἄττα πράττειν ἢ ἃν ἐπιστήμη κελεύη̨, ἀλλ' ἱκανὴν εἰ̃ναι τὴν φρόνησιν βοηθει̃ν τω̨̃ ἀνθρώπω̨;

Καὶ δοκει̃, ἔφη, ὥσπερ σὺ λέγεισ, ὠ̃ Σώκρατεσ, καὶ ἅμα, εἴπερ τω̨ ἄλλω̨, αἰσχρόν ἐστι καὶ ἐμοὶ σοφίαν καὶ ἐπιστή - μην μὴ οὐχὶ πάντων κράτιστον φάναι εἰ̃ναι τω̃ν ἀνθρωπείων πραγμάτων.

Καλω̃ς γε, ἔφην ἐγώ, σὺ λέγων καὶ ἀληθη̃. οἰ̃σθα οὐ̃ν ὅτι οἱ πολλοὶ τω̃ν ἀνθρώπων ἐμοί τε καὶ σοὶ οὐ πείθονται, ἀλλὰ πολλούς φασι γιγνώσκοντας τὰ βέλτιστα οὐκ ἐθέλειν πράττειν, ἐξὸν αὐτοι̃σ, ἀλλὰ ἄλλα πράττειν: καὶ ὅσους δὴ ἐγὼ ἠρόμην ὅτι ποτε αἴτιόν ἐστι τούτου, ὑπὸ ἡδονη̃ς φασιν ἡττωμένους ἢ λύπης ἢ ὡ̃ν νυνδὴ ἐγὼ ἔλεγον ὑπό τινος τούτων κρατουμένους ταυ̃τα ποιει̃ν τοὺς ποιου̃ντασ.

Πολλὰ γὰρ οἰ̃μαι, ἔφη, ὠ̃ Σώκρατεσ, καὶ ἄλλα οὐκ ὀρθω̃ς λέγουσιν οἱ ἄνθρωποι.

'Ίθι δὴ μετ' ἐμου̃ ἐπιχείρησον πείθειν τοὺς ἀνθρώπους καὶ διδάσκειν ὅ ἐστιν αὐτοι̃ς του̃το τὸ πάθοσ, ὅ φασιν ὑπὸ τω̃ν ἡδονω̃ν ἡττα̃σθαι καὶ οὐ πράττειν διὰ ταυ̃τα τὰ βέλτιστα, ἐπεὶ γιγνώσκειν γε αὐτά. ἴσως γὰρ ἂν λεγόντων ἡμω̃ν ὅτι Οὐκ ὀρθω̃ς λέγετε, ὠ̃ ἄνθρωποι, ἀλλὰ ψεύδεσθε, ἔροιντ' ἂν ἡμα̃σ: "~'Ω Πρωταγόρα τε καὶ Σώκρατεσ, εἰ μὴ ἔστιν του̃το τὸ πάθημα ἡδονη̃ς ἡττα̃σθαι, ἀλλὰ τί ποτ' ἐστίν, καὶ τί ὑμει̃ς αὐτό φατε εἰ̃ναι; εἴπατον ἡμι̃ν."

Τί δέ, ὠ̃ Σώκρατεσ, δει̃ ἡμα̃ς σκοπει̃σθαι τὴν τω̃ν πολλω̃ν δόξαν ἀνθρώπων, οἳ ὅτι ἂν τύχωσι του̃το λέγουσιν;

Οἰ̃μαι, ἠ̃ν δ' ἐγώ, εἰ̃ναί τι ἡμι̃ν του̃το πρὸς τὸ ἐξευρει̃ν περὶ ἀνδρείασ, πρὸς τἀ̃λλα μόρια τὰ τη̃ς ἀρετη̃ς πω̃ς ποτ' ἔχει. εἰ οὐ̃ν σοι δοκει̃ ἐμμένειν οἱ̃ς ἄρτι ἔδοξεν ἡμι̃ν, ἐμὲ ἡγήσασθαι ἡ̨̃ οἰ̃μαι ἂν ἔγωγε κάλλιστα φανερὸν γενέσθαι, ἕπου: εἰ δὲ μὴ βούλει, εἴ σοι φίλον, ἐω̃ χαίρειν.

'Αλλ', ἔφη, ὀρθω̃ς λέγεισ: καὶ πέραινε ὥσπερ ἤρξω.

Πάλιν τοίνυν, ἔφην ἐγώ, εἰ ἔροιντο ἡμα̃σ: "Τί οὐ̃ν φατε του̃το εἰ̃ναι, ὃ ἡμει̃ς ἥττω εἰ̃ναι τω̃ν ἡδονω̃ν ἐλέγομεν;" εἴποιμ' ἂν ἔγωγε πρὸς αὐτοὺς ὡδί: 'Ακούετε δή: πειρασό - μεθα γὰρ ὑμι̃ν ἐγώ τε καὶ Πρωταγόρας φράσαι. ἄλλο τι γάρ, ὠ̃ ἄνθρωποι, φατὲ ὑμι̃ν του̃το γίγνεσθαι ἐν τοι̃σδε, οἱ̃ον πολλάκις ὑπὸ σίτων καὶ ποτω̃ν καὶ ἀφροδισίων κρατού - μενοι ἡδέων ὄντων, γιγνώσκοντες ὅτι πονηρά ἐστιν, ὅμως αὐτὰ πράττειν; { - } Φαι̃εν ἄν. { - } Οὐκου̃ν ἐροίμεθ' ἂν αὐτοὺς ἐγώ τε καὶ σὺ πάλιν: Πονηρὰ δὲ αὐτὰ πη̨̃ φατε εἰ̃ναι; πότερον ὅτι τὴν ἡδονὴν ταύτην ἐν τω̨̃ παραχρη̃μα παρέχει καὶ ἡδύ ἐστιν ἕκαστον αὐτω̃ν, ἢ ὅτι εἰς τὸν ὕστερον χρόνον νόσους τε ποιει̃ καὶ πενίας καὶ ἄλλα τοιαυ̃τα πολλὰ παρα - σκευάζει; ἢ κἂν εἴ τι τούτων εἰς τὸ ὕστερον μηδὲν παρα - σκευάζει, χαίρειν δὲ μόνον ποιει̃, ὅμως δ' ἂν κακὰ ἠ̃ν, ὅτι μαθόντα χαίρειν ποιει̃ καὶ ὁπη̨ου̃ν; ἀ̃ρ' οἰόμεθ' ἂν αὐτούσ, ὠ̃ Πρωταγόρα, ἄλλο τι ἀποκρίνασθαι ἢ ὅτι οὐ κατὰ τὴν αὐτη̃ς τη̃ς ἡδονη̃ς τη̃ς παραχρη̃μα ἐργασίαν κακά ἐστιν, ἀλλὰ διὰ τὰ ὕστερον γιγνόμενα, νόσους τε καὶ τἀ̃λλα. { - } 'Εγὼ μὲν οἰ̃μαι, ἔφη ὁ Πρωταγόρασ, τοὺς πολλοὺς ἂν ταυ̃τα ἀποκρίνασθαι. { - } Οὐκου̃ν νόσους ποιου̃ντα ἀνίας ποιει̃, καὶ πενίας ποιου̃ντα ἀνίας ποιει̃; 'Ομολογοι̃εν ἄν, ὡς ἐγὠ̨̃μαι. { - } Συνέφη ὁ Πρωταγόρασ. { - } Οὐκου̃ν φαίνεται, ὠ̃ ἄνθρωποι, ὑμι̃ν, ὥς φαμεν ἐγώ τε καὶ Πρωταγόρασ, δι' οὐδὲν ἄλλο ταυ̃τα κακὰ ὄντα ἢ διότι εἰς ἀνίας τε ἀποτελευτα̨̃ καὶ ἄλλων ἡδονω̃ν ἀποστερει̃; 'Ομολογοι̃εν ἄν; { - } Συνεδόκει ἡμι̃ν ἀμ - φοι̃ν. { - } Οὐκου̃ν πάλιν ἂν αὐτοὺς τὸ ἐναντίον εἰ ἐροίμεθα: ~'Ω ἄνθρωποι οἱ λέγοντες αὐ̃ ἀγαθὰ ἀνιαρὰ εἰ̃ναι, ἀ̃ρα οὐ τὰ τοιάδε λέγετε, οἱ̃ον τά τε γυμνάσια καὶ τὰς στρατείας καὶ τὰς ὑπὸ τω̃ν ἰατρω̃ν θεραπείας τὰς διὰ καύσεών τε καὶ τομω̃ν καὶ φαρμακειω̃ν καὶ λιμοκτονιω̃ν γιγνομένασ, ὅτι ταυ̃τα ἀγαθὰ μέν ἐστιν, ἀνιαρὰ δέ; Φαι̃εν ἄν; { - } Συνεδόκει. { - } Πότερον οὐ̃ν κατὰ τόδε ἀγαθὰ αὐτὰ καλει̃τε, ὅτι ἐν τω̨̃ παραχρη̃μα ὀδύνας τὰς ἐσχάτας παρέχει καὶ ἀλγηδόνασ, ἢ ὅτι εἰς τὸν ὕστερον χρόνον ὑγίειαί τε ἀπ' αὐτω̃ν γίγνονται καὶ εὐεξίαι τω̃ν σωμάτων καὶ τω̃ν πόλεων σωτηρίαι καὶ ἄλλων ἀρχαὶ καὶ πλου̃τοι; Φαι̃εν ἄν, ὡς ἐγὠ̨̃μαι. { - } Συνεδόκει. { - } Ταυ̃τα δὲ ἀγαθά ἐστι δι' ἄλλο τι ἢ ὅτι εἰς ἡδονὰς ἀποτελευτα̨̃ καὶ λυπω̃ν ἀπαλλαγάς τε καὶ ἀποτροπάσ; ἢ ἔχετέ τι ἄλλο τέλος λέγειν, εἰς ὃ ἀποβλέψαντες αὐτὰ ἀγαθὰ καλει̃τε, ἀλλ' [ἢ] ἡδονάς τε καὶ λύπασ; Οὐκ ἂν φαι̃εν, ὡς ἐγὠ̨̃μαι. { - } Οὐδ' ἐμοὶ δοκει̃, ἔφη ὁ Πρωταγόρασ. { - } Οὐκου̃ν τὴν μὲν ἡδονὴν διώκετε ὡς ἀγαθὸν ὄν, τὴν δὲ λύπην φεύγετε ὡς κακόν; { - } Συνεδόκει. { - } Του̃τ' ἄρα ἡγει̃σθ' εἰ̃ναι κακόν, τὴν λύπην, καὶ ἀγαθὸν τὴν ἡδονήν, ἐπεὶ καὶ αὐτὸ τὸ χαίρειν τότε λέγετε κακὸν εἰ̃ναι, ὅταν μειζόνων ἡδονω̃ν ἀποστερη̨̃ ἢ ὅσας αὐτὸ ἔχει, ἢ λύπας μείζους παρασκευάζη̨ τω̃ν ἐν αὐτω̨̃ ἡδονω̃ν: ἐπεὶ εἰ κατ' ἄλλο τι αὐτὸ τὸ χαίρειν κακὸν καλει̃τε καὶ εἰς ἄλλο τι τέλος ἀποβλέψαντεσ, ἔχοιτε ἂν καὶ ἡμι̃ν εἰπει̃ν: ἀλλ' οὐχ ἕξετε. { - } Οὐδ' ἐμοὶ δοκου̃σιν, ἔφη ὁ Πρωταγόρασ. { - } 'Άλλο τι οὐ̃ν πάλιν καὶ περὶ αὐτου̃ του̃ λυπει̃σθαι ὁ αὐτὸς τρόποσ; τότε καλει̃τε αὐτὸ τὸ λυπει̃σθαι ἀγαθόν, ὅταν ἢ μείζους λύπας τω̃ν ἐν αὐτω̨̃ οὐσω̃ν ἀπαλ - λάττη̨ ἢ μείζους ἡδονὰς τω̃ν λυπω̃ν παρασκευάζη̨; ἐπεὶ εἰ πρὸς ἄλλο τι τέλος ἀποβλέπετε, ὅταν καλη̃τε αὐτὸ τὸ λυπει̃σθαι ἀγαθόν, ἢ πρὸς ὃ ἐγὼ λέγω, ἔχετε ἡμι̃ν εἰπει̃ν: ἀλλ' οὐχ ἕξετε. { - } 'Αληθη̃, ἔφη, λέγεισ, ὁ Πρωταγόρασ.

Πάλιν τοίνυν, ἔφην ἐγώ, εἴ με ἀνέροισθε, ὠ̃ ἄνθρωποι, "Τίνος οὐ̃ν δήποτε ἕνεκα πολλὰ περὶ τούτου λέγεις καὶ πολλαχη̨̃;" Συγγιγνώσκετέ μοι, φαίην ἂν ἔγωγε. πρω̃τον μὲν γὰρ οὐ ῥά̨διον ἀποδει̃ξαι τί ἐστίν ποτε του̃το ὃ ὑμει̃ς καλει̃τε τω̃ν ἡδονω̃ν ἥττω εἰ̃ναι: ἔπειτα ἐν τούτω̨ εἰσὶν πα̃σαι αἱ ἀποδείξεισ. ἀλλ' ἔτι καὶ νυ̃ν ἀναθέσθαι ἔξεστιν, εἴ πη̨ ἔχετε ἄλλο τι φάναι εἰ̃ναι τὸ ἀγαθὸν ἢ τὴν ἡδονήν, ἢ τὸ κακὸν ἄλλο τι ἢ τὴν ἀνίαν: ἢ ἀρκει̃ ὑμι̃ν τὸ ἡδέως καταβιω̃ναι τὸν βίον ἄνευ λυπω̃ν; εἰ δὲ ἀρκει̃ καὶ μὴ ἔχετε μηδὲν ἄλλο φάναι εἰ̃ναι ἀγαθὸν ἢ κακὸν ὃ μὴ εἰς ταυ̃τα τελευτα̨̃, τὸ μετὰ του̃το ἀκούετε. φημὶ γὰρ ὑμι̃ν τούτου οὕτως ἔχοντος γελοι̃ον τὸν λόγον γίγνεσθαι, ὅταν λέγητε ὅτι πολλάκις γιγνώσκων τὰ κακὰ ἄνθρωπος ὅτι κακά ἐστιν, ὅμως πράττει αὐτά, ἐξὸν μὴ πράττειν, ὑπὸ τω̃ν ἡδονω̃ν ἀγόμενος καὶ ἐκπληττόμενοσ: καὶ αὐ̃θις αὐ̃ λέγετε ὅτι γιγνώσκων ὁ ἄνθρωπος τἀγαθὰ πράττειν οὐκ ἐθέλει διὰ τὰς παραχρη̃μα ἡδονάσ, ὑπὸ τούτων ἡττώμενοσ. ὡς δὲ ταυ̃τα γελοι̃ά ἐστιν, κατάδηλον ἔσται, ἐὰν μὴ πολλοι̃ς ὀνόμασι χρώμεθα ἅμα, ἡδει̃ τε καὶ ἀνιαρω̨̃ καὶ ἀγαθω̨̃ καὶ κακω̨̃, ἀλλ' ἐπειδὴ δύο ἐφάνη ταυ̃τα, δυοι̃ν καὶ ὀνόμασιν προσαγορεύωμεν αὐτά, πρω̃τον μὲν ἀγαθω̨̃ καὶ κακω̨̃, ἔπειτα αὐ̃θις ἡδει̃ τε καὶ ἀνιαρω̨̃. θέμενοι δὴ οὕτω λέγωμεν ὅτι Γιγνώσκων ὁ ἄνθρωπος τὰ κακὰ ὅτι κακά ἐστιν, ὅμως αὐτὰ ποιει̃. ἐὰν οὐ̃ν τις ἡμα̃ς ἔρηται, "Διὰ τί;" 'Ηττώμενοσ, φήσομεν: "'Υπὸ του̃;" ἐκει̃νος ἐρήσεται ἡμα̃σ: ἡμι̃ν δὲ ὑπὸ μὲν ἡδονη̃ς οὐκέτι ἔξεστιν εἰπει̃ν - ἄλλο γὰρ ὄνομα μετείληφεν ἀντὶ τη̃ς ἡδονη̃ς τὸ ἀγαθόν - ἐκείνω̨ δὴ ἀποκρινώμεθα καὶ λέγωμεν ὅτι 'Ηττώμενος { - } "'Υπὸ τίνοσ;" φήσει. Του̃ ἀγαθου̃, φήσομεν νὴ Δία. ἂν οὐ̃ν τύχη̨ ὁ ἐρόμενος ἡμα̃ς ὑβριστὴς ὤν, γελάσεται καὶ ἐρει̃: "~'Η γελοι̃ον λέγετε πρα̃γμα, εἰ πράττει τις κακά, γιγνώσκων ὅτι κακά ἐστιν, οὐ δέον αὐτὸν πράττειν, ἡττώ - μενος ὑπὸ τω̃ν ἀγαθω̃ν. ἀ̃ρα," φήσει, "οὐκ ἀξίων ὄντων νικα̃ν ἐν ὑμι̃ν τω̃ν ἀγαθω̃ν τὰ κακά, ἢ ἀξίων;" φήσομεν δη̃λον ὅτι ἀποκρινόμενοι, ὅτι Οὐκ ἀξίων ὄντων: οὐ γὰρ ἂν ἐξημάρτανεν ὅν φαμεν ἥττω εἰ̃ναι τω̃ν ἡδονω̃ν. "Κατὰ τί δέ," φήσει ἴσωσ, "ἀνάξιά ἐστιν τἀγαθὰ τω̃ν κακω̃ν ἢ τὰ κακὰ τω̃ν ἀγαθω̃ν; ἢ κατ' ἄλλο τι ἢ ὅταν τὰ μὲν μείζω, τὰ δὲ σμικρότερα ἠ̨̃; ἢ πλείω, τὰ δὲ ἐλάττω ἠ̨̃;" οὐχ ἕξομεν εἰπει̃ν ἄλλο ἢ του̃το. "Δη̃λον ἄρα," φήσει, "ὅτι τὸ ἡττα̃σθαι του̃το λέγετε, ἀντὶ ἐλαττόνων ἀγαθω̃ν μείζω κακὰ λαμβάνειν." Ταυ̃τα μὲν οὐ̃ν οὕτω. μεταλάβωμεν δὴ τὰ ὀνόματα πάλιν τὸ ἡδύ τε καὶ ἀνιαρὸν ἐπὶ τοι̃ς αὐτοι̃ς τούτοισ, καὶ λέγωμεν ὅτι 'Άνθρωπος πράττει - τότε μὲν ἐλέγομεν τὰ κακά, νυ̃ν δὲ λέγωμεν τὰ ἀνιαρά, γιγνώσκων ὅτι ἀνιαρά ἐστιν, ἡττώμενοσ ὑπὸ τω̃ν ἡδέων, δη̃λον ὅτι ἀναξίων ὄντων νικα̃ν. καὶ τίς ἄλλη ἀναξία ἡδονη̨̃ πρὸς λύπην ἐστίν, ἀλλ' ἢ ὑπερβολὴ ἀλλήλων καὶ ἔλλειψισ; ταυ̃τα δ' ἐστὶ μείζω τε καὶ σμικρό - τερα γιγνόμενα ἀλλήλων καὶ πλείω καὶ ἐλάττω καὶ μα̃λλον καὶ ἡ̃ττον. εἰ γάρ τις λέγοι ὅτι "'Αλλὰ πολὺ διαφέρει, ὠ̃ Σώκρατεσ, τὸ παραχρη̃μα ἡδὺ του̃ εἰς τὸν ὕστερον χρόνον καὶ ἡδέος καὶ λυπηρου̃," Μω̃ν ἄλλω̨ τω̨, φαίην ἂν ἔγωγε, ἢ ἡδονη̨̃ καὶ λύπη̨; οὐ γὰρ ἔσθ' ὅτω̨ ἄλλω̨. ἀλλ' ὥσπερ ἀγαθὸς ἱστάναι ἄνθρωποσ, συνθεὶς τὰ ἡδέα καὶ συνθεὶς τὰ λυπηρά, καὶ τὸ ἐγγὺς καὶ τὸ πόρρω στήσας ἐν τω̨̃ ζυγω̨̃, εἰπὲ πότερα πλείω ἐστίν. ἐὰν μὲν γὰρ ἡδέα πρὸς ἡδέα ἱστη̨̃σ, τὰ μείζω ἀεὶ καὶ πλείω ληπτέα: ἐὰν δὲ λυπηρὰ πρὸς λυπηρά, τὰ ἐλάττω καὶ σμικρότερα: ἐὰν δὲ ἡδέα πρὸς λυπηρά, ἐὰν μὲν τὰ ἀνιαρὰ ὑπερβάλληται ὑπὸ τω̃ν ἡδέων, ἐάντε τὰ ἐγγὺς ὑπὸ τω̃ν πόρρω ἐάντε τὰ πόρρω ὑπὸ τω̃ν ἐγγύσ, ταύτην τὴν πρα̃ξιν πρακτέον ἐν ἡ̨̃ ἂν ταυ̃τ' ἐνη̨̃: ἐὰν δὲ τὰ ἡδέα ὑπὸ τω̃ν ἀνιαρω̃ν, οὐ πρακτέα. μή πη̨ ἄλλη̨ ἔχει, φαίην ἄν, ταυ̃τα, ὠ̃ ἄνθρωποι; οἰ̃δ' ὅτι οὐκ ἂν ἔχοιεν ἄλλως λέγειν. { - } Συνεδόκει καὶ ἐκείνω̨.

'Ότε δὴ του̃το οὕτως ἔχει, τόδε μοι ἀποκρίνασθε, φήσω. φαίνεται ὑμι̃ν τη̨̃ ὄψει τὰ αὐτὰ μεγέθη ἐγγύθεν μὲν μείζω, πόρρωθεν δὲ ἐλάττω: ἢ οὔ; { - } Φήσουσιν. { - } Καὶ τὰ παχέα καὶ τὰ πολλὰ ὡσαύτωσ; καὶ αἱ φωναὶ [αἱ] ἴσαι ἐγγύθεν μὲν μείζουσ, πόρρωθεν δὲ σμικρότεραι; { - } Φαι̃εν ἄν. { - } Εἰ οὐ̃ν ἐν τούτω̨ ἡμι̃ν ἠ̃ν τὸ εὐ̃ πράττειν, ἐν τω̨̃ τὰ μὲν μεγάλα μήκη καὶ πράττειν καὶ λαμβάνειν, τὰ δὲ σμικρὰ καὶ φεύγειν καὶ μὴ πράττειν, τίς ἂν ἡμι̃ν σωτηρία ἐφάνη του̃ βίου; ἀ̃ρα ἡ μετρητικὴ τέχνη ἢ ἡ του̃ φαινομένου δύναμισ; ἢ αὕτη μὲν ἡμα̃ς ἐπλάνα καὶ ἐποίει ἄνω τε καὶ κάτω πολλάκις μεταλαμβάνειν ταὐτὰ καὶ μεταμέλειν καὶ ἐν ται̃ς πράξεσιν καὶ ἐν ται̃ς αἱρέσεσιν τω̃ν μεγάλων τε καὶ σμικρω̃ν, ἡ δὲ μετρητικὴ ἄκυρον μὲν ἂν ἐποίησε του̃το τὸ φάντασμα, δηλώσασα δὲ τὸ ἀληθὲς ἡσυχίαν ἂν ἐποίησεν ἔχειν τὴν ψυχὴν μένουσαν ἐπὶ τω̨̃ ἀληθει̃ καὶ ἔσωσεν ἂν τὸν βίον; ἀ̃ρ' ἂν ὁμολογοι̃εν οἱ ἄνθρωποι πρὸς ταυ̃τα ἡμα̃ς τὴν μετρητικὴν σώ̨ζειν ἂν τέχνην ἢ ἄλλην; { - } Τὴν μετρητικήν, ὡμολόγει. { - } Τί δ' εἰ ἐν τη̨̃ του̃ περιττου̃ καὶ ἀρτίου αἱρέσει ἡμι̃ν ἠ̃ν ἡ σωτηρία του̃ βίου, ὁπότε τὸ πλέον ὀρθω̃ς ἔδει ἑλέσθαι καὶ ὁπότε τὸ ἔλαττον, ἢ αὐτὸ πρὸς ἑαυτὸ ἢ τὸ ἕτερον πρὸς τὸ ἕτερον, εἴτ' ἐγγὺς εἴτε πόρρω εἴη; τί ἂν ἔσω̨ζεν ἡμι̃ν τὸν βίον; ἀ̃ρ' ἂν οὐκ ἐπιστήμη; καὶ ἀ̃ρ' ἂν οὐ μετρητική τισ, ἐπειδήπερ ὑπερβολη̃ς τε καὶ ἐνδείας ἐστὶν ἡ τέχνη; ἐπειδὴ δὲ περιττου̃ τε καὶ ἀρτίου, ἀ̃ρα ἄλλη τις ἢ ἀριθμητική; 'Ομο - λογοι̃εν ἂν ἡμι̃ν οἱ ἄνθρωποι ἢ οὔ; { - } 'Εδόκουν ἂν καὶ τω̨̃ Πρωταγόρα̨ ὁμολογει̃ν. { - } Εἰ̃εν, ὠ̃ ἄνθρωποι: ἐπεὶ δὲ δὴ ἡδονη̃ς τε καὶ λύπης ἐν ὀρθη̨̃ τη̨̃ αἱρέσει ἐφάνη ἡμι̃ν ἡ σω - τηρία του̃ βίου οὐ̃σα, του̃ τε πλέονος καὶ ἐλάττονος καὶ μείζονος καὶ σμικροτέρου καὶ πορρωτέρω καὶ ἐγγυτέρω, ἀ̃ρα πρω̃τον μὲν οὐ μετρητικὴ φαίνεται, ὑπερβολη̃ς τε καὶ ἐνδείας οὐ̃σα καὶ ἰσότητος πρὸς ἀλλήλας σκέψισ; { - } 'Αλλ' ἀνάγκη. { - } 'Επεὶ δὲ μετρητική, ἀνάγκη̨ δήπου τέχνη καὶ ἐπιστήμη. { - } Συμφήσουσιν. { - } 'Ήτις μὲν τοίνυν τέχνη καὶ ἐπιστήμη ἐστὶν αὕτη, εἰς αὐ̃θις σκεψόμεθα: ὅτι δὲ ἐπιστήμη ἐστίν, τοσου̃τον ἐξαρκει̃ πρὸς τὴν ἀπόδειξιν ἣν ἐμὲ δει̃ καὶ Πρωταγόραν ἀποδει̃ξαι περὶ ὡ̃ν ἤρεσθ' ἡμα̃σ. ἤρεσθε δέ, εἰ μέμνησθε, ἡνίκα ἡμει̃ς ἀλλήλοις ὡμολογου̃μεν ἐπιστήμης μηδὲν εἰ̃ναι κρει̃ττον, ἀλλὰ του̃το ἀεὶ κρατει̃ν, ὅπου ἂν ἐνη̨̃, καὶ ἡδονη̃ς καὶ τω̃ν ἄλλων ἁπάντων: ὑμει̃ς δὲ δὴ ἔφατε τὴν ἡδονὴν πολλάκις κρατει̃ν καὶ του̃ εἰδότος ἀνθρώπου, ἐπειδὴ δὲ ὑμι̃ν οὐχ ὡμολογου̃μεν, μετὰ του̃το ἤρεσθε ἡμα̃σ: "~'Ω Πρωταγόρα τε καὶ Σώκρατεσ, εἰ μὴ ἔστι του̃το τὸ πάθημα ἡδονη̃ς ἡττα̃σθαι, ἀλλὰ τί ποτ' ἐστὶν καὶ τί ὑμει̃ς αὐτό φατε εἰ̃ναι; εἴπατε ἡμι̃ν." εἰ μὲν οὐ̃ν τότε εὐθὺς ὑμι̃ν εἴπομεν ὅτι 'Αμαθία, κατεγελα̃τε ἂν ἡμω̃ν: νυ̃ν δὲ ἂν ἡμω̃ν καταγελα̃τε, καὶ ὑμω̃ν αὐτω̃ν καταγελάσεσθε. καὶ γὰρ ὑμει̃ς ὡμολογήκατε ἐπιστή - μης ἐνδεία̨ ἐξαμαρτάνειν περὶ τὴν τω̃ν ἡδονω̃ν αἵρεσιν καὶ λυπω̃ν τοὺς ἐξαμαρτάνοντασ - ταυ̃τα δέ ἐστιν ἀγαθά τε καὶ κακά - καὶ οὐ μόνον ἐπιστήμησ, ἀλλὰ καὶ ἡ̃ς τὸ πρόσθεν ἔτι ὡμολογήκατε ὅτι μετρητικη̃σ: ἡ δὲ ἐξαμαρτανομένη πρα̃ξις ἄνευ ἐπιστήμης ἴστε που καὶ αὐτοὶ ὅτι ἀμαθία̨ πράττεται. ὥστε του̃τ' ἐστὶν τὸ ἡδονη̃ς ἥττω εἰ̃ναι, ἀμαθία ἡ μεγίστη, ἡ̃ς Πρωταγόρας ὅδε φησὶν ἰατρὸς εἰ̃ναι καὶ Πρόδικος καὶ 'Ιππίασ: ὑμει̃ς δὲ διὰ τὸ οἴεσθαι ἄλλο τι ἢ ἀμαθίαν εἰ̃ναι οὔτε αὐτοὶ οὔτε τοὺς ὑμετέρους παι̃δας παρὰ τοὺς τούτων διδασκάλους τούσδε τοὺς σοφιστὰς πέμπετε, ὡς οὐ διδακτου̃ ὄντοσ, ἀλλὰ κηδόμενοι του̃ ἀργυρίου καὶ οὐ διδόντες τούτοις κακω̃ς πράττετε καὶ ἰδία̨ καὶ δημοσία̨.

Ταυ̃τα μὲν τοι̃ς πολλοι̃ς ἀποκεκριμένοι ἂν ἠ̃μεν: ὑμα̃ς δὲ δὴ μετὰ Πρωταγόρου ἐρωτω̃, [ὠ̃] 'Ιππία τε καὶ Πρόδικε [κοινὸς γὰρ δὴ ἔστω ὑμι̃ν ὁ λόγοσ] πότερον δοκω̃ ὑμι̃ν ἀληθη̃ λέγειν ἢ ψεύδεσθαι. { - } 'Υπερφυω̃ς ἐδόκει ἅπασιν ἀληθη̃ εἰ̃ναι τὰ εἰρημένα. { - } 'Ομολογει̃τε ἄρα, ἠ̃ν δ' ἐγώ, τὸ μὲν ἡδὺ ἀγαθὸν εἰ̃ναι, τὸ δὲ ἀνιαρὸν κακόν. τὴν δὲ Προδίκου του̃δε διαίρεσιν τω̃ν ὀνομάτων παραιτου̃μαι: εἴτε γὰρ ἡδὺ εἴτε τερπνὸν λέγεις εἴτε χαρτόν, εἴτε ὁπόθεν καὶ ὅπως χαίρεις τὰ τοιαυ̃τα ὀνομάζων, ὠ̃ βέλτιστε Πρόδικε, του̃τό μοι πρὸς ὃ βούλομαι ἀπόκριναι. { - } Γελάσας οὐ̃ν ὁ Πρόδικος συνωμολόγησε, καὶ οἱ ἄλλοι. { - } Τί δὲ δή, ὠ̃ ἄνδρεσ, ἔφην ἐγώ, τὸ τοιόνδε; αἱ ἐπὶ τούτου πράξεις ἅπασαι, ἐπὶ του̃ ἀλύπως ζη̃ν καὶ ἡδέωσ, ἀ̃ρ' οὐ καλαί [καὶ ὠφέλιμοι]; καὶ τὸ καλὸν ἔργον ἀγαθόν τε καὶ ὠφέλιμον; { - } Συνεδόκει. { - } Εἰ ἄρα, ἔφην ἐγώ, τὸ ἡδὺ ἀγαθόν ἐστιν, οὐδεὶς οὔτε εἰδὼς οὔτε οἰόμενος ἄλλα βελτίω εἰ̃ναι ἢ ἃ ποιει̃, καὶ δυνατά, ἔπειτα ποιει̃ ταυ̃τα, ἐξὸν τὰ βελτίω: οὐδὲ τὸ ἥττω εἰ̃ναι αὑτου̃ ἄλλο τι του̃τ' ἐστὶν ἢ ἀμαθία, οὐδὲ κρείττω ἑαυτου̃ ἄλλο τι ἢ σοφία. { - } Συνεδόκει πα̃σιν. { - } Τί δὲ δή; ἀμαθίαν ἀ̃ρα τὸ τοιόνδε λέγετε, τὸ ψευδη̃ ἔχειν δόξαν καὶ ἐψευ̃σθαι περὶ τω̃ν πραγμάτων τω̃ν πολλου̃ ἀξίων; { - } Καὶ του̃το πα̃σι συνεδόκει. { - } 'Άλλο τι οὐ̃ν, ἔφην ἐγώ, ἐπί γε τὰ κακὰ οὐδεὶς ἑκὼν ἔρχεται οὐδὲ ἐπὶ ἃ οἴεται κακὰ εἰ̃ναι, οὐδ' ἔστι του̃το, ὡς ἔοικεν, ἐν ἀνθρώπου φύσει, ἐπὶ ἃ οἴεται κακὰ εἰ̃ναι ἐθέλειν ἰέναι ἀντὶ τω̃ν ἀγαθω̃ν: ὅταν τε ἀναγκασθη̨̃ δυοι̃ν κακοι̃ν τὸ ἕτερον αἱρει̃σθαι, οὐδεὶς τὸ μει̃ζον αἱρήσεται ἐξὸν τὸ ἔλαττον; { - } 'Άπαντα ταυ̃τα συνεδόκει ἅπασιν ἡμι̃ν. { - } Τί οὐ̃ν; ἔφην ἐγώ, καλει̃τέ [τι] δέος καὶ φόβον; καὶ ἀ̃ρα ὅπερ ἐγώ; [πρὸς σὲ λέγω, ὠ̃ Πρόδικε]. προσδοκίαν τινὰ λέγω κακου̃ του̃το, εἴτε φόβον εἴτε δέος καλει̃τε. { - } 'Εδόκει Πρωταγόρα̨ μὲν καὶ 'Ιππία̨ δέος τε καὶ φόβος εἰ̃ναι του̃το, Προδίκω̨ δὲ δέοσ, φόβος δ' οὔ. { - } 'Αλλ' οὐδέν, ἔφην ἐγώ,

Πρόδικε, διαφέρει: ἀλλὰ τόδε. εἰ ἀληθη̃ τὰ ἔμπροσθέν ἐστιν, ἀ̃ρά τις ἀνθρώπων ἐθελήσει ἐπὶ ταυ̃τα ἰέναι ἃ δέδοικεν, ἐξὸν ἐπὶ ἃ μή; ἢ ἀδύνατον ἐκ τω̃ν ὡμολογημένων; ἃ γὰρ δέ - δοικεν, ὡμολόγηται ἡγει̃σθαι κακὰ εἰ̃ναι: ἃ δὲ ἡγει̃ται κακά, οὐδένα οὔτε ἰέναι ἐπὶ ταυ̃τα οὔτε λαμβάνειν ἑκόντα. { - } 'Εδόκει καὶ ταυ̃τα πα̃σιν.

Οὕτω δὴ τούτων ὑποκειμένων, ἠ̃ν δ' ἐγώ, Πρόδικέ τε καὶ 'Ιππία, ἀπολογείσθω ἡμι̃ν Πρωταγόρας ὅδε ἃ τὸ πρω̃τον ἀπεκρίνατο πω̃ς ὀρθω̃ς ἔχει - μὴ ἃ τὸ πρω̃τον παντάπασι: τότε μὲν γὰρ δὴ πέντε ὄντων μορίων τη̃ς ἀρετη̃ς οὐδὲν ἔφη εἰ̃ναι τὸ ἕτερον οἱ̃ον τὸ ἕτερον, ἰδίαν δὲ αὑτου̃ ἕκαστον ἔχειν δύναμιν: ἀλλ' οὐ ταυ̃τα λέγω, ἀλλ' ἃ τὸ ὕστερον εἰ̃πεν. τὸ γὰρ ὕστερον ἔφη τὰ μὲν τέτταρα ἐπιεικω̃ς παραπλήσια ἀλλήλοις εἰ̃ναι, τὸ δὲ ἓν πάνυ πολὺ διαφέρειν τω̃ν ἄλλων, τὴν ἀνδρείαν, γνώσεσθαι δέ μ' ἔφη τεκμηρίω̨ τω̨̃δε: "Εὑρήσεις γάρ, ὠ̃ Σώ - κρατεσ, ἀνθρώπους ἀνοσιωτάτους μὲν ὄντας καὶ ἀδικωτάτους καὶ ἀκολαστοτάτους καὶ ἀμαθεστάτουσ, ἀνδρειοτάτους δέ: ὡ̨̃ γνώση̨ ὅτι πολὺ διαφέρει ἡ ἀνδρεία τω̃ν ἄλλων μορίων τη̃ς ἀρετη̃σ." καὶ ἐγὼ εὐθὺς τότε πάνυ ἐθαύμασα τὴν ἀπόκρισιν, καὶ ἔτι μα̃λλον ἐπειδὴ ταυ̃τα μεθ' ὑμω̃ν διεξη̃λθον. ἠρόμην δ' οὐ̃ν του̃τον εἰ τοὺς ἀνδρείους λέγοι θαρραλέουσ: ὁ δέ, "Καὶ ἴτας γ'," ἔφη. μέμνησαι, ἠ̃ν δ' ἐγώ, ὠ̃ Πρωταγόρα, ταυ̃τα ἀποκρινόμενοσ; { - } 'Ωμολόγει. { - } 'Ίθι δή, ἔφην ἐγώ, εἰπὲ ἡμι̃ν, ἐπὶ τί λέγεις ἴτας εἰ̃ναι τοὺς ἀνδρείουσ; ἠ̃ ἐφ' ἅπερ οἱ δειλοί; { - } Οὐκ ἔφη. { - } Οὐκου̃ν ἐφ' ἕτερα. { - } Ναί, ἠ̃ δ' ὅσ. { - } Πότερον οἱ μὲν δειλοὶ ἐπὶ τὰ θαρραλέα ἔρχονται, οἱ δὲ ἀνδρει̃οι ἐπὶ τὰ δεινά; { - } Λέγεται δή, ὠ̃ Σώκρατεσ, οὕτως ὑπὸ τω̃ν ἀνθρώπων. { - } 'Αληθη̃, ἔφην ἐγώ, λέγεισ: ἀλλ' οὐ του̃το ἐρωτω̃, ἀλλὰ σὺ ἐπὶ τί φὴ̨ς ἴτας εἰ̃ναι τοὺς ἀνδρείουσ; ἀ̃ρ' ἐπὶ τὰ δεινά, ἡγουμένους δεινὰ εἰ̃ναι, ἢ ἐπὶ τὰ μή; { - } 'Αλλὰ του̃τό γ', ἔφη, ἐν οἱ̃ς σὺ ἔλεγες τοι̃ς λόγοις ἀπεδείχθη ἄρτι ὅτι ἀδύνατον. { - } Καὶ του̃το, ἔφην ἐγώ, ἀληθὲς λέγεισ: ὥστ' εἰ του̃το ὀρθω̃ς ἀπεδείχθη, ἐπὶ μὲν ἃ δεινὰ ἡγει̃ται εἰ̃ναι οὐδεὶς ἔρχεται, ἐπειδὴ τὸ ἥττω εἰ̃ναι ἑαυτου̃ ηὑρέθη ἀμαθία οὐ̃σα. { - } 'Ωμολόγει. { - } 'Αλλὰ μὴν ἐπὶ ἅ γε θαρρου̃σι πάντες αὐ̃ ἔρχονται, καὶ δειλοὶ καὶ ἀνδρει̃οι, καὶ ταύτη̨ γε ἐπὶ τὰ αὐτὰ ἔρχονται οἱ δειλοί τε καὶ οἱ ἀνδρει̃οι. { - } 'Αλλὰ μέντοι, ἔφη, ὠ̃ Σώκρατεσ, πα̃ν γε τοὐναντίον ἐστὶν ἐπὶ ἃ οἵ τε δειλοὶ ἔρχονται καὶ οἱ ἀνδρει̃οι. αὐτίκα εἰς τὸν πόλεμον οἱ μὲν ἐθέλουσιν ἰέναι, οἱ δὲ οὐκ ἐθέλουσιν. { - } Πότερον, ἔφην ἐγώ, καλὸν ὂν ἰέναι ἢ αἰσχρόν; { - } Καλόν, ἔφη. { - } Οὐκου̃ν εἴπερ καλόν, καὶ ἀγαθὸν ὡμολογήσαμεν ἐν τοι̃ς ἔμπροσθεν: τὰς γὰρ καλὰς πράξεις ἁπάσας ἀγαθὰς ὡμολογήσαμεν. { - } 'Αληθη̃ λέγεισ, καὶ ἀεὶ ἔμοιγε δοκει̃ οὕτωσ. { - } 'Ορθω̃ς γε, ἔφην ἐγώ. ἀλλὰ ποτέρους φὴ̨ς εἰς τὸν πόλεμον οὐκ ἐθέλειν ἰέναι, καλὸν ὂν καὶ ἀγαθόν; { - } Τοὺς δειλούσ, ἠ̃ δ' ὅσ. { - } Οὐκου̃ν, ἠ̃ν δ' ἐγώ, εἴπερ καλὸν καὶ ἀγαθόν, καὶ ἡδύ; { - } 'Ωμολόγηται γου̃ν, ἔφη. { - } ~'Αρ' οὐ̃ν γιγνώσκοντες οἱ δειλοὶ οὐκ ἐθέλουσιν ἰέναι ἐπὶ τὸ κάλλιόν τε καὶ ἄμεινον καὶ ἥδιον; { - } 'Αλλὰ καὶ του̃το ἐὰν ὁμολογω̃μεν, ἔφη, διαφθερου̃μεν τὰς ἔμπροσθεν ὁμολογίασ. { - } Τί δ' ὁ ἀνδρει̃οσ; οὐκ ἐπὶ τὸ κάλλιόν τε καὶ ἄμεινον καὶ ἥδιον ἔρχεται; { - } 'Ανάγκη, ἔφη, ὁμολογει̃ν. { - } Οὐκου̃ν ὅλως οἱ ἀνδρει̃οι οὐκ αἰσχροὺς φόβους φοβου̃νται, ὅταν φοβω̃νται, οὐδὲ αἰσχρὰ θάρρη θαρρου̃σιν; { - } 'Αληθη̃, ἔφη. { - } Εἰ δὲ μὴ αἰσχρά, ἀ̃ρ' οὐ καλά; { - } 'Ωμολόγει. { - } Εἰ δὲ καλά, καὶ ἀγαθά; { - } Ναί. { - } Οὐκου̃ν καὶ οἱ δειλοὶ καὶ οἱ θρασει̃ς καὶ οἱ μαινό - μενοι τοὐναντίον αἰσχρούς τε φόβους φοβου̃νται καὶ αἰσχρὰ θάρρη θαρρου̃σιν; { - } 'Ωμολόγει. { - } Θαρρου̃σιν δὲ τὰ αἰσχρὰ καὶ κακὰ δι' ἄλλο τι ἢ δι' ἄγνοιαν καὶ ἀμαθίαν; { - } Οὕτως ἔχει, ἔφη. { - } Τί οὐ̃ν; του̃το δι' ὃ δειλοί εἰσιν οἱ δειλοί, δειλίαν ἢ ἀνδρείαν καλει̃σ; { - } Δειλίαν ἔγωγ', ἔφη. { - } Δειλοὶ δὲ οὐ διὰ τὴν τω̃ν δεινω̃ν ἀμαθίαν ἐφάνησαν ὄντεσ; { - } Πάνυ γ', ἔφη. { - } Διὰ ταύτην ἄρα τὴν ἀμαθίαν δειλοί εἰσιν; { - } 'Ωμολόγει. { - } Δι' ὃ δὲ δειλοί εἰσιν, δειλία ὁμολογει̃ται παρὰ σου̃; { - } Συνέφη. { - } Οὐκου̃ν ἡ τω̃ν δεινω̃ν καὶ μὴ δεινω̃ν ἀμαθία δειλία ἂν εἴη; { - } 'Επένευσε. { - } 'Αλλὰ μήν, ἠ̃ν δ' ἐγώ, ἐναντίον ἀνδρεία δειλία̨. { - } 'Έφη. { - } Οὐκου̃ν ἡ τω̃ν δεινω̃ν καὶ μὴ δεινω̃ν σοφία ἐναντία τη̨̃ τούτων ἀμαθία̨ ἐστίν; { - } Καὶ ἐνταυ̃θα ἔτι ἐπένευσεν. { - } 'Η δὲ τούτων ἀμαθία δειλία; { - } Πάνυ μόγις ἐνταυ̃θα ἐπένευσεν. { - } 'Η σοφία ἄρα τω̃ν δεινω̃ν καὶ μὴ δεινω̃ν ἀνδρεία ἐστίν, ἐναντία οὐ̃σα τη̨̃ τούτων ἀμαθία̨; { - } Οὐκέτι ἐνταυ̃θα οὔτ' ἐπινευ̃σαι ἠθέλησεν ἐσίγα τε. { - } Καὶ ἐγὼ εἰ̃πον: Τί δή, ὠ̃ Πρωταγόρα, οὔτε σὺ φὴ̨ς ἃ ἐρωτω̃ οὔτε ἀπόφη̨σ; { - } Αὐτόσ, ἔφη, πέρανον. { - } 'Έν γ', ἔφην ἐγώ, μόνον ἐρόμενος ἔτι σέ, εἴ σοι ὥσπερ τὸ πρω̃τον ἔτι δοκου̃σιν εἰ̃ναί τινες ἄνθρωποι ἀμαθέστατοι μέν, ἀνδρειότατοι δέ. { - } Φιλονικει̃ν μοι, ἔφη, δοκει̃σ, ὠ̃ Σώκρατεσ, τὸ ἐμὲ εἰ̃ναι τὸν ἀποκρινόμενον: χαριου̃μαι οὐ̃ν σοι, καὶ λέγω ὅτι ἐκ τω̃ν ὡμολογημένων ἀδύνατόν μοι δοκει̃ εἰ̃ναι.

Οὔτοι, ἠ̃ν δ' ἐγώ, ἄλλου ἕνεκα ἐρωτω̃ πάντα ταυ̃τα ἢ σκέψασθαι βουλόμενος πω̃ς ποτ' ἔχει τὰ περὶ τη̃ς ἀρετη̃ς καὶ τί ποτ' ἐστὶν αὐτό, ἡ ἀρετή. οἰ̃δα γὰρ ὅτι τούτου φανερου̃ γενομένου μάλιστ' ἂν κατάδηλον γένοιτο ἐκει̃νο περὶ οὑ̃ ἐγώ τε καὶ σὺ μακρὸν λόγον ἑκάτερος ἀπετείναμεν, ἐγὼ μὲν λέγων ὡς οὐ διδακτὸν ἀρετή, σὺ δ' ὡς διδακτόν. καί μοι δοκει̃ ἡμω̃ν ἡ ἄρτι ἔξοδος τω̃ν λόγων ὥσπερ ἄνθρωπος κατηγορει̃ν τε καὶ καταγελα̃ν, καὶ εἰ φωνὴν λάβοι, εἰπει̃ν ἂν ὅτι "'Άτοποί γ' ἐστέ, ὠ̃ Σώκρατές τε καὶ Πρωταγόρα: σὺ μὲν λέγων ὅτι οὐ διδακτόν ἐστιν ἀρετὴ ἐν τοι̃ς ἔμπροσθεν, νυ̃ν σεαυτω̨̃ τἀναντία σπεύδεισ, ἐπιχειρω̃ν ἀποδει̃ξαι ὡς πάντα χρήματά ἐστιν ἐπι - στήμη, καὶ ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ἡ ἀνδρεία, ὡ̨̃ τρόπω̨ μάλιστ' ἂν διδακτὸν φανείη ἡ ἀρετή. εἰ μὲν γὰρ ἄλλο τι ἠ̃ν ἢ ἐπιστήμη ἡ ἀρετή, ὥσπερ Πρωταγόρας ἐπεχείρει λέγειν, σαφω̃ς οὐκ ἂν ἠ̃ν διδακτόν: νυ̃ν δὲ εἰ φανήσεται ἐπιστήμη ὅλον, ὡς σὺ σπεύδεισ, ὠ̃ Σώκρατεσ, θαυμάσιον ἔσται μὴ διδακτὸν ὄν. Πρωταγόρας δ' αὐ̃ διδακτὸν τότε ὑποθέμενοσ, νυ̃ν τοὐναντίον ἔοικεν σπεύδοντι ὀλίγου πάντα μα̃λλον φανη̃ναι αὐτὸ ἢ ἐπιστήμην: καὶ οὕτως ἂν ἥκιστα εἴη διδακτόν." ἐγὼ οὐ̃ν, ὠ̃ Πρωταγόρα, πάντα ταυ̃τα καθορω̃ν ἄνω κάτω ταραττόμενα δεινω̃σ, πα̃σαν προθυμίαν ἔχω κατα - φανη̃ αὐτὰ γενέσθαι, καὶ βουλοίμην ἂν ταυ̃τα διεξελθόντας ἡμα̃ς ἐξελθει̃ν καὶ ἐπὶ τὴν ἀρετὴν ὅτι ἔστιν, καὶ πάλιν ἐπισκέψασθαι περὶ αὐτου̃ εἴτε διδακτὸν εἴτε μὴ διδακτόν, μὴ πολλάκις ἡμα̃ς ὁ 'Επιμηθεὺς ἐκει̃νος καὶ ἐν τη̨̃ σκέψει σφήλη̨ ἐξαπατήσασ, ὥσπερ καὶ ἐν τη̨̃ διανομη̨̃ ἠμέλησεν ἡμω̃ν, ὡς φὴ̨ς σύ. ἤρεσεν οὐ̃ν μοι καὶ ἐν τω̨̃ μύθω̨ ὁ Προμηθεὺς μα̃λλον του̃ 'Επιμηθέωσ: ὡ̨̃ χρώμενος ἐγὼ καὶ προμηθούμενος ὑπὲρ του̃ βίου του̃ ἐμαυτου̃ παντὸς πάντα ταυ̃τα πραγματεύομαι, καὶ εἰ σὺ ἐθέλοισ, ὅπερ καὶ κατ' ἀρχὰς ἔλεγον, μετὰ σου̃ ἂν ἥδιστα ταυ̃τα συνδιασκοποίην.

Καὶ ὁ Πρωταγόρασ, 'Εγὼ μέν, ἔφη, ὠ̃ Σώκρατεσ, ἐπαινω̃ σου τὴν προθυμίαν καὶ τὴν διέξοδον τω̃ν λόγων. καὶ γὰρ οὔτε τἀ̃λλα οἰ̃μαι κακὸς εἰ̃ναι ἄνθρωποσ, φθονερός τε ἥκιστ' ἀνθρώ - πων, ἐπεὶ καὶ περὶ σου̃ πρὸς πολλοὺς δὴ εἴρηκα ὅτι ὡ̃ν ἐντυγ - χάνω πολὺ μάλιστα ἄγαμαι σέ, τω̃ν μὲν τηλικούτων καὶ πάνυ: καὶ λέγω γε ὅτι οὐκ ἂν θαυμάζοιμι εἰ τω̃ν ἐλλογίμων γένοιο ἀνδρω̃ν ἐπὶ σοφία̨. καὶ περὶ τούτων δὲ εἰς αὐ̃θισ, ὅταν βούλη̨, διέξιμεν: νυ̃ν δ' ὥρα ἤδη καὶ ἐπ' ἄλλο τι τρέπεσθαι.

'Αλλ', ἠ̃ν δ' ἐγώ, οὕτω χρὴ ποιει̃ν, εἴ σοι δοκει̃. καὶ γὰρ ἐμοὶ οἱ̃περ ἔφην ἰέναι πάλαι ὥρα, ἀλλὰ Καλλία̨ τω̨̃ καλω̨̃ χαριζόμενος παρέμεινα.

Ταυ̃τ' εἰπόντες καὶ ἀκούσαντες ἀπη̨̃μεν.