I.1

1. 'Ηδοναὶ καὶ λυ̃παι φόβοι τε καὶ θάρρη ἐπιθυμίαι τε καὶ ἀποστροφαὶ καὶ τὸ ἀλγει̃ν τίνοσ ἂν εἰ̃εν; 'Ή γὰρ ψυχη̃σ, ἢ χρωμένησ ψυχη̃σ σώματι, ἢ τρίτου τινὸσ ἐξ ἀμφοι̃ν. Διχω̃σ δὲ καὶ του̃το: ἢ γὰρ τὸ μι̃γμα, ἢ ἄλλο ἕτερον ἐκ του̃ μίγματοσ. 'Ομοίωσ δὲ καὶ τὰ ἐκ τούτων τω̃ν παθημάτων γινόμενα καὶ πραττόμενα καὶ δοξαζόμενα. Καὶ οὐ̃ν καὶ διάνοια καὶ δόξα ζητητέαι, πότερα ὡ̃ν τὰ πάθη, ἢ αἱ μὲν οὕτωσ, αἱ δὲ ἄλλωσ. Καὶ τὰσ νοήσεισ δὲ θεωρητέον, πω̃σ καὶ τίνοσ, καὶ δὴ καὶ αὐτὸ του̃το τὸ ἐπισκοπου̃ν καὶ περὶ τούτων τὴν ζήτησιν καὶ τὴν κρίσιν ποιούμενον τί ποτ' ἂν εἴη. Καὶ πρότερον τὸ αἰσθάνεσθαιτίνοσ; 'Εντευ̃θεν γὰρ ἄρχεσθαι προσήκει, ἐπείπερ τὰ πάθη ἤ εἰσιν αἰσθήσεισ τινὲσ ἢ οὐκ ἄνευ αἰσθήσεωσ.

2. πρω̃τον δὲ ψυχὴν ληπτέον, πότερον ἄλλο μὲν ψυχή, ἄλλο δὲ ψυχη̨̃ εἰ̃ναι. Εἰ γὰρ του̃το, σύνθετόν τι ἡ ψυχὴ καὶ οὐκ ἄτοπον ἤδη δέχεσθαι αὐτὴν καὶ αὐτη̃σ εἰ̃ναι τὰ πάθη τὰ τοιαυ̃τα, εἰ ἐπιτρέψει καὶ οὕτωσ ὁ λόγοσ, καὶ ὅλωσ ἕξεισ καὶ διαθέσεισ χείρουσ καὶ βελτίουσ. 'Ή, εἰ ταὐτόν ἐστι ψυχὴ καὶ τὸ ψυχη̨̃ εἰ̃ναι, εἰ̃δόσ τι ἂν εἴη ψυχὴ ἄδεκτον τούτων ἁπασω̃ν τω̃ν ἐνεργειω̃ν, ὡ̃ν ἐποιστικὸν ἄλλω̨, ἑαυτω̨̃ δὲ συμφυα̃ ἔχον τὴν ἐνέργειαν ἐν ἑαυτω̨̃, ἥντινα ἂν φήνη̨ ὁ λόγοσ. Οὕτω γὰρ καὶ τὸ ἀθάνατον ἀληθὲσ λέγειν, εἴπερ δει̃ τὸ ἀθάνατον καὶ ἄφθαρτον ἀπαθὲσ εἰ̃ναι, ἄλλω̨ ἑαυτου̃ πωσ διδόν, αὐτὸ δὲ παρ' ἄλλου μηδὲν ἢ ὅσον παρὰ τω̃ν πρὸ αὐτου̃ ἔχειν, ὡ̃ν μὴ ἀποτέτμηται κρειττόνων ὄντων. Τί γὰρ ἂν καὶ φοβοι̃το τοιου̃τον ἄδεκτον ὂν παντὸσ του̃ ἔξω; 'Εκει̃νο τοίνυν φοβείσθω, ὃ δύναται παθει̃ν. Οὐδὲ θαρρει̃ τοίνυν: τούτοισ γὰρ θάρροσ, οἱ̃σ ἂν τὰ φοβερὰ μὴ παρη̨̃; 'Επιθυμίαι τε, αἳδιὰ σώματοσ ἀποπληρου̃νται κενουμένου καὶ πληρουμένου, ἄλλου του̃ πληρουμένου καὶ κενουμένου ὄντοσ; Πω̃σ δὲ μίξεωσ; 'Ή τὸ οὐσιω̃δεσ ἄμικτον. Πω̃σ δὲ ἐπεισαγωγη̃σ τινων; Οὕτω γὰρ ἂν σπεύδοι εἰσ τὸ μὴ εἰ̃ναι ὅ ἐστι. Τὸ δ' ἀλγει̃ν ἔτι πόρρω. Λυπει̃σθαι δὲ πω̃σ ἢ ἐπὶ τίνι; Αὔταρκεσ γὰρ τό γε ἁπλου̃ν ἐν οὐσία̨, οἱ̃όν ἐστι μένον ἐν οὐσία̨ τη̨̃ αὑτου̃. 'Ήδεται δὲ προσγενομένου τίνοσ, οὐδενὸσ οὐδ' ἀγαθου̃ προσιόντοσ; 'Ό γάρ ἐστιν, ἔστιν ἀεί. Καὶ μὴν οὐδὲ αἰσθήσεται οὐδὲ διάνοια οὐδὲ δόξα περὶ αὐτό: αἴσθησισ γὰρ παραδοχὴ εἴδουσ ἢ ...καὶ πάθουσ _σώματοσ, διάνοια δὲ καὶ δόξα ἐπ' αἴσθησιν. Περὶ δὲ νοήσεωσ ἐπισκεπτέον πω̃σ, εἰ ταύτην αὐτη̨̃ καταλείψομεν: καὶ περὶ ἡδονη̃σ αὐ̃ καθαρα̃σ, εἰ συμβαίνει περὶ αὐτὴν μόνην οὐ̃σαν.

3. 'Αλλὰ γὰρ ἐν σώματι θετέον ψυχήν, οὐ̃σαν εἴτε πρὸ τούτου, εἴτ' ἐν τούτω̨, ἐξ οὑ̃ καὶ αὐτη̃σ <ζω̨̃ον τὸ σύμπαν ἐκλήθη>. Χρωμένη μὲν οὐ̃ν σώματι οἱ̃α ὀργάνω̨ οὐκ ἀναγκάζεται δέξασθαι τὰ διὰ του̃ σώματοσ παθήματα, ὥσπερ οὐδὲ τὰ τω̃ν ὀργάνων παθήματα οἱ τεχνι̃ται: αἴσθησιν δὲ τάχ' ἂν ἀναγκαίωσ, εἴπερ δει̃ χρη̃σθαι τω̨̃ ὀργάνω̨ γινωσκούση̨ τὰ ἔξωθεν παθήματα ἐξ αἰσθήσεωσ:ἐπεὶ καὶ τὸ χρη̃σθαι ὄμμασίν ἐστιν ὁρα̃ν. 'Αλλὰ καὶ βλάβαι περὶ τὸ ὁρα̃ν, ὥστε καὶ λυ̃παι καὶ τὸ ἀλγει̃ν καὶ ὅλωσ ὅ τι περ ἂν περὶ τὸ σω̃μα πα̃ν γίγνηται: ὥστε καὶ ἐπιθυμίαι ζητούσησ τὴν θεραπείαν του̃ ὀργάνου. 'Αλλὰ πω̃σ ἀπὸ του̃ σώματοσ εἰσ αὐτὴν ἥξει τὰ πάθη; Σω̃μα μὲν γὰρ σώματι ἄλλω̨ μεταδώσει τω̃ν ἑαυτου̃, σω̃μα δὲ ψυχη̨̃ πω̃σ; Του̃το γάρ ἐστιν οἱ̃ον ἄλλου παθόντοσ ἄλλο παθει̃ν. Μέχρι γὰρ του̃ τὸ μὲν εἰ̃ναι τὸ χρώμενον, τὸ δὲ ὡ̨̃ χρη̃ται, χωρίσ ἐστιν ἑκάτερον: χωρίζει γου̃ν ὁ τὸ χρώμενον τὴν ψυχὴν διδούσ. 'Αλλὰ πρὸ του̃ χωρίσαι διὰ φιλοσοφίασ αὐτὸ πω̃σ εἰ̃χεν; 'Ή ἐμέμικτο. 'Αλλὰ εἰ ἐμέμικτο, ἢ κρα̃σίσ τισ ἠ̃ν, ἢ ὡσ <διαπλακει̃σα>, ἢ ὡσ εἰ̃δοσ οὐ κεχωρισμένον, ἢ εἰ̃δοσ ἐφαπτόμενον, ὥσπερ ὁ κυβερνήτησ, ἢ τὸ μὲν οὕτωσ αὐτου̃, τὸ δὲ ἐκείνωσ: λέγω δὲ ἢ τὸ μὲν κεχωρισμένον, ὅπερ τὸ χρώμενον, τὸ δὲ μεμιγμένον ὁπωσου̃ν καὶ αὐτὸ ὂν ἐν τάξει του̃ ὡ̨̃ χρη̃ται, ἵνα του̃το ἡ φιλοσοφία καὶ αὐτὸ ἐπιστρέφη̨ πρὸσ τὸ χρώμενον καὶ τὸ χρώμενον ἀπάγη̨, ὅσον μὴ πα̃σα ἀνάγκη, ἀπὸ του̃ ὡ̨̃ χρη̃ται, ὡσ μὴ ἀεὶ μηδὲ χρη̃σθαι.

4. θω̃μεν τοίνυν μεμι̃χθαι. 'Αλλ' εἰ μέμικται, τὸ μὲν χει̃ρον ἔσται βέλτιον, τὸ σω̃μα, τὸ δὲ χει̃ρον, ἡ ψυχή: καὶ βέλτιον μὲν τὸ σω̃μα ζωη̃σ μεταλαβόν, χει̃ρον δὲ ἡ ψυχὴ θανάτου καὶ ἀλογίασ. Τὸ δὴ ἀφαιρεθὲν ὁπωσου̃ν ζωη̃σ πω̃σ ἂν προσθήκην λάβοι τὸ αἰσθάνεσθαι; Τοὐναντίον δ' ἂν τὸσω̃μα ζωὴν λαβὸν του̃το ἂν εἴη τὸ αἰσθήσεωσ καὶ τω̃ν ἐξ αἰσθήσεωσ παθημάτων μεταλαμβάνον. Του̃το τοίνυν καὶ ὀρέξεται-του̃το γὰρ καὶ ἀπολαύσει ὡ̃ν ὀρέγεται-καὶ φοβήσεται περὶ αὑτου̃: του̃το γὰρ καὶ οὐ τεύξεται τω̃ν ἡδέων καὶ φθαρήσεται. Ζητητέον δὲ καὶ τὸν τρόπον τη̃σ μίξεωσ, μήποτε οὐ δυνατὸσ ἠ̨̃, ὥσπερ ἂν εἴ τισ λέγοι μεμι̃χθαι λευκω̨̃ γραμμήν, φύσιν ἄλλην ἄλλη̨. Τὸ δὲ "διαπλακει̃σα" οὐ ποιει̃ ὁμοιοπαθη̃ τὰ διαπλακέντα, ἀλλ' ἔστιν ἀπαθὲσ εἰ̃ναι τὸ διαπλακὲν καὶ ἔστι ψυχὴν διαπεφοιτηκυι̃αν μήτοι πάσχειν τὰ ἐκείνου πάθη, ὥσπερ καὶ τὸ φω̃σ, καὶ μάλιστα, εἰ οὕτω, δι' ὅλου ὡσ διαπεπλέχθαι: οὐ παρὰ του̃το οὐ̃ν πείσεται τὰ σώματοσ πάθη, ὅτι διαπέπλεκται. 'Αλλ' ὡσ εἰ̃δοσ ἐν ὕλη̨ ἔσται ἐν τω̨̃ σώματι; Πρω̃τον μὲν ὡσ χωριστὸν εἰ̃δοσ ἔσται, εἴπερ οὐσία, καὶ μα̃λλον ἂν εἴη κατὰ τὸ χρώμενον. Εἰ δὲ ὡσ τω̨̃ πελέκει τὸ σχη̃μα τὸ ἐπὶ τω̨̃ σιδήρω̨, καὶ τὸ συναμφότερον ὁ πέλεκυσ ποιήσει ἃ ποιήσει ὁ σίδηροσ ὁ οὕτωσ ἐσχηματισμένοσ, κατὰ τὸ σχη̃μα μέντοι, μα̃λλον ἂν τω̨̃ σώματι διδοι̃μεν ὅσα κοινὰ πάθη, τω̨̃ μέντοι τοιούτω̨, <τω̨̃ φυσικω̨̃, ὀργανικω̨̃, δυνάμει ζωὴν ἔχοντι>. Καὶ γὰρ ἄτοπόν φησι <τὴν ψυχὴν ὑφαίνειν λέγειν>, ὥστε καὶ ἐπιθυμει̃ν καὶ λυπει̃σθαι: ἀλλὰ τὸ ζω̨̃ον μα̃λλον.

5. 'Αλλὰ τὸ ζω̨̃ον ἢ τὸ σω̃μα δει̃ λέγειν τὸ τοιόνδε,ἢ <τὸ κοινόν>, ἢ ἕτερόν τι τρίτον ἐξ ἀμφοι̃ν γεγενημένον. 'Όπωσ δ' ἂν ἔχη̨, ἤτοι ἀπαθη̃ δει̃ τὴν ψυχὴν φυλάττειν αὐτὴν αἰτίαν γενομένην ἄλλω̨ του̃ τοιούτου, ἢ συμπάσχειν καὶ αὐτήν: καὶ ἢ ταὐτὸν πάσχουσαν πάθημα πάσχειν, ἢ ὅμοιόν τι, οἱ̃ον ἄλλωσ μὲν τὸ ζω̨̃ον ἐπιθυμει̃ν, ἄλλωσ δὲ τὸ ἐπιθυμητικὸν ἐνεργει̃ν ἢ πάσχειν. Τὸ μὲν οὐ̃ν σω̃μα τὸ τοιόνδε ὕστερον ἐπισκεπτέον: τὸ δὲ συναμφότερον οἱ̃ον λυπει̃σθαι πω̃σ; '~Αρα ὅτι του̃ σώματοσ οὑτωσὶ διατεθέντοσ καὶ μέχρισ αἰσθήσεωσ διελθόντοσ του̃ πάθουσ τη̃σ αἰσθήσεωσ εἰσ ψυχὴν τελευτώσησ; 'Αλλ' ἡ αἴσθησισ οὔπω δη̃λον πω̃σ. 'Αλλ' ὅταν ἡ λύπη ἀρχὴν ἀπὸ δόξησ καὶ κρίσεωσ λάβη̨ του̃ κακόν τι παρει̃ναι ἢ αὐτω̨̃ ἤ τινι τω̃ν οἰκείων, εἰ̃τ' ἐντευ̃θεν τροπὴ λυπηρὰ ἐπὶ τὸ σω̃μα καὶ ὅλωσ ἐπὶ πα̃ν τὸ ζω̨̃ον γένηται; 'Αλλὰ καὶ τὸ τη̃σ δόξησ οὔπω δη̃λον τίνοσ, τη̃σ ψυχη̃σ ἢ του̃ συναμφοτέρου: εἰ̃τα ἡ μὲν δόξα ἡ περὶ του̃ κακὸν τὸ τη̃σ λύπησ οὐκ ἔχει πάθοσ: καὶ γὰρ καὶ δυνατὸν τη̃σ δόξησ παρούσησ μὴ πάντωσ ἐπιγίνεσθαι τὸ λυπει̃σθαι, μηδ' αὐ̃ τὸ ὀργίζεσθαι δόξησ του̃ ὀλιγωρει̃σθαι γενομένησ, μηδ' αὐ̃ ἀγαθου̃ δόξησ κινει̃σθαι τὴν ὄρεξιν. Πω̃σ οὐ̃ν κοινὰ ταυ̃τα; 'Ή, ὅτι καὶ ἡ ἐπιθυμία του̃ ἐπιθυμητικου̃ καὶ ὁ θυμὸσ του̃ θυμικου̃ καὶ ὅλωσ του̃ ὀρεκτικου̃ ἡ ἐπί τι ἔκστασισ. 'Αλλ' οὕτωσ οὐκέτι κοινὰ ἔσται, ἀλλὰ τη̃σ ψυχη̃σ μόνησ: ἢ καὶ του̃ σώματοσ, ὅτι δει̃ αἱ̃μα καὶ χολὴν ζέσαι καί πωσ διατεθὲν τὸ σω̃μα τὴν ὄρεξιν κινη̃σαι, οἱ̃ον ἐπὶ ἀφροδισίων. 'Η δὲ του̃ ἀγαθου̃ ὄρεξισ μὴ κοινὸν πάθημα ἀλλὰ ψυχη̃σ ἔστω, ὥσπερ καὶ ἄλλα, καὶ οὐ πάντα του̃ κοινου̃ δίδωσί τισ λόγοσ.'Αλλὰ ὀρεγομένου ἀφροδισίων του̃ ἀνθρώπου ἔσται μὲν ὁ ἄνθρωποσ ὁ ἐπιθυμω̃ν, ἔσται δὲ ἄλλωσ καὶ τὸ ἐπιθυμητικὸν ἐπιθυμου̃ν. Καὶ πω̃σ; '~Αρα ἄρξει μὲν ὁ ἄνθρωποσ τη̃σ ἐπιθυμίασ, ἐπακολουθήσει δὲ τὸ ἐπιθυμητικόν; 'Αλλὰ πω̃σ ὅλωσ ἐπεθύμησεν ὁ ἄνθρωποσ μὴ του̃ ἐπιθυμητικου̃ κεκινημένου; 'Αλλ' ἄρξει τὸ ἐπιθυμητικόν. 'Αλλὰ του̃ σώματοσ μὴ πρότερον οὑτωσὶ διατεθέντοσ πόθεν ἄρξεται;

6. 'Αλλ' ἴσωσ βέλτιον εἰπει̃ν καθόλου τω̨̃ παρει̃ναι τὰσ δυνάμεισ τὰ ἔχοντα εἰ̃ναι τὰ ἐνεργου̃ντα κατ' αὐτάσ, αὐτὰσ δὲ ἀκινήτουσ εἰ̃ναι χορηγούσασ τὸ δύνασθαι τοι̃σ ἔχουσιν. 'Αλλ' εἰ του̃τό ἐστι, πάσχοντοσ του̃ ζώ̨ου τὴν αἰτίαν του̃ ζη̃ν τω̨̃ συναμφοτέρω̨ δου̃σαν αὑτὴν ἀπαθη̃ εἰ̃ναι τω̃ν παθω̃ν καὶ τω̃ν ἐνεργειω̃ν του̃ ἔχοντοσ ὄντων. 'Αλλ' εἰ του̃το, καὶ τὸ ζη̃ν ὅλωσ οὐ τη̃σ ψυχη̃σ, ἀλλὰ του̃ συναμφοτέρου ἔσται; 'Ή τὸ του̃ συναμφοτέρου ζη̃ν οὐ τη̃σ ψυχη̃σ ἔσται: καὶ ἡ δύναμισ δὲ ἡ αἰσθητικὴ οὐκ αἰσθήσεται, ἀλλὰ τὸ ἔχον τὴν δύναμιν. 'Αλλ' εἰ ἡ αἴσθησισ διὰ σώματοσ κίνησισ οὐ̃σα εἰσ ψυχὴν τελευτα̨̃, πω̃σ ἡ ψυχὴ οὐκ αἰσθήσεται; 'Ή τη̃σ δυνάμεωσ τη̃σ αἰσθητικη̃σ παρούσησ τω̨̃ ταύτην παρει̃ναι αἰσθήσεται. Τί αἰσθήσεται; τὸ συναμφότερον; 'Αλλ' εἰ ἡ δύναμισ μὴ κινήσεται, πω̃σ ἔτι τὸ συναμφότερον μὴ συναριθμουμένησ ψυχη̃σ μηδὲ τη̃σ ψυχικη̃σ δυνάμεωσ;

7. '`Η τὸ συναμφότερον ἔστω τη̃σ ψυχη̃σ τω̨̃ παρει̃ναι οὐχ αὑτὴν δούσησ τη̃σ τοιαύτησ εἰσ τὸ συναμφότερον ἢ εἰσ θάτερον, ἀλλὰ ποιούσησ ἐκ του̃ σώματοσ του̃ τοιούτουκαί τινοσ οἱ̃ον φωτὸσ του̃ παρ' αὐτὴν δοθέντοσ τὴν του̃ ζώ̨ου φύσιν ἕτερόν τι, οὑ̃ τὸ αἰσθάνεσθαι καὶ τὰ ἄλλα ὅσα ζώ̨ου πάθη εἴρηται. 'Αλλὰ πω̃σ ἡμει̃σ αἰσθανόμεθα; 'Ή, ὅτι οὐκ ἀπηλλάγημεν του̃ τοιούτου ζώ̨ου, καὶ εἰ ἄλλα ἡμι̃ν τιμιώτερα εἰσ τὴν ὅλην ἀνθρώπου οὐσίαν ἐκ πολλω̃ν οὐ̃σαν πάρεστι. Τὴν δὲ τη̃σ ψυχη̃σ του̃ αἰσθάνεσθαι δύναμιν οὐ τω̃ν αἰσθητω̃ν εἰ̃ναι δει̃, τω̃ν δὲ ἀπὸ τη̃σ αἰσθήσεωσ ἐγγιγνομένων τω̨̃ ζώ̨ω̨ τύπων ἀντιληπτικὴν εἰ̃ναι μα̃λλον: νοητὰ γὰρ ἤδη ταυ̃τα: ὡσ τὴν αἴσθησιν τὴν ἔξω εἴδωλον εἰ̃ναι ταύτησ, ἐκείνην δὲ ἀληθεστέραν τη̨̃ οὐσία̨ οὐ̃σαν εἰδω̃ν μόνων ἀπαθω̃σ εἰ̃ναι θεωρίαν. 'Απὸ δὴ τούτων τω̃ν εἰδω̃ν, ἀφ' ὡ̃ν ψυχὴ ἤδη παραδέχεται μόνη τὴν του̃ ζώ̨ου ἡγεμονίαν, διάνοιαι δὴ καὶ δόξαι καὶ νοήσεισ: ἔνθα δὴ ἡμει̃σ μάλιστα. Τὰ δὲ πρὸ τούτων ἡμέτερα, ἡμει̃σ δὴ τὸ ἐντευ̃θεν ἄνω ἐφεστηκότεσ τω̨̃ ζώ̨ω̨. Κωλύσει δὲ οὐδὲν τὸ σύμπαν ζω̨̃ον λέγειν, μικτὸν μὲν τὰ κάτω, τὸ δὲ ἐντευ̃θεν ὁ ἄνθρωποσ ὁ ἀληθὴσ σχεδόν: ἐκει̃να δὲ τὸ <λεοντω̃δεσ> καὶ τὸ <ποικίλον> ὅλωσ <θηρίον>. Συνδρόμου γὰρ ὄντοσ του̃ ἀνθρώπου τη̨̃ λογικη̨̃ ψυχη̨̃, ὅταν λογιζώμεθα, ἡμει̃σ λογιζόμεθα τω̨̃ τοὺσ λογισμοὺσ ψυχη̃σ εἰ̃ναι ἐνεργήματα.

8. πρὸσ δὲ τὸν νου̃ν πω̃σ; Νου̃ν δὲ λέγω οὐχ ἣν ἡ ψυχὴ ἔχει ἕξιν οὐ̃σαν τω̃ν παρὰ του̃ νου̃, ἀλλ' αὐτὸν τὸν νου̃ν. 'Ή ἔχομεν καὶ του̃τον ὑπεράνω ἡμω̃ν. 'Έχομεν δὲ ἢ κοινὸν ἢ ἴδιον, ἢ καὶ κοινὸν πάντων καὶ ἴδιον: κοινὸν μέν, ὅτι ἀμέριστοσ καὶ εἱ̃σ καὶ πανταχου̃ ὁ αὐτόσ, ἴδιον δέ, ὅτι ἔχει καὶ ἕκαστοσ αὐτὸν ὅλον ἐν ψυχη̨̃ τη̨̃ πρώτη̨. 'Έχομεν οὐ̃ν καὶ τὰ εἴδη διχω̃σ, ἐν μὲν ψυχη̨̃ οἱ̃ον ἀνειλιγμένα καὶ οἱ̃ον κεχωρισμένα, ἐν δὲ νω̨̃ ὁμου̃ τὰ πάντα. Τὸν δὲ θεὸν πω̃σ; 'Ή ὡσ ἐποχούμενον τη̨̃ νοητη̨̃ φύσει καὶ τη̨̃ οὐσία̨ τη̨̃ ὄντωσ, ἡμα̃σ δὲ ἐκει̃θεν τρίτουσ ἐκ <τη̃σ ἀμερίστου>, φησί, τη̃σ ἄνωθεν <καὶ> ἐκ <τη̃σ περὶ τὰ σώματα μεριστη̃σ>, ἣν δὴ δει̃ νοει̃ν οὕτω μεριστὴν περὶ τὰ σώματα, ὅτι δίδωσιν ἑαυτὴν τοι̃σ σώματοσ μεγέθεσιν, ὁπόσον ἂν ζω̨̃ον ἠ̨̃ ἕκαστον, ἐπεὶ καὶ τω̨̃ παντὶ ὅλω̨, οὐ̃σα μία: ἤ, ὅτι φαντάζεται τοι̃σ σώμασι παρει̃ναι ἐλλάμπουσα εἰσ αὐτὰ καὶ ζω̨̃α ποιου̃σα οὐκ ἐξ αὐτη̃σ καὶ σώματοσ, ἀλλὰ μένουσα μὲν αὐτή, εἴδωλα δὲ αὐτη̃σ διδου̃σα, ὥσπερ πρόσωπον ἐν πολλοι̃σ κατόπτροισ. Πρω̃τον δὲ εἴδωλον αἴσθησισ ἡ ἐν τω̨̃ κοινω̨̃: εἰ̃τα ἀπὸ ταύτησ αὐ̃ πα̃ν ἄλλο εἰ̃δοσ λέγεται ψυχη̃σ, ἕτερον ἀφ' ἑτέρου ἀεί, καὶ τελευτα̨̃ μέχρι γεννητικου̃ καὶ αὐξήσεωσ καὶ ὅλωσ ποιήσεωσ ἄλλου καὶ ἀποτελεστικου̃ ἄλλου παρ' αὐτὴν τὴν ποιου̃σαν ἐπεστραμμένησ αὐτη̃σ τη̃σ ποιούσησ πρὸσ τὸ ἀποτελούμενον.

9. 'Έσται τοίνυν ἐκείνησ ἡμι̃ν τη̃σ ψυχη̃σ ἡ φύσισ ἀπηλλαγμένη αἰτίασ κακω̃ν, ὅσα ἄνθρωποσ ποιει̃ καὶ πάσχει: περὶ γὰρ τὸ ζω̨̃ον ταυ̃τα, τὸ κοινόν, καὶ κοινόν, ὡσ εἴρηται. 'Αλλ' εἰ δόξα τη̃σ ψυχη̃σ καὶ διάνοια, πω̃σ ἀναμάρτητοσ; Ψευδὴσ γὰρ δόξα καὶ πολλὰ κατ' αὐτὴν πράττεται τω̃ν κακω̃ν. 'Ή πράττεται μὲν τὰ κακὰ ἡττωμένων ἡμω̃ν ὑπὸ του̃ χείρονοσ-πολλὰ γὰρ ἡμει̃σ-ἢ ἐπιθυμίασ ἢ θυμου̃ ἢ εἰδώλου κακου̃: ἡ δὲ τω̃ν ψευδω̃ν λεγομένη διάνοια φαντασία οὐ̃σα οὐκ ἀνέμεινε τὴν του̃ διανοητικου̃ κρίσιν, ἀλλ' ἐπράξαμεν τοι̃σ χείροσι πεισθέντεσ, ὥσπερ ἐπὶ τη̃σ αἰσθήσεωσ πρὶν τω̨̃ διανοητικω̨̃ ἐπικρι̃ναι ψευδη̃ ὁρα̃ν συμβαίνει τη̨̃ κοινη̨̃ αἰσθήσει. 'Ο δὲ νου̃σ ἢ ἐφήψατο ἢ οὔ, ὥστε ἀναμάρτητοσ. 'Ή οὕτω δὲ λεκτέον, ὡσ ἡμει̃σ ἢ ἐφηψάμεθα του̃ ἐν τω̨̃ νω̨̃ νοητου̃ ἢ οὔ. 'Ή του̃ ἐν ἡμι̃ν: δυνατὸν γὰρ καὶ ἔχειν καὶ μὴ πρόχειρον ἔχειν. Διείλομεν δὴ τὰ κοινὰ καὶ τὰ ἴδια τω̨̃ τὰ μὲν σωματικὰ καὶ οὐκ ἄνευ σώματοσ εἰ̃ναι, ὅσα δὲ οὐ δει̃ται σώματοσ εἰσ ἐνέργειαν, ταυ̃τα ἴδια ψυχη̃σ εἰ̃ναι, καὶ τὴν διάνοιαν ἐπίκρισιν ποιουμένην τω̃ν ἀπὸ τη̃σ αἰσθήσεωσ τύπων εἴδη ἤδη θεωρει̃ν καὶ θεωρει̃ν οἱ̃ον συναισθήσει, τήν γε κυρίωσ τη̃σ ψυχη̃σ τη̃σ ἀληθου̃σ διάνοιαν: νοήσεων γὰρ ἐνέργεια ἡ διάνοια ἡ ἀληθὴσ καὶ τω̃ν ἔξω πολλάκισ πρὸσ τἄνδον ὁμοιότησ καὶ κοινωνία. 'Ατρεμήσει οὐ̃ν οὐδὲν ἡ̃ττον ἡψυχὴ πρὸσ ἑαυτὴν καὶ ἐν ἑαυτη̨̃: αἱ δὲ τροπαὶ καὶ ὁ θόρυβοσ ἐν ἡμι̃ν παρὰ τω̃ν συνηρτημένων καὶ τω̃ν του̃ κοινου̃, ὅ τι δήποτέ ἐστι του̃το, ὡσ εἴρηται, παθημάτων.

10. 'Αλλ' εἰ ἡμει̃σ ἡ ψυχή, πάσχομεν δὲ ταυ̃τα ἡμει̃σ, ταυ̃τα ἂν εἴη πάσχουσα ἡ ψυχὴ καὶ αὐ̃ ποιήσει ἃ ποιου̃μεν. 'Ή καὶ τὸ κοινὸν ἔφαμεν ἡμω̃ν εἰ̃ναι καὶ μάλιστα οὔπω κεχωρισμένων: ἐπεὶ καὶ ἃ πάσχει τὸ σω̃μα ἡμω̃ν ἡμα̃σ φαμεν πάσχειν. Διττὸν οὐ̃ν τὸ ἡμει̃σ, ἢ συναριθμουμένου του̃ θηρίου, ἢ τὸ ὑπὲρ του̃το ἤδη: θηρίον δὲ ζω̨ωθὲν τὸ σω̃μα. 'Ο δ' ἀληθὴσ ἄνθρωποσ ἄλλοσ ὁ καθαρὸσ τούτων τὰσ ἀρετὰσ ἔχων τὰσ ἐν νοήσει αἳ δὴ ἐν αὐτη̨̃ τη̨̃ χωριζομένη̨ ψυχη̨̃ ἵδρυνται, χωριζομένη̨ δὲ καὶ χωριστη̨̃ ἔτι ἐνταυ̃θα οὔση̨: ἐπεὶ καί, ὅταν αὕτη παντάπασιν ἀποστη̨̃, καὶ ἡ ἀπ' αὐτη̃σ ἐλλαμφθει̃σα ἀπελήλυθε συνεπομένη. Αἱ δ' ἀρεταὶ αἱ μὴ φρονήσει, <ἔθεσι> δὲ ἐγγινόμεναι καὶ <ἀσκήσεσι>, του̃ κοινου̃: τούτου γὰρ αἱ κακίαι, ἐπεὶ καὶ φθόνοι καὶ ζη̃λοι καὶ ἔλεοι. Φιλίαι δὲ τίνοσ; 'Ή αἱ μὲν τούτου, αἱ δὲ του̃ ἔνδον ἀνθρώπου.

11. παίδων δὲ ὄντων ἐνεργει̃ μὲν τὰ ἐκ του̃ συνθέτου, ὀλίγα δὲ ἐλλάμπει ἐκ τω̃ν ἄνω εἰσ αὐτό. 'Όταν δ' ἀργη̨̃ εἰσ ἡμα̃σ, ἐνεργει̃ πρὸσ τὸ ἄνω: εἰσ ἡμα̃σ δὲ ἐνεργει̃, ὅταν μέχρι του̃ μέσου ἥκη̨. Τί οὐ̃ν; Οὐχ ἡμει̃σ καὶ πρὸ τούτου; 'Αλλ' ἀντίληψιν δει̃ γενέσθαι: οὐ γάρ, ὅσα ἔχομεν, τούτοισ χρώμεθα ἀεί, ἀλλ' ὅταν τὸ μέσον τάξωμεν ἢ πρὸσ τὰ ἄνω ἢ πρὸσ τὰ ἐναντία, ἢ ὅσα ἀπὸ δυνάμεωσ ἢ ἕξεωσεἰσ ἐνέργειαν ἄγομεν. Τὰ δὲ θηρία πω̃σ τὸ ζω̨̃ον ἔχει; 'Ή εἰ μὲν ψυχαὶ εἰ̃εν ἐν αὐτοι̃σ ἀνθρώπειοι, ὥσπερ λέγεται, ἁμαρτου̃σαι, οὐ τω̃ν θηρίων γίνεται του̃το, ὅσον χωριστόν, ἀλλὰ παρὸν οὐ πάρεστιν αὐτοι̃σ, ἀλλ' ἡ συναίσθησισ τὸ τη̃σ ψυχη̃σ εἴδωλον μετὰ του̃ σώματοσ ἔχει: σω̃μα δὴ τοιόνδε οἱ̃ον ποιωθὲν ψυχη̃σ εἰδώλω̨: εἰ δὲ μὴ ἀνθρώπου ψυχὴ εἰσέδυ, ἐλλάμψει ἀπὸ τη̃σ ὅλησ τὸ τοιου̃τον ζω̨̃ον γενόμενόν ἐστιν.

12. 'Αλλ' εἰ ἀναμάρτητοσ ἡ ψυχή, πω̃σ αἱ δίκαι; 'Αλλὰ γὰρ οὑ̃τοσ ὁ λόγοσ ἀσυμφωνει̃ παντὶ λόγω̨, ὅσ φησιν αὐτὴν καὶ ἁμαρτάνειν καὶ κατορθου̃ν καὶ διδόναι δίκασ καὶ ἐν 'Άιδου καὶ μετενσωματου̃σθαι. Προσθετέον μὲν οὐ̃ν ὅτω̨ τισ βούλεται λόγω̨: τάχα δ' ἄν τισ ἐξεύροι καὶ ὅπη̨ μὴ μαχου̃νται. 'Ο μὲν γὰρ τὸ ἀναμάρτητον διδοὺσ τη̨̃ ψυχη̨̃ λόγοσ ἓν ἁπλου̃ν πάντη ἐτίθετο τὸ αὐτὸ ψυχὴν καὶ τὸ ...ψυχη̨̃ _εἰ̃ναι λέγων, ὁ δ' ἁμαρτει̃ν διδοὺσ συμπλέκει μὲν καὶ προστίθησιν αὐτη̨̃ καὶ ἄλλο ψυχη̃σ εἰ̃δοσ τὸ τὰ δεινὰ ἔχον πάθη: σύνθετοσ οὐ̃ν καὶ τὸ ἐκ πάντων ἡ ψυχὴ αὐτὴ γίνεται καὶ πάσχει δὴ κατὰ τὸ ὅλον καὶ ἁμαρτάνει τὸ <σύνθετον> καὶ του̃τό ἐστι τὸ διδὸν δίκην αὐτω̨̃, οὐκ ἐκει̃νο. 'Όθεν φησί: <τεθεάμεθα> γὰρ αὐτήν, <ὥσπερ οἱ τὸν θαλάττιον Γλαυ̃κον ὁρω̃ντεσ>. Δει̃ δὲ <περικρούσαντασ> τὰ προστεθέντα, εἴπερ τισ ἐθέλει <τὴν φύσιν>, φησίν, αὐτη̃σ <ἰδει̃ν, εἰσ τὴν φιλοσοφίαν αὐτη̃σ ἰδει̃ν, ὡ̃ν ἐφάπτεται καὶ τίσι συγγενὴσ οὐ̃σά> ἐστιν ὅ ἐστιν. 'Άλλη οὐ̃ν ζωὴ καὶ ἄλλαι ἐνέργειαι καὶ τὸ κολαζόμενον ἕτερον: ἡ δὲ ἀναχώρησισ καὶ ὁ χωρισμὸσ οὐ μόνον του̃δε του̃ σώματοσ, ἀλλὰ καὶ ἅπαντοσ του̃ προστεθέντοσ. Καὶ γὰρ ἐν τη̨̃ γενέσει ἡ προσθήκη: ἢ ὅλωσ ἡ γένεσισ του̃ ἄλλου ψυχη̃σ εἴδουσ. Τὸ δὲ πω̃σ ἡ γένεσισ, εἴρηται, ὅτι καταβαινούσησ, ἄλλου του ἀπ' αὐτη̃σ γινομένου του̃ καταβαίνοντοσ ἐν τη̨̃ νεύσει. '~Αρ' οὐ̃ν ἀφίησι τὸ εἴδωλον; Καὶ ἡ νευ̃σισ δὲ πω̃σ οὐχ ἁμαρτία; 'Αλλ' εἰ ἡ νευ̃σισ ἔλλαμψισ πρὸσ τὸ κάτω, οὐχ ἁμαρτία, ὥσπερ οὐδ' ἡ σκιά, ἀλλ' αἴτιον τὸ ἐλλαμπόμενον: εἰ γὰρ μὴ εἴη, οὐκ ἔχει ὅπη̨ ἐλλάμψει. Καταβαίνειν οὐ̃ν καὶ νεύειν λέγεται τω̨̃ συνεζηκέναι αὐτη̨̃ τὸ ἐλλαμφθὲν παρ' αὐτη̃σ. 'Αφίησιν οὐ̃ν τὸ εἴδωλον, εἰ μὴ ἐγγὺσ τὸ ὑποδεξάμενον: ἀφίησι δὲ οὐ τω̨̃ ἀποσχισθη̃ναι, ἀλλὰ τω̨̃ μηκέτι εἰ̃ναι: οὐκέτι δέ ἐστιν, ἐὰν ἐκει̃ βλέπη̨ ὅλη. Χωρίζειν δὲ ἔοικεν ὁ ποιητὴσ του̃το ἐπὶ του̃ 'Ηρακλέουσ τὸ εἴδωλον αὐτου̃ διδοὺσ ἐν 'Άιδου, αὐτὸν δὲ ἐν θεοι̃σ εἰ̃ναι ὑπ' ἀμφοτέρων τω̃ν λόγων κατεχόμενοσ, καὶ ὅτι ἐν θεοι̃σ καὶ ὅτι ἐν 'Άιδου: ἐμέρισε δ' οὐ̃ν. Τάχα δ' ἂν οὕτω πιθανὸσ ὁ λόγοσ εἴη: ὅτι δὴ πρακτικὴν ἀρετὴν ἔχων 'Ηρακλη̃σ καὶ ἀξιωθεὶσ διὰ καλοκἀγαθίαν θεὸσ εἰ̃ναι, ὅτι πρακτικόσ, ἀλλ' οὐ θεωρητικὸσ ἠ̃ν, ἵνα ἂν ὅλοσ ἠ̃ν ἐκει̃, ἄνω τέ ἐστι καὶ ἔτι ἐστί τι αὐτου̃ καὶ κάτω.

13. τὸ δὲ ἐπισκεψάμενον περὶ τούτων ἡμει̃σ ἢ ἡ ψυχή; 'Ή ἡμει̃σ, ἀλλὰ τη̨̃ ψυχη̨̃. Τὸ δὲ "τη̨̃ ψυχη̨̃" πω̃σ;'~Αρα τω̨̃ ἔχειν ἐπεσκέψατο; 'Ή ἡ̨̃ ψυχή. Οὐκου̃ν κινήσεται; 'Ή κίνησιν τὴν τοιαύτην δοτέον αὐτη̨̃, ἣ μὴ σωμάτων, ἀλλ' ἔστιν αὐτη̃σ ζωή. Καὶ ἡ νόησισ δὲ ἡμω̃ν οὕτω, ὅτι καὶ νοερὰ ἡ ψυχὴ καὶ ζωὴ κρείττων ἡ νόησισ, καὶ ὅταν ψυχὴ νοη̨̃, καὶ ὅταν νου̃σ ἐνεργη̨̃ εἰσ ἡμα̃σ: μέροσ γὰρ καὶ οὑ̃τοσ ἡμω̃ν καὶ πρὸσ του̃τον ἄνιμεν.

I.2

1. 'Επειδὴ <τὰ κακὰ> ἐνταυ̃θα καὶ <τόνδε τὸν τόπον περιπολει̃ ἐξ ἀνάγκησ>, βούλεται δὲ ἡ ψυχὴ φυγει̃ν τὰ κακά, <φευκτέον ἐντευ̃θεν>. Τίσ οὐ̃ν ἡ φυγή; <θεω̨̃>, φησιν, <ὁμοιωθη̃ναι>. Του̃το δέ, εἰ <δίκαιοι καὶ ὅσιοι μετὰ φρονήσεωσ γενοίμεθα> καὶ ὅλωσ ἐν ἀρετη̨̃. Εἰ οὐ̃ν ἀρετη̨̃ ὁμοιούμεθα, ἀ̃ρα ἀρετὴν ἔχοντι; Καὶ δὴ καὶ τίνι θεω̨̃; '~Αρ' οὐ̃ν τω̨̃ μα̃λλον δοκου̃ντι ταυ̃τα ἔχειν καὶ δὴ τη̨̃ του̃ κόσμου ψυχη̨̃ καὶ τω̨̃ ἐν ταύτη̨ ἡγουμένω̨ ὡ̨̃ φρόνησισ θαυμαστὴ ὑπάρχει; Καὶ γὰρ εὔλογον ἐνταυ̃θα ὄντασ τούτω̨ ὁμοιου̃σθαι. 'Ή πρω̃τον μὲν ἀμφισβητήσιμον, εἰ καὶ τούτω̨ ὑπάρχουσι πα̃σαι: οἱ̃ον σώφρονι ἀνδρείω̨ εἰ̃ναι, ὡ̨̃ μήτε τι δεινόν ἐστιν: οὐδὲν γὰρ ἔξωθεν: μήτε προσιὸν ἡδὺ οὑ̃ καὶ ἐπιθυμία ἂν γένοιτο μὴ παρόντοσ, ἵν' ἔχη̨ ἢ ἕλη̨. Εἰ δὲ καὶ αὐτὸσ ἐν ὀρέξει ἐστὶ τω̃ν νοητω̃ν ὡ̃ν καὶ αἱ ἡμέτεραι, δη̃λον ὅτι καὶ ἡμι̃ν ἐκει̃θεν ὁ κόσμοσ καὶ αἱ ἀρεταί. '~Αρ' οὐ̃ν ἐκει̃νο ταύτασ ἔχει; 'Ή οὐκ εὔλογον τάσ γε πολιτικὰσ λεγομένασἀρετὰσ ἔχειν, φρόνησιν μὲν περὶ τὸ λογιζόμενον, ἀνδρίαν δὲ περὶ τὸ θυμούμενον, σωφροσύνην δὲ ἐν ὁμολογία̨ τινὶ καὶ συμφωνία̨ ἐπιθυμητικου̃ πρὸσ λογισμόν, δικαιοσύνην δὲ τὴν ἑκάστου τούτων ὁμου̃ <οἰκειοπραγίαν ἀρχη̃σ πέρι καὶ του̃ ἄρχεσθαι>. '~Αρ' οὐ̃ν οὐ κατὰ τὰσ πολιτικὰσ ὁμοιούμεθα, ἀλλὰ κατὰ τὰσ μείζουσ τω̨̃ αὐτω̨̃ ὀνόματι χρωμένασ; 'Αλλ' εἰ κατ' ἄλλασ, κατὰ τὰσ πολιτικὰσ ὅλωσ οὔ; 'Ή ἄλογον μηδ' ὁπωσου̃ν ὁμοιου̃σθαι κατὰ ταύτασ-τούτουσ γου̃ν καὶ θείουσ ἡ φήμη λέγει καὶ λεκτέον ἀμη̨γέπη̨ ὡμοιω̃σθαι -κατὰ δὲ τὰσ μείζουσ τὴν ὁμοίωσιν εἰ̃ναι. 'Αλλ' ἑκατέρωσ γε συμβαίνει ἀρετὰσ ἔχειν κἂν εἰ μὴ τοιαύτασ. Εἰ οὐ̃ν τισ συγχωρει̃, [κἂν εἰ μὴ τοιαύτασ] ὁμοιου̃σθαι δύνασθαι, ἄλλωσ ἡμω̃ν ἐχόντων πρὸσ ἄλλασ, οὐδὲν κωλύει, καὶ μὴ πρὸσ ἀρετὰσ ὁμοιουμένων, ἡμα̃σ ται̃σ αὑτω̃ν ἀρεται̃σ ὁμοιου̃σθαι τω̨̃ μὴἀρετὴν κεκτημένω̨. Καὶ πω̃σ; '~Ωδε: εἴ τι θερμότητοσ παρουσία̨ θερμαίνεται, ἀνάγκη καὶ ὅθεν ἡ θερμότησ ἐλήλυθε θερμαίνεσθαι; Καὶ εἴ τι πυρὸσ παρουσία̨ θερμόν ἐστιν, ἀνάγκη καὶ τὸ πυ̃ρ αὐτὸ πυρὸσ παρουσία̨ θερμαίνεσθαι; 'Αλλὰ πρὸσ μὲν τὸ πρότερον εἴποι ἄν τισ καὶ ἐν τω̨̃ πυ̃ρ εἰ̃ναι θερμότητα, ἀλλὰ σύμφυτον, ὥστε τὸν λόγον ποιει̃ν τη̨̃ ἀναλογία̨ ἑπόμενον ἐπακτὸν μὲν τη̨̃ ψυχη̨̃ τὴν ἀρετὴν, ἐκείνω̨ δέ, ὅθεν μιμησαμένη ἔχει, σύμφυτον: πρὸσ δὲ τὸν ἐκ του̃ πυρὸσ λόγον τὸ ἐκει̃νον ἀρετὴν εἰ̃ναι: ἀρετη̃σ δὲ ἀξιου̃μεν εἰ̃ναι μείζονα. 'Αλλ' εἰ μὲν οὑ̃ μεταλαμβάνει ψυχὴ τὸ αὐτὸ ἠ̃ν τω̨̃ ἀφ' οὑ̃, οὕτωσ ἔδει λέγειν: νυ̃ν δὲ ἕτερον μὲν ἐκει̃νο, ἕτερον δὲ του̃το. Οὐδὲ γὰρ οἰκία ἡ αἰσθητὴ τὸ αὐτὸ τη̨̃ νοητη̨̃, καίτοι ὡμοίωται: καὶ τάξεωσ δὲ καὶ κόσμου μεταλαμβάνει ἡ οἰκία ἡ αἰσθητὴ κἀκει̃ ἐν τω̨̃ λόγω̨ οὐκ ἔστι τάξισ οὐδὲ κόσμοσ οὐδὲ συμμετρία. Οὕτωσ οὐ̃ν κόσμου καὶ τάξεωσ καὶ ὁμολογίασ μεταλαμβάνοντεσ ἐκει̃θεν καὶ τούτων ὄντων τη̃σ ἀρετη̃σ ἐνθάδε, οὐ δεομένων δὲ τω̃ν ἐκει̃ ὁμολογίασ οὐδὲ κόσμου οὐδὲ τάξεωσ, οὐδ' ἂν ἀρετη̃σ ε ἴη χρεία, καὶ ὁμοιούμεθα οὐδὲν ἡ̃ττον τοι̃σ ἐκει̃ δι' ἀρετη̃σ παρουσίαν. Πρὸσ μὲν οὐ̃ν τὸ μὴ ἀναγκαι̃ον κἀκει̃ ἀρετὴν εἰ̃ναι, ἐπείπερ ἡμει̃σ ἀρετη̨̃ ὁμοιούμεθα, ταυτί: δει̃ δὲ πειθὼ ἐπάγειν τω̨̃ λόγω̨ μὴ μένοντασ ἐπὶ τη̃σ βίασ.

2. πρω̃τον τοίνυν τὰσ ἀρετὰσ ληπτέον καθ' ἅσ φαμεν ὁμοιου̃σθαι, ἵν' αὐ̃ τὸ αὐτὸ εὕρωμεν ὃ παρ' ἡμι̃ν μὲνμίμημα ὂν ἀρετή ἐστιν, ἐκει̃ δὲ οἱ̃ον ἀρχέτυπον ὂν οὐκ ἀρετή, ἐπισημηνάμενοι ὡσ ἡ ὁμοίωσισ διττή: καὶ ἡ μέν τισ ταὐτὸν ἐν τοι̃σ ὁμοίοισ ἀπαιτει̃, ὅσα ἐπίσησ ὡμοίωται ἀπὸ του̃ αὐτου̃: ἐν οἱ̃σ δὲ τὸ μὲν ὡμοίωται πρὸσ ἕτερον, τὸ δὲ ἕτερόν ἐστι πρω̃τον, οὐκ ἀντιστρέφον πρὸσ ἐκει̃νο οὐδὲ ὅμοιον αὐτου̃ λεγόμενον, ἐνταυ̃θα τὴν ὁμοίωσιν ἄλλον τρόπον ληπτέον οὐ ταὐτὸν εἰ̃δοσ ἀπαιτου̃ντασ, ἀλλὰ μα̃λλον ἕτερον, εἴπερ κατὰ τὸν ἕτερον τρόπον ὡμοίωται. Τί ποτε οὐ̃ν ἐστιν ἡ ἀρετὴ ἥ τε σύμπασα καὶ ἑκάστη; Σαφέστεροσ δὲ ὁ λόγοσ ἔσται ἐφ' ἑκάστησ: οὕτω γὰρ καὶ ὅ τι κοινόν, καθ' ὃ ἀρεταὶ πα̃σαι, δη̃λον ῥα̨δίωσ ἔσται. Αἱ μὲν τοίνυν πολιτικαὶ ἀρεταί, ἃσ ἄνω που εἴπομεν, κατακοσμου̃σι μὲν ὄντωσ καὶ ἀμείνουσ ποιου̃σιν ὁρίζουσαι καὶ μετρου̃σαι τὰσ ἐπιθυμίασ καὶ ὅλωσ τὰ πάθη μετρου̃σαι καὶ ψευδει̃σ δόξασ ἀφαιρου̃σαι τω̨̃ ὅλωσ ἀμείνονι καὶ τω̨̃ ὡρίσθαι καὶ τω̃ν ἀμέτρων καὶ ἀορίστων ἔξω εἰ̃ναι κατὰ τὸ μεμετρημένον: καὶ αὐταὶ ὁρισθει̃σαι, ἡ̨̃ μέτρα γε ἐν ὕλη̨ τη̨̃ ψυχη̨̃, ὡμοίωνται τω̨̃ ἐκει̃ μέτρω̨ καὶ ἔχουσιν ἴχνοσ του̃ ἐκει̃ ἀρίστου. Τὸ μὲν γὰρ πάντη ἄμετρον ὕλη ὂν πάντη ἀνωμοίωται: καθ' ὅσον δὲ μεταλαμβάνει εἴδουσ, κατὰ τοσου̃τον ὁμοιου̃ται ἀνειδέω̨ ἐκείνω̨ ὄντι. Μα̃λλον δὲ τὰ ἐγγὺσ μεταλαμβάνει: ψυχὴ δὲ ἐγγυτέρω σώματοσ καὶ συγγενέστερον: ταύτη̨ καὶ πλέον μεταλαμβάνει, ὥστε καὶ ἐξαπατα̃ν θεὸσ φαντασθει̃σα, μὴ τὸ πα̃ν θεου̃ του̃το ἠ̨̃. Οὕτω μὲν οὐ̃ν οὑ̃τοι ὁμοιου̃νται.

3. 'Αλλ' ἐπεὶ τὴν ὁμοίωσιν ἄλλην ὑποφαίνει ὡσ τη̃σ μείζονοσ ἀρετη̃σ οὐ̃σαν, περὶ ἐκείνησ λεκτέον: ἐν ὡ̨̃ καὶ σαφέστερον ἔσται μα̃λλον καὶ τη̃σ πολιτικη̃σ ἡ οὐσία, καὶ ἥτισ ἡ μείζων κατὰ τὴν οὐσίαν, καὶ ὅλωσ, ὅτι ἔστι παρὰ τὴν πολιτικὴν ἑτέρα. Λέγων δὴ ὁ Πλάτων τὴν <ὁμοίωσιν> τὴν πρὸσ τὸν <θεὸν φυγὴν> τω̃ν ἐντευ̃θεν εἰ̃ναι, καὶ ται̃σ ἀρεται̃σ ται̃σ ἐν πολιτεία̨ οὐ τὸ ἁπλω̃σ διδούσ, ἀλλὰ προστιθεὶσ <πολιτικάσ γε>, καὶ ἀλλαχου̃ <καθάρσεισ> λέγων ἁπάσασ δη̃λόσ τέ ἐστι διττὰσ τιθεὶσ καὶ τὴν ὁμοίωσιν οὐ κατὰ τὴν πολιτικὴν τιθείσ. Πω̃σ οὐ̃ν λέγομεν ταύτασ καθάρσεισ καὶ πω̃σ καθαρθέντεσ μάλιστα ὁμοιούμεθα; 'Ή ἐπειδὴ κακὴ μέν ἐστιν ἡ ψυχὴ <συμπεφυρμένη> τω̨̃ σώματι καὶ ὁμοπαθὴσ γινομένη αὐτω̨̃ καὶ πάντα συνδοξάζουσα, εἴη ἂν ἀγαθὴ καὶ ἀρετὴν ἔχουσα, εἰ μήτε συνδοξάζοι, ἀλλὰ μόνη ἐνεργοι̃-ὅπερ ἐστὶ νοει̃ν τε καὶ φρονει̃ν-μήτε ὁμοπαθὴσ εἴη-ὅπερ ἐστὶ σωφρονει̃ν-μήτε φοβοι̃το ἀφισταμένη του̃ σώματοσ-ὅπερ ἐστὶν ἀνδρίζεσθαι-ἡγοι̃το δὲ λόγοσ καὶ νου̃σ, τὰ δὲ μὴ ἀντιτείνοι-δικαιοσύνη δ' ἂνεἴη του̃το. Τὴν δὴ τοιαύτην διάθεσιν τη̃σ ψυχη̃σ καθ' ἣν νοει̃ τε καὶ ἀπαθὴσ οὕτωσ ἐστίν, εἴ τισ ὁμοίωσιν λέγοι πρὸσ θεόν, οὐκ ἂν ἁμαρτάνοι: καθαρὸν γὰρ καὶ τὸ θει̃ον καὶ ἡ ἐνέργεια τοιαύτη, ὡσ τὸ μιμούμενον ἔχειν φρόνησιν. Τί οὐ̃ν οὐ κἀκει̃νο οὕτω διάκειται; 'Ή οὐδὲ διάκειται, ψυχη̃σ δὲ ἡ διάθεσισ. Νοει̃ τε ἡ ψυχὴ ἄλλωσ: τω̃ν δὲ ἐκει̃ τὸ μὲν ἑτέρωσ, τὸ δὲ οὐδὲ ὅλωσ. Πάλιν οὐ̃ν τὸ νοει̃ν ὁμώνυμον; Οὐδαμω̃σ: ἀλλὰ τὸ μὲν πρώτωσ, τὸ δὲ παρ' ἐκείνου ἑτέρωσ. 'Ωσ γὰρ ὁ ἐν φωνη̨̃ λόγοσ μίμημα του̃ ἐν ψυχη̨̃, οὕτω καὶ ὁ ἐν ψυχη̨̃ μίμημα του̃ ἐν ἑτέρω̨. 'Ωσ οὐ̃ν μεμερισμένοσ ὁ ἐν προφορα̨̃ πρὸσ τὸν ἐν ψυχη̨̃, οὕτω καὶ ὁ ἐν ψυχη̨̃ ἑρμηνεὺσ ὢν ἐκείνου πρὸσ τὸ πρὸ αὐτου̃. 'Η δὲ ἀρετὴ ψυχη̃σ: νου̃ δὲ οὐκ ἔστιν οὐδὲ του̃ ἐπέκεινα.

4. ζητητέον δέ, εἰ ἡ κάθαρσισ ταὐτὸν τη̨̃ τοιαύτη̨ ἀρετη̨̃, ἢ προηγει̃ται μὲν ἡ κάθαρσισ, ἕπεται δὲ ἡ ἀρετή, καὶ πότερον ἐν τω̨̃ καθαίρεσθαι ἡ ἀρετὴ ἢ ἐν τω̨̃ κεκαθάρθαι. 'Ατελεστέρα τη̃σ ἐν τω̨̃ κεκαθάρθαι [ἡ ἐν τω̨̃ καθαίρεσθαι: τὸ γὰρ κεκαθάρθαι] οἱ̃ον τέλοσ ἤδη. 'Αλλὰ τὸ κεκαθάρθαι ἀφαίρεσισ ἀλλοτρίου παντόσ, τὸ δὲ ἀγαθὸν ἕτερον αὐτου̃. 'Ή, εἰ πρὸ τη̃σ ἀκαθαρσίασ ἀγαθὸν ἠ̃ν, ἡκάθαρσισ ἀρκει̃: ἀλλ' ἀρκέσει μὲν ἡ κάθαρσισ, τὸ δὲ καταλειπόμενον ἔσται τὸ ἀγαθόν, οὐχ ἡ κάθαρσισ. Καὶ τί τὸ καταλειπόμενόν ἐστι, ζητητέον: ἴσωσ γὰρ οὐδὲ τὸ ἀγαθὸν ἠ̃ν ἡ φύσισ ἡ καταλειπομένη: οὐ γὰρ ἂν ἐγένετο ἐν κακω̨̃. '~Αρ' οὐ̃ν ἀγαθοειδη̃ λεκτέον; 'Ή οὐχ ἱκανὴν πρὸσ τὸ μένειν ἐν τω̨̃ ὄντωσ ἀγαθω̨̃: πέφυκε γὰρ ἐπ' ἄμφω. Τὸ οὐ̃ν ἀγαθὸν αὐτη̃σ τὸ συνει̃ναι τω̨̃ συγγενει̃, τὸ δὲ κακὸν τὸ τοι̃σ ἐναντίοισ. Δει̃ οὐ̃ν καθηραμένην συνει̃ναι. Συνέσται δὲ ἐπιστραφει̃σα. '~Αρ' οὐ̃ν μετὰ τὴν κάθαρσιν ἐπιστρέφεται; 'Ή μετὰ τὴν κάθαρσιν ἐπέστραπται. Του̃τ' οὐ̃ν ἡ ἀρετὴ αὐτη̃σ; 'Ή τὸ γινόμενον αὐτη̨̃ ἐκ τη̃σ ἐπιστροφη̃σ. Τί οὐ̃ν του̃το; Θέα καὶ τύποσ του̃ ὀφθέντοσ ἐντεθεὶσ καὶ ἐνεργω̃ν, ὡσ ἡ ὄψισ περὶ τὸ ὁρώμενον. Οὐκ ἄρα εἰ̃χεν αὐτὰ οὐδ' ἀναμιμνήσκεται; 'Ή εἰ̃χεν οὐκ ἐνεργου̃ντα, ἀλλὰ ἀποκείμενα ἀφώτιστα: ἵνα δὲ φωτισθη̨̃ καὶ τότε γνω̨̃ αὐτὰ ἐνόντα, δει̃ προσβαλει̃ν τω̨̃ φωτίζοντι. Εἰ̃χε δὲ οὐκ αὐτά, ἀλλὰ τύπουσ: δει̃ οὐ̃ν τὸν τύπον τοι̃σ ἀληθινοι̃σ, ὡ̃ν καὶ οἱ τύποι, ἐφαρμόσαι. Τάχα δὲ καὶ οὕτω λέγεται ἔχειν, ὅτι ὁ νου̃σ οὐκ ἀλλότριοσ καὶ μάλιστα δὲ οὐκ ἀλλότριοσ, ὅταν πρὸσ αὐτὸν βλέπη̨: εἰ δὲ μή, καὶ παρὼν ἀλλότριοσ. 'Επεὶ κἀν % ται̃σ ἐπιστήμαισ: ἐὰν μηδ' ὅλωσ ἐνεργω̃μεν κατ' αὐτάσ, ἀλλότριαι.

5. 'Αλλ' ἐπὶ πόσον ἡ κάθαρσισ λεκτέον: οὕτω γὰρ καὶ ἡ ὁμοίωσισ τίνι [θεω̨̃] φανερὰ καὶ ἡ ταυτότησ [τίνι θεω̨̃]. Του̃το δέ ἐστι μάλιστα ζητει̃ν θυμὸν πω̃σ καὶ ἐπιθυμίαν καὶ τἀ̃λλα πάντα, λύπην καὶ τὰ συγγενη̃, καὶ τὸ χωρίζεινἀπὸ σώματοσ ἐπὶ πόσον δυνατόν. 'Απὸ μὲν δὴ σώματοσ ἴσωσ μὲν καὶ τοι̃σ οἱ̃ον τόποισ συνάγουσαν πρὸσ ἑαυτήν, πάντωσ μὴν ἀπαθω̃σ ἔχουσαν καὶ τὰσ ἀναγκαίασ τω̃ν ἡδονω̃ν αἰσθήσεισ μόνον ποιουμένην καὶ ἰατρεύσεισ καὶ ἀπαλλαγὰσ πόνων, ἵνα μὴ ἐνοχλοι̃το, τὰσ δὲ ἀλγηδόνασ ἀφαιρου̃σαν καί, εἰ μὴ οἱ̃όν τε, πράωσ φέρουσαν καὶ ἐλάττουσ τιθει̃σαν τω̨̃ μὴ συμπάσχειν: τὸν δὲ θυμὸν ὅσον οἱ̃όν τε ἀφαιρου̃σαν καί, εἰ δυνατόν, πάντη, εἰ δὲ μή, μὴ γου̃ν αὐτὴν συνοργιζομένην, ἀλλ' ἄλλου εἰ̃ναι τὸ ἀπροαίρετον, τὸ δὲ ἀπροαίρετον ὀλίγον εἰ̃ναι καὶ ἀσθενέσ: τὸν δὲ φόβον πάντη: περὶ οὐδενὸσ γὰρ φοβήσεται-τὸ δὲ ἀπροαίρετον καὶ ἐνταυ̃θα-πλήν γ' ἐν νουθετήσει. 'Επιθυμίαν δέ; 'Ότι μὲν μηδενὸσ φαύλου, δη̃λον: σίτων δὲ καὶ ποτω̃ν πρὸσ ἄνεσιν οὐκ αὐτὴ ἕξει: οὐδὲ τω̃ν ἀφροδισίων δέ: εἰ δ' ἄρα, φυσικω̃ν, οἰ̃μαι, καὶ οὐδὲ τὸ ἀπροαίρετον ἔχουσαν: εἰ δ' ἄρα, ὅσον μετὰ φαντασίασ προτυπου̃σ καὶ ταύτησ. 'Όλωσ δὲ αὕτη μὲν πάντων τούτων καθαρὰ ἔσται καὶ τὸ ἄλογον δὲ βουλήσεται καὶ αὐτὸ καθαρὸν ποιη̃σαι, ὥστε μηδὲ πλήττεσθαι: εἰ δ' ἄρα, μὴ σφόδρα, ἀλλ' ὀλίγαστὰσ πληγὰσ αὐτου̃ εἰ̃ναι καὶ εὐθὺσ λυομένασ τη̨̃ γειτονήσει. ὥσπερ εἴ τισ σοφω̨̃ γειτονω̃ν ἀπολαύοι τη̃σ του̃ σοφου̃ γειτνιάσεωσ ἢ ὅμοιοσ γενόμενοσ ἢ αἰδούμενοσ, ὡσ μηδὲν τολμα̃ν ποιει̃ν ὡ̃ν ὁ ἀγαθὸσ οὐ θέλει. Οὔκουν ἔσται μάχη: ἀρκει̃ γὰρ παρὼν ὁ λόγοσ, ὃν τὸ χει̃ρον αἰδέσεται, ὥστε καὶ αὐτὸ τὸ χει̃ρον δυσχερα̃ναι, ἐάν τι ὅλωσ κινηθη̨̃, ὅτι μὴ ἡσυχίαν ἠ̃γε παρόντοσ του̃ δεσπότου, καὶ ἀσθένειαν αὑτω̨̃ ἐπιτιμη̃σαι.

6. 'Έστι μὲν οὐ̃ν οὐδὲν τω̃ν τοιούτων ἁμαρτία, ἀλλὰ κατόρθωσισ ἀνθρώπω̨: ἀλλ' ἡ σπουδὴ οὐκ ἔξω ἁμαρτίασ εἰ̃ναι, ἀλλὰ θεὸν εἰ̃ναι. Εἰ μὲν οὐ̃ν τι τω̃ν τοιούτων ἀπροαίρετον γίνοιτο, θεὸσ ἂν εἴη ὁ τοιου̃τοσ καὶ δαίμων διπλου̃σ ὤν, μα̃λλον δὲ ἔχων σὺν αὐτω̨̃ ἄλλον ἄλλην ἀρετὴν ἔχοντα: εἰ δὲ μηδέν, θεὸσ μόνον: θεὸσ δὲ τω̃ν ἑπομένων τω̨̃ πρώτω̨. Αὐτὸσ μὲν γάρ ἐστιν ὃσ ἠ̃λθεν ἐκει̃θεν καὶ τὸ καθ' αὑτόν, εἰ γένοιτο οἱ̃οσ ἠ̃λθεν, ἐκει̃ ἐστιν: ὡ̨̃ δὲ συνω̨κίσθη ἐνθάδε ἥκων, καὶ του̃τον αὐτω̨̃ ὁμοιώσει κατὰ δύναμιν τὴν ἐκείνου, ὥστε, εἰ δυνατόν, ἄπληκτον εἰ̃ναι ἢ ἄπρακτόν γε τω̃ν μὴ δοκούντων τω̨̃ δεσπότη̨. Τίσ οὐ̃ν ἑκάστη ἀρετὴ τω̨̃ τοιούτω̨; 'Ή σοφία μὲν καὶ φρόνησισ ἐν θεωρία̨ ὡ̃ν νου̃σ ἔχει: νου̃σ δὲ τη̨̃ ἐπαφη̨̃. Διττὴ δὲ ἑκατέρα,ἡ μὲν ἐν νω̨̃ οὐ̃σα, ἡ δὲ ἐν ψυχη̨̃. Κἀκει̃ μὲν οὐκ ἀρετή, ἐν δὲ ψυχη̨̃ ἀρετή. 'Εκει̃ οὐ̃ν τί; 'Ενέργεια αὐτου̃ καὶ ὅ ἐστιν: ἐνταυ̃θα δὲ τὸ ἐν ἄλλω̨ ἐκει̃θεν ἀρετή. Οὐδὲ γὰρ αὐτοδικαιοσύνη καὶ ἑκάστη ἀρετή, ἀλλ' οἱ̃ον παράδειγμα: τὸ δὲ ἀπ' αὐτη̃σ ἐν ψυχη̨̃ ἀρετή. Τινὸσ γὰρ ἡ ἀρετή: αὐτὸ δὲ ἕκαστον αὑτου̃, οὐχὶ δὲ ἄλλου τινόσ. Δικαιοσύνη δὲ εἴπερ οἰκειοπραγία, ἀ̃ρα αἰεὶ ἐν πλήθει μερω̃ν; 'Ή ἡ μὲν ἐν πλήθει, ὅταν πολλὰ ἠ̨̃ τὰ μέρη, ἡ δὲ ὅλωσ οἰκειοπραγία, κἂν ἑνὸσ ἠ̨̃. 'Η γου̃ν ἀληθὴσ αὐτοδικαιοσύνη ἑνὸσ πρὸσ αὐτό, ἐν ὡ̨̃ οὐκ ἄλλο, τὸ δὲ ἄλλο: ὥστε καὶ τη̨̃ ψυχη̨̃ δικαιοσύνη ἡ μείζων τὸ πρὸσ νου̃ν ἐνεργει̃ν, τὸ δὲ σωφρονει̃ν ἡ εἴσω πρὸσ νου̃ν στροφή, ἡ δὲ ἀνδρία ἀπάθεια καθ' ὁμοίωσιν του̃ πρὸσ ὃ βλέπει ἀπαθὲσ ὂν τὴν φύσιν, αὐτὴ δὲ ἐξ ἀρετη̃σ, ἵνα μὴ συμπαθη̨̃ τω̨̃ χείρονι συνοίκω̨.

7. 'Αντακολουθου̃σι τοίνυν ἀλλήλαισ καὶ αὑ̃ται αἱ ἀρεταὶ ἐν ψυχη̨̃, ὥσπερ κἀκει̃ τὰ πρὸ τη̃σ ἀρετη̃σ [αἱ] ἐν νω̨̃ ὥσπερ παραδείγματα. Καὶ γὰρ ἡ νόησισ ἐκει̃ ἐπιστήμη καὶ σοφία, τὸ δὲ πρὸσ αὐτὸν ἡ σωφροσύνη, τὸ δὲ οἰκει̃ον ἔργονἡ οἰκειοπραγία, τὸ δὲ οἱ̃ον ἀνδρία ἡ ἀυλότησ καὶ τὸ ἐφ' αὑτου̃ μένειν καθαρόν. 'Εν ψυχη̨̃ τοίνυν πρὸσ νου̃ν ἡ ὅρασισ σοφία καὶ φρόνησισ, ἀρεταὶ αὐτη̃σ: οὐ γὰρ αὐτὴ ταυ̃τα, ὥσπερ ἐκει̃. Καὶ τὰ ἄλλα ὡσαύτωσ ἀκολουθει̃: καὶ τη̨̃ καθάρσει δέ, εἴπερ πα̃σαι καθάρσεισ κατὰ τὸ κεκαθάρθαι, ἀνάγκη πάσασ: ἢ οὐδεμία τελεία. Καὶ ὁ μὲν ἔχων τὰσ μείζουσ καὶ τὰσ ἐλάττουσ ἐξ ἀνάγκησ δυνάμει, ὁ δὲ τὰσ ἐλάττουσ οὐκ ἀναγκαίωσ ἔχει ἐκείνασ. 'Ο μὲν δὴ προηγούμενοσ του̃ σπουδαίου βίοσ οὑ̃τοσ. Πότερα δὲ ἐνεργεία̨ ἔχει καὶ τὰσ ἐλάττουσ ὁ τὰσ μείζουσ ἢ ἄλλον τρόπον, σκεπτέον καθ' ἑκάστην: οἱ̃ον φρόνησιν: εἰ γὰρ ἄλλαισ ἀρχαι̃σ χρήσεται, πω̃σ ἔτι ἐκείνη μένει κἂν εἰ μὴ ἐνεργου̃σα; Καὶ εἰ ἡ μὲν φύσει τοσόνδε, ἡ δὲ τοσόνδε, καὶ ἡ σωφροσύνη ἐκείνη μετρου̃σα, ἡ δὲ ὅλωσ ἀναιρου̃σα; Ταὐτὸν δὲ καὶ ἐπὶ τω̃ν ἄλλων ὅλωσ τη̃σ φρονήσεωσ κινηθείσησ. 'Ή εἰδήσει γε αὐτὰσ καὶ ὅσον παρ' αὐτω̃ν ἕξει; τάχα δέ ποτε περιστατικω̃σ ἐνεργήσει κατά τινασ αὐτω̃ν. 'Επὶ μείζουσ δὲ ἀρχὰσ ἥκων καὶ ἄλλα μέτρα κατ' ἐκει̃να πράξει: οἱ̃ον τὸ σωφρονει̃ν οὐκ ἐν μέτρω̨ ἐκείνω̨ τιθείσ, ἀλλ' ὅλωσ κατὰ τὸ δυνατὸν χωρίζων καὶ ὅλωσ ζω̃ν οὐχὶ τὸν ἀνθρώπου βίον τὸν του̃ ἀγαθου̃, ὃν ἀξιοι̃ ἡ πολιτικὴ ἀρετή, ἀλλὰ του̃τον μὲν καταλιπών, ἄλλον δὲ ἑλόμενοσ τὸν τω̃ν θεω̃ν: πρὸσ γὰρ τούτουσ, οὐ πρὸσ ἀνθρώπουσ ἀγαθοὺσ ἡ ὁμοίωσισ. 'Ομοίωσισ δὲ ἡ μὲν πρὸσ τούτουσ, ὡσ εἰκὼν εἰκόνι ὡμοίωται ἀπὸ του̃ αὐτου̃ ἑκατέρα. 'Η δὲ πρὸσ ἄλλον ὡσ πρὸσ παράδειγμα.

I.3

1. τίσ τέχνη ἢ μέθοδοσ ἢ ἐπιτήδευσισ ἡμα̃σ οἱ̃ δει̃ πορευθη̃ναι ἀνάγει; 'Όπου μὲν οὐ̃ν δει̃ ἐλθει̃ν, ὡσ ἐπὶ τἀγαθὸν καὶ τὴν ἀρχὴν τὴν πρώτην, κείσθω διωμολογημένον καὶ διὰ πολλω̃ν δεδειγμένον: καὶ δὴ καὶ δι' ὡ̃ν του̃το ἐδείκνυτο, ἀναγωγή τισ ἠ̃ν. Τίνα δὲ δει̃ εἰ̃ναι τὸν ἀναχθησόμενον; '~Αρά γε τὸν πάντα ἢ <τὸν πλει̃στά> φησιν <ἰδόντα>, ὃσ <ἐν τη̨̃ πρώτη̨ γενέσει εἰσ γονὴν ἀνδρὸσ ἐσομένου φιλοσόφου μουσικου̃ τινοσ ἢ ἐρωτικου̃;> 'Ο μὲν δὴ φιλόσοφοσ τὴν φύσιν καὶ ὁ μουσικὸσ καὶ ὁ ἐρωτικὸσ ἀνακτέοι. Τίσ οὐ̃ν ὁ τρόποσ; '~Αρά γε εἱ̃σ καὶ ὁ αὐτὸσ ἅπασι τούτοισ, ἢ καθ' ἕνα εἱ̃σ τισ; 'Έστι μὲν οὐ̃ν ἡ πορεία διττὴ πα̃σιν ἢ ἀναβαίνουσιν ἢ ἄνω ἐλθου̃σιν: ἡ μὲν γὰρ προτέρα ἀπὸ τω̃ν κάτω, ἡ δέ γε δευτέρα, οἱ̃σ ἤδη ἐν τω̨̃ νοητω̨̃ γενομένοισ καὶ οἱ̃ον ἴχνοσ θει̃σιν ἐκει̃ πορεύεσθαι ἀνάγκη, ἕωσ ἂν εἰσ τὸ ἔσχατον του̃ τόπου ἀφίκωνται, ὃ δὴ <τέλοσ τη̃σ πορείασ> ὂν τυγχάνει, ὅταν τισ ἐπ' ἄκρω̨ γένηται τω̨̃ νοητω̨̃. 'Αλλ' ἡ μὲν περιμενέτω, περὶ δὲ τη̃σ ἀναγωγη̃σ πρότερονπειρατέον λέγειν. Πρω̃τον δὴ διασταλτέον τοὺσ ἄνδρασ τούτουσ ἡμι̃ν ἀρξαμένουσ ἀπὸ του̃ μουσικου̃ ὅστισ ἐστὶ λέγοντασ τὴν φύσιν. Θετέον δὴ αὐτὸν εὐκίνητον καὶ ἐπτοημένον μὲν πρὸσ τὸ καλόν, ἀδυνατώτερον δὲ παρ' αὐτου̃ κινει̃σθαι, ἕτοιμον δὲ ἐκ τω̃ν τυχόντων οἱ̃ον ἐκτύπων, ὥσπερ οἱ δειλοὶ πρὸσ τοὺσ ψόφουσ, οὕτω καὶ του̃τον πρὸσ τοὺσ φθόγγουσ καὶ τὸ καλὸν τὸ ἐν τούτοισ ἕτοιμον, φεύγοντα δὲ ἀεὶ τὸ ἀνάρμοστον καὶ τὸ μὴ ἓν ἐν τοι̃σ ἀ̨δομένοισ καὶ ἐν τοι̃σ ῥυθμοι̃σ καὶ τὸ εὔρυθμον καὶ τὸ εὔσχημον διώκειν. Μετὰ τοίνυν τοὺσ αἰσθητοὺσ τούτουσ φθόγγουσ καὶ ῥυθμοὺσ καὶ σχήματα οὕτωσ ἀκτέον: χωρίζοντα τὴν ὕλην ἐφ' ὡ̃ν αἱ ἀναλογίαι καὶ οἱ λόγοι εἰσ τὸ κάλλοσ τὸ ἐπ' αὐτοι̃σ ἀκτέον καὶ διδακτέον, ὡσ περὶ ἃ ἐπτόητο ἐκει̃να ἠ̃ν, ἡ νοητὴ ἁρμονία καὶ τὸ ἐν ταύτη̨ καλὸν καὶ ὅλωσ τὸ καλόν, οὐ τό τι καλὸν μόνον, καὶ λόγουσ τοὺσ φιλοσοφίασ ἐνθετέον: ἀφ' ὡ̃ν εἰσ πίστιν ἀκτέον ὡ̃ν ἀγνοει̃ ἔχων. Τίνεσ δὲ οἱ λόγοι, ὕστερον.

2. 'Ο δὲ ἐρωτικόσ, εἰσ ὃν μεταπέσοι ἂν καὶ ὁ μουσικὸσ καὶ μεταπεσὼν ἢ μένοι ἂν ἢ παρέλθοι, μνημονικόσ ἐστί πωσ κάλλουσ: χωρὶσ δὲ ὂν ἀδυνατει̃ καταμαθει̃ν, πληττόμενοσ δὲ ὑπὸ τω̃ν ἐν ὄψει καλω̃ν περὶ αὐτὰ ἐπτόηται. Διδακτέον οὐ̃ν αὐτὸν μὴ περὶ ἓν σω̃μα πεσόντα ἐπτοη̃σθαι, ἀλλ' ἐπὶ πάντα ἀκτέον τω̨̃ λόγω̨ σώματα δεικνύντα τὸ ἐν πα̃σι ταὐτὸν καὶ ὅτι ἕτερον τω̃ν σωμάτων καὶ ὅτι ἄλλοθενλεκτέον καὶ ὅτι ἐν ἄλλοισ μα̃λλον, οἱ̃ον <ἐπιτηδεύματα> καλὰ καὶ <νόμουσ> καλοὺσ δεικνύντα-ἐν ἀσωμάτοισ γὰρ ὁ ἐθισμὸσ του̃ ἐρασμίου ἤδη-καὶ ὅτι καὶ ἐν ...τέχναισ _καὶ ἐν <ἐπιστήμαισ> καὶ ἐν ἀρεται̃σ. Εἰ̃τα ἓν ποιητέον καὶ διδακτέον, ὅπωσ ἐγγίνονται. 'Απὸ δὲ τω̃ν ἀρετω̃ν ἤδη ἀναβαίνειν ἐπὶ νου̃ν, ἐπὶ τὸ ὄν: κἀκει̃ βαδιστέον τὴν ἄνω πορείαν.

3. 'Ο δὲ φιλόσοφοσ τὴν φύσιν ἕτοιμοσ οὑ̃τοσ καὶ οἱ̃ον <ἐπτερωμένοσ> καὶ οὐ δεόμενοσ χωρίσεωσ, ὥσπερ οἱ ἄλλοι οὑ̃τοι, κεκινημένοσ πρὸσ τὸ ἄνω, ἀπορω̃ν δὲ του̃ δεικνύντοσ δει̃ται μόνον. Δεικτέον οὐ̃ν καὶ λυτέον βουλόμενον καὶ αὐτὸν τη̨̃ φύσει καὶ πάλαι λελυμένον. Τὰ μὲν δὴ μαθήματα δοτέον πρὸσ συνεθισμὸν κατανοήσεωσ καὶ πίστεωσ ἀσωμάτου-καὶ γὰρ ῥά̨διον δέξεται φιλομαθὴσ ὤν-καὶ φύσει ἐνάρετον πρὸσ τελείωσιν ἀρετω̃ν ἀκτέον καὶ μετὰ τὰ μαθήματα λόγουσ διαλεκτικη̃σ δοτέον καὶ ὅλωσ διαλεκτικὸν ποιητέον.

4. τίσ δὲ ἡ διαλεκτική, ἣν δει̃ καὶ τοι̃σ προτέροισπαραδιδόναι; 'Έστι μὲν δὴ ἡ λόγω̨ περὶ ἑκάστου δυναμένη ἕξισ εἰπει̃ν τί τε ἕκαστον καὶ τί ἄλλων διαφέρει καὶ τίσ ἡ κοινότησ: ἐν οἱ̃σ ἐστι καὶ που̃ τούτων ἕκαστον καὶ εἰ ἔστιν ὅ ἐστι καὶ τὰ ὄντα ὁπόσα καὶ τὰ μὴ ὄντα αὐ̃, ἕτερα δὲ ὄντων. Αὕτη καὶ περὶ ἀγαθου̃ διαλέγεται καὶ περὶ μὴ ἀγαθου̃ καὶ ὅσα ὑπὸ τὸ ἀγαθὸν καὶ ὅσα ὑπὸ τὸ ἐναντίον καὶ τί τὸ ἀίδιον δηλονότι καὶ τὸ μὴ τοιου̃τον, ἐπιστήμη̨ περὶ πάντων, οὐ δόξη̨. Παύσασα δὲ τη̃σ περὶ τὸ αἰσθητὸν πλάνησ ἐνιδρύει τω̨̃ νοητω̨̃ κἀκει̃ τὴν πραγματείαν ἔχει τὸ ψευ̃δοσ ἀφει̃σα ἐν τω̨̃ λεγομένω̨ <ἀληθείασ πεδίω̨> τὴν ψυχὴν τρέφουσα, τη̨̃ διαιρέσει τη̨̃ Πλάτωνοσ χρωμένη μὲν καὶ εἰσ διάκρισιν τω̃ν εἰδω̃ν, χρωμένη δὲ καὶ εἰσ τὸ τί ἐστι, χρωμένη δὲ καὶ ἐπὶ τὰ πρω̃τα γένη, καὶ τὰ ἐκ τούτων νοερω̃σ πλέκουσα, ἕωσ ἂν διέλθη̨ πα̃ν τὸ νοητόν, καὶ ἀνάπαλιν ἀναλύουσα, εἰσ ὃ ἂν ἐπ' ἀρχὴν ἔλθη̨, τότε δὲ ἡσυχίαν ἄγουσα, ὡσ μέχρι γε του̃ ἐκει̃ εἰ̃ναι ἐν ἡσυχία̨, οὐδὲν ἔτι πολυπραγμονου̃σα εἰσ ἓν γενομένη βλέπει, τὴν λεγομένην λογικὴν πραγματείαν περὶ προτάσεων καὶ συλλογισμω̃ν, ὥσπερ ἂν τὸ εἰδέναι γράφειν, ἄλλη̨ τέχνη̨ δου̃σα: ὡ̃ν τινα ἀναγκαι̃α καὶ πρὸ τέχνησ ἡγουμένη, κρίνουσα δὲ αὐτὰ ὥσπερ καὶ τὰ ἄλλα καὶ τὰ μὲν χρήσιμα αὐτω̃ν, τὰ δὲ περιττὰ ἡγουμένη καὶ μεθόδου τη̃σ ταυ̃τα βουλομένησ.

5. 'Αλλὰ πόθεν τὰσ ἀρχὰσ ἔχει ἡ ἐπιστήμη αὕτη; 'Ή νου̃σ δίδωσιν ἐναργει̃σ ἀρχάσ, εἴ τισ λαβει̃ν δύναιτο ψυχη̨̃: εἰ̃τα τὰ ἑξη̃σ καὶ συντίθησι καὶ συμπλέκει καὶ διαιρει̃, ἕωσ εἰσ τέλεον νου̃ν ἥκη̨. 'Έστι γάρ, φησιν, αὕτη <τὸ καθαρώτατον νου̃ καὶ φρονήσεωσ>. 'Ανάγκη οὐ̃ν τιμιωτάτην οὐ̃σαν ἕξιν τω̃ν ἐν ἡμι̃ν περὶ τὸ ὂν καὶ τὸ τιμιώτατον εἰ̃ναι, φρόνησιν μὲν περὶ τὸ ὄν, νου̃ν δὲ περὶ τὸ ἐπέκεινα του̃ ὄντοσ. Τί οὐ̃ν; ἡ φιλοσοφία τὸ τιμιώτατον; ἢ ταὐτὸν φιλοσοφία καὶ διαλεκτική; 'Ή φιλοσοφίασ μέροσ τὸ τίμιον. Οὐ γὰρ δὴ οἰητέον ὄργανον του̃το εἰ̃ναι του̃ φιλοσόφου: οὐ γὰρ ψιλὰ θεωρήματά ἐστι καὶ κανόνεσ, ἀλλὰ περὶ πράγματά ἐστι καὶ οἱ̃ον ὕλην ἔχει τὰ ὄντα: ὁδω̨̃ μέντοι ἐπ' αὐτὰ χωρει̃ ἅμα τοι̃σ θεωρήμασι τὰ πράγματα ἔχουσα: τὸ δὲ ψευ̃δοσ καὶ τὸ σόφισμα κατὰ συμβεβηκὸσ γινώσκει ἄλλου ποιήσαντοσ ὡσ ἀλλότριον κρίνουσα τοι̃σ ἐν αὐτη̨̃ ἀληθέσι τὸ ψευ̃δοσ, γινώσκουσα, ὅταν τισ προσαγάγη̨, ὅ τι παρὰ τὸν κανόνα του̃ ἀληθου̃σ. Περὶ προτάσεωσ οὐ̃ν οὐκ οἰ̃δε- καὶ γὰρ γράμματα-εἰδυι̃α δὲ τὸ ἀληθὲσ οἰ̃δεν ὃ καλου̃σι πρότασιν, καὶ καθόλου οἰ̃δε τὰ κινήματα τη̃σ ψυχη̃σ, ὅ τε τίθησι καὶ ὃ αἴρει, καὶ εἰ του̃το αἴρει ὃ τίθησιν ἢ ἄλλο, καὶ εἰ ἕτερα ἢ ταὐτά, προσφερομένων ὥσπερ καὶ ἡ αἴσθησισ ἐπιβάλλουσα, ἀκριβολογει̃σθαι δὲ ἑτέρα̨ δίδωσι του̃το ἀγαπώση̨.

6. μέροσ οὐ̃ν τὸ τίμιον: ἔχει γὰρ καὶ ἄλλα φιλοσοφία: καὶ γὰρ καὶ περὶ φύσεωσ θεωρει̃ βοήθειαν παρὰ διαλεκτικη̃σ λαβου̃σα, ὥσπερ καὶ ἀριθμητικη̨̃ προσχρω̃νται αἱ ἄλλαι τέχναι: μα̃λλον μέντοι αὕτη ἐγγύθεν κομίζεται παρὰ τη̃σ διαλεκτικη̃σ: καὶ περὶ ἠθω̃ν ὡσαύτωσ θεωρου̃σα μὲν ἐκει̃θεν, προστιθει̃σα δὲ τὰσ ἕξεισ καὶ τὰσ ἀσκήσεισ, ἐξ ὡ̃νπροίασιν αἱ ἕξεισ. 'Ίσχουσι δὲ αἱ λογικαὶ ἕξεισ καὶ ὡσ ἴδια ἤδη τὰ ἐκει̃θεν: καὶ γὰρ μετὰ τη̃σ ὕλησ τὰ πλει̃στα: καὶ αἱ μὲν ἄλλαι ἀρεταὶ τοὺσ λογισμοὺσ ἐν τοι̃σ πάθεσι τοι̃σ ἰδίοισ καὶ ται̃σ πράξεσιν, ἡ δὲ φρόνησισ ἐπιλογισμόσ τισ καὶ τὸ καθόλου μα̃λλον καὶ εἰ ἀντακολουθου̃σι καὶ εἰ δει̃ νυ̃ν ἐπισχει̃ν ἢ εἰσαυ̃θισ ἢ ὅλωσ ἄλλο βέλτιον: ἡ δὲ διαλεκτικὴ καὶ ἡ σοφία ἔτι καθόλου καὶ ἀύλωσ πάντα εἰσ χρη̃σιν προφέρει τη̨̃ φρονήσει. Πότερα δὲ ἔστι τὰ κάτω εἰ̃ναι ἄνευ διαλεκτικη̃σ καὶ σοφίασ; 'Ή ἀτελω̃σ καὶ ἐλλειπόντωσ. 'Έστι δὲ σοφὸν εἰ̃ναι καὶ διαλεκτικὸν οὕτωσ ἄνευ τούτων; 'Ή οὐδ' ἂν γένοιτο, ἀλλὰ ἢ πρότερον ἢ ἅμα συναύξεται. Καὶ τάχα ἂν φυσικάσ τισ ἀρετὰσ ἔχοι, ἐξ ὡ̃ν αἱ τέλειαι σοφίασ γενομένησ. Μετὰ τὰσ φυσικὰσ οὐ̃ν ἡ σοφία: εἰ̃τα τελειοι̃ τὰ ἤθη. 'Ή τω̃ν φυσικω̃ν οὐσω̃ν συναύξεται ἤδη ἄμφω καὶ συντελειου̃ται; 'Ή προλαβου̃σα ἡ ἑτέρα τὴν ἑτέραν ἐτελείωσεν: ὅλωσ γὰρ ἡ φυσικὴ ἀρετὴ καὶ ὄμμα ἀτελὲσ καὶ ἠ̃θοσ ἔχει, καὶ αἱ ἀρχαὶ τὸ πλει̃στον ἀμφοτέραισ, ἀφ' ὡ̃ν ἔχομεν.

I.4

1. τὸ εὐ̃ ζη̃ν καὶ τὸ εὐδαιμονει̃ν ἐν τω̨̃ αὐτω̨̃ τιθέμενοι καὶ τοι̃σ ἄλλοισ ζώ̨οισ ἀ̃ρα τούτων μεταδώσομεν; Εἰ γὰρ ἔστιν αὐτοι̃σ ἡ̨̃ πεφύκασιν ἀνεμποδίστωσ διεξάγειν, κἀκει̃να τί κωλύει ἐν εὐζωία̨ λέγειν εἰ̃ναι; Καὶ γὰρ εἴτε ἐν εὐπαθεία̨ τὴν εὐζωίαν τισ θήσεται, εἴτε ἐν ἔργω̨ οἰκείω̨ τελειουμένω̨, κατ' ἄμφω καὶ τοι̃σ ἄλλοισ ζώ̨οισ ὑπάρξει. Καὶ γὰρ εὐπαθει̃ν ἐνδέχοιτο ἂν καὶ ἐν τω̨̃ κατὰ φύσιν ἔργω̨ εἰ̃ναι: οἱ̃ον καὶ τὰ μουσικὰ τω̃ν ζώ̨ων ὅσα τοι̃σ τε ἄλλοισ εὐπαθει̃ καὶ δὴ καὶ ἄ̨δοντα ἡ̨̃ πέφυκε καὶ ταύτη̨ αἱρετὴν αὐτοι̃σ τὴν ζωὴν ἔχει. Καὶ τοίνυν καὶ εἰ τέλοσ τι τὸ εὐδαιμονει̃ν τιθέμεθα, ὅπερ ἐστὶν ἔσχατον τη̃σ ἐν φύσει ὀρέξεωσ, καὶ ταύτη̨ ἂν αὐτοι̃σ μεταδοίημεν του̃ εὐδαιμονει̃ν εἰσ ἔσχατον ἀφικνουμένων, εἰσ ὃ ἐλθου̃σιν ἵσταται ἡ ἐν αὐτοι̃σ φύσισ πα̃σαν ζωὴν αὐτοι̃σ διεξελθου̃σα καὶ πληρώσασα ἐξ ἀρχη̃σ εἰσ τέλοσ. Εἰ δέ τισ δυσχεραίνει τὸ τη̃σ εὐδαιμονίασ καταφέρειν εἰσ τὰ ζω̨̃α τὰ ἄλλα-οὕτω γὰρ ἂν καὶ τοι̃σ ἀτιμοτάτοισ αὐτω̃ν μεταδώσειν: μεταδώσειν δὲ καὶ τοι̃σ φυτοι̃σ ζω̃σι καὶ αὐτοι̃σ καὶ ζωὴν ἐξελιττομένην εἰσ τέλοσ ἔχουσι-πρω̃τον μὲν ἄτοποσ διὰ τί εἰ̃ναι οὐ δόξει μὴ ζη̃ν εὐ̃ τὰ ἄλλα ζω̨̃α λέγων, ὅτι μὴ πολλου̃ ἄξια αὐτω̨̃ δοκει̃ εἰ̃ναι; Τοι̃σ δὲ φυτοι̃σ οὐκ ἀναγκάζοιτο ἂν διδόναι ὃ τοι̃σ ἅπασι ζώ̨οισ δίδωσιν, ὅτι μὴ αἴσθησισ πάρεστιν αὐτοι̃σ. Εἴη δ' ἄν τισ ἴσωσ καὶ ὁ διδοὺσ τοι̃σ φυτοι̃σ, εἴπερ καὶ τὸ ζη̃ν: ζωὴ δὲ ἡ μὲν εὐ̃ ἂν εἴη, ἡ δὲ τοὐναντίον: οἱ̃ον ἔστι καὶ ἐπὶ τω̃ν φυτω̃ν εὐπαθει̃ν καὶ μή, καρπὸν αὐ̃ φέρειν καὶ μὴ φέρειν. Εἰ μὲν οὐ̃ν ἡδονὴ τὸ τέλοσ καὶ ἐν τούτω̨ τὸ εὐ̃ ζη̃ν, ἄτοποσ ὁ ἀφαιρούμενοσ τὰ ἄλλα ζω̨̃α τὸ εὐ̃ ζη̃ν: καὶ εἰ ἀταραξία δὲ εἴη, ὡσαύτωσ: καὶ εἰ τὸ κατὰ φύσιν ζη̃ν δὲ λέγοιτο τὸ εὐ̃ ζη̃ν εἰ̃ναι.

2. τοι̃σ μέντοι φυτοι̃σ διὰ τὸ μὴ αἰσθάνεσθαι οὐ διδόντεσ κινδυνεύσουσιν οὐδὲ τοι̃σ ζώ̨οισ ἤδη ἅπασι διδόναι. Εἰ μὲν γὰρ τὸ αἰσθάνεσθαι του̃το λέγουσι, τὸ τὸ πάθοσ μὴ λανθάνειν, δει̃ αὐτὸ ἀγαθὸν εἰ̃ναι τὸ πάθοσ πρὸ του̃ μὴ λανθάνειν, οἱ̃ον τὸ κατὰ φύσιν ἔχειν, κἂν λανθάνη̨, καὶ οἰκει̃ον εἰ̃ναι, κἂν μήπω γινώσκη̨ ὅτι οἰκει̃ον καὶ ὅτι ἡδύ: δει̃ γὰρ ἡδὺ εἰ̃ναι. 'Ώστε ἀγαθου̃ τούτου ὄντοσ καὶ παρόντοσ ἤδη ἐστὶν ἐν τω̨̃ εὐ̃ τὸ ἔχον. 'Ώστε τί δει̃ τὴν αἴσθησιν προσλαμβάνειν; Εἰ μὴ ἄρα οὐκέτι τω̨̃ γινομένω̨ πάθει ἢ καταστάσει τὸ ἀγαθὸν διδόασιν, ἀλλὰ τη̨̃ γνώσει καὶ αἰσθήσει. 'Αλλ' οὕτω γε τὴν αἴσθησιν αὐτὴν τὸ ἀγαθὸνἐρου̃σι καὶ ἐνέργειαν ζωη̃σ αἰσθητικη̃σ: ὥστε καὶ ὁτουου̃ν ἀντιλαμβανομένοισ. Εἰ δὲ ἐξ ἀμφοι̃ν τὸ ἀγαθὸν λέγουσιν, οἱ̃ον αἰσθήσεωσ τοιούτου, πω̃σ ἑκατέρου ἀδιαφόρου ὄντοσ τὸ ἐξ ἀμφοι̃ν ἀγαθὸν εἰ̃ναι λέγουσιν; Εἰ δὲ ἀγαθὸν μὲν τὸ πάθοσ, καὶ τὴν τοιάνδε κατάστασιν τὸ εὐ̃ ζη̃ν, ὅταν γνω̨̃ τισ τὸ ἀγαθὸν αὐτω̨̃ παρόν, ἐρωτητέον αὐτούσ, εἰ γνοὺσ τὸ παρὸν δὴ του̃το ὅτι πάρεστιν εὐ̃ ζη̨̃, ἢ δει̃ γνω̃ναι οὐ μόνον ὅτι ἡδύ, ἀλλ' ὅτι του̃το τὸ ἀγαθόν. 'Αλλ' εἰ ὅτι του̃το τὸ ἀγαθόν, οὐκ αἰσθήσεωσ του̃το ἔργον ἤδη, ἀλλ' ἑτέρασ μείζονοσ ἢ κατ' αἴσθησιν δυνάμεωσ. Οὐ τοίνυν τοι̃σ ἡδομένοισ τὸ εὐ̃ ζη̃ν ὑπάρξει, ἀλλὰ τω̨̃ γινώσκειν δυναμένω̨, ὅτι ἡδονὴ τὸ ἀγαθόν. Αἴτιον δὴ του̃ εὐ̃ ζη̃ν οὐχ ἡδονὴ ἔσται, ἀλλὰ τὸ κρίνειν δυνάμενον, ὅτι ἡδονὴ ἀγαθόν. Καὶ τὸ μὲν κρι̃νον βέλτιον ἢ κατὰ πάθοσ: λόγοσ γὰρ ἢ νου̃σ: ἡδονὴ δὲ πάθοσ: οὐδαμου̃ δὲ κρει̃ττον ἄλογον λόγου. Πω̃σ ἂν οὐ̃ν ὁ λόγοσ αὑτὸν ἀφεὶσ ἄλλο θήσεται ἐν τω̨̃ ἐναντίω̨ γένει κείμενον κρει̃ττον εἰ̃ναι ἑαυτου̃; 'Αλλὰ γὰρ ἐοίκασιν, ὅσοι τε τοι̃σ φυτοι̃σ οὐ διδόασι καὶ ὅσοι αἰσθήσει τοια̨̃δε τὸ εὐ̃, λανθάνειν ἑαυτοὺσ μει̃ζόν τι τὸ εὐ̃ ζη̃ν ζητου̃ντεσ καὶ ἐν τρανοτέρα̨ ζωη̨̃ τὸ ἄμεινον τιθέντεσ. Καὶ ὅσοι δὲ ἐν λογικη̨̃ ζωη̨̃ εἰ̃ναι λέγουσιν, ἀλλ' οὐχ ἁπλω̃σ ζωη̨̃, οὐδὲ εἰ αἰσθητικὴ εἴη, καλω̃σ μὲν ἴσωσ ἂν λέγοιεν. Διὰ τί δὲ οὕτω καὶ περὶ τὸ λογικὸν ζω̨̃ον μόνον τὸ εὐδαιμονει̃ν τίθενται, ἐρωτα̃ν αὐτοὺσ προσήκει. '~Αρά γε τὸ λογικὸν προσλαμβάνεται, ὅτι εὐμήχανον μα̃λλον ὁ λόγοσ καὶ ῥα̨δίωσ ἀνιχνεύειν καὶ περιποιει̃ν τὰ πρω̃τα κατὰ φύσιν δύναται, ἢ κἂν μὴδυνατὸσ ἠ̨̃ ἀνιχνεύειν μηδὲ τυγχάνειν; 'Αλλ' εἰ μὲν διὰ τὸ ἀνευρίσκειν μα̃λλον δύνασθαι, ἔσται καὶ τοι̃σ μὴ λόγον ἔχουσιν, εἰ ἄνευ λόγου φύσει τυγχάνοιεν τω̃ν πρώτων κατὰ φύσιν, τὸ εὐδαιμονει̃ν: καὶ ὑπουργὸσ ἂν ὁ λόγοσ καὶ οὐ δι' αὑτὸν αἱρετὸσ γίγνοιτο οὐδ' αὐ̃ ἡ τελείωσισ αὐτου̃, ἥν φαμεν ἀρετὴν εἰ̃ναι. Εἰ δὲ φήσετε μὴ διὰ τὰ κατὰ φύσιν πρω̃τα ἔχειν τὸ τίμιον, ἀλλὰ δι' αὑτὸν ἀσπαστὸν εἰ̃ναι, λεκτέον τί τε ἄλλο ἔργον αὐτου̃ καὶ τίσ ἡ φύσισ αὐτου̃ καὶ τί τέλειον αὐτὸν ποιει̃. Ποιει̃ν γὰρ δει̃ αὐτὸν τέλειον οὐ τὴν θεωρίαν τὴν περὶ ταυ̃τα, ἀλλὰ ἄλλο τι τὸ τέλειον αὐτω̨̃ εἰ̃ναι καὶ φύσιν ἄλλην εἰ̃ναι αὐτω̨̃ καὶ μὴ εἰ̃ναι αὐτὸν τούτων τω̃ν πρώτων κατὰ φύσιν μηδ ;ὲ ἐξ ὡ̃ν τὰ πρω̃τα κατὰ φύσιν μηδ' ὅλωσ τούτου του̃ γένουσ εἰ̃ναι, ἀλλὰ κρείττονα τούτων ἁπάντων: ἢ πω̃σ τὸ τίμιον αὐτω̨̃ οὐκ οἰ̃μαι ἕξειν αὐτοὺσ λέγειν. 'Αλλ' οὑ̃τοι μέν, ἕωσ ἂν κρείττονα εὕρωσι φύσιν τω̃ν περὶ ἃ νυ̃ν ἵστανται, ἐατέοι ἐνταυθοι̃ εἰ̃ναι, οὑ̃περ μένειν ἐθέλουσιν, ἀπόρωσ ἔχοντεσ ὅπη̨ τὸ εὐ̃ ζη̃ν, οἱ̃σ δυνατόν ἐστι τούτων.

3. 'Ημει̃σ δὲ λέγωμεν ἐξ ἀρχη̃σ τί ποτε τὸ εὐδαιμονει̃ν ὑπολαμβάνομεν εἰ̃ναι. Τιθέμενοι δὴ τὸ εὐδαιμονει̃ν ἐν ζωη̨̃, εἰ μὲν συνώνυμον τὸ ζη̃ν ἐποιούμεθα, πα̃σι μὲν ἂν τοι̃σ ζω̃σιν ἀπέδομεν δεκτικοι̃σ εὐδαιμονίασ εἰ̃ναι, εὐ̃ δὲ ζη̃ν ἐνεργεία̨ ἐκει̃να, οἱ̃σ παρη̃ν ἕν τι καὶ ταὐτόν, οὑ̃ ἐπεφύκει δεκτικὰ πάντα τὰ ζω̨̃α εἰ̃ναι, καὶ οὐκ ἂν τω̨̃ μὲν λογικω̨̃ ἔδομεν δύνασθαι του̃το, τω̨̃ δὲ ἀλόγω̨ οὐκέτι: ζωὴ γὰρ ἠ̃ν τὸκοινόν, ὃ δεκτικὸν του̃ αὐτου̃ πρὸσ τὸ εὐδαιμονει̃ν ἔμελλεν εἰ̃ναι, εἴπερ ἐν ζωη̨̃ τινι τὸ εὐδαιμονει̃ν ὑπη̃ρχεν. 'Όθεν, οἰ̃μαι, καὶ οἱ ἐν λογικη̨̃ ζωη̨̃ λέγοντεσ τὸ εὐδαιμονει̃ν γίνεσθαι οὐκ ἐν τη̨̃ κοινη̨̃ ζωη̨̃ τιθέντεσ ἠγνόησαν τὸ εὐδαιμονει̃ν οὐδὲ ζωὴν ὑποτιθέμενοι. Ποιότητα δὲ τὴν λογικὴν δύναμιν, περὶ ἣν ἡ εὐδαιμονία συνίσταται, ἀναγκάζοιντο ἂν λέγειν. 'Αλλὰ τὸ ὑποκείμενον αὐτοι̃σ λογική ἐστι ζωή: περὶ γὰρ τὸ ὅλον του̃το ἡ εὐδαιμονία συνίσταται: ὥστε περὶ ἄλλο εἰ̃δοσ ζωη̃σ. Λέγω δὲ οὐχ ὡσ ἀντιδιη̨ρημένον τω̨̃ λόγω̨, ἀλλ' ὡσ ἡμει̃σ φαμεν πρότερον, τὸ δὲ ὕστερον εἰ̃ναι. Πολλαχω̃σ τοίνυν τη̃σ ζωη̃σ λεγομένησ καὶ τὴν διαφορὰν ἐχούσησ κατὰ τὰ πρω̃τα καὶ δεύτερα καὶ ἐφεξη̃σ καὶ ὁμωνύμωσ του̃ ζη̃ν λεγομένου ἄλλωσ μὲν του̃ φυτου̃, ἄλλωσ δὲ του̃ ἀλόγου καὶ τρανότητι καὶ ἀμυδρότητι τὴν διαφορὰν ἐχόντων, ἀνάλογον δηλονότι καὶ τὸ εὐ̃. Καὶ εἰ εἴδωλον ἄλλο ἄλλου, δηλονότι καὶ τὸ εὐ̃ ὡσ εἴδωλον αὐ̃ του̃ εὐ̃. Εἰ δὲ ὅτω̨ ἄγαν ὑπάρχει τὸ ζη̃ν-του̃το δέ ἐστιν ὃ μηδενὶ του̃ ζη̃ν ἐλλείπει-τὸ εὐδαιμονει̃ν, μόνω̨ ἂν τω̨̃ ἄγαν ζω̃ντι τὸ εὐδαιμονει̃ν ὑπάρχοι: τούτω̨ γὰρ καὶ τὸ ἄριστον, εἴπερ ἐν τοι̃σ οὐ̃σι τὸ ἄριστον τὸ ὄντωσ ἐν ζωη̨̃ καὶ ἡ τέλειοσ ζωή: οὕτω γὰρ ἂν οὐδὲ ἐπακτὸν τὸ ἀγαθὸν ὑπάρχοι, οὐδ' ἄλλο τὸ ὑποκείμενον ἀλλαχόθεν γενόμενον παρέξει αὐτὸ ἐν ἀγαθω̨̃ εἰ̃ναι. Τί γὰρ τη̨̃ τελεία̨ ζωη̨̃ ἂν προσγένοιτο εἰσ τὸ ἀρίστη̨ εἰ̃ναι; Εἰ δέ τισ τὴν του̃ ἀγαθου̃ φύσιν ἐρει̃, οἰκει̃οσ μὲν ὁ λόγοσ ἡμι̃ν, οὐ μὴντὸ αἴτιον, ἀλλὰ τὸ ἐνυπάρχον ζητου̃μεν. 'Ότι δ' ἡ τελεία ζωὴ καὶ ἡ ἀληθινὴ καὶ ὄντωσ ἐν ἐκείνη̨ τη̨̃ νοερα̨̃ φύσει, καὶ ὅτι αἱ ἄλλαι ἀτελει̃σ καὶ ἰνδάλματα ζωη̃σ καὶ οὐ τελείωσ οὐδὲ καθαρω̃σ καὶ οὐ μα̃λλον ζωαὶ ἢ τοὐναντίον, πολλάκισ μὲν εἴρηται: καὶ νυ̃ν δὲ λελέχθω συντόμωσ ὡσ, ἕωσ ἂν πάντα τὰ ζω̃ντα ἐκ μια̃σ ἀρχη̃σ ἠ̨̃, μὴ ἐπίσησ δὲ τὰ ἄλλα ζη̨̃, ἀνάγκη τὴν ἀρχὴν τὴν πρώτην ζωὴν καὶ τὴν τελειοτάτην εἰ̃ναι.

4. εἰ μὲν οὐ̃ν τὴν τελείαν ζωὴν ἔχειν οἱ̃όσ τε ἄνθρωποσ, καὶ ἄνθρωποσ ὁ ταύτην ἔχων τὴν ζωὴν εὐδαίμων. Εἰ δὲ μή, ἐν θεοι̃σ ἄν τισ τὸ εὐδαιμονει̃ν θει̃το, εἰ ἐν ἐκείνοισ μόνοισ ἡ τοιαύτη ζωή. 'Επειδὴ τοίνυν φαμὲν εἰ̃ναι καὶ ἐν ἀνθρώποισ τὸ εὐδαιμονει̃ν του̃το, σκεπτέον πω̃σ ἐστι του̃το. Λέγω δὲ ὡ̃δε: ὅτι μὲν οὐ̃ν ἔχει τελείαν ζωὴν ἄνθρωποσ οὐ τὴν αἰσθητικὴν μόνον ἔχων, ἀλλὰ καὶ λογισμὸν καὶ νου̃ν ἀληθινόν, δη̃λον καὶ ἐξ ἄλλων. 'Αλλ' ἀ̃ρά γε ὡσ ἄλλοσ ὢν ἄλλο του̃το ἔχει; 'Ή οὐδ' ἔστιν ὅλωσ ἄνθρωποσ μὴ οὐ καὶ του̃το ἢ δυνάμει ἢ ἐνεργεία̨ ἔχων, ὃν δὴ καί φαμεν εὐδαίμονα εἰ̃ναι. 'Αλλ' ὡσ μέροσ αὐτου̃ του̃το φήσομεν ἐν αὐτω̨̃ τὸ εἰ̃δοσ τη̃σ ζωη̃σ τὸ τέλειον εἰ̃ναι; 'Ή τὸν μὲν ἄλλον ἄνθρωπον μέροσ τι του̃το ἔχειν δυνάμει ἔχοντα, τὸν δὲ εὐδαίμονα ἤδη, ὃσ δὴ καὶ ἐνεργεία̨ ἐστὶ του̃το καὶ μεταβέβηκε πρὸσ τὸ αὐτό, εἰ̃ναι του̃το: περικει̃σθαι δ' αὐτω̨̃ τὰ ἄλλα ἤδη, ἃ δὴ οὐδὲ μέρη αὐτου̃ ἄν τισ θει̃το οὐκ ἐθέλοντι περικείμενα: ἠ̃ν δ' ἂν αὐτου̃ κατὰ βούλησιν συνηρτημένα. Τούτω̨ τοίνυν τί ποτ' ἐστὶ τὸ ἀγαθόν; 'Ή αὐτὸσ αὑτω̨̃ ὅπερ ἔχει: τὸ δὲ ἐπέκεινα αἴτιον του̃ ἐν αὐτω̨̃ καὶ ἄλλωσἀγαθόν, αὐτω̨̃ παρὸν ἄλλωσ. Μαρτύριον δὲ του̃ του̃το εἰ̃ναι τὸ μὴ ἄλλο ζητει̃ν τὸν οὕτωσ ἔχοντα. Τί γὰρ ἂν καὶ ζητήσειε; Τω̃ν μὲν γὰρ χειρόνων οὐδέν, τω̨̃ δὲ ἀρίστω̨ σύνεστιν. Αὐτάρκησ οὐ̃ν ὁ βίοσ τω̨̃ οὕτωσ ζωὴν ἔχοντι: καὶ σπουδαι̃οσ ἡ̨̃, αὐτάρκησ εἰσ εὐδαιμονίαν καὶ εἰσ κτη̃σιν ἀγαθου̃: οὐδὲν γάρ ἐστιν ἀγαθὸν ὃ μὴ ἔχει. 'Αλλ' ὃ ζητει̃ ὡσ ἀναγκαι̃ον ζητει̃, καὶ οὐχ αὑτω̨̃, ἀλλά τινι τω̃ν αὐτου̃. Σώματι γὰρ προσηρτημένω̨ ζητει̃: κἂν ζω̃ντι δὲ σώματι, τὰ αὑτου̃ ζω̃ντι τούτω̨, οὐχ ἃ τοιούτου του̃ ἀνθρώπου ἐστί. Καὶ γινώσκει ταυ̃τα καὶ δίδωσιν ἃ δίδωσιν οὐδὲν τη̃σ αὑτου̃ παραιρούμενοσ ζωη̃σ. Οὐδ' ἐν τύχαισ τοίνυν ἐναντίαισ ἐλαττώσεται εἰσ τὸ εὐδαιμονει̃ν: μένει γὰρ καὶ ὣσ ἡ τοιαύτη ζωή: ἀποθνη̨σκόντων τε οἰκείων καὶ φίλων οἰ̃δε τὸν θάνατον ὅ τι ἐστίν, ἴσασι δὲ καὶ οἱ πάσχοντεσ σπουδαι̃οι ὄντεσ. Οἰκει̃οι δὲ καὶ προσήκοντεσ του̃το πάσχοντεσ κἂν λυπω̃σιν, οὐκ αὐτόν, τὸ δ' ἐν αὐτω̨̃ νου̃ν οὐκ ἔχον, οὑ̃ τὰσ λύπασ οὐ δέξεται.

5. 'Αλγηδόνεσ δὲ τί καὶ νόσοι καὶ τὰ ὅλωσ κωλύοντα ἐνεργει̃ν; Εἰ δὲ δὴ μηδ' ἑαυτω̨̃ παρακολουθοι̃; Γένοιτο γὰρ ἂν καὶ ἐκ φαρμάκων καί τινων νόσων. Πω̃σ δὴ ἐν τούτοισ ἅπασι τὸ ζη̃ν εὐ̃ καὶ τὸ εὐδαιμονει̃ν ἂν ἔχοι; Πενίασ γὰρ καὶ ἀδοξίασ ἐατέον. Καίτοι καὶ πρὸσ ταυ̃τα ἄν τισ ἀποβλέψασ ἐπιστήσειε καὶ πρὸσ τὰσ πολυθρυλλήτουσ αὐ̃ μάλιστα Πριαμικὰσ τύχασ: ταυ̃τα γὰρ εἰ καὶ φέροι καὶ ῥα̨δίωσ φέροι, ἀλλ' οὐ βουλητά γε ἠ̃ν αὐτω̨̃: δει̃ δὲ βουλητὸντὸν εὐδαίμονα βίον εἰ̃ναι: ἐπεὶ οὐδὲ του̃τον εἰ̃ναι τὸν σπουδαι̃ον ψυχὴν τοιάνδε, μὴ συναριθμει̃σθαι δ' αὐτου̃ τη̨̃ οὐσία̨ τὴν σώματοσ φύσιν. 'Ετοίμωσ γὰρ του̃το φαι̃εν ἂν λαμβάνειν, ἕωσ ἂν αἱ του̃ σώματοσ πείσεισ πρὸσ αὐτὸν ἀναφέρωνται καὶ αὐ̃ καὶ αἱ αἱρέσεισ καὶ φυγαὶ διὰ του̃το γίγνωνται αὐτω̨̃. 'Ηδονη̃σ δὲ συναριθμουμένησ τω̨̃ εὐδαίμονι βίω̨, πω̃σ ἂν λυπηρὸν διὰ τύχασ καὶ ὀδύνασ ἔχων εὐδαίμων εἴη, ὅτω̨ ταυ̃τα σπουδαίω̨ ὄντι γίγνοιτο; 'Αλλὰ θεοι̃σ μὲν ἡ τοιαύτη διάθεσισ εὐδαίμων καὶ αὐτάρκησ, ἀνθρώποισ δὲ προσθήκην του̃ χείρονοσ λαβου̃σι περὶ ὅλον χρὴ τὸ γενόμενον τὸ εὔδαιμον ζητει̃ν, ἀλλὰ μὴ περὶ μέροσ, ὃ ἐκ θατέρου κακω̃σ ἔχοντοσ ἀναγκάζοιτο ἂν καὶ θάτερον τὸ κρει̃ττον ἐμποδίζεσθαι πρὸσ τὰ αὐτου̃, ὅτι μὴ καὶ τὰ του̃ ἑτέρου καλω̃σ ἔχει. 'Ή ἀπορρήξαντα δει̃ σω̃μα ἢ καὶ αἴσθησιν τὴν σώματοσ οὕτω τὸ αὔταρκεσ ζητει̃ν πρὸσ τὸ εὐδαιμονει̃ν ἔχειν.

6. 'Αλλ' εἰ μὲν τὸ εὐδαιμονει̃ν ἐν τω̨̃ μὴ ἀλγει̃ν μηδὲ νοσει̃ν μηδὲ δυστυχει̃ν μηδὲ συμφοραι̃σ μεγάλαισ περιπίπτειν ἐδίδου ὁ λόγοσ, οὐκ ἠ̃ν τω̃ν ἐναντίων παρόντων εἰ̃ναι ὁντινου̃ν εὐδαίμονα: εἰ δ' ἐν τη̨̃ του̃ ἀληθινου̃ ἀγαθου̃ κτήσει του̃τό ἐστι κείμενον, τί δει̃ παρέντασ του̃το καὶ τὸ πρὸσ του̃το βλέποντασ κρίνειν τὸν εὐδαίμονα τὰ ἄλλα ζητει̃ν, ἃ μὴ ἐν τω̨̃ εὐδαιμονει̃ν ἠρίθμηται; Εἰ μὲν γὰρ συμφόρησισ ἠ̃ν ἀγαθω̃ν καὶ ἀναγκαίων ἢ καὶ οὐκ ἀναγκαίων, ἀλλ' ἀγαθω̃ν καὶ τούτων λεγομένων, ἐχρη̃ν καὶ ταυ̃τα παρει̃ναι ζητει̃ν: εἰ δὲ τὸ τέλοσ ἕν τι εἰ̃ναι ἀλλ' οὐ πολλὰ δει̃-οὕτω γὰρ ἂν οὐ τέλοσ, ἀλλὰ τέλη ἂν ζητοι̃-ἐκει̃νο χρὴ λαμβάνειν μόνον, ὃ ἔσχατόν τέ ἐστι καὶ τιμιώτατον καὶ ὃ ἡ ψυχὴ ζητει̃ ἐν αὑτη̨̃ ἐγκολπίσασθαι. 'Η δὲ ζήτησισ αὕτη καὶ ἡ βούλησισ οὐχὶ τὸ μὴ ἐν τούτω̨ εἰ̃ναι: ταυ̃ταγὰρ οὐκ αὐτη̨̃ φύσει, ἀλλὰ παρόντα μόνον φεύγει ὁ λογισμὸσ ἀποικονομούμενοσ ἢ καὶ προσλαμβάνων ζητει̃: αὐτὴ δὲ ἡ ἔφεσισ πρὸσ τὸ κρει̃ττον αὐτη̃σ, οὑ̃ ἐγγενομένου ἀποπεπλήρωται καὶ ἔστη, καὶ οὑ̃τοσ ὁ βουλητὸσ ὄντωσ βίοσ. Τω̃ν δ' ἀναγκαίων τι παρει̃ναι οὐ βούλησισ ἂν εἴη, εἰ κυρίωσ τὴν βούλησιν ὑπολαμβάνοι, ἀλλὰ μὴ καταχρώμενοσ ἄν τισ λέγοι, ἐπειδὴ καὶ ταυ̃τα παρει̃ναι ἀξιου̃μεν. 'Επεὶ καὶ ὅλωσ τὰ κακὰ ἐκκλίνομεν, καὶ οὐ δήπου βουλητὸν τὸ τη̃σ ἐκκλίσεωσ τη̃σ τοιαύτησ: μα̃λλον γὰρ βουλητὸν τὸ μηδὲ δεηθη̃ναι τη̃σ ἐκκλίσεωσ τη̃σ τοιαύτησ. Μαρτυρει̃ δὲ καὶ αὐτά, ὅταν παρη̨̃: οἱ̃ον ὑγίεια καὶ ἀνωδυνία. Τί γὰρ τούτων ἐπαγωγόν ἐστι; Καταφρονει̃ται γου̃ν ὑγίεια παρου̃σα καὶ τὸ μὴ ἀλγει̃ν. 'Ά δὲ παρόντα μὲν οὐδὲν ἐπαγωγὸν ἔχει οὐδὲ προστίθησί τι πρὸσ τὸ εὐδαιμονει̃ν, ἀπόντα δὲ διὰ τὴν τω̃ν λυπούντων παρουσίαν ζητει̃[ται], εὔλογον ἀναγκαι̃α, ἀλλ' οὐκ ἀγαθὰ φάσκειν εἰ̃ναι. Οὐδὲ συναριθμητέα τοίνυν τω̨̃ τέλει, ἀλλὰ καὶ ἀπόντων αὐτω̃ν καὶ τω̃ν ἐναντίων παρόντων ἀκέραιον τὸ τέλοσ τηρητέον.

7. διὰ τί οὐ̃ν ὁ εὐδαιμονω̃ν ταυ̃τα ἐθέλει παρει̃ναι καὶ τὰ ἐναντία ἀπωθει̃ται; 'Ή φήσομεν οὐχ ὅτι πρὸσ τὸ εὐδαιμονει̃ν εἰσφέρεταί τινα μοι̃ραν, ἀλλὰ μα̃λλον πρὸσ τὸ εἰ̃ναι: τὰ δ' ἐναντία τούτων ἢ πρὸσ τὸ μὴ εἰ̃ναι ἢ ὅτι ἐνοχλει̃ τω̨̃ τέλει παρόντα, οὐχ ὡσ ἀφαιρούμενα αὐτό, ἀλλ' ὅτι ὁ ἔχων τὸ ἄριστον αὐτὸ μόνον βούλεται ἔχειν, οὐκ ἄλλο τι μετ' αὐτου̃, ὃ ὅταν παρη̨̃, οὐκ ἀφή̨ρηται μὲν ἐκει̃νο, ἔστι δ' ὅμωσ κἀκείνου ὄντοσ. 'Όλωσ δὲ οὐκ, εἴ τι ὁ εὐδαίμων μὴ ἐθέλοι, παρείη δὲ του̃το, ἤδη παραιρει̃ταί τι τη̃σ εὐδαιμονίασ: ἢ οὕτω γε καθ' ἑκάστην τὴν ἡμέραν μεταπίπτοι ἂν καὶ ἐκπίπτοι τη̃σ εὐδαιμονίασ: οἱ̃ον εἰ καὶ παι̃δα ἀποβάλλοι ἢ καὶ ὁτιου̃ν τω̃ν κτημάτων. Καὶ μυρία ἂν εἴη ἃ οὐ κατὰ γνώμην ἐκβάντα οὐδέν τι παρακινει̃ του̃ παρόντοσ τέλουσ αὐτω̨̃. 'Αλλὰ τὰ μεγάλα, φασί, καὶ οὐ τὰ τυχόντα. Τί δ' ἂν εἴη τω̃ν ἀνθρωπίνων μέγα, ὥστ' ἂν μὴ καταφρονηθη̃ναι ὑπὸ του̃ ἀναβεβηκότοσ πρὸσ τὸ ἀνωτέρω ἁπάντων τούτων καὶ οὐδενὸσ ἔτι τω̃ν κάτω ἐξηρτημένου; Διὰ τί γὰρ τὰσ μὲν εὐτυχίασ, ἡλίκαι οὐ̃ν ἐὰν ὠ̃σιν, οὐ μεγάλασ ἡγει̃ται, οἱ̃ον βασιλείασ καὶ πόλεων καὶ ἐθνω̃ν ἀρχάσ, οὐδὲ οἰκίσεισ καὶ κτίσεισ πόλεων, οὐδ' εἰ ὑπ' αὐτου̃ γίγνοιντο, ἐκπτώσεισ δὲ ἀρχω̃ν καὶ πόλεωσ αὐτου̃ κατασκαφὴν ἡγήσεταί τι εἰ̃ναι μέγα; Εἰ δὲ δὴ καὶ κακὸν μέγα ἢ ὅλωσ κακόν, γελοι̃οσ ἂν εἴη του̃ δόγματοσ καὶ οὐκ ἂν ἔτι σπουδαι̃οσ εἴη ξύλα καὶ λίθουσ καὶ νὴ Δία θανάτουσ θνητω̃ν μέγα ἡγούμενοσ, ὡ̨̃ φαμεν δει̃ν δόγμα παρει̃ναι περὶ θανάτου τὸ ἄμεινον ζωη̃σ τη̃σ μετὰ σώματοσ εἰ̃ναι. Αὐτὸσ δὲ εἰ τυθείη, κακὸν οἰήσεται αὐτω̨̃ τὸν θάνατον, ὅτι παρὰ βωμοι̃σ τέθνηκεν; 'Αλλ' εἰ μὴ ταφείη, πάντωσ που καὶ ὑπὲρ γη̃σ καὶ ὑπὸ γη̃ν τεθὲν τὸ σω̃μα σαπείη. Εἰ δ' ὅτι μὴ πολυδαπάνωσ, ἀλλ'ἀνωνύμωσ τέθαπται οὐκ ἀξιωθεὶσ ὑψηλου̃ μνήματοσ, τη̃σ μικρολογίασ. 'Αλλ' εἰ αἰχμάλωτοσ ἄγοιτο, <πάρ τοί> ἐστιν <ὁδὸσ> ἐξιέναι, εἰ μὴ εἴη εὐδαιμονει̃ν. Εἰ δὲ οἰκει̃οι αὐτω̨̃ αἰχμάλωτοι, οἱ̃ον <ἑλκόμεναι νυοὶ καὶ θυγατέρεσ>- τί οὐ̃ν, φήσομεν, εἰ ἀποθνή̨σκοι μηδὲν τοιου̃τον ἑωρακώσ; '~Αρ' ἂν οὕτω δόξησ ἔχοι ἀπιών, ὡσ μὴ ἂν τούτων ἐνδεχομένων γενέσθαι; 'Αλλ' ἄτοποσ ἂν εἴη. Οὐκ ἂν οὐ̃ν δοξάσειεν, ὡσ ἐνδέχεται τοιαύταισ τύχαισ τοὺσ οἰκείουσ περιπεσει̃ν; '~Αρ' οὐ̃ν διὰ τὸ οὕτωσ ἂν δόξαι ὡσ καὶ γενησομένου ἂν οὐκ εὐδαίμων; 'Ή καὶ δοξάζων οὕτωσ εὐδαίμων: ὥστε καὶ γινομένου. 'Ενθυμοι̃το γὰρ ἄν, ὡσ ἡ του̃δε του̃ παντὸσ φύσισ τοιαύτη, οἵα καὶ τὰ τοιαυ̃τα φέρειν, καὶ ἕπεσθαι χρή. Καὶ πολλοὶ δὴ καὶ ἄμεινον αἰχμάλωτοι γενόμενοι πράξουσι. Καὶ ἐπ' αὐτοι̃σ δὲ βαρυνομένοισ ἀπελθει̃ν: ἢ μένοντεσ ἢ εὐλόγωσ μένουσι καὶ οὐδὲν δεινόν, ἢ ἀλόγωσμένοντεσ, δέον μή, αὑτοι̃σ αἴτιοι. Οὐ γὰρ δὴ διὰ τὴν τω̃ν ἄλλων ἄνοιαν οἰκείων ὄντων αὐτὸσ ἐν κακω̨̃ ἔσται καὶ εἰσ ἄλλων εὐτυχίασ καὶ δυστυχίασ ἀναρτήσεται.

8. τὸ δὲ τω̃ν ἀλγηδόνων αὐτου̃, ὅταν σφοδραὶ ὠ̃σιν, ἕωσ δύναται φέρειν, οἴσει: εἰ δὲ ὑπερβάλλουσιν, ἐξοίσουσι. Καὶ οὐκ ἐλεεινὸσ ἔσται ἐν τω̨̃ ἀλγει̃ν, ἀλλὰ τὸ αὐτου̃ ...καίει _[τω̨̃] ἔνδον φέγγοσ, οἱ̃ον ἐν λαμπτη̃ρι φω̃σ πολλου̃ ἔξωθεν πνέοντοσ ἐν πολλη̨̃ ζάλη̨ ἀνέμων καὶ χειμω̃νι. 'Αλλ' εἰ μὴ παρακολουθοι̃, ἢ παρατείνοι τὸ ἀλγει̃ν ἐπὶ τοσου̃τον αἰρόμενον, ὥστε ἐν τω̨̃ σφοδρω̨̃ ὅμωσ μὴ ἀποκτιννύναι; 'Αλλ' εἰ μὲν παρατείνοι, τί χρὴ ποιει̃ν βουλεύσεται: οὐ γὰρ ἀφή̨ρηται τὸ αὐτεξούσιον ἐν τούτοισ. Χρὴ δὲ εἰδέναι, ὡσ οὐχ, οἱ̃α τοι̃σ ἄλλοισ φαίνεται, τοιαυ̃τα καὶ τω̨̃ σπουδαίω̨ φανει̃ται ἕκαστα, καὶ οὐ μέχρι του̃ εἴσω ἕκαστα οὔτε τὰ ἄλλα [οὔτε ἀλγεινὰ] οὔτε τὰ λυπηρά. Καὶ ὅταν περὶ ἄλλουσ τὰ ἀλγεινά; ἀσθένεια γὰρ εἴη ψυχη̃σ ἡμετέρασ. Καὶ του̃το μαρτυρει̃, ὅταν λανθάνειν ἡμα̃σ κέρδοσ ἡγώμεθα καὶ ἀποθανόντων ἡμω̃ν, εἰ γίγνοιτο, κέρδοσ εἰ̃ναι τιθεμένων καὶ οὐ τὸ ἐκείνων ἔτι σκοπουμένων, ἀλλὰ τὸ αὐτω̃ν, ὅπωσ μὴ λυποίμεθα. Του̃το δὲ ἡμετέρα ἤδη ἀσθένεια, ἣν δει̃ περιαιρει̃ν, ἀλλὰ μὴ ἐω̃ντασ φοβει̃σθαι μὴ γένηται. Εἰ δέ τισ λέγοι οὕτωσ ἡμα̃σ πεφυκέναι, ὥστε ἀλγει̃ν ἐπὶ ται̃σ τω̃ν οἰκείων συμφοραι̃σ, γιγνωσκέτω, ὅτι οὐ πάντεσ οὕτω, καὶὅτι τη̃σ ἀρετη̃σ τὸ κοινὸν τη̃σ φύσεωσ πρὸσ τὸ ἄμεινον ἄγειν καὶ πρὸσ τὸ κάλλιον παρὰ τοὺσ πολλούσ: κάλλιον δὲ τὸ μὴ ἐνδιδόναι τοι̃σ νομιζομένοισ τη̨̃ κοινη̨̃ φύσει δεινοι̃σ εἰ̃ναι. Οὐ γὰρ ἰδιωτικω̃σ δει̃, ἀλλ' οἱ̃ον ἀθλητὴν μέγαν διακει̃σθαι τὰσ τη̃σ τύχησ πληγὰσ ἀμυνόμενον, γινώσκοντα μὲν ὅτι τινὶ φύσει ταυ̃τα οὐκ ἀρεστά, τη̨̃ δὲ αὑτου̃ φύσει οἰστά, οὐχ ὡσ δεινά, ἀλλ' ὡσ παισὶ φοβερά. Ταυ̃τ' οὐ̃ν ἤθελεν; 'Ή καὶ πρὸσ τὰ μὴ θελητά, ὅταν παρη̨̃, ἀρετὴν καὶ πρὸσ ταυ̃τα ἔχει δυσκίνητον καὶ δυσπαθη̃ τὴν ψυχὴν παρέχουσαν.

9. 'Αλλ' ὅταν μὴ παρακολουθη̨̃ βαπτισθεὶσ ἢ νόσοισ ἢ μάγων τέχναισ; 'Αλλ' εἰ μὲν φυλάξουσιν αὐτὸν σπουδαι̃ον εἰ̃ναι οὕτωσ ἔχοντα καὶ οἱ̃α ἐν ὕπνω̨ κοιμώμενον, τί κωλύει εὐδαίμονα αὐτὸν εἰ̃ναι; 'Επεὶ οὐδὲ ἐν τοι̃σ ὕπνοισ ἀφαιρου̃νται τη̃σ εὐδαιμονίασ αὐτόν, οὐδ' ὑπὸ λόγον ποιου̃νται τὸν χρόνον του̃τον, ὡσ μὴ πάντα τὸν βίον εὐδαιμονει̃ν λέγειν: εἰ δὲ μὴ σπουδαι̃ον φήσουσιν, οὐ περὶ του̃ σπουδαίου ἔτι τὸν λόγον ποιου̃νται. 'Ημει̃σ δὲ ὑποθέμενοι σπουδαι̃ον, εἰ εὐδαιμονει̃, ἕωσ ἂν εἴη σπουδαι̃οσ, ζητου̃μεν. 'Αλλ' ἔστω σπουδαι̃οσ, φασί: μὴ αἰσθανόμενοσ μηδ' ἐνεργω̃ν κατ' ἀρετήν, πω̃σ ἂν εὐδαίμων εἴη; 'Αλλ' εἰ μὲν μὴ αἰσθάνοιτο ὅτι ὑγιαίνοι, ὑγιαίνει οὐδὲν ἡ̃ττον, καὶ εἰ μὴ ὅτι καλόσ, οὐδὲν ἡ̃ττον καλόσ: εἰ δὲ ὅτι σοφὸσ μὴ αἰσθάνοιτο, ἡ̃ττον σοφὸσ ἂν εἴη; Εἰ μή πού τισ λέγοι ὡσ ἐν τη̨̃ σοφία̨ γὰρ δει̃ τὸ αἰσθάνεσθαι καὶ παρακολουθει̃ν αὐτω̨̃ παρει̃ναι: ἐν γὰρ τη̨̃ κατ' ἐνέργειαν σοφία̨ καὶ τὸ εὐδαιμονει̃ν παρει̃ναι. 'Επακτου̃ μὲν οὐ̃ν ὄντοσ του̃ φρονει̃ν καὶ τη̃σ σοφίασ λέγοι ἄν τι ἴσωσ ὁ λόγοσ οὑ̃τοσ: εἰ δ' ἡ τη̃σ σοφίασ ὑπόστασισ ἐν οὐσία̨ τινί, μα̃λλον δὲ ἐν τη̨̃ οὐσία̨, οὐκ ἀπόλωλε δὲ αὕτη ἡ οὐσία ἔν τε τω̨̃ κοιμωμένω̨ καὶ ὅλωσ ἐν τω̨̃ λεγομένω̨ μὴ παρακολουθει̃ν ἑαυτω̨̃, καὶ ἔστιν ἡ τη̃σ οὐσίασ αὐτὴ ἐνέργεια ἐν αὐτω̨̃ καὶ ἡ τοιαύτη ἄυπνοσ ἐνέργεια, ἐνεργοι̃ μὲν ἂν καὶ τότε ὁ σπουδαι̃οσ ἡ̨̃ τοιου̃τοσ: λανθάνοι δ' ἂν αὕτη ἡ ἐνέργεια οὐκ αὐτὸν πάντα, ἀλλά τι μέροσ αὐτου̃: οἱ̃ον καὶ τη̃σ φυτικη̃σ ἐνεργείασ ἐνεργούσησ οὐκ ἔρχεται εἰσ τὸν ἄλλον ἄνθρωπον ἡ τη̃σ τοιαύτησ ἐνεργείασ ἀντίληψισ τω̨̃ αἰσθητικω̨̃, καί, εἴπερ ἠ̃μεν τὸ φυτικὸν ἡμω̃ν ἡμει̃σ, ἡμει̃σ ἂν ἐνεργου̃ντεσ ἠ̃μεν: νυ̃ν δὲ του̃το μὲν οὐκ ἐσμέν, ἡ δὲ του̃ νοου̃ντοσ ἐνέργεια: ὥστε ἐνεργου̃ντοσ ἐκείνου ἐνεργοι̃μεν ἂν ἡμει̃σ.

10. λανθάνει δὲ ἴσωσ τω̨̃ μὴ περὶ ὁτιου̃ν τω̃ν αἰσθητω̃ν: διὰ γὰρ τη̃σ αἰσθήσεωσ ὥσπερ μέσησ περὶ ταυ̃τα ἐνεργει̃ν δοκει̃ καὶ περὶ τούτων. Αὐτὸσ δὲ ὁ νου̃σ διὰ τί οὐκ ἐνεργήσει καὶ ἡ ψυχὴ περὶ αὐτὸν ἡ πρὸ αἰσθήσεωσ καὶ ὅλωσ ἀντιλήψεωσ; Δει̃ γὰρ τὸ πρὸ ἀντιλήψεωσ ἐνέργημα εἰ̃ναι, εἴπερ <τὸ αὐτὸ τὸ νοει̃ν καὶ εἰ̃ναι>. Καὶ ἔοικεν ἡ ἀντίληψισ εἰ̃ναι καὶ γίνεσθαι ἀνακάμπτοντοσ του̃ νοήματοσ καὶ του̃ ἐνεργου̃ντοσ του̃ κατὰ τὸ ζη̃ν τη̃σ ψυχη̃σ οἱ̃ον ἀπωσθέντοσ πάλιν, ὥσπερ ἐν κατόπτρω̨ περὶ τὸ λει̃ον καὶ λαμπρὸν ἡσυχάζον. 'Ωσ οὐ̃ν ἐν τοι̃σ τοιούτοισ παρόντοσ μὲν του̃κατόπτρου ἐγένετο τὸ εἴδωλον, μὴ παρόντοσ δὲ ἢ μὴ οὕτωσ ἔχοντοσ ἐνεργεία̨ πάρεστιν οὑ̃ τὸ εἴδωλον ἠ̃ν ἄν, οὕτω καὶ περὶ ψυχὴν ἡσυχίαν μὲν ἄγοντοσ του̃ ἐν ἡμι̃ν τοιούτου, ὡ̨̃ ἐμφαίνεται τὰ τη̃σ διανοίασ καὶ του̃ νου̃ εἰκονίσματα, ἐνορα̃ται ταυ̃τα καὶ οἱ̃ον αἰσθητω̃σ γινώσκεται μετὰ τη̃σ προτέρασ γνώσεωσ, ὅτι ὁ νου̃σ καὶ ἡ διάνοια ἐνεργει̃. Συγκλασθέντοσ δὲ τούτου διὰ τὴν του̃ σώματοσ ταραττομένην ἁρμονίαν ἄνευ εἰδώλου ἡ διάνοια καὶ ὁ νου̃σ νοει̃ καὶ ἄνευ φαντασίασ ἡ νόησισ τότε: ὥστε καὶ τοιου̃τον ἄν τι νοοι̃το μετὰ φαντασίασ τὴν νόησιν γίνεσθαι οὐκ οὔσησ τη̃σ νοήσεωσ φαντασίασ. Πολλὰσ δ' ἄν τισ εὕροι καὶ ἐγρηγορότων καλὰσ ἐνεργείασ καὶ θεωρίασ καὶ πράξεισ, ὅτε θεωρου̃μεν καὶ ὅτε πράττομεν, τὸ παρακολουθει̃ν ἡμα̃σ αὐται̃σ οὐκ ἐχούσασ. Οὐ γὰρ τὸν ἀναγινώσκοντα ἀνάγκη παρακολουθει̃ν ὅτι ἀναγινώσκει καὶ τότε μάλιστα, ὅτε μετὰ του̃ συντόνου ἀναγινώσκοι: οὐδὲ ὁ ἀνδριζόμενοσ ὅτι ἀνδρίζεται καὶ κατὰ τὴν ἀνδρίαν ἐνεργει̃ ὅσω̨ ἐνεργει̃: καὶ ἄλλα μυρία: ὥστε τὰσ παρακολουθήσεισ κινδυνεύειν ἀμυδροτέρασ αὐτὰσ τὰσ ἐνεργείασ αἱ̃σ παρακολουθου̃σι ποιει̃ν, μόνασ δὲ αὐτὰσ οὔσασ καθαρὰσ τότε εἰ̃ναι καὶ μα̃λλον ἐνεργει̃ν καὶ μα̃λλον ζη̃ν καὶ δὴ καὶ ἐν τω̨̃ τοιούτω̨ πάθει τω̃ν σπουδαίων γενομένων μα̃λλον τὸ ζη̃ν εἰ̃ναι, οὐ κεχυμένον εἰσ αἴσθησιν, ἀλλ' ἐν τω̨̃ αὐτω̨̃ ἐν ἑαυτω̨̃ συνηγμένον.

11. εἰ δέ τινεσ μηδὲ ζη̃ν λέγοιεν τὸν τοιου̃τον, ζη̃ν μὲν αὐτὸν φήσομεν, λανθάνειν δ' αὐτοὺσ τὴν εὐδαιμονίαν του̃ τοιούτου, ὥσπερ καὶ τὸ ζη̃ν. Εἰ δὲ μὴ πείθοιντο, ἀξιώσομεν αὐτοὺσ ὑποθεμένουσ τὸν ζω̃ντα καὶ τὸν σπουδαι̃ον οὕτω ζητει̃ν εἰ εὐδαίμων, μηδὲ τὸ ζη̃ν αὐτου̃ ἐλαττώσανταστὸ εὐ̃ ζη̃ν ζητει̃ν εἰ πάρεστι μηδὲ ἀνελόντασ τὸν ἄνθρωπον περὶ εὐδαιμονίασ ἀνθρώπου ζητει̃ν μηδὲ τὸν σπουδαι̃ον συγχωρήσαντασ εἰσ τὸ εἴσω ἐπεστράφθαι ἐν ται̃σ ἔξωθεν ἐνεργείαισ αὐτὸν ζητει̃ν μηδὲ ὅλωσ τὸ βουλητὸν αὐτου̃ ἐν τοι̃σ ἔξω. Οὕτω γὰρ ἂν οὐδὲ ὑπόστασισ εὐδαιμονίασ εἴη, εἰ τὰ ἔξω βουλητὰ λέγοι καὶ τὸν σπουδαι̃ον βούλεσθαι ταυ̃τα. 'Εθέλοι γὰρ ἂν καὶ πάντασ ἀνθρώπουσ εὐ̃ πράττειν καὶ μηδὲν τω̃ν κακω̃ν περὶ μηδένα εἰ̃ναι: ἀλλὰ μὴ γινομένων ὅμωσ εὐδαίμων. Εἰ δέ τισ παράλογον ἂν αὐτὸν ποιήσειν φήσει, εἰ ταυ̃τα ἐθελήσει-μὴ γὰρ οἱ̃όν τε τὰ κακὰ μὴ εἰ̃ναι-δη̃λον ὅτι συγχωρήσει ἡμι̃ν ἐπιστρέφουσιν αὐτου̃ τὴν βούλησιν εἰσ τὸ εἴσω.

12. τὸ δὲ ἡδὺ τω̨̃ βίω̨ τω̨̃ τοιούτω̨ ὅταν ἀπαιτω̃σιν, οὐ τὰσ τω̃ν ἀκολάστων οὐδὲ τὰσ του̃ σώματοσ ἡδονὰσ ἀξιώσουσι παρει̃ναι-αὑ̃ται γὰρ ἀδύνατοι παρει̃ναι καὶ τὸ εὐδαιμονει̃ν ἀφανιου̃σιν-οὐδὲ μὴν τὰσ περιχαρίασ-διὰ τί γάρ; -ἀλλὰ τὰσ συνούσασ παρουσία̨ ἀγαθω̃ν οὐκ ἐν κινήσεσιν οὔσασ, οὐδὲ γινομένασ τοίνυν: ἤδη γὰρ τὰ ἀγαθὰ πάρεστι, καὶ αὐτὸσ αὑτω̨̃ πάρεστι: καὶ ἕστηκε τὸ ἡδὺ καὶ τὸ ἵλεων του̃το: ἵλεωσ δὲ ὁ σπουδαι̃οσ ἀεὶ καὶ κατάστασισ ἥσυχοσ καὶ ἀγαπητὴ ἡ διάθεσισ ἣν οὐδὲν τω̃ν λεγομένων κακω̃ν παρακινει̃, εἴπερ σπουδαι̃οσ. Εἰ δέ τισ ἄλλο εἰ̃δοσ ἡδονη̃σ περὶ τὸν σπουδαι̃ον βίον ζητει̃, οὐ τὸν σπουδαι̃ον βίον ζητει̃.

13. οὐδ' αἱ ἐνέργειαι δὲ διὰ τὰσ τύχασ ἐμποδίζοιντο ἄν, ἀλλὰ ἄλλαι ἂν κατ' ἄλλασ γίγνοιντο τύχασ, πα̃σαι δὲ ὅμωσ καλαὶ καὶ καλλίουσ ἴσωσ ὅσω̨ περιστατικαί. Αἱ δὲ κατὰ τὰσ θεωρίασ ἐνέργειαι αἱ μὲν καθ' ἕκαστα τάχα ἄν, οἱ̃ον ἃσζητήσασ ἂν καὶ σκεψάμενοσ προφέροι: τὸ δὲ <μέγιστον μάθημα> πρόχειρον ἀεὶ καὶ μετ' αὐτου̃ καὶ του̃το μα̃λλον, κἂν ἐν τω̨̃ Φαλάριδοσ ταύρω̨ λεγομένω̨ ἠ̨̃, ὃ μάτην λέγεται ἡδὺ δὶσ ἢ καὶ πολλάκισ λεγόμενον. 'Εκει̃ μὲν γὰρ τὸ φθεγξάμενον του̃το αὐτό ἐστι τὸ ἐν τω̨̃ ἀλγει̃ν ὑπάρχον, ἐνταυ̃θα δὲ τὸ μὲν ἀλγου̃ν ἄλλο, τὸ δὲ ἄλλο, ὃ συνὸν αὐτω̨̃, ἕωσ ἂν ἐξ ἀνάγκησ συνη̨̃, οὐκ ἀπολελείψεται τη̃σ του̃ ἀγαθου̃ ὅλου θέασ.

14. τὸ δὲ μὴ συναμφότερον εἰ̃ναι τὸν ἄνθρωπον καὶ μάλιστα τὸν σπουδαι̃ον μαρτυρει̃ καὶ ὁ χωρισμὸσ ὁ ἀπὸ του̃ σώματοσ καὶ ἡ τω̃ν λεγομένων ἀγαθω̃ν του̃ σώματοσ καταφρόνησισ. Τὸ δὲ καθόσον ἀξιου̃ν τὸ ζω̨̃ον τὴν εὐδαιμονίαν εἰ̃ναι γελοι̃ον εὐζωίασ τη̃σ εὐδαιμονίασ οὔσησ, ἣ περὶ ψυχὴν συνίσταται, ἐνεργείασ ταύτησ οὔσησ καὶ ψυχη̃σ οὐ πάσησ-οὐ γὰρ δὴ τη̃σ φυτικη̃σ, ἵν' ἂν καὶ ἐφήψατο σώματοσ: οὐ γὰρ δὴ τὸ εὐδαιμονει̃ν του̃το ἠ̃ν σώματοσ μέγεθοσ καὶ εὐεξία-οὐδ' αὐ̃ ἐν τω̨̃ αἰσθάνεσθαι εὐ̃, ἐπεὶ καὶ κινδυνεύσουσιν αἱ τούτων πλεονεξίαι βαρύνασαι πρὸσ αὑτὰσ φέρειν τὸν ἄνθρωπον. 'Αντισηκώσεωσ δὲ οἱ̃ον ἐπὶ θάτερα πρὸσ τὰ ἄριστα γενομένησ μινύθειν καὶ χείρω τὰ σωματικὰ ποιει̃ν, ἵνα δεικνύοιτο οὑ̃τοσ ὁ ἄνθρωποσ ἄλλοσ ὢν ἢ τὰ ἔξω. 'Ο δὲ τω̃ν τη̨̃δε ἄνθρωποσ ἔστω καὶ καλὸσ καὶ μέγασ καὶ πλούσιοσ καὶ πάντων ἀνθρώπων ἄρχων ὡσ ἂν ὢν του̃δε του̃ τόπου, καὶ οὐ φθονητέον αὐτω̨̃ τω̃ν τοιούτων ἠπατημένω̨. Περὶ δὲ σοφὸν ταυ̃τα ἴσωσ μὲν ἂν οὐδὲ τὴν ἀρχὴν γένοιτο, γενομένων δὲ ἐλαττώσει αὐτόσ,εἴπερ αὑτου̃ κήδεται. Καὶ ἐλαττώσει μὲν καὶ μαρανει̃ ἀμελεία̨ τὰσ του̃ σώματοσ πλεονεξίασ, ἀρχὰσ δὲ ἀποθήσεται. Σώματοσ δὲ ὑγίειαν φυλάττων οὐκ ἄπειροσ νόσων εἰ̃ναι παντάπασι βουλήσεται: οὐδὲ μὴν οὐδὲ ἄπειρον εἰ̃ναι ἀλγηδόνων: ἀλλὰ καὶ μὴ γινομένων νέοσ ὢν μαθει̃ν βουλήσεται, ἤδη δὲ ἐν γήρα̨ ὢν οὔτε ταύτασ οὔτε ἡδονὰσ ἐνοχλει̃ν οὐδέ τι τω̃ν τη̨̃δε οὔτε προσηνὲσ οὔτε ἐναντίον, ἵνα μὴ πρὸσ τὸ σω̃μα βλέπη̨. Γινόμενοσ δ' ἐν ἀλγηδόσι τὴν πρὸσ ταύτασ αὐτω̨̃ πεπορισμένην δύναμιν ἀντιτάξει οὔτε προσθήκην ἐν ται̃σ ἡδοναι̃σ καὶ ὑγιείαισ καὶ ἀπονίαισ πρὸσ τὸ εὐδαιμονει̃ν λαμβάνων οὔτε ἀφαίρεσιν ἢ ἐλάττωσιν ταύτησ ἐν τοι̃σ ἐναντίοισ τούτων. Του̃ γὰρ ἐναντίου μὴ προστιθέντοσ τω̨̃ αὐτω̨̃ πω̃σ ἂν τὸ ἐναντίον ἀφαιροι̃;

15. 'Αλλ' εἰ δύο εἰ̃εν σοφοί, τω̨̃ δὲ ἑτέρω̨ παρείη ὅσα κατὰ φύσιν λέγεται, τω̨̃ δὲ τὰ ἐναντία, ἴσον φήσομεν τὸ εὐδαιμονει̃ν αὐτοι̃σ παρει̃ναι; Φήσομεν, εἴπερ ἐπίσησ σοφοί. Εἰ δὲ καλὸσ τὸ σω̃μα ὁ ἕτεροσ καὶ πάντα τὰ ἄλλα ὅσα μὴ πρὸσ σοφίαν μηδὲ ὅλωσ πρὸσ ἀρετὴν καὶ του̃ ἀρίστου θέαν καὶ τὸ ἄριστον εἰ̃ναι, τί του̃το ἂν εἴη; 'Επεὶ οὐδὲ αὐτὸσ ὁ ταυ̃τα ἔχων σεμνυνει̃ται ὡσ μα̃λλον εὐδαίμων του̃ μὴ ἔχοντοσ: οὐδὲ γὰρ ἂν πρὸσ αὐλητικὸν τέλοσ ἡ τούτων πλεονεξία συμβάλλοιτο. 'Αλλὰ γὰρ θεωρου̃μεν τὸν εὐδαίμονα μετὰ τη̃σ ἡμετέρασ ἀσθενείασ φρικτὰ καὶ δεινὰ νομίζοντεσ, ἃ μὴ ἂν ὁ εὐδαίμων νομίσειεν: ἢ οὔπω οὔτε σοφὸσ οὔτε εὐδαίμων εἴη μὴ τὰσ περὶ τούτων φαντασίασ ἁπάσασ ἀλλαξάμενοσ καὶ οἱ̃ον ἄλλοσ παντάπασι γενόμενοσ πιστεύσασ ἑαυτω̨̃, ὅτι μηδέν ποτε κακὸν ἕξει: οὕτω γὰρ καὶ ἀδεὴσ ἔσται περὶ πάντα. 'Ή δειλαίνων περί τινα οὐτέλεοσ πρὸσ ἀρετήν, ἀλλὰ ἥμισύσ τισ ἔσται. 'Επεὶ καὶ τὸ ἀπροαίρετον αὐτω̨̃ καὶ τὸ γινόμενον πρὸ κρίσεωσ δέοσ κἄν ποτε πρὸσ ἄλλοισ ἔχοντι γένηται, προσελθὼν ὁ σοφὸσ ἀπώσεται καὶ τὸν ἐν αὐτω̨̃ κινηθέντα οἱ̃ον πρὸσ λύπασ παι̃δα καταπαύσει ἢ ἀπειλη̨̃ ἢ λόγω̨: ἀπειλη̨̃ δὲ ἀπαθει̃, οἱ̃ον εἰ ἐμβλέψαντοσ σεμνὸν μόνον παι̃σ ἐκπλαγείη. Οὐ μὴν διὰ ταυ̃τα ἄφιλοσ οὐδὲ ἀγνώμων ὁ τοιου̃τοσ: τοιου̃τοσ γὰρ καὶ περὶ αὑτὸν καὶ ἐν τοι̃σ ἑαυτου̃. 'Αποδιδοὺσ οὐ̃ν ὅσα αὐτω̨̃ καὶ τοι̃σ φίλοισ φίλοσ ἂν εἴη μάλιστα μετὰ του̃ νου̃ν ἔχειν.

16. εἰ δέ τισ μὴ ἐνταυ̃θα ἐν τω̨̃ νω̨̃ τούτω̨ ἄρασ θήσει τὸν σπουδαι̃ον, κατάγοι δὲ πρὸσ τύχασ καὶ ταύτασ φοβήσεται περὶ αὐτὸν γενέσθαι, οὔτε σπουδαι̃ον τηρήσει, οἱ̃ον ἀξιου̃μεν εἰ̃ναι, ἀλλ' ἐπιεικη̃ ἄνθρωπον, καὶ μικτὸν ἐξ ἀγαθου̃ καὶ κακου̃ διδοὺσ μικτὸν βίον ἔκ τινοσ ἀγαθου̃ καὶ κακου̃ ἀποδώσει τω̨̃ τοιούτω̨, καὶ οὐ ῥά̨διον γενέσθαι. 'Όσ εἰ καὶ γένοιτο, οὐκ ἂν ὀνομάζεσθαι εὐδαίμων εἴη ἄξιοσ οὐκ ἔχων τὸ μέγα οὔτε ἐν ἀξία̨ σοφίασ οὔτε ἐν καθαρότητι ἀγαθου̃. Οὐκ ἔστιν οὐ̃ν ἐν τω̨̃ κοινω̨̃ εὐδαιμόνωσ ζη̃ν. 'Ορθω̃σ γὰρ καὶ Πλάτων ἐκει̃θεν ἄνωθεν τὸ ἀγαθὸν ἀξιοι̃ λαμβάνειν καὶ πρὸσ ἐκει̃νο βλέπειν τὸν μέλλοντα σοφὸν καὶ εὐδαίμονα ἔσεσθαι καὶ ἐκείνω̨ ὁμοιου̃σθαι καὶ κατ' ἐκει̃νο ζη̃ν. Του̃το οὐ̃ν δει̃ ἔχειν μόνον πρὸσ τὸ τέλοσ, τὰ δ' ἄλλα ὡσ ἂν καὶ τόπουσ μεταβάλλοι οὐκ ἐκ τω̃ν τόπων προσθήκην πρὸσ τὸ εὐδαιμονει̃ν ἔχων, ἀλλ' ὡσ στοχαζόμενοσ καὶ τω̃ν ἄλλων περικεχυμένων αὐτόν, οἱ̃ον εἰ ὡδὶ κατακείσεταιἢ ὡδί, διδοὺσ μὲν τούτω̨ ὅσα πρὸσ τὴν χρείαν καὶ δύναται, αὐτὸσ δὲ ὢν ἄλλοσ οὐ κωλυόμενοσ καὶ του̃τον ἀφει̃ναι, καὶ ἀφήσων δὲ ἐν καιρω̨̃ φύσεωσ, κύριοσ δὲ καὶ αὐτὸσ ὢν του̃ βουλεύσασθαι περὶ τούτου. 'Ώστε αὐτω̨̃ τὰ ἔργα τὰ μὲν πρὸσ εὐδαιμονίαν συντείνοντα ἔσται, τὰ δ' οὐ του̃ τέλουσ χάριν καὶ ὅλωσ οὐκ αὐτου̃ ἀλλὰ του̃ προσεζευγμένου, οὑ̃ φροντιει̃ καὶ ἀνέξεται, ἕωσ δυνατόν, οἱονεὶ μουσικὸσ λύρασ, ἕωσ οἱ̃όν τε χρη̃σθαι: εἰ δὲ μή, ἄλλην ἀλλάξεται, ἢ ἀφήσει τὰσ λύρασ χρήσεισ καὶ του̃ εἰσ λύραν ἐνεργει̃ν ἀφέξεται ἄλλο ἔργον ἄνευ λύρασ ἔχων καὶ κειμένην πλησίον περιόψεται ἄ̨δων ἄνευ ὀργάνων. Καὶ οὐ μάτην αὐτω̨̃ ἐξ ἀρχη̃σ τὸ ὄργανον ἐδόθη: ἐχρήσατο γὰρ αὐτω̨̃ ἤδη πολλάκισ.

I.5

1. εἰ τὸ εὐδαιμονει̃ν ἐπίδοσιν τω̨̃ χρόνω̨ λαμβάνει του̃ εὐδαιμονει̃ν ἀεὶ κατὰ τὸ ἐνεστὼσ λαμβανομένου; Οὐδὲ γὰρ ἡ μνήμη του̃ εὐδαιμονη̃σαι ποιοι̃ ἄν τι, οὐδ' ἐν τω̨̃ λέγειν, ἀλλ' ἐν τω̨̃ διακει̃σθαί πωσ τὸ εὐδαιμονει̃ν. 'Η δὲ διάθεσισ ἐν τω̨̃ παρει̃ναι καὶ ἡ ἐνέργεια τη̃σ ζωη̃σ.

2. εἰ δ' ὅτι ἐφιέμεθα ἀεὶ του̃ ζη̃ν καὶ του̃ ἐνεργει̃ν, τὸ τυγχάνειν του̃ τοιούτου εὐδαιμονει̃ν λέγοι μα̃λλον, πρω̃τον μὲν οὕτω καὶ ἡ αὔριον εὐδαιμονία μείζων ἔσται καὶ ἡ ἑξη̃σ ἀεὶ τη̃σ προτέρασ, καὶ οὐκέτι μετρηθήσεται τὸ εὐδαιμονει̃ν τη̨̃ ἀρετη̨̃. 'Έπειτα καὶ οἱ θεοὶ νυ̃ν μα̃λλον εὐδαιμονήσουσιν ἢ πρότερον καὶ οὔπω τέλεον καὶ οὐδέποτε τέλεον. 'Έπειτα καὶ ἡ ἔφεσισ λαβου̃σα τὴν τευ̃ξιν τὸ παρὸν εἴληφε καὶ ἀεὶ τὸ παρὸν καὶ ζητει̃ τὸ ἕωσ ἂν ἠ̨̃ τὸ εὐδαιμονει̃ν ἔχειν. 'Η δ' ἔφεσισ του̃ ζη̃ν τὸ εἰ̃ναι ζητου̃σα του̃ παρόντοσ ἂν εἴη, εἰ τὸ εἰ̃ναι ἐν τω̨̃ παρόντι. Εἰ δὲ τὸ μέλλον καὶ τὸ ἐφεξη̃σ θέλοι, ὃ ἔχει θέλει καὶ ὅ ἐστιν, οὐχ ὃ παρελήλυθεν οὐδ' ὃ μέλλει, ἀλλ' ὃ ἤδη ἐστὶ του̃το εἰ̃ναι, οὐ τὸ εἰσαεὶ ζητου̃σα, ἀλλὰ τὸ παρὸν ἤδη εἰ̃ναι ἤδη.

3. τί οὐ̃ν τὸ "πλείονα χρόνον εὐδαιμόνησε καὶ πλείονα χρόνον εἰ̃δε τοι̃σ ὄμμασι τὸ αὐτό"; Εἰ μὲν γὰρ ἐν τω̨̃ πλείονι τὸ ἀκριβέστερον εἰ̃δε, πλέον ἄν τι ὁ χρόνοσ αὐτω̨̃ εἰργάσατο: εἰ δὲ ὁμοίωσ διὰ παντὸσ εἰ̃δε, τὸ ἴσον καὶ ὁ ἅπαξ θεασάμενοσ ἔχει.

4. 'Αλλὰ πλείονα ἅτεροσ ἥσθη χρόνον. 'Αλλὰ του̃το οὐκ ἂν ὀρθω̃σ ἔχοι ἀριθμει̃ν εἰσ τὸ εὐδαιμονει̃ν. Εἰ δὲ τὴν ἡδονὴν λέγοι τισ τὴν ἐνέργειαν τὴν ἀνεμπόδιστον, τὸ αὐτὸ τω̨̃ ζητουμένω̨ λέγει. Καὶ ἡ ἡδονὴ δὲ ἡ πλείων ἀεὶ τὸ παρὸν μόνον ἔχει, τὸ δὲ παρεληλυθὸσ αὐτη̃σ οἴχεται.

5. τί οὐ̃ν; Εἰ ὁ μὲν ἐξ ἀρχη̃σ εὐδαιμόνησεν εἰσ τέλοσ, ὁ δὲ τὸν ὕστερον χρόνον, ὁ δὲ πρότερον εὐδαιμονήσασ μετέβαλεν, ἔχουσι τὸ ἴσον; 'Ή ἐνταυ̃θα ἡ παραβολὴ οὐκ εὐδαιμονούντων γεγένηται πάντων, ἀλλὰ μὴ εὐδαιμονούντων, ὅτε μὴ εὐδαιμόνουν, πρὸσ εὐδαιμονου̃ντα. Εἴ τι οὐ̃ν πλέον ἔχει, του̃το ἔχει, ὅσον ὁ εὐδαίμων πρὸσ οὐκ εὐδαίμονασ, ὡ̨̃ καὶ συμβαίνει πλεονεκτει̃ν αὐτοὺσ τω̨̃ παρόντι.

6. τί οὐ̃ν ὁ κακοδαίμων; Οὐ μα̃λλον κακοδαίμων τω̨̃ πλείονι; Καὶ τὰ ἄλλα δὲ ὅσα δυσχερη̃ οὐκ ἐν τω̨̃ πλείονι χρόνω̨ πλείω τὴν συμφορὰν δίδωσιν, οἱ̃ον ὀδύναι πολυχρόνιοι καὶ λυ̃παι καὶ πάντα τὰ τούτου του̃ τύπου; 'Αλλ' εἰ ταυ̃τα οὕτω τω̨̃ χρόνω̨ τὸ κακὸν ἐπαύξει, διὰ τί οὐ καὶ τὰ ἐναντία καὶ τὸ εὐδαιμονει̃ν ὡσαύτωσ; 'Ή ἐπὶ μὲν τω̃ν λυπω̃ν καὶ ὀδυνω̃ν ἔχοι ἄν τισ λέγειν, ὡσ προσθήκην ὁ χρόνοσ δίδωσιν, οἱ̃ον τὸ ἐπιμένειν τὴν νόσον: ἕξισ γὰργίνεται, καὶ κακου̃ται μα̃λλον τω̨̃ χρόνω̨ τὸ σω̃μα. 'Επεί, εἴ γε τὸ αὐτὸ μένοι καὶ μὴ μείζων ἡ βλάβη, καὶ ἐνταυ̃θα τὸ παρὸν ἀεὶ τὸ λυπηρὸν ἔσται, εἰ μὴ τὸ παρεληλυθὸσ προσαριθμοι̃ ἀφορω̃ν εἰσ τὸ γενόμενον καὶ μένον: ἐπί τε τη̃σ κακοδαίμονοσ ἕξεωσ τὸ κακὸν εἰσ τὸν πλείονα χρόνον ἐπιτείνεσθαι αὐξανομένησ καὶ τη̃σ κακίασ τω̨̃ ἐμμόνω̨. Τη̨̃ γου̃ν προσθήκη̨ του̃ μα̃λλον, οὐ τω̨̃ πλείονι ...ἴσω̨ _τὸ μα̃λλον κακοδαιμονει̃ν γίνεται. Τὸ δὲ πλει̃ον ἴσον οὐχ ἅμα ἐστὶν οὐδὲ δὴ πλει̃ον ὅλωσ λεκτέον τὸ μηκέτι ὂν τω̨̃ ὄντι συναριθμου̃ντα. Τὸ δὲ τη̃σ εὐδαιμονίασ ὅρον τε καὶ πέρασ ἔχει καὶ ταὐτὸν ἀεί. Εἰ δέ τισ καὶ ἐνταυ̃θα ἐπίδοσισ παρὰ τὸν πλείονα χρόνον, ὥστε μα̃λλον εὐδαιμονει̃ν εἰσ ἀρετὴν ἐπιδιδόντα μείζονα, οὐ τὴν πολυετη̃ εὐδαιμονίαν ἀριθμω̃ν ἐπαινει̃, ἀλλὰ τὴν μα̃λλον γενομένην τότε, ὅτε μα̃λλόν ἐστιν.

7. 'Αλλὰ διὰ τί, εἰ τὸ παρὸν θεωρει̃ν δει̃ μόνον καὶ μὴ συναριθμει̃ν τω̨̃ γενομένω̨, οὐ κἀπὶ του̃ χρόνου τὸ αὐτὸ ποιου̃μεν, ἀλλὰ καὶ τὸν παρεληλυθότα τω̨̃ παρόντι συναριθμου̃ντεσ πλείω λέγομεν; Διὰ τί οὐ̃ν οὐχ, ὅσοσ ὁ χρόνοσ, τοσαύτην καὶ τὴν εὐδαιμονίαν ἐρου̃μεν; Καὶ διαιροι̃μεν ἂν κατὰ τὰσ του̃ χρόνου διαιρέσεισ καὶ τὴν εὐδαιμονίαν: καὶ γὰρ αὐ̃ τω̨̃ παρόντι μετρου̃ντεσ ἀδιαίρετον αὐτὴν ποιήσομεν. 'Ή τὸν μὲν χρόνον ἀριθμει̃ν καὶ μηκέτι ὄντα οὐκ ἄτοπον, ἐπείπερ καὶ τω̃ν γενομένων μέν, μηκέτι δὲ ὄντων, ἀριθμὸν ἂν ποιησαίμεθα, οἱ̃ον τω̃ν τετελευτηκότων: εὐδαιμονίαν δὲ μηδέτι οὐ̃σαν [παρει̃ναι] λέγειν τη̃σ παρούσησ πλείονα ἄτοπον. Τὸ μὲν γὰρ εὐδαιμονει̃ν συμμεμενηκέναι ἀξιοι̃, ὁ δὲ χρόνοσ ὁ πλείων παρὰ τὸν παρόντα τὸ μηκέτι εἰ̃ναι.'Όλωσ δὲ του̃ χρόνου τὸ πλέον σκέδασιν βούλεται ἑνόσ τινοσ ἐν τω̨̃ παρόντι ὄντοσ. Διὸ καὶ εἰκὼν αἰω̃νοσ εἰκότωσ λέγεται ἀφανίζειν βουλομένη ἐν τω̨̃ σκιδναμένω̨ αὐτη̃σ τὸ ἐκείνου μένον. 'Όθεν κἂν ἀπὸ του̃ αἰω̃νοσ ἀφέληται τὸ ἐν ἐκείνω̨ μει̃ναν ἂν καὶ αὐτη̃σ ποιήσηται, ἀπώλεσεν αὐτό, σω̨ζόμενον τέωσ ἐκείνω̨ τρόπον τινά, ἀπολόμενον δέ, ἐν αὐτη̨̃ εἰ πα̃ν γένοιτο. Εἴπερ οὐ̃ν τὸ εὐδαιμονει̃ν κατὰ ζωὴν ἀγαθήν, δηλονότι κατὰ τὴν του̃ ὄντοσ αὐτὴν θετέον ζωήν: αὕτη γὰρ ἀρίστη. Οὐκ ἄρα ἀριθμητέα χρόνω̨, ἀλλ' αἰω̃νι: του̃το δὲ οὔτε πλέον οὔτε ἔλαττον οὔτε μήκει τινί, ἀλλὰ τὸ του̃το καὶ τὸ ἀδιάστατον καὶ τὸ οὐ χρονικὸν εἰ̃ναι. Οὐ συναπτέον τοίνυν τὸ ὂν τω̨̃ μὴ ὄντι οὐδὲ [τω̨̃ αἰω̃νι] τὸν χρόνον οὐδὲ τὸ χρονικὸν δὲ ἀεὶ τω̨̃ αἰω̃νι οὐδὲ παρεκτατέον τὸ ἀδιάστατον, ἀλλὰ πα̃ν ὅλον ληπτέον, εἴ ποτε λαμβάνοισ, λαμβάνων οὐ του̃ χρόνου τὸ ἀδιαίρετον, ἀλλὰ του̃ αἰω̃νοσ τὴν ζωὴν τὴν οὐκ ἐκ πολλω̃ν χρόνων, ἀλλὰ τὴν ἐκ παντὸσ χρόνου πα̃σαν ὁμου̃.

8. εἰ δέ τισ λέγοι τὴν μνήμην τω̃ν παρεληλυθότων ἐν τω̨̃ ἐνεστηκότι μένουσαν παρέχεσθαι τὸ πλέον τω̨̃ πλείονα χρόνον ἐν τω̨̃ εὐδαιμονει̃ν γεγενημένω̨, τί ἂν τὸ τη̃σ μνήμησ λέγοι; 'Ή γὰρ φρονήσεωσ μνήμη τη̃σ πρόσθεν γεγενημένησ, ὥστε φρονιμώτερον ἂν λέγοι καὶ οὐκ ἂν τηροι̃ τὴν ὑπόθεσιν: ἢ τη̃σ ἡδονη̃σ τὴν μνήμην, ὥσπερ πολλη̃σ περιχαρίασ δεομένου του̃ εὐδαίμονοσ καὶ οὐκ ἀρκουμένου τη̨̃ παρούση̨. Καίτοι τί ἂν ἡδὺ ἡ μνήμη του̃ ἡδέοσ ἔχοι; 'Ώσπερ ἄν, εἰ μνημονεύοι τισ ὅτι ἐχθὲσ ἐπὶ ὄψω̨ ἥσθη: ἢ εἰσ δέκατον ἔτοσ ἔτι ἂν εἴη γελοιότεροσ: τὸ δὲ τη̃σ φρονήσεωσ, ὅτι πέρυσιν ἐφρόνουν.

9. εἰ δὲ τω̃ν καλω̃ν εἴη ἡ μνήμη, πω̃σ οὐκ ἐνταυ̃θα λέγοιτο ἄν τι; 'Αλλὰ ἀνθρώπου ἐστὶ του̃το ἐλλείποντοσ τοι̃σ καλοι̃σ ἐν τω̨̃ παρόντι καὶ τω̨̃ μὴ ἔχειν νυνὶ ζητου̃ντοσ τὴν μνήμην τω̃ν γεγενημένων.

10. 'Αλλ' ὁ πολὺσ χρόνοσ πολλὰσ ποιει̃ καλὰσ πράξεισ, ὡ̃ν ἄμοιροσ ὁ πρὸσ ὀλίγον εὐδαίμων: εἰ δει̃ λέγειν ὅλωσ εὐδαίμονα τὸν οὐ διὰ πολλω̃ν τω̃ν καλω̃ν. 'Ή ὃσ ἐκ πολλω̃ν τὸ εὐδαιμονει̃ν καὶ χρόνων καὶ πράξεων λέγει, ἐκ τω̃ν μηκέτι ὄντων ἀλλ' ἐκ τω̃ν παρεληλυθότων καὶ ἑνόσ τινοσ του̃ παρόντοσ τὸ εὐδαιμονει̃ν συνίστησι. Διὸ κατὰ τὸ παρὸν ἐθέμεθα τὸ εὐδαιμονει̃ν, εἰ̃τα ἐζητου̃μεν εἰ [μα̃λλον] τὸ ἐν πλείονι εὐδαιμονη̃σαι μα̃λλόν ἐστι. Του̃το οὐ̃ν ζητητέον, εἰ ται̃σ πράξεσι ται̃σ πλείοσι πλεονεκτει̃ τὸ ἐν πολλω̨̃ χρόνω̨ εὐδαιμονει̃ν. Πρω̃τον μὲν οὐ̃ν ἔστι καὶ μὴ ἐν πράξεσι γενόμενον εὐδαιμονει̃ν καὶ οὐκ ἔλαττον ἀλλὰ μα̃λλον του̃ πεπραγότοσ: ἔπειτα αἱ πράξεισ οὐκ ἐξ αὐτω̃ν τὸ εὐ̃ διδόασιν, ἀλλ' αἱ διαθέσεισ καὶ τὰσ πράξεισ καλὰσ ποιου̃σι καρπου̃ταί τε ὁ φρόνιμοσ τὸ ἀγαθὸν καὶ πράττων, οὐχ ὅτι πράττει οὐδ' ἐκ τω̃ν συμβαινόντων, ἀλλ' ἐξ οὑ̃ ἔχει. 'Επεὶ καὶ ἡ σωτηρία τη̃σ πατρίδοσ γένοιτο ἂν καὶ παρὰ φαύλου, καὶ τὸ ἐπὶ σωτηρία̨ τη̃σ πατρίδοσ ἡδὺ καὶ ἄλλου πράξαντοσ γένοιτο ἂν αὐτω̨̃. Οὐ τοίνυν του̃τό ἐστι τὸ ποιου̃ν τὴν του̃ εὐδαίμονοσ ἡδονήν, ἀλλ' ἡ ἕξισ καὶ τὴν εὐδαιμονίαν καὶ εἴ τι ἡδὺ δι' αὐτὴν ποιει̃. Τὸ δὲ ἐν ται̃σ πράξεσι τὸ εὐδαιμονει̃ν τίθεσθαι ἐν τοι̃σ ἔξω τη̃σ ἀρετη̃σ καὶ τη̃σ ψυχη̃σ ἐστι τιθέντοσ: ἡ γὰρ ἐνέργεια τη̃σ ψυχη̃σ ἐν τω̨̃ φρονη̃σαι καὶ ἐν ἑαυτη̨̃ ὡδὶ ἐνεργη̃σαι. Καὶ του̃το τὸ εὐδαιμόνωσ.

I.6

1. τὸ καλὸν ἔστι μὲν ἐν ὄψει πλει̃στον, ἔστι δ' ἐν ἀκοαι̃σ κατά τε λόγων συνθέσεισ, ἔστι δὲ καὶ ἐν μουσικη̨̃ καὶ ἁπάση̨: καὶ γὰρ μέλη καὶ ῥυθμοί εἰσι καλοί: ἔστι δὲ καὶ προιου̃σι πρὸσ τὸ ἄνω ἀπὸ τη̃σ αἰσθήσεωσ καὶ ἐπιτηδεύματα καλὰ καὶ πράξεισ καὶ ἕξεισ καὶ ἐπιστη̃μαί τε καὶ τὸ τω̃ν ἀρετω̃ν κάλλοσ. Εἰ δέ τι καὶ πρὸ τούτων, αὐτὸ δείξει. Τί οὐ̃ν δὴ τὸ πεποιηκὸσ καὶ τὰ σώματα καλὰ φαντάζεσθαι καὶ τὴν ἀκοὴν ἐπινεύειν ται̃σ φωναι̃σ, ὡσ καλαί; Καὶ ὅσα ἐφεξη̃σ ψυχη̃σ ἔχεται, πω̃σ ποτε πάντα καλά; Καὶ ἀ̃ρά γε ἑνὶ καὶ τω̨̃ αὐτω̨̃ καλω̨̃ τὰ πάντα, ἢ ἄλλο μὲν ἐν σώματι τὸ κάλλοσ, ἄλλο δὲ ἐν ἄλλω̨; Καὶ τίνα ποτὲ ταυ̃τα ἢ του̃το; Τὰ μὲν γὰρ οὐ παρ' αὐτω̃ν τω̃ν ὑποκειμένων καλά, οἱ̃ον τὰ σώματα, ἀλλὰ μεθέξει, τὰ δὲ κάλλη αὐτά, ὥσπερ ἀρετη̃σ ἡ φύσισ. Σώματα μὲν γὰρ τὰ αὐτὰ ὁτὲ μὲν καλά, ὁτὲ δὲ οὐ καλὰ φαίνεται, ὡσ ἄλλου ὄντοσ του̃ σώματα εἰ̃ναι, ἄλλου δὲ του̃ καλά. Τί οὐ̃ν ἐστι του̃το τὸ παρὸν τοι̃σ σώμασι; Πρω̃τον γὰρ περὶ τούτου σκεπτέον. Τί οὐ̃ν ἐστιν, ὃ κινει̃ τὰσ ὄψεισ τω̃ν θεωμένων καὶ ἐπιστρέφει πρὸσ αὑτὸ καὶ ἕλκει καὶ εὐφραίνεσθαι τη̨̃ θέα̨ ποιει̃; Του̃το γὰρ εὑρόντεσ τάχ' ἂν<ἐπιβάθρα̨ αὐτω̨̃ χρώμενοι> καὶ τὰ ἄλλα θεασαίμεθα. Λέγεται μὲν δὴ παρὰ πάντων, ὡσ εἰπει̃ν, ὡσ συμμετρία τω̃ν μερω̃ν πρὸσ ἄλληλα καὶ πρὸσ τὸ ὅλον τό τε τη̃σ εὐχροίασ προστεθὲν τὸ πρὸσ τὴν ὄψιν κάλλοσ ποιει̃ καὶ ἔστιν αὐτοι̃σ καὶ ὅλωσ τοι̃σ ἄλλοισ πα̃σι τὸ καλοι̃σ εἰ̃ναι τὸ συμμέτροισ καὶ μεμετρημένοισ ὑπάρχειν: οἱ̃σ ἁπλου̃ν οὐδέν, μόνον δὲ τὸ σύνθετον ἐξ ἀνάγκησ καλὸν ὑπάρξει: τό τε ὅλον ἔσται καλὸν αὐτοι̃σ, τὰ δὲ μέρη ἕκαστα οὐχ ἕξει παρ' ἑαυτω̃ν τὸ καλὰ εἰ̃ναι, πρὸσ δὲ τὸ ὅλον συντελου̃ντα, ἵνα καλὸν ἠ̨̃: καίτοι δει̃, εἴπερ ὅλον, καὶ τὰ μέρη καλὰ εἰ̃ναι: οὐ γὰρ δὴ ἐξ αἰσχρω̃ν, ἀλλὰ πάντα κατειληφέναι τὸ κάλλοσ. Τά τε χρώματα αὐτοι̃σ τὰ καλά, οἱ̃ον καὶ τὸ του̃ ἡλίου φω̃σ, ἁπλα̃ ὄντα, οὐκ ἐκ συμμετρίασ ἔχοντα τὸ κάλλοσ ἔξω ἔσται του̃ καλὰ εἰ̃ναι. Χρυσόσ τε δὴ πω̃σ καλόν; Καὶ νυκτὸσ ἡ ἀστραπὴ ἢ ἄστρα ὁρα̃σθαι τω̨̃ ...καλά_; 'Επί τε τω̃ν φωνω̃ν ὡσαύτωσ τὸ ἁπλου̃ν οἰχήσεται, καίτοι ἑκάστου φθόγγου πολλαχη̨̃ τω̃ν ἐν τω̨̃ ὅλω̨ καλω̨̃ καλου̃ καὶ αὐτου̃ ὄντοσ. 'Όταν δὲ δὴ καὶ τη̃σ αὐτη̃σ συμμετρίασ μενούσησ ὁτὲ μὲν καλὸν τὸ αὐτὸ πρόσωπον, ὁτὲ δὲ μὴ φαίνηται, πω̃σ οὐκ ἄλλο δει̃ ἐπὶ τω̨̃ συμμέτρω̨ λέγειν τὸ καλὸν εἰ̃ναι, καὶ τὸ σύμμετρον καλὸν εἰ̃ναι δι' ἄλλο; Εἰ δὲ δὴ μεταβαίνοντεσ καὶ ἐπὶ τὰ ἐπιτηδεύματα καὶ τοὺσ λόγουσ τοὺσ καλοὺσ τὸ σύμμετρον καὶ ἐπ' αὐτω̃ν αἰτιω̨̃ντο, τίσ ἂν λέγοιτο ἐν ἐπιτηδεύμασι συμμετρία καλοι̃σ ἢ νόμοισ ἢ μαθήμασιν ἢ ἐπιστήμαισ; Θεωρήματα γὰρ σύμμετρα πρὸσἄλληλα πω̃σ ἂν εἴη; Εἰ δ' ὅτι σύμφωνά ἐστι, καὶ κακω̃ν ἔσται ὁμολογία τε καὶ συμφωνία. Τω̨̃ γὰρ τὴν <σωφροσύνην ἠλιθιότητα> εἰ̃ναι τὸ <τὴν δικαιοσύνην γενναίαν> εἰ̃ναι <εὐήθειαν> σύμφωνον καὶ συνω̨δὸν καὶ ὁμολογει̃ πρὸσ ἄλληλα. Κάλλοσ μὲν οὐ̃ν ψυχη̃σ ἀρετὴ πα̃σα καὶ κάλλοσ ἀληθινώτ 49;ρον ἢ τὰ πρόσθεν: ἀλλὰ πω̃σ σύμμετρα; Οὔτε γὰρ ὡσ μεγέθη οὔτε ὡσ ἀριθμὸσ σύμμετρα: καὶ πλειόνων μερω̃ν τη̃σ ψυχη̃σ ὄντων, ἐν ποίω̨ γὰρ λόγω̨ ἡ σύνθεσισ ἢ ἡ κρα̃σισ τω̃ν μερω̃ν ἢ τω̃ν θεωρημάτων; Τὸ δὲ του̃ νου̃ κάλλοσ μονουμένου τί ἂν εἴη;

2. πάλιν οὐ̃ν ἀναλαβόντεσ λέγωμεν τί δη̃τά ἐστι τὸ ἐν τοι̃σ σώμασι καλὸν πρω̃τον. 'Έστι μὲν γάρ τι καὶ βολη̨̃ τη̨̃ πρώτη̨ αἰσθητὸν γινόμενον καὶ ἡ ψυχὴ ὥσπερ συνει̃σα λέγει καὶ ἐπιγνου̃σα ἀποδέχεται καὶ οἱ̃ον συναρμόττεται. Πρὸσ δὲ τὸ αἰσχρὸν προσβαλου̃σα <ἀνίλλεται> καὶ ἀρνει̃ται καὶ ἀνανεύει ἀπ' αὐτου̃ οὐ συμφωνου̃σα καὶ ἀλλοτριουμένη. Φαμὲν δή, ὡσ τὴν φύσιν οὐ̃σα ὅπερ ἐστὶ καὶ πρὸσ τη̃σ κρείττονοσ ἐν τοι̃σ οὐ̃σιν οὐσίασ, ὅ τι ἂν ἴδη̨ συγγενὲσ ἢ ἴχνοσ του̃ συγγενου̃σ, χαίρει τε καὶ διεπτόηται καὶ ἀναφέρει πρὸσ ἑαυτὴν καὶ ἀναμιμνήσκεται ἑαυτη̃σ καὶ τω̃ν ἑαυτη̃σ. Τίσ οὐ̃ν ὁμοιότησ τοι̃σ τη̨̃δε πρὸσ τὰ ἐκει̃ καλά; καὶ γάρ, εἰ ὁμοιότησ, ὅμοια μὲν ἔστω: πω̃σ δὲ καλὰ κἀκει̃να καὶ ταυ̃τα; Μετοχη̨̃ εἴδουσ φαμὲν ταυ̃τα. Πα̃ν μὲν γὰρ τὸ ἄμορφον πεφυκὸσ μορφὴν καὶ εἰ̃δοσ δέχεσθαι ἄμοιρον ὂν λόγου καὶ εἴδουσ αἰσχρὸν καὶ ἔξω θείου λόγου: καὶ τὸ πάντηαἰσχρὸν του̃το. Αἰσχρὸν δὲ καὶ τὸ μὴ κρατηθὲν ὑπὸ μορφη̃σ καὶ λόγου οὐκ ἀνασχομένησ τη̃σ ὕλησ τὸ πάντη κατὰ τὸ εἰ̃δοσ μορφου̃σθαι. Προσιὸν οὐ̃ν τὸ εἰ̃δοσ τὸ μὲν ἐκ πολλω̃ν ἐσόμενον μερω̃ν ἓν συνθέσει συνέταξέ τε καὶ εἰσ μίαν συντέλειαν ἤγαγε καὶ ἓν τη̨̃ ὁμολογία̨ πεποίηκεν, ἐπείπερ ἓν ἠ̃ν αὐτὸ ἕν τε ἔδει τὸ μορφούμενον εἰ̃ναι ὡσ δυνατὸν αὐτω̨̃ ἐκ πολλω̃ν ὄντι. 'Ίδρυται οὐ̃ν ἐπ' ...αὐτου̃ _τὸ κάλλοσ ἤδη εἰσ ἓν συναχθέντοσ καὶ τοι̃σ μέρεσι διδὸν ἑαυτὸ καὶ τοι̃σ ὅλοισ. 'Όταν δὲ ἕν τι καὶ ὁμοιομερὲσ καταλάβη̨, εἰσ ὅλον δίδωσι τὸ αὐτό: οἱ̃ον ὁτὲ μὲν πάση̨ οἰκία̨ μετὰ τω̃ν μερω̃ν, ὁτὲ δὲ ἑνὶ λίθω̨ διδοίη τισ φύσισ τὸ κάλλοσ, τη̨̃ δὲ ἡ τέχνη. Οὕτω μὲν δὴ τὸ καλὸν σω̃μα γίγνεται λόγου ἀπὸ θείων ἐλθόντοσ κοινωνία̨.

3. γινώσκει δὲ αὐτὸ ἡ ἐπ' αὐτω̨̃ δύναμισ τεταγμένη, ἡ̃σ οὐδὲν κυριώτερον εἰσ κρίσιν τω̃ν ἑαυτη̃σ, ὅταν καὶ ἡ ἄλλη συνεπικρίνη̨ ψυχή, τάχα δὲ καὶ αὕτη λέγη̨ συναρμόττουσα τω̨̃ παρ' αὐτη̨̃ εἴδει κἀκείνω̨ πρὸσ τὴν κρίσιν χρωμένη ὥσπερ κανόνι του̃ εὐθέοσ. Πω̃σ δὲ συμφωνει̃ τὸ περὶ σω̃μα τω̨̃ πρὸ σώματοσ; Πω̃σ δὲ τὴν ἔξω οἰκίαν τω̨̃ ἔνδον οἰκίασ εἴδει ὁ οἰκοδομικὸσ συναρμόσασ καλὴν εἰ̃ναι λέγει; 'Ή ὅτι ἐστὶ τὸ ἔξω, εἰ χωρίσειασ τοὺσ λίθουσ, τὸ ἔνδον εἰ̃δοσ μερισθὲν τω̨̃ ἔξω ὕλησ ὄγκω̨, ἀμερὲσ ὂν ἐν πολλοι̃σ φανταζόμενον. 'Όταν οὐ̃ν καὶ ἡ αἴσθησισ τὸ ἐν σώμασιν εἰ̃δοσ ἴδη̨ συνδησάμενον καὶ κρατη̃σαν τη̃σ φύσεωσ τη̃σ ἐναντίασ ἀμόρφου οὔσησ καὶ μορφὴν ἐπὶ ἄλλαισ μορφαι̃σ ἐκπρεπω̃σ ἐποχουμένην, συνελου̃σα ἀθρόον αὐτὸ τὸ πολλαχη̨̃ ἀνήνεγκέ τε καὶ εἰσήγαγενεἰσ τὸ εἴσω ἀμερὲσ ἤδη καὶ ἔδωκε τω̨̃ ἔνδον σύμφωνον καὶ συναρμόττον καὶ φίλον: οἱ̃α ἀνδρὶ ἀγαθω̨̃ προσηνὲσ ἐπιφαινόμενον ἀρετη̃σ ἴχνοσ ἐν νέω̨ συμφωνου̃ν τω̨̃ ἀληθει̃ τω̨̃ ἔνδον. Τὸ δὲ τη̃σ χρόασ κάλλοσ ἁπλου̃ν μορφη̨̃ καὶ κρατήσει του̃ ἐν ὕλη̨ σκοτεινου̃ παρουσία̨ φωτὸσ ἀσωμάτου καὶ λόγου καὶ εἴδουσ ὄντοσ. 'Όθεν καὶ τὸ πυ̃ρ αὐτὸ παρὰ τὰ ἄλλα σώματα καλόν, ὅτι τάξιν εἴδουσ πρὸσ τὰ ἄλλα στοιχει̃α ἔχει, ἄνω μὲν τη̨̃ θέσει, λεπτότατον δὲ τω̃ν ἄλλων σωμάτων, ὡσ ἐγγὺσ ὂν του̃ ἀσωμάτου, μόνον δὲ αὐτὸ οὐκ εἰσδεχόμενον τὰ ἄλλα: τὰ δ' ἄλλα δέχεται αὐτό. Θερμαίνεται γὰρ ἐκει̃να, οὐ ψύχεται δὲ του̃το, κέχρωσταί τε πρώτωσ, τὰ δ' ἄλλα παρὰ τούτου τὸ εἰ̃δοσ τη̃σ χρόασ λαμβάνει. Λάμπει οὐ̃ν καὶ στίλβει, ὡσ ἂν εἰ̃δοσ ὄν. Τὸ δὲ μὴ κρατου̃ν ἐξίτηλον τω̨̃ φωτὶ γινόμενον οὐκέτι καλόν, ὡσ ἂν του̃ εἴδουσ τη̃σ χρόασ οὐ μετέχον ὅλου. Αἱ δὲ ἁρμονίαι αἱ ἐν ται̃σ φωναι̃σ αἱ ἀφανει̃σ τὰσ φανερὰσ ποιήσασαι καὶ ταύτη̨ τὴν ψυχὴν σύνεσιν καλου̃ λαβει̃ν ἐποίησαν, ἐν ἄλλω̨ τὸ αὐτὸ δείξασαι. Παρακολουθει̃ δὲ ται̃σ αἰσθηται̃σ μετρει̃σθαι ἀριθμοι̃σ ἐν λόγω̨ οὐ παντί, ἀλλ' ὃσ ἂν ἠ̨̃ δουλεύων εἰσ ποίησιν εἴδουσ εἰσ τὸ κρατει̃ν. Καὶ περὶ μὲν τω̃ν ἐν αἰσθήσει καλω̃ν, ἃ δὴ εἴδωλα καὶ σκιαὶ οἱ̃ον ἐκδραμου̃σαι εἰσ ὕλην ἐλθου̃σαι ἐκόσμησάν τε καὶ διεπτόησαν φανει̃σαι, τοσαυ̃τα.

4. περὶ δὲ τω̃ν προσωτέρω καλω̃ν, ἃ οὐκέτι αἴσθησισ ὁρα̃ν εἴληχε, ψυχὴ δὲ ἄνευ ὀργάνων ὁρα̨̃ καὶ λέγει, ἀναβαίνοντασ δει̃ θεάσασθαι καταλιπόντασ τὴν αἴσθησιν κάτω περιμένειν. 'Ώσπερ δὲ ἐπὶ τω̃ν τη̃σ αἰσθήσεωσ καλω̃ν οὐκ ἠ̃ν περὶ αὐτω̃ν λέγειν τοι̃σ μήτε ἑωρακόσι μήθ' ὡσ καλω̃ν ἀντειλημμένοισ, οἱ̃ον εἴ τινεσ ἐξ ἀρχη̃σ τυφλοὶ γεγονότεσ, τὸν αὐτὸν τρόπον οὐδὲ περὶ κάλλουσ ἐπιτηδευμάτων ...μὴ τοι̃σ_ ἀποδεξαμένοισ τὸ τω̃ν ἐπιτηδευμάτων καὶ ἐπιστημω̃ν καὶ τω̃ν ἄλλων τω̃ν τοιούτων κάλλοσ, οὐδὲ περὶ ἀρετη̃σ <φέγγουσ> τοι̃σ μηδὲ φαντασθει̃σιν ὡσ καλὸν τὸ τη̃σ <δικαιοσύνησ> καὶ σωφροσύνησ <πρόσωπον>, καὶ <οὔτε ἕσπεροσ οὔτε ἑω̨̃οσ οὕτω> καλά. 'Αλλὰ δει̃ ἰδόντασ μὲν εἰ̃ναι ὡ̨̃ ψυχὴ τὰ τοιαυ̃τα βλέπει, ἰδόντασ δὲ ἡσθη̃ναι καὶ ἔκπληξιν λαβει̃ν καὶ πτοηθη̃ναι πολλω̨̃ μα̃λλον ἢ ἐν τοι̃σ πρόσθεν, ἅτε ἀληθινω̃ν ἤδη ἐφαπτομένουσ. Ταυ̃τα γὰρ δει̃ τὰ πάθη γενέσθαι περὶ τὸ ὅ τι ἂν ἠ̨̃ καλόν, θάμβοσ καὶ ἔκπληξιν ἡδει̃αν καὶ πόθον καὶ ἔρωτα καὶ πτόησιν μεθ' ἡδονη̃σ. 'Έστι δὲ ταυ̃τα παθει̃ν καὶ πάσχουσιν αἱ ψυχαὶ καὶ περὶ τὰ μὴ ὁρώμενα πα̃σαι μέν, ὡσ εἰπει̃ν, μα̃λλον μέντοι αἱ τούτων ἐρωτικώτεραι, ὥσπερ καὶ ἐπὶ τω̃ν σωμάτων πάντεσ μὲν ὁρω̃σι, ...κεντου̃νται _δ' οὐκ ἴσα, ἀλλ' εἰσὶν οἳ μάλιστα, οἳ καὶ λέγονται ἐρα̃ν.

5. τω̃ν δὴ καὶ περὶ τὰ ἐν οὐκ αἰσθήσει ἐρωτικω̃ν ἀναπυνθάνεσθαι δει̃: τί πάσχετε περὶ τὰ λεγόμενα ἐπιτηδεύματα καλὰ καὶ τρόπουσ καλοὺσ καὶ ἤθη σώφρονα καὶ ὅλωσ ἔργα ἀρετη̃σ καὶ διαθέσεισ καὶ τὸ τω̃ν ψυχω̃νκάλλοσ; Καὶ ἑαυτοὺσ δὲ ἰδόντεσ τὰ ἔνδον καλοὺσ τί πάσχετε; Καὶ πω̃σ ἀναβακχεύεσθε καὶ ἀνακινει̃σθε καὶ ἑαυτοι̃σ συνει̃ναι ποθει̃τε συλλεξάμενοι αὑτοὺσ ἀπὸ τω̃ν σωμάτων; Πάσχουσι μὲν γὰρ ταυ̃τα οἱ ὄντωσ ἐρωτικοί. Τί δέ ἐστι, περὶ ὃ ταυ̃τα πάσχουσιν; Οὐ σχη̃μα, οὐ χρω̃μα, οὐ μέγεθόσ τι, ἀλλὰ περὶ ψυχήν, <ἀχρώματον> μὲν αὐτήν, ἀχρώματον δὲ καὶ τὴν σωφροσύνην ἔχουσαν καὶ τὸ ἄλλο τω̃ν ἀρετω̃ν <φέγγοσ>, ὅταν ἢ ἐν αὐτοι̃σ ἴδητε, ἢ καὶ ἐν ἄλλω̨ θεάσησθε μέγεθοσ ψυχη̃σ καὶ ἠ̃θοσ δίκαιον καὶ σωφροσύνην καθαρὰν καὶ ἀνδρίαν βλοσυρὸν ἔχουσαν πρόσωπον καὶ σεμνότητα καὶ αἰδω̃ ἐπιθέουσαν ἐν ἀτρεμει̃ καὶ ἀκύμονι καὶ ἀπαθει̃ διαθέσει, ἐπὶ πα̃σι δὲ τούτοισ τὸν θεοειδη̃ νου̃ν ἐπιλάμποντα. Ταυ̃τα οὐ̃ν ἀγάμενοι καὶ φιλου̃ντεσ πω̃σ αὐτὰ λέγομεν καλά; 'Έστι μὲν γὰρ καὶ φαίνεται καὶ οὐ μήποτε ὁ ἰδὼν ἄλλο τι φη̨̃ ἢ τὰ ὄντωσ ὄντα ταυ̃τα εἰ̃ναι. Τί ὄντα ὄντωσ; 'Ή καλά. 'Αλλ' ἔτι ποθει̃ ὁ λόγοσ, τί ὄντα πεποίηκε τὴν ψυχὴν εἰ̃ναι ἐράσμιον: τί τὸ ἐπὶ πάσαισ ἀρεται̃σ διαπρέπον οἱ̃ον φω̃σ; Βούλει δὴ καὶ τὰ ἐναντία λαβών, τὰ περὶ ψυχὴν αἰσχρὰ γινόμενα, ἀντιπαραθει̃ναι; Τάχα γὰρ ἂν συμβάλλοιτο πρὸσ ὃ ζητου̃μεν τὸ αἰσχρὸν ὅ τί ποτέ ἐστι καὶ διότι φανέν. 'Έστω δὴ ψυχὴ αἰσχρά, ἀκόλαστόσ τε καὶ ἄδικοσ, πλείστων μὲν ἐπιθυμιω̃ν γέμουσα, πλείστησ δὲ ταραχη̃σ, ἐν φόβοισ διὰ δειλίαν, ἐν φθόνοισ διὰ μικροπρέπειαν, πάντα φρονου̃σα ἃ δὴ καὶ φρονει̃ θνητὰ καὶ ταπεινά, σκολιὰ πανταχου̃, ἡδονω̃ν οὐ καθαρω̃ν φίλη, ζω̃σα ζωὴν του̃ ὅ τι ἂν πάθη̨ διὰ σώματοσ ὡσ ἡδὺ λαβου̃σααἰ̃σχοσ. Αὐτὸ του̃το τὸ αἰ̃σχοσ αὐτη̨̃ ἀ̃ρα οὐ προσγεγονέναι οἱ̃ον ἐπακτὸν καλὸν φήσομεν, ὃ ἐλωβήσατο μὲν αὐτη̨̃, πεποίηκε δὲ αὐτὴν ἀκάθαρτον καὶ πολλω̨̃ τω̨̃ κακω̨̃ <συμπεφυρμένην>, οὐδὲ ζωὴν ἔτι ἔχουσαν οὐδὲ αἴσθησιν καθαράν, ἀλλὰ τω̨̃ μίγματι του̃ κακου̃ ἀμυδρα̨̃ τη̨̃ ζωη̨̃ κεχρημένην καὶ πολλω̨̃ τω̨̃ θανάτω̨ κεκραμένην, οὐκέτι μὲν ὁρω̃σαν ἃ δει̃ ψυχὴν ὁρα̃ν, οὐκέτι δὲ ἐωμένην ἐν αὐτη̨̃ μένειν τω̨̃ ἕλκεσθαι ἀεὶ πρὸσ τὸ ἔξω καὶ τὸ κάτω καὶ τὸ σκοτεινόν; 'Ακάθαρτοσ δή, οἰ̃μαι, οὐ̃σα καὶ φερομένη πανταχου̃ ὁλκαι̃σ πρὸσ τὰ τη̨̃ αἰσθήσει προσπίπτοντα, πολὺ τὸ του̃ σώματοσ ἔχουσα ἐγκεκραμένον, τω̨̃ ὑλικω̨̃ πολλω̨̃ συνου̃σα καὶ εἰσ αὐτὴν εἰσδεξαμένη εἰ̃δοσ ἕτερον ἠλλάξατο κράσει τη̨̃ πρὸσ τὸ χει̃ρον: οἱ̃ον εἴ τισ δὺσ εἰσ πηλὸν ἢ βόρβορον τὸ μὲν ὅπερ εἰ̃χε κάλλοσ μηκέτι προφαίνοι, του̃το δὲ ὁρω̨̃το, ὃ παρὰ του̃ πηλου̃ ἢ βορβόρου ἀπεμάξατο: ὡ̨̃ δὴ τὸ αἰσχρὸν προσθήκη̨ του̃ ἀλλοτρίου προση̃λθε καὶ ἔργον αὐτω̨̃, εἴπερ ἔσται πάλιν καλόσ, ἀπονιψαμένω̨ καὶ καθηραμένω̨ ὅπερ ἠ̃ν εἰ̃ναι. Αἰσχρὰν δὴ ψυχὴν λέγοντεσ μίξει καὶ κράσει καὶ νεύσει τη̨̃ πρὸσ τὸ σω̃μα καὶ ὕλην ὀρθω̃σ ἂν λέγοιμεν. Καὶ ἔστι του̃το αἰ̃σχοσ ψυχη̨̃ & #956;ὴ καθαρα̨̃ μηδὲ εἰλικρινει̃ εἰ̃ναι ὥσπερ χρυσω̨̃, ἀναπεπλη̃σθαι δὲ του̃ γεώδουσ, ὃ εἴ τισ ἀφέλοι, καταλέλειπται χρυσὸσ καὶ ἔστι καλόσ, μονούμενοσ μὲν τω̃ν ἄλλων, αὑτω̨̃ δὲ συνὼν μόνω̨. Τὸν αὐτὸν δὴ τρόπον καὶ ψυχή, μονωθει̃σα μὲν ἐπιθυμιω̃ν, ἃσ διὰ τὸ σω̃μα ἔχει, ὡ̨̃ ἄγαν προσωμίλει, ἀπαλλαγει̃σα δὲτω̃ν ἄλλων παθω̃ν καὶ καθαρθει̃σα ἃ ἔχει σωματωθει̃σα, μείνασα μόνη τὸ αἰσχρὸν τὸ παρὰ τη̃σ ἑτέρασ φύσεωσ ἅπαν ἀπεθήκατο.

6. 'Έστι γὰρ δή, ὡσ ὁ παλαιὸσ λόγοσ, καὶ <ἡ σωφροσύνη καὶ ἡ ἀνδρία> καὶ πα̃σα ἀρετὴ <κάθαρσισ καὶ ἡ φρόνησισ αὐτή>. Διὸ καὶ αἱ <τελεταὶ> ὀρθω̃σ <αἰνίττονται> τὸν μὴ κεκαθαρμένον καὶ <εἰσ 'Άιδου κείσεσθαι ἐν βορβόρω̨>, ὅτι τὸ μὴ καθαρὸν βορβόρω̨ διὰ κάκην φίλον: οἱ̃α δὴ καὶ <ὕεσ>, οὐ καθαραὶ τὸ σω̃μα, <χαίρουσι> τω̨̃ τοιούτω̨. Τί γὰρ ἂν καὶ εἴη σωφροσύνη ἀληθὴσ ἢ τὸ μὴ προσομιλει̃ν ἡδοναι̃σ του̃ σώματοσ, φεύγειν δὲ ὡσ οὐ καθαρὰσ οὐδὲ καθαρου̃; 'Η δὲ ἀνδρία ἀφοβία θανάτου. 'Ο δέ ἐστιν ὁ θάνατοσ χωρὶσ εἰ̃ναι τὴν ψυχὴν του̃ σώματοσ. Οὐ φοβει̃ται δὲ του̃το, ὃσ ἀγαπα̨̃ μόνοσ γενέσθαι. Μεγαλοψυχία δὲ δὴ ὑπεροψία τω̃ν τη̨̃δε. 'Η δὲ φρόνησισ νόησισ ἐν ἀποστροφη̨̃ τω̃ν κάτω, πρὸσ δὲ τὰ ἄνω τὴν ψυχὴν ἄγουσα. Γίνεται οὐ̃ν ἡ ψυχὴ καθαρθει̃σα εἰ̃δοσ καὶ λόγοσ καὶ πάντη ἀσώματοσ καὶ νοερὰ καὶ ὅλη του̃ θείου, ὅθεν ἡ πηγὴ του̃ καλου̃ καὶ τὰ συγγενη̃ πάντα τοιαυ̃τα. Ψυχὴ οὐ̃ν ἀναχθει̃σα πρὸσ νου̃ν ἐπὶ τὸ μα̃λλόν ἐστι καλόν. Νου̃σ δὲ καὶ τὰ παρὰ νου̃ τὸ κάλλοσ αὐτη̨̃ οἰκει̃ον καὶ οὐκ ἀλλότριον, ὅτι τότε ἐστὶν ὄντωσ μόνον ψυχή. Διὸ καὶ λέγεται ὀρθω̃σ τὸ ἀγαθὸν καὶ καλὸν τὴν ψυχὴν γίνεσθαι ὁμοιωθη̃ναι εἰ̃ναι θεω̨̃, ὅτι ἐκει̃θεν τὸ καλὸν καὶ ἡ μοι̃ρα ἡ ἑτέρα τω̃ν ὄντων. Μα̃λλον δὲ τὰ ὄντα ἡ καλλονή ἐστιν, ἡδ' ἑτέρα φύσισ τὸ αἰσχρόν, τὸ δ' αὐτὸ καὶ πρω̃τον κακόν, ὥστε κἀκείνω̨ ταὐτὸν ἀγαθόν τε καὶ καλόν, ἢ τἀγαθόν τε καὶ καλλονή. 'Ομοίωσ οὐ̃ν ζητητέον καλόν τε καὶ ἀγαθὸν καὶ αἰσχρόν τε καὶ κακόν. Καὶ τὸ πρω̃τον θετέον τὴν καλλονήν, ὅπερ καὶ τἀγαθόν: ἀφ' οὑ̃ νου̃σ εὐθὺσ τὸ καλόν: ψυχὴ δὲ νω̨̃ καλόν: τὰ δὲ ἄλλα ἤδη παρὰ ψυχη̃σ μορφούσησ καλά, τά τε ἐν ται̃σ πράξεσι τά τε ἐν τοι̃σ ἐπιτηδεύμασι. Καὶ δὴ καὶ τὰ σώματα, ὅσα οὕτω λέγεται, ψυχὴ ἤδη ποιει̃: ἅτε γὰρ θει̃ον οὐ̃σα καὶ οἱ̃ον μοι̃ρα του̃ καλου̃, ὡ̃ν ἂν ἐφάψηται καὶ κρατη̨̃, καλὰ ταυ̃τα, ὡσ δυνατὸν αὐτοι̃σ μεταλαβει̃ν, ποιει̃.

7. 'Αναβατέον οὐ̃ν πάλιν ἐπὶ τὸ ἀγαθόν, οὑ̃ ὀρέγεται πα̃σα ψυχή. Εἴ τισ οὐ̃ν εἰ̃δεν αὐτό, οἰ̃δεν ὃ λέγω, ὅπωσ καλόν. 'Εφετὸν μὲν γὰρ ὡσ ἀγαθὸν καὶ ἡ ἔφεσισ πρὸσ του̃το, τευ̃ξισ δὲ αὐτου̃ ἀναβαίνουσι πρὸσ τὸ ἄνω καὶ ἐπιστραφει̃σι καὶ ἀποδυομένοισ ἃ καταβαίνοντεσ ἠμφιέσμεθα: οἱ̃ον ἐπὶ τὰ ἅγια τω̃ν ἱερω̃ν τοι̃σ ἀνιου̃σι καθάρσεισ τε καὶ ἱματίων ἀποθέσεισ τω̃ν πρὶν καὶ τὸ γυμνοι̃σ ἀνιέναι: ἕωσ ἄν τισ παρελθὼν ἐν τη̨̃ ἀναβάσει πα̃ν ὅσον ἀλλότριον του̃ θεου̃ αὐτω̨̃ μόνω̨ αὐτὸ μόνον ἴδη̨ <εἰλικρινέσ>, ἁπλου̃ν, <καθαρόν>, ἀφ' οὑ̃ πάντα ἐξήρτηται καὶ πρὸσ αὐτὸ βλέπει καὶ ἔστι καὶ ζη̨̃ καὶ νοει̃: ζωη̃σ γὰρ αἴτιοσ καὶ νου̃ καὶ του̃ εἰ̃ναι. Του̃το οὐ̃ν εἴ τισ ἴδοι, ποίουσ ἂν ἴσχοι ἔρωτασ, ποίουσ δὲ πόθουσ, βουλόμενοσ αὐτω̨̃ συγκερασθη̃ναι, πω̃σδ' ἂν ἐκπλαγείη μεθ' ἡδονη̃σ; 'Έστι γὰρ τω̨̃ μὲν μήπω ἰδόντι ὀρέγεσθαι ὡσ ἀγαθου̃: τω̨̃ δὲ ἰδόντι ὑπάρχει ἐπὶ καλω̨̃ ἄγασθαί τε καὶ θάμβουσ πίμπλασθαι μεθ' ἡδονη̃σ καὶ ἐκπλήττεσθαι ἀβλαβω̃σ καὶ ἐρα̃ν ἀληθη̃ ἔρωτα καὶ δριμει̃σ πόθουσ καὶ τω̃ν ἄλλων ἐρώτων καταγελα̃ν καὶ τω̃ν πρόσθεν νομιζομένων καλω̃ν καταφρονει̃ν: ὁποι̃ον πάσχουσιν ὅσοι θεω̃ν εἴδεσιν ἢ δαιμόνων προστυχόντεσ οὐκέτ' ἂν ἀποδέχοιντο ὁμοίωσ ἄλλων κάλλη σωμάτων. <Τί δη̃τα οἰόμεθα, εἴ τισ αὐτὸ τὸ καλὸν θεω̨̃το> αὐτὸ ἐφ' ἑαυτου̃ <καθαρόν, μὴ σαρκω̃ν>, μὴ σώματοσ <ἀνάπλεων>, μὴ ἐν γη̨̃, μὴ ἐν οὐρανω̨̃, ἵν' ἠ̨̃ καθαρόν; Καὶ γὰρ ἐπακτὰ πάντα ταυ̃τα καὶ μέμικται καὶ οὐ πρω̃τα, παρ' ἐκείνου δέ. Εἰ οὐ̃ν ἐκει̃νο, ὃ χορηγει̃ μὲν ἅπασιν, ἐφ' ἑαυτου̃ δὲ μένον δίδωσι καὶ οὐ δέχεταί τι εἰσ αὐτό, ἴδοι, μένων ἐν τη̨̃ θέα̨ του̃ τοιούτου καὶ ἀπολαύων αὐτου̃ ὁμοιούμενοσ, τίνοσ ἂν ἔτι δέοιτο καλου̃; Του̃το γὰρ αὐτὸ μάλιστα κάλλοσ ὂν αὐτὸ καὶ τὸ πρω̃τον ἐργάζεται τοὺσ ἐραστὰσ αὐτου̃ καλοὺσ καὶ ἐραστοὺσ ποιει̃. Οὑ̃ δὴ καὶ <ἀγὼν> μέγιστοσ καὶ <ἔσχατοσ ψυχαι̃σ πρόκειται>, ὑπὲρ οὑ̃ καὶ ὁ πα̃σ <πόνοσ>, μὴ ἀμοίρουσ γενέσθαι τη̃σ ἀρίστησ θέασ, ἡ̃σ ὁ μὲν τυχὼν μακάριοσ <ὄψιν μακαρίαν> τεθεαμένοσ: ἀτυχὴσ δὲ [οὑ̃τοσ] ὁ μὴ τυχών. Οὐ γὰρ ὁ χρωμάτων ἢ σωμάτων καλω̃ν μὴ τυχὼν οὐδὲ δυνάμεωσ οὐδὲ ἀρχω̃ν οὐδὲ ὁ βασιλείασ μὴ τυχὼν ἀτυχήσ, ἀλλ' ὁ τούτου καὶ μόνου, ὑπὲρ οὑ̃ τη̃σ τεύξεωσ καὶ βασιλείασ καὶ ἀρχὰσ γη̃σ ἁπάσησ καὶθαλάττησ καὶ οὐρανου̃ προέσθαι χρεών, εἰ καταλιπών τισ ταυ̃τα καὶ ὑπεριδὼν εἰσ ἐκει̃νο στραφεὶσ ἴδοι.

8. τίσ οὐ̃ν ὁ τρόποσ; Τίσ μηχανή; Πω̃σ τισ θεάσηται <κάλλοσ ἀμήχανον> οἱ̃ον ἔνδον ἐν ἁγίοισ ἱεροι̃σ μένον οὐδὲ προιὸν εἰσ τὸ ἔξω, ἵνα τισ καὶ βέβηλοσ ἴδη̨; 'Ίτω δὴ καὶ συνεπέσθω εἰσ τὸ εἴσω ὁ δυνάμενοσ ἔξω καταλιπὼν ὄψιν ὀμμάτων μηδ' ἐπιστρέφων αὑτὸν εἰσ τὰσ προτέρασ ἀγλαίασ σωμάτων. 'Ιδόντα γὰρ δει̃ τὰ ἐν σώμασι καλὰ μήτοι προστρέχειν, ἀλλὰ γνόντασ ὥσ εἰσιν εἰκόνεσ καὶ ἴχνη καὶ σκιαὶ φεύγειν πρὸσ ἐκει̃νο οὑ̃ ταυ̃τα εἰκόνεσ. Εἰ γάρ τισ ἐπιδράμοι λαβει̃ν βουλόμενοσ ὡσ ἀληθινόν, οἱ̃α εἰδώλου καλου̃ ἐφ' ὕδατοσ ὀχουμένου, ὁ λαβει̃ν βουληθείσ, ὥσ πού τισ μυ̃θοσ, δοκω̃ μοι, αἰνίττεται, δὺσ εἰσ τὸ κάτω του̃ ῥεύματοσ ἀφανὴσ ἐγένετο, τὸν αὐτὸν δὴ τρόπον ὁ ἐχόμενοσ τω̃ν καλω̃ν σωμάτων καὶ μὴ ἀφιεὶσ οὐ τω̨̃ σώματι, τη̨̃ δὲ ψυχη̨̃ καταδύσεται εἰσ σκοτεινὰ καὶ ἀτερπη̃ τω̨̃ νω̨̃ βάθη, ἔνθα τυφλὸσ ἐν 'Άιδου μένων καὶ ἐνταυ̃θα κἀκει̃ σκιαι̃σ συνέσται. <Φεύγωμεν> δὴ <φίλην ἐσ πατρίδα>, ἀληθέστερον ἄν τισ παρακελεύοιτο. Τίσ οὐ̃ν ἡ φυγὴ καὶ πω̃σ; 'Αναξόμεθα οἱ̃ον ἀπὸ μάγου Κίρκησ φησὶν ἢ Καλυψου̃σ 'Οδυσσεὺσ αἰνιττόμενοσ, δοκει̃ μοι, μει̃ναι οὐκ ἀρεσθείσ, καίτοι ἔχων ἡδονὰσ δι' ὀμμάτων καὶ κάλλει πολλω̨̃ αἰσθητω̨̃ συνών. Πατρὶσ δὴ ἡμι̃ν, ὅθεν παρήλθομεν, καὶ πατὴρ ἐκει̃. Τίσοὐ̃ν ὁ στόλοσ καὶ ἡ φυγή; Οὐ ποσὶ δει̃ διανύσαι: πανταχου̃ γὰρ φέρουσι πόδεσ ἐπὶ γη̃ν ἄλλην ἀπ' ἄλλησ: οὐδέ σε δει̃ ἵππων ὄχημα ἤ τι θαλάττιον παρασκευάσαι, ἀλλὰ ταυ̃τα πάντα ἀφει̃ναι δει̃ καὶ μὴ βλέπειν, ἀλλ' οἱ̃ον μύσαντα ὄψιν ἄλλην ἀλλάξασθαι καὶ ἀνεγει̃ραι, ἣν ἔχει μὲν πα̃σ, χρω̃νται δὲ ὀλίγοι.

9. τί οὐ̃ν ἐκείνη ἡ ἔνδον βλέπει; 'Άρτι μὲν ἐγειρομένη οὐ πάνυ τὰ λαμπρὰ δύναται βλέπειν. 'Εθιστέον οὐ̃ν τὴν ψυχὴν αὐτὴν πρω̃τον μὲν τὰ καλὰ βλέπειν ἐπιτηδεύματα: εἰ̃τα ἔργα καλά, οὐχ ὅσα αἱ τέχναι ἐργάζονται, ἀλλ' ὅσα οἱ ἄνδρεσ οἱ λεγόμενοι ἀγαθοί: εἰ̃τα ψυχὴν ἴδε τω̃ν τὰ ἔργα τὰ καλὰ ἐργαζομένων. Πω̃σ ἂν οὐ̃ν ἴδοισ ψυχὴν ἀγαθὴν οἱ̃ον τὸ κάλλοσ ἔχει; 'Άναγε ἐπὶ σαυτὸν καὶ ἴδε: κἂν μήπω σαυτὸν ἴδη̨σ καλόν, οἱ̃α ποιητὴσ ἀγάλματοσ, ὃ δει̃ καλὸν γενέσθαι, τὸ μὲν ἀφαιρει̃, τὸ δὲ ἀπέξεσε, τὸ δὲ λει̃ον, τὸ δὲ καθαρὸν ἐποίησεν, ἕωσ ἔδειξε καλὸν ἐπὶ τω̨̃ ἀγάλματι πρόσωπον, οὕτω καὶ σὺ ἀφαίρει ὅσα περιττὰ καὶ ἀπεύθυνε ὅσα σκολιά, ὅσα σκοτεινὰ καθαίρων ἐργάζου εἰ̃ναι λαμπρὰ καὶ μὴ παύση̨ <τεκταίνων> τὸ σὸν <ἄγαλμα>, ἕωσ ἂν ἐκλάμψειέ σοι τη̃σ ἀρετη̃σ ἡ θεοειδὴσ ἀγλαία, ἕωσ ἂν ἴδη̨σ <σωφροσύνην ἐν ἁγνω̨̃ βεβω̃σαν ...βάθρω̨_>. Εἰ γέγονασ του̃το καὶ εἰ̃δεσ αὐτὸ καὶ σαυτω̨̃ καθαρὸσ συνεγένου οὐδὲν ἔχωνἐμπόδιον πρὸσ τὸ εἱ̃σ οὕτω γενέσθαι οὐδὲ σὺν αὐτω̨̃ ἄλλο τι ἐντὸσ μεμιγμένον ἔχων, ἀλλ' ὅλοσ αὐτὸσ φω̃σ ἀληθινὸν μόνον, οὐ μεγέθει μεμετρημένον οὐδὲ σχήματι εἰσ ἐλάττωσιν περιγραφὲν οὐδ' αὐ̃ εἰσ μέγεθοσ δι' ἀπειρίασ αὐξηθέν, ἀλλ' ἀμέτρητον πανταχου̃, ὡσ ἂν μει̃ζον παντὸσ μέτρου καὶ παντὸσ κρει̃σσον ποσου̃: εἰ του̃το γενόμενον σαυτὸν ἴδοισ, ὄψισ ἤδη γενόμενοσ θαρσήσασ περὶ σαυτω̨̃ καὶ ἐνταυ̃θα ἤδη ἀναβεβηκὼσ μηκέτι του̃ δεικνύντοσ δεηθεὶσ ἀτενίσασ ἴδε: οὑ̃τοσ γὰρ μόνοσ ὁ ὀφθαλμὸσ τὸ μέγα κάλλοσ βλέπει. 'Εὰν δὲ ἴη̨ ἐπὶ τὴν θέαν λημω̃ν κακίαισ καὶ οὐ κεκαθαρμένοσ ἢ ἀσθενήσ, ἀνανδρία̨ οὐ δυνάμενοσ τὰ πάνυ λαμπρὰ βλέπειν, οὐδὲν βλέπει, κἂν ἄλλοσ δεικνύη̨ παρὸν τὸ ὁραθη̃ναι δυνάμενον. Τὸ γὰρ ὁρω̃ν πρὸσ τὸ ὁρώμενον συγγενὲσ καὶ ὅμοιον ποιησάμενον δει̃ ἐπιβάλλειν τη̨̃ θέα̨. Οὐ γὰρ ἂν πώποτε εἰ̃δεν ὀφθαλμὸσ ἥλιον ἡλιοειδὴσ μὴ γεγενημένοσ, οὐδὲ τὸ καλὸν ἂν ἴδοι ψυχὴ μὴ καλὴ γενομένη. Γενέσθω δὴ πρω̃τον θεοειδὴσ πα̃σ καὶ καλὸσ πα̃σ, εἰ μέλλει θεάσασθαι θεόν τε καὶ καλόν. 'Ήξει γὰρ πρω̃τον ἀναβαίνων ἐπὶ τὸν νου̃ν κἀκει̃ πάντα εἴσεται καλὰ τὰ εἴδη καὶ φήσει τὸ κάλλοσ του̃το εἰ̃ναι, τὰσ ἰδέασ: πάντα γὰρ ταύταισ καλά, τοι̃σ νου̃ γεννήμασι καὶ οὐσίασ. Τὸ δὲ ἐπέκεινα τούτου τὴν του̃ ἀγαθου̃ λέγομεν φύσιν προβεβλημένον τὸ καλὸν πρὸ αὐτη̃σ ἔχουσαν. 'Ώστε ὁλοσχερει̃ μὲν λόγω̨ τὸ πρω̃τον καλόν: διαιρω̃ν δὲ τὰ νοητὰ τὸ μὲν νοητὸν καλὸν τὸν τω̃ν εἰδω̃ν φήσει τόπον, τὸ δ' ἀγαθὸν τὸ ἐπέκεινα καὶ <πηγὴν καὶ ἀρχὴν> του̃ καλου̃. 'Ή ἐν τω̨̃ αὐτω̨̃ τἀγαθὸν καὶ καλὸν πρω̃τον θήσεται: πλὴν ἐκει̃ τὸ καλόν.

I.7

1. '~Αρ' ἄν τισ ἕτερον εἴποι ἀγαθὸν ἑκάστω̨ εἰ̃ναι ἢ τὴν κατὰ φύσιν τη̃σ ζωη̃σ ἐνέργειαν, καὶ εἴ τι ἐκ πολλω̃ν εἴη, τούτω̨ εἰ̃ναι ἀγαθὸν τὴν του̃ ἀμείνονοσ ἐν αὐτω̨̃ ἐνέργειαν οἰκείαν καὶ κατὰ φύσιν ἀεὶ μηδὲν ἐλλείπουσαν; Ψυχη̃σ δὴ ἐνέργεια τὸ κατὰ φύσιν ἀγαθὸν αὐτη̨̃. Εἰ δὲ καὶ πρὸσ τὸ ἄριστον ἐνεργοι̃ ἀρίστη οὐ̃σα, οὐ μόνον πρὸσ αὐτὴν τὸ ἀγαθόν, ἀλλὰ καὶ ἁπλω̃σ του̃το ἀγαθὸν ἂν εἴη. Εἰ οὐ̃ν τι μὴ πρὸσ ἄλλο ἐνεργοι̃ ἄριστον ὂν τω̃ν ὄντων καὶ ἐπέκεινα τω̃ν ὄντων, πρὸσ αὐτὸ δὲ τὰ ἄλλα, δη̃λον, ὡσ του̃το ἂν εἴη τὸ ἀγαθόν, δι' ὃ καὶ τοι̃σ ἄλλοισ ἀγαθου̃ μεταλαμβάνειν ἔστι: τὰ δὲ ἄλλα διχω̃σ ἂν ἔχοι, ὅσα οὕτω τὸ ἀγαθόν, καὶ τω̨̃ πρὸσ αὐτὸ ὡμοιω̃σθαι καὶ τω̨̃ πρὸσ αὐτὸ τὴν ἐνέργειαν ποιει̃σθαι. Εἰ οὐ̃ν ἔφεσισ καὶ ἐνέργεια πρὸσ τὸ ἄριστον ἀγαθόν, δει̃ τὸ ἀγαθὸν μὴ πρὸσ ἄλλο βλέπον μηδ' ἐφιέμενον ἄλλου ἐν ἡσύχω̨ οὐ̃σαν <πηγὴν καὶ ἀρχὴν> ἐνεργειω̃νκατὰ φύσιν οὐ̃σαν καὶ τὰ ἄλλα ἀγαθοειδη̃ ποιου̃σαν οὐ τη̨̃ πρὸσ ἐκει̃να ἐνεργεία̨-ἐκει̃να γὰρ πρὸσ αὐτήν-οὐ τη̨̃ ἐνεργεία̨ οὐδὲ τη̨̃ νοήσει τἀγαθὸν εἰ̃ναι, ἀλλ' αὐτη̨̃ μονη̨̃ τἀγαθὸν εἰ̃ναι. Καὶ γὰρ ὅτι <ἐπέκεινα οὐσίασ>, ἐπέκεινα καὶ ἐνεργείασ καὶ ἐπέκεινα νου̃ καὶ νοήσεωσ. Καὶ γὰρ αὐ̃ του̃το δει̃ τἀγαθὸν τίθεσθαι, εἰσ ὃ πάντα ἀνήρτηται, αὐτὸ δὲ εἰσ μηδέν: οὕτω γὰρ καὶ ἀληθὲσ τὸ <οὑ̃ πάντα ἐφίεται>. Δει̃ οὐ̃ν μένειν αὐτό, πρὸσ αὐτὸ δὲ ἐπιστρέφειν πάντα, ὥσπερ κύκλον πρὸσ κέντρον ἀφ' οὑ̃ πα̃σαι γραμμαί. Καὶ παράδειγμα ὁ ἥλιοσ ὥσπερ κέντρον ὢν πρὸσ τὸ φω̃σ τὸ παρ' αὐτου̃ ἀνηρτημένον πρὸσ αὐτόν: πανταχου̃ γου̃ν μετ' αὐτου̃ καὶ οὐκ ἀποτέτμηται: κἂν ἀποτεμει̃ν ἐθελήση̨σ ἐπὶ θάτερα, πρὸσ τὸν ἥλιόν ἐστι τὸ φω̃σ.

2. τὰ δὲ ἄλλα πάντα πρὸσ αὐτὸ πω̃σ; 'Ή τὰ μὲν ἄψυχα πρὸσ ψυχὴν, ψυχὴ δὲ πρὸσ αὐτὸ διὰ νου̃. 'Έχει δέ τι αὐτου̃ τω̨̃ ἕν πωσ καὶ τω̨̃ ὄν πωσ ἕκαστον εἰ̃ναι. Καὶ μετέχει δὲ καὶ εἴδουσ: ὡσ οὐ̃ν μετέχει τούτων, οὕτω καὶ του̃ ἀγαθου̃. Εἰδώλου ἄρα: ὡ̃ν γὰρ μετέχει, εἴδωλα ὄντοσ καὶ ἑνόσ, καὶ τὸ εἰ̃δοσ ὡσαύτωσ. Ψυχη̨̃ δὲ τὸ ζη̃ν, τη̨̃ μὲν πρώτη̨ τη̨̃ μετὰ νου̃ν, ἐγγυτέρω ἀληθείασ, καὶ διὰ νου̃ ἀγαθοειδὲσ αὕτη: ἔχοι δ' ἂν τὸ ἀγαθόν, εἰ πρὸσ ἐκει̃νο βλέποι: νου̃σ δὲ μετὰ τἀγαθόν. Ζωὴ τοίνυν, ὅτω̨ τὸ ζη̃ν, τὸ ἀγαθόν, καὶ νου̃σ, ὅτω̨ νου̃ μέτεστιν: ὥστε ὅτω̨ ζωὴ μετὰ νου̃, διχω̃σ καὶ ἐπ' αὐτό.

3. εἰ δὴ ζωὴ ἀγαθόν, ὑπάρχει του̃το ζω̃ντι παντί; 'Ή οὔ: χωλεύει γὰρ ἡ ζωὴ τω̨̃ φαύλω̨, ὥσπερ ὄμμα τω̨̃ μὴ καθαρω̃σ ὁρω̃ντι: οὐ γὰρ ποιει̃ τὸ ἔργον αὐτου̃. Εἰ δὴ ἡ ζωὴ ἡμι̃ν, ἡ̨̃ μέμικται κακόν, ἀγαθόν, πω̃σ οὐχ ὁ θάνατοσ κακόν; 'Ή τίνι; Τὸ γὰρ κακὸν συμβεβηκέναι δει̃ τω̨: ὃ δ' οὐκ ἔστιν ἔτι ὄν, ἤ, εἰ ἔστιν, ἐστερημένον ζωη̃σ-οὐδ' οὕτω κακὸν τω̨̃ λίθω̨. Εἰ δ' ἔστι ζωὴ καὶ ψυχὴ μετὰ θάνατον, ἤδη ἂν εἴη ἀγαθόν, ὅσω̨ μα̃λλον ἐνεργει̃ τὰ αὑτη̃σ ἄνευ σώματοσ. Εἰ δὲ τη̃σ ὅλησ γίνεται, τί ἂν ἐκει̃ οὔση̨ εἴη κακόν; Καὶ ὅλωσ ὥσπερ τοι̃σ θεοι̃σ ἀγαθὸν μέν ἐστι, κακὸν δὲ οὐδέν, οὕτωσ οὐδὲ τη̨̃ ψυχη̨̃ τη̨̃ σωζούση̨ τὸ καθαρὸν αὐτη̃σ: εἰ δὲ μὴ σώ̨ζοι, οὐχ ὁ θάνατοσ ἂν εἴη κακὸν αὐτη̨̃, ἀλλ' ἡ ζωή. Εἰ δὲ καὶ ἐν 'Άιδου δίκαι, πάλιν αὐτη̨̃ ἡ ζωὴ κἀκει̃ κακόν, ὅτι μὴ ζωὴ μόνον. 'Αλλ' εἰ σύνοδοσ μὲν ψυχη̃σ καὶ σώματοσ ζωή, θάνατοσ δὲ διάλυσισ τούτων, ἡ ψυχὴ ἔσται ἀμφοτέρων δεκτική. 'Αλλ' εἰ ἀγαθὴ ἡ ζωή, πω̃σ ὁ θάνατοσ οὐ κακόν; 'Ή ἀγαθὴ μὲν ἡ ζωὴ οἱ̃σ ἐστιν, ἀγαθὸν οὐ καθόσον σύνοδοσ, ἀλλ' ὅτι δι' ἀρετη̃σ ἀμύνεται τὸ κακόν: ὁ δὲ θάνατοσ μα̃λλον ἀγαθόν. 'Ή λεκτέον αὐτὴν μὲν τὴν ἐν σώματι ζωὴν κακὸν παρ' αὐτη̃σ, τη̨̃ δὲ ἀρετη̨̃ ἐν ἀγαθω̨̃ γίνεσθαι τὴν ψυχὴν οὐ ζω̃σαν τὸ σύνθετον, ἀλλ' ἤδη χωρίζουσαν ἑαυτήν.

I.8

1. οἱ ζητου̃ντεσ, πόθεν τὰ κακὰ εἴτ' οὐ̃ν εἰσ τὰ ὄντα εἴτε περὶ γένοσ τω̃ν ὄντων παρελήλυθεν, ἀρχὴν ἂν προσήκουσαν τη̃σ ζητήσεωσ ποιοι̃ντο, εἰ τί ποτ' ἐστὶ τὸ κακὸν καὶ ἡ κακου̃ φύσισ πρότερον ὑποθει̃ντο. Οὕτω γὰρ καὶ ὅθεν ἐλήλυθε καὶ ὅπου ἵδρυται καὶ ὅτω̨ συμβέβηκε γνωσθείη, καὶ ὅλωσ εἰ ἔστιν ἐν τοι̃σ οὐ̃σιν ὁμολογηθείη. Κακου̃ δὲ φύσιν τίνι ποτὲ δυνάμει τω̃ν ἐν ἡμι̃ν γνοίημεν ἄν, τη̃σ γνώσεωσ ἑκάστων δι' ὁμοιότητοσ γιγνομένησ, ἄπορον ἂν εἴη. Νου̃σ μὲν γὰρ καὶ ψυχὴ εἴδη ὄντα εἰδω̃ν καὶ τὴν γνω̃σιν ἂν ποιοι̃ντο, καὶ πρὸσ αὐτὰ ἂν ἔχοιεν τὴν ὄρεξιν: εἰ̃δοσ δὲ τὸ κακὸν πω̃σ ἄν τισ φαντάζοιτο ἐν ἀπουσία̨ παντὸσ ἀγαθου̃ ἰνδαλλόμενον; 'Αλλ' εἰ, ὅτι τω̃ν ἐναντίων ἡ αὐτὴ γένοιτ' ἂν ἐπιστήμη καὶ τω̨̃ ἀγαθω̨̃ ἐναντίον τὸ κακόν, ἥπερ του̃ ἀγαθου̃, καὶ του̃ κακου̃ ἔσται, ἀναγκαι̃ον περὶ ἀγαθου̃ διιδει̃ν τοι̃σ μέλλουσι τὰ κακὰ γνώσεσθαι,ἐπείπερ προηγούμενα τὰ ἀμείνω τω̃ν χειρόνων καὶ εἴδη, τὰ δ' οὔ, ἀλλὰ στέρησισ μα̃λλον. Ζήτημα δ' ὅμωσ καὶ πω̃σ ἐναντίον τὸ ἀγαθὸν τω̨̃ κακω̨̃: εἰ μὴ ἄρα, ὡσ τὸ μὲν ἀρχή, τὸ δὲ ἔσχατον, ἢ τὸ μὲν ὡσ εἰ̃δοσ, τὸ δὲ ὡσ στέρησισ. 'Αλλὰ ταυ̃τα μὲν ὕστερον.

2. νυ̃ν δὲ λεγέσθω, τίσ ἡ του̃ ἀγαθου̃ φύσισ, καθ' ὅσον τοι̃σ παρου̃σι λόγοισ προσήκει. 'Έστι δὲ του̃το, εἰσ ὃ πάντα ἀνήρτηται καὶ <οὑ̃ πάντα τὰ> ὄντα <ἐφίεται> ἀρχὴν ἔχοντα αὐτὸ κἀκείνου δεόμενα: τὸ δ' ἐστὶν ἀνενδεέσ, ἱκανὸν ἑαυτω̨̃, μηδενὸσ δεόμενον, μέτρον πάντων καὶ πέρασ, δοὺσ ἐξ αὐτου̃ νου̃ν καὶ οὐσίαν καὶ ψυχὴν καὶ ζωὴν καὶ περὶ νου̃ν ἐνέργειαν. Καὶ μέχρι μὲν τούτου καλὰ πάντα: αὐτόσ τε γὰρ ὑπέρκαλοσ καὶ ἐπέκεινα τω̃ν ἀρίστων βασιλεύων ἐν τω̨̃ νοητω̨̃, νου̃ ἐκείνου ὄντοσ οὐ κατὰ νου̃ν, ὃν οἰηθείη ἄν τισ κατὰ τοὺσ παρ' ἡμι̃ν λεγομένουσ νου̃σ εἰ̃ναι τοὺσ ἐκ προτάσεων συμπληρουμένουσ καὶ τω̃ν λεγομένων συνιέναι δυναμένουσ λογιζομένουσ τε καὶ του̃ ἀκολούθου θεωρίαν ποιουμένουσ ὡσ ἐξ ἀκολουθίασ τὰ ὄντα θεωμένουσ ὡσ πρότερον οὐκ ἔχοντασ, ἀλλὰ κενοὺσ ἔτι πρὶν μαθει̃ν ὄντασ, καίτοι νου̃σ ὄντασ. Οὐ δὴ ἐκει̃νοσ ὁ νου̃σ τοιου̃τοσ, ἀλλ' ἔχει πάντα καὶ ἔστι πάντα καὶ σύνεστιν αὐτω̨̃ συνὼν καὶ ἔχει πάντα οὐκ ἔχων. Οὐ γὰρ ἄλλα, ὁ δὲ ἄλλοσ: οὐδὲ χωρὶσ ἕκαστον τω̃ν ἐν αὐτω̨̃: ὅλον τε γάρ ἐστιν ἕκαστον καὶ πανταχη̨̃ πα̃ν: καὶ οὐ συγκέχυται, ἀλλὰ αὐ̃ χωρίσ. Τὸ γου̃ν μεταλαμβάνον οὐχ ὁμου̃ πάντων, ἀλλ' ὅτου δύναται μεταλαμβάνει. Καὶ ἔστι πρώτη ἐνέργεια ἐκείνου καὶ πρώτηοὐσία ἐκείνου μένοντοσ ἐν ἑαυτω̨̃: ἐνεργει̃ μέντοι περὶ ἐκει̃νον οἱ̃ον περὶ ἐκει̃νον ζω̃ν. 'Η δὲ ἔξωθεν περὶ του̃τον χορεύουσα ψυχὴ ἐπὶ αὐτὸν βλέπουσα καὶ τὸ εἴσω αὐτου̃ θεωμένη τὸν θεὸν δι' αὐτου̃ βλέπει. <Καὶ οὑ̃τοσ θεω̃ν> ἀπήμων καὶ μακάριοσ <βίοσ> καὶ τὸ κακὸν οὐδαμου̃ ἐνταυ̃θα καὶ εἰ ἐνταυ̃θα ἔστη, κακὸν οὐδὲν ἂν ἠ̃ν, ἀλλὰ πρω̃τον καὶ δεύτερα τἀγαθὰ καὶ τρίτα: <περὶ τὸν πάντων βασιλέα πάντα ἐστί, καὶ ἐκει̃νο αἴτιον πάντων καλω̃ν, καὶ πάντα ἐστὶν ἐκείνου, καὶ δεύτερον περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα>.

3. εἰ δὴ ταυ̃τά ἐστι τὰ ὄντα καὶ τὸ ἐπέκεινα τω̃ν ὄντων, οὐκ ἂν ἐν τοι̃σ οὐ̃σι τὸ κακὸν ἐνείη, οὐδ' ἐν τω̨̃ ἐπέκεινα τω̃ν ὄντων: ἀγαθὰ γὰρ ταυ̃τα. Λείπεται τοίνυν, εἴπερ ἔστιν, ἐν τοι̃σ μὴ οὐ̃σιν εἰ̃ναι οἱ̃ον εἰ̃δόσ τι του̃ μὴ ὄντοσ ὂν καὶ περί τι τω̃ν μεμιγμένων τω̨̃ μὴ ὄντι ἢ ὁπωσου̃ν κοινωνούντων τω̨̃ μὴ ὄντι. Μὴ ὂν δὲ οὔτι τὸ παντελω̃σ μὴ ὄν, ἀλλ' ἕτερον μόνον του̃ ὄντοσ: οὐχ οὕτω δὲ μὴ ὂν ὡσ κίνησισ καὶ στάσισ ἡ περὶ τὸ ὄν, ἀλλ' ὡσ εἰκὼν του̃ ὄντοσ ἢ καὶ ἔτι μα̃λλον μὴ ὄν. Του̃το δ' ἐστὶ τὸ αἰσθητὸν πα̃ν καὶ ὅσα περὶ τὸ αἰσθητὸν πάθη ἢ ὕστερόν τι τούτων καὶ ὡσ συμβεβηκὸσ τούτοισ ἢ ἀρχὴ τούτων ἢ ἕν τι τω̃ν συμπληρούντων του̃το τοιου̃τον ὄν. 'Ήδη γὰρ ἄν τισ εἰσ ἔννοιαν ἥκοι αὐτου̃ οἱ̃ον ἀμετρίαν εἰ̃ναι πρὸσ μέτρον καὶ ἄπειρονπρὸσ πέρασ καὶ ἀνείδεον πρὸσ εἰδοποιητικὸν καὶ ἀεὶ ἐνδεὲσ πρὸσ αὔταρκεσ, ἀεὶ ἀόριστον, οὐδαμη̨̃ ἑστώσ, παμπαθέσ, ἀκόρητον, πενία παντελήσ: καὶ οὐ συμβεβηκότα ταυ̃τα αὐτω̨̃, ἀλλ' οἱ̃ον οὐσία αὐτου̃ ταυ̃τα, καὶ ὅ τι ἂν αὐτου̃ μέροσ ἴδη̨σ, καὶ αὐτὸ πάντα ταυ̃τα: τὰ δ' ἄλλα, ὅσα ἂν αὐτου̃ μεταλάβη̨ καὶ ὁμοιωθη̨̃, κακὰ μὲν γίνεσθαι, οὐχ ὅπερ δὲ κακὰ εἰ̃ναι. Τίνι οὐ̃ν ὑποστάσει ταυ̃τα πάρεστιν οὐχ ἕτερα ὄντα ἐκείνησ, ἀλλ' ἐκείνη; Καὶ γὰρ εἰ ἑτέρω̨ συμβαίνει τὸ κακόν, δει̃ τι πρότερον αὐτὸ εἰ̃ναι, κἂν μὴ οὐσία τισ ἠ̨̃. 'Ωσ γὰρ ἀγαθὸν τὸ μὲν αὐτό, τὸ δὲ ...ὃ _συμβέβηκεν, οὕτω καὶ κακὸν τὸ μὲν αὐτό, τὸ δὲ ἤδη κατ' ἐκει̃νο συμβεβηκὸσ ἑτέρω̨. Τίσ οὐ̃ν ἀμετρία, εἰ μὴ ἐν τω̨̃ ἀμέτρω̨; [Τί δὲ "μέτρον μὴ ἐν τω̨̃ μεμετρημένω̨";] 'Αλλ' ὥσπερ ἐστὶ μέτρον μὴ ἐν τω̨̃ μεμετρημένω̨, οὕτω καὶ ἀμετρία οὐκ ἐν ἀμέτρω̨. Εἰ γὰρ ἐν ἄλλω̨, ἢ ἐν ἀμέτρω̨-ἀλλ' οὐ δει̃ αὐτω̨̃ ἀμετρίασ αὐτω̨̃ ἀμέτρω̨ ὄντι-ἢ ἐν μεμετρημένω̨: ἀλλ' οὐχ οἱ̃όν τε τὸ μεμετρημένον ἀμετρίαν ἔχειν καθ' ὃ μεμέτρηται. Καὶ οὐ̃ν εἰ̃ναί τι καὶ ἄπειρον καθ' αὑτὸ καὶ ἀνείδεον αὐ̃ αὐτὸ καὶ τὰ ἄλλα τὰ πρόσθεν, ἃ τὴν του̃ κακου̃ ἐχαρακτήριζε φύσιν, καὶ εἴ τι μετ' ἐκει̃νο τοιου̃τον, ἢ μεμιγμένον ἔχει του̃το ἢ βλέπον πρὸσ αὐτό ἐστι τοιου̃τον ἢ ποιητικόν ἐστι τοιούτου. Τὴν δ' ὑποκειμένην σχήμασι καὶ εἴδεσι καὶ μορφαι̃σ καὶ μέτροισ καὶ πέρασι καὶ ἀλλοτρίω̨ κόσμω̨ κοσμουμένην, μηδὲν παρ' αὐτη̃σ ἀγαθὸν ἔχουσαν, εἴδωλον δὲ ὡσ πρὸσ τὰ ὄντα, κακου̃ δὴ οὐσίαν, εἴ τισ καὶ δύναται κακου̃ οὐσία εἰ̃ναι,ταύτην ἀνευρίσκει ὁ λόγοσ κακὸν εἰ̃ναι πρω̃τον καὶ καθ' αὑτὸ κακόν.

4. σωμάτων δὲ φύσισ, καθόσον μετέχει ὕλησ, κακὸν ἂν οὐ πρω̃τον εἴη: ἔχει μὲν γὰρ εἰ̃δόσ τι οὐκ ἀληθινὸν ἐστέρηταί τε ζωη̃σ φθείρει τε ἄλληλα φορά τε παρ' αὐτω̃ν ἄτακτοσ ἐμπόδιά τε ψυχη̃σ πρὸσ τὴν αὐτη̃σ ἐνέργειαν φεύγει τε οὐσίαν ἀεὶ ῥέοντα, δεύτερον κακόν: ψυχὴ δὲ καθ' ἑαυτὴν μὲν οὐ κακὴ οὐδ' αὐ̃ πα̃σα κακή. 'Αλλὰ τίσ ἡ κακή; Οἱ̃όν φησι: <δουλωσάμενοι μὲν ὡ̨̃> πέφυκε <κακία ψυχη̃σ ἐγγίγνεσθαι>, ὡσ του̃ ἀλόγου τη̃σ ψυχη̃σ εἴδουσ τὸ κακὸν δεχομένου, ἀμετρίαν καὶ ὑπερβολὴν καὶ ἔλλειψιν, ἐξ ὡ̃ν καὶ ἀκολασία καὶ δειλία καὶ ἡ ἄλλη ψυχη̃σ κακία, ἀκούσια παθήματα, δόξασ ψευδει̃σ ἐμποιου̃ντα κακά τε νομίζειν καὶ ἀγαθὰ ἃ φεύγει τε καὶ διώκει. 'Αλλὰ τί τὸ πεποιηκὸσ τὴν κακίαν ταύτην καὶ πω̃σ εἰσ ἀρχὴν ἐκείνην καὶ αἰτίαν ἀνάξεισ; 'Ή πρω̃τον μὲν οὐκ ἔξω ὕλησ οὐδὲ καθ' αὑτὴν εἰ̃ναι ἡ ψυχὴ ἡ τοιαύτη. Μέμικται οὐ̃ν ἀμετρία̨ καὶ ἄμοιροσ εἴδουσ του̃ κοσμου̃ντοσ καὶ εἰσ μέτρον ἄγοντοσ: σώματι γὰρ ἐγκέκραται ὕλην ἔχοντι. 'Έπειτα δὲ καὶ τὸ λογιζόμενον εἰ βλάπτοιτο, ὁρα̃ν κωλύεται καὶ τοι̃σ πάθεσι καὶ τω̨̃ ἐπισκοτει̃σθαι τη̨̃ ὕλη̨ καὶ πρὸσ ὕλην νενευκέναι καὶ ὅλωσ οὐ πρὸσ οὐσίαν, ἀλλὰ πρὸσ γένεσιν ὁρα̃ν, ἡ̃σ ἀρχὴ ἡ ὕλησ φύσισοὕτωσ οὐ̃σα κακὴ ὡσ καὶ τὸ μήπω ἐν αὐτη̨̃, μόνον δὲ βλέψαν εἰσ αὐτήν, ἀναπιμπλάναι κακου̃ ἑαυτη̃σ. 'Άμοιροσ γὰρ παντελω̃σ οὐ̃σα ἀγαθου̃ καὶ στέρησισ τούτου καὶ ἄκρατοσ ἔλλειψισ ἐξομοιοι̃ ἑαυτη̨̃ πα̃ν ὅ τι ἂν αὐτη̃σ προσάψηται ὁπωσου̃ν. 'Η μὲν οὐ̃ν τελεία καὶ πρὸσ νου̃ν νεύουσα ψυχὴ ἀεὶ καθαρὰ καὶ ὕλην ἀπέστραπται καὶ τὸ ἀόριστον ἅπαν καὶ τὸ ἄμετρον καὶ κακὸν οὔτε ὁρα̨̃ οὔτε πελάζει: καθαρὰ οὐ̃ν μένει ὁρισθει̃σα νω̨̃ παντελω̃σ. 'Η δὲ μὴ μείνασα του̃το, ἀλλ' ἐξ αὐτη̃σ προελθου̃σα τω̨̃ μὴ τελείω̨ μηδὲ πρώτω̨ οἱ̃ον ἴνδαλμα ἐκείνησ τω̨̃ ἐλλείμματι καθόσον ἐνέλιπεν ἀοριστίασ πληρωθει̃σα σκότοσ ὁρα̨̃ καὶ ἔχει ἤδη ὕλην βλέπουσα εἰσ ὃ μὴ βλέπει, ὡσ λεγόμεθα ὁρα̃ν καὶ τὸ σκότοσ.

5. 'Αλλ' εἰ ἡ ἔλλειψισ του̃ ἀγαθου̃ αἰτία του̃ ὁρα̃ν καὶ συνει̃ναι τω̨̃ σκότει, τὸ κακὸν εἴη ἂν ἐν τη̨̃ ἐλλείψει [ἢ τω̨̃ σκότω̨] τη̨̃ ψυχη̨̃ καὶ πρω̃τον-δεύτερον δὲ ἔστω τὸ σκότοσ -καὶ ἡ φύσισ του̃ κακου̃ οὐκέτι ἐν τη̨̃ ὕλη̨, ἀλλὰ καὶ πρὸ τη̃σ ὕλησ. 'Ή οὐκ ἐν τη̨̃ ὁπωσου̃ν ἐλλείψει, ἀλλ' ἐν τη̨̃ παντελει̃ τὸ κακόν: τὸ γου̃ν ἐλλει̃πον ὀλίγω̨ του̃ ἀγαθου̃ οὐ κακόν, δύναται γὰρ καὶ τέλεον εἰ̃ναι ὡσ πρὸσ φύσιν τὴν αὑτου̃. 'Αλλ' ὅταν παντελω̃σ ἐλλείπη̨, ὅπερ ἐστὶν ἡ ὕλη, του̃το τὸ ὄντωσ κακὸν μηδεμίαν ἔχον ἀγαθου̃ μοι̃ραν. Οὐδὲ γὰρ τὸ εἰ̃ναι ἔχει ἡ ὕλη, ἵνα ἀγαθου̃ ταύτη̨ μετει̃χεν, ἀλλ' ὁμώνυμον αὐτη̨̃ τὸ εἰ̃ναι, ὡσ ἀληθὲσ εἰ̃ναι λέγειν αὐτὸ μὴ εἰ̃ναι. 'Η οὐ̃ν ἔλλειψισ ἔχει μὲν τὸ μὴ ἀγαθὸν εἰ̃ναι, ἡ δὲ παντελὴσ τὸ κακόν: ἡ δὲ πλείων τὸ πεσει̃ν εἰσ τὸ κακὸνδύνασθαι καὶ ἤδη κακόν. Τω̨̃ χρὴ τὸ κακὸν νοει̃σθαι μὴ τόδε τὸ κακόν, οἱ̃ον ἀδικίαν ἢ ἄλλην τινὰ κακίαν, ἀλλ' ἐκει̃νο ὃ οὐδὲν μέν πω τούτων, ταυ̃τα δὲ οἱ̃ον εἴδη ἐκείνου προσθήκαισ εἰδοποιούμενα: οἱ̃ον ἐν μὲν ψυχη̨̃ πονηρίαν καὶ ταύτησ αὐ̃ εἴδη ἢ ὕλη̨ περὶ ἥν, ἢ τοι̃σ μέρεσι τη̃σ ψυχη̃σ, ἢ τω̨̃ τὸ μὲν οἱ̃ον ὁρα̃ν εἰ̃ναι, τὸ δὲ ὁρμα̃ν ἢ πάσχειν. Εἰ δέ τισ θει̃το καὶ τὰ ἔξω ψυχη̃σ κακὰ εἰ̃ναι, πω̃σ ἐπ' ἐκείνην τὴν φύσιν ἀνάξει, οἱ̃ον νόσον, πενίαν; 'Ή νόσον μὲν ἔλλειψιν καὶ ὑπερβολὴν σωμάτων ἐνύλων τάξιν καὶ μέτρον οὐκ ἀνεχομένων, αἰ̃σχοσ δὲ ὕλην οὐ κρατηθει̃σαν εἴδει, πενίαν δὲ ἔνδειαν καὶ στέρησιν ὡ̃ν ἐν χρεία̨ ἐσμὲν διὰ τὴν ὕλην ἡ̨̃ συνεζεύγμεθα φύσιν ἔχουσαν χρησμοσύνην εἰ̃ναι. Εἰ δὴ ταυ̃τα ὀρθω̃σ λέγεται, οὐ θετέον ἡμα̃σ ἀρχὴν κακω̃ν εἰ̃ναι κακοὺσ παρ' αὐτω̃ν ὄντασ, ἀλλὰ πρὸ ἡμω̃ν ταυ̃τα: ἃ δ' ἂν ἀνθρώπουσ κατάσχη̨, κατέχειν οὐχ ἑκόντασ, ἀλλ' εἰ̃ναι μὲν <ἀποφυγὴν κακω̃ν> τω̃ν ἐν ψυχη̨̃ τοι̃σ δυνηθει̃σι, πάντασ δὲ οὐ δύνασθαι. ...Θεοι̃σ _δὲ ὕλησ παρούσησ τοι̃σ αἰσθητοι̃σ τὸ κακὸν μὴ παρει̃ναι, τὴν κακίαν ἣν ἄνθρωποι ἔχουσιν, ὅτι μηδ' ἀνθρώποισ ἅπασι: κρατει̃ν γὰρ αὐτη̃σ-ἀμείνουσ δέ, οἱ̃σ μὴ πάρεστι-καὶ τούτω̨ κρατει̃ν δὲ τω̨̃ μὴ ἐν ὕλω̨ ἐν αὐτοι̃σ ὄντι.

6. 'Επισκεπτέον δὲ καὶ πω̃σ λέγεται μὴ ἂν <ἀπολέσθαι τὰ κακά>, ἀλλ' εἰ̃ναι <ἐξ ἀνάγκησ>: καὶ <ἐν θεοι̃σ> μὲν οὐκ εἰ̃ναι, <περιπολει̃ν δὲ τὴν θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον> ἀεί. '~Αρ' οὐ̃ν οὕτωσ εἴρηται, ὡσ του̃ μὲν οὐρανου̃<καθαρου̃ κακω̃ν> ὄντοσ ἀεὶ ἐν τάξει ἰόντοσ καὶ κόσμω̨ φερομένου καὶ μήτε ἀδικίασ ἐκει̃ οὔσησ μήτε ἄλλησ κακίασ μήτε ἀδικου̃ντα ἄλληλα, κόσμω̨ δὲ φερόμενα, ἐν γη̨̃ δὲ τη̃σ ἀδικίασ καὶ τη̃σ ἀταξίασ οὔσησ; Του̃το γάρ ἐστιν ἡ θνητὴ φύσισ καὶ ὅδε ὁ τόποσ. 'Αλλὰ τὸ <ἐντευ̃θεν φεύγειν δει̃> οὐκέτι περὶ τω̃ν ἐπὶ γη̃σ λέγεται. <Φυγὴ> γάρ, φησιν, οὐ τὸ ἐκ γη̃σ ἀπελθει̃ν, ἀλλὰ καὶ ὄντα ἐπὶ γη̃σ <δίκαιον καὶ ὅσιον> εἰ̃ναι <μετὰ φρονήσεωσ>, ὡσ εἰ̃ναι τὸ λεγόμενον φεύγειν κακίαν δει̃ν, ὥστε τὰ κακὰ αὐτω̨̃ ἡ κακία καὶ ὅσα ἐκ κακίασ: καὶ του̃ προσδιαλεγομένου δὲ ἀναίρεσιν λέγοντοσ κακω̃ν ἔσεσθαι, <εἰ πείθοι τοὺσ ἀνθρώπουσ ἃ λέγει>, ὁ δέ φησι <μὴ δύνασθαι> του̃το γενέσθαι: τὰ γὰρ κακὰ εἰ̃ναι ἀνάγκη̨, ἐπείπερ <τοὐναντίον τι δει̃ εἰ̃ναι τω̨̃ ἀγαθω̨̃>. Τὴν μὲν οὐ̃ν κακίαν τὴν περὶ ἄνθρωπον πω̃σ οἱ̃όν τε ἐναντίον εἰ̃ναι ἐκείνω̨ τω̨̃ ἀγαθω̨̃; 'Εναντίον γὰρ του̃το τη̨̃ ἀρετη̨̃, αὕτη δὲ οὐ τὸ ἀγαθόν, ἀλλὰ ἀγαθόν, ὃ κρατει̃ν τη̃σ ὕλησ ποιει̃. 'Εκείνω̨ δὲ τω̨̃ ἀγαθω̨̃ πω̃σ ἄν τι εἴη ἐναντίον; Οὐ γὰρ δὴ ποιόν. Εἰ̃τα τίσ ἀνάγκη πανταχου̃, εἰ θάτερον τω̃ν ἐναντίων, καὶ θάτερον; 'Ενδεχέσθω μὲν γὰρ καὶ ἔστω γε καὶ τὸ ἐναντίον του̃ ἐναντίου αὐτω̨̃ ὄντοσ-οἱ̃ον ὑγιείασ οὔσησ ἐνδέχεται καὶ νόσον εἰ̃ναι- οὐ μὴν ἐξ ἀνάγκησ. 'Ή οὐκ ἀνάγκη λέγειν αὐτόν, ὡσ ἐπὶ παντὸσ ἐναντίου του̃το ἀληθέσ, ἀλλ' ἐπὶ του̃ ἀγαθου̃ εἴρηται. 'Αλλ' εἰ οὐσία τἀγαθόν, πω̃σ ἐστιν αὐτω̨̃ τι ἐναντίον; ἢ τω̨̃ ἐπέκεινα οὐσίασ; Τὸ μὲν οὐ̃ν μὴ εἰ̃ναι μηδὲν οὐσία̨ἐναντίον ἐπὶ τω̃ν καθ' ἕκαστα οὐσιω̃ν ἐστι πιστὸν τη̨̃ ἐπαγωγη̨̃ δεδειγμένον: ὅλωσ δὲ οὐσία̨ οὐκ ἔστι δεδειγμένον. 'Αλλὰ τί τη̨̃ καθόλου οὐσία̨ ἔσται ἐναντίον καὶ ὅλωσ τοι̃σ πρώτοισ; 'Ή τη̨̃ μὲν οὐσία̨ ἡ μὴ οὐσία, τη̨̃ δὲ ἀγαθου̃ φύσει ἥτισ ἐστὶ κακου̃ φύσισ καὶ ἀρχή: ἀρχαὶ γὰρ ἄμφω, ἡ μὲν κακω̃ν, ἡ δὲ ἀγαθω̃ν: καὶ πάντα τὰ ἐν τη̨̃ φύσει ἑκατέρα̨ ἐναντία: ὥστε καὶ τὰ ὅλα ἐναντία καὶ μα̃λλον ἐναντία ἢ τὰ ἄλλα. Τὰ μὲν γὰρ ἄλλα ἐναντία ἢ ἐν τω̨̃ αὐτω̨̃ εἴδει ὄντα ἢ ἐν τω̨̃ αὐτω̨̃ γένει καὶ κοινου̃ τινόσ ἐστι μετειληφότα ἐν οἱ̃σ ἐστιν: ὅσα δὲ χωρίσ ἐστι, καὶ ἃ τω̨̃ ἑτέρω̨ ἐστὶ συμπληρώσει του̃ ὅ ἐστι, τούτων τὰ ἐναντία ἐν τω̨̃ ἑτέρω̨ ἐστί, πω̃σ οὐ μάλιστα ἂν εἴη ἐναντία, εἴπερ ἐναντία τὰ πλει̃στον ἀλλήλων ἀφεστηκότα; Πέρατι δὴ καὶ μέτρω̨ καὶ [τὰ ἄλλα] ὅσα ἔνεστιν ἐν τη̨̃ θεία̨ φύσει, ἀπειρία καὶ ἀμετρία καὶ τὰ ἄλλα, ὅσα ἔχει ἡ κακὴ φύσισ, ἐναντία: ὥστε καὶ τὸ ὅλον τω̨̃ ὅλω̨ ἐναντίον. Καὶ τὸ εἰ̃ναι δὲ ψευδόμενον ἔχει καὶ πρώτωσ καὶ ὄντωσ ψευ̃δοσ: τω̨̃ δὲ τὸ εἰ̃ναι τὸ ἀληθω̃σ εἰ̃ναι: ὥστε καὶ ...καθὰ _τὸ ψευ̃δοσ τω̨̃ ἀληθει̃ ἐναντί ον καὶ τὸ [μὴ] κατ' οὐσίαν τω̨̃ κατ' οὐσίαν αὐτη̃σ ἐναντίον. 'Ώστε ἡμι̃ν ἀναπέφανται τὸ μὴ πανταχου̃ οὐσία̨ μηδὲν εἰ̃ναι ἐναντίον: ἐπεὶ καὶ ἐπὶ πυρὸσ καὶ ὕδατοσ ἐδεξάμεθα ἂν εἰ̃ναι ἐναντία, εἰ μὴ κοινὸν ἠ̃ν ἡ ὕλη ἐν αὐτοι̃σ, ἐφ' ἡ̃σ τὸ θερμὸν καὶ ξηρὸν καὶ ὑγρὸν καὶ ψυχρὸν συμβεβηκότα ἐγίνετο: εἰ δ' ἐπ' αὐτω̃ν ἠ̃ν μόνα τὴν οὐσίαν αὐτω̃ν συμπληρου̃ντα ἄνευτου̃ κοινου̃, ἐγίγνετο ἂν ἐναντίον καὶ ἐνταυ̃θα, οὐσία οὐσία̨ ἐναντίον. Τὰ ἄρα πάντη κεχωρισμένα καὶ μηδὲν ἔχοντα κοινὸν καὶ πλείστην ἀπόστασιν ἔχοντα ἐν τη̨̃ φύσει αὐτω̃ν ἐναντία: ἐπείπερ ἡ ἐναντίωσισ οὐχ ἡ̨̃ ποιόν τι οὐδὲ ὅλωσ ὁτιου̃ν γένοσ τω̃ν ὄντων, ἀλλ' ἡ̨̃ πλει̃στον ἀλλήλων κεχώρισται καὶ ἐξ ἀντιθέτων συνέστηκε καὶ τὰ ἐναντία ποιει̃.

7. 'Αλλὰ πω̃σ οὐ̃ν ἐξ ἀνάγκησ, εἰ τὸ ἀγαθόν, καὶ τὸ κακόν; '~Αρ' οὐ̃ν οὕτωσ ὅτι ἐν τω̨̃ παντὶ δει̃ τὴν ὕλην εἰ̃ναι; 'Εξ ἐναντίων γὰρ ἐξ ἀνάγκησ τόδε τὸ πα̃ν: ἢ οὐδ' ἂν εἴη μὴ ὕλησ οὔσησ. <Μεμιγμένη γὰρ οὐ̃ν δὴ ἡ του̃δε του̃ κόσμου> φύσισ <ἔκ τε νου̃ καὶ ἀνάγκησ>, καὶ ὅσα παρὰ θεου̃ εἰσ αὐτὸν ἥκει, ἀγαθά, τὰ δὲ κακὰ ἐκ τη̃σ ἀρχαίασ φύσεωσ, τὴν ὕλην λέγων τὴν ὑποκειμένην οὔπω κοσμηθει̃σαν [εἰ θεω̨̃το]. 'Αλλὰ πω̃σ <θνητὴν φύσιν>; Τὸ μὲν γὰρ <τόνδε τὸν τόπον> ἔστω δεικνύειν τὸ πα̃ν. 'Ή τὸ ἀλλ' <ἐπείπερ ἐγένεσθε, ἀθάνατοι μὲν οὔκ ἐστε, οὔτι γε μὴν λυθήσεσθε> δι' ἐμέ. Εἰ δὴ οὕτωσ, ὀρθω̃σ ἂν λέγοιτο <μὴ ἂν ἀπολέσθαι τὰ κακά>. Πω̃σ οὐ̃ν ἐκφεύξεται; Οὐ τω̨̃ τόπω̨, φησίν, ἀλλ' ἀρετὴν κτησάμενοσ καὶ του̃ σώματοσ αὑτὸν χωρίσασ: οὕτω γὰρ καὶ ὕλησ: ὡσ ὅ γε συνὼν τω̨̃ σώματι καὶ ὕλη̨ σύνεστι.Τὸ δὲ χωρίσαι καὶ μὴ δη̃λόν που αὐτὸσ ποιει̃: τὸ δ' <ἐν θεοι̃σ> εἰ̃ναι, ἐν τοι̃σ νοητοι̃σ: οὑ̃τοι γὰρ ἀθάνατοι. 'Έστι δὲ του̃ κακου̃ λαβει̃ν καὶ οὕτω τὴν ἀνάγκην. 'Επεὶ γὰρ οὐ μόνον τὸ ἀγαθόν, ἀνάγκη τη̨̃ ἐκβάσει τη̨̃ παρ' αὐτό, ἤ, εἰ οὕτω τισ ἐθέλοι λέγειν, τη̨̃ ἀεὶ ὑποβάσει καὶ ἀποστάσει, τὸ ἔσχατον, καὶ μεθ' ὃ οὐκ ἠ̃ν ἔτι γενέσθαι ὁτιου̃ν, του̃το εἰ̃ναι τὸ κακόν. 'Εξ ἀνάγκησ δὲ εἰ̃ναι τὸ μετὰ τὸ πρω̃τον, ὥστε καὶ τὸ ἔσχατον: του̃το δὲ ἡ ὕλη μηδὲν ἔτι ἔχουσα αὐτου̃. Καὶ αὕτη ἡ ἀνάγκη του̃ κακου̃.

8. εἰ δέ τισ λέγοι μὴ διὰ τὴν ὕλην ἡμα̃σ γενέσθαι κακούσ-μήτε γὰρ τὴν ἄγνοιαν διὰ τὴν ὕλην εἰ̃ναι μήτε τὰσ ἐπιθυμίασ τὰσ πονηράσ: καὶ γάρ, εἰ διὰ σώματοσ κακίαν ἡ σύστασισ γίνοιτο, μὴ τὴν ὕλην, ἀλλὰ τὸ εἰ̃δοσ ποιει̃ν, οἱ̃ον θερμότητασ, ψυχρότητασ, πικρόν, ἁλμυρὸν καὶ ὅσα χυμω̃ν εἴδη, ἔτι πληρώσεισ, κενώσεισ, καὶ πληρώσεισ οὐχ ἁπλω̃σ, ἀλλὰ πληρώσεισ τοιω̃νδε, καὶ ὅλωσ τὸ τοιόνδε εἰ̃ναι τὸ ποιου̃ν τὴν διαφορὰν τω̃ν ἐπιθυμιω̃ν καί, εἰ βούλει, δοξω̃ν ἐσφαλμένων, ὥστε τὸ εἰ̃δοσ μα̃λλον ἢ τὴν ὕλην τὸ κακὸν εἰ̃ναι-, καὶ οὑ̃τοσ οὐδὲν ἡ̃ττον τὴν ὕλην συγχωρει̃ν ἀναγκασθήσεται τὸ κακὸν εἰ̃ναι. 'Ά τε γὰρ ποιει̃ ἡ ἐν ὕλη̨ ποιότησ, οὐ χωρὶσ οὐ̃σα ποιει̃, ὥσπερ οὐδὲ τὸ σχη̃μα του̃ πελέκεωσ ἄνευ σιδήρου ποιει̃: εἰ̃τα καὶ τὰ ἐν τη̨̃ ὕλη̨ εἴδη οὐ ταὐτά ἐστιν, ἅπερ ἠ̃ν, εἰ ἐφ' αὑτω̃ν ὑπη̃ρχεν, ἀλλὰ λόγοι ἔνυλοι φθαρέντεσ ἐν ὕλη̨ καὶ τη̃σ φύσεωσ τη̃σἐκείνησ ἀναπλησθέντεσ: οὐδὲ γὰρ τὸ πυ̃ρ αὐτὸ καίει οὐδὲ ἄλλο τι τω̃ν ἐφ' ἑαυτω̃ν ταυ̃τα ἐργάζεται, ἃ ἐν τη̨̃ ὕλη̨ γενόμενα λέγεται ποιει̃ν. Γενομένη γὰρ κυρία του̃ εἰσ αὐτὴν ἐμφαντασθέντοσ φθείρει αὐτὸ καὶ διόλλυσι τὴν αὐτη̃σ παραθει̃σα φύσιν ἐναντίαν οὐ̃σαν, οὐ τω̨̃ θερμω̨̃ τὸ ψυχρὸν προσφέρουσα, ἀλλὰ τω̨̃ εἴδει του̃ θερμου̃ τὸ αὐτη̃σ ἀνείδεον προσάγουσα καὶ τὴν ἀμορφίαν τη̨̃ μορφη̨̃ καὶ ὑπερβολὴν καὶ ἔλλειψιν τω̨̃ μεμετρημένω̨, ἕωσ ἂν αὐτὸ ποιήση̨ αὐτη̃σ, ἀλλὰ μὴ αὐτου̃ ἔτι εἰ̃ναι, ὥσπερ ἐν τροφη̨̃ ζώ̨ων τὸ εἰσενεχθὲν μηκέτι εἰ̃ναι ὅπερ προσελήλυθεν, ἀλλ' αἱ̃μα κυνὸσ καὶ πα̃ν κύνιον, καὶ χυμοὶ πάντεσ ἅπερ του̃ δεξαμένου ἐκείνου. Εἰ δὴ σω̃μα αἴτιον τω̃ν κακω̃ν, ὕλη ἂν εἴη καὶ ταύτη̨ αἴτιον τω̃ν κακω̃ν. 'Αλλὰ κρατει̃ν ἔδει, ἄλλοσ ἂν εἴποι. 'Αλλ' οὐ καθαρὸν τὸ δυνάμενον κρατει̃ν, εἰ μὴ φύγοι. Καὶ σφοδρότεραι δὲ αἱ ἐπιθυμίαι κράσει τοια̨̃δε σωμάτων, ἄλλαι δὲ ἄλλων, ὥστε μὴ κρατει̃ν τὸ ἐν ἑκάστω̨, ἀμβλύτεροι δὲ καὶ πρὸσ τὸ κρίνειν διὰ σωμάτων κάκην κατεψυγμένοι καὶ ἐμπεποδισμένοι, αἱ δ' ἐναντίαι ποιου̃σιν ἀνερματίστουσ. Μαρτυρου̃σι δὲ ταυ̃τα καὶ αἱ πρὸσ καιρὸν ἕξεισ. Πλήρεισ μὲν γὰρ ἄλλοι καὶ ται̃σ ἐπιθυμίαισ καὶ ται̃σ διανοίαισ, κενοὶ δὲ ἄλλοι, καὶ ταδὶ πληρωθέντεσ ἄλλοι, ταδὶ δὲ ἄλλοι. 'Έστω δὴ πρώτωσ μὲν τὸ ἄμετρον κακόν, τὸ δ' ἐν ἀμετρία̨ γενόμενον ἢ ὁμοιώσει ἢ μεταλήψει τω̨̃ συμβεβηκέναι αὐτω̨̃ δευτέρωσ κακόν: καὶ πρώτωσ μὲν τὸ σκότοσ, τὸ δὲ ἐσκοτισμένονδευτέρωσ ὡσαύτωσ. Κακία δὴ ἄγνοια οὐ̃σα καὶ ἀμετρία περὶ ψυχὴν δευτέρωσ κακὸν καὶ οὐκ αὐτοκακόν: οὐδὲ γὰρ ἀρετὴ πρω̃τον ἀγαθόν, ἀλλ' ὅ τι ὡμοίωται ἢ μετείληφεν αὐτου̃.

9. τίνι οὐ̃ν ἐγνωρίσαμεν ταυ̃τα; Καὶ πρω̃τον κακίαν τίνι; 'Αρετὴν μὲν γὰρ νω̨̃ αὐτω̨̃ καὶ φρονήσει: αὑτὴν γὰρ γνωρίζει: κακίαν δὲ πω̃σ; 'Ή ὥσπερ κανόνι τὸ ὀρθὸν καὶ μή, οὕτω καὶ τὸ μὴ ἐναρμόζον τη̨̃ ἀρετη̨̃ [κακίαν]. Βλέποντεσ οὐ̃ν αὐτὸ ἢ μὴ βλέποντεσ, τὴν κακίαν λέγω; 'Ή τὴν μὲν παντελη̃ κακίαν οὐ βλέποντεσ: καὶ γὰρ ἄπειρον: ἀφαιρέσει οὐ̃ν τὸ μηδαμου̃ του̃το: τὴν δὲ μὴ παντελη̃ τω̨̃ ἐλλείπειν τούτω̨. Μέροσ οὐ̃ν ὁρω̃ντεσ τω̨̃ παρόντι μέρει τὸ ἀπὸν λαμβάνοντεσ, ὅ ἐστι μὲν ἐν τω̨̃ ὅλω̨ εἴδει, ἐκει̃ δὲ ἄπεστιν, οὕτω κακίαν λέγομεν, ἐν ἀορίστω̨ τὸ ἐστερημένον καταλιπόντεσ. Καὶ δὴ ἐπὶ τη̃σ ὕλησ οἱ̃ον αἰσχρόν τι πρόσωπον ἰδόντεσ, οὐ κρατήσαντοσ ἐν αὐτω̨̃ του̃ λόγου, ὥστε κρύψαι τὸ τη̃σ ὕλησ αἰ̃σχοσ, αἰσχρὸν φανταζόμεθα τη̨̃ του̃ εἴδουσ ἐλλείψει. 'Ό δὲ μηδαμη̨̃ εἴδουσ τετύχηκε, πω̃σ; 'Ή τὸ παράπαν [πα̃ν] εἰ̃δοσ ἀφαιρου̃ντεσ [πα̃ν εἰ̃δοσ], ὡ̨̃ μὴ ταυ̃τα πάρεστι, λέγομεν εἰ̃ναι ὕλην, ἀμορφίαν καὶ αὐτοὶ ἐν ἡμι̃ν λαβόντεσ ἐν τω̨̃ πα̃ν εἰ̃δοσ ἀφελει̃ν, εἰ ἐμέλλομεν ὕλην θεάσασθαι. Διὸ καὶ νου̃σ ἄλλοσ οὑ̃τοσ, οὐ νου̃σ, τολμήσασ ἰδει̃ν τὰ μὴ αὐτου̃. 'Ώσπερ ὄμμα ἀποστη̃σαν αὑτὸ φωτόσ, ἵνα ἴδη̨ τὸ σκότοσ καὶ μὴ ἴδη̨-τὸ καταλιπει̃ν τὸ φω̃σ, ἵναἴδη̨ τὸ σκότοσ, μεθ' οὑ̃ οὐκ ἠ̃ν ἰδει̃ν αὐτό: οὐδ' αὐ̃ ἄνευ του οἱ̃όν τε ἠ̃ν ἰδει̃ν, ἀλλὰ μὴ ἰδει̃ν-ἵνα γένηται αὐτω̨̃ ὡσ οἱ̃όν τε ἰδει̃ν, οὕτωσ οὐ̃ν καὶ νου̃σ, εἴσω αὑτου̃ τὸ αὑτου̃ καταλιπὼν φω̃σ καὶ οἱ̃ον ἔξω αὑτου̃ προελθὼν εἰσ τὰ μὴ αὑτου̃ ἐλθών, μὴ ἐπαγόμενοσ τὸ ἑαυτου̃ φω̃σ ἔπαθε τοὐναντίον ἤ ἐστιν, ἵν' ἴδη̨ τὸ αὐτω̨̃ ἐναντίον.

10. καὶ ταυ̃τα μὲν ταύτη̨. 'Άποιοσ δὲ οὐ̃σα πω̃σ κακή; 'Ή ἄποιοσ λέγεται τω̨̃ μηδὲν ἔχειν αὐτὴ ἐφ' ἑαυτη̃σ τούτων τω̃ν ποιοτήτων ἃσ δέξεται καὶ ἐν αὐτη̨̃ ὡσ ὑποκειμένω̨ ἔσονται, οὐ μὴν οὕτωσ, ὡσ μηδεμίαν φύσιν ἔχειν. Εἰ δὴ ἔχει τινὰ φύσιν, ταύτην τὴν φύσιν τί κωλύει κακὴν εἰ̃ναι, οὐχ οὕτω δὲ κακήν, ὡσ ποιόν; 'Επειδὴ καὶ τὸ ποιὸν του̃τό ἐστι, καθ' ὃ ἕτερον ποιὸν λέγεται. Συμβεβηκὸσ οὐ̃ν τὸ ποιὸν καὶ ἐν ἄλλω̨: ἡ δὲ ὕλη οὐκ ἐν ἄλλω̨, ἀλλὰ τὸ ὑποκείμενον, καὶ τὸ συμβεβηκὸσ περὶ αὐτό. Του̃ οὐ̃ν ποιου̃ του̃ φύσιν συμβεβηκότοσ ἔχοντοσ οὐ τυχου̃σα ἄποιοσ λέγεται. Εἰ τοίνυν καὶ ἡ ποιότησ αὐτὴ ἄποιοσ, πω̃σ ἡ ὕλη οὐ δεξαμένη ποιότητα ποιὰ ἂν λέγοιτο; 'Ορθω̃σ ἄρα λέγεται καὶ ἄποιοσ εἰ̃ναι καὶ κακή: οὐ γὰρ λέγεται κακὴ τω̨̃ ποιότητα ἔχειν, ἀλλὰ μα̃λλον τω̨̃ ποιότητα μὴ ἔχειν, ἵνα μὴ ἠ̃ν ἴσωσ κακὴ εἰ̃δοσ οὐ̃σα, ἀλλὰ μὴ ἐναντία τω̨̃ εἴδει φύσισ.

11. 'Αλλ' ἡ ἐναντία τω̨̃ εἴδει παντὶ φύσισ στέρησισ: στέρησισ δὲ ἀεὶ ἐν ἄλλω̨ καὶ ἐπ' αὐτη̃σ οὐχ ὑπόστασισ:ὥστε τὸ κακὸν εἰ ἐν στερήσει, ἐν τω̨̃ ἐστερημένω̨ εἴδουσ τὸ κακὸν ἔσται: ὥστε καθ' ἑαυτὸ οὐκ ἔσται. Εἰ οὐ̃ν ἐν τη̨̃ ψυχη̨̃ ἔσται κακόν, ἡ στέρησισ ἐν αὐτη̨̃ τὸ κακὸν καὶ ἡ κακία ἔσται καὶ οὐδὲν ἔξω. 'Επεὶ καὶ ἄλλοι λόγοι τὴν ὕλην ὅλωσ ἀναιρει̃ν ἀξιου̃σιν, οἱ δὲ οὐδ' αὐτὴν κακὴν εἰ̃ναι οὐ̃σαν. Οὐδὲν οὐ̃ν δει̃ ἄλλοθι ζητει̃ν τὸ κακόν, ἀλλὰ θέμενον ἐν ψυχη̨̃ οὕτω θέσθαι ἀπουσίαν ἀγαθου̃ εἰ̃ναι. 'Αλλ' εἰ ἡ στέρησισ ἐπιβάλλοντόσ ἐστι παρει̃ναι εἴδουσ τινόσ, εἰ του̃ ἀγαθου̃ στέρησισ ἐν ψυχη̨̃, τὴν δὲ κακίαν ἐν αὐτη̨̃ ποιει̃ τω̨̃ λόγω̨ τω̨̃ ἑαυτη̃σ, ἡ ψυχὴ οὐδὲν ἔχει ἀγαθόν: οὐ τοίνυν οὐδὲ ζωὴν οὐ̃σα ψυχή. 'Άψυχον ἄρα ἔσται ἡ ψυχή, εἴπερ μηδὲ ζωήν: ὥστε ψυχὴ οὐ̃σα οὐκ ἔσται ψυχή. 'Έχει ἄρα τω̨̃ ἑαυτη̃σ λόγω̨ ζωήν: ὥστε οὐ στέρησιν ἔχει τὴν του̃ ἀγαθου̃ παρ' αὐτη̃σ. 'Αγαθοειδὲσ ἄρα ἔχουσά τι ἀγαθὸν νου̃ ἴχνοσ καὶ οὐ κακὸν παρ' αὐτη̃σ: οὐκ ἄρα οὐδὲ πρώτωσ κακὸν οὐδὲ συμβεβηκόσ τι αὐτη̨̃ τὸ πρώτωσ κακόν, ὅτι μηδὲ ἄπεστιν αὐτη̃σ πα̃ν τὸ ἀγαθόν.

12. τί οὐ̃ν, εἰ μὴ παντελη̃ στέρησιν λέγοι ἀγαθου̃ τὴν κακίαν καὶ τὸ κακὸν τὸ ἐν ψυχη̨̃, ἀλλά τινα στέρησιν ἀγαθου̃; 'Αλλ' εἰ του̃το, τὸ μὲν ἔχουσα, του̃ δὲ ἐστερημένη, μικτὴν ἕξει τὴν ...διάθεσιν _καὶ οὐκ ἄκρατον τὸ κακόν, καὶ οὔπω εὕρηται τὸ πρω̃τον καὶ ἄκρατον κακόν: καὶ τὸ μὲν ἀγαθὸν τη̨̃ ψυχη̨̃ ἔσται ἐν οὐσία̨, συμβεβηκὸσ δέ τι τὸ κακόν.

13. εἰ μὴ ἄρα τούτω̨ κακὸν ἡ̨̃ ἐμπόδιον, ὥσπερ ὀφθαλμω̨̃πρὸσ τὸ βλέπειν. 'Αλλ' οὕτω ποιητικὸν κακου̃ ἔσται τὸ κακὸν αὐτοι̃σ, καὶ οὕτω ποιητικόν, ὡσ ἑτέρου του̃ κακου̃ αὐτου̃ ὄντοσ. Εἰ οὐ̃ν ἡ κακία ἐμπόδιον τη̨̃ ψυχη̨̃, ποιητικὸν κακου̃, ἀλλ' οὐ τὸ κακὸν ἡ κακία ἔσται: καὶ ἡ ἀρετὴ δὲ οὐ τὸ ἀγαθόν, ἀλλ' ἢ ὡσ συνεργόν: ὥστε, εἰ μὴ ἡ ἀρετὴ τὸ ἀγαθόν, οὐδ' ἡ κακία τὸ κακόν. Εἰ̃τα καὶ ἡ ἀρετὴ οὐκ αὐτὸ τὸ καλὸν οὐδ' αὐτοαγαθόν: οὐ τοίνυν οὐδ' ἡ κακία αὐτὸ τὸ αἰσχρὸν οὐδ' αὐτοκακόν. 'Έφαμεν δὲ τὴν ἀρετὴν οὐκ αὐτοκαλὸν οὐδ' αὐτοαγαθόν, ὅτι πρὸ αὐτη̃σ καὶ ἐπέκεινα αὐτη̃σ αὐτοκαλὸν καὶ αὐτοαγαθόν: καὶ μεταλήψει πωσ ἀγαθὸν καὶ καλόν. 'Ωσ οὐ̃ν ἀπὸ τη̃σ ἀρετη̃σ ἀναβαίνοντι τὸ καλὸν καὶ τὸ ἀγαθόν, οὕτω καὶ ἀπὸ τη̃σ κακίασ καταβαίνοντι τὸ κακὸν αὐτό, ἀρξαμένω̨ μὲν ἀπὸ τη̃σ κακίασ. Θεωρου̃ντι μὲν ἡ θεωρία ἥτισ ἐστὶ του̃ κακου̃ αὐτου̃, γινομένω̨ δὲ ἡ μετάληψισ αὐτου̃: γίνεται γὰρ παντάπασιν ἐν <τω̨̃ τη̃σ ἀνομοιότητοσ τόπω̨>, ἔνθα δὺσ εἰσ αὐτὴν εἰσ <βόρβορον> σκοτεινὸν ἔσται πεσών: ἐπεὶ καὶ εἰ παντελω̃σ εἴη ἡ ψυχὴ εἰσ παντελη̃ κακίαν, οὐκέτι κακίαν ἔχει, ἀλλ' ἑτέραν φύσιν τὴν χείρω ἠλλάξατο: ἔτι γὰρ ἀνθρωπικὸν ἡ κακία μεμιγμένη τινὶ ἐναντίω̨. 'Αποθνή̨σκει οὐ̃ν, ὡσ ψυχὴ ἂν θάνοι, καὶ ὁ θάνατοσ αὐτη̨̃ καὶ ἔτι ἐν τω̨̃ σώματι βεβαπτισμένη̨ ἐν ὕλη̨ ἐστὶ καταδυ̃ναι καὶ πλησθη̃ναι αὐτη̃σ καὶ ἐξελθούση̨ ἐκει̃ κει̃σθαι, ἕωσ ἀναδράμη̨ καὶ ἀφέλη̨ πωσ τὴν ὄψιν ἐκ του̃ βορβόρου: καὶ του̃τό ἐστι τὸ ἐν <'Άιδου ἐλθόντα ἐπικαταδαρθει̃ν>.

14. εἰ δέ τισ ἀσθένειαν ψυχη̃σ τὴν κακίαν λέγοι- εὐπαθη̃ γου̃ν καὶ εὐκίνητον εἰ̃ναι τὴν κακὴν ἀπὸ παντὸσ εἰσ ἅπαν κακὸν φερομένην, εὐκίνητον μὲν εἰσ ἐπιθυμίασ, εὐερέθιστον δὲ εἰσ ὀργάσ, προπετη̃ δὲ εἰσ συγκαταθέσεισ, καὶ ται̃σ ἀμυδραι̃σ φαντασίαισ εἴκουσαν ῥα̨δίωσ, οἱ̃α τὰ ἀσθενέστατα τω̃ν τέχνη̨ ἢ φύσει πεποιημένων, ἃ ῥα̨δίαν ἔχει ὑπό τε πνευμάτων ὑπό τε εἱλήσεων τὴν φθοράν- ἄξιον ἂν εἴη ζητει̃ν, τίσ καὶ πόθεν ἡ ἀσθένεια τη̨̃ ψυχη̨̃. Οὐ γὰρ δή, ὥσπερ ἐπὶ τω̃ν σωμάτων, οὕτω καὶ ἐπὶ τη̃σ ψυχη̃σ τὸ ἀσθενέσ: ἀλλ' ὥσπερ ἐκει̃ ἡ πρὸσ τὸ ἔργον ἀδυναμία καὶ τὸ εὐπαθέσ, οὕτω καὶ ἐνταυ̃θα ἀναλογία̨ τὸ τη̃σ ἀσθενείασ ἔσχε προσηγορίαν: εἰ μὴ ταύτη̨ εἴη τὸ αὐτὸ αἴτιον ἡ ὕλη τη̃σ ἀσθενείασ. 'Αλλὰ προσιτέον ἐγγὺσ τω̨̃ λόγω̨, τί τὸ αἴτιον ἐν τω̨̃ λεγομένω̨ ἀσθενει̃ τη̃σ ψυχη̃σ: οὐ γὰρ δὴ πυκνότητεσ ἢ ἀραιότητεσ οὐδ' αὐ̃ ἰσχνότητεσ ἢ παχύτητεσ ἢ νόσοσ, ὥσπερ τισ πυρετόσ, ἀσθενη̃ ἐποίησε ψυχὴν εἰ̃ναι. 'Ανάγκη δὴ τὴν τοιαύτην ἀσθένειαν ψυχη̃σ ἢ ἐν ται̃σ χωρισται̃σ παντελω̃σ ἢ ἐν ται̃σ ἐνύλοισ ἢ ἐν ἀμφοτέραισ εἰ̃ναι. Εἰ δὴ μὴ ἐν ται̃σ χωρὶσ ὕλησ-καθαραὶ γὰρ πα̃σαι καὶ τὸ λεγόμενον <ἐπτερωμέναι καὶ τέλειοι> καὶ τὸ ἔργον αὐται̃σ ἀνεμπόδιστον-λοιπὸν ἐν ται̃σ πεσούσαισ εἰ̃ναι τὴν ἀσθένειαν, ται̃σ οὐ καθαραι̃σ οὐδὲ κεκαθαρμέναισ, καὶ ἡ ἀσθένεια αὐται̃σ εἴη ἂν οὐκ ἀφαίρεσισ τινόσ, ἀλλὰἀλλοτρίου παρουσία, ὥσπερ φλέγματοσ ἢ χολη̃σ ἐν σώματι. Του̃ δὲ πτώματοσ τὸ αἴτιον ψυχη̨̃ σαφέστερον λαμβάνουσι καὶ ὡσ προσήκει λαβει̃ν καταφανὲσ ἔσται τὸ ζητούμενον ἡ ψυχη̃σ ἀσθένεια. 'Έστιν ἐν τοι̃σ οὐ̃σιν ὕλη, ἔστι δὲ καὶ ψυχή, καὶ οἱ̃ον τόποσ εἱ̃σ τισ. Οὐ γὰρ χωρὶσ μὲν ὁ τόποσ τη̨̃ ὕλη̨, χωρὶσ δὲ αὐ̃ ὁ τη̃σ ψυχη̃σ-οἱ̃ον ὁ μὲν ἐν γη̨̃ τη̨̃ ὕλη̨, ὁ δὲ ἐν ἀέρι τη̨̃ ψυχη̨̃-ἀλλ' ὁ τόποσ τη̨̃ ψυχη̨̃ χωρὶσ τὸ μὴ ἐν ὕλη̨: του̃το δὲ τὸ μὴ ἑνωθη̃ναι τη̨̃ ὕλη̨: του̃το δὲ τὸ μὴ ἕν τι ἐξ αὐτη̃σ καὶ ὕλησ γενέσθαι: του̃το δὲ τὸ μὴ ἐν ὑποκειμένω̨ τη̨̃ ὕλη̨ γενέσθαι: καὶ του̃τό ἐστι τὸ χωρὶσ εἰ̃ναι. Δυνάμεισ δὲ ψυχη̃σ πολλαὶ καὶ ἀρχὴν καὶ μέσα καὶ ἔσχατα ψυχὴ ἔχει: ὕλη δὲ παρου̃σα προσαιτει̃ καὶ οἱ̃ον καὶ ἐνοχλει̃ καὶ εἰσ τὸ εἴσω παρελθει̃ν θέλει: <πα̃σ> δὲ <ὁ χω̃ροσ ἱερὸσ> καὶ οὐδέν ἐστιν ὃ ἄμοιρόν ἐστι ψυχη̃σ. 'Ελλάμπεται οὐ̃ν ὑποβάλλουσα ἑαυτὴν καὶ ἀφ' οὑ̃ μὲν ἐλλάμπεται οὐ δύναται λαβει̃ν: οὐ γὰρ ἀνέχεται αὐτὴν ἐκει̃νο καίτοι παρου̃σαν, ὅτι μὴ ὁρα̨̃ διὰ κάκην. Τὴν δὲ ἔλλαμψιν καὶ τὸ ἐκει̃θεν φω̃σ ἐσκότωσε τη̨̃ μίξει καὶ ἀσθενὲσ πεποίηκε τὴν γένεσιν αὐτὴ παρασχου̃σα καὶ τὴν αἰτίαν του̃ εἰσ αὐτὴν ἐλθει̃ν: οὐ γὰρ ἂν ἠ̃λθε τω̨̃ μὴ παρόντι. Καὶ του̃τό ἐστι πτω̃μα τη̃σ ψυχη̃σ τὸ οὕτωσ ἐλθει̃ν εἰσ ὕλην καὶ ἀσθενει̃ν, ὅτι πα̃σαι αἱ δυνάμεισ οὐ πάρεισιν εἰσ ἐνέργειαν κωλυούσησ ὕλησ παρει̃ναι τω̨̃ τὸν τόπον ὃν κατέχει αὐτὴ καταλαβει̃ν καὶ οἱ̃ον <συσπειραθη̃ναι> ποιη̃σαι ἐκείνην, ὃ δ' ἔλαβεν οἱ̃ον κλέψασα ποιη̃σαι κακὸν εἰ̃ναι, ἕωσ ἂν δυνηθη̨̃ ἀναδρ 45;μει̃ν. 'Ύλη τοίνυν καὶ ἀσθενείασ ψυχη̨̃ αἰτία καὶ κακίασ αἰτία. Πρότερον ἄρα κακὴ αὐτὴ καὶ πρω̃τον κακόν: καὶ γὰρ εἰ αὐτὴ ἡ ψυχὴ τὴν ὕλην ἐγέννησε παθου̃σα, καὶ εἰ ἐκοινώνησεν αὐτη̨̃ καὶ ἐγένετο κακή, ἡ ὕλη αἰτία παρου̃σα: οὐ γὰρ ἂν ἐγένετο εἰσ αὐτὴν μὴ τη̨̃ παρουσία̨ αὐτη̃σ τὴν γένεσιν λαβου̃σα.

15. εἰ δέ τισ τὴν ὕλην μή φησιν εἰ̃ναι, δεικτέον αὐτω̨̃ ἐκ τω̃ν περὶ ὕλησ λόγων τὴν ἀνάγκην τη̃σ ὑποστάσεωσ αὐτη̃σ διὰ πλειόνων ἐκει̃ περὶ τούτου εἰρημένου. Κακὸν δὲ εἴ τισ λέγοι τὸ παράπαν ἐν τοι̃σ οὐ̃σι μὴ εἰ̃ναι, ἀνάγκη αὐτω̨̃ καὶ τὸ ἀγαθὸν ἀναιρει̃ν καὶ μηδὲ ὀρεκτὸν μηδὲν εἰ̃ναι: μὴ τοίνυν μηδὲ ὄρεξιν μηδ' αὐ̃ ἔκκλισιν μηδὲ νόησιν: ἡ γὰρ ὄρεξισ ἀγαθου̃, ἡ δὲ ἔκκλισισ κακου̃, ἡ δὲ νόησισ καὶ ἡ φρόνησισ ἀγαθου̃ ἐστι καὶ κακου̃, καὶ αὐτὴ ἕν τι τω̃ν ἀγαθω̃ν. Εἰ̃ναι μὲν οὐ̃ν δει̃ καὶ ἀγαθὸν καὶ ἄμικτον ἀγαθόν, τὸ δὲ μεμιγμένον ἤδη ἐκ κακου̃ καὶ ἀγαθου̃, καὶ πλείονοσ του̃ κακου̃ μεταλαβὸν ἤδη καὶ αὐτὸ συντελέσαν ἐκείνω̨ [ὁ] ἐν τω̨̃ ὅλω̨ κακόν, ἐλάττονοσ δέ, ἡ̨̃ ἠλάττωται, τω̨̃ ἀγαθω̨̃. 'Επεὶ ψυχη̨̃ τί ἂν εἴη κακόν; 'Ή τίνι ἂν μὴ ἐφαψαμένη̨ τη̃σ φύσεωσ τη̃σ χείρονοσ; 'Επεὶ οὐδ' ἐπιθυμίαι οὐδ' αὐ̃ λυ̃παι, οὐ θυμοί, οὐ φόβοι: καὶ γὰρ φόβοι τω̨̃ συνθέτω̨, μὴλυθη̨̃, καὶ λυ̃παι καὶ ἀλγηδόνεσ λυομένου: ἐπιθυμίαι δὲ ἐνοχλου̃ντόσ τινοσ τη̨̃ συστάσει ἤ, ἵνα μὴ ἐνοχλη̨̃, ἴασιν προνοουμένου. Φαντασία δὲ πληγὴ ἀλόγου ἔξωθεν: δέχεται δὲ τὴν πληγὴν διὰ του̃ οὐκ ἀμερου̃σ: καὶ δόξαι ψευδει̃σ ἔξω γενομένη̨ του̃ ἀληθου̃σ αὐτου̃: ἔξω δὲ γίνεται τω̨̃ μὴ εἰ̃ναι καθαρά. 'Η δὲ πρὸσ νου̃ν ὄρεξισ ἄλλο: συνει̃ναι γὰρ δει̃ μόνον καὶ ἐν αὐτω̨̃ ἱδρυμένην, οὐ νεύσασαν εἰσ τὸ χει̃ρον. Τὸ δὲ κακὸν οὐ μόνον ἐστὶ κακὸν διὰ δύναμιν ἀγαθου̃ καὶ φύσιν: ἐπείπερ ἐφάνη ἐξ ἀνάγκησ, περιληφθὲν δεσμοι̃σ τισι καλοι̃σ, οἱ̃α δεσμω̃ταί τινεσ χρυσω̨̃, κρύπτεται τούτοισ, ἵν' ἀμου̃σα μὴ ὁρω̨̃το τοι̃σ θεοι̃σ, καὶ ἄνθρωποι ἔχοιεν μὴ ἀεὶ τὸ κακὸν βλέπειν, ἀλλ' ὅταν καὶ βλέπωσιν, εἰδώλοισ του̃ καλου̃ εἰσ ἀνάμνησιν συνω̃σιν.

I.9

1. οὐκ ἐξάξεισ, ἵνα μὴ ἐξίη̨: ἐξελεύσεται γὰρ ἔχουσά τι, ἵνα καὶ ἐξέλθη̨, τό τε ἐξελθει̃ν ἐστι μεταβη̃ναι εἰσ ἄλλον τόπον. 'Αλλὰ μένει τὸ σω̃μα ἀποστη̃ναι πα̃ν αὐτη̃σ, ὅτε μὴ δει̃ται μετελθει̃ν, ἀλλ' ἔστι πάντη ἔξω. Πω̃σ οὐ̃νἀφίσταται τὸ σω̃μα; 'Όταν μηδὲν ἔτι δεδεμένον ἠ̨̃ τη̃σ ψυχη̃σ, ἀδυνατου̃ντοσ ἔτι του̃ σώματοσ συνδει̃ν, τη̃σ ἁρμονίασ αὐτου̃ οὐκέτ' οὔσησ, ἣν ἔχον εἰ̃χε τὴν ψυχήν. Τί οὐ̃ν, εἰ μηχανήσαιτό τισ λυθη̃ναι τὸ σω̃μα; 'Ή ἐβιάσατο καὶ ἀπέστη αὐτόσ, οὐκ ἐκει̃νο ἀφη̃κε: καὶ ὅτε λύει, οὐκ ἀπαθήσ, ἀλλ' ἢ δυσχέρανσισ ἢ λύπη ἢ θυμόσ: δει̃ δὲ μηδὲν πράττειν. Εἰ οὐ̃ν ἀρχὴν αἴσθοιτο του̃ ληρει̃ν; 'Ή τάχα μὲν οὐ περὶ σπουδαι̃ον: εἰ δὲ καὶ γένοιτο, τάττοιτ' ἂν ἐν τοι̃σ ἀναγκαίοισ του̃το καὶ ἐκ περιστάσεωσ αἱρετοι̃σ, οὐχ ἁπλω̃σ αἱρετοι̃σ. Καὶ γὰρ ἡ τω̃ν φαρμάκων προσαγωγὴ πρὸσ ἔξοδον ψυχη̃σ τάχα ἂν ψυχη̨̃ οὐ πρόσφοροσ. Καὶ εἰ εἱμαρμένοσ χρόνοσ ὁ δοθεὶσ ἑκάστω̨, πρὸ τούτου οὐκ εὐτυχέσ, εἰ μή, ὥσπερ φαμέν, ἀναγκαι̃ον. Εἰ δέ, οἱ̃οσ ἕκαστοσ ἔξεισι, ταύτην ἴσχει ἐκει̃ τάξιν, εἰσ τὸ προκόπτειν οὔσησ ἐπιδόσεωσ οὐκ ἐξακτέον.