II.1

1. τὸν κόσμον ἀεὶ λέγοντεσ καὶ πρόσθεν εἰ̃ναι καὶ ἔσεσθαι σω̃μα ἔχοντα εἰ μὲν ἐπὶ τὴν βούλησιν του̃ θεου̃ ἀνάγοιμεν τὴν αἰτίαν, πρω̃τον μὲν ἀληθὲσ μὲν ἂν ἴσωσ λέγοιμεν, σαφήνειαν δὲ οὐδεμίαν ἂν παρεχοίμεθα. 'Έπειτα τω̃ν στοιχείων ἡ μεταβολὴ καὶ τω̃ν ζώ̨ων τω̃ν περὶ γη̃ν ἡ φθορὰ τὸ εἰ̃δοσ σώ̨ζουσα μήποτε οὕτω καὶ ἐπὶ του̃ παντὸσ ἀξιώσει γίγνεσθαι ὡσ τη̃σ βουλήσεωσ του̃το δυναμένησ ἀεὶ ὑπεκφεύγοντοσ καὶ ῥέοντοσ του̃ σώματοσ ἐπιτιθέναι τὸ εἰ̃δοσ τὸ αὐτὸ ἄλλοτε ἄλλω̨, ὡσ μὴ σώ̨ζεσθαι τὸ ἓν ἀριθμω̨̃ εἰσ τὸ ἀεί, ἀλλὰ τὸ ἓν τω̨̃ εἴδει: ἐπεὶ διὰ τί τὰ μὲν οὕτω κατὰ τὸ εἰ̃δοσ μόνον τὸ ἀεὶ ἕξει, τὰ δ' ἐν οὐρανω̨̃ καὶ αὐτὸσ ὁ οὐρανὸσ κατὰ τὸ τόδε ἕξει τὸ ἀεί; Εἰ δὲ τω̨̃ πάντα συνειληφέναι καὶ μὴ εἰ̃ναι εἰσ ὃ τὴν μεταβολὴν ποιήσεται μηδέ τι ἔξωθεν ἂν προσπεσὸν φθει̃ραι δύνασθαι τούτω̨δώσομεν τὴν αἰτίαν τη̃σ οὐ φθορα̃σ, τω̨̃ μὲν ὅλω̨ καὶ παντὶ δώσομεν ἐκ του̃ λόγου τὸ μὴ ἂν φθαρη̃ναι, ὁ δὲ ἥλιοσ ἡμι̃ν καὶ τω̃ν ἄλλων ἄστρων ἡ οὐσία τω̨̃ μέρη καὶ μὴ ὅλον ἕκαστον εἰ̃ναι καὶ πα̃ν, οὐχ ἕξει τὴν πίστιν παρὰ του̃ λόγου, ὅτι εἰσ ἅπαντα μένει τὸν χρόνον, τὸ δὲ κατ' εἰ̃δοσ τὴν μονὴν αὐτοι̃σ εἰ̃ναι, ὥσπερ καὶ πυρὶ καὶ τοι̃σ τοιούτοισ μόνον ἂν δόξειε παρει̃ναι καὶ αὐτω̨̃ δὲ παντὶ τω̨̃ κόσμω̨. Οὐδὲν γὰρ κωλύει ὑπ' ἄλλου ἔξωθεν μὴ φθειρόμενον, ὑπ' αὐτου̃, τω̃ν μερω̃ν ἄλληλα φθειρόντων, τὴν φθορὰν ἀεὶ ἔχοντα, τω̨̃ εἴδει μόνον μένειν, καὶ ῥεούσησ ἀεὶ τη̃σ φύσεωσ του̃ ὑποκειμένου, τὸ εἰ̃δοσ ἄλλου διδόντοσ, γίγνεσθαι τὸ αὐτὸ ἐπὶ του̃ παντὸσ ζώ̨ου, ὅπερ καὶ ἐπὶ ἀνθρώπου καὶ ἵππου καὶ τω̃ν ἄλλων: ἀεὶ γὰρ ἄνθρωποσ καὶ ἵπποσ, ἀλλ' οὐχ ὁ αὐτόσ. Οὐ τοίνυν ἔσται τὸ μὲν μένον αὐτου̃ ἀεί, ὥσπερ ὁ οὐρανόσ, τὰ δὲ περὶ γη̃ν φθειρόμενα, ἀλλ' ὁμοίωσ ἅπαντα, τὴν διαφορὰν ἔχοντα μόνον τω̨̃ χρόνω̨: ἔστω γὰρ πολυχρονιώτερα τὰ ἐν οὐρανω̨̃. Εἰ μὲν οὐ̃ν οὕτω συγχωρησόμεθα τὸ ἀεὶ ἐπὶ του̃ παντὸσ καὶ ἐπὶ τω̃ν μερω̃ν εἰ̃ναι, ἡ̃ττον ἂν τὸ ἄπορον τη̨̃ δόξη̨ προσείη: μα̃λλον δὲ παντάπασιν ἔξω ἀπορίασ ἂν γιγνοίμεθα, εἰ τὸ τη̃σ βουλήσεωσ του̃ θεου̃ ἱκανὸν εἰ̃ναι δεικνύοιτο κἂν οὕτω καὶ του̃τον τὸν τρόπον συνέχειν τὸ πα̃ν. Εἰ δὲ καὶ τὸ τόδε τι αὐτου̃ ὁποσονου̃ν λέγοιμεν ἔχειν τὸ ἀεὶ, ἥ τε βούλησισ δεικτέα εἰ ἱκανὴ ποιει̃ν του̃το, τό τεἄπορον μένει διὰ τί τὰ μὲν οὕτω, τὰ δὲ οὐχ οὕτωσ, ἀλλὰ τω̨̃ εἴδει μόνον, τά τε μέρη τὰ ἐν οὐρανω̨̃ πω̃σ καὶ αὐτά: ἐπειδὴ οὕτω καὶ αὐτὰ τὰ πάντα εἰ̃ναι.

2. εἰ οὐ̃ν ταύτην παραδεχόμεθα τὴν δόξαν καί φαμεν τὸν μὲν οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτω̨̃ κατὰ τὸ τόδε ἔχειν τὸ ἀεί, τὰ δὲ ὑπὸ τη̨̃ τη̃σ σελήνησ σφαίρα̨ τὸ κατ' εἰ̃δοσ, δεικτέον πω̃σ σω̃μα ἔχων ἕξει τὸ τόδε ἐπὶ του̃ αὐτου̃ κυρίωσ, ὡσ τὸ καθ' ἕκαστον καὶ τὸ ὡσαύτωσ, τη̃σ φύσεωσ του̃ σώματοσ ῥεούσησ ἀεί. Του̃το γὰρ δοκει̃ τοι̃σ τε ἄλλοισ τοι̃σ περὶ φύσεωσ εἰρηκόσι καὶ αὐτω̨̃ τω̨̃ Πλάτωνι οὐ μόνον περὶ τω̃ν ἄλλων σωμάτων, ἀλλὰ καὶ περὶ τω̃ν οὐρανίων αὐτω̃ν. Πω̃σ γὰρ ἄν, φησι, <σώματα ἔχοντα καὶ ὁρώμενα τὸ ἀπαραλλάκτωσ> ἕξει <καὶ τὸ ὡσαύτωσ>; Συγχωρω̃ν καὶ ἐπὶ τούτων δηλονότι τω̨̃ 'Ηρακλείτω̨, ὃσ ἔφη ἀεὶ καὶ τὸν ἥλιον γίνεσθαι. 'Αριστοτέλει μὲν γὰρ οὐδὲν ἂν πρα̃γμα εἴη, εἴ τισ αὐτου̃ τὰσ ὑποθέσεισ του̃ πέμπτου παραδέξαιτο σώματοσ. Τοι̃σ δὲ μὴ του̃το τιθεμένοισ, του̃ σώματοσ δὲ ἐκ τούτων ὄντοσ του̃ οὐρανου̃, ἐξ ὡ̃νπερ καὶ τὰ τη̨̃δε ζω̨̃α, πω̃σ τὸτόδε ἂν ἔχοι; 'Έτι δὲ μα̃λλον πω̃σ ἥλιοσ καὶ τὰ ἄλλα τὰ ἐν τω̨̃ οὐρανω̨̃ μόρια ὄντα; Συγκειμένου δὴ παντὸσ ζώ̨ου ἐκ ψυχη̃σ καὶ τη̃σ σώματοσ φύσεωσ ἀνάγκη τὸν οὐρανόν, εἴπερ ἀεὶ κατ' ἀριθμὸν ἔσται, ἢ δι' ἄμφω ἔσεσθαι, ἢ διὰ θάτερον τω̃ν ἐνόντων, οἱ̃ον ψυχὴν ἢ σω̃μα. 'Ο μὲν δὴ τω̨̃ σώματι διδοὺσ τὸ ἄφθαρτον οὐδὲν ἂν εἰσ του̃το τη̃σ ψυχη̃σ δέοιτο ἢ του̃ ὁμου̃ ἀεὶ εἰ̃ναι πρὸσ ζώ̨ου σύστασιν: τω̨̃ δὲ τὸ σω̃μα παρ' αὐτου̃ φθαρτὸν εἰ̃ναι λέγοντι καὶ τη̨̃ ψυχη̨̃ διδόντι τὴν αἰτίαν πειρατέον καὶ τὴν του̃ σώματοσ ἕξιν μηδ' αὐτὴν ἐναντιουμένην τη̨̃ συστάσει καὶ τη̨̃ διαμονη̨̃ δεικνύναι, ὅτι μηδὲν ἀσύμφωνον ἐν τοι̃σ συνεστηκόσιν ἐστὶ κατὰ φύσιν, ἀλλὰ πρόσφορον καὶ τὴν ὕλην πρὸσ τὸ βούλημα του̃ ἀποτελέσαντοσ ὑπάρχειν προσήκει.

3. πω̃σ οὐ̃ν ἡ ὕλη καὶ τὸ σω̃μα του̃ παντὸσ συνεργὸν ἂν εἴη πρὸσ τὴν του̃ κόσμου ἀθανασίαν ἀεὶ ῥέον; 'Ή ὅτι, φαι̃μεν ἄν, [ῥει̃ ἐν αὐτω̨̃:] ῥει̃ γὰρ οὐκ ἔξω. Εἰ οὐ̃ν ἐν αὐτω̨̃ καὶ οὐκ ἀπ' αὐτου̃, μένον τὸ αὐτὸ οὔτ' ἂν αὔξοιτο οὔτε φθίνοι: οὐ τοίνυν οὐδὲ γηράσκει. 'Ορα̃ν δὲ δει̃ καὶ γη̃ν μένουσαν ἀεὶ ἐν σχήματι τω̨̃ αὐτω̨̃ ἐξ ἀιδίου καὶ ὄγκω̨, καὶ ἀὴρ οὐ μήποτε ἐπιλείπη̨ οὐδὲ ἡ ὕδατοσ φύσισ: καὶ τοίνυν ὅσον μεταβάλλει αὐτω̃ν οὐκ ἠλλοίωσε τὴν του̃ ὅλου ζώ̨ου φύσιν. Καὶ γὰρ ἡμι̃ν ἀεὶ μεταβαλλόντων μορίων καὶ εἰσ τὸ ἔξω ἀπιόντων μένει ἕκαστοσ εἰσ πολύ: ὡ̨̃ δὲ ἔξω μηδέν, οὐκ ἀσύμφωνοσ ἂν τούτων ἡ σώματοσ φύσισ πρὸσ ψυχὴν πρὸσ τὸ τὸ αὐτὸ εἰ̃ναι ζω̨̃ον καὶ ἀεὶ μένον.Πυ̃ρ δὲ ὀξὺ μὲν καὶ ταχὺ τω̨̃ μὴ ὡ̃δε μένειν, ὥσπερ καὶ γη̃ τω̨̃ μὴ ἄνω: γενόμενον δὲ ἐκει̃, οὑ̃ στη̃ναι δει̃, οὔτοι δει̃ν νομίζειν οὕτωσ ἔχειν ἐν τω̨̃ οἰκείω̨ ἱδρυμένον, ὡσ μὴ καὶ αὐτὸ ὥσπερ καὶ τὰ ἄλλα στάσιν ἐπ' ἄμφω ζητει̃ν. 'Ανωτέρω μὲν γὰρ οὐκ ἂν φέροιτο: οὐδὲν γὰρ ἔτι: κάτω δ' οὐ πέφυκε. Λείπεται δὲ αὐτω̨̃ εὐαγώγω̨ τε εἰ̃ναι καὶ κατὰ φυσικὴν ὁλκὴν ἑλκομένω̨ ὑπὸ ψυχη̃σ πρὸσ τὸ ζη̃ν εὐ̃ μάλα ἐν καλω̨̃ τόπω̨ κινει̃σθαι [ἐν τη̨̃ ψυχη̨̃]. Καὶ γάρ, εἴ τω̨ φόβοσ μὴ πέση̨, θαρρει̃ν δει̃: φθάνει γὰρ ἡ τη̃σ ψυχη̃σ περιαγωγὴ πα̃σαν νευ̃σιν, ὡσ κρατου̃σαν ἀνέχειν. Εἰ δὲ μηδὲ ῥοπὴν πρὸσ τὸ κάτω ἔχει παρ' αὐτου̃, οὐκ ἀντιτει̃νον μένει. Τὰ μὲν οὐ̃ν ἡμέτερα μέρη ἐν μορφη̨̃ γενόμενα οὐ στέγοντα αὐτω̃ν τὴν σύστασιν ἀπαιτει̃ ἀπ' ἄλλων μόρια, ἵνα μένοι: εἰ δ' ἐκει̃θεν μὴ ἀπορρέοι, οὐδὲν δει̃ τρέφεσθαι. Εἰ δὲ ἀπορρέοι ἀποσβεννύμενον ἐκει̃θεν, πυ̃ρ δει̃ ἕτερον ἐξάπτεσθαι καί, εἰ ἄλλου τινὸσ ἔχοι καὶ ἐκει̃θεν ἀπορρέοι, δει̃ καὶ ἀντ' ἐκείνου ἄλλου. 'Αλλὰ διὰ του̃το οὐ μένοι ἂν τὸ πα̃ν ζω̨̃ον τὸ αὐτό, εἰ καὶ οὕτωσ.

4. 'Αλλ' αὐτό γε ἐφ' ἑαυτου̃, οὐχ ὡσ πρὸσ τὸ ζητούμενον, σκεπτέον εἴτε τι ἀπορρει̃ ἐκει̃θεν, ὥστε δει̃σθαι κἀκει̃να τη̃σ λεγομένησ οὐ κυρίωσ τροφη̃σ, ἢ ἅπαξ τὰ ἐκει̃ ταχθέντα κατὰ φύσιν μένοντα οὐδεμίαν πάσχει ἀπορροήν: καὶ πότερον πυ̃ρ μόνον ἢ πλέον τὸ πυ̃ρ καὶ ἔστι τοι̃σ ἄλλοισ αἰωρει̃σθαι καὶ μετεωρίζεσθαι ὑπὸ του̃ κρατου̃ντοσ. Εἰ γάρ τισ προσθείη καὶ τὴν κυριωτάτην αἰτίαν, τὴν ψυχήν, μετὰ τω̃ν οὕτω σωμάτων καθαρω̃ν καὶ πάντωσ ἀμεινόνων-ἐπεὶ καὶ ἐν τοι̃σ ἄλλοισ ζώ̨οισ ἐν τοι̃σ κυρίοισ αὐτω̃ν τὰ ἀμείνω ἐκλέγεται ἡ φύσισ-πάγιον ἂν τὴν δόξαν περὶ του̃ οὐρανου̃ τη̃σ ἀθανασίασ λάβοι. 'Ορθω̃σ γὰρ καὶ 'Αριστοτέλησ τὴν φλόγα <ζέσιν> τινὰ καὶ πυ̃ρ οἱ̃ον διὰ κόρον ὑβρίζον: τὸ δὲ ἐκει̃ ὁμαλὸν καὶ ἠρεμαι̃ον καὶ τη̨̃ τω̃ν ἄστρων πρόσφορον φύσει. Τὸ δὲ δὴ μέγιστον, τὴν ψυχὴν ἐφεξη̃σ τοι̃σ ἀρίστοισ κειμένην δυνάμει θαυμαστη̨̃ κινουμένην, πω̃σ ἐκφεύξεταί τι αὐτὴν εἰσ τὸ μὴ εἰ̃ναι τω̃ν ἅπαξ ἐν αὐτη̨̃ τεθέντων; Μὴ παντὸσ δὲ δεσμου̃ οἴεσθαι κρείττονα εἰ̃ναι ἐκ θεου̃ ὡρμημένην, ἀνθρώπων ἀπείρων ἐστὶν αἰτίασ τη̃σ συνεχούσησ τὰ πάντα. 'Άτοπον γὰρ τὴν καὶ ὁποσονου̃ν χρόνον δυνηθει̃σαν συνέχειν μὴ καὶ ἀεὶ ποιει̃ν του̃το, ὥσπερ βία̨ του̃ συνέχειν γεγονότοσ καὶ του̃ κατὰ φύσιν ἄλλου ἢ τούτου ὄντοσ, ὃ ἐν τη̨̃ του̃ παντόσ ἐστι φύσει καὶ ἐν τοι̃σ καλω̃σ τεθει̃σιν, ἢ ὄντοσ τινὸσ του̃ βιασομένου καὶ διαλύσοντοσ τὴν σύστασιν καὶ οἱ̃ον βασιλείασ τινὸσ καὶ ἀρχη̃σ καταλύσοντοσ τὴν ψυχη̃σ φύσιν. Τό τε μήποτε ἄρξασθαι-ἄτοπον γὰρ καὶ ἤδη εἴρηται-πίστιν καὶ περὶ του̃ μέλλοντοσ ἔχει. Διὰ τί γὰρ ἔσται, ὅτε καὶ οὐκ ἤδη; Οὐ γὰρ ἐκτέτριπται τὰ στοιχει̃α, ὥσπερ ξύλα καὶ τὰ τοιαυ̃τα: μενόντων δ' ἀεὶ καὶ τὸ πα̃ν μένει. Καὶ εἰ μεταβάλλει ἀεὶ, τὸ πα̃ν μένει: μένει γὰρ καὶ ἡ τη̃σ μεταβολη̃σ αἰτία. 'Η δὲ μετάνοια τη̃σ ψυχη̃σ ὅτι κενόν ἐστι δέδεικται, ὅτι ἄπονοσ καὶ ἀβλαβὴσ ἡδιοίκησισ: καὶ εἰ πα̃ν οἱ̃όν τε σω̃μα ἀπολέσθαι, οὐδὲν ἂν ἀλλοιότερον αὐτη̨̃ γίγνοιτο.

5. πω̃σ οὐ̃ν τὰ ἐκει̃ μέρη μένει, τὰ δ' ἐνταυ̃θα στοιχει̃α τε καὶ ζω̨̃α οὐ μένει; 'Ή, φησὶν ὁ Πλάτων, τὰ μὲν παρὰ θεου̃ γεγένηται, τὰ δ' ἐνταυ̃θα ζω̨̃α παρὰ τω̃ν γενομένων παρ' αὐτου̃ θεω̃ν: γενόμενα δὲ παρ' ἐκείνου οὐ θεμιτὸν φθείρεσθαι. Του̃το δὲ ταὐτὸν τω̨̃ ἐφεξη̃σ μὲν τω̨̃ δημιουργω̨̃ εἰ̃ναι τὴν ψυχὴν τὴν οὐρανίαν, καὶ τὰσ ἡμετέρασ δέ: ἀπὸ δὲ τη̃σ οὐρανίασ ἴνδαλμα αὐτη̃σ ἰὸν καὶ οἱ̃ον ἀπορρέον ἀπὸ τω̃ν ἄνω τὰ ἐπὶ γη̃σ ζω̨̃α ποιει̃ν. Ψυχη̃σ οὐ̃ν μιμουμένησ τοιαύτησ τὴν ἐκει̃, ἀδυνατούσησ δὲ τω̨̃ καὶ χείροσι σώμασι χρη̃σθαι πρὸσ τὴν ποίησιν καὶ ἐν τόπω̨ χείρονι καὶ τω̃ν εἰσ τὴν σύστασιν ληφθέντων οὐκ ἐθελόντων μένειν, τά τε ζω̨̃α ἐνταυ̃θα οὐκ ἀεὶ δύναται μένειν, τά τε σώματα οὐχ ὁμοίωσ κρατοι̃το ἄν, ὡσ ἂν ἄλλησ ψυχη̃σ αὐτω̃ν προσεχω̃σ ἀρχούσησ. Τὸν δὲ ὅλον οὐρανὸν εἴπερ ἔδει μένειν, καὶ τὰ μόρια αὐτου̃, τὰ ἄστρα τὰ ἐν αὐτω̨̃, ἔδει: ἢ πω̃σ ἂν ἔμεινε μὴ ὁμοίωσ καὶ τούτων μενόντων; Τὰ γὰρ ὑπὸ τὸν οὐρανὸν οὐκέτι οὐρανου̃ μέρη: ἢ οὐ μέχρι σελήνησ ὁ οὐρανόσ. 'Ημει̃σ δὲ πλασθέντεσ ὑπὸ τη̃σ διδομένησ παρὰ τω̃ν ἐν οὐρανω̨̃ θεω̃ν ψυχη̃σ καὶ αὐτου̃ του̃ οὐρανου̃ κατ' ἐκείνην καὶ σύνεσμεν τοι̃σ σώμασιν: ἡ γὰρ ἄλλη ψυχή, καθ' ἣν ἡμει̃σ, του̃ εὐ̃ εἰ̃ναι, οὐ του̃ εἰ̃ναι αἰτία. 'Ήδη γου̃ν του̃ σώματοσ ἔρχεται γενομένου μικρὰ ἐκ λογισμου̃ πρὸσ τὸ εἰ̃ναι συλλαμβανομένη.

6. 'Αλλὰ πότερον πυ̃ρ μόνον καὶ εἰ ἀπορρει̃ ἐκει̃θεν καὶδει̃ται τροφη̃σ νυ̃ν σκεπτέον. Τω̨̃ μὲν οὐ̃ν Τιμαίω̨ τὸ του̃ παντὸσ σω̃μα πεποιηκότι πρω̃τον ἐκ γη̃σ καὶ πυρόσ, ἵνα ὁρατόν τε ἠ̨̃ διὰ τὸ πυ̃ρ, στερρὸν δὲ διὰ τὴν γη̃ν, ἀκολουθει̃ν ἔδοξε καὶ τὰ ἄστρα ποιει̃ν οὐ πα̃ν, ἀλλὰ τὸ πλει̃στον πυρὸσ ἔχειν, ἐπειδὴ τὰ ἄστρα τὸ στερεὸν φαίνεται ἔχοντα. Καὶ ἴσωσ ὀρθω̃σ ἂν ἔχοι συνεπικρίναντοσ καὶ Πλάτωνοσ τω̨̃ εἰκότι τὴν γνώμην ταύτην. Παρὰ μὲν γὰρ τη̃σ αἰσθήσεωσ κατά τε τὴν ὄψιν κατά τε τὴν τη̃σ ἁφη̃σ ἀντίληψιν πυρὸσ ἔχειν τὸ πλει̃στον ἢ τὸ πα̃ν φαίνεται, διὰ δὲ του̃ λόγου ἐπισκοπου̃σιν, εἰ τὸ στερεὸν ἄνευ γη̃σ οὐκ ἂν γένοιτο, καὶ γη̃σ ἂν ἔχοι. 'Ύδατοσ δὲ καὶ ἀέροσ τί ἂν δέοιτο; 'Άτοπόν τε γὰρ δόξει ὕδατοσ εἰ̃ναι ἐν τοσούτω̨ πυρί, ὅ τε ἀὴρ εἰ ἐνείη μεταβάλλοι ἂν εἰσ πυρὸσ φύσιν. 'Αλλ' εἰ δύο στερεὰ ἄκρων λόγον ἔχοντα δύο μέσων δει̃ται, ἀπορήσειεν ἄν τισ, εἰ καὶ ἐν φυσικοι̃σ οὕτωσ: ἐπεὶ καὶ γη̃ν ἄν τισ ὕδατι μίξειεν οὐδενὸσ δεηθεὶσ μέσου. Εἰ δὲ λέγοιμεν: ἐνυπάρχει γὰρ ἤδη ἐν τη̨̃ γη̨̃ καὶ τω̨̃ ὕδατι καὶ τὰ ἄλλα, δόξομεν ἴσωσ τι λέγειν: εἴποι δ' ἄν τισ: ἀλλ' οὐ πρὸσ τὸ συνδη̃σαι συνιόντα τὰ δύο. 'Αλλ' ὅμωσ ἐρου̃μεν ἤδη συνδει̃σθαι τω̨̃ ἔχειν ἑκάτερον πάντα. 'Αλλ' ἐπισκεπτέον, εἰ ἄνευ πυρὸσ οὐχ ὁρατὸν γη̃, καὶ ἄνευ γη̃σ οὐ στερεὸν πυ̃ρ: εἰ γὰρ του̃το, τάχ' ἂνοὐδὲν ἔχοι ἐφ' ἑαυτου̃ τὴν αὑτου̃ οὐσίαν, ἀλλὰ πάντα μὲν μέμικται, λέγεται δὲ κατὰ τὸ ἐπικρατου̃ν ἕκαστον. 'Επεὶ οὐδὲ τὴν γη̃ν ἄνευ ὑγρου̃ φασι συστη̃ναι δύνασθαι: κόλλαν γὰρ εἰ̃ναι τη̨̃ γη̨̃ τὴν ὕδατοσ ὑγρότητα. 'Αλλ' εἰ καὶ δώσομεν οὕτωσ, ἀλλὰ ἕκαστόν γε ἄτοπον λέγοντα εἰ̃ναί τι ἐφ' ἑαυτου̃ μὲν μὴ διδόναι σύστασιν αὐτω̨̃, μετὰ δὲ τω̃ν ἄλλων ὁμου̃, οὐδενὸσ ἑκάστου ὄντοσ. Πω̃σ γὰρ ἂν εἴη γη̃σ φύσισ καὶ τὸ τί ἠ̃ν εἰ̃ναι γη̨̃ μηδενὸσ ὄντοσ μορίου γη̃σ ὃ γη̃ ἐστιν, εἰ μὴ καὶ ὕδωρ ἐνείη εἰσ κόλλησιν; Τί δ' ἂν κολλήσειε μὴ ὄντοσ ὅλωσ μεγέθουσ, ὃ πρὸσ ἄλλο μόριον συνεχὲσ συνάψει; Εἰ γὰρ καὶ ὁτιου̃ν μέγεθοσ γη̃σ αὐτη̃σ ἔσται, ἔσται γη̃ν φύσει καὶ ἄνευ ὕδατοσ εἰ̃ναι: ἤ, εἰ μὴ του̃το, οὐδὲν ἔσται, ὃ κολλήσεται ὑπὸ του̃ ὕδατοσ. 'Αέροσ δὲ τί ἂν δέοιτο γη̃σ ὄγκοσ πρὸσ τὸ εἰ̃ναι ἔτι ἀέροσ μένοντοσ πρὶν μεταβάλλειν; Περὶ δὲ πυρὸσ εἰσ μὲν τὸ γη̃ εἰ̃ναι οὐκ εἴρηται, εἰσ δὲ τὸ ὁρατὴ εἰ̃ναι καὶ αὐτὴ καὶ τὰ ἄλλα: εὔλογον μὲν γὰρ συγχωρει̃ν παρὰ φωτὸσ τὸ ὁρα̃σθαι γίνεσθαι. Οὐ γὰρ δὴ τὸ σκότοσ ὁρα̃σθαι, ἀλλὰ μὴ ὁρα̃σθαι φατέον, ὥσπερ τὴν ἀψοφίαν μὴ ἀκούεσθαι. 'Αλλὰ πυ̃ρ γε ἐν αὐτη̨̃ οὐκ ἀνάγκη παρει̃ναι: φω̃σ γὰρ ἀρκει̃. Χιὼν γου̃ν καὶ τὰ ψυχρότατα πολλὰ λαμπρὰ πυρὸσ ἄνευ. 'Αλλ' ἐνεγένετο, φήσει τισ, καὶ ἔχρωσε πρὶν ἀπελθει̃ν. Καὶ περὶ ὕδατοσ δὲ ἀπορητέον, εἰ μὴ ἔστιν ὕδωρ, εἰ μὴ γη̃σ λάβοι. 'Αὴρ δὲ πω̃σ ἂν λέγοιτο μετέχειν γη̃σ εὔθρυπτοσ ὤν; Περὶ δὲ πυρόσ, εἰ γη̃σ δει̃ αὐτω̨̃ τὸ συνεχὲσ παρ' αὐτου̃ οὐκ ἔχοντι οὐδὲ τὸ διαστατὸν τριχη̨̃. 'Η δὲ στερεότησ αὐτω̨̃, οὐ κατὰ τὴν διάστασιν τὴν τριχη̨̃, ἀλλὰ κατὰ τὴν ἀντ 41;ρεισιν δηλονότι, διὰ τί οὐκ ἔσταιἡ̨̃ φυσικὸν σω̃μα; Σκληρότησ δὲ γη̨̃ μόνη̨. 'Επεὶ καὶ τὸ πυκνὸν τω̨̃ χρυσω̨̃ ὕδατι ὄντι προσγίνεται οὐ γη̃σ προσγενομένησ, ἀλλὰ πυκνότητοσ ἢ πήξεωσ. Καὶ πυ̃ρ δὲ ἐφ' αὑτου̃ διὰ τί ψυχη̃σ παρούσησ οὐ συστήσεται πρὸσ τὴν δύναμιν αὐτη̃σ; Καὶ ζω̨̃α δὲ πύρινά ἐστι δαιμόνων. 'Αλλὰ κινήσομεν τὸ πα̃ν ζω̨̃ον ἐκ πάντων τὴν σύστασιν ἔχειν. 'Ή τὰ ἐπὶ γη̃σ τισ ἐρει̃, γη̃ν δὲ εἰσ τὸν οὐρανὸν αἴρειν παρὰ φύσιν εἰ̃ναι καὶ ἐναντίον τοι̃σ ὑπ' αὐτη̃σ τεταγμένοισ: συμπεριάγειν δὲ τὴν ταχίστην φορὰν γεηρὰ σώματα οὐ πιθανὸν εἰ̃ναι ἐμπόδιόν τε καὶ πρὸσ τὸ φανὸν καὶ λευκὸν του̃ ἐκει̃ πυρόσ.

7. 'Ίσωσ οὐ̃ν βέλτιον χρὴ ἀκούειν του̃ Πλάτωνοσ λέγοντοσ ἐν μὲν τω̨̃ παντὶ κόσμω̨ δει̃ν εἰ̃ναι τὸ τοιου̃τον στερεόν, τὸ ἀντίτυπον ὄν, ἵνα τε ἡ γη̃ ἐν μέσω̨ ἱδρυμένη ἐπιβάθρα καὶ τοι̃σ ἐπ' αὐτη̃σ βεβηκόσιν ἑδραία ἠ̨̃, τά τε ζω̨̃α τὰ ἐπ' αὐτη̃σ ἐξ ἀνάγκησ τὸ τοιου̃τον στερεὸν ἔχη̨, ἡ δὲ γη̃ τὸ μὲν εἰ̃ναι συνεχὴσ καὶ παρ' αὐτη̃σ ἔχοι, ἐπιλάμποιτο δὲ ὑπὸ πυρόσ, ἔχοι δὲ ὕδατοσ πρὸσ τὸ μὴ αὐχμηρόν [ἔχοι δὲ] καὶ μερω̃ν πρὸσ μέρη μὴ κωλύεσθαι συναγωγήν: ἀέρα δὲ κουφίζειν γη̃σ ὄγκουσ: μεμίχθαι δὲ τω̨̃ ἄνω πυρὶ οὐκ ἐν τη̨̃ συστάσει τω̃ν ἄστρων τὴν γη̃ν, ἀλλ' ἐν κόσμω̨ γενομένου ἑκάστου καὶ τὸ πυ̃ρ ἀπολαυ̃σαί τι τη̃σ γη̃σ, ὥσπερ καὶ τὴν γη̃ν του̃ πυρὸσ καὶἕκαστον ἑκάστων, οὐχ ὡσ τὸ ἀπολαυ̃σαν γενέσθαι ἐξ ἀμφοι̃ν, ἑαυτου̃ τε καὶ οὑ̃ μετέσχεν, ἀλλὰ κατὰ τὴν ἐν κόσμω̨ κοινωνίαν ὂν ὅ ἐστι λαβει̃ν οὐκ αὐτὸ ἀλλά τι αὐτου̃, οἱ̃ον οὐκ ἀέρα, ἀλλ' ἀέροσ τὴν ἁπαλότητα καὶ τὴν γη̃ν πυρὸσ τὴν λαμπρότητα: τὴν δὲ μίξιν πάντα διδόναι, καὶ τὸ συναμφότερον τότε ποιει̃ν, οὐ γη̃ν μόνον καὶ τὴν πυρὸσ φύσιν, τὴν στερεότητα ταύτην καὶ τὴν πυρότητα. Μαρτυρει̃ δὲ καὶ αὐτὸσ τούτοισ εἰπών: <φω̃σ ἀνη̃ψεν ὁ θεὸσ περὶ τὴν δευτέραν ἀπὸ γη̃σ περιφοράν>, τὸν ἥλιον λέγων, καὶ <λαμπρότατόν> που λέγει ἀλλαχου̃ τὸν ἥλιον, τὸν αὐτὸν δὲ λευκότατον, ἀπάγων ἡμα̃σ του̃ ἄλλο τι νομίζειν ἢ πυρὸσ εἰ̃ναι, πυρὸσ δὲ οὐδέτερον τω̃ν εἰδω̃ν αὐτου̃ τω̃ν ἄλλων, ἀλλὰ τὸ φω̃σ ὅ φησιν ἕτερον φλογὸσ εἰ̃ναι, θερμὸν δὲ προσηνω̃σ μόνον: του̃το δὲ τὸ φω̃σ σω̃μα εἰ̃ναι, ἀποστίλβειν δὲ ἀπ' αὐτου̃ τὸ ὁμώνυμον αὐτω̨̃ φω̃σ, ὃ δή φαμεν καὶ ἀσώματον εἰ̃ναι: του̃το δὲ ἀπ' ἐκείνου του̃ φωτὸσ παρέχεσθαι, ἐκλάμπον ἐξ ἐκείνου ὥσπερ ἄνθοσ ἐκείνου καὶ στιλπνότητα, ὃ δὴ καὶ εἰ̃ναι τὸ ὄντωσ λευκὸν σω̃μα. 'Ημει̃σ δὲ τὸ γεηρὸν πρὸσ τὸ χει̃ρον λαμβάνοντεσ, του̃ Πλάτωνοσ κατὰ τὴν στερεότητα λαβόντοσ τὴν γη̃ν, ἕν τι γου̃ν δὴ ὀνομάζομεν ἡμει̃σ διαφορὰσ γη̃σ ἐκείνου τιθεμένου. Του̃ δὴ τοιούτου πυρὸσ του̃ φω̃σ παρέχοντοσ τὸ καθαρώτατον ἐν τω̨̃ ἄνω τόπω̨ κειμένου καὶ κατὰ φύσιν ἐκει̃ ἱδρυμένου, ταύτην τὴν φλόγα οὐκ ἐπιμίγνυσθαι τοι̃σ ἐκει̃ ὑποληπτέον, ἀλλὰφθάνουσαν μέχρι τινὸσ ἀποσβέννυσθαι ἐντυχου̃σαν πλείονι ἀέρι ἀνελθου̃σάν τε μετὰ γη̃σ ῥίπτεσθαι κάτω οὐ δυναμένην ὑπερβαίνειν πρὸσ τὸ ἄνω, κάτω δὲ τη̃σ σελήνησ ἵστασθαι, ὥστε καὶ λεπτότερον ποιει̃ν τὸν ἐκει̃ ἀέρα καὶ φλόγα, εἰ μένοι, μαραινομένην εἰσ τὸ πραότερον γίνεσθαι καὶ τὸ λαμπρὸν μὴ ἔχειν ὅσον εἰσ τὴν ζέσιν, ἀλλ' ἢ ὅσον παρὰ του̃ φωτὸσ του̃ ἄνω ἐναυγάζεσθαι: τὸ δὲ φω̃σ ἐκει̃, τὸ μὲν ποικιλθὲν ἐν λόγοισ τοι̃σ ἄστροισ, ὥσπερ ἐν τοι̃σ μεγέθεσιν, οὕτω καὶ ἐν ται̃σ χρόαισ τὴν διαφορὰν ἐργάσασθαι, τὸν δ' ἄλλον οὐρανὸν εἰ̃ναι καὶ αὐτὸν τοιούτου φωτόσ, μὴ ὁρα̃σθαι δὲ λεπτότητι του̃ σώματοσ καὶ διαφανεία̨ οὐκ ἀντιτύπω̨, ὥσπερ καὶ τὸν καθαρὸν ἀέρα: πρόσεστι δὲ τούτοισ καὶ τὸ πόρρω.

8. τούτου δὴ μείναντοσ ἄνω του̃ τοιούτου φωτὸσ ἐν ὡ̨̃ τέτακται καθαρου̃ ἐν καθαρωτάτω̨, τίσ ἂν τρόποσ ἀπορροη̃σ ἀπ' αὐτου̃ ἂν γένοιτο; Οὐ γὰρ δὴ πρὸσ τὸ κάτω πέφυκεν ἀπορρει̃ν ἡ τοιαύτη φύσισ, οὐδ' αὐ̃ τί ἐστιν ἐκει̃ τω̃ν βιαζομένων ὠθει̃ν πρὸσ τὸ κάτω. Πα̃ν δὲ σω̃μα μετὰ ψυχη̃σ ἄλλο καὶ οὐ ταὐτόν, οἱ̃ον μόνον ἠ̃ν: τοιου̃τον δὲ τὸ ἐκει̃, οὐχ οἱ̃ον τὸ μόνον. Τό τε γειτονου̃ν εἴτε ἀὴρ εἴτε πυ̃ρ εἴη, ἀὴρ μὲν τί ἂν ποιήσειε; Πυρὸσ δὲ οὐδ' ἂν ἓν ἁρμόσειε πρὸσ τὸ ποιη̃σαι, οὐδ' ἂν ἐφάψαιτο εἰσ τὸ δρα̃σαι: τη̨̃ ῥύμη̨ τε γὰρ παραλλάξειεν ἂν πρὶν παθει̃ν ἐκει̃νο, ἔλαττόν τε του̃το ἰσχύον τε οὐκ ἴσα τοι̃σ ἐνθάδε. Εἰ̃τα καὶ τὸ ποιη̃σαι θερμη̃ναί ἐστι: δει̃ τε τὸ θερμανθησόμενον μὴθερμὸν παρ' αὐτου̃ εἰ̃ναι. Εἰ δέ τι φθαρήσεται παρὰ πυρόσ, θερμανθη̃ναι δει̃ πρότερον αὐτὸ καὶ παρὰ φύσιν αὐτὸ ἐν τω̨̃ θερμαίνεσθαι γίνεσθαι. Οὐδὲν δει̃ τοίνυν ἄλλου σώματοσ τω̨̃ οὐρανω̨̃, ἵνα μένη̨, οὐδ' αὐ̃, ἵνα κατὰ φύσιν ἡ περιφορά: οὐ γάρ πω δέδεικται οὐδὲ ἐπ' εὐθείασ οὐ̃σα ἡ κατὰ φύσιν αὐτω̨̃ φορά: ἢ γὰρ μένειν ἢ περιφέρεσθαι κατὰ φύσιν αὐτοι̃σ: αἱ δ' ἄλλαι βιασθέντων. Οὐ τοίνυν οὐδὲ τροφη̃σ δει̃σθαι φατέον τὰ ἐκει̃, οὐδὲ ἀπὸ τω̃ν τη̨̃δε περὶ ἐκείνων ἀποφαντέον οὔτε ψυχὴν τὴν αὐτὴν τὴν συνέχουσαν ἐχόντων οὔτε τὸν αὐτὸν τόπον οὔτε αἰτίασ οὔσησ ἐκει̃, δι' ἣν τὰ τη̨̃δε τρέφεται συγκρίματα ἀεὶ ῥέοντα, τήν τε μεταβολὴν τω̃ν τη̨̃δε σωμάτων ἀφ' αὑτω̃ν μεταβάλλειν ἄλλησ ἐπιστατούσησ φύσεωσ αὐτοι̃σ, ἣ ὑπ' ἀσθενείασ οὐκ οἰ̃δε κατέχειν ἐν τω̨̃ εἰ̃ναι, μιμει̃ται δὲ ἐν τω̨̃ γίνεσθαι ἢ γεννα̃ν τὴν πρὸ αὐτη̃σ φύσιν. Τὸ δὲ μὴ ὡσαύτωσ πάντη, ὥσπερ τὰ νοητά, εἴρηται.

II.2

1. διὰ τί <κύκλω̨ κινει̃ται>; 'Ότι νου̃ν μιμει̃ται. Καὶ τίνοσ ἡ κίνησισ, ψυχη̃σ ἢ σώματοσ; Τί οὐ̃ν ὅτι ψυχὴ ἐν αὐτη̨̃ ἐστι καὶ πρὸσ αὐτήν; 'Ή σπεύδει ἰέναι; ἢ ἔστιν ἐν αὐτη̨̃ οὐ συνεχει̃ οὐ̃σα; ἢ φερομένη συμφέρει; 'Αλλ' ἔδει συμφέρουσαν μηκέτι φέρειν, ἀλλ' ἐνηνοχέναι, τουτέστι στη̃ναι μα̃λλον ποιη̃σαι καὶ μὴ ἀεὶ κύκλω̨. 'Ή καὶ αὐτὴ στήσεται ἤ, εἰ κινει̃ται, οὔτι γε τοπικω̃σ. Πω̃σ οὐ̃ν τοπικω̃σκινει̃ αὐτὴ ἄλλον τρόπον κινουμένη; 'Ή ἴσωσ οὐδὲ τοπικὴ ἡ κύκλω̨, ἀλλ' εἰ ἄρα, κατὰ συμβεβηκόσ. Ποία οὐ̃ν τισ; Εἰσ αὑτὴν συναισθητικὴ καὶ συννοητικὴ καὶ ζωτικὴ καὶ οὐδαμου̃ ἔξω οὐδ' ἄλλοθι. Καὶ τὸ πάντα δει̃ν περιλαμβάνειν; του̃ γὰρ ζώ̨ου τὸ κύριον περιληπτικὸν καὶ ποιου̃ν ἕν. Οὐ περιλήψεται δὲ ζωτικω̃σ, εἰ μένοι, οὐδὲ σώσει τὰ ἔνδον σω̃μα ἔχον: καὶ γὰρ σώματοσ ζωὴ κίνησισ. Εἰ οὐ̃ν καὶ τοπική, ὡσ δυνήσεται κινήσεται καὶ οὐχ ὡσ ψυχὴ μόνον, ἀλλ' ὡσ σω̃μα ἔμψυχον καὶ ὡσ ζω̨̃ον: ὥστε εἰ̃ναι μικτὴν ἐκ σωματικη̃σ καὶ ψυχικη̃σ, του̃ μὲν σώματοσ εὐθὺ φερομένου φύσει, τη̃σ δὲ ψυχη̃σ κατεχούσησ, ἐκ δ' ἀμφοι̃ν γενομένου φερομένου τε καὶ μένοντοσ. Εἰ δὲ σώματοσ ἡ κύκλω̨ λέγοιτο, πω̃σ παντὸσ εὐθυπορου̃ντοσ καὶ του̃ πυρόσ; 'Ή εὐθυπορει̃, ἕωσ ἂν ἥκη̨ εἰσ τὸ οὑ̃ τέτακται: ὡσ γὰρ ἂν ταχθη̨̃, οὕτω δοκει̃ καὶ ἑστάναι κατὰ φύσιν καὶ φέρεσθαι εἰσ ὃ ἐτάχθη. Διὰ τί οὐ̃ν οὐ μένει ἐλθόν; '~Αρα, ὅτι ἡ φύσισ τω̨̃ πυρὶ ἐν κινήσει; Εἰ οὐ̃ν μὴ κύκλω̨, σκεδασθήσεται ἐπ' εὐθύ: δει̃ ἄρα κύκλω̨. 'Αλλὰ του̃το προνοίασ: ἀλλ' ἐν αὐτω̨̃ παρὰ τη̃σ προνοίασ: ὥστε, εἰ ἐκει̃ γένοιτο, κύκλω̨ κινει̃σθαι ἐξ αὐτου̃. 'Ή ἐφιέμενον του̃ εὐθέοσ οὐκ ἔχον οὐκέτι τόπονὥσπερ περιολισθάνον ἀνακάμπτει ἐν οἱ̃σ τόποισ δύναται: οὐ γὰρ ἔχει τόπον μεθ' ἑαυτό: οὑ̃τοσ γὰρ ἔσχατοσ. Θει̃ οὐ̃ν ἐν ὡ̨̃ ἔχει καὶ αὐτὸσ αὑτου̃ τόποσ, οὐχ ἵνα μένη̨ γεγενημένοσ, ἀλλ' ἵνα φέροιτο. Καὶ κύκλου δὲ τὸ μὲν κέντρον μένει κατὰ φύσιν, ἡ δὲ ἔξωθεν περιφέρεια εἰ μένοι, κέντρον ἔσται μέγα. Μα̃λλον οὐ̃ν ἔσται περὶ τὸ κέντρον καὶ ζω̃ντι καὶ κατὰ φύσιν δὲ ἔχοντι σώματι. Οὕτω γὰρ συννεύσει πρὸσ τὸ κέντρον, οὐ τη̨̃ συνιζήσει-ἀπολει̃ γὰρ τὸν κύκλον-ἀλλ' ἐπεὶ του̃το οὐ δύναται, τη̨̃ περιδινήσει: οὕτω γὰρ μόνωσ ἀποπληρώσει τὴν ἔφεσιν. Εἰ ψυχὴ δὲ περιάγοι, οὐ καμει̃ται: οὐ γὰρ ἕλκει, οὐδὲ παρὰ φύσιν: ἡ γὰρ φύσισ τὸ ὑπὸ ψυχη̃σ τη̃σ πάσησ ταχθέν. 'Έτι πανταχου̃ οὐ̃σα ἡ ψυχὴ ὅλη καὶ οὐ διειλημμένη ἡ του̃ παντὸσ κατὰ μέροσ δίδωσι καὶ τω̨̃ οὐρανω̨̃, ὡσ δύναται, πανταχου̃ εἰ̃ναι: δύναται δὲ τω̨̃ πάντα μετιέναι καὶ ἐπιπορεύεσθαι. 'Έστη μὲν γάρ, εἴ που ἑστω̃σα ἠ̃ν ἡ ψυχή, ἐλθὸν ἐκει̃: νυ̃ν δέ, ἐπειδὴ πα̃σά ἐστιν, αὐτη̃σ πάντη ἐφίεται. Τί οὐ̃ν; Οὐδέποτε τεύξεται; 'Ή οὕτωσ ἀεὶ τυγχάνει, μα̃λλον δὲ αὐτὴ πρὸσ αὑτὴν ἄγουσα ἀεὶ ἐν τω̨̃ ἀεὶ ἄγειν ἀεὶ κινει̃, καὶ οὐκ ἀλλαχου̃ κινου̃σα ἀλλὰ πρὸσ αὑτὴν ἐν τω̨̃ αὐτω̨̃, οὐκ ἐπ' εὐθὺ ἀλλὰ κύκλω̨ ἄγουσα δίδωσιν αὐτω̨̃ οὑ̃ ἐὰν ἥκη̨ ἐκει̃ ἔχειν αὐτήν. Εἰ δὲ μένοι, ὡσ ἐκει̃ οὔσησ μόνον, οὑ̃ ἕκαστονμένει, στήσεται. Εἰ οὐ̃ν μὴ ἐκει̃ μόνον ὁπουου̃ν, πανταχου̃ οἰσθήσεται κα ὶ οὐκ ἔξω: κύκλω̨ ἄρα.

2. τὰ οὐ̃ν ἄλλα πω̃σ; 'Ή οὐχ ὅλον ἕκαστον, μέροσ δὲ καὶ κατεχόμενον μερικω̨̃ τόπω̨. 'Εκει̃νο δὲ ὅλον καὶ οἱ̃ον τόποσ καὶ οὐδὲν κωλύει: αὐτὸ γὰρ τὸ πα̃ν. Πω̃σ οὐ̃ν ἄνθρωποι; 'Ή, ὅσον παρὰ του̃ παντόσ, μέροσ, ὅσον δ' αὐτοί, οἰκει̃ον ὅλον. Εἰ οὐ̃ν πανταχου̃ οὑ̃ ἂν ἠ̨̃ ἔχει αὐτήν, τί δει̃ περιιέναι; 'Ή ὅτι μὴ μόνον ἐκει̃. Εἰ δὲ ἡ δύναμισ αὐτη̃σ περὶ τὸ μέσον, καὶ ταύτη̨ ἂν κύκλω̨: μέσον δὲ οὐχ ὡσαύτωσ σώματοσ καὶ φύσεωσ ψυχη̃σ ληπτέον, ἀλλ' ἐκει̃ μὲν μέσον, ἀφ' οὑ̃ ἡ ἄλλη, τοπικω̃σ δὲ σώματοσ. 'Ανάλογον οὐ̃ν δει̃ τὸ μέσον: ὡσ γὰρ ἐκει̃, οὕτω καὶ ἐνταυ̃θα μέσον δει̃ εἰ̃ναι, ὃ μόνωσ ἐστὶ μέσον σώματοσ καὶ σφαιρικου̃: ὡσ γὰρ ἐκει̃νο περὶ αὐτό, οὕτω καὶ του̃το. Εἰ δὴ ψυχη̃σ ἐστι, περιθέουσα τὸν θεὸν ἀμφαγαπάζεται καὶ περὶ αὐτὸν ὡσ οἱ̃όν τε αὐτὴ ἔχει: ἐξήρτηται γὰρ αὐτου̃ πάντα. 'Επεὶ οὐ̃ν οὐκ ἔστι πρὸσ αὐτόν, περὶ αὐτόν. Πω̃σ οὐ̃ν οὐ πα̃σαι οὕτωσ; 'Ή ἑκάστη ὅπου ἐστὶν οὕτωσ. Διὰ τί οὐ̃ν οὐ καὶ τὰ σώματα ἡμω̃ν οὕτωσ; 'Ότι τὸ εὐθύπορον προσήρτηται καὶ πρὸσ ἄλλα αἱ ὁρμαὶ καὶ τὸ σφαιροειδὲσ ἡμω̃ν οὐκ εὔτροχον: γεηρὸν γάρ: ἐκει̃ δὲ συνέπεται λεπτὸν καὶ εὐκίνητον: διὰ τί γὰρ ἂν καὶ σταίη ἡντινου̃ν κίνησιν τη̃σ ψυχη̃σ κινουμένησ; 'Ίσωσ δὲ καὶ παρ' ἡμι̃ν τὸ πνευ̃μα τὸ περὶ τὴν ψυχὴν του̃τοποιει̃. Εἰ γὰρ ἔστιν ὁ θεὸσ ἐν πα̃σι, τὴν συνει̃ναι βουλομένην ψυχὴν περὶ αὐτὸν δει̃ γίγνεσθαι: οὐ γάρ πη̨. Καὶ Πλάτων δὲ τοι̃σ ἄστροισ οὐ μόνον τὴν μετὰ του̃ ὅλου σφαιρικὴν κίνησιν, ἀλλὰ καὶ ἑκάστω̨ δίδωσι τὴν περὶ τὸ κέντρον αὐτω̃ν: ἕκαστον γάρ, οὑ̃ ἐστι, περιειληφὸσ τὸν θεὸν ἀγάλλεται οὐ λογισμω̨̃ ἀλλὰ φυσικαι̃σ ἀνάγκαισ.

3. 'Έστω δὲ καὶ ὡ̃δε: τη̃σ ψυχη̃σ ἡ μέν τισ δύναμισ ἡ ἐσχάτη ἀπὸ γη̃σ ἀρξαμένη καὶ δι' ὅλου <διαπλεκει̃σά> ἐστιν, ἡ δὲ αἰσθάνεσθαι πεφυκυι̃α καὶ ἡ λόγον δοξαστικὸν δεχομένη πρὸσ τὸ ἄνω ἐν ται̃σ σφαίραισ ἑαυτὴν ἔχει ἐποχουμένη καὶ τη̨̃ προτέρα̨ καὶ δύναμιν διδου̃σα παρ' αὐτη̃σ εἰσ τὸ ποιει̃ν ζωτικωτέραν. Κινει̃ται οὐ̃ν ὑπ' αὐτη̃σ κύκλω̨ περιεχούσησ καὶ ἐφιδρυμένησ παντὶ ὅσον αὐτη̃σ εἰσ τὰσ σφαίρασ ἀνέδραμε. Κύκλω̨ οὐ̃ν ἐκείνησ περιεχούσησ συννεύουσα ἐπιστρέφεται πρὸσ αὐτήν, ἡ δὲ ἐπιστροφὴ αὐτη̃σ περιάγει τὸ σω̃μα, ἐν ὡ̨̃ ἐμπέπλεκται. 'Εκάστου γὰρ μορίου κἂν ὁπωσου̃ν κινηθέντοσ ἐν σφαίρα̨, εἰ μόνον κινοι̃το, ἔσεισεν ἐν ὡ̨̃ ἐστι καὶ τη̨̃ σφαίρα̨ κίνησισ γίνεται. Καὶ γὰρ ἐπὶ τω̃ν σωμάτων τω̃ν ἡμετέρων τη̃σ ψυχη̃σ ἄλλωσ κινουμένησ, οἱ̃ον ἐν χαραι̃σ καὶ τω̨̃ φανέντι ἀγαθω̨̃, του̃ σώματοσ ἡ κίνησισ καὶ τοπικὴ γίνεται. 'Εκει̃ δὴ ἐν ἀγαθω̨̃ γινομένη ψυχὴ καὶ αἰσθητικωτέρα γενομένη κινει̃ται πρὸσ τὸ ἀγαθὸν καὶ σείει ὡσ πέφυκεν ἐκει̃ τοπικω̃σ τὸ σω̃μα. 'Ή τε αἰσθητικὴ ἀπὸ του̃ ἄνω αὐ̃ καὶ αὐτὴ τὸ ἀγαθὸν λαβου̃σα καὶ τὰ αὐτη̃σ ἡσθει̃σα διώκουσα αὐτὸ ὂν πανταχου̃ πρὸσ τὸπανταχου̃ συμφέρεται. 'Ο δὲ νου̃σ οὕτω κινει̃ται: ἕστηκε γὰρ καὶ κινει̃ται: περὶ αὐτὸν γάρ. Οὕτωσ οὐ̃ν καὶ τὸ πα̃ν τω̨̃ κύκλω̨ κινει̃ται ἅμα καὶ ἕστηκεν.

II.3

1. 'Ότι ἡ τω̃ν ἄστρων φορὰ σημαίνει περὶ ἕκαστον τὰ ἐσόμενα, ἀλλ' οὐκ αὐτὴ πάντα ποιει̃, ὡσ τοι̃σ πολλοι̃σ δοξάζεται, εἴρηται μὲν πρότερον ἐν ἄλλοισ, καὶ πίστεισ τινὰσ παρείχετο ὁ λόγοσ, λεκτέον δὲ καὶ νυ̃ν ἀκριβέστερον διὰ πλειόνων: οὐ γὰρ μικρὸν τὸ ἢ ὡ̃δε ἢ ὡ̃δε ἔχειν δοξάζειν. Τοὺσ δὴ πλανήτασ φερομένουσ ποιει̃ν λέγουσιν οὐ μόνον τὰ ἄλλα, πενίασ καὶ πλούτουσ καὶ ὑγιείασ καὶ νόσουσ, ἀλλὰ καὶ αἴσχη καὶ κάλλη αὐ̃, καὶ δὴ τὸ μέγιστον, καὶ κακίασ καὶ ἀρετὰσ καὶ δὴ καὶ τὰσ ἀπὸ τούτων πράξεισ καθ' ἕκαστα ἐπὶ καιρω̃ν ἑκάστων, ὥσπερ θυμουμένουσ εἰσ ἀνθρώπουσ, ἐφ' οἱ̃σ μηδὲν αὐτοὶ οἱ ἄνθρωποι ἀδικου̃σιν οὕτω παρ' αὐτω̃ν κατεσκευασμένοι, ὡσ ἔχουσι: καὶ τὰ λεγόμενα ἀγαθὰ διδόναι οὐκ ἀγασθέντασ τω̃ν λαμβανόντων, ἀλλ' αὐτοὺσ ἢ κακουμένουσ κατὰ τόπουσ τη̃σ φορα̃σ ἢ αὐ̃ εὐπαθου̃ντασ καὶ αὐ̃ ἄλλουσ αὐτοὺσ ται̃σ διανοίαισ γιγνομένουσ ὅταν τε ἐπὶ κέντρων ὠ̃σι καὶ ἀποκλίνοντασ ἄλλουσ:τὸ δὲ μέγιστον, τοὺσ μὲν κακοὺσ αὐτω̃ν λέγοντεσ, τοὺσ δὲ ἀγαθοὺσ εἰ̃ναι, ὅμωσ καὶ τοὺσ κακοὺσ αὐτω̃ν λεγομένουσ ἀγαθὰ διδόναι, τοὺσ δ' ἀγαθοὺσ φαύλουσ γίγνεσθαι: ἔτι δὲ ἀλλήλουσ ἰδόντασ ποιει̃ν ἕτερα, μὴ ἰδόντασ δὲ ἄλλα, ὥσπερ οὐχ αὑτω̃ν ὄντασ ἀλλὰ ἰδόντασ μὲν ἄλλουσ, μὴ ἰδόντασ δὲ ἑτέρουσ: καὶ τόνδε μὲν ἰδόντα ἀγαθὸν εἰ̃ναι, εἰ δ' ἄλλον ἴδοι, ἀλλοιου̃σθαι: καὶ ἄλλωσ μὲν ὁρα̃ν, εἰ κατὰ σχη̃μα τόδε ἡ ὄψισ, ἄλλωσ δέ, εἰ κατὰ τόδε: ὁμου̃ τε πάντων τὴν κρα̃σιν ἑτέραν γίγνεσθαι, ὥσπερ ἐξ ὑγρω̃ν διαφόρων τὸ κρα̃μα ἕτερον παρὰ τὰ μεμιγμένα. Ταυ̃τα οὐ̃ν καὶ τὰ τοιαυ̃τα δοξαζόντων περὶ ἑκάστου λέγειν ἐπισκοπουμένουσ προσήκει. 'Αρχὴ δ' ἂν εἴη προσήκουσα αὕτη.

2. πότερα ἔμψυχα νομιστέον ἢ ἄψυχα ταυ̃τα τὰ φερόμενα; Εἰ μὲν γὰρ ἄψυχα, οὐδὲν ἀλλ' ἢ θερμὰ καὶ ψυχρὰ παρεχόμενα, εἰ δὴ καὶ ψυχρὰ ἄττα τω̃ν ἄστρων φήσομεν, ἀλλ' οὐ̃ν ἐν τη̨̃ τω̃ν σωμάτων ἡμω̃ν φύσει στήσουσι τὴν δόσιν φορα̃σ δηλονότι σωματικη̃σ εἰσ ἡμα̃σ γινομένησ, ὡσ μηδὲ πολλὴν τὴν παραλλαγὴν τω̃ν σωμάτων γίνεσθαι τη̃σ τε ἀπορροη̃σ ἑκάστων τη̃σ αὐτη̃σ οὔσησ καὶ δὴ ὁμου̃ εἰσ ἓν ἐπὶ γη̃σ μιγνυμένων, ὡσ μόνον κατὰ τοὺσ τόπουσ τὰσ διαφορὰσ γίγνεσθαι ἐκ του̃ ἐγγύθεν καὶ πόρρωθεν, πρὸσ τὴν διαφορὰν διδόντοσ καὶ του̃ ψυχρου̃ ὡσαύτωσ. Σοφοὺσ δὲ καὶ ἀμαθει̃σ καὶ γραμματικοὺσ ἄλλουσ, τοὺσ δὲ ῥήτορασ, τοὺσ δὲ κιθαριστὰσ καὶ τὰσ ἄλλασ τέχνασ, ἔτι δὲ πλουσίουσ καὶ πένητασ, πω̃σ; Καὶ τὰ ἄλλα, ὅσα μὴ ἐκ σωμάτων κράσεωσ τὴν αἰτίαν ἔχει του̃ γίγνεσθαι; Οἱ̃ον καὶ ἀδελφὸν τοιόνδεκαὶ πατέρα καὶ υἱὸν γυναι̃κά τε καὶ τὸ νυ̃ν εὐτυχη̃σαι καὶ στρατηγὸν καὶ βασιλέα γενέσθαι. Εἰ δ' ἔμψυχα ὄντα προαιρέσει ποιει̃, τί παρ' ἡμω̃ν παθόντα κακὰ ἡμα̃σ ποιει̃ ἑκόντα, καὶ ταυ̃τα ἐν θείω̨ τόπω̨ ἱδρυμένα καὶ αὐτὰ θει̃α ὄντα; Οὐδὲ γάρ, δι' ἃ ἄνθρωποι γίγνονται κακοί, ταυ̃τα ἐκείνοισ ὑπάρχει, οὐδέ γε ὅλωσ γίνεται ἢ ἀγαθὸν ἢ κακὸν αὐτοι̃σ ἡμω̃ν ἢ εὐπαθούντων ἢ κακὰ πασχόντων.

3. 'Αλλ' οὐχ ἑκόντεσ ταυ̃τα, ἀλλ' ἠναγκασμένοι τοι̃σ τόποισ καὶ τοι̃σ σχήμασιν. 'Αλλ' εἰ ἠναγκασμένοι, τὰ αὐτὰ δήπουθεν ἐχρη̃ν ἅπαντασ ποιει̃ν ἐπὶ τω̃ν αὐτω̃ν τόπων καὶ σχημάτων γινομένουσ. Νυ̃ν δὲ τί διάφορον πέπονθεν ὅδε τόδε τὸ τμη̃μα του̃ τω̃ν ζω̨δίων κύκλου παριὼν καὶ αὐ̃ τόδε; Οὐ γὰρ δὴ οὐδ' ἐν αὐτω̨̃ τω̨̃ ζω̨δίω̨ γίνεται, ἀλλ' ὑπ' αὐτὸ πλει̃στον ἀπέχων, καὶ καθ' ὁποι̃ον ἂν γίγνηται κατὰ τὸν οὐρανὸν ὤν. Γελοι̃ον γὰρ καθ' ἕκαστον ὡ̃ν τισ παρέχεται ἄλλον καὶ ἄλλον γίγνεσθαι καὶ διδόναι ἄλλα καὶ ἄλλα: ἀνατέλλων δὲ καὶ ἐπὶ κέντρου γεγονὼσ καὶ ἀποκλίνασ ἄλλοσ. Οὐ γὰρ δὴ τοτὲ μὲν ἥδεται ἐπὶ του̃ κέντρου ὤν, τοτὲ δὲ λυπει̃ται ἀποκλίνασ ἢ ἀργὸσ γίνεται, οὐδ' αὐ̃ θυμου̃ται ἀνατείλασ ἄλλοσ, πραύ+νεται δὲ ἀποκλίνασ, εἱ̃σ δέ τισ αὐτω̃ν καὶ ἀποκλίνασ ἀμείνων. 'Έστι γὰρ ἀεὶ ἕκαστοσ καὶ ἐπίκεντροσ ἄλλοισ ἀποκλίνασ ἄλλοισ καὶ ἀποκλίνασ ἑτέροισ ἐπίκεντροσ ἄλλοισ: καὶ οὐ δήπου κατὰ τὸν αὐτὸν χρόνον χαίρει τε καὶ λυπει̃ται καὶ θυμου̃ται καὶ πρα̃όσ ἐστι. Τὸ δὲ τοὺσ μὲν αὐτω̃ν χαίρειν λέγειν δύνοντασ, τοὺσ δὲ ἐν ἀνατολαι̃σ ὄντασ, πω̃σ οὐκ ἄλογον; Καὶ γὰρ οὕτω συμβαίνει ἅμα λυπει̃σθαί τε καὶ χαίρειν. Εἰ̃τα διὰ τί ἡ ἐκείνων λύπη ἡμα̃σ κακώσει; 'Όλωσ δὲ οὐδὲ λυπει̃σθαι οὐδ' ἐπὶ καιρου̃ χαίρειν αὐτοι̃σ δοτέον, ἀλλ' ἀεὶτὸ ἵλεων ἔχειν χαίροντασ ἐφ' οἱ̃σ ἀγαθοι̃σ ἔχουσι καὶ ἐφ' οἱ̃σ ὁρω̃σι. Βίοσ γὰρ ἑκάστω̨ ἐφ' αὑτου̃, ἑκάστω̨ καὶ ἐν τη̨̃ ἐνεργεία̨ τὸ εὐ̃: τὸ δὲ οὐ πρὸσ ἡμα̃σ. Καὶ μάλιστα τοι̃σ οὐ κοινωνου̃σιν ἡμι̃ν ζώ̨οισ κατὰ συμβεβηκόσ, οὐ προηγούμενον: οὐδὲ ὅλωσ τὸ ἔργον πρὸσ ἡμα̃σ, εἰ ὥσπερ ὄρνισι κατὰ συμβεβηκὸσ τὸ σημαίνειν.

4. κἀκει̃νο δὲ ἄλογον, τόνδε μὲν τόνδε ὁρω̃ντα χαίρειν, τόνδε δὲ τόνδε τοὐναντίον: τίσ γὰρ αὐτοι̃σ ἔχθρα ἢ περὶ τίνων; Διὰ τί δὲ τρίγωνοσ μὲν ὁρω̃ν ἄλλωσ, ἐξ ἐναντίασ δὲ ἢ τετράγωνοσ ἄλλωσ; Διὰ τί δὲ ὡδὶ μὲν ἐσχηματισμένοσ ὁρα̨̃, κατὰ δὲ τὸ ἑξη̃σ ζώ̨διον ἐγγυτέρω ὢν μα̃λλον οὐχ ὁρα̨̃; 'Όλωσ δὲ τίσ καὶ ὁ τρόποσ ἔσται του̃ ποιει̃ν ἃ λέγονται ποιει̃ν; Πω̃σ τε χωρὶσ ἕκαστοσ καὶ ἔτι πω̃σ ὁμου̃ πάντεσ ἄλλο ἐκ πάντων; Οὐ γὰρ δὴ συνθέμενοι πρὸσ ἀλλήλουσ οὕτω ποιου̃σιν εἰσ ἡμα̃σ τὰ δόξαντα ὑφεὶσ ἕκαστόσ τι τω̃ν ἀφ' αὑτου̃, οὐδ' αὐ̃ ἄλλοσ ἐκώλυσε τὴν του̃ ἑτέρου δόσιν γενέσθαι βιασάμενοσ, οὐδ' αὐ̃ ὁ ἕτεροσ παρεχώρησε τω̨̃ ἑτέρω̨ πεισθεὶσ αὐτω̨̃ πράττειν. Τὸ δὲ τόνδε μὲν χαίρειν ἐν τοι̃σ του̃δε γενόμενον, ἀνάπαλιν δὲ τὸν ἕτερον ἐν τοι̃σ του̃ ἑτέρου γενόμενον, πω̃σ οὐχ ὅμοιον, ὥσπερ ἂν εἴ τισ ὑποθέμενοσ δύο φιλου̃ντασ ἀλλήλουσ ἔπειτα λέγοι τὸν μὲν ἕτερον φιλει̃ν τὸν ἕτερον, ἀνάπαλιν δὲ θάτερον μισει̃ν θάτερον;

5. λέγοντεσ δὲ ψυχρόν τινα αὐτω̃ν εἰ̃ναι, ἔτι πόρρω γινόμενον ἀφ' ἡμω̃ν μα̃λλον ἡμι̃ν ἀγαθὸν εἰ̃ναι, ἐν τω̨̃ ψυχρω̨̃ τὸ κακὸν αὐτου̃ εἰσ ἡμα̃σ τιθέμενοι: καίτοι ἔδει ἐν τοι̃σ ἀντικειμένοισ ζω̨δίοισ ἀγαθὸν ἡμι̃ν εἰ̃ναι: καὶ ἐναντίουσ γινομένουσ τὸν ψυχρὸν τω̨̃ θερμω̨̃ δεινοὺσ ἀμφοτέρουσ γίνεσθαι: καίτοι ἔδει κρα̃σιν εἰ̃ναι: καὶ τόνδε μὲν χαίρειν τη̨̃ ἡμέρα̨ καὶ ἀγαθὸν γίνεσθαι θερμαινόμενον, τόνδε δὲ τη̨̃ νυκτὶ χαίρειν πυρώδη ὄντα, ὥσπερ οὐκ ἀεὶ ἡμέρασ αὐτοι̃σ οὔσησ, λέγω δὲ φωτόσ, ἢ του̃ ἑτέρου καταλαμβανομένου ὑπὸ νυκτὸσ πολὺ ὑπεράνω τη̃σ σκια̃σ τη̃σ γη̃σ ὄντοσ. Τὸ δὲ τὴν σελήνην πλησίφωτον μὲν οὐ̃σαν ἀγαθὴν εἰ̃ναι τω̨̃δε συνερχομένην, λείπουσαν δὲ κακήν, ἀνάπαλιν, εἴπερ δοτέον. Πλήρησ γὰρ οὐ̃σα πρὸσ ἡμα̃σ ἐκείνω̨ ὑπεράνω ὄντι ἀφώτιστοσ ἂν εἴη τω̨̃ ἑτέρω̨ ἡμισφαιρίω̨, λείπουσα δὲ ἡμι̃ν ἐκείνω̨ πλησίφωσ: ὥστε τὰ ἐναντία ποιει̃ν ἔδει λείπουσαν, ἐκει̃νον μετὰ φωτὸσ ὁρω̃σαν. Αὐτη̨̃ μὲν οὐ̃ν ὅπωσ ἐχούση̨ οὐδὲν διαφέροι ἂν τὸ ἥμισυ ἀεὶ φωτιζομένη̨: τω̨̃ δ' ἴσωσ διαφέροι ἂν θερμαινομένω̨, ὡσ λέγουσιν. 'Αλλὰ θερμαίνοιτο ἄν, εἰ ἀφώτιστοσ πρὸσ ἡμα̃σ ἡ σελήνη εἴη: πρὸσ δὲ τὸν ἕτερον ἀγαθὴ οὐ̃σα ἐν τω̨̃ ἀφωτίστω̨ πλήρησ ἐστὶ πρὸσ αὐτόν. Ταυ̃τ' οὐ̃ν πω̃σ οὐ σημει̃α ἐξ ἀναλογίασ εἴη ἄν;

6. 'Άρεα δὲ τόνδε ἢ 'Αφροδίτην θεμένουσ μοιχείασ ποιει̃ν, εἰ ὡδὶ εἰ̃εν, ὥσπερ ἐκ τη̃σ τω̃ν ἀνθρώπων ἀκολασίασ αὐτοὺσ ἐμπιπλάντασ ὡ̃ν πρὸσ ἀλλήλουσ δέονται, πω̃σ οὐ πολλὴν ἀλογίαν ἔχει; Καὶ τὴν μὲν θέαν αὐτοι̃σ τὴν πρὸσ ἀλλήλουσ, εἰ οὑτωσὶ θεω̨̃ντο, ἡδει̃αν εἰ̃ναι, πέρασ δὲ αὐτοι̃σ μηδὲν εἰ̃ναι, πω̃σ ἄν τισ παραδέξαιτο; Μυριάδων δὲ ζώ̨ων ἀναριθμήτων γινομένων καὶ οὐσω̃ν ἑκάστω̨ τελει̃ν ἀεὶ τὸ τοι[όν]δε, δόξαν αὐτοι̃σ διδόναι, πλουτει̃ν ποιει̃ν, πένητασ, ἀκολάστουσ, καὶ τὰσ ἐνεργείασ ἑκάστων αὐτοὺσ τελει̃ν, τίσαὐτοι̃σ ἐστι βίοσ; 'Ή πω̃σ δυνατὸν τοσαυ̃τα ποιει̃ν; Τὸ δὲ ἀναφορὰσ ζω̨δίων ἀναμένειν καὶ τότε τελει̃ν, καὶ ὅσαισ μοίραισ ἀνατέλλει ἕκαστον, ἐνιαυτοὺσ εἰ̃ναι τοσούτουσ τη̃σ ἀναφορα̃σ, καὶ οἱ̃ον ἐπὶ δακτύλων τίθεσθαι, ὅτε ποιήσουσι, μὴ ἐξει̃ναι δ' αὐτοι̃σ πρὸ τούτων τω̃ν χρόνων, ὅλωσ δὲ μηδενὶ ἑνὶ τὸ κύριον τη̃σ διοικήσεωσ διδόναι, τούτοισ δὲ τὰ πάντα διδόναι, ὥσπερ οὐκ ἐπιστατου̃ντοσ ἑνόσ, ἀφ' οὑ̃ διηρτη̃σθαι τὸ πα̃ν, ἑκάστω̨ διδόντοσ κατὰ φύσιν τὸ αὑτου̃ περαίνειν καὶ ἐνεργει̃ν τὰ αὑτου̃ συντεταγμένον αὐ̃ μετ' αὐτου̃, λύοντόσ ἐστι καὶ ἀγνοου̃ντοσ κόσμου φύσιν ἀρχὴν ἔχοντοσ καὶ αἰτίαν πρώτην ἐπὶ πάντα ἰου̃σαν.

7. 'Αλλ' εἰ σημαίνουσιν οὑ̃τοι τὰ ἐσόμενα, ὥσπερ φαμὲν πολλὰ καὶ ἄλλα σημαντικὰ εἰ̃ναι τω̃ν ἐσομένων, τί ἂν τὸ ποιου̃ν εἴη; Καὶ ἡ τάξισ πω̃σ; Οὐ γὰρ ἂν ἐσημαίνετο τεταγμένωσ μὴ ἑκάστων γιγνομένων. 'Έστω τοίνυν ὥσπερ γράμματα ἐν οὐρανω̨̃ γραφόμενα ἀεὶ ἢ γεγραμμένα καὶ κινούμενα, ποιου̃ντα μέν τι ἔργον καὶ ἄλλο: ἐπακολουθείτω δὲ τω̨̃δε ἡ παρ' αὐτω̃ν σημασία, ὡσ ἀπὸ μια̃σ ἀρχη̃σ ἐν ἑνὶ ζώ̨ω̨ παρ' ἄλλου μέρουσ ἄλλο ἄν τισ μάθοι. Καὶ γὰρ καὶ ἠ̃θοσ ἄν τισ γνοίη εἰσ ὀφθαλμούσ τινοσ ἰδὼν ἤ τι ἄλλο μέροσ του̃ σώματοσ καὶ κινδύνουσ καὶ σωτηρίασ. Καὶ οὐ̃ν μέρη μὲν ἐκει̃να, μέρη δὲ καὶ ἡμει̃σ: ἄλλα οὐ̃ν ἄλλοισ. Μεστὰ δὲ πάντα σημείων καὶ σοφόσ τισ ὁ μαθὼν ἐξ ἄλλου ἄλλο. Πολλὰ δὲ ἤδη ἐν συνηθεία̨ γιγνόμενα γινώσκεται πα̃σι. Τίσ οὐ̃ν ἡ σύνταξισ ἡ μία; Οὕτω γὰρ καὶ τὸ κατὰ τοὺσ ὄρνεισ εὔλογον καὶ τὰ ἄλλα ζω̨̃α, ἀφ' ὡ̃ν σημαινόμεθαἕκαστα. Συνηρτη̃σθαι δὴ δει̃ ἀλλήλοισ τὰ πάντα, καὶ μὴ μόνον ἐν ἑνὶ τω̃ν καθ' ἕκαστα του̃ εὐ̃ εἰρημένου-σύμπνοια μία, ἀλλὰ πολὺ μα̃λλον καὶ πρότερον ἐν τω̨̃ παντί, καὶ μίαν ἀρχὴν ἓν πολὺ ζω̨̃ον ποιη̃σαι καὶ ἐκ πάντων ἕν, καὶ ὡσ ἑνὶ ἑκάστω̨ τὰ μέρη ἕν τι ἔργον ἕκαστον εἴληφεν, οὕτω καὶ τὰ ἐν τω̨̃ παντὶ ἕκαστα ἔργα ἕκαστον ἔχειν καὶ μα̃λλον ἢ ταυ̃τα, ὅσον μὴ μόνον μέρη, ἀλλὰ καὶ ὅλα καὶ μείζω. Πρόεισι μὲν δὴ ἕκαστον ἀπὸ μια̃σ τὸ αὑτου̃ πρα̃ττον, συμβάλλει δὲ ἄλλο ἄλλω̨: οὐ γὰρ ἀπήλλακται του̃ ὅλου: καὶ δὴ καὶ ποιει̃ καὶ πάσχει ὑπ' ἄλλων καὶ ἄλλο αὐ̃ προση̃λθε καὶ ἐλύπησεν ἢ ἡ̃σε. Πρόεισι δὲ οὐκ εἰκη̨̃ οὐδὲ κατ' ἐπιτυχίαν: καὶ γὰρ ἄλλο τι καὶ ἐκ τούτων καὶ ἐφεξη̃σ κατὰ φύσιν ἄλλο.

8. καὶ δὴ καὶ ψυχὴ τὸ αὑτη̃σ ἔργον ποιει̃ν ὡρμημένη- ψυχὴ γὰρ πάντα ποιει̃ ἀρχη̃σ ἔχουσα λόγον-κἂν εὐθυποροι̃ καὶ παράγοιτο αὐ̃, καὶ ἕπεται τοι̃σ δρωμένοισ ἐν τω̨̃ παντὶ δίκη, εἴπερ μὴ λυθήσεται. Μένει δ' ἀεὶ ὀρθουμένου του̃ ὅλου τάξει καὶ δυνάμει του̃ κρατου̃ντοσ: συνεργου̃ντα δὲ καὶ τὰ ἄστρα ὡσ ἂν μόρια οὐ σμικρὰ ὄντα του̃ οὐρανου̃ πρὸσ τὸ ὅλον ἀριπρεπη̃ καὶ πρὸσ τὸ σημαίνειν ἐστί. Σημαίνει μὲν οὐ̃ν πάντα, ὅσα ἐν αἰσθητω̨̃, ποιει̃ δὲἄλλα, ὅσα φανερω̃σ ποιει̃. 'Ημει̃σ δὲ ψυχη̃σ ἔργα κατὰ φύσιν ποιου̃μεν, ἕωσ μὴ ἐσφάλημεν ἐν τω̨̃ πλήθει του̃ παντόσ: σφαλέντεσ δὲ ἔχομεν δίκην καὶ τὸ σφάλμα αὐτὸ καὶ τὸ ἐν χείρονι μοίρα̨ εἰσ ὕστερον. Πλου̃τοι μὲν οὐ̃ν καὶ πενίαι συντυχία̨ τω̃ν ἔξω: ἀρεταὶ δὲ καὶ κακίαι; 'Αρεταὶ μὲν διὰ τὸ ἀρχαι̃ον τη̃σ ψυχη̃σ, κακίαι δὲ συντυχία̨ ψυχη̃σ πρὸσ τὰ ἔξω. 'Αλλὰ περὶ μὲν τούτων ἐν ἄλλοισ εἴρηται.

9. νυ̃ν δὲ ἀναμνησθέντεσ του̃ <ἀτράκτου>, ὃν τοι̃σ μὲν πρόπαλαι αἱ Μοι̃ραι ἐπικλώθουσι, Πλάτωνι δὲ ὁ ἄτρακτόσ ἐστι τό τε πλανώμενον καὶ τὸ ἀπλανὲσ τη̃σ περιφορα̃σ, καὶ αἱ Μοι̃ραι δὲ καὶ ἡ 'Ανάγκη μήτηρ οὐ̃σα στρέφουσι καὶ ἐν τη̨̃ γενέσει ἑκάστου ἐπικλώθουσι καὶ δι' αὐτη̃σ εἰ̃σιν εἰσ γένεσιν τὰ γεννώμενα. 'Έν τε Τιμαίω̨ θεὸσ μὲν ὁ ποιήσασ τὴν <ἀρχὴν τη̃σ ψυχη̃σ> δίδωσιν, οἱ δὲ φερόμενοι θεοὶ τὰ <δεινὰ καὶ ἀναγκαι̃α πάθη, θυμοὺσ> καὶ ἐπιθυμίασ καὶ <ἡδονὰσ> καὶ <λύπασ> αὐ̃, καὶ <ψυχη̃σ ἄλλο εἰ̃δοσ>, ἀφ' οὑ̃ τὰ παθήματα ταυτί. Οὑ̃τοι γὰρ οἱ λόγοι συνδέουσιν ἡμα̃σ τοι̃σ ἄστροισ παρ' αὐτω̃ν ψυχὴν κομιζομένουσ καὶ ὑποτάττουσι τη̨̃ ἀνάγκη̨ ἐνταυ̃θα ἰόντασ: καὶ ἤθη τοίνυν παρ' αὐτω̃ν καὶ κατὰ τὰ ἤθη πράξεισ καὶ πάθη ἀπὸ ἕξεωσ παθητικη̃σ οὔσησ: ὥστε τί λοιπὸν ἡμει̃σ; 'Ή ὅπερ ἐσμὲν κατ' ἀλήθειαν ἡμει̃σ, οἱ̃σ καὶ κρατει̃ν τω̃ν παθω̃ν ἔδωκεν ἡ φύσισ. Καὶ γὰρ ὅμωσ ἐν τούτοισ τοι̃σ κακοι̃σ διὰ του̃σώματοσ ἀπειλημμένοισ <ἀδέσποτον ἀρετὴν> θεὸσ ἔδωκεν. Οὐ γὰρ ἐν ἡσύχω̨ οὐ̃σιν ἀρετη̃σ δει̃ ἡμι̃ν, ἀλλ' ὅταν κίνδυνοσ ἐν κακοι̃σ εἰ̃ναι ἀρετη̃σ οὐ παρούσησ. Διὸ καὶ <φεύγειν ἐντευ̃θεν δει̃> καὶ <χωρίζειν> αὐτοὺσ ἀπὸ τω̃ν προσγεγενημένων καὶ μὴ τὸ σύνθετον εἰ̃ναι σω̃μα ἐψυχωμένον ἐν ὡ̨̃ κρατει̃ μα̃λλον ἡ σώματοσ φύσισ ψυχη̃σ τι ἴχνοσ λαβου̃σα, ὡσ τὴν ζωὴν τὴν κοινὴν μα̃λλον του̃ σώματοσ εἰ̃ναι: πάντα γὰρ σωματικά, ὅσα ταύτησ. Τη̃σ δὲ ἑτέρασ τη̃σ ἔξω ἡ πρὸσ τὸ ἄνω φορὰ καὶ τὸ καλὸν καὶ τὸ θει̃ον ὡ̃ν οὐδεὶσ κρατει̃, ἀλλ' ἢ προσχρη̃ται, ἵν' ἠ̨̃ ἐκει̃νο καὶ κατὰ του̃το ζη̨̃ ἀναχωρήσασ: ἢ ἔρημοσ ταύτησ τη̃σ ψυχη̃σ γενόμενοσ ζη̨̃ ἐν εἱμαρμένη̨, καὶ ἐνταυ̃θα τὰ ἄστρα αὐτω̨̃ οὐ μόνον σημαίνει, ἀλλὰ γίνεται αὐτὸσ οἱ̃ον μέροσ καὶ τω̨̃ ὅλω̨ συνέπεται, οὑ̃ μέροσ. Διττὸσ γὰρ ἕκαστοσ, ὁ μὲν τὸ συναμφότερόν τι, ὁ δὲ αὐτόσ: καὶ πα̃σ ὁ κόσμοσ δὲ ὁ μὲν τὸ ἐκ σώματοσ καὶ ψυχη̃σ τινοσ δεθείσησ σώματι, ὁ δὲ ἡ του̃ παντὸσ ψυχὴ ἡ μὴ ἐν σώματι, ἐλλάμπουσα δὲ ἴχνη τη̨̃ ἐν σώματι: καὶ ἥλιοσ δὴ καὶ τἀ̃λλα διττὰ οὕτω: καὶ τη̨̃ μὲν ἑτέρα̨ ψυχη̨̃ τη̨̃ καθαρα̨̃ οὐδὲν φαυ̃λον δίδωσιν, ἃ δὲ γίνεται εἰσ τὸ πα̃ν παρ' αὐτω̃ν, καθ' ὃ μέροσ εἰσὶ του̃ παντὸσ σω̃μα καὶ ἐψυχωμένον, τὸ σω̃μα μέροσ μέρειδίδωσι προαιρέσεωσ του̃ ἄστρου καὶ ψυχη̃σ τη̃σ ὄντωσ αὐτου̃ πρὸσ τὸ ἄριστον βλεπούσησ. Παρακολουθει̃ δ' αὐτω̨̃ τὰ ἄλλα, μα̃λλον δ' οὐκ αὐτω̨̃, ἀλλὰ τοι̃σ περὶ αὐτόν, οἱ̃ον ἐκ πυρὸσ θερμότητοσ εἰσ τὸ ὅλον ἰούσησ, καὶ εἴ τι παρὰ ψυχη̃σ τη̃σ ἄλλησ εἰσ ψυχὴν ἄλλην συγγενη̃ οὐ̃σαν: τὰ δὲ δυσχερη̃ διὰ τὴν μίξιν. <Μεμιγμένη> γὰρ οὐ̃ν δὴ ἡ του̃δε του̃ παντὸσ φύσισ, καὶ εἴ τισ τὴν ψυχὴν τὴν χωριστὴν αὐτου̃ χωρίσειε, τὸ λοιπὸν οὐ μέγα. Θεὸσ μὲν οὐ̃ν ἐκείνησ συναριθμουμένησ, τὸ δὲ λοιπὸν <δαίμων>, φησί, <μέγασ> καὶ τὰ πάθη τὰ ἐν αὐτω̨̃ δαιμόνια.

10. εἰ δ' οὕτω, τὰσ σημασίασ καὶ νυ̃ν δοτέον: τὰσ δὲ ποιήσεισ οὐ πάντωσ οὐδὲ τοι̃σ ὅλοισ αὐτω̃ν, ἀλλὰ ὅσα του̃ παντὸσ πάθη, καὶ ὅσον τὸ λοιπὸν αὐτω̃ν. Καὶ ψυχη̨̃ μὲν καὶ πρὶν ἐλθει̃ν εἰσ γένεσιν δοτέον ἥκειν τι φερούση̨ παρ' αὐτη̃σ: οὐ γὰρ ἂν ἔλθοι εἰσ σω̃μα μὴ μέγα τι παθητικὸν ἔχουσα. Δοτέον δὲ καὶ τύχασ εἰσιούση̨ [τὸ κατ' αὐτὴν τὴν φορὰν εἰσιέναι]. Δοτέον δὲ καὶ αὐτὴν τὴν φορὰν ποιει̃σθαι συνεργου̃σαν καὶ ἀποπληρου̃σαν παρ' αὐτη̃σ, ἃ δει̃ τελει̃ν τὸ πα̃ν, ἑκάστου τω̃ν ἐν αὐτη̨̃ τάξιν μερω̃ν λαβόντοσ.

11. χρὴ δὲ κἀκει̃νο ἐνθυμει̃σθαι, ὡσ τὸ ἀπ' ἐκείνων ἰὸν οὐ τοιου̃τον εἰ̃σιν εἰσ τοὺσ λαβόντασ, οἱ̃ον παρ' ἐκείνων ἔρχεται: οἱ̃ον εἰ πυ̃ρ, ἀμυδρὸν του̃το, καὶ εἰ φιλιακὴ διάθεσισ, ἀσθενὴσ γενομένη ἐν τω̨̃ λαβόντι οὐ μάλα καλὴν τὴν φίλησιν εἰργάσατο, καὶ θυμὸσ δὴ οὐκ ἐν μέτρω̨τυχόντοσ, ὡσ ἀνδρει̃ον γενέσθαι, ἢ ἀκροχολίαν ἢ ἀθυμίαν εἰργάσατο, καὶ τὸ τιμη̃σ ἐν ἔρωτι ὂν καὶ περὶ τὸ καλὸν ἔχον τω̃ν δοκούντων καλω̃ν ἔφεσιν εἰργάσατο, καὶ νου̃ ἀπόρροια πανουργίαν: καὶ γὰρ ἡ πανουργία ἐθέλει νου̃σ εἰ̃ναι τυχει̃ν οὑ̃ ἐφίεται οὐ δυνάμενοσ. Γίνεται οὐ̃ν κακὰ ἕκαστα τούτων ἐν ἡμι̃ν ἐκει̃ οὐ τούτων ὄντων: ἐπεὶ καὶ τὰ ἐλθόντα, καίτοι οὐκ ἐκει̃να ὄντα, οὐ μένει οὐδὲ ταυ̃τα οἱ̃α ἠ̃λθε σώμασι μιγνύμενα καὶ ὕλη̨ καὶ ἀλλήλοισ.

12. καὶ δὴ καὶ τὰ ἰόντα εἰσ ἓν συμπίπτει καὶ κομίζεται ἕκαστον τω̃ν γινομένων τι ἐκ τούτου του̃ κράματοσ, ὥστε ὅ ἐστι, καὶ ποιόν τι γενέσθαι. Οὐ γὰρ τὸν ἵππον ποιει̃, ἀλλὰ τω̨̃ ἵππω̨ τι δίδωσιν: ὁ γὰρ ἵπποσ ἐξ ἵππου καὶ ἐξ ἀνθρώπου ἄνθρωποσ: συνεργὸσ δὲ ἥλιοσ τη̨̃ πλάσει: ὁ δὲ ἐκ του̃ λόγου του̃ ἀνθρώπου γίνεται. 'Αλλ' ἔβλαψέ ποτε ἢ ὠφέλησε τὸ ἔξω: ὁμοίωσ γὰρ τω̨̃ πατρί, ἀλλὰ πρὸσ τὸ βέλτιον πολλάκισ, ἔστι δ' ὅτε πρὸσ τὸ χει̃ρον συνέπεσεν. 'Αλλ' οὐκ ἐκβιβάζει του̃ ὑποκειμένου: ὁτὲ δὲ καὶ ἡ ὕλη κρατει̃, οὐχ ἡ φύσισ, ὡσ μὴ τέλεον γενέσθαι ἡττωμένου του̃ εἴδουσ. @[Τὸ δὲ πρὸσ ἡμα̃σ τη̃σ σελήνησ ἀφώτιστόν ἐστι πρὸσ τὰ ἐπὶ γη̃σ, οὐ τὸ ἄνω λυπει̃. Οὐκ ἐπικουρου̃ντοσ δὲἐκείνου τω̨̃ πόρρω χει̃ρον εἰ̃ναι δοκει̃: ὅταν δὲ πλήρησ ἠ̨̃, ἀρκει̃ τω̨̃ κάτω, κἂν ἐκει̃νοσ πόρρωθεν ἠ̨̃. Πρὸσ δὲ τὸν πυρώδη ἀφώτιστοσ οὐ̃σα πρὸσ ἡμα̃σ ἔδοξεν εἰ̃ναι ἀγαθή: ἀνταρκει̃ γὰρ τὸ ἐκείνου πυρωδεστέρου ἢ πρὸσ ἐκει̃νον ὄντοσ. Τὰ δὲ ἰόντα ἐκει̃θεν σώματα ἐμψύχων ἄλλα ἄλλων ἐπὶ τὸ μα̃λλον καὶ ἡ̃ττον θερμά, ψυχρὸν δὲ οὐδέν: μαρτυρει̃ δὲ ὁ τόποσ. Δία δὲ ὃν λέγουσιν, εὔκρατοσ πυρί: καὶ ὁ 'Εω̨̃οσ ...οὕτωσ_: διὸ καὶ σύμφωνοι δοκου̃σιν ὁμοιότητι, πρὸσ δὲ τὸν Πυρόεντα καλούμενον τη̨̃ κράσει, πρὸσ δὲ Κρόνον ἀλλοτρίωσ τω̨̃ πόρρω: 'Ερμη̃σ δ' ἀδιάφοροσ πρὸσ ἅπαντασ, ὡσ δοκει̃, ὁμοιούμενοσ. Πάντεσ δὲ πρὸσ τὸ ὅλον σύμφοροι: ὥστε πρὸσ ἀλλήλουσ οὕτωσ, ὡσ τω̨̃ ὅλω̨ συμφέρει, ὡσ ἐφ' ἑνὸσ ζώ̨ου ἕκαστα τω̃ν μερω̃ν ὁρα̃ται. Τούτου γὰρ χάριν μάλιστα, οἱ̃ον χολὴ καὶ τω̨̃ ὅλω̨ καὶ πρὸσ τὸ ἐγγύσ: καὶ γὰρ ἔδει καὶ θυμὸν ἐγείρειν καὶ τὸ πα̃ν καὶ τὸ πλησίον μὴ ἐα̃ν ὑβρίζειν. Καὶ δὴ καὶ ἐν τω̨̃ παντελει̃ ἔδει τινὸσ τοιούτου καί τινοσ ἄλλου πρὸσ τὸ ἡδὺ ἀνημμένου: τὰ δὲ ὀφθαλμοὺσ εἰ̃ναι: συμπαθη̃ δὲ πάντα τω̨̃ ἀλόγω̨ αὐτω̃ν εἰ̃ναι: οὕτω γὰρ ἓν καὶ μία ἁρμονία.]

13. δει̃ τοίνυν τὸ ἐντευ̃θεν, ἐπειδὴ τὰ μὲν καὶ παρὰ τη̃σ φορα̃σ γίνεται, τὰ δὲ οὔ, διαλαβει̃ν καὶ διακρι̃ναι καὶ εἰπει̃ν, πόθεν ἕκαστα ὅλωσ. 'Αρχὴ δὲ ἥδε: ψυχη̃σ δὴ τὸ πα̃ν τόδε διοικούσησ κατὰ λόγον, οἱ̃α δὴ καὶ ἐφ' ἑκάστουζώ̨ου ἡ ἐν αὐτω̨̃ ἀρχή, ἀφ' ἡ̃σ ἕκαστα τὰ του̃ ζώ̨ου μέρη καὶ πλάττεται καὶ πρὸσ τὸ ὅλον συντέτακται, οὑ̃ μέρη ἐστίν, ἐν μὲν τω̨̃ ὅλω̨ ἐστὶ τὰ πάντα, ἐν δὲ τοι̃σ μέρεσι τοσου̃τον μόνον, ὅσον ἐστὶν ἕκαστον. Τὰ δὲ ἔξωθεν προσιόντα, τὰ μὲν καὶ ἐναντία τη̨̃ βουλήσει τη̃σ φύσεωσ, τὰ δὲ καὶ πρόσφορα: τω̨̃ δὲ ὅλω̨ [τὰ] πάντα ἅτε μέρη ὄντα αὐτου̃ [τὰ πάντα] συντέτακται φύσιν μὲν λαβόντα ἣν ἔχει καὶ συμπληρου̃ντα τη̨̃ οἰκεία̨ ὅμωσ ὁρμη̨̃ πρὸσ τὸν ὅλον του̃ παντὸσ βίον. Τὰ μὲν οὐ̃ν ἄψυχα τω̃ν ἐν αὐτω̨̃ πάντη ὄργανα καὶ οἱ̃ον ὠθούμενα ἔξω εἰσ τὸ ποιει̃ν: τὰ δὲ ἔμψυχα, τὰ μὲν τὸ κινει̃σθαι ἀορίστωσ ἔχει, ὡσ ὑφ' ἅρμασιν ἵπποι πρὶν τὸν ἡνίοχον ἀφορίσαι αὐτοι̃σ τὸν δρόμον, ἅτε δὴ πληγη̨̃ νεμόμενα: λογικου̃ δὲ ζώ̨ου φύσισ ἔχει παρ' ἑαυτη̃σ τὸν ἡνίοχον: καὶ ἐπιστήμονα μὲν ἔχουσα κατ' ἰθὺ φέρεται, μὴ δέ, ὡσ ἔτυχε πολλάκισ. 'Άμφω δὲ εἴσω του̃ παντὸσ καὶ συντελου̃ντα πρὸσ τὸ ὅλον: καὶ τὰ μὲν μείζω αὐτω̃ν καὶ ἐν πλείονι τη̨̃ ἀξία̨ πολλὰ ποιει̃ καὶ μεγάλα καὶ πρὸσ τὴν του̃ ὅλου ζωὴν συντελει̃ τάξιν ποιητικὴν μα̃λλον ἢ παθητικὴν ἔχοντα, τὰ δὲ πάσχοντα διατελει̃ μικρὰν δύναμιν πρὸσ τὸ ποιει̃ν ἔχοντα: τὰ δὲ μεταξὺ τούτων, πάσχοντα μὲν παρ' ἄλλων, ποιου̃ντα δὲ πολλὰ καὶ ἐν πολλοι̃σ ἀρχὴν παρ' αὐτω̃ν εἰσ πράξεισ καὶ ποιήσεισ ἔχοντα. Καὶ γίνεται τὸ πα̃ν ζωὴ παντελὴσ τω̃ν μὲν ἀρίστων ἐνεργούντων τὰ ἄριστα, καθ' ὅσον τὸ ἄριστον ἐν ἑκάστω̨: ὃ δὴ καὶ τω̨̃ ἡγεμονου̃ντι συντακτέον, ὥσπερ στρατιώτασ στρατηγω̨̃, οἳ δὴ λέγονται καὶ <ἕπεσθαι Διὶ> ἐπὶ φύσιν τὴν νοητὴν ἱεμένω̨. Τὰ δὲ ἥττονι τη̨̃ φύσει κεχρημένα δεύτερα του̃ παντόσ, οἱ̃α καὶ τὰ ἐν ἡμι̃ν ψυχη̃σδεύτερα: τὰ δ' ἄλλα ἀνάλογον τοι̃σ ἐν ἡμι̃ν μέρεσιν: οὐδὲ γὰρ ἐφ' ἡμω̃ν πάντα ἴσα. Ζω̨̃α μὲν οὐ̃ν πάντα κατὰ λόγον τὸν του̃ παντὸσ ὅλον, τά τε ἐν οὐρανω̨̃ πάντα καὶ τὰ ἄλλα, ὅσα εἰσ τὸ ὅλον μεμέρισται, καὶ οὐδὲν τω̃ν μερω̃ν, οὐδ' εἰ μέγα, δύναμιν ἔχει του̃ ἐξαλλαγὴν ἐργάσασθαι τω̃ν λόγων οὐδὲ τω̃ν κατὰ τοὺσ λόγουσ γενομένων: ἀλλοίωσιν δὲ ἐπ' ἀμφότερα, χείρονόσ τε καὶ βελτίονοσ, ἐργάσασθαι, ἀλλ' οὐκ ἐκστη̃σαί γε τη̃σ οἰκείασ φύσεωσ δύναται. Χει̃ρον δὲ ἐργάζεται ἢ κατὰ σω̃μα ἀσθένειαν διδὸν ἢ τη̨̃ ψυχη̨̃ τη̨̃ συμπαθει̃ καὶ παρ' αὐτου̃ δοθείση̨ εἰσ τὸ κάτω κατὰ συμβεβηκὸσ φαυλότητοσ αἴτιον γινόμενον ἢ σώματοσ κακω̃σ συντεθέντοσ ἐμπόδιον τὴν εἰσ αὐτὸ ἐνέργειαν δι' αὐτὸ ποιη̃σαι: οἱ̃ον οὐχ οὕτωσ ἁρμοσθείσησ λύρασ, ὡσ δέξασθαι τὸ ἀκριβὲσ ἁρμονίασ εἰσ τὸ μουσικοὺσ ἀποτελει̃ν τοὺσ φθόγγουσ.

14. περὶ δὲ πενίασ καὶ πλούτουσ καὶ δόξασ καὶ ἀρχὰσ πω̃σ; 'Ή, εἰ μὲν παρὰ πατέρων οἱ πλου̃τοι, ἐσήμηναν τὸν πλούσιον, ὥσπερ καὶ εὐγενη̃ τὸν ἐκ τοιούτων διὰ τὸ γένοσ τὸ ἔνδοξον ἔχοντα ἐδήλωσαν μόνον: εἰ δ' ἐξ ἀνδραγαθίασ, εἰ σω̃μα συνεργὸν γεγένηται, συμβάλλοιντο ἂν οἱ τὴν σώματοσ ἰσχὺν ἐργασάμενοι, γονει̃σ μὲν πρω̃τον, εἰ̃τα, εἴ ...τι παρὰ _τω̃ν τόπων ἔσχε, τὰ οὐράνια καὶ ἡ γη̃: εἰ δὲ ἄνευ σώματοσ ἡ ἀρετή, αὐτη̨̃ μόνη̨ δοτέον τὸ πλει̃στον καί, ὅσα παρὰ τω̃ν ἀμειψαμένων, συνεβάλλετο. Οἱ δὲ δόντεσεἰ μὲν ἀγαθοί, εἰσ ἀρετὴν ἀνακτέον καὶ οὕτω τὴν αἰτίαν: εἰ δὲ φαυ̃λοι, δικαίωσ δὲ δόντεσ, τω̨̃ ἐν αὐτοι̃σ βελτίστω̨ ἐνεργήσαντι του̃το γεγονέναι. Εἰ δὲ πονηρὸσ ὁ πλουτήσασ, τὴν μὲν πονηρίαν προηγουμένην καὶ [ὅ] τι τὸ αἴτιον τη̃σ πονηρίασ, προσληπτέον δὲ καὶ τοὺσ δόντασ συναιτίουσ ὡσαύτωσ γενομένουσ. Εἰ δ' ἐκ πόνων, οἱ̃ον ἐκ γεωργίασ, ἐπὶ τὸν γεωργόν, συνεργὸν τὸ περιέχον γεγενημένον. Εἰ δὲ θησαυρὸν εὑ̃ρε, συμπεσει̃ν τι τω̃ν ἐκ του̃ παντόσ: εἰ δέ, σημαίνεται: πάντωσ γὰρ ἀκολουθει̃ ἀλλήλοισ πάντα: διὸ καὶ πάντωσ. Εἰ δ' ἀπέβαλέ τισ πλου̃τον, εἰ ἀφαιρεθείσ, ἐπὶ τὸν ἀφελόμενον, κἀκει̃νον ἐπὶ τὴν οἰκείαν ἀρχήν: εἰ δ' ἐν θαλάττη̨, τὰ συμπεσόντα. Τὸ δ' ἔνδοξον ἢ δικαίωσ ἢ οὔ. Εἰ οὐ̃ν δικαίωσ, τὰ ἔργα καὶ τὸ παρὰ τοι̃σ δοξάζουσι βέλτιον: εἰ δ' οὐ δικαίωσ, ἐπὶ τὴν τω̃ν τιμώντων ἀδικίαν. Καὶ ἀρχη̃σ δὲ πέρι ὁ αὐτὸσ λόγοσ: ἢ γὰρ προσηκόντωσ ἢ οὔ: καὶ θάτερον μὲν ἐπὶ τὸ βέλτιον τω̃ν ἑλομένων, ἢ ἐπ' αὐτὸν διαπραξάμενον ἑτέρων συστάσει καὶ ὁπωσου̃ν ἄλλωσ. Περὶ δὲ γάμων ἢ προαίρεσισ ἢ συντυχία καὶ σύμπτωσισ ἐκ τω̃ν ὅλων. Παίδων δὲ γενέσεισ ἀκόλουθοι τούτοισ, καὶ ἢ πέπλασται κατὰ λόγον ἐμποδίσαντοσ οὐδενόσ, ἢ χει̃ρον ἔσχε γενομένου ἔνδον κωλύματόσ τινοσ ἢ παρ' αὐτὴν τὴν κύουσαν ἢ του̃ περιέχοντοσ οὕτω διατεθέντοσ ὡσ ἀσυμμέτρωσ πρὸσ τήνδε τὴν κύησιν ἐσχηκότοσ.

15. 'Ο δὲ Πλάτων πρὸ τη̃σ περιφορα̃σ του̃ ἀτράκτου δοὺσ κλήρουσ καὶ προαιρέσεισ συνεργοὺσ ὕστερον δίδωσιτοὺσ ἐν τω̨̃ ἀτράκτω̨, ὡσ πάντωσ τὰ αἱρεθέντα συναποτελου̃ντασ: ἐπεὶ καὶ ὁ δαίμων συνεργὸσ εἰσ πλήρωσιν αὐτω̃ν. 'Αλλ' οἱ κλη̃ροι τίνεσ; 'Ή [τὸ] του̃ παντὸσ ἔχοντοσ οὕτωσ, ὡσ τότε εἰ̃χεν, ὅτε εἰσή̨εσαν εἰσ τὸ σω̃μα, γενέσθαι, καὶ τὸ εἰσελθει̃ν εἰσ τόδε τὸ σω̃μα καὶ τω̃νδε γονέων καὶ ἐν τοιούτοισ τόποισ γίγνεσθαι καὶ ὅλωσ, ὡσ εἴπομεν, τὰ ἔξω. Πάντα δὲ ὁμου̃ γενόμενα καὶ οἱ̃ον συγκλωσθέντα διὰ τη̃σ μια̃σ τω̃ν λεγομένων Μοιρω̃ν δεδήλωται ἐπί τε ἑκάστων ἐπί τε τω̃ν ὅλων: ἡ δὲ Λάχεσισ τοὺσ κλήρουσ: καὶ τὰ συμπεσόντα τάδε πάντωσ ἀναγκαι̃ον τὴν 'Άτροπον ἐπάγειν. Τω̃ν δ' ἀνθρώπων οἱ μὲν γίγνονται τω̃ν ἐκ του̃ ὅλου καὶ τω̃ν ἔξω, ὥσπερ γοητευθέντεσ, καὶ ὀλίγα ἢ οὐδὲν αὐτοί: οἱ δὲ κρατου̃ντεσ τούτων καὶ ὑπεραίροντεσ οἱ̃ον τη̨̃ κεφαλη̨̃ πρὸσ τὸ ἄνω καὶ ἐκτὸσ ψυχη̃σ ἀποσώ̨ζουσι τὸ ἄριστον καὶ [τὸ] ἀρχαι̃ον τη̃σ ψυχικη̃σ οὐσίασ. Οὐ γὰρ δὴ νομιστέον τοιου̃τον εἰ̃ναι ψυχήν, οἱ̃ον, ὅ τι ἂν ἔξωθεν πάθη̨, ταύτην φύσιν ἴσχειν, μόνην τω̃ν πάντων οἰκείαν φύσιν οὐκ ἔχουσαν: ἀλλὰ χρὴ πολὺ πρότερον αὐτὴν ἢ τὰ ἄλλα, ἅτε ἀρχη̃σ λόγον ἔχουσαν, πολλὰσ οἰκείασ δυνάμεισ πρὸσ ἐνεργείασ τὰσ κατὰ φύσιν ἔχειν: οὐ γὰρ δὴ οἱ̃όν τε οὐσίαν οὐ̃σαν μὴ μετὰ του̃ εἰ̃ναι καὶ ὀρέξεισ καὶ πράξεισ καὶ τὸ πρὸσ τὸ εὐ̃ κεκτη̃σθαι. Τὸ μὲν οὐ̃ν συναμφότερον ἐκ του̃ συναμφοτέρου τη̃σ φύσεωσ καὶ τοιόνδε καὶ ἔργα ἔχει τοιάδε: ψυχὴ δὲ εἴ τισ χωρίζεται, χωριστὰ καὶ ἴδια ἐνεργει̃ τὰ του̃ σώματοσ πάθη οὐκ αὐτη̃σ τιθεμένη, ἅτε ἤδη ὁρω̃σα, ὡσ τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο.

16. 'Αλλὰ τί τὸ μικτὸν καὶ τί τὸ μὴ καὶ τί τὸ χωριστὸν καὶ ἀχώριστον, ὅταν ἐν σώματι ἠ̨̃, καὶ ὅλωσ τί τὸ ζω̨̃ονἀρχὴν ἑτέραν ὕστερον λαβου̃σι ζητητέον: οὐ γὰρ ἅπαντεσ τὴν αὐτὴν δόξαν ἔσχον περὶ τούτου. Νυ̃ν δὲ ἔτι λέγωμεν ...πω̃σ τὸ "κατὰ λόγον ψυχη̃σ διοικούσησ τὸ πα̃ν" εἴπομεν. Πότερα γὰρ ἕκαστα οἱ̃ον ἐπ' εὐθείασ ποιου̃σα, ἄνθρωπον, εἰ̃τα ἵππον καὶ ἄλλο ζω̨̃ον καὶ δὴ καὶ θηρία, πυ̃ρ δὲ καὶ γη̃ν πρότερον, εἰ̃τα συμπεσόντα ταυ̃τα ἰδου̃σα καὶ φθείροντα ἄλληλα ἢ καὶ ὠφελου̃ντα, τὴν συμπλοκὴν τὴν ἐκ τούτων ἰδου̃σα μόνον καὶ τὰ ὕστερον συμβαίνοντα ἀεὶ γίγνεσθαι, οὐδὲν ἔτι συμβαλλομένη πρὸσ τὰ ἐφεξη̃σ, ἀλλ' ἢ μόνον ζώ̨ων γενέσεισ τω̃ν ἐξ ἀρχη̃σ πάλιν ποιου̃σα καὶ τοι̃σ πάθεσι τοι̃σ δι' ἀλλήλων αὐτὰ συγχωρου̃σα; 'Ή αἰτίαν λέγοντεσ καὶ τω̃ν οὕτω γινομένων, ὅτι παρ' αὐτη̃σ γενόμενα τὰ ἐφεξη̃σ ἐργάζεται; 'Ή καὶ τὸ τόδε τόδε ποιη̃σαι ἢ παθει̃ν ἔχει ὁ λόγοσ οὐκ εἰκη̃ οὐδὲ κατ' ἐπιτυχίαν οὐδὲ τω̃νδε γιγνομένων, ἀλλ' ἐξ ἀνάγκησ οὕτωσ; '~Αρ' οὐ̃ν τω̃ν λόγων αὐτὰ ποιούντων; 'Ή ὄντων μὲν τω̃ν λόγων, οὐχ ὡσ ποιούντων δέ, ἀλλ' ὡσ εἰδότων, μα̃λλον δὲ τη̃σ ψυχη̃σ τη̃σ τοὺσ λόγουσ τοὺσ γεννητικοὺσ ἐχούσησ εἰδυίασ τὰ ἐκ τω̃ν ἔργων συμβαίνοντα αὐτη̃σ ἁπάντων: τω̃ν γὰρ αὐτω̃ν συμπιπτόντων καὶ περιεστηκότων τὰ αὐτὰ πάντωσ προσήκει ἀποτελει̃σθαι: ἃ δὴ παραλαβου̃σα ἢ προιδου̃σα ἡ ψυχὴ ἐπὶ τούτοισ τὰ ἐφεξη̃σ περαίνει καὶ συνείρει, προηγούμενα οὐ̃ν καὶ ἐπακολουθου̃ντα πάντωσ καὶ πάλιν ἐπὶ τούτοισ τὰ ἐφεξη̃σ προηγούμενα, ὡσ ἐκ τω̃ν παρόντων: ὅθεν ἴσωσ ἀεὶ χείρω τὰ ἐφεξη̃σ: οἱ̃ον ἄνδρεσ ἄλλοι πάλαι, νυ̃ν δὲ ἄλλοι, τω̨̃ μεταξὺ καὶ ἀεὶ ἀναγκαίω̨ τω̃ν λόγωνεἰκόντων τοι̃σ τη̃σ ὕλησ παθήμασι. Συνορω̃σα οὐ̃ν ἀεὶ ἄλλα, τὰ δ' ἄλλα, καὶ παρακολουθου̃σα τοι̃σ τω̃ν αὐτη̃σ ἔργων παθήμασι τὸν βίον τοιου̃τον ἔχει καὶ οὐκ ἀπήλλακται τη̃σ ἐπὶ τω̨̃ ἔργω̨ φροντίδοσ τέλοσ ἐπιθει̃σα τω̨̃ ποιήματι καὶ ὅπωσ ἕξει καλω̃σ καὶ εἰσ ἀεὶ ἅπαξ μηχανησαμένη, οἱ̃α δέ τισ γεωργὸσ σπείρασ ἢ καὶ φυτεύσασ ἀεὶ διορθου̃ται, ὅσα χειμω̃νεσ ἔβλαψαν ὑέτιοι ἢ κρυμω̃ν συνέχεια ἢ ἀνέμων ζάλαι. 'Αλλ' εἰ ταυ̃τα ἄτοπα, ἐκει̃νο δει̃ λέγειν, ὅτι ἤδη ἔγνωσται ἢ καὶ κει̃ται ἐν τοι̃σ λόγοισ καὶ ἡ φθορὰ καὶ τὰ ἀπὸ κακίασ ἔργα; 'Αλλ' εἰ του̃το, καὶ τὰσ κακίασ τοὺσ λόγουσ ποιει̃ν φήσομεν, καίτοι ἐν ται̃σ τέχναισ καὶ τοι̃σ λόγοισ αὐτω̃ν οὐκ ἔνι ἁμαρτία οὐδὲ παρὰ τὴν τέχνην οὐδ' ἡ φθορὰ του̃ κατὰ τέχνην. 'Αλλ' ἐνταυ̃θά τισ ἐρει̃ μὴ εἰ̃ναι μηδὲν ...παρὰ _φύσιν μηδὲ κακὸν τω̨̃ ὅλω̨: ἀλλ' ὅμωσ τὸ χει̃ρον καὶ τὸ βέλτιον συγχωρήσεται. Τί οὐ̃ν, εἰ τω̨̃ ὅλω̨ καὶ τὸ χει̃ρον συνεργόν, καὶ οὐ δει̃ πάντα καλὰ εἰ̃ναι; 'Επεὶ καὶ τὰ ἐναντία συντελει̃ καὶ οὐκ ἄνευ τούτων κόσμοσ: καὶ γὰρ ἐπὶ τω̃ν καθ' ἕκαστα ζώ̨ων οὕτω: καὶ τὰ μὲν βελτίω ἀναγκάζει καὶ πλάττει ὁ λόγοσ, ὅσα δὲ μὴ τοιαυ̃τα, δυνάμει κει̃ται ἐν τοι̃σ λόγοισ, ἐνεργεία̨ δὲ ἐν τοι̃σ γενομένοισ, οὐδὲν ἔτι δεομένησ ἐκείνησ ποιει̃ν οὐδ' ἀνακινει̃ν τοὺσ λόγουσ ἤδη τη̃σ ὕλησ τω̨̃ σεισμω̨̃ τω̨̃ ἐκ τω̃ν προηγουμένων λόγων καὶ τὰ παρ' αὐτη̃σ ποιούσησ τὰ χείρω, κρατουμένησ δ' αὐ̃ οὐδὲν ἡ̃ττον πρὸσ τὰ βελτίω: ὥστε ἓν ἐκ πάντων ἄλλωσ ἑκατέρωσ γινομένων καὶ ἄλλωσ αὐ̃ ἐν τοι̃σ λόγοισ.

17. πότερα δὲ οἱ λόγοι οὑ̃τοι οἱ ἐν ψυχη̨̃ νοήματα; 'Αλλὰ πω̃σ κατὰ τὰ νοήματα ποιήσει; 'Ο γὰρ λόγοσ ἐν ὕλη̨ ποιει̃, καὶ τὸ ποιου̃ν φυσικω̃σ οὐ νόησισ οὐδὲ ὅρασισ, ἀλλὰ δύναμισ τρεπτικὴ τη̃σ ὕλησ, οὐκ εἰδυι̃α ἀλλὰ δρω̃σα μόνον, οἱ̃ον τύπον καὶ σχη̃μα ἐν ὕδατι, [ὥσπερ κύκλοσ], ἄλλου ἐνδόντοσ εἰσ του̃το τη̃σ φυτικη̃σ δυνάμεωσ καὶ γεννητικη̃σ λεγομένησ τὸ ποιει̃ν. Εἰ του̃το, ποιήσει τὸ ἡγούμενον τη̃σ ψυχη̃σ τω̨̃ τρέπειν τὴν ἔνυλον καὶ γεννητικὴν ψυχήν. Τρέψει οὐ̃ν λογισαμένη αὐτή; 'Αλλ' εἰ λογισαμένη, ἀναφορὰν ἕξει πρότερον εἰσ ἄλλο ἢ εἰσ τὰ ἐν αὐτη̨̃. 'Αλλ' εἰσ τὰ ἐν αὐτη̨̃ οὐδὲν δει̃ λογισμω̃ν: οὐ γὰρ οὑ̃τοσ τρέψει, ἀλλὰ τὸ ἐν αὐτη̨̃ ἔχον τοὺσ λόγουσ: του̃το γὰρ καὶ δυνατώτερον καὶ ποιει̃ν ἐν ψυχη̨̃ δυνάμενον. Κατ' εἴδη ἄρα ποιει̃. Δει̃ τοίνυν καὶ αὐτὴν παρὰ νου̃ ἔχουσαν διδόναι. Νου̃σ δὴ ψυχη̨̃ δίδωσι τη̨̃ του̃ παντόσ, ψυχὴ δὲ παρ' αὐτη̃σ ἡ μετὰ νου̃ν τη̨̃ μετ' αὐτὴν ἐλλάμπουσα καὶ τυπου̃σα, ἡ δὲ ὡσπερεὶ ἐπιταχθει̃σα ἤδη ποιει̃: ποιει̃ δὲ τὰ μὲν ἀνεμποδίστωσ, τὰ δὲ ἐμποδισθει̃σα χείρω. 'Άτε δὲ δύναμιν εἰσ τὸ ποιει̃ν λαβου̃σα καὶ λόγων οὐ τω̃ν πρώτων πληρωθει̃σα οὐ μόνον καθ' ἃ ἔλαβε ποιήσει, ἀλλὰ γένοιτο ἄν τι καὶ παρ' αὐτη̃σ καὶ του̃το δηλονότι χει̃ρον: καὶ ζω̨̃ον μέν, ζω̨̃ον δὲ ἀτελέστερον καὶ δυσχεραι̃νον τὴν αὐτου̃ ζωήν, ἅτε χείριστον καὶ δύσκολον δὴ καὶ ἄγριον καὶ ἐξ ὕλησ χείρονοσ οἱ̃ον ὑποστάθμησ τω̃ν προηγουμένων πικρα̃σ καὶ πικρὰ ποιούσησ: καὶ ταυ̃τα παρέξει καὶ αὐτὴ τω̨̃ ὅλω̨.

18. '~Αρ' οὐ̃ν τὰ κακὰ τὰ ἐν τω̨̃ παντὶ ἀναγκαι̃α, ὅτι ἕπεται τοι̃σ προηγουμένοισ; 'Ή ὅτι, καὶ εἰ μὴ ταυ̃τα ἠ̃ν, ἀτελὲσ ἂν ἠ̃ν τὸ πα̃ν. Καὶ γὰρ χρείαν τὰ πολλὰ αὐτω̃ν ἢ καὶ πάντα παρέχεται τω̨̃ ὅλω̨, οἱ̃ον τὰ τω̃ν ἰοβόλων, λανθάνει δὲ τὰ πλει̃στα διὰ τί: ἐπεὶ καὶ τὴν κακίαν αὐτὴν ἔχειν πολλὰ χρήσιμα καὶ πολλω̃ν ποιητικὴν [εἰ̃ναι] καλω̃ν, οἱ̃ον κάλλουσ τεχνητου̃ παντόσ, καὶ κινει̃ν εἰσ φρόνησιν μὴ ἐω̃σαν ἐπ' ἀδείασ εὕδειν. Εἰ δὴ ταυ̃τα ὀρθω̃σ εἴρηται, δει̃ τὴν του̃ παντὸσ ψυχὴν θεωρει̃ν μὲν τὰ ἄριστα ἀεὶ ἱεμένην πρὸσ τὴν νοητὴν φύσιν καὶ τὸν θεόν, πληρουμένησ δὲ αὐτη̃σ καὶ πεπληρωμένησ οἱ̃ον ἀπομεστουμένησ αὐτη̃σ τὸ ἐξ αὐτη̃σ ἴνδαλμα καὶ τὸ ἔσχατον αὐτη̃σ πρὸσ τὸ κάτω τὸ ποιου̃ν του̃το εἰ̃ναι. Ποιητὴσ οὐ̃ν ἔσχατοσ οὑ̃τοσ: ἐπὶ δ' αὐτω̨̃ τη̃σ ψυχη̃σ τὸ πρώτωσ πληρούμενον παρὰ νου̃: ἐπὶ πα̃σι δὲ νου̃σ δημιουργόσ, ὃσ καὶ τη̨̃ ψυχη̨̃ τη̨̃ μετ' αὐτὸν δίδωσιν ὡ̃ν ἴχνη ἐν τη̨̃ τρίτη̨. Εἰκότωσ οὐ̃ν λέγεται οὑ̃τοσ ὁ κόσμοσ εἰκὼν ἀεὶ εἰκονιζόμενοσ, ἑστηκότων μὲν του̃ πρώτου καὶ δευτέρου, του̃ δὲ τρίτου ἑστηκότοσ μὲν καὶ αὐτου̃, ἀλλ' ἐν τη̨̃ ὕλη̨ καὶ κατὰ συμβεβηκὸσ κινουμένου. 'Έωσ γὰρ ἂν ἠ̨̃ νου̃σ καὶ ψυχή, ῥεύσονται οἱ λόγοι εἰσ του̃το τὸ εἰ̃δοσ ψυχη̃σ, ὥσπερ, ἕωσ ἂν ἠ̨̃ ἥλιοσ, πάντα τὰ ἀπ' αὐτου̃ φω̃τα.

II.4

1. τὴν λεγομένην ὕλην <ὑποκείμενόν> τι καὶ <ὑποδοχὴν> εἰδω̃ν λέγοντεσ εἰ̃ναι κοινόν τινα του̃τον λόγον περὶ αὐτη̃σ πάντεσ λέγουσιν, ὅσοι εἰσ ἔννοιαν ἠ̃λθον τη̃σ τοιαύτησ φύσεωσ, καὶ μέχρι τούτου τὴν αὐτὴν φέρονται: τίσ δέ ἐστιν αὕτη ἡ ὑποκειμένη φύσισ καὶ πω̃σ δεκτικὴ καὶ τίνων, τὸ ἐντευ̃θεν ἤδη ζητου̃ντεσ διέστησαν. Καὶ οἱ μὲν σώματα μόνον τὰ ὄντα εἰ̃ναι θέμενοι καὶ τὴν οὐσίαν ἐν τούτοισ μίαν τε τὴν ὕλην λέγουσι καὶ τοι̃σ στοιχείοισ ὑποβεβλη̃σθαι καὶ αὐτὴν εἰ̃ναι τὴν οὐσίαν, τὰ δ' ἄλλα πάντα οἱ̃ον πάθη ταύτησ καί πωσ ἔχουσαν αὐτὴν καὶ τὰ στοιχει̃α εἰ̃ναι. Καὶ δὴ καὶ τολμω̃σι καὶ μέχρι θεω̃ν αὐτὴν ἄγειν καὶ τέλοσ δὴ καὶ αὐτὸν ἀυτει̃ν τὸν θεὸν ὕλην ταύτην πωσ ἔχουσαν εἰ̃ναι. Διδόασι δὲ καὶ σω̃μα αὐτη̨̃ ἄποιον αὐτὸ σω̃μα λέγοντεσ καὶ μέγεθοσ δέ. Οἱ δὲ ἀσώματον λέγουσι καὶ ταύτην οὐ μίαν τινὲσ αὐτω̃ν, ἀλλὰ ταύτην μὲν τοι̃σ σώμασιν ὑποβεβλη̃σθαι καὶ αὐτοὶ περὶ ἡ̃σ οἱ πρότεροι λέγουσιν, ἑτέραν μέντοι προτέραν ἐν τοι̃σ νοητοι̃σ ὑποβεβλημένην τοι̃σ ἐκει̃ εἴδεσι καὶ ται̃σ ἀσωμάτοισ οὐσίαισ.

2. διὸ πρότερον ζητητέον περὶ ταύτησ εἰ ἔστι, καὶ τίσ οὐ̃σα τυγχάνει, καὶ πω̃σ ἐστιν. Εἰ δὴ ἀόριστόν τι καὶ ἄμορφον δει̃ τὸ τη̃σ ὕλησ εἰ̃ναι, ἐν δὲ τοι̃σ ἐκει̃ ἀρίστοισ οὐ̃σιν οὐδὲν ἀόριστον οὐδὲ ἄμορφον, οὐδ' ἂν ὕλη ἐκει̃ εἴη: καὶ εἰ ἁπλου̃ν ἕκαστον, οὐδ' ἂν δέοι ὕλησ, ἵν' ἐξ αὐτη̃σ καὶ ἄλλου τὸ σύνθετον: καὶ γινομένοισ μὲν ὕλησ δει̃ καὶ ἐξ ἑτέρων ἕτερα ποιουμένοισ, ἀφ' ὡ̃ν καὶ ἡ τω̃ν αἰσθητω̃ν ὕλη ἐνοήθη, μὴ γινομένοισ δὲ οὔ. Πόθεν δὲ ἐλήλυθε καὶ ὑπέστη; Εἰ γὰρ ἐγένετο, καὶ ὑπό τινοσ: εἰ δὲ ἀίδιοσ, καὶ ἀρχαὶ πλείουσ καὶ κατὰ συντυχίαν τὰ πρω̃τα. Κἂν εἰ̃δοσ δὲ προσέλθη̨, τὸ σύνθετον ἔσται σω̃μα: ὥστε κἀκει̃ σω̃μα.

3. πρω̃τον οὐ̃ν λεκτέον ὡσ οὐ πανταχου̃ τὸ ἀόριστον ἀτιμαστέον, οὐδὲ ὃ ἂν ἄμορφον ἠ̨̃ τη̨̃ ἑαυτου̃ ἐπινοία̨, εἰ μέλλοι παρέχειν αὐτὸ τοι̃σ πρὸ αὐτου̃ καὶ τοι̃σ ἀρίστοισ: οἱ̃όν τι καὶ ψυχὴ πρὸσ νου̃ν καὶ λόγον πέφυκε μορφουμένη παρὰ τούτων καὶ εἰσ εἰ̃δοσ βέλτιον ἀγομένη: ἔν τε τοι̃σ νοητοι̃σ τὸ σύνθετον ἑτέρωσ, οὐχ ὡσ τὰ σώματα: ἐπεὶ καὶ λόγοι σύνθετοι καὶ ἐνεργεία̨ δὲ σύνθετον ποιου̃σι τὴν ἐνεργου̃σαν εἰσ εἰ̃δοσ φύσιν. Εἰ δὲ καὶ πρὸσ ἄλλο καὶ παρ' ἄλλου, καὶ μα̃λλον. 'Η δὲ τω̃ν γιγνομένων ὕλη ἀεὶ ἄλλο καὶ ἄλλο εἰ̃δοσ ἴσχει, τω̃ν δὲ ἀιδίων ἡ αὐτὴ ταὐτὸν ἀεί. Τάχα δὲ ἀνάπαλιν ἡ ἐνταυ̃θα. 'Ενταυ̃θα μὲν γὰρ παρὰ μέροσ πάντα καὶ ἓν ἑκάστοτε: διὸ οὐδὲν ἐμμένει ἄλλου ἄλλο ἐξωθου̃ντοσ: διὸ οὐ ταὐτὸν ἀεί. 'Εκει̃ δὲ ἅμα πάντα: διὸ οὐκ ἔχει εἰσ ὃ μεταβάλλοι, ἤδη γὰρ ἔχει πάντα. Οὐδέποτ' οὐ̃ν ἄμορφοσ οὐδὲἐκει̃ ἡ ἐκει̃, ἐπεὶ οὐδ' ἡ ἐνταυ̃θα, ἀλλ' ἕτερον τρόπον ἑκατέρα. Τὸ δὲ εἴτε ἀίδιοσ, εἴτε γενομένη, ἐπειδὰν ὅ τί ποτ' ἐστὶ λάβωμεν, δη̃λον ἔσται.

4. 'Ο δὴ λόγοσ ἡμι̃ν ὑποθεμένοισ τὸ νυ̃ν εἰ̃ναι τὰ εἴδη -δέδεικται γὰρ ἐν ἄλλοισ-προίτω. Εἰ οὐ̃ν πολλὰ τὰ εἴδη, κοινὸν μέν τι ἐν αὐτοι̃σ ἀνάγκη εἰ̃ναι: καὶ δὴ καὶ ἴδιον, ὡ̨̃ διαφέρει ἄλλο ἄλλου. Του̃το δὴ τὸ ἴδιον καὶ ἡ διαφορὰ ἡ χωρίζουσα ἡ οἰκεία ἐστὶ μορφή. Εἰ δὲ μορφή, ἔστι τὸ μορφούμενον, περὶ ὃ ἡ διαφορά. 'Έστιν ἄρα καὶ ὕλη ἡ τὴν μορφὴν δεχομένη καὶ ἀεὶ τὸ ὑποκείμενον. 'Έτι εἰ κόσμοσ νοητὸσ ἔστιν ἐκει̃, μίμημα δὲ οὑ̃τοσ ἐκείνου, οὑ̃τοσ δὲ σύνθετοσ καὶ ἐξ ὕλησ, κἀκει̃ δει̃ ὕλην εἰ̃ναι. 'Ή πω̃σ προσερει̃σ κόσμον μὴ εἰσ εἰ̃δοσ ἰδών; Πω̃σ δὲ εἰ̃δοσ μὴ ἐφ' ὡ̨̃ τὸ εἰ̃δοσ λαβών; 'Αμερὲσ μὲν γὰρ παντελω̃σ πάντη αὐτό, μεριστὸν δὲ ὁπωσου̃ν. Καὶ εἰ μὲν διασπασθέντα ἀπ' ἀλλήλων τὰ μέρη, ἡ τομὴ καὶ ἡ διάσπασισ ὕλησ ἐστὶ πάθοσ: αὕτη γὰρ ἡ τμηθει̃σα: εἰ δὲ πολλὰ ὂν ἀμέριστόν ἐστι, τὰ πολλὰ ἐν ἑνὶ ὄντα ἐν ὕλη̨ ἐστὶ τω̨̃ ἑνὶ αὐτὰ μορφαὶ αὐτου̃ ὄντα: τὸ γὰρ ἓν του̃το [τὸ ποικίλον] νόησον ποικίλον καὶ πολύμορφον. Οὐκου̃ν ἄμορφον αὐτὸ πρὸ του̃ ποικίλον: εἰ γὰρ τω̨̃ νω̨̃ ἀφέλοισ τὴν ποικιλίαν καὶ τὰσ μορφὰσ καὶ τοὺσ λόγουσ καὶ τὰ νοήματα, τὸ πρὸ τούτων ἄμορφον καὶ ἀόριστον καὶ τούτων οὐδὲν τω̃ν ἐπ' αὐτω̨̃ καὶ ἐν αὐτω̨̃.

5. εἰ δ', ὅτι ἀεὶ ἔχει ταυ̃τα καὶ ὁμου̃, ἓν ἄμφω καὶ οὐχ ὕλη ἐκει̃νο, οὐδ' ἐνταυ̃θα ἔσται τω̃ν σωμάτων ὕλη: οὐδέποτε γὰρ ἄνευ μορφη̃σ, ἀλλ' ἀεὶ ὅλον σω̃μα, σύνθετονμὴν ὅμωσ. Καὶ νου̃σ εὑρίσκει τὸ διττόν: οὑ̃τοσ γὰρ διαιρει̃, ἕωσ εἰσ ἁπλου̃ν ἥκη̨ μηκέτι αὐτὸ ἀναλύεσθαι δυνάμενον: ἕωσ δὲ δύναται, χωρει̃ αὐτου̃ εἰσ τὸ βάθοσ. Τὸ δὲ βάθοσ ἑκάστου ἡ ὕλη: διὸ καὶ σκοτεινὴ πα̃σα, ὅτι τὸ φω̃σ ὁ λόγοσ. Καὶ ὁ νου̃σ λόγοσ. Διὸ τὸν ἐφ' ἑκάστου λόγον ὁρω̃ν τὸ κάτω ὡσ ὑπὸ τὸ φω̃σ σκοτεινὸν ἥγηται, ὥσπερ ὀφθαλμὸσ φωτοειδὴσ ὢν πρὸσ τὸ φω̃σ βαλὼν καὶ χρόασ φω̃τα ὄντα τὰ ὑπὸ τὰ χρώματα σκοτεινὰ καὶ ὑλικὰ εἰ̃ναι λέγει κεκρυμμένα τοι̃σ χρώμασι. Διάφορόν γε μὴν τὸ σκοτεινὸν τό τε ἐν τοι̃σ νοητοι̃σ τό τε ἐν τοι̃σ αἰσθητοι̃σ ὑπάρχει διάφορόσ τε ἡ ὕλη, ὅσω̨ καὶ τὸ εἰ̃δοσ τὸ ἐπικείμενον ἀμφοι̃ν διάφορον: ἡ μὲν γὰρ θεία λαβου̃σα τὸ ὁρίζον αὐτὴν ζωὴν ὡρισμένην καὶ νοερὰν ἔχει, ἡ δὲ ὡρισμένον μέν τι γίγνεται, οὐ μὴν ζω̃ν οὐδὲ νοου̃ν, ἀλλὰ νεκρὸν κεκοσμημένον. Καὶ ἡ μορφὴ δὲ εἴδωλον: ὥστε καὶ τὸ ὑποκείμενον εἴδωλον. 'Εκει̃ δὲ ἡ μορφὴ ἀληθινόν: ὥστε καὶ τὸ ὑποκείμενον. Διὸ καὶ τοὺσ λέγοντασ οὐσίαν τὴν ὕλην, εἰ περὶ ἐκείνησ ἔλεγον, ὀρθω̃σ ἔδει ὑπολαμβάνειν λέγειν: τὸ γὰρ ὑποκείμενον ἐκει̃ οὐσία, μα̃λλον δὲ μετὰ του̃ ἐπ' αὐτη̨̃ νοουμένη καὶ ὅλη οὐ̃σα πεφωτισμένη οὐσία. Πότερα δὲ ἀίδιοσ ἡ νοητὴ ὁμοίωσ ζητητέον, ὡσ ἄν τισ καὶ τὰσ ἰδέασ ζητοι̃: γενητὰ μὲν γὰρ τω̨̃ ἀρχὴν ἔχειν, ἀγένητα δέ, ὅτι μὴ χρόνω̨ τὴν ἀρχὴν ἔχει, ἀλλ' ἀεὶ παρ' ἄλλου, οὐχ ὡσ γινόμενα ἀεί, ὥσπερ ὁ κόσμοσ, ἀλλὰὄντα ἀεί, ὥσπερ ὁ ἐκει̃ κόσμοσ. Καὶ γὰρ ἡ ἑτερότησ ἡ ἐκει̃ ἀεί, ἣ τὴν ὕλην ποιει̃: ἀρχὴ γὰρ ὕλησ αὕτη, καὶ ἡ κίνησισ ἡ πρώτη: διὸ καὶ αὕτη ἑτερότησ ἐλέγετο, ὅτι ὁμου̃ ἐξέφυσαν κίνησισ καὶ ἑτερότησ: ἀόριστον δὲ καὶ ἡ κίνησισ καὶ ἡ ἑτερότησ ἡ ἀπὸ του̃ πρώτου, κἀκείνου πρὸσ τὸ ὁρισθη̃ναι δεόμενα: ὁρίζεται δέ, ὅταν πρὸσ αὐτὸ ἐπιστραφη̨̃: πρὶν δὲ ἀόριστον καὶ ἡ ὕλη καὶ τὸ ἕτερον καὶ οὔπω ἀγαθόν, ἀλλ' ἀφώτιστον ἐκείνου. Εἰ γὰρ παρ' ἐκείνου τὸ φω̃σ, τὸ δεχόμενον τὸ φω̃σ, πρὶν δέξασθαι, φω̃σ οὐκ ἔχει ἀεί, ἀλλὰ ἄλλο ὂν ἔχει, εἴπερ τὸ φω̃σ παρ' ἄλλου. Καὶ περὶ μὲν τη̃σ ἐν τοι̃σ νοητοι̃σ ὕλησ πλείω τω̃ν προσηκόντων παραγυμνωθέντα ταύτη̨.

6. περὶ δὲ τη̃σ τω̃ν σωμάτων ὑποδοχη̃σ ὡ̃δε λεγέσθω. 'Ότι μὲν οὐ̃ν δει̃ τι τοι̃σ σώμασιν ὑποκείμενον εἰ̃ναι ἄλλο ὂν παρ' αὐτά, ἥ τε εἰσ ἄλληλα μεταβολὴ τω̃ν στοιχείων δηλοι̃. Οὐ γὰρ παντελὴσ του̃ μεταβάλλοντοσ ἡ φθορά: ἢ ἔσται τισ οὐσία εἰσ τὸ μὴ ὂν ἀπολομένη: οὐδ' αὐ̃ τὸ γενόμενον ἐκ του̃ παντελω̃σ μὴ ὄντοσ εἰσ τὸ ὂν ἐλήλυθεν, ἀλλ' ἔστιν εἴδουσ μεταβολὴ ἐξ εἴδουσ ἑτέρου. Μένει δὲ τὸ δεξάμενον τὸ εἰ̃δοσ του̃ γενομένου καὶ ἀποβαλὸν θάτερον. Του̃τό τε οὐ̃ν δηλοι̃ καὶ ὅλωσ ἡ φθορά: συνθέτου γάρ: εἰ δὲ του̃το, ἐξ ὕλησ καὶ εἴδουσ ἕκαστον. 'Ή τε ἐπαγωγὴ μαρτυρει̃ τὸ φθειρόμενον σύνθετον δεικνυ̃σα: καὶ ἡ ἀνάλυσισ δέ: οἱ̃ον εἰ ἡ φιάλη εἰσ τὸν χρυσόν, ὁ δὲ χρυσὸσ εἰσ ὕδωρ, καὶ τὸ ὕδωρ δὲ φθειρόμενον τὸ ἀνάλογον ἀπαιτει̃. 'Ανάγκη δὲ τὰ στοιχει̃α ἢ εἰ̃δοσ εἰ̃ναι ἢ ὕλην πρώτην ἢ ἐξ ὕλησ καὶ εἴδουσ. 'Αλλ' εἰ̃δοσ μὲν οὐχ οἱ̃όν τε: πω̃σ γὰρἄνευ ὕλησ ἐν ὄγκω̨ καὶ μεγέθει; 'Αλλ' οὐδὲ ὕλη ἡ πρώτη: φθείρεται γάρ. 'Εξ ὕλησ ἄρα καὶ εἴδουσ. Καὶ τὸ μὲν εἰ̃δοσ κατὰ τὸ ποιὸν καὶ τὴν μορφήν, ἡ δὲ κατὰ τὸ ὑποκείμενον ἀόριστον, ὅτι μὴ εἰ̃δοσ.

7. 'Εμπεδοκλη̃σ δὲ τὰ στοιχει̃α ἐν ὕλη̨ θέμενοσ ἀντιμαρτυρου̃σαν ἔχει τὴν φθορὰν αὐτω̃ν. 'Αναξαγόρασ δὲ τὸ μίγμα ...ὕλην _ποιω̃ν, οὐκ ἐπιτηδειότητα πρὸσ πάντα, ἀλλὰ πάντα ἐνεργεία̨ ἔχειν λέγων ὃν εἰσάγει νου̃ν ἀναιρει̃ οὐκ αὐτὸν τὴν μορφὴν καὶ τὸ εἰ̃δοσ διδόντα ποιω̃ν οὐδὲ πρότερον τη̃σ ὕλησ ἀλλ' ἅμα. 'Αδύνατον δὲ τὸ ἅμα. Εἰ γὰρ μετέχει τὸ μίγμα του̃ εἰ̃ναι, πρότερον τὸ ὄν: εἰ δὲ καὶ του̃το ὂν τὸ μίγμα, κἀκει̃νο, ἄλλου ἐπ' αὐτοι̃σ δεήσει τρίτου. Εἰ οὐ̃ν πρότερον ἀνάγκη τὸν δημιουργὸν εἰ̃ναι, τί ἔδει τὰ εἴδη κατὰ σμικρὰ ἐν τη̨̃ ὕλη̨ εἰ̃ναι, εἰ̃τα τὸν νου̃ν διὰ πραγμάτων ἀνηνύτων διακρίνειν ἐξὸν ἀποίω̨ οὔση̨ τὴν ποιότητα καὶ τὴν μορφὴν ἐπὶ πα̃σαν ἐκτει̃ναι; Τό τε πα̃ν ἐν παντὶ εἰ̃ναι πω̃σ οὐκ ἀδύνατον; 'Ο δὲ τὸ ἄπειρον ὑποθεὶσ τί ποτε του̃το λεγέτω. Καὶ εἰ οὕτωσ ἄπειρον, ὡσ ἀδιεξίτητον, ὡσ οὐκ ἔστι τοιου̃τόν τι ἐν τοι̃σ οὐ̃σιν οὔτε αὐτοάπειρον οὔτε ἐπ' ἄλλη̨ φύσει ὡσ συμβεβηκὸσ σώματί τινι, τὸ μὲν αὐτοάπειρον, ὅτι καὶ τὸ μέροσ αὐτου̃ ἐξ ἀνάγκησ ἄπειρον, τὸ δὲ ὡσ συμβεβηκόσ, ὅτι τὸ ὡ̨̃ συμβέβηκεν ἐκει̃νο οὐκ ἂν καθ' ἑαυτὸ ἄπειρον εἴη οὐδὲ ἁπλου̃ν οὐδὲ ὕλη ἔτι, δη̃λον. 'Αλλ' οὐδὲ αἱ ἄτομοι τάξιν ὕλησἕξουσιν αἱ τὸ παράπαν οὐκ οὐ̃σαι: τμητὸν γὰρ πα̃ν σω̃μα κατὰ πα̃ν: καὶ τὸ συνεχὲσ δὲ τω̃ν σωμάτων καὶ τὸ ὑγρὸν καὶ τὸ μὴ οἱ̃όν τε ἄνευ νου̃ ἕκαστα καὶ ψυχη̃σ, ἣν ἀδύνατον ἐξ ἀτόμων εἰ̃ναι, ἄλλην τε φύσιν παρὰ τὰσ ἀτόμουσ ἐκ τω̃ν ἀτόμων δημιουργει̃ν οὐχ οἱ̃όν τε, ἐπεὶ καὶ οὐδεὶσ δημιουργὸσ ποιήσει τι ἐξ οὐχ ὕλησ συνεχου̃σ, καὶ μυρία ἂν λέγοιτο πρὸσ ταύτην τὴν ὑπόθεσιν καὶ εἴρηται: διὸ ἐνδιατρίβειν περιττὸν ἐν τούτοισ.

8. τίσ οὐ̃ν ἡ μία αὕτη καὶ συνεχὴσ καὶ ἄποιοσ λεγομένη; Καὶ ὅτι μὲν μὴ σω̃μα, εἴπερ ἄποιοσ, δη̃λον: ἢ ποιότητα ἕξει. Λέγοντεσ δὲ πάντων αὐτὴν εἰ̃ναι τω̃ν αἰσθητω̃ν καὶ οὐ τινω̃ν μὲν ὕλην, πρὸσ ἄλλα δὲ εἰ̃δοσ οὐ̃σαν-οἱ̃ον τὸν πηλὸν ὕλην τω̨̃ κεραμεύοντι, ἁπλω̃σ δὲ οὐχ ὕλην-οὐ δὴ οὕτωσ, ἀλλὰ πρὸσ πάντα λέγοντεσ, οὐδὲν ἂν αὐτη̨̃ προσάπτοιμεν τη̨̃ αὐτη̃σ φύσει, ὅσα ἐπὶ τοι̃σ αἰσθητοι̃σ ὁρα̃ται. Εἰ δὴ του̃το, πρὸσ ται̃σ ἄλλαισ ποιότησιν, οἱ̃ον χρώμασι καὶ θερμότησι καὶ ψυχρότησιν, οὐδὲ τὸ κου̃φον οὐδὲ τὸ βάροσ, οὐ πυκνόν, οὐχ ἁραιόν, ἀλλ' οὐδὲ σχη̃μα. Οὐ τοίνυν οὐδὲ μέγεθοσ: ἄλλο γὰρ τὸ μεγέθει, ἄλλο τὸ μεμεγεθυσμένω̨ εἰ̃ναι, ἄλλο τὸ σχήματι, ἄλλο τὸ ἐσχηματισμένω̨. Δει̃ δὲ αὐτὴν μὴ σύνθετον εἰ̃ναι, ἀλλ' ἁπλου̃ν καὶ ἕν τι τη̨̃ αὑτη̃σ φύσει: οὕτω γὰρ πάντων ἔρημοσ. Καὶ ὁ μορφὴν διδοὺσ δώσει καὶ μορφὴν ἄλλην οὐ̃σαν παρ' αὐτὴν καὶ μέγεθοσ καὶ πάντα ἐκ τω̃ν ὄντων οἱ̃ον προσφέρων: ἢ δουλεύσει τω̨̃ μεγέθει αὐτη̃σ καὶ ποιήσει οὐχ ἡλίκον θέλει, ἀλλ' ὅσον ἡ ὕλη βούλεται: τὸ δὲ συντροχάζειν τὴν βούλησιν τω̨̃ μεγέθει αὐτη̃σ πλασματω̃δεσ. Εἰ δὲ καὶ πρότερον τη̃σ ὕλησ τὸ ποιου̃ν, ταύτη̨ ἔσται ἡ ὕλη, ἡ̨̃ πάντη τὸ ποιου̃ν θέλει, καὶεὐάγωγοσ εἰσ ἅπαντα: καὶ εἰσ μέγεθοσ τοίνυν. Μέγεθόσ τε εἰ ἔχοι, ἀνάγκη καὶ σχη̃μα ἔχειν: ὥστε ἔτι μα̃λλον δύσεργοσ ἔσται. 'Έπεισι τοίνυν τὸ εἰ̃δοσ αὐτη̨̃ πάντα ἐπ' αὐτὴν φέρον: τὸ δὲ εἰ̃δοσ πα̃ν καὶ μέγεθοσ ἔχει καὶ ὁπόσον ἂν ἠ̨̃ μετὰ του̃ λόγου καὶ ὑπὸ τούτου. Διὸ καὶ ἐπὶ τω̃ν γενω̃ν ἑκάστων μετὰ του̃ εἴδουσ καὶ τὸ ποσὸν ὥρισται: ἄλλο γὰρ ἀνθρώπου καὶ ἄλλο ὄρνιθοσ καὶ ὄρνιθοσ τοιουτουί. Θαυμαστότερον τὸ ποσὸν τη̨̃ ὕλη̨ ἄλλο ἐπάγειν του̃ ποιὸν αὐτη̨̃ προστιθέναι; οὐδὲ τὸ μὲν ποιὸν λόγοσ, τὸ δὲ ποσὸν οὐκ, εἰ̃δοσ καὶ μέτρον καὶ ἀριθμὸσ ὄν.

9. πω̃σ οὐ̃ν τισ λήψεταί τι τω̃ν ὄντων, ὃ μὴ μέγεθοσ ἔχει; 'Ή πα̃ν ὅπερ μὴ ταὐτὸν τω̨̃ ποσω̨̃: οὐ γὰρ δὴ τὸ ὂν καὶ τὸ ποσὸν ταὐτόν. Πολλὰ δὲ καὶ ἄλλα ἕτερα του̃ ποσου̃. 'Όλωσ δὲ πα̃σαν ἀσώματον φύσιν ἄποσον θετέον: ἀσώματοσ δὲ καὶ ἡ ὕλη. 'Επεὶ καὶ ἡ ποσότησ αὐτὴ οὐ ποσόν, ἀλλὰ τὸ μετασχὸν αὐτη̃σ: ὥστε καὶ ἐκ τούτου δη̃λον, ὅτι εἰ̃δοσ ἡ ποσότησ. 'Ωσ οὐ̃ν ἐγένετό τι λευκὸν παρουσία̨ λευκότητοσ, τὸ δὲ πεποιηκὸσ τὸ λευκὸν χρω̃μα ἐν ζώ̨ω̨ καὶ τὰ ἄλλα δὲ χρώματα ποικίλα οὐκ ἠ̃ν ποικίλον χρω̃μα, ἀλλὰ ποικίλοσ, εἰ βούλει, λόγοσ, οὕτω καὶ τὸ ποιου̃ν τὸ τηλικόνδε οὐ τηλικόνδε, ἀλλ' αὐ̃ τὸ "τί πηλίκον" ἡ πηλικότησ ἢ ὁ λόγοσ τὸ ποιου̃ν. Προσελθου̃σα οὐ̃ν ἡ πηλικότησ ἐξελίττει εἰσ μέγεθοσ τὴν ὕλην; Οὐδαμω̃σ: οὐδὲ γὰρ ἐν ὀλίγω̨ συνεσπείρατο: ἀλλ' ἔδωκε μέγεθοσ τὸ οὐ πρότερον ὄν, ὥσπερ καὶ ποιότητα τὴν οὐ πρότερον οὐ̃σαν.

10. τί οὐ̃ν νοήσω ἀμέγεθεσ ἐν ὕλη̨; Τί δὲ νοήσεισ ἄποιον ὁπωσου̃ν; Καὶ τίσ ἡ νόησισ καὶ τη̃σ διανοίασ ἡἐπιβολή; 'Ή ἀοριστία: εἰ γὰρ τω̨̃ ὁμοίω̨ τὸ ὅμοιον, καὶ τω̨̃ ἀορίστω̨ τὸ ἀόριστον. Λόγοσ μὲν οὐ̃ν γένοιτο ἂν περὶ του̃ ἀορίστου ὡρισμένοσ, ἡ δὲ πρὸσ αὐτὸ ἐπιβολὴ ἀόριστοσ. Εἰ δ' ἕκαστον λόγω̨ καὶ νοήσει γινώσκεται, ἐνταυ̃θα δὲ ὁ μὲν λόγοσ λέγει, ἃ δὴ λέγει περὶ αὐτη̃σ, ἡ δὲ βουλομένη εἰ̃ναι νόησισ οὐ νόησισ, ἀλλ' οἱ̃ον ἄνοια, μα̃λλον νόθον ἂν εἴη τὸ φάντασμα αὐτη̃σ καὶ οὐ γνήσιον, ἐκ θατέρου οὐκ ἀληθου̃σ καὶ μετὰ του̃ ἑτέρου λόγου συγκείμενον. Καὶ τάχα εἰσ του̃το βλέπων ὁ Πλάτων <νόθω̨ λογισμω̨̃> εἰ̃πε ληπτὴν εἰ̃ναι. Τίσ οὐ̃ν ἡ ἀοριστία τη̃σ ψυχη̃σ; '~Αρα παντελὴσ ἄγνοια ὡσ ἀπουσία; 'Ή ἐν καταφάσει τινὶ τὸ ἀόριστον, καὶ οἱ̃ον ὀφθαλμω̨̃ τὸ σκότοσ ὕλη ὂν παντὸσ ἀοράτου χρώματοσ, οὕτωσ οὐ̃ν καὶ ψυχὴ ἀφελου̃σα ὅσα ἐπὶ τοι̃σ αἰσθητοι̃σ οἱ̃ον φω̃σ τὸ λοιπὸν οὐκέτι ἔχουσα ὁρίσαι ὁμοιου̃ται τη̨̃ ὄψει τη̨̃ ἐν σκότω̨ ταὐτόν πωσ γινομένη τότε τω̨̃ ὃ οἱ̃ον ὁρα̨̃. '~Αρ' οὐ̃ν ὁρα̨̃; 'Ή οὕτωσ ὡσ ἀσχημοσύνην καὶ ὡσ ἄχροιαν καὶ ὡσ ἀλαμπὲσ καὶ προσέτι δὲ ὡσ οὐκ ἔχον μέγεθοσ: εἰ δὲ μή, εἰδοποιήσει ἤδη. 'Όταν οὐ̃ν μηδὲν νοη̨̃, οὐ ταὐτὸ του̃το περὶ ψυχὴν πάθοσ; 'Ή οὔ, ἀλλ' ὅταν μὲν μηδέν, λέγει μηδέν, μα̃λλον δὲ πάσχει οὐδέν: ὅταν δὲ τὴν ὕλην, οὕτω πάσχει πάθοσ οἱ̃ον τύπον του̃ ἀμόρφου: ἐπεὶ καὶ ὅταν τὰ μεμορφωμένα καὶ τὰ μεμεγεθυσμένα νοη̨̃, ὡσ σύνθετα νοει̃: ὡσ γὰρ ...κεχρωσμένα _καὶ ὅλωσ πεποιωμένα. Τὸ ὅλον οὐ̃ν νοει̃ καὶτὸ συνάμφω: καὶ ἐναργὴσ μὲν ἡ νόησισ ἢ ἡ αἴσθησισ τω̃ν ἐπόντων, ἀμυδρὰ δὲ ἡ του̃ ὑποκειμένου, του̃ ἀμόρφου: οὐ γὰρ εἰ̃δοσ. 'Ό οὐ̃ν ἐν τω̨̃ ὅλω̨ καὶ συνθέτω̨ λαμβάνει μετὰ τω̃ν ἐπόντων ἀναλύσασα ἐκει̃να καὶ χωρίσασα, ὃ καταλείπει ὁ λόγοσ, του̃το νοει̃ ἀμυδρω̃σ ἀμυδρὸν καὶ σκοτεινω̃σ σκοτεινὸν καὶ νοει̃ οὐ νοου̃σα. Καὶ ἐπειδὴ οὐκ ἔμεινεν οὐδ' αὐτὴ ἡ ὕλη ἄμορφοσ, ἀλλ' ἐν τοι̃σ πράγμασίν ἐστι μεμορφωμένη, καὶ ἡ ψυχὴ εὐθέωσ ἐπέβαλε τὸ εἰ̃δοσ τω̃ν πραγμάτων αὐτη̨̃ ἀλγου̃σα τω̨̃ ἀορίστω̨, οἱ̃ον φόβω̨ του̃ ἔξω τω̃ν ὄντων εἰ̃ναι καὶ οὐκ ἀνεχομένη ἐν τω̨̃ μὴ ὄντι ἐπιπολὺ ἑστάναι.

11. καὶ τί δει̃ τινοσ ἄλλου πρὸσ σύστασιν σωμάτων μετὰ μέγεθοσ καὶ ποιότητασ ἁπάσασ; 'Ή του̃ ὑποδεξομένου πάντα. Οὐκου̃ν ὁ ὄγκοσ: εἰ δὲ ὁ ὄγκοσ, μέγεθοσ δήπου. Εἰ δὲ ἀμέγεθεσ, οὐδ' ὅπου δέξεται ἔχει. 'Αμέγεθεσ δὲ ὂν τί ἂν συμβάλλοιτο, εἰ μήτε εἰσ εἰ̃δοσ καὶ τὸ ποιὸν μήτε εἰσ τὴν διάστασιν καὶ τὸ μέγεθοσ, ὃ δὴ παρὰ τη̃σ ὕλησ δοκει̃, ὅπου ἂν ἠ̨̃, ἔρχεσθαι εἰσ τὰ σώματα; 'Όλωσ δὲ ὥσπερ πράξεισ καὶ ποιήσεισ καὶ χρόνοι καὶ κινήσεισ ὑποβολὴν ὕλησ ἐν αὐτοι̃σ οὐκ ἔχοντα ἔστιν ἐν τοι̃σ οὐ̃σιν, οὕτωσ οὐδὲ τὰ σώματα τὰ πρω̃τα ἀνάγκη ὕλην ἔχειν, ἀλλὰ ὅλα ἕκαστα εἰ̃ναι ἅ ἐστι ποικιλώτερα ὄντα μίξει τη̨̃ ἐκ πλειόνων εἰδω̃ν τὴν σύστασιν ἔχοντα: ὥστε του̃το τὸ ἀμέγεθεσ ὕλησ ὄνομα κενὸν εἰ̃ναι. Πρω̃τον μὲν οὐ̃ν οὐκ ἀνάγκη τὸ ὑποδεχόμενον ὁτιου̃ν ὄγκον εἰ̃ναι, ἐὰν μὴ μέγεθοσ ἤδη αὐτω̨̃ παρη̨̃: ἐπεὶ καὶ ἡ ψυχὴπάντα δεχομένη ὁμου̃ ἔχει πάντα: εἰ δὲ μέγεθοσ αὐτη̨̃ συμβεβηκὸσ ἠ̃ν, ἔσχεν ἂν ἕκαστα ἐν μεγέθει. 'Η δὲ ὕλη διὰ του̃το ἐν διαστήματι ἃ δέχεται λαμβάνει, ὅτι διαστήματόσ ἐστι δεκτική: ὥσπερ καὶ τὰ ζω̨̃α καὶ τὰ φυτὰ μετὰ του̃ μεγεθύνεσθαι καὶ τὸ ποιὸν ἀντιπαραγόμενον ἴσχει τω̨̃ ποσω̨̃ καὶ συστελλομένου συσταλείη ἄν. Εἰ δ' ὅτι προυπάρχει τι μέγεθοσ ἐν τοι̃σ τοιούτοισ ὑποκείμενον τω̨̃ μορφου̃ντι, κἀκει̃ ἀπαιτει̃, οὐκ ὀρθω̃σ: ἐνταυ̃θα γὰρ ἡ ὕλη οὐχ ἡ ἁπλω̃σ, ἀλλ' ἡ τούτου: τὴν δ' ἁπλω̃σ δει̃ καὶ του̃το παρ' ἄλλου ἔχειν. Οὐ τοίνυν ὄγκον δει̃ εἰ̃ναι τὸν δεξόμενον τὸ εἰ̃δοσ, ἀλλ' ὁμου̃ τω̨̃ γενέσθαι ὄγκον καὶ τὴν ἄλλην ποιότητα δέχεσθαι. Καὶ φάντασμα μὲν ἔχειν ὄγκου ὡσ ἐπιτηδειότητα τούτου ὥσπερ πρώτην, κενὸν δὲ ὄγκον. 'Όθεν τινὲσ ταὐτὸν τω̨̃ κενω̨̃ τὴν ὕλην εἰρήκασι. Φάντασμα δὲ ὄγκου λέγω, ὅτι καὶ ἡ ψυχὴ οὐδὲν ἔχουσα ὁρίσαι, ὅταν τη̨̃ ὕλη̨ προσομιλη̨̃, εἰσ ἀοριστίαν χει̃ ἑαυτὴν οὔτε περιγράφουσα οὔτε εἰσ σημει̃ον ἰέναι δυναμένη: ἤδη γὰρ ὁρίζει. Διὸ οὔτε μέγα λεκτέον χωρὶσ οὔτε σμικρὸν αὐ̃, ἀλλὰ <μέγα καὶ μικρόν>: καὶ οὕτωσ ὄγκοσ καὶ ἀμέγεθεσ οὕτωσ, ὅτι ὕλη ὄγκου καὶ συστελλόμενον ἐκ του̃ μεγάλου ἐπὶ τὸ σμικρὸν καὶ ἐκ του̃ σμικρου̃ ἐπὶ τὸ μέγα οἱ̃ον ὄγκον διατρέχει: καὶ ἡ ἀοριστία αὐτη̃σ ὁ τοιου̃τοσ ὄγκοσ, ὑποδοχὴ μεγέθουσ ἐν αὐτη̨̃: ἐν δὲ φαντασία̨ ἐκείνωσ. Καὶ γὰρ τω̃ν μὲν ἄλλων ἀμεγέθων ὅσα εἴδη ὥρισται ἕκαστον: ὥστε οὐδαμη̨̃ ἔννοια ὄγκου: ἡ δὲ ἀόριστοσ οὐ̃σα καὶ μήπω στα̃σα παρ' αὑτη̃σ ἐπὶ πα̃ν εἰ̃δοσ φερομένη δευ̃ρο κἀκει̃σε καὶ πάντη εὐάγωγοσοὐ̃σα πολλή τε γίνεται τη̨̃ ἐπὶ πάντα ἀγωγη̨̃ καὶ γενέσει καὶ ἔσχε του̃τον τὸν τρόπον φύσιν ὄγκου.

12. συμβάλλεται οὐ̃ν τὰ μέγιστα τοι̃σ σώμασι: τά τε γὰρ εἴδη τω̃ν σωμάτων ἐν μεγέθεσι. Περὶ δὲ μέγεθοσ οὐκ ἂν ἐγένετο ταυ̃τα, ἀλλ' ἢ περὶ τὸ μεμεγεθυσμένον: εἰ γὰρ περὶ μέγεθοσ, οὐ περὶ ὕλην, ὁμοίωσ ἂν ἀμεγέθη καὶ ἀνυπόστατα ἠ̃ν ἢ λόγοι μόνοι ἂν ἠ̃σαν-οὑ̃τοι δὲ περὶ ψυχήν-καὶ οὐκ ἂν ἠ̃ν σώματα. Δει̃ οὐ̃ν ἐνταυ̃θα περὶ ἕν τι τὰ πολλά: του̃το δὲ μεμεγεθυσμένον: του̃το δὲ ἕτερον του̃ μεγέθουσ. 'Επεὶ καὶ νυ̃ν ὅσα μίγνυται τω̨̃ ὕλην ἔχειν εἰσ ταὐτὸν ἔρχεται καὶ οὐ δει̃ται ἄλλου του περὶ ὅ, ὅτι ἕκαστον τω̃ν μιγνυμένων ἥκει φέρον τὴν αὐτου̃ ὕλην. Δει̃ται δὲ [ὅμωσ] καὶ ὡ̃σ ἑνόσ τινοσ του̃ δεξομένου ἢ ἀγγείου ἢ τόπου: ὁ δὲ τόποσ ὕστεροσ τη̃σ ὕλησ καὶ τω̃ν σωμάτων, ὥστε πρότερον ἂν δέοιτο τὰ σώματα ὕλησ. Οὐδέ, ὅτι αἱ ποιήσεισ καὶ αἱ πράξεισ ἄυλοι, διὰ του̃το καὶ τὰ σώματα: σύνθετα γὰρ τὰ σώματα, αἱ δὲ πράξεισ οὔ. Καὶ τοι̃σ πράττουσιν ἡ ὕλη ὅταν πράττωσι τὸ ὑποκείμενον δίδωσι μένουσα ἐν αὐτοι̃σ, εἰσ τὸ πράττειν οὐχ αὑτὴν δίδωσιν: οὐδὲ γὰρ οἱ πράττοντεσ του̃το ζητου̃σι. Καὶ οὐ μεταβάλλει ἄλλη πρα̃ξισ εἰσ ἄλλην, ἵνα ἂν ἠ̃ν καὶ αὐται̃σ ὕλη, ἀλλ' ὁ πράττων ἐπ' ἄλλην μεταβάλλει πρα̃ξιν ἐξ ἄλλησ: ὥστε ὕλην αὐτὸν εἰ̃ναι ται̃σ πράξεσιν. 'Έστι τοίνυν ἀναγκαι̃ον ἡ ὕλη καὶ τη̨̃ ποιότητι καὶ τω̨̃ μεγέθει: ὥστε καὶ τοι̃σ σώμασι: καὶ οὐ κενὸν ὄνομα, ἀλλ' ἔστι τι ὑποκείμενον κἂν ἀόρατον κἂν ἀμέγεθεσ ὑπάρχη̨. 'Ή οὕτωσ οὐδὲ τὰσ ποιότητασ φήσομεν οὐδὲ τὸ μέγεθοσ τω̨̃ αὐτω̨̃λόγω̨: ἕκαστον γὰρ τω̃ν τοιούτων λέγοιτο ἂν οὐδὲν εἰ̃ναι ἑαυτου̃ μόνον λαμβανόμενον. Εἰ δὲ ταυ̃τα ἔστι καίπερ ἀμυδρω̃σ ὂν ἕκαστον, πολὺ μα̃λλον ἂν εἴη ὕλη, κἂν μὴ ἐναργὴσ ὑπάρχη̨ αἱρετὴ οὐ̃σα οὐ ται̃σ αἰσθήσεσιν: οὔτε γὰρ ὄμμασιν, ἄχρουσ γάρ: οὔτε ἀκοη̨̃, οὐ γὰρ ψόφοσ: οὐδὲ χυμοί, διὸ οὐδὲ ῥι̃νεσ οὐδὲ γλω̃σσα. '~Αρ' οὐ̃ν ἁφη̨̃; 'Ή οὔ, ὅτι μηδὲ σω̃μα: σώματοσ γὰρ ἡ ἁφή, ὅτι ἢ πυκνου̃ ἢ ἀραιου̃, μαλακου̃ σκληρου̃, ὑγρου̃ ξηρου̃: τούτων δὲ οὐδὲν περὶ τὴν ὕλην: ἀλλὰ λογισμω̨̃ οὐκ ἐκ νου̃, ἀλλὰ κενω̃σ: διὸ καὶ νόθοσ, ὡσ εἴρηται. 'Αλλ' οὐδὲ σωματότησ περὶ αὐτήν: εἰ μὲν λόγοσ ἡ σωματότησ, ἕτεροσ αὐτη̃σ: αὕτη οὐ̃ν ἄλλο: εἰ δ' ἤδη ποιήσασα καὶ οἱ̃ον κραθει̃σα, σω̃μα φανερω̃σ ἂν εἴη καὶ οὐχ ὕλη μόνον.

13. εἰ δὲ ποιότησ τισ τὸ ὑποκείμενον κοινή τισ οὐ̃σα ἐν ἑκάστω̨ τω̃ν στοιχείων, πρω̃τον μὲν τίσ αὕτη λεκτέον. 'Έπειτα πω̃σ ποιότησ ὑποκείμενον ἔσται; Πω̃σ δὲ ἐν ἀμεγέθει ποιὸν θεωρηθήσεται μὴ ἔχον ὕλην μηδὲ μέγεθοσ; 'Έπειτα εἰ μὲν ὡρισμένη ἡ ποιότησ, πω̃σ ὕλη; Εἰ δ' ἀόριστόν τι, οὐ ποιότησ, ἀλλὰ τὸ ὑποκείμενον καὶ ἡ ζητουμένη ὕλη. Τί οὐ̃ν κωλύει ἄποιον μὲν εἰ̃ναι τω̨̃ τω̃ν ἄλλων μηδεμια̃σ τη̨̃ αὐτη̃σ φύσει μετέχειν, αὐτω̨̃ δὲ τούτω̨ τω̨̃ μηδεμια̃σ μετέχειν ποιὰν εἰ̃ναι ἰδιότητα πάντωσ τινὰ ἔχουσαν καὶ τω̃ν ἄλλων διαφέρουσαν, οἱ̃ον στέρησίν τινα ἐκείνων; Καὶ γὰρ ὁ ἐστερημένοσ ποιόσ: οἱ̃ον ὁ τυφλόσ. Εἰ οὐ̃ν στέρησισ τούτων περὶ αὐτήν, πω̃σ οὐ ποιά; Εἰ δὲ καὶ ὅλωσ στέρησισ περὶ αὐτήν, ἔτι μα̃λλον, εἴ γε δὴ καὶστέρησισ ποιόν τι. 'Ο δὴ ταυ̃τα λέγων τί ἄλλο ἢ ποιὰ καὶ ποιότητασ πάντα ποιει̃; 'Ώστε καὶ ἡ ποσότησ ποιότησ ἂν εἴη καὶ ἡ οὐσία δέ. Εἰ δὲ ποιόν, πρόσεστι ποιότησ. Γελοι̃ον δὲ τὸ ἕτερον του̃ ποιου̃ καὶ μὴ ποιὸν ποιὸν ποιει̃ν. Εἰ δ', ὅτι ἕτερον, ποιόν, εἰ μὲν αὐτοετερότησ, οὐδ' ὡ̃σ ποιόν: ἐπεὶ οὐδ' ἡ ποιότησ ποιά: εἰ δ' ἕτερον μόνον, οὐχ ἑαυτη̨̃, ἀλλ' ἑτερότητι ἕτερον καὶ ταυτότητι ταὐτόν. Οὐδὲ δὴ ἡ στέρησισ ποιότησ οὐδὲ ποιόν, ἀλλ' ἐρημία ποιότητοσ ἢ ἄλλου, ὡσ ἡ ἀψοφία οὐ ψόφου ἢ ὁτουου̃ν ἄλλου: ἄρσισ γὰρ ἡ στέρησισ, τὸ δὲ ποιὸν ἐν καταφάσει. 'Ή τε ἰδιότησ τη̃σ ὕλησ οὐ μορφή: τω̨̃ γὰρ μὴ ποιὰ εἰ̃ναι μηδ' εἰ̃δόσ τι ἔχειν: ἄτοπον δή, ὅτι μὴ ποιά, ποιὰν λέγειν καὶ ὅμοιον τω̨̃, ὅτι ἀμέγεθεσ, αὐτω̨̃ τούτω̨ μέγεθοσ ἔχειν. 'Έστιν οὐ̃ν ἡ ἰδιότησ αὐτη̃σ οὐκ ἄλλο τι ἢ ὅπερ ἔστι, καὶ οὐ πρόσκειται ἡ ἰδιότησ, ἀλλὰ μα̃λλον ἐν σχέσει τη̨̃ πρὸσ τὰ ἄλλα, ὅτι ἄλλο αὐτω̃ν. Καὶ τὰ μὲν ἄλλα οὐ μόνον ἄλλα, ἀλλὰ καί τι ἕκαστον ὡσ εἰ̃δοσ, αὕτη δὲ πρεπόντωσ ἂν λέγοιτο μόνον ἄλλο: τάχα δὲ ἄλλα, ἵνα μὴ τω̨̃ "ἄλλο" ἑνικω̃σ ὁρίση̨σ, ἀλλὰ τω̨̃ "ἄλλα" τὸ ἀόριστον ἐνδείξη̨.

14. 'Αλλ' ἐκει̃νο ζητητέον, πότερα στέρησισ, ἢ περὶ αὐτη̃σ ἡ στέρησισ. 'Ο τοίνυν λέγων λόγοσ ὑποκειμένω̨ μὲν ἓν ἄμφω, λόγω̨ δὲ δύο, δίκαιοσ ἠ̃ν διδάσκειν καὶ τὸν λόγον ἑκατέρου ὅντινα δει̃ ἀποδιδόναι, τη̃σ μὲν ὕλησ ὃσ ὁριει̃ται αὐτὴν οὐδὲν προσαπτόμενοσ τη̃σ στερήσεωσ, τη̃σ τε αὐ̃στερήσεωσ ὡσαύτωσ. 'Ή γὰρ οὐδέτερον ἐν οὐδετέρω̨ τω̨̃ λόγω̨ ἢ ἑκάτερον ἐν ἑκατέρω̨ ἢ θάτερον ἐν θατέρω̨ μόνον ὁποτερονου̃ν. Εἰ μὲν οὐ̃ν ἑκάτερον χωρὶσ καὶ οὐκ ἐπιζητει̃ οὐδέτερον, δύο ἔσται ἄμφω καὶ ἡ ὕλη ἕτερον στερήσεωσ, κἂν συμβεβήκη̨ αὐτη̨̃ ἡ στέρησισ. Δει̃ δ' ἐν τω̨̃ λόγω̨ μηδὲ δυνάμει ἐνορα̃σθαι θάτερον. Εἰ δὲ ὡσ ἡ ῥὶσ ἡ σιμὴ καὶ τὸ σιμόν, καὶ οὕτω διπλου̃ν ἑκάτερον καὶ δύο. Εἰ δὲ ὡσ τὸ πυ̃ρ καὶ ἡ θερμότησ, ἐν μὲν τω̨̃ πυρὶ τη̃σ θερμότητοσ οὔσησ, ἐν δὲ τη̨̃ θερμότητι οὐ λαμβανομένου του̃ πυρόσ, καὶ ἡ ὕλη οὕτω στέρησισ, ὡσ τὸ πυ̃ρ θερμόν, οἱ̃ον εἰ̃δοσ αὐτη̃σ ἔσται ἡ στέρησισ, τὸ δ' ὑποκείμενον ἄλλο, ὃ δει̃ τὴν ὕλην εἰ̃ναι. Καὶ οὐδ' οὕτωσ ἕν. '~Αρα οὐ̃ν οὕτωσ ἓν τω̨̃ ὑποκειμένω̨, δύο δὲ τω̨̃ λόγω̨, τη̃σ στερήσεωσ οὐ σημαινούσησ τι παρει̃ναι, ἀλλὰ μὴ παρει̃ναι, καὶ οἱ̃ον ἀπόφασισ ἡ στέρησισ τω̃ν ὄντων; ὥσπερ ἂν εἴ τισ λέγοι οὐκ ὄν, οὐ γὰρ προστίθησιν ἡ ἀπόφασισ, ἀλλά φησιν οὐκ εἰ̃ναι: καὶ οὕτω στέρησισ ὡσ οὐκ ὄν. Εἰ μὲν οὐ̃ν οὐκ ὄν, ὅτι μὴ τὸ ὄν, ἀλλ' ἄλλο ὄν τί ἐστι, δύο οἱ λόγοι, ὁ μὲν του̃ ὑποκειμένου ἁπτόμενοσ, ὁ δὲ τη̃σ στερήσεωσ τὴν πρὸσ τὰ ἄλλα σχέσιν δηλω̃ν. 'Ή ὁ μὲν τη̃σ ὕλησ πρὸσ τὰ ἄλλα καὶ ὁ του̃ ὑποκειμένου δὲ πρὸσ τὰ ἄλλα, ὁ δὲ τη̃σ στερήσεωσ εἰ τὸ ἀόριστον αὐτη̃σ δηλοι̃, τάχα ἂν αὐτὸσ αὐτη̃σ ἐφάπτοιτο: πλὴν ἕν γε ἑκατέρωσ τω̨̃ ὑποκειμένω̨, λόγω̨ δὲ δύο. Εἰ μέντοι τω̨̃ ἀορίστω̨ εἰ̃ναι καὶ ἀπείρω̨ εἰ̃ναι καὶ ἀποίω̨ εἰ̃ναι τη̨̃ ὕλη̨ ταὐτόν, πω̃σ ἔτι δύο οἱ λόγοι;

15. πάλιν οὐ̃ν ζητητέον, εἰ κατὰ συμβεβηκὸσ τὸ ἄπειρονκαὶ τὸ ἀόριστον ἐπ' ἄλλη̨ φύσει καὶ πω̃σ συμβεβηκὸσ καὶ εἰ στέρησισ συμβέβηκεν. Εἰ δὴ ὅσα μὲν ἀριθμοὶ καὶ λόγοι ἀπειρίασ ἔξω-ὅροι γὰρ καὶ τάξεισ, καὶ τὸ τεταγμένον καὶ τοι̃σ ἄλλοισ παρὰ τούτων, τάττει δὲ ταυ̃τα οὐ τὸ τεταγμένον [οὐδὲ τάξισ], ἀλλὰ ἄλλο τὸ ταττόμενον παρὰ τὸ τάττον, τάττει δὲ τὸ πέρασ καὶ ὅροσ καὶ λόγοσ-ἀνάγκη τὸ ταττόμενον καὶ ὁριζόμενον τὸ ἄπειρον εἰ̃ναι. Τάττεται δὲ ἡ ὕλη καὶ ὅσα δὲ μὴ ὕλη τω̨̃ μετέχειν ἢ ὕλησ λόγον ἔχειν: ἀνάγκη τοίνυν τὴν ὕλην τὸ ἄπειρον εἰ̃ναι, οὐχ οὕτω δὲ ἄπειρον, ὡσ κατὰ συμβεβηκὸσ καὶ τω̨̃ συμβεβηκέναι τὸ ἄπειρον αὐτη̨̃. Πρω̃τον μὲν γὰρ τὸ συμβαι̃νόν τω̨ δει̃ λόγον εἰ̃ναι: τὸ δὲ ἄπειρον οὐ λόγοσ: ἔπειτα τίνι ὄντι τὸ ἄπειρον συμβήσεται; Πέρατι καὶ πεπερασμένω̨. 'Αλλ' οὐ πεπερασμένον οὐδὲ πέρασ ἡ ὕλη. Καὶ τὸ ἄπειρον δὲ προσελθὸν τω̨̃ πεπερασμένω̨ ἀπολει̃ αὐτου̃ τὴν φύσιν: οὐ τοίνυν συμβεβηκὸσ τη̨̃ ὕλη̨ τὸ ἄπειρον: αὐτὴ τοίνυν τὸ ἄπειρον. 'Επεὶ καὶ ἐν τοι̃σ νοητοι̃σ ἡ ὕλη τὸ ἄπειρον καὶ εἴη ἂν γεννηθὲν ἐκ τη̃σ του̃ ἑνὸσ ἀπειρίασ ἢ δυνάμεωσ ἢ του̃ ἀεί, οὐκ οὔσησ ἐν ἐκείνω̨ ἀπειρίασ ἀλλὰ ποιου̃ντοσ. Πω̃σ οὐ̃ν ἐκει̃ καὶ ἐνταυ̃θα; 'Ή διττὸν καὶ τὸ ἄπειρον. Καὶ τί διαφέρει; 'Ωσ ἀρχέτυπον καὶ εἴδωλον. 'Ελαττόνωσ οὐ̃ν ἄπειρον του̃το; 'Ή μα̃λλον: ὅσω̨ γὰρ εἴδωλον πεφευγὸσ τὸ εἰ̃ναι [καὶ] τὸ ἀληθέσ, μα̃λλον ἄπειρον. 'Η γὰρ ἀπειρία ἐν τω̨̃ ἡ̃ττον ὁρισθέντι μα̃λλον: τὸ γὰρ ἡ̃ττον ἐν τω̨̃ ἀγαθω̨̃ μα̃λλον ἐν τω̨̃ κακω̨̃. Τὸ ἐκει̃ οὐ̃ν μα̃λλον ὂν εἴδωλον ὣσ ἄπειρον, τὸ δ' ἐνταυ̃θα ἡ̃ττον, ὅσω̨ πέφευγε τὸ εἰ̃ναι καὶ τὸ ἀληθέσ, εἰσ δὲ εἰδώλου κατερρύη φύσιν, ἀληθεστέρωσ ἄπειρον. Τὸ αὐτὸοὐ̃ν τὸ ἄπειρον καὶ τὸ ἀπείρω̨ εἰ̃ναι; 'Ή ὅπου λόγοσ καὶ ὕλη ἄλλο ἑκάτερον, ὅπου δὲ ὕλη μόνον ἢ ταὐτὸν λεκτέον ἢ ὅλωσ, ὃ καὶ βέλτιον, οὐκ εἰ̃ναι ἐνθάδε τὸ ἀπείρω̨ εἰ̃ναι: λόγοσ γὰρ ἔσται, ὃσ οὐκ ἔστιν ἐν τω̨̃ ἀπείρω̨, ἵν' ἠ̨̃ ἄπειρον. 'Άπειρον μὲν δὴ παρ' αὐτη̃σ τὴν ὕλην λεκτέον ἀντιτάξει τη̨̃ πρὸσ τὸν λόγον. Καὶ γάρ, ὥσπερ ὁ λόγοσ οὐκ ἄλλο τι ὤν ἐστι λόγοσ, οὕτω καὶ τὴν ὕλην ἀντιτεταγμένην τω̨̃ λόγω̨ κατὰ τὴν ἀπειρίαν οὐκ ἄλλο τι οὐ̃σαν λεκτέον ἄπειρον.

16. '~Αρ' οὐ̃ν καὶ ἑτερότητι ταὐτόν; 'Ή οὔ, ἀλλὰ μορίω̨ ἑτερότητοσ ἀντιταττομένω̨ πρὸσ τὰ ὄντα κυρίωσ, ἃ δὴ λόγοι. Διὸ καὶ μὴ ὂν οὕτω τι ὂν καὶ στερήσει ταὐτόν, εἰ ἡ στέρησισ ἀντίθεσισ πρὸσ τὰ ἐν λόγω̨ ὄντα. Οὐκου̃ν φθαρήσεται ἡ στέρησισ προσελθόντοσ του̃ οὑ̃ στέρησισ; Οὐδαμω̃σ: ὑποδοχὴ γὰρ ἕξεωσ οὐχ ἕξισ, ἀλλὰ στέρησισ, καὶ πέρατοσ οὐ τὸ πεπερασμένον οὐδὲ τὸ πέρασ, ἀλλὰ τὸ ἄπειρον καὶ καθ' ὅσον ἄπειρον. Πω̃σ οὐ̃ν [οὐκ] ἀπολει̃ αὐτου̃ τὴν φύσιν του̃ ἀπείρου προσελθὸν τὸ πέρασ καὶ ταυ̃τα οὐ κατὰ συμβεβηκὸσ ὄντοσ ἀπείρου; 'Ή εἰ μὲν κατὰ τὸ ποσὸν ἄπειρον, ἀνή̨ρει: νυ̃ν δὲ οὐχ οὕτωσ, ἀλλὰ τοὐναντίον σώ̨ζει αὐτὸ ἐν τω̨̃ εἰ̃ναι: ὃ γὰρ πέφυκεν, εἰσ ἐνέργειαν καὶ τελείωσιν ἄγει, ὥσπερ τὸ ἄσπαρτον, ὅταν σπείρηται: καὶ ὅταν τὸ θη̃λυ του̃ ἄρρενοσ καὶ οὐκ ἀπόλλυται τὸ θη̃λυ, ἀλλὰ μα̃λλον θηλύνεται: του̃το δέ ἐστιν: ὅ ἐστι μα̃λλον γίγνεται. '~Αρ' οὐ̃ν καὶ κακὸν ἡ ὕλη μεταλαμβάνουσα ἀγαθου̃; 'Ή διὰ του̃το, ὅτι ἐδεήθη: οὐ γὰρ εἰ̃χε. Καὶ γὰρ ὃ μὲν ἂν δέηταί τινοσ, τὸ δ' ἔχη̨, μέσον ἂν ἴσωσ γίγνοιτοἀγαθου̃ καὶ κακου̃, εἰ ἰσάζοι πωσ ἐπ' ἄμφω: ὃ δ' ἂν μηδὲν ἔχη̨ ἅτε ἐν πενία̨ ὄν, μα̃λλον δὲ πενία ὄν, ἀνάγκη κακὸν εἰ̃ναι. Οὐ γὰρ πλούτου πενία του̃το [οὐδὲ ἰσχύοσ], ἀλλὰ πενία μὲν φρονήσεωσ, πενία δὲ ἀρετη̃σ, κάλλουσ, ἰσχύοσ, μορφη̃σ, εἴδουσ, ποιου̃. Πω̃σ οὐ̃ν οὐ δυσειδέσ; Πω̃σ δὲ οὐ πάντη αἰσχρόν; Πω̃σ δὲ οὐ πάντη κακόν; 'Εκείνη δὲ ἡ ὕλη ἡ ἐκει̃ ὄν: τὸ γὰρ πρὸ αὐτη̃σ ἐπέκεινα ὄντοσ. 'Ενταυ̃θα δὲ τὸ πρὸ αὐτη̃σ ὄν. Οὐκ ὂν ἄρα αὐτή, ἕτερον ὄν, πρὸσ τω̨̃ καλω̨̃ του̃ ὄντοσ.

II.5

1. λέγεται τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργεία̨ εἰ̃ναι: λέγεται δέ τι καὶ ἐνέργεια ἐν τοι̃σ οὐ̃σι. Σκεπτέον οὐ̃ν τί τὸ δυνάμει καὶ τί τὸ ἐνεργεία̨. '~Αρα τὸ αὐτὸ τω̨̃ ἐνεργεία̨ εἰ̃ναι ἡ ἐνέργεια, καὶ εἴ τί ἐστιν ἐνεργεία̨, του̃το καὶ ἐνέργεια, ἢ ἕτερον ἑκάτερον καὶ τὸ ἐνεργεία̨ ὂν οὐκ ἀνάγκη καὶ ἐνέργειαν εἰ̃ναι; 'Ότι μὲν οὐ̃ν ἐν τοι̃σ αἰσθητοι̃σ τὸ δυνάμει, δη̃λον: εἰ δὲ καὶ ἐν τοι̃σ νοητοι̃σ, σκεπτέον. 'Ή ἐκει̃ τὸ ἐνεργεία̨ μόνον: καὶ εἰ ἔστι τὸ δυνάμει, τὸ δυνάμει μόνον ἀεί, κἂν ἀεὶ ἠ̨̃, οὐδέποτε ἂν ἔλθοι εἰσ ἐνέργειαν οὐ τω̨̃ χρόνω̨ ἐξείργεσθαι. 'Αλλὰ τί ἐστι τὸ δυνάμει πρω̃τον λεκτέον, εἰ δὴ τὸ δυνάμει δει̃ μὴ ἁπλω̃σ λέγεσθαι: οὐ γὰρ ἔστι τὸ δυνάμει μηδενὸσ εἰ̃ναι. Οἱ̃ον <δυνάμει ἀνδριὰσ ὁ χαλκόσ>: εἰ γὰρ μηδὲν ἐξ αὐτου̃ μηδ' ἐπ' αὐτω̨̃ μηδ' ἔμελλε μηθὲν ἔσεσθαι μεθ' ὃ ἠ̃ν μηδ' ἐνεδέχετο γενέσθαι, ἠ̃ν ἂν ὃἠ̃ν μόνον. 'Ό δὲ ἠ̃ν, ἤδη παρη̃ν καὶ οὐκ ἔμελλε: τί οὐ̃ν ἐδύνατο ἄλλο μετὰ τὸ παρὸν αὐτό; Οὐ τοίνυν ἠ̃ν ἂν δυνάμει. Δει̃ τοίνυν τὸ δυνάμει τι ὂν ἄλλο ἤδη τω̨̃ τι καὶ ἄλλο μετ' αὐτὸ δύνασθαι, ἤτοι μένον μετὰ του̃ ἐκει̃νο ποιει̃ν ἢ παρέχον αὐτὸ ἐκείνω ὃ δύναται φθαρὲν αὐτό, δυνάμει λέγεσθαι: ἄλλωσ γὰρ τὸ <"δυνάμει ἀνδριὰσ ὁ χαλκόσ">, ἄλλωσ τὸ ὕδωρ δυνάμει χαλκὸσ καὶ ὁ ἀὴρ πυ̃ρ. Τοιου̃τον δὴ ὂν τὸ δυνάμει ἀ̃ρα καὶ δύναμισ λέγοιτο ἂν πρὸσ τὸ ἐσόμενον, οἱ̃ον ὁ χαλκὸσ δύναμισ του̃ ἀνδριάντοσ; 'Ή, εἰ μὲν ἡ δύναμισ κατὰ τὸ ποιει̃ν λαμβάνοιτο, οὐδαμω̃σ: οὐ γὰρ ἡ δύναμισ ἡ κατὰ τὸ ποιει̃ν λαμβανομένη λέγοιτο ἂν δυνάμει. Εἰ δὲ τὸ δυνάμει μὴ μόνον πρὸσ τὸ ἐνεργεία̨ λέγεται, ἀλλὰ καὶ πρὸσ ἐνέργειαν, εἴη ἂν καὶ δύναμισ δυνάμει. Βέλτιον δὲ καὶ σαφέστερον τὸ μὲν δυνάμει πρὸσ τὸ ἐνεργεία̨, τὴν δὲ δύναμιν πρὸσ ἐνέργειαν λέγειν. Τὸ μὲν δὴ δυνάμει τοιου̃τον ὥσπερ ὑποκείμενόν τι πάθεσι καὶ μορφαι̃σ καὶ εἴδεσιν, ἃ μέλλει δέχεσθαι καὶ πέφυκεν: ἢ καὶ σπεύδει ἐλθει̃ν, καὶ τὰ μὲν ὡσ πρὸσ τὸ βέλτιστον, τὰ δὲ πρὸσ τὰ χείρω καὶ λυμαντικὰ αὐτω̃ν, ὡ̃ν ἕκαστον καὶ ἐνεργεία̨ ἐστὶν ἄλλο.

2. περὶ δὲ τη̃σ ὕλησ σκεπτέον, εἰ ἕτερόν τι οὐ̃σα ἐνεργεία̨ δυνάμει ἐστὶ πρὸσ ἃ μορφου̃ται, ἢ οὐδὲν ἐνεργεία̨, καὶ ὅλωσ καὶ τὰ ἄλλα ἃ λέγομεν δυνάμει λαβόντα τὸ εἰ̃δοσκαὶ μένοντα αὐτὰ ἐνεργεία̨ γίνεται, ἢ τὸ ἐνεργεία̨ κατὰ του̃ ἀνδριάντοσ λεχθήσεται ἀντιτιθεμένου μόνον του̃ ἐνεργεία̨ ἀνδριάντοσ πρὸσ τὸν δυνάμει ἀνδριάντα, ἀλλ' οὐ του̃ ἐνεργεία̨ κατηγορουμένου κατ' ἐκείνου, καθ' οὑ̃ τὸ δυνάμει ἀνδριὰσ ἐλέγετο. Εἰ δὴ οὕτωσ, οὐ τὸ δυνάμει γίνεται ἐνεργεία̨, ἀλλ' ἐκ του̃ δυνάμει ὄντοσ πρότερον ἐγένετο τὸ ἐνεργεία̨ ὕστερον. Καὶ γὰρ αὐ̃ τὸ ἐνεργεία̨ ὂν τὸ συναμφότερον, οὐχ ἡ ὕλη, τὸ δὲ εἰ̃δοσ τὸ ἐπ' αὐτη̨̃. Καὶ του̃το μέν, εἰ ἑτέρα γίγνοιτο οὐσία, οἱ̃ον ἐκ χαλκου̃ ἀνδριάσ: ἄλλη γὰρ οὐσία ὡσ τὸ συναμφότερον ὁ ἀνδριάσ. 'Επὶ δὲ τω̃ν ὅλωσ οὐ μενόντων φανερόν, ὡσ τὸ δυνάμει παντάπασιν ἕτερον ἠ̃ν. 'Αλλ' ὅταν ὁ δυνάμει γραμματικὸσ ἐνεργεία̨ γένηται, ἐνταυ̃θα τὸ δυνάμει πω̃σ οὐ καὶ ἐνεργεία̨ τὸ αὐτό; 'Ο γὰρ δυνάμει Σωκράτησ ὁ αὐτὸσ καὶ ἐνεργεία̨ σοφόσ. '~Αρ' οὐ̃ν καὶ ὁ ἀνεπιστήμων ἐπιστήμων; Δυνάμει γὰρ ἠ̃ν ἐπιστήμων. 'Ή κατὰ συμβεβηκὸσ ὁ ἀμαθὴσ ἐπιστήμων. Οὐ γὰρ ἡ̨̃ ἀμαθὴσ δυνάμει ἐπιστήμων, ἀλλὰ συμβεβήκει αὐτω̨̃ ἀμαθει̃ εἰ̃ναι, ἡ δὲ ψυχὴ καθ' αὑτὴν ἐπιτηδείωσ ἔχουσα τὸ δυνάμει ἠ̃ν ἡ̨̃περ καὶ ἐπιστήμων. 'Έτι οὐ̃ν σώ̨ζει τὸ δυνάμει, καὶ δυνάμει γραμματικὸσ ἤδη γραμματικὸσ ὤν; 'Ή οὐδὲν κωλύει καὶ ἄλλον τρόπον: ἐκει̃ μὲν δυνάμει μόνον, ἐνταυ̃θα δὲ τη̃σ δυνάμεωσ ἐχούσησ τὸ εἰ̃δοσ. Εἰ οὐ̃ν ἔστι τὸ μὲν δυνάμει τὸ ὑποκείμενον, τὸ δ' ἐνεργεία̨ τὸ συναμφότερον, ὁ ἀνδριάσ, τὸ εἰ̃δοσ τὸ ἐπὶ του̃ χαλκου̃ τί ἂν λέγοιτο; 'Ή οὐκ ἄτοπον τὴν ἐνέργειαν, καθ' ἣν ἐνεργεία̨ ἐστὶ καὶ οὐ μόνον δυνάμει, τὴν μορφὴν καὶ τὸ εἰ̃δοσ λέγειν, οὐχ ἁπλω̃σ ἐνέργειαν, ἀλλὰ του̃δεἐνέργειαν: ἐπεὶ καὶ ἄλλην ἐνέργειαν τάχα κυριώτερον ἂν λέγοιμεν, τὴν ἀντίθετον τη̨̃ δυνάμει τη̨̃ ἐπαγούση̨ ἐνέργειαν. Τὸ μὲν γὰρ δυνάμει τὸ ἐνεργεία̨ ἔχειν παρ' ἄλλου, τη̨̃ δὲ δυνάμει ὃ δύναται παρ' αὐτη̃σ ἡ ἐνέργεια: οἱ̃ον ἕξισ καὶ ἡ κατ' αὐτὴν λεγομένη ἐνέργεια, ἀνδρία καὶ τὸ ἀνδρίζεσθαι. Ταυ̃τα μὲν οὐ̃ν οὕτωσ.

3. οὑ̃ δ' ἕνεκα ταυ̃τα προείρηται, νυ̃ν λεκτέον, ἐν τοι̃σ νοητοι̃σ πω̃σ ποτε τὸ ἐνεργεία̨ λέγεται καὶ εἰ ἐνεργεία̨ μόνον ἢ καὶ ἐνέργεια ἕκαστον καὶ εἰ ἐνέργεια πάντα καὶ εἰ τὸ δυνάμει κἀκει̃. Εἰ δὴ μήτε ὕλη ἐκει̃ ἐν ἡ̨̃ τὸ δυνάμει, μήτε τι μέλλει τω̃ν ἐκει̃, ὃ μὴ ἤδη ἐστί, μηδ' ἔτι μεταβάλλον εἰσ ἄλλο ἢ μένον ἕτερόν τι γεννα̨̃ ἢ ἐξιστάμενον ἑαυτου̃ ἔδωκεν ἄλλω̨ ἀντ' αὐτου̃ εἰ̃ναι, οὐκ ἂν εἴη ἐκει̃ τὸ δυνάμει ἐν ὡ̨̃ ἐστι, τω̃ν ὄντων καὶ αἰω̃να, οὐ χρόνον ἐχόντων. Εἴ τισ οὐ̃ν καὶ ἐπὶ τω̃ν νοητω̃ν τοὺσ τιθεμένουσ κἀκει̃ ὕλην ἔροιτο, εἰ μὴ κἀκει̃ τὸ δυνάμει κατὰ τὴν ὕλην τὴν ἐκει̃- καὶ γὰρ εἰ ἄλλον τρόπον ἡ ὕλη, ἀλλ' ἔσται ἐφ' ἑκάστου τὸ μὲν ὡσ ὕλη, τὸ δὲ ὡσ εἰ̃δοσ, τὸ δὲ συναμφότερον-τί ἐρου̃σιν; 'Ή καὶ τὸ ὡσ ὕλη ἐκει̃ εἰ̃δόσ ἐστιν, ἐπεὶ καὶ ἡ ψυχὴ εἰ̃δοσ ὂν πρὸσ ἕτερον ἂν εἴη ὕλη. Οὐκου̃ν πρὸσ ἐκει̃νο καὶ δυνάμει; 'Ή οὔ: εἰ̃δοσ γὰρ ἠ̃ν αὐτη̃σ καὶ οὐκ εἰσ ὕστερον δὲ τὸ εἰ̃δοσ καὶ οὐ χωρίζεται δὲ ἀλλ' ἢ λόγω̨, καὶ οὕτωσ ὕλην ἔχον, ὡσ διπλου̃ν νοούμενον, ἄμφω δὲ μία φύσισ: οἱ̃ον καὶ 'Αριστοτέλησ φησὶ τὸ πέμπτον σω̃μα ἄυλον εἰ̃ναι. Περὶ δὲ ψυχη̃σ πω̃σ ἐρου̃μεν; Δυνάμει γὰρ ζω̨̃ον, ὅταν μήπω, μέλλη̨ δέ, καὶ μουσικὴ δυνάμει καὶ τὰ ἄλλαὅσα γίνεται οὐκ ἀεὶ οὐ̃σα: ὥστε καὶ ἐν νοητοι̃σ τὸ δυνάμει. 'Ή οὐ δυνάμει ταυ̃τα, ἀλλὰ δύναμισ ἡ ψυχὴ τούτων. Τὸ δὲ ἐνεργεία̨ πω̃σ ἐκει̃; '~Αρα ὡσ ὁ ἀνδριὰσ τὸ συναμφότερον ἐνεργεία̨, ὅτι τὸ εἰ̃δοσ ἕκαστον ἀπείληφεν; 'Ή ὅτι εἰ̃δοσ ἕκαστον καὶ τέλειον ὅ ἐστι. Νου̃σ γὰρ οὐκ ἐκ δυνάμεωσ τη̃σ κατὰ τὸ οἱ̃όν τε νοει̃ν εἰσ ἐνέργειαν του̃ νοει̃ν- ἄλλου γὰρ ἂν προτέρου του̃ οὐκ ἐκ δυνάμεωσ δέοιτο- ἀλλ' ἐν αὐτω̨̃ τὸ πα̃ν. Τὸ γὰρ δυνάμει βούλεται ἑτέρου ἐπελθόντοσ εἰσ ἐνέργειαν ἄγεσθαι, ἵνα ἐνεργεία̨ γίνηταί τι, ὃ δ' αὐτὸ παρ' αὐτου̃ τὸ ἀεὶ οὕτωσ ἔχει, του̃το ἐνέργεια ἂν εἴη. Πάντα οὐ̃ν τὰ πρω̃τα ἐνέργεια: ἔχει γὰρ ὃ δει̃ ἔχειν καὶ παρ' αὑτω̃ν καὶ ἀεί: καὶ ψυχὴ δὴ οὕτωσ ἡ μὴ ἐν ὕλη̨, ἀλλ' ἐν τω̨̃ νοητω̨̃. Καὶ ἡ ἐν ὕλη̨ δὲ ἄλλη ἐνέργεια: οἱ̃ον ἡ φυτική: ἐνέργεια γὰρ καὶ αὕτη ὅ ἐστιν. 'Αλλ' ἐνεργεία̨ μὲν πάντα καὶ οὕτωσ, ἐνέργεια δὲ πάντα; 'Ή πω̃σ; Εἰ δὴ καλω̃σ εἴρηται ἐκείνη ἡ φύσισ ἄγρυπνοσ εἰ̃ναι καὶ ζωὴ καὶ ζωὴ ἀρίστη, αἱ κάλλισται ἂν εἰ̃εν ἐκει̃ ἐνέργειαι. Καὶ ἐνεργεία̨ ἄρα καὶ ἐνέργεια τὰ πάντα καὶ ζωαὶ τὰ πάντα καὶ ὁ τόποσ ὁ ἐκει̃ τόποσ ἐστὶ ζωη̃σ καὶ ἀρχὴ καὶ πηγὴ ἀληθου̃σ ψυχη̃σ τε καὶ νου̃.

4. τὰ μὲν οὐ̃ν ἄλλα πάντα, ὅσα δυνάμει τί ἐστιν, ἔχει καὶ τὸ ἐνεργεία̨ εἰ̃ναι ἄλλο τι, ὃ ἤδη ὂν πρὸσ ἄλλο δυνάμει εἰ̃ναι λέγεται: περὶ δὲ τη̃σ λεγομένησ εἰ̃ναι ὕλησ, ἣν πάντα δυνάμει λέγομεν τὰ ὄντα, πω̃σ ἔστιν εἰπει̃νἐνεργεία̨ τι τω̃ν ὄντων εἰ̃ναι; 'Ήδη γὰρ οὐ πάντα τὰ ὄντα δυνάμει ἂν εἴη. Εἰ οὐ̃ν μηδὲν τω̃ν ὄντων, ἀνάγκη μηδ' ὂν αὐτὴν εἰ̃ναι. Πω̃σ οὐ̃ν ἂν ἐνεργεία̨ τι εἴη μηδὲν τω̃ν ὄντων οὐ̃σα; 'Αλλ' οὐδὲν τω̃ν ὄντων ἂν εἴη τούτων, ἃ γίνεται ἐπ' αὐτη̃σ, ἄλλο δέ τι οὐδὲν κωλύει εἰ̃ναι, εἴπερ μηδὲ πάντα τὰ ὄντα ἐπὶ τη̨̃ ὕλη̨. '~Ηι μὲν δὴ οὐδέν ἐστι τούτων τω̃ν ἐπ' αὐτη̨̃, ταυ̃τα δὲ ὄντα, μὴ ὂν ἂν εἴη. Οὐ μὲν δὴ ἀνείδεόν τι φανταζομένη εἰ̃δοσ ἂν εἴη: οὐ τοίνυν οὐδ' ἐν ἐκείνοισ ἂν ἀριθμηθείη. Μὴ ὂν ἄρα καὶ ταύτη̨ ἔσται. 'Επ' ἄμφω ἄρα μὴ ὂν οὐ̃σα πλειόνωσ μὴ ὂν ἔσται. Εἰ δὴ πέφευγε μὲν τὴν τω̃ν ὡσ ἀληθω̃σ ὄντων φύσιν, οὐ δύναται δὲ ἐφικέσθαι οὐδὲ τω̃ν ψευδω̃σ λεγομένων εἰ̃ναι, ὅτι μηδὲ ἴνδαλμα λόγου ἐστὶν ὡσ ταυ̃τα, ἐν τίνι τω̨̃ εἰ̃ναι ἂν ἁλοίη; Εἰ δὲ ἐν μηδενὶ τω̨̃ εἰ̃ναι, τί ἂν ἐνεργεία̨ εἴη;

5. πω̃σ οὐ̃ν λέγομεν περὶ αὐτη̃σ; Πω̃σ δὲ τω̃ν ὄντων ὕλη; 'Ή ὅτι δυνάμει. Οὐκου̃ν, ὅτι ἤδη δυνάμει, ἤδη οὐ̃ν ἔστι καθὸ μέλλει; 'Αλλὰ τὸ εἰ̃ναι αὐτη̨̃ μόνον τὸ μέλλον ἐπαγγελλόμενον: οἱ̃ον τὸ εἰ̃ναι αὐτη̨̃ εἰσ ἐκει̃νο ἀναβάλλεται, ὃ ἔσται. Τὸ τοίνυν δυνάμει οὔ τι, ἀλλὰ δυνάμει πάντα: μηδὲν δὲ ὂν καθ' αὑτὸ, ἀλλ' ὅ ἐστιν ὕλη ὄν, οὐδ' ἐνεργεία̨ ἐστίν. Εἰ γὰρ ἔσται τι ἐνεργεία̨, ἐκει̃νο ὅ ἐστιν ἐνεργεία̨, οὐχ ἡ ὕλη ἔσται: οὐ πάντη οὐ̃ν ὕλη, ἀλλὰ οἱ̃ον ὁ χαλκόσ. Εἴη ἂν οὐ̃ν του̃το μὴ ὄν, οὐχ ὡσ ἕτερον του̃ ὄντοσ, οἱ̃ον κίνησισ: αὕτη γὰρ καὶ ἐποχει̃ται τω̨̃ ὄντι οἱ̃ον ἀπ' αὐτου̃ καὶ ἐν αὐτω̨̃ οὐ̃σα, ἡ δέ ἐστιν οἱ̃ον ἐκριφει̃σα καὶ πάντηχωρισθει̃σα καὶ μεταβάλλειν ἑαυτὴν οὐ δυναμένη, ἀλλ' ὅπερ ἐξ ἀρχη̃σ ἠ̃ν-μὴ ὂν δὲ ἠ̃ν-οὕτωσ ἀεὶ ἔχουσα. Οὔτε δὲ ἠ̃ν ἐξ ἀρχη̃σ ἐνεργεία̨ τι ἀποστα̃σα πάντων τω̃ν ὄντων οὔτε ἐγένετο: ἃ γὰρ ὑποδυ̃ναι ἠθέλησεν, οὐδὲ χρωσθη̃ναι ἀπ' αὐτω̃ν δεδύνηται, ἀλλὰ μένουσα πρὸσ ἄλλο δυνάμει οὐ̃σα πρὸσ τὰ ἐφεξη̃σ, τω̃ν δ' ὄντων ἤδη παυσαμένων ἐκείνων φανει̃σα ὑπό τε τω̃ν μετ' αὐτὴν γενομένων καταληφθει̃σα ἔσχατον καὶ τούτων κατέστη. 'Υπ' ἀμφοτέρων οὐ̃ν καταληφθει̃σα ἐνεργεία̨ μὲν οὐδετέρων ἂν εἴη, δυνάμει δὲ μόνον ἐγκαταλέλειπται εἰ̃ναι ἀσθενέσ τι καὶ ἀμυδρὸν εἴδωλον μορφου̃σθαι μὴ δυνάμενον. Οὐκου̃ν ἐνεργεία̨ εἴδωλον: οὐκου̃ν ἐνεργεία̨ ψευ̃δοσ. Του̃το δὲ ταὐτὸν τω̨̃ <ἀληθινω̃σ ψευ̃δοσ>: του̃το δὲ <ὄντωσ μὴ ὄν>. Εἰ οὐ̃ν ἐνεργεία̨ μὴ ὄν, μα̃λλον μὴ ὄν, καὶ ὄντωσ ἄρα μὴ ὄν. Πολλου̃ ἄρα δει̃ αὐτω̨̃ ἐνεργεία̨ τι τω̃ν ὄντων εἰ̃ναι τὸ ἀληθὲσ ἔχοντι ἐν τω̨̃ μὴ ὄντι. Εἴπερ ἄρα δει̃ αὐτὸ εἰ̃ναι, δει̃ αὐτὸ ἐνεργεία̨ μὴ εἰ̃ναι, ἵνα ἐκβεβηκὸσ του̃ ἀληθω̃σ εἰ̃ναι ἐν τω̨̃ μὴ εἰ̃ναι ἔχη̨ τὸ εἰ̃ναι, ἐπείπερ τοι̃σ ψευδω̃σ οὐ̃σιν, ἐὰν ἀφέλη̨σ τὸ ψευ̃δοσ αὐτω̃ν, ἀφει̃λεσ αὐτω̃ν ἥντινα εἰ̃χον οὐσίαν, καὶ τοι̃σ δυνάμει τὸ εἰ̃ναι καὶ τὴν οὐσίαν ἔχουσιν εἰσαγαγὼν τὴν ἐνέργειαν ἀπολώλεκασ αὐτω̃ν τη̃σ ὑποστάσεωσ τὴν αἰτίαν, ὅτι τὸ εἰ̃ναι αὐτοι̃σ ἐν δυνάμει ἠ̃ν. Εἴπερ ἄρα δει̃ ἀνώλεθρον τὴν ὕλην τηρει̃ν, ὕλην αὐτὴν δει̃ τηρει̃ν: δει̃ ἄρα δυνάμει, ὡσ ἔοικεν, εἰ̃ναι λέγειν μόνον, ἵνα ἠ̨̃ ὅ ἐστιν, ἢ τούτουσ τοὺσ λόγουσ ἐξελεγκτέον.

II.6

1. '~Αρα τὸ ὂν καὶ ἡ οὐσία ἕτερον, καὶ τὸ μὲν ὂν ἀπηρημωμένον τω̃ν ἄλλων, ἡ δὲ οὐσία τὸ ὂν μετὰ τω̃ν ἄλλων, κινήσεωσ, στάσεωσ, ταὐτου̃, ἑτέρου, καὶ στοιχει̃α ταυ̃τα ἐκείνησ; Τὸ οὐ̃ν ὅλον οὐσία, ἕκαστον δὲ ἐκείνων τὸ μὲν ὄν, τὸ δὲ κίνησισ, τὸ δὲ ἄλλο τι. Κίνησισ μὲν οὐ̃ν κατὰ συμβεβηκὸσ ὄν: οὐσία δὲ ἀ̃ρα κατὰ συμβεβηκόσ, ἢ συμπληρωτικὸν οὐσίασ; 'Ή καὶ αὐτὴ [ἡ] οὐσία καὶ τὰ ἐκει̃ πάντα οὐσία. Πω̃σ οὐ̃ν οὐ καὶ ἐνταυ̃θα; 'Ή ἐκει̃, ὅτι ἓν πάντα, ἐνθάδε δὲ διαληφθέντων τω̃ν εἰδώλων τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο: ὥσπερ ἐν μὲν τω̨̃ σπέρματι ὁμου̃ πάντα καὶ ἕκαστον πάντα καὶ οὐ χεὶρ χωρὶσ καὶ χωρὶσ κεφαλή, ἔνθα δὲ χωρίζεται ἀλλήλων: εἴδωλα γὰρ καὶ οὐκ ἀληθη̃. Τὰσ οὐ̃ν ποιότητασ ἐκει̃ φήσομεν οὐσίασ διαφορὰσ περὶ οὐσίαν οὔσασ ἢ περὶ ὄν, διαφορὰσ δὲ ποιούσασ ἑτέρασ οὐσίασ πρὸσ ἀλλήλασ καὶ ὅλωσ οὐσίασ; 'Ή οὐκ ἄτοπον, ἀλλὰ περὶ τω̃ν τη̨̃δε ποιοτήτων, ὡ̃ν αἱ μὲν διαφοραὶ οὐσιω̃ν, ὡσ τὸ δίπουν καὶ τὸ τετράπουν, αἱ δὲ οὐ διαφοραὶ οὐ̃σαι αὐτὸ του̃το μόνον ποιότητεσ λέγονται. Καίτοι τὸ αὐτὸ καὶδιαφορὰ γίγνεται συμπληρου̃σα καὶ οὐ διαφορὰ ἐν ἄλλω̨ οὐ συμπληρου̃σα τὴν οὐσίαν, συμβεβηκὸσ δέ: οἱ̃ον τὸ λευκὸν ἐν μὲν κύκνω̨ ἢ ψιμυθίω̨ συμπληρου̃ν, ἐν δὲ σοὶ συμβεβηκόσ. 'Ή τὸ λευκὸν τὸ μὲν ἐν τω̨̃ λόγω̨ συμπληρου̃ν καὶ οὐ ποιότησ, τὸ δὲ ἐν τη̨̃ ἐπιφανεία̨ ποιόν. 'Ή διαιρετέον τὸ ποιόν, ὡσ τὸ μὲν οὐσιω̃δεσ ἰδιότησ τισ οὐ̃σα τη̃σ οὐσίασ, τὸ δὲ μόνον ποιόν, καθ' ὃ ποιὰ οὐσία, του̃ ποιου̃ οὐ διαλλαγὴν εἰσ τὴν οὐσίαν ποιου̃ντοσ οὐδ' ἐκ τη̃σ οὐσίασ, ἀλλ' οὔσησ ἤδη καὶ πεπληρωμένησ διάθεσίν τινα ἔξωθεν ποιου̃ντοσ καὶ μετὰ τὴν οὐσίαν του̃ πράγματοσ προσθήκην, εἴτε περὶ ψυχὴν εἴτε περὶ σω̃μα γίγνοιτο. 'Αλλ' εἰ καὶ τὸ ὁρώμενον λευκὸν ἐπὶ του̃ ψιμυθίου συμπληρωτικὸν εἴη αὐτου̃; -ἐπὶ μὲν γὰρ του̃ κύκνου οὐ συμπληρωτικόν: γένοιτο γὰρ ἂν καὶ οὐ λευκόσ-ἀλλ' ἐπὶ του̃ ψιμυθίου: καὶ του̃ πυρὸσ δὲ ἡ θερμότησ. 'Αλλ' εἴ τισ λέγοι τὴν πυρότητα τὴν οὐσίαν εἰ̃ναι καὶ ἐπὶ του̃ ψιμυθίου τὸ ἀνάλογον; 'Αλλ' ὅμωσ του̃ ὁρωμένου πυρὸσ [πυρότησ] ἡ θερμότησ συμπληρου̃σα καὶ ἡ λευκότησ ἐπὶ του̃ ἑτέρου. Αἱ αὐταὶ τοίνυν συμπληρώσουσι καὶ οὐ ποιότητεσ, καὶ οὐ συμπληρώσουσι καὶ [οὐ] ποιότητεσ. Καὶ ἄτοπον ἐν μὲν οἱ̃σ συμπληρου̃σι λέγειν ἄλλο εἰ̃ναι, ἐν δὲ οἱ̃σ μὴ ἄλλο, τη̃σαὐτη̃σ φύσεωσ οὔσησ. 'Αλλ' ἄρα τοὺσ μὲν λόγουσ τοὺσ ποιήσαντασ αὐτὰ οὐσιώδεισ ὅλουσ, τὰ δὲ ἀποτελέσματα ἔχειν ἤδη τὰ ἐκει̃ τὶ ἐνταυ̃θα ποιά, οὐ τί. 'Όθεν καὶ ἁμαρτάνειν ἡμα̃σ ἀεὶ περὶ τὸ τὶ ἀπολισθάνοντασ ἐν ται̃σ ζητήσεσιν αὐτου̃ καὶ εἰσ τὸ ποιὸν καταφερομένουσ. Οὐ γὰρ εἰ̃ναι τὸ πυ̃ρ ὃ λέγομεν εἰσ τὸ ποιὸν ἀφορω̃ντεσ, ἀλλὰ τὸ μὲν εἰ̃ναι οὐσίαν, ἃ δὲ νυ̃ν βλέπομεν, εἰσ ἃ καὶ ἀφορω̃ντεσ λέγομεν, ἀπάγειν ἡμα̃σ ἀπὸ του̃ τὶ ὡσ ὁρίζεσθαι τὸ ποιόν. Καὶ ἐπὶ τω̃ν αἰσθητω̃ν εὐλόγωσ: οὐδὲν γὰρ αὐτω̃ν οὐσίαν εἰ̃ναι, ἀλλ' αὐτη̃σ πάθη. 'Όθεν κἀκει̃νο, πω̃σ οὐκ ἐξ οὐσιω̃ν οὐσία. 'Ελέγετο μὲν οὐ̃ν, ὅτι οὐ δει̃ τὸ αὐτὸ τὸ γινόμενον εἰ̃ναι τοι̃σ ἐξ ὡ̃ν: νυ̃ν δὲ λέγ 49;ιν δει̃ ὅτι οὐδὲ τὸ γενόμενον οὐσία. 'Αλλὰ πω̃σ ἐκει̃ ἣν ἐλέγομεν οὐσίαν οὐκ ἐξ οὐσίασ λέγοντεσ; Τὴν γὰρ οὐσίαν φήσομεν ἐκει̃ κυριώτερον καὶ ἀμιγέστερον ἔχουσαν τὸ ὂν εἰ̃ναι οὐσίαν-ὡσ ἐν διαφοραι̃σ-ὄντωσ, μα̃λλον δὲ μετὰ προσθήκησ ἐνεργειω̃ν λεγομένην οὐσίαν, τελείωσιν μὲν δοκου̃σαν εἰ̃ναι ἐκείνου, τάχα δ' ἐνδεεστέραν τη̨̃ προσθήκη̨ καὶ τω̨̃ οὐχ ἁπλω̨̃, ἀλλ' ἤδη ἀφισταμένην τούτου.

2. 'Αλλὰ περὶ τη̃σ ποιότητοσ σκεπτέον τί ὅλωσ: τάχα γὰρ γνωσθὲν ὅ τι ἐστὶ μα̃λλον παύσει τὰσ ἀπορίασ. Πρω̃τον οὐ̃ν ἐκει̃νο ζητητέον, εἰ τὸ αὐτὸ θετέον ὁτὲ μὲν ποιὸν μόνον, ὁτὲ δὲ συμπληρου̃ν οὐσίαν, οὐ δυσχεράναντασ ποιὸν συμπληρωτικὸν οὐσίασ εἰ̃ναι, ἀλλὰ ποια̃σ μα̃λλον οὐσίασ. Δει̃ τοίνυν ἐπὶ τη̃σ ποια̃σ οὐσίασ τὴν οὐσίαν πρὸ του̃ποιὰν εἰ̃ναι καὶ τὸ τί ἐστι. Τί οὐ̃ν ἐπὶ του̃ πυρὸσ πρὸ τη̃σ ποια̃σ οὐσίασ ἡ οὐσία; '~Αρα τὸ σω̃μα; Τὸ γένοσ τοίνυν οὐσία ἔσται, τὸ σω̃μα, τὸ δὲ πυ̃ρ σω̃μα θερμὸν καὶ οὐκ οὐσία τὸ ὅλον, ἀλλ' οὕτω τὸ θερμὸν ἐν αὐτω̨̃, ὡσ καὶ ἐν σοὶ τὸ σιμόν. 'Αφαιρεθείσησ τοίνυν θερμότητοσ καὶ του̃ λαμπρου̃ καὶ κούφου, ἃ δὴ δοκει̃ ποιὰ εἰ̃ναι, καὶ ἀντιτυπίασ τὸ τριχη̨̃ διαστατὸν καταλείπεται καὶ ἡ ὕλη οὐσία. 'Αλλ' οὐ δοκει̃: τὸ γὰρ εἰ̃δοσ μα̃λλον οὐσία. 'Αλλὰ τὸ εἰ̃δοσ ποιότησ. 'Ή οὐ ποιότησ, ἀλλὰ λόγοσ τὸ εἰ̃δοσ. Τὰ οὐ̃ν ἐκ του̃ λόγου καὶ του̃ ὑποκειμένου τί ἐστιν; Οὐ γὰρ τὸ ὁρώμενον καὶ τὸ και̃ον: του̃το δὲ ποιόν. Εἰ μή τισ λέγοι τὸ καίειν ἐνέργειαν ἐκ του̃ λόγου: καὶ τὸ θερμαίνειν καὶ τὸ λευκαίνειν τοίνυν καὶ τὰ ἄλλα ποιήσεισ: ὥστε τὴν ποιότητα οὐχ ἕξομεν ὅπου καταλείψομεν. 'Ή ταύτασ μὲν οὐ λεκτέον ποιότητασ, ὅσαι λέγονται συμπληρου̃ν οὐσίασ, εἴπερ ἐνέργειαι αἱ αὐτω̃ν ἀπὸ τω̃ν λόγων καὶ τω̃ν δυνάμεων τω̃ν οὐσιωδω̃ν ἰου̃σαι, ἃ δ' ἐστὶν ἔξωθεν πάσησ οὐσίασ οὐ πὴ̨ μὲν ποιότητεσ, ἄλλοισ δὲ οὐ ποιότητεσ φανταζόμεναι, τὸ δὲ περιττὸν μετὰ τὴν οὐσίαν ἔχουσαι, οἱ̃ον καὶ ἀρεταὶ καὶ κακίαι καὶ αἴσχη καὶ κάλλη καὶ ὑγίειαι καὶ οὕτωσ ἐσχηματίσθαι. Καὶ τρίγωνον μὲν καὶ τετράγωνον καθ' αὑτὸ οὐ ποιόν, τὸ δὲ τετριγωνίσθαι ἡ̨̃ μεμόρφωται ποιὸν λεκτέον, καὶ οὐ τὴν τριγωνότητα, ἀλλὰ τὴν μόρφωσιν: καὶ τὰσ τέχνασ δὲ καὶ τὰσ ἐπιτηδειότητασ: ὥστε εἰ̃ναι τὴν ποιότητα διάθεσίν τινα ἐπὶ ται̃σ οὐσίαισἤδη οὔσαισ εἴτ' ἐπακτὴν εἴτ' ἐξ ἀρχη̃σ συνου̃σαν, ἣ εἰ μὴ συνη̃ν, οὐδὲν ἔλαττον εἰ̃χεν ἡ οὐσία. Ταύτην δὲ καὶ εὐκίνητον καὶ δυσκίνητον εἰ̃ναι: ὡσ διττὸν εἰ̃ναι εἰ̃δοσ, τὸ μὲν εὐκίνητον, τὸ δὲ ἔμμονον αὐτη̃σ.

3. τὸ οὐ̃ν λευκὸν τὸ ἐπὶ σοὶ θετέον οὐ ποιότητα, ἀλλ' ἐνέργειαν δηλονότι ἐκ δυνάμεωσ τη̃σ του̃ λευκαίνειν, κἀκει̃ πάσασ τὰσ λεγομένασ ποιότητασ ἐνεργείασ τὸ ποιὸν λαβούσασ παρὰ τη̃σ ἡμετέρασ δόξησ τω̨̃ ἰδιότητα εἰ̃ναι ἑκάστην οἱ̃ον διοριζούσασ τὰσ οὐσίασ πρὸσ ἀλλήλασ καὶ πρὸσ ἑαυτὰσ ἴδιον χαρακτη̃ρα ἐχούσασ. Τί οὐ̃ν διοίσει ποιότησ ἡ ἐκει̃; 'Ενέργειαι γὰρ καὶ αὑ̃ται. 'Ή ὅτι μὴ οἱ̃όν τί ἐστι δηλου̃σιν οὐδὲ ἐναλλαγὴν τω̃ν ὑποκειμένων οὐδὲ χαρακτη̃ρα, ἀλλ' ὅσον μόνον τὴν λεγομένην ποιότητα ἐκει̃ ἐνέργειαν οὐ̃σαν: ὥστε τὸ μέν, ὅταν ἰδιότητα οὐσίασ ἔχη̨, δη̃λον αὐτόθεν ὡσ οὐ ποιόν, ὅταν δὲ χωρίση̨ ὁ λόγοσ τὸ ἐπ' αὐτοι̃σ ἴδιον οὐκ ἐκει̃θεν ἀφελών, ἀλλὰ μα̃λλον λαβὼν καὶ γεννήσασ ἄλλο, ἐγέννησε ποιὸν οἱ̃ον μέροσ οὐσίασ λαβὼν τὸ ἐπιπολη̃σ φανὲν αὐτω̨̃. Εἰ δὲ του̃το, οὐδὲν κωλύει καὶ τὴν θερμότητα τω̨̃ σύμφυτον εἰ̃ναι τω̨̃ πυρὶ εἰ̃δόσ τι εἰ̃ναι του̃ πυρὸσ καὶ ἐνέργειαν καὶ οὐ ποιότητα αὐτου̃, καὶ αὐ̃ ἄλλωσ ποιότητα, μόνην δὲ ἐν ἄλλω̨ ληφθει̃σαν οὐκέτι μορφὴν οὐσίασ οὐ̃σαν, ἀλλὰ ἴχνοσ μόνον καὶ σκιὰν καὶ εἰκόνα ἀπολιπου̃σαν αὐτη̃σ τὴν οὐσίαν, ἡ̃σ ἡ ἐνέργεια, ποιότητα εἰ̃ναι. 'Όσα οὐ̃ν συμβέβηκε καὶ μὴ ἐνέργεια καὶ εἴδη οὐσιω̃ν μορφάσ τινασ παρεχόμενα, ποιὰ ταυ̃τα: οἱ̃ον καὶ αἱἕξεισ καὶ διαθέσεισ ἄλλαι τω̃ν ὑποκειμένων λεκτέαι ποιότητεσ, τὰ δὲ ἀρχέτυπα αὐτω̃ν, ἐν οἱ̃σ πρώτωσ ἐστίν, ἐνεργείασ ἐκείνων. Καὶ οὐ γίνεται ταὐτὸ ποιότησ καὶ οὐ ποιότησ, ἀλλὰ τὸ ἀπηρημωμένον οὐσίασ ποιόν, τὸ δὲ σὺν ταύτη̨ οὐσίαν ἢ εἰ̃δοσ ἢ ἐνέργειαν: οὐδὲν γάρ ἐστι ταὐτὸν ἐν αὐτω̨̃ καὶ ἐν ἄλλω̨ μόνον ἐκπεσὸν του̃ εἰ̃δοσ καὶ ἐνέργεια εἰ̃ναι. 'Ό μέντοι μηδέποτε εἰ̃δοσ ἄλλου, ἀλλὰ συμβεβηκὸσ ἀεί, καθαρω̃σ ποιότησ καὶ μόνον του̃το.

II.7

1. περὶ τη̃σ δι' ὅλων λεγομένησ τω̃ν σωμάτων κράσεωσ ἐπισκεπτέον. '~Αρα ἐνδέχεται ὅλον δι' ὅλου ὑγρὸν ὑγρω̨̃ συμμιχθὲν ἑκάτερον δι' ἑκατέρου ἢ θάτερον διὰ θατέρου χωρει̃ν; Διαφέρει γὰρ οὐδὲν ὁποτερωσου̃ν, εἰ γίγνοιτο. Οἱ μὲν γὰρ τη̨̃ παραθέσει διδόντεσ ὡσ μιγνύντεσ μα̃λλον ἢ κιρνάντεσ ἐατέοι, εἴπερ δει̃ τὴν κρα̃σιν ὁμοιομερὲσ τὸ πα̃ν ποιει̃ν, καὶ ἕκαστον μέροσ τὸ σμικρότατον ἐκ τω̃ν κεκρα̃σθαι λεγομένων εἰ̃ναι. Οἱ μὲν οὐ̃ν τὰσ ποιότητασ μόνασ κιρνάντεσ, τὴν δὲ ὕλην παρατιθέντεσ ἑκατέρου του̃ σώματοσ καὶ ἐπ' αὐτω̃ν ἐπάγοντεσ τὰσ παρ' ...ἑκατέρου _ποιότητασ πιθανοὶ ἂν εἰ̃εν τω̨̃ διαβάλλειν τὴν δι' ὅλων κρα̃σιν τω̨̃ τε εἰσ τομὰσ τὰ μεγέθη συμβαίνειν τω̃ν ὄγκων ἰέναι, εἰ μηδὲν διάλειμμα μηδετέρω̨ τω̃ν σωμάτων γίνοιτο, εἰ συνεχὴσ ἔσται ἡ διαίρεσισ τω̨̃ κατὰ πα̃ν τὴν διάδυσιν γίνεσθαι θατέρω̨ εἰσ θάτερον, καὶ δή, ὅταν τὰ κραθέντα μείζω τόπον κατέχη̨ ἢ θάτερον καὶ τοσου̃τον, ὅσον συνελθόντα τὸνἑκατέρου τόπον. Καίτοι, εἰ δι' ὅλου ὅλον ἠ̃ν διεληλυθόσ, τὸν του̃ ἑτέρου ἔδει, φασί, μένειν τὸν αὐτόν, εἰσ ὃ θάτερον ἐνεβλήθη. Οὑ̃ δὲ μὴ μείζων ὁ τόποσ γίνεται, ἀέροσ τινὰσ ἐξόδουσ αἰτιω̃νται, ἀνθ' ὡ̃ν εἰσέδυ θάτερον. Καὶ τὸ σμικρὸν δὲ ἐν τω̨̃ μείζονι πω̃σ ἂν ἐκταθὲν δι' ὅλου χωρήσειε; Καὶ πολλὰ ἄλλα λέγουσιν. Οἱ δ' αὐ̃-οἱ τὴν δι' ὅλων κρα̃σιν εἰσάγοντεσ-τέμνεσθαι μὲν καὶ μὴ εἰσ τομὰσ ἀναλίσκεσθαι λέγειν ἂν δύναιντο καὶ δι' ὅλων τη̃σ κράσεωσ γιγνομένησ, ἐπεὶ καὶ τοὺσ ἱδρω̃τασ οὐ του̃ σώματοσ τομὰσ ποιει̃ν οὐδ' αὐ̃ κατατετρη̃σθαι φήσουσι. Καὶ γὰρ εἴ τισ λέγοι μηδὲν κωλύειν τὴν φύσιν οὕτω πεποιηκέναι του̃ διιέναι τοὺσ ἱδρω̃τασ χάριν, ἀλλ' ἐπὶ τω̃ν τεχνητω̃ν, ὅταν λεπτὰ ἠ̨̃ καὶ συνεχη̃, ὁρα̃σθαι τὸ ὑγρὸν δι' ὅλου δευ̃ον αὐτὰ καὶ διαρρει̃ν ἐπὶ θάτερα τὸ ὑγρόν. 'Αλλὰ σωμάτων ὄντων πω̃σ οἱ̃όν τε του̃το γίγνεσθαι; 'Ωσ διιέναι μὴ τέμνοντα ἐπινοη̃σαι οὐ ῥά̨διον: τέμνοντα δὲ κατὰ πα̃ν ἀναιρήσει ἄλληλα δηλονότι. Τὰσ δὲ αὔξασ ὅταν λέγωσι μὴ γίνεσθαι πολλαχου̃, διδόασι τοι̃σ ἑτέροισ ἀέρων ἐξόδουσ αἰτια̃σθαι. Πρόσ τε τὴν τω̃ν τόπων αὔξην χαλεπω̃σ μέν, ὅμωσ δὲ τί κωλύει λέγειν συνεισφερομένου ἑκατέρου σώματοσ καὶ τὸ μέγεθοσ μετὰ τω̃ν ἄλλων ποιοτήτων ἐξ ἀνάγκησ τὴν αὔξην γίνεσθαι; Μὴ γὰρ μηδὲ του̃το ἀπόλλυσθαι, ὥσπερ οὐδὲ τὰσ ἄλλασ ποιότητασ, καὶ ὥσπερ ἐκει̃ ποιότητοσ ἄλλο εἰ̃δοσ μικτὸν ἐξ ἀμφοι̃ν, οὕτω καὶ μέγεθοσ ἄλλο, οὑ̃ δὴ τὸ μίγμαποιει̃ τὸ ἐξ ἀμφοι̃ν μέγεθοσ. 'Αλλ' εἰ ἐνταυ̃θ' ἂν πρὸσ αὐτοὺσ οἱ ἕτεροι λέγοιεν, ὡσ, εἰ μὲν ἡ ὕλη τη̨̃ ὕλη̨ παράκειται, καὶ ὁ ὄγκοσ τω̨̃ ὄγκω̨, ὡ̨̃ σύνεστι τὸ μέγεθοσ, τὸ ἡμέτερον ἂν λέγοιτε: εἰ δὲ δι' ὅλου καὶ ἡ ὕλη μετὰ του̃ ἐπ' αὐτη̨̃ πρώτωσ μεγέθουσ, οὕτωσ ἂν γένοιτο οὐχ ὡσ γραμμὴ γραμμη̨̃ ἐφεξη̃σ ἂν κέοιτο [τω̨̃] κατὰ τὰ πέρατα τοι̃σ σημείοισ ἑαυτω̃ν συνάψαι, οὑ̃ δὴ αὔξη ἂν γίνοιτο, ἀλλ' ἐκείνωσ ὡσ ἂν γραμμὴ γραμμη̨̃ ἐφαρμοσθείη, ὥστε αὔξην μὴ γίνεσθαι. Τὸ δ' ἔλαττον διὰ παντὸσ του̃ μείζονοσ καὶ μεγίστου τὸ μικρότατον καὶ ἐφ' ὡ̃ν φανερὸν ὅτι κίρναται. 'Επὶ γὰρ τω̃ν ἀδήλων ἔξεστ ;ι λέγειν μὴ εἰσ πα̃ν φθάνειν, ἀλλ' ἐφ' ὡ̃ν γε φανερω̃σ συμβαίνει, λέγοιτο ἄν. Καὶ λέγοιεν ἐκτάσεισ τω̃ν ὄγκων, οὐ σφόδρα πιθανὰ λέγοντεσ εἰσ τοσου̃τον τὸν σμικρότατον ὄγκον ἐκτείνοντεσ: οὐδὲ γὰρ μεταβάλλοντεσ τὸ σω̃μα μέγεθοσ αὐτω̨̃ πλέον διδόασιν, ὥσπερ εἰ ἐξ ὕδατοσ ἀὴρ γίγνοιτο.

2. του̃το δὲ αὐτὸ ἐφ' ἑαυτου̃ ζητητέον, τί συμβαίνει, ὅταν ὅσπερ ἠ̃ν ὄγκοσ ὕδατοσ ἀὴρ γίγνηται, πω̃σ τὸ μει̃ζον ἐν τω̨̃ γενομένω̨: νυ̃ν δὲ τὰ μὲν εἰρήσθω πολλω̃ν καὶ ἄλλων παρ' ἑκατέρων λεγομένων. 'Ημει̃σ δὲ ἐφ' ἑαυτω̃ν σκοπω̃μεν τί χρὴ λέγειν περὶ τούτου, τίσ δόξα σύμφωνοσ τοι̃σ λεγομένοισ ἢ καὶ τίσ ἄλλη παρὰ τὰσ νυ̃ν λεγομένασ φανει̃ται. 'Όταν τοίνυν διὰ του̃ ἐρίου ῥέη̨ τὸ ὕδωρ ἢ βίβλοσ ἐκστάζη̨τὸ ἐν αὐτη̨̃ ὕδωρ, πω̃σ οὐ τὸ πα̃ν ὑδάτινον σω̃μα δίεισι δι' αὐτη̃σ; 'Ή καὶ ὅταν μὴ ῥέη̨, πω̃σ συνάψομεν τὴν ὕλην τη̨̃ ὕλη̨ καὶ τὸν ὄγκον τω̨̃ ὄγκω̨, τὰσ δὲ ποιότητασ μόνασ ἐν συγκράσει ποιησόμεθα; Οὐ γὰρ δὴ ἔξω τη̃σ βίβλου ἡ του̃ ὕδατοσ ὕλη παρακείσεται οὐδ' αὐ̃ ἔν τισι διαστήμασιν αὐτη̃σ: πα̃σα γὰρ ὑγρά ἐστι καὶ οὐδαμου̃ ὕλη κενὴ ποιότητοσ. Εἰ δὲ πανταχου̃ ἡ ὕλη μετὰ τη̃σ ποιότητοσ, πανταχου̃ τη̃σ βίβλου τὸ ὕδωρ. 'Ή οὐ τὸ ὕδωρ, ἀλλ' ἡ του̃ ὕδατοσ ποιότησ. 'Αλλὰ που̃ ὄντα του̃ ὕδατοσ; Πω̃σ οὐ̃ν οὐχ ὁ αὐτὸσ ὄγκοσ; 'Ή ἐξέτεινε τὴν βίβλον τὸ προστεθέν: ἔλαβε γὰρ μέγεθοσ παρὰ του̃ εἰσελθόντοσ. 'Αλλ' εἰ ἔλαβε, προσετέθη τισ ὄγκοσ: εἰ δὲ προσετέθη, οὐ κατεπόθη ἐν τω̨̃ ἑτέρω̨, δει̃ οὐ̃ν ἐν ἄλλω̨ καὶ ἄλλω̨ τὴν ὕλην εἰ̃ναι. 'Ή τί κωλύει, ὥσπερ δίδωσι τη̃σ ποιότητοσ καὶ λαμβάνει σω̃μα θάτερον παρὰ θατέρου, οὕτω καὶ ἐπὶ του̃ μεγέθουσ; Ποιότησ μὲν γὰρ ποιότητι συνελθου̃σα οὐκ ἐκείνη οὐ̃σα, ἀλλὰ μετ' ἄλλησ, ἐν τω̨̃ μετ' ἄλλησ εἰ̃ναι οὐ καθαρὰ οὐ̃σα οὐκ ἔστι παντελω̃σ ἐκείνη, ἀλλὰ ἠμαύρωται: μέγεθοσ δὲ συνελθὸν ἄλλω̨ μεγέθει οὐκ ἀφανίζεται. Τὸ δὲ σω̃μα χωρου̃ν διὰ σώματοσ πάντωσ τομὰσ ποιει̃ν πω̃σ λέγεται, ἐπιστήσειεν ἄν τισ: ἐπεὶ καὶ αὐτοὶ τὰσ ποιότητασ [τὰσ] διὰ τω̃ν σωμάτων χωρει̃ν λέγομεν καὶ οὐ τομὰσ ποιει̃ν. 'Ή ὅτι ἀσώματοι. 'Αλλ' εἰ ἡ ὕλη καὶ αὐτὴ ἀσώματοσ, διὰ τί τη̃σ ὕλησ ἀσωμάτου οὔσησ καὶ τω̃ν ποιοτήτων, εἰ τοιαυ̃ται εἰ̃εν ὡσ ὀλίγαι εἰ̃ναι, οὐ μετὰ τη̃σ ὕλησ τὸν αὐτὸν τρόπον διίασι; Μὴ διιέναι δὲ τὰ στερεά, ὅτι τοιαύτασ ἔχει τὰσ ποιότητασ ὡσ κωλυθη̃ναι διιέναι. 'Ή πολλὰσ ὁμου̃ ἀδυνατει̃ν μετὰ τη̃σ ὕλησ ποιει̃ν του̃το; Εἰ μὲν οὐ̃ν τὸ πλη̃θοσ τω̃ν ποιοτήτων τὸ πυκνὸν λεγόμενον σω̃μα ποιει̃, τὸ πλη̃θοσ ἂν εἴη αἴτιον: εἰ δὲ πυκνότησ ἰδία ποιότησ ἐστίν, ὥσπερ καὶἣν λέγουσι σωματότητα, ἰδία ποιότησ: ὥστε οὐχ ἡ̨̃ ποιότητεσ τὴν μίξιν ποιήσονται, ἀλλ' ἡ̨̃ τοιαίδε, οὐδ' αὐ̃ ἡ ὕλη ἡ̨̃ ὕλη οὐ μιχθήσεται, ἀλλ' ἡ̨̃ μετὰ τοια̃σδε ποιότητοσ, καὶ μάλιστα, εἰ μέγεθοσ οἰκει̃ον οὐκ ἔχει, ἀλλ' ἢ μὴ ἀποβαλου̃σα τὸ μέγεθοσ. Ταυ̃τα μὲν οὐ̃ν ἔστω καὶ οὕτω διηπορημένα.

3. 'Επεὶ δὲ ἐμνήσθημεν σωματότητοσ, ἐπισκεπτέον πότερα ἡ σωματότησ ἐστὶ τὸ ἐκ πάντων συγκείμενον ἢ εἰ̃δόσ τι ἡ σωματότησ καὶ λόγοσ τισ, ὃσ ἐγγενόμενοσ τη̨̃ ὕλη̨ σω̃μα ποιει̃. Εἰ μὲν οὐ̃ν του̃τό ἐστι τὸ σω̃μα τὸ ἐκ πασω̃ν τω̃ν ποιοτήτων σὺν ὕλη̨, του̃το ἂν εἴη ἡ σωματότησ. Καὶ εἰ λόγοσ δὲ εἴη ὃσ προσελθὼν ποιει̃ τὸ σω̃μα, δηλονότι ὁ λόγοσ ἐμπεριλαβὼν ἔχει τὰσ ποιότητασ ἁπάσασ. Δει̃ δὲ τὸν λόγον του̃τον, εἰ μή ἐστιν ἄλλωσ ὥσπερ ὁρισμὸσ δηλωτικὸσ του̃ τί ἐστι τὸ πρα̃γμα, ἀλλὰ λόγοσ ποιω̃ν πρα̃γμα, μὴ τὴν ὕλην συμπεριειληφέναι, ἀλλὰ περὶ ὕλην λόγον εἰ̃ναι καὶ ἐγγενόμενον ἀποτελει̃ν τὸ σω̃μα, καὶ εἰ̃ναι μὲν τὸ σω̃μα ὕλην καὶ λόγον ἐνόντα, αὐτὸν δὲ εἰ̃δοσ ὄντα ἄνευ ὕλησ ψιλὸν θεωρει̃σθαι, κἂν ὅτι μάλιστα ἀχώριστοσ αὐτὸσ ἠ̨̃. 'Ο γὰρ χωριστὸσ ἄλλοσ, ὁ ἐν νω̨̃: ἐν νω̨̃ δέ, ὅτι καὶ αὐτὸσ νου̃σ. 'Αλλὰ ταυ̃τα ἄλλοθι.

II.8

1. '~Αρα τὰ πόρρω φαίνεται ἐλάττω καὶ τὰ πολὺ ἀφεστηκότα ὀλίγον δοκει̃ ἔχειν τὸ μεταξύ, τὰ δ' ἐγγύθεν ἡλίκα ἐστὶ φαίνεται, καὶ ὅσην ἔχει τὴν ἀπόστασιν; 'Ελάττω μὲν δοκει̃ τοι̃σ ὁρω̃σι τὰ πόρρω, ὅτι συναιρει̃σθαι πρὸσ τὴν ὄψιν ἐθέλει καὶ πρὸσ τὸ μέγεθοσ τη̃σ κόρησ τὸ φω̃σ. Καὶ ὅσω̨ ἂν πόρρω ἡ ὕλη ἠ̨̃ του̃ ὁρωμένου, τόσω̨ τὸ εἰ̃δοσ οἱ̃ον μεμονωμένον ἀφικνει̃ται γινομένου καὶ του̃ πηλίκου εἴδουσ καὶ αὐτου̃ καὶ ποιου̃, ὡσ τὸν λόγον αὐτου̃ ἀφικνει̃σθαι μόνον. 'Ή καί, ὅτι τὸ μὲν μέγεθοσ ἐν διεξόδω̨ καὶ ἐπελεύσει καθ' ἕκαστον μέροσ ὅσον ἐστὶν αἰσθανόμεθα: παρει̃ναι οὐ̃ν δει̃ αὐτὸ καὶ πλησίον εἰ̃ναι, ἵνα γνωσθη̨̃ ὅσον. 'Ή καί, ὅτι κατὰ συμβεβηκὸσ ὁρα̃ται τὸ μέγεθοσ του̃ χρώματοσ πρώτωσ θεωρουμένου: πλησίον μὲν οὐ̃ν ὅσον κέχρωσται γινώσκεται, πόρρω δὲ ὅτι κέχρωσται, τὰ δὲ μέρη κατὰ ποσὸν συναιρούμενα οὐκ ἀκριβη̃ δίδωσι τὴν του̃ ποσου̃ διάγνωσιν: ἐπεὶ καὶ τὰ χρώματα αὐτὰ ἀμυδρὰ προσέρχεται. Τί οὐ̃ν θαυμαστόν, εἰ καὶ τὰ μεγέθη, ὥσπερ καὶαἱ φωναὶ ἐλάττουσ, ὅσω̨ ἂν τὸ εἰ̃δοσ αὐτω̃ν ἀμυδρὸν ἴη̨; Εἰ̃δοσ γὰρ κἀκει̃ ἡ ἀκοὴ ζητει̃, τὸ δὲ μέγεθοσ κατὰ συμβεβηκὸσ αἰσθάνεται. 'Αλλὰ περὶ τη̃σ ἀκοη̃σ, εἰ τὸ μέγεθοσ κατὰ συμβεβηκόσ: τίνι γὰρ πρώτωσ τὸ ἐν τη̨̃ φωνη̨̃ μέγεθοσ, ὥσπερ δοκει̃ τη̨̃ ἁφη̨̃ τὸ ὁρώμενον; 'Ή τὸ δοκου̃ν μέγεθοσ ἡ ἀκοὴ οὐ κατὰ τὸ ποσόν, ἀλλὰ κατὰ τὸ μα̃λλον καὶ ἡ̃ττον, οὐ κατὰ συμβεβηκόσ, οἱ̃ον τὸ σφόδρα, ὡσ καὶ ἡ γευ̃σισ τὸ σφόδρα του̃ γλυκέοσ οὐ κατὰ συμβεβηκόσ: τὸ δὲ κυρίωσ μέγεθοσ φωνη̃σ τὸ ἐφ' ὅσον: του̃το δὲ κατὰ συμβεβηκὸσ ἐκ του̃ σφόδρα σημήνειεν ἄν, οὐκ ἀκριβω̃σ δέ. Τὸ μὲν γὰρ σφόδρα ἑκάστω̨ τὸ αὐτό, τὸ δὲ εἰσ πλη̃θοσ εἰσ ἅπαντα τὸν τόπον, ὃν ἐπέσχεν. 'Αλλ' οὐ σμικρὰ τὰ χρώματα, ἀλλ' ἀμυδρά, τὰ δὲ μεγέθη σμικρά. 'Ή ἐν ἀμφοτέροισ κοινὸν τὸ ἡ̃ττον ὅ ἐστι: χρω̃μα μὲν οὐ̃ν τὸ ἡ̃ττον ἀμυδρόν, μέγεθοσ δὲ τὸ ἡ̃ττον σμικρόν, καὶ ἑπόμενον τω̨̃ χρώματι τὸ μέγεθοσ ἀνάλογον ἠλάττωται. Σαφέστερον δὲ ἐπὶ τω̃ν ποικίλων γίνεται τὸ πάθοσ, οἱ̃ον ὀρω̃ν ἐχόντων πολλὰσ οἰκήσεισ καὶ δένδρων πλη̃θοσ καὶ ἄλλα πολλά, ὡ̃ν ἕκαστον, εἰ μὲν ὁρω̨̃το, δίδωσιν ἐκ τω̃ν ὁρωμένων ἑκάστων μετρει̃ν τὸ ὅλον: του̃ δὲ εἴδουσ [του̃] καθ' ἕκαστον οὐκ ἰόντοσ ἀπεστέρηται [του̃ καθ' ἕκαστον] ἡ ὄψισ εἰ̃δοσ μετρου̃σα τὸ ὑποκείμενον μέγεθοσ τὸ πα̃ν ὅσον ἐστὶ γινώσκειν. 'Επεὶ καὶ τὰ πλησίον, ὅταν ποικίλα ἠ̨̃, ἀθρόωσ δὲ γίνηται ἡ ἐπιβολὴ πρὸσ αὐτὰ καὶ μὴ πάντα τὰ εἴδη ὁρω̨̃το, ἐλάττω ἂν φανείη κατὰ λόγον, ὅσον ἂν ἕκαστον κλαπη̨̃ ἐν τη̨̃ θέα̨: ὅταν δὲ πάντα ὀφθη̨̃, ἀκριβω̃σ μετρηθέντα ὅσα ἐστὶ γινώσκεται. 'Όσα δὲ τω̃ν μεγεθω̃ν ὁμοειδη̃ ὁμοιόχροα ὄντα, ψεύδεται καὶ ταυ̃τα τὸ ποσὸν αὐτη̃σ οὐ κατὰ μέροσ πάνυ τι μετρει̃ν δυναμένησ τη̃σ ὄψεωσ, ὅτι ἀπολισθάνει κατὰ μέροσ μετρου̃σα, ὅτι μὴ ἔχει ἵστασθαι καθ' ἕκαστον μέροσ τη̨̃ διαφορα̨̃. 'Εγγύθεν δὲ τὸ πόρρω, ὅτι [τὸ] μεταξὺ συναιρει̃ται ὅσον ἐστὶ κατὰ τὴν αὐτὴν αἰτίαν. Τὸ μὲν γὰρ πλησίον αὐτου̃, ὅσον οὐ λανθάνει, διὰ τὰ αὐτά: οὐ διεξοδεύουσα δὲ τὸ πόρρω του̃ διαστήματοσ, οἱ̃όν ἐστι κατ' εἰ̃δοσ, οὐκ ἂν δύναιτο οὐδ' ὅσον ἐστὶ κατὰ μέγεθοσ εἰπει̃ν.

2. τὸ δὲ κατὰ τὰσ τη̃σ ὄψεωσ γωνίασ ἐλάττουσ εἴρηται μὲν καὶ ἐν ἄλλοισ ὡσ οὐκ ἔστι, καὶ νυ̃ν δὲ ἐκει̃νο λεκτέον, ὡσ ὁ λέγων ἔλαττον φαίνεσθαι ἐλάττονι γωνία̨ καταλείπει τὴν λοιπὴν ἔξωθέν τι ὁρω̃σαν ἢ ἄλλο τι ἢ ὄν τι ἔξωθεν ὅλωσ, οἱ̃ον ἀέρα. 'Όταν οὐ̃ν μηδὲν καταλείπη̨ τω̨̃ πολὺ εἰ̃ναι τὸ ὄροσ, ἀλλ' ἢ ἰσάζη̨ καὶ μηκέτι ἄλλο οἱ̃όν τε ἠ̨̃ αὐτη̨̃ ὁρα̃ν, ἅτε του̃ διαστήματοσ αὐτη̃σ συναρμόσαντοσ τω̨̃ ὁρωμένω̨, ἢ καὶ ὑπερτείνη̨ τὸ ὁρώμενον ἐφ' ἑκάτερα τὴν τη̃σ ὄψεωσ προσβολήν, τί ἄν τισ ἐνταυ̃θα λέγοι ἐλάττονοσ μὲν ἢ ἔστι πολλω̨̃ φαινομένου του̃ ὑποκειμένου, πάση̨ δὲ τη̨̃ ὄψει ὁρωμένου; Εἰ δὲ δὴ καὶ ἐπὶ του̃ οὐρανου̃ θεωροι̃, ἀναμφισβητήτωσ μάθοι ἄν τισ. Πα̃ν μὲν γὰρ τὸ ἡμισφαίριον οὐκ ἄν τισ ὁρα̃ν μια̨̃ προσβολη̨̃ δύναιτο, οὐδ' ἐπὶ τοσου̃τον χυθη̃ναι ἡ ὄψισ μέχρισ αὐτου̃ ἐκτεινομένη. 'Αλλ' εἴ τισ βούλεται, δεδόσθω. Εἰ οὐ̃ν πα̃σα μὲν περιέλαβε πα̃ν, πολλαπλάσιον δὲ τὸ μέγεθοσ του̃ φαινομένου ὑπάρχει ἐν τω̨̃ οὐρανω̨̃ του̃ ἔλαττον πολλω̨̃ ἤ ἐστι φαίνεσθαι, πω̃σ ἂν ἐλάττωσιν γωνίασ του̃ ἐλάττω φαίνεσθαι τὰ πόρρω αἰτιω̨̃το;

II.9

1. 'Επειδὴ τοίνυν ἐφάνη ἡμι̃ν ἡ του̃ ἀγαθου̃ ἁπλη̃ φύσισ καὶ πρώτη-πα̃ν γὰρ τὸ οὐ πρω̃τον οὐχ ἁπλου̃ν-καὶ οὐδὲν ἔχον ἐν ἑαυτω̨̃, ἀλλὰ ἕν τι, καὶ του̃ ἑνὸσ λεγομένου ἡ φύσισ ἡ αὐτή-καὶ γὰρ αὕτη οὐκ ἄλλο, εἰ̃τα ἕν, οὐδὲ του̃το ἄλλο, εἰ̃τα ἀγαθόν-ὅταν λέγωμεν τὸ ἕν, καὶ ὅταν λέγωμεν τἀγαθόν, τὴν αὐτὴν δει̃ νομίζειν τὴν φύσιν καὶ μίαν λέγειν οὐ κατηγορου̃ντασ ἐκείνησ οὐδέν, δηλου̃ντασ δὲ ἡμι̃ν αὐτοι̃σ ὡσ οἱ̃όν τε. Καὶ τὸ πρω̃τον δὲ οὕτωσ, ὅτι ἁπλούστατον, καὶ τὸ αὔταρκεσ, ὅτι οὐκ ἐκ πλειόνων: οὕτω γὰρ ἀναρτηθήσεται εἰσ τὰ ἐξ ὡ̃ν: καὶ οὐκ ἐν ἄλλω̨, ὅτι πα̃ν τὸ ἐν ἄλλω̨ καὶ παρ' ἄλλου. Εἰ οὐ̃ν μηδὲ παρ' ἄλλου μηδὲ ἐν ἄλλω̨ μηδὲ σύνθεσισ μηδεμία, ἀνάγκη μηδὲν ὑπὲρ αὐτὸ εἰ̃ναι. Οὐ τοίνυν δει̃ ἐφ' ἑτέρασ ἀρχὰσ ἰέναι, ἀλλὰ του̃το προστησαμένουσ, εἰ̃τα νου̃ν μετ' αὐτὸ καὶ τὸ νοου̃ν πρώτωσ, εἰ̃τα ψυχὴν μετὰ νου̃ν-αὕτη γὰρ τάξισ κατὰ φύσιν-μήτε πλείω τούτων τίθεσθαι ἐν τω̨̃ νοητω̨̃ μήτε ἐλάττω. Εἴτε γὰρ ἐλάττω, ἢ ψυχὴν καὶ νου̃ν ταὐτὸν φήσουσιν, ἢ νου̃ν καὶ τὸ πρω̃τον: ἀλλ' ὅτι ἕτερα ἀλλήλων, ἐδείχθη πολλαχη̨̃. Λοιπὸν δὲ ἐπισκέψασθαι ἐν τω̨̃ παρόντι, εἰ πλείω τω̃ν τριω̃ν τούτων, τίνεσ ἂν οὐ̃ν εἰ̃εν φύσεισ παρ' αὐτάσ. Τη̃σ τε γὰρ λεχθείσησ οὕτωσ ἔχειν ἀρχη̃σ τη̃σ πάντων οὐδεὶσ ἂν εὕροι ἁπλουστέραν οὐδ' ἐπαναβεβηκυι̃αν ἡντινου̃ν. Οὐ γὰρ δὴ τὴν μὲν δυνάμει, τὴν δὲ ἐνεργεία̨ φήσουσι: γελοι̃ον γὰρ ἐν τοι̃σ ἐνεργεία̨ οὐ̃σι καὶ ἀύλοισ τὸ δυνάμει καὶ ἐνεργεία̨ διαιρουμένουσ φύσεισ ποιει̃σθαι πλείουσ. 'Αλλ' οὐδὲ ἐν τοι̃σ μετὰ ταυ̃τα: οὐδ' ἐπινοει̃ν τὸν μέν τινα νου̃ν ἐν ἡσυχία̨ τινί, τὸν δὲ οἱ̃ον κινούμενον. Τίσ γὰρ ἂν ἡσυχία νου̃ καὶ τίσ κίνησισ καὶ προφορὰ ἂν εἴη ἢ τίσ ἀργία καὶ του̃ ἑτέρου τί ἔργον; 'Έστι γὰρ ὡσ ἔστι νου̃σ ἀεὶ ὡσαύτωσ ἐνεργεία̨ κείμενοσ ἑστώση̨: κίνησισ δὲ πρὸσ αὐτὸν καὶ περὶ αὐτὸν ψυχη̃σ ἤδη ἔργον καὶ λόγοσ ἀπ' αὐτου̃ εἰσ ψυχὴν ψυχὴν νοερὰν ποιω̃ν, οὐκ ἄλλην τινὰ μεταξὺ νου̃ καὶ ψυχη̃σ φύσιν. Οὐ μὴν οὐδὲ διὰ του̃το πλείουσ νου̃σ ποιει̃ν, εἰ ὁ μὲν νοει̃, ὁ δὲ νοει̃ ὅτι νοει̃. Καὶ γὰρ εἰ ἄλλο τὸ ἐν τούτοισ νοει̃ν, ἄλλο δὲ τὸ νοει̃ν ὅτι νοει̃, ἀλλ' οὐ̃ν μία προσβολὴ οὐκ ἀναίσθητοσ τω̃ν ἐνεργημάτων ἑαυτη̃σ: γελοι̃ον γὰρ ἐπὶ του̃ ἀληθινου̃ νου̃ του̃το ὑπολαμβάνειν, ἀλλὰ πάντωσ γε ὁ αὐτὸσἔσται ὅσπερ ἐνόει ὁ νοω̃ν ὅτι νοει̃. Εἰ δὲ μή, ὁ μὲν ἔσται νοω̃ν μόνον, ὁ δὲ ὅτι νοει̃ νοω̃ν ἄλλου ὄντοσ, ἀλλ' οὐκ αὐτου̃ του̃ νενοηκότοσ. 'Αλλ' εἰ ἐπινοία̨ φήσουσι, πρω̃τον μὲν τω̃ν πλειόνων ὑποστάσεων ἀποστήσονται: ἔπειτα δει̃ σκοπει̃ν, εἰ καὶ αἱ ἐπίνοιαι χώραν ἔχουσι λαβει̃ν νου̃ν νοου̃ντα μόνον, μὴ παρακολουθου̃ντα δὲ ἑαυτω̨̃ ὅτι νοει̃: ὃ καὶ ἐφ' ἡμω̃ν αὐτω̃ν εἰ γίγνοιτο τω̃ν ἀεὶ ἐπιστατούντων ται̃σ ὁρμαι̃σ καὶ ται̃σ διανοήσεσιν, εἰ καὶ μετρίωσ σπουδαι̃οι εἰ̃εν, αἰτίαν ἂν ἀφροσύνησ ἔχοιεν. 'Όταν δὲ δὴ ὁ νου̃σ ὁ ἀληθινὸσ ἐν ται̃σ νοήσεσιν αὑτὸν νοη̨̃ καὶ μὴ ἔξωθεν ἠ̨̃ τὸ νοητὸν αὐτου̃, ἀλλ' αὐτὸσ ἠ̨̃ καὶ τὸ νοητόν, ἐξ ἀνάγκησ ἐν τω̨̃ νοει̃ν ἔχει ἑαυτὸν καὶ ὁρ&# 945;̨̃ ἑαυτόν: ὁρω̃ν δ' ἑαυτὸν οὐκ ἀνοηταίνοντα, ἀλλὰ νοου̃ντα ὁρα̨̃. 'Ώστε ἐν τω̨̃ πρώτωσ νοει̃ν ἔχοι ἂν καὶ τὸ νοει̃ν ὅτι νοει̃ ὡσ ἓν ὄν: καὶ οὐδὲ τη̨̃ ἐπινοία̨ ἐκει̃ διπλου̃ν. Εἰ δὲ καὶ ἀεὶ νοω̃ν εἴη, ὅπερ ἔστι, τίσ χώρα τη̨̃ ἐπινοία̨ τη̨̃ χωριζούση̨ τὸ νοει̃ν ἀπὸ του̃ νοει̃ν ὅτι νοει̃; Εἰ δὲ δὴ καὶ ἑτέραν ἐπίνοιάν τισ τρίτην ἐπεισάγοι τὴν ἐπὶ τη̨̃ δευτέρα̨ τη̨̃ λεγούση̨ νοει̃ν ὅτι νοει̃, τὴν λέγουσαν ὅτι νοει̃ ὅτι νοει̃ ὅτι νοει̃, ἔτι μα̃λλον καταφανὲσ τὸ ἄτοπον. Καὶ διὰ τί οὐκ εἰσ ἄπειρον οὕτω; Τὸν δὲ λόγον ὅταν τισ ἀπὸ του̃ νου̃ ποιη̨̃, εἰ̃τα ἀπὸ τούτου γίνεσθαι ἐν ψυχη̨̃ ἄλλον ἀπ' αὐτου̃ του̃ λόγου, ἵνα μεταξὺ ψυχη̃σ καὶ νου̃ ἠ̨̃ οὑ̃τοσ, ἀποστερήσει τὴν ψυχὴν του̃ νοει̃ν, εἰ μὴ παρὰ του̃ νου̃ κομιει̃ται, ἀλλὰ παρὰ ἄλλου του̃ μεταξὺ τὸν λόγον: καὶ εἴδωλον λόγου, ἀλλ' οὐ λόγον ἕξει, καὶ ὅλωσ οὐκ εἰδήσει νου̃ν οὐδὲ ὅλωσ νοήσει.Οὐ τοίνυν οὔτε πλείω τούτων οὔτε ἐπινοίασ περιττὰσ ἐν ἐκείνοισ, ἃσ οὐ δέχονται, θετέον, ἀλλ' ἕνα νου̃ν τὸν αὐτὸν ὡσαύτωσ ἔχοντα, ἀκλινη̃ πανταχη̨̃, μιμούμενον τὸν πατέρα καθ' ὅσον οἱ̃όν τε αὐτω̨̃. Ψυχη̃σ δὲ ἡμω̃ν τὸ μὲν ἀεὶ πρὸσ ἐκείνοισ, τὸ δὲ πρὸσ ταυ̃τα ἔχειν, τὸ δ' ἐν μέσω̨ τούτων: φύσεωσ γὰρ οὔσησ μια̃σ ἐν δυνάμεσι πλείοσιν ὁτὲ μὲν τὴν πα̃σαν συμφέρεσθαι τω̨̃ ἀρίστω̨ αὐτη̃σ καὶ του̃ ὄντοσ, ὁτὲ δὲ τὸ χει̃ρον αὐτη̃σ καθελκυσθὲν συνεφελκύσασθαι τὸ μέσον: τὸ γὰρ πα̃ν αὐτη̃σ οὐκ ἠ̃ν θέμισ καθελκύσαι. Καὶ του̃το συμβαίνει αὐτη̨̃ τὸ πάθοσ, ὅτι μὴ ἔμεινεν ἐν τω̨̃ καλλίστω̨, ὅπου ψυχὴ μείνασα ἡ μὴ μέροσ, μηδὲ ἡ̃σ ἡμει̃σ ἔτι μέροσ, ἔδωκε τω̨̃ παντὶ σώματι αὐτω̨̃ τε ἔχειν ὅσον δύναται παρ' αὐτη̃σ ἔχειν, μένει τε ἀπραγμόνωσ αὐτὴ οὐκ ἐκ διανοίασ διοικου̃σα οὐδέ τι διορθουμένη, ἀλλὰ τη̨̃ εἰσ τὸ πρὸ αὐτη̃σ θέα̨ κατακοσμου̃σα δυνάμει θαυμαστη̨̃. 'Όσον γὰρ πρὸσ αὐτη̨̃ ἐστι, τόσω̨ καλλίων καὶ δυνατωτέρα: κἀκει̃θεν ἔχουσα δίδωσι τω̨̃ μετ' αὐτὴν καὶ ὥσπερ ἐλλάμπουσα ἀεὶ ἐλλάμπεται.

2. 'Αεὶ οὐ̃ν ἐλλαμπομένη καὶ διηνεκὲσ ἔχουσα τὸ φω̃σ δίδωσιν εἰσ τὰ ἐφεξη̃σ, τὰ δ' ἀεὶ συνέχεται καὶ ἄρδεται τούτω̨ τω̨̃ φωτὶ καὶ ἀπολαύει του̃ ζη̃ν καθ' ὅσον δύναται: ὥσπερ εἰ πυρὸσ ἐν μέσω̨ που κειμένου ἀλεαίνοιντο οἱ̃σ οἱ̃όν τε. Καίτοι τὸ πυ̃ρ ἐστιν ἐν μέτρω̨: ὅταν δὲ δυνάμεισ μὴ μετρηθει̃σαι μὴ ἐκ τω̃ν ὄντων ὠ̃σιν ἀνη̨ρημέναι, πω̃σ οἱ̃όν τε εἰ̃ναι μέν, μηδὲν δὲ αὐτω̃ν μεταλαμβάνειν; 'Αλλ' ἀνάγκη ἕκαστον τὸ αὑτου̃ διδόναι καὶ ἄλλω̨, ἢ τὸ ἀγαθὸν οὐκ ἀγαθὸν ἔσται, ἢ ὁ νου̃σ οὐ νου̃σ, ἢ ψυχὴ μὴ του̃το, εἰ μή τι μετὰ του̃ πρώτωσ ζη̃ν ζώ̨η καὶ δευτέρωσ ἕωσ ἔστι τὸ πρώτωσ. 'Ανάγκη τοίνυν ἐφεξη̃σ εἰ̃ναι πάντα ἀλλήλοισκαὶ ἀεί, γενητὰ δὲ τὰ ἕτερα τω̨̃ παρ' ἄλλων εἰ̃ναι. Οὐ τοίνυν ἐγένετο, ἀλλ' ἐγίνετο καὶ γενήσεται, ὅσα γενητὰ λέγεται: οὐδὲ φθαρήσεται, ἀλλ' ἢ ὅσα ἔχει εἰσ ἅ: ὃ δὲ μὴ ἔχει εἰσ ὅ, οὐδὲ φθαρήσεται. Εἰ δέ τισ εἰσ ὕλην λέγοι, διὰ τί οὐ καὶ τὴν ὕλην; Εἰ δὲ καὶ τὴν ὕλην φήσει, τίσ ἠ̃ν ἀνάγκη, φήσομεν, γενέσθαι; Εἰ δὲ ἀναγκαι̃ον εἰ̃ναι φήσουσι παρακολουθει̃ν, καὶ νυ̃ν ἀνάγκη. Εἰ δὲ μόνη καταλειφθήσεται, οὐ πανταχου̃, ἀλλ' ἔν τινι τόπω̨ ἀφωρισμένω̨ τὰ θει̃α ἔσται καὶ οἱ̃ον ἀποτετειχισμένα: εἰ δὲ οὐχ οἱ̃όν τε, ἐλλαμφθήσεται.

3. εἰ δὲ οἱ̃ον <πτερορρυήσασαν> τὴν ψυχὴν φήσουσι πεποιηκέναι, οὐχ ἡ του̃ παντὸσ του̃το πάσχει: εἰ δὲ σφαλει̃σαν αὐτοὶ φήσουσι, του̃ σφάλματοσ λεγέτωσαν τὴν αἰτίαν. Πότε δὲ ἐσφάλη; Εἰ μὲν γὰρ ἐξ ἀιδίου, μένει κατὰ τὸν αὐτω̃ν λόγον ἐσφαλμένη: εἰ δὲ ἤρξατο, διὰ τί οὐ πρὸ του̃; 'Ημει̃σ δὲ οὐ νευ̃σίν φαμεν τὴν ποιου̃σαν, ἀλλὰ μα̃λλον μὴ νευ̃σιν. Εἰ δὲ ἔνευσε, τω̨̃ ἐπιλελη̃σθαι δηλονότι τω̃ν ἐκει̃: εἰ δὲ ἐπελάθετο, πω̃σ δημιουργει̃; Πόθεν γὰρ ποιει̃ ἢ ἐξ ὡ̃ν εἰ̃δεν ἐκει̃; Εἰ δὲ ἐκείνων μεμνημένη ποιει̃, οὐδὲ ὅλωσ ἔνευσεν, οὐδὲ γὰρ εἰ ἀμυδρω̃σ ἔχει. Οὐ μα̃λλον νεύει ἐκει̃, ἵνα μὴ ἀμυδρω̃σ ἴδη̨; Διὰ τί γὰρ ἂν οὐκ ἠθέλησεν ἔχουσα ἡντινου̃ν μνήμην ἐπανελθει̃ν; Τί γὰρ ἂν ἑαυτη̨̃ καὶ ἐλογίζετο γενέσθαι ἐκ του̃ κοσμοποιη̃σαι; Γελοι̃ον γὰρ τὸἵνα τιμω̨̃το, καὶ μεταφερόντων ἀπὸ τω̃ν ἀγαλματοποιω̃ν τω̃ν ἐνταυ̃θα. 'Επεὶ καὶ εἰ διανοία̨ ἐποίει καὶ μὴ ἐν τη̨̃ φύσει ἠ̃ν τὸ ποιει̃ν καὶ ἡ δύναμισ ἡ ποιου̃σα ἠ̃ν, πω̃σ ἂν κόσμον τόνδε ἐποίησε; Πότε δὲ καὶ φθερει̃ αὐτόν; εἰ γὰρ μετέγνω, τί ἀναμένει; Εἰ δὲ οὔπω, οὐδ' ἂν μεταγνοίη ἔτι ἤδη εἰθισμένη καὶ τω̨̃ χρόνω̨ προσφιλεστέρα γενομένη. Εἰ δὲ τὰσ καθ' ἕκαστον ψυχὰσ ἀναμένει, ἤδη ἔδει μηκέτι ἐλθει̃ν εἰσ γένεσιν πάλιν πειραθείσασ ἐν τη̨̃ προτέρα̨ γενέσει τω̃ν τη̨̃δε κακω̃ν: ὥστε ἤδη ἂν ἐπέλιπον ἰου̃σαι. Οὐδὲ τὸ κακω̃σ γεγονέναι τόνδε τὸν κόσμον δοτέον τω̨̃ πολλὰ εἰ̃ναι ἐν αὐτω̨̃ δυσχερη̃: του̃το γὰρ ἀξίωμα μει̃ζόν ἐστι περιτιθέντων αὐτω̨̃, εἰ ἀξιου̃σι τὸν αὐτὸν εἰ̃ναι τω̨̃ νοητω̨̃, ἀλλὰ μὴ εἰκόνα ἐκείνου. 'Ή τίσ ἂν ἐγένετο ἄλλη καλλίων εἰκὼν ἐκείνου; Τί γὰρ ἄλλο πυ̃ρ βελτίων του̃ ἐκει̃ πυρὸσ παρὰ τὸ ἐνταυ̃θα πυ̃ρ; 'Ή τίσ γη̃ ἄλλη παρὰ ταύτην μετὰ τὴν ἐκει̃ γη̃ν; Τίσ δὲ σφαι̃ρα ἀκριβεστέρα καὶ σεμνοτέρα ἢ εὐτακτοτέρα τη̨̃ φορα̨̃ μετὰ τὴν ἐκει̃ του̃ κόσμου του̃ νοητου̃ περιοχὴν ἐν αὐτω̨̃; 'Άλλοσ δὲ ἥλιοσ μετ' ἐκει̃νον πρὸ τούτου του̃ ὁρωμένου τίσ;

4. 'Αλλ' αὐτοὺσ μὲν σω̃μα ἔχοντασ, οἱ̃ον ἔχουσιν ἄνθρωποι, καὶ ἐπιθυμίαν καὶ λύπασ καὶ ὀργὰσ τὴν παρ' αὐτοι̃σ δύναμιν μὴ ἀτιμάζειν, ἀλλ' ἐφάπτεσθαι του̃ νοητου̃ λέγειν ἐξει̃ναι, μὴ εἰ̃ναι δὲ ἐν ἡλίω̨ ταύτησ ἀπαθεστέραν ἐν τάξει μα̃λλον καὶ οὐκ ἐν ἀλλοιώσει μα̃λλον οὐ̃σαν, οὐδὲ φρόνησιν ἔχειν ἀμείνονα ἡμω̃ν τω̃ν ἄρτι γενομένων καὶ διὰ τοσούτων κωλυομένων τω̃ν ἀπατώντων ἐπὶ τὴνἀλήθειαν ἐλθει̃ν: οὐδὲ τὴν μὲν αὐτω̃ν ψυχὴν ἀθάνατον καὶ θείαν λέγειν καὶ τὴν τω̃ν φαυλοτάτων ἀνθρώπων, τὸν δὲ οὐρανὸν πάντα καὶ τὰ ἐκει̃ ἄστρα μὴ τη̃σ ἀθανάτου κεκοινωνηκέναι ἐκ πολλω̨̃ καλλιόνων καὶ καθαρωτέρων ὄντα, ὁρω̃ντασ ἐκει̃ μὲν τὸ τεταγμένον καὶ εὔσχημον καὶ εὔτακτον καὶ μάλιστα τὴν ἐνταυ̃θα περὶ γη̃ν ἀταξίαν αὐτοὺσ αἰτιωμένουσ: ὥσπερ τη̃σ ἀθανάτου ψυχη̃σ τὸν χείρω τόπον ἐπίτηδεσ ἑλομένησ, παραχωρη̃σαι δὲ του̃ βελτίονοσ τη̨̃ θνητη̨̃ ψυχη̨̃ ἐφιεμένησ. 'Άλογοσ δὲ καὶ ἡ παρεισαγωγὴ αὐτοι̃σ τη̃σ ἑτέρασ ψυχη̃σ ταύτησ, ἣν ἐκ τω̃ν στοιχείων συνιστα̃σι: πω̃σ γὰρ ἂν ζωὴν ἡντινου̃ν ἔχοι ἡ ἐκ τω̃ν στοιχείων σύστασισ; 'Η γὰρ τούτων κρα̃σισ ἢ θερμὸν ἢ ψυχρὸν ἢ μικτὸν ποιει̃, ἢ ξηρὸν ἢ ὑγρὸν ἢ μι̃γμα ἐκ τούτων. Πω̃σ δὲ συνοχὴ τω̃ν τεσσάρων ὑστέρα γενομένη ἐξ αὐτω̃ν; 'Όταν δὲ προστιθω̃σι καὶ ἀντίληψιν αὐτη̨̃ καὶ βούλευσιν καὶ ἄλλα μυρία, τί ἄν τισ εἴποι; 'Αλλὰ οὐ τιμω̃ντεσ ταύτην τὴν δημιουργίαν οὐδὲ τήνδε τὴν γη̃ν καινὴν αὐτοι̃σ γη̃ν φασι γεγονέναι, εἰσ ἣν δὴ ἐντευ̃θεν ἀπελεύσονται: του̃το δὲ λόγον εἰ̃ναι κόσμου. Καίτοι τί δει̃ αὐτοι̃σ ἐκει̃ γενέσθαι ἐν παραδείγματι κόσμου, ὃν μισου̃σι; Πόθεν δὲ τὸ παράδειγμα του̃το; Του̃το γὰρ κατ' αὐτοὺσ νενευκότοσ ἤδη πρὸσ τὰ τη̨̃δε του̃ τὸ παράδειγμα πεποιηκότοσ. Εἰ μὲν οὐ̃ν ἐν αὐτω̨̃ τω̨̃ ποιήσαντι πολλὴ φροντὶσ του̃ ...κόσμον _μετὰ τὸν κόσμον τὸν νοητὸν ὃν ἔχει ἄλλον ποιη̃σαι-καὶ τί ἔδει; -καὶ εἰ μὲν πρὸ του̃ κόσμου, ἵνα τί; 'Ίνα φυλάξωνται αἱ ψυχαί. Πω̃σ οὐ̃ν; οὐκ ἐφυλάξαντο, ὥστε μάτην ἐγένετο. Εἰ δὲ μετὰ τὸν κόσμον ἐκ του̃ κόσμου λαβὼν ἀποσυλήσασ τη̃σ ὕλησ τὸεἰ̃δοσ, ἤρκει ἡ πει̃ρα ται̃σ πειραθείσαισ ψυχαι̃σ πρὸσ τὸ φυλάξασθαι. Εἰ δ' ἐν ται̃σ ψυχαι̃σ λαβει̃ν ἀξιου̃σι του̃ κόσμου τὸ εἰ̃δοσ, τί τὸ καινὸν του̃ λόγου;

5. τὰσ δὲ ἄλλασ ὑποστάσεισ τί χρὴ λέγειν ἃσ εἰσάγουσι, παροικήσεισ καὶ ἀντιτύπουσ καὶ μετανοίασ; Εἰ μὲν γὰρ ψυχη̃σ ταυ̃τα λέγουσι πάθη, ὅταν ἐν μετανοία̨ ἠ̨̃, καὶ ἀντιτύπουσ, ὅταν οἱ̃ον εἰκόνασ τω̃ν ὄντων, ἀλλὰ μὴ αὐτά πω τὰ ὄντα θεωρη̨̃, καινολογούντων ἐστὶν εἰσ σύστασιν τη̃σ ἰδίασ αἱρέσεωσ: ὡσ γὰρ τη̃σ ἀρχαίασ 'Ελληνικη̃σ οὐχ ἁπτόμενοι ταυ̃τα σκευωρου̃νται εἰδότων καὶ σαφω̃σ τω̃ν 'Ελλήνων ἀτύφωσ λεγόντων ἀναβάσεισ ἐκ του̃ σπηλαίου καὶ κατὰ βραχὺ εἰσ θέαν ἀληθεστέραν μα̃λλον καὶ μα̃λλον προιούσασ. 'Όλωσ γὰρ τὰ μὲν αὐτοι̃σ παρὰ του̃ Πλάτωνοσ εἴληπται, τὰ δέ, ὅσα καινοτομου̃σιν, ἵνα ἰδίαν φιλοσοφίαν θω̃νται, ταυ̃τα ἔξω τη̃σ ἀληθείασ εὕρηται. 'Επεὶ καὶ αἱ δίκαι καὶ οἱ ποταμοὶ οἱ ἐν 'Άιδου καὶ αἱ μετενσωματώσεισ ἐκει̃θεν. Καὶ ἐπὶ τω̃ν νοητω̃ν δὲ πλη̃θοσ ποιη̃σαι, τὸ ὂν καὶ τὸν νου̃ν καὶ τὸν δημιουργὸν ἄλλον καὶ τὴν ψυχήν, ἐκ τω̃ν ἐν τω̨̃ Τιμαίω̨ λεχθέντων εἴληπται: εἰπόντοσ γὰρ αὐτου̃ "<ἡ̨̃περ οὐ̃ν νου̃σ ἐνούσασ ἰδέασ> ἐν <τω̨̃ ὃ ἔστι ζω̨̃ον καθορα̨̃, τοσαύτασ> καὶ ὁ τόδε ποιω̃ν <τὸ πα̃ν διενοήθη σχει̃ν>". Οἱ δὲ οὐ συνέντεσ τὸν μὲν ἔλαβον ἐν ἡσυχία̨ ἔχοντα ἐν αὐτω̨̃ πάντα τὰ ὄντα, τὸν δὲ νου̃ν ἕτερον παρ' αὐτὸν θεωρου̃ντα, τὸν δὲ διανοούμενον-πολλάκισ δὲ αὐτοι̃σ ἀντὶτου̃ διανοουμένου ψυχή ἐστιν ἡ δημιουργου̃σα-καὶ κατὰ Πλάτωνα του̃τον οἴονται εἰ̃ναι τὸν δημιουργὸν ἀφεστηκότεσ του̃ εἰδέναι τίσ ὁ δημιουργόσ. Καὶ ὅλωσ τὸν τρόπον τη̃σ δημιουργίασ καὶ ἄλλα πολλὰ καταψεύδονται αὐτου̃ καὶ πρὸσ τὸ χει̃ρον ἕλκουσι τὰσ δόξασ του̃ ἀνδρὸσ ὡσ αὐτοὶ μὲν τὴν νοητὴν φύσιν κατανενοηκότεσ, ἐκείνου δὲ καὶ τω̃ν ἄλλων τω̃ν μακαρίων ἀνδρω̃ν μή. Καὶ πλη̃θοσ νοητω̃ν ὀνομάζοντεσ τὸ ἀκριβὲσ ἐξευρηκέναι δόξειν οἴονται αὐτω̨̃ τω̨̃ πλήθει τὴν νοητὴν φύσιν τη̨̃ αἰσθητικη̨̃ καὶ ἐλάττονι εἰσ ὁμοιότητα ἄγοντεσ, δέον ἐκει̃ τὸ ὡσ ὅτι μάλιστα ὀλίγον εἰσ ἀριθμὸν διώκειν καὶ τω̨̃ μετὰ τὸ πρω̃τον τὰ πάντα ἀποδιδόντασ ἀπηλλάχθαι, ἐκείνου τω̃ν πάντων ὄντοσ καὶ νου̃ του̃ πρώτου καὶ οὐσίασ καὶ ὅσα ἄλλα καλὰ μετὰ τὴν πρώτην φύσιν. Ψυχη̃σ δὲ εἰ̃δοσ τρίτον: διαφορὰσ δὲ ψυχω̃ν ἐν πάθεσιν ἢ ἐν φύσει ἰχνεύειν μηδὲν τοὺσ θείουσ ἄνδρασ διασύροντασ, ἀλλ' εὐμενω̃σ δεχομένουσ τὰ ἐκείνων ὡσ παλαιοτέρων καὶ ἃ καλω̃σ λέγουσι παρ' ἐκείνων λαβόντασ, ψυχη̃σ ἀθανασίαν, νοητὸν κόσμον, θεὸν τὸν πρω̃τον, τὸ τὴν ψυχὴν δει̃ν φεύγειν τὴν πρὸσ τὸ σω̃μα ὁμιλίαν, τὸν χωρισμὸν τὸν ἀπ' αὐτου̃, τὸ ἐκ γενέσεωσ φεύγειν εἰσ οὐσίαν: ταυ̃τα γὰρ κείμενα παρὰ τω̨̃ Πλάτωνι σαφω̃σ οὑτωσὶ λέγοντεσ καλω̃σ ποιου̃σιν. Οἱ̃σ θέλουσι διαφωνει̃ν φθόνοσ οὐδεὶσ λεγόντων, οὐδ' ἐν τω̨̃ τοὺσ 'Έλληνασ διασύρειν καὶ ὑβρίζειν τὰ αὐτω̃ν ἐν συστάσει παρὰ τοι̃σ ἀκούουσι ποιει̃ν, ἀλλ' αὐτὰ παρ' αὐτω̃ν δεικνύναι ὀρθω̃σ ἔχοντα, ὅσα ἴδια αὐτοι̃σ ἔδοξε παρὰ τὴν ἐκείνων δόξαν λέγειν, εὐμενω̃σ καὶ φιλοσόφωσ αὐτὰσ τὰσ δόξασ τιθέντασ αὐτω̃ν καὶ οἱ̃σ ἐναντιου̃νται δικαίωσ, πρὸσ τὸ ἀληθὲσ βλέποντασ, οὐ τὴν εὐδοκίμησιν θηρωμένουσ ἐκ του̃ [πρὸσ] ἄνδ` 1;ασ κεκριμένουσἐκ παλαιου̃ οὐ παρὰ φαύλων ἀνδρω̃ν ἀγαθοὺσ εἰ̃ναι ψέγειν, λέγοντασ ἑαυτοὺσ ἐκείνων ἀμείνουσ εἰ̃ναι. 'Επεὶ τά γε εἰρημένα τοι̃σ παλαιοι̃σ περὶ τω̃ν νοητω̃ν πολλω̨̃ ἀμείνω καὶ πεπαιδευμένωσ εἴρηται, καὶ τοι̃σ μὴ ἐξαπατωμένοισ τὴν ἐπιθέουσαν εἰσ ἀνθρώπουσ ἀπάτην ῥα̨δίωσ γνωσθήσεται τάδ' ὕστερον τούτοισ παρ' ἐκείνων ληφθέντα, προσθήκασ δέ τινασ οὐδὲν προσηκούσασ εἰληφότα, ἔν γε οἱ̃σ ἐναντιου̃σθαι θέλουσι γενέσεισ καὶ φθορὰσ εἰσάγοντεσ παντελει̃σ καὶ μεμφόμενοι τω̨̃δε τω̨̃ παντὶ καὶ τὴν πρὸσ τὸ σω̃μα κοινωνίαν τη̨̃ ψυχη̨̃ αἰτιώμενοι καὶ τὸν διοικου̃ντα τόδε τὸ πα̃ν ψέγοντεσ καὶ εἰσ ταὐτὸν ἄγοντεσ τὸν δημιουργὸν τη̨̃ ψυχη̨̃ καὶ τὰ αὐτὰ πάθη διδόντεσ, ἅπερ καὶ τοι̃σ ἐν μέρει.

6. 'Ότι μὲν οὐ̃ν οὔτε ἤρξατο οὔτε παύσεται, ἀλλ' ἔστιν ἀεὶ καὶ ὅδε ὁ κόσμοσ, ἕωσ ἂν ἐκει̃να ἠ̨̃, εἴρηται. Τὴν δὲ πρὸσ τὸ σω̃μα τη̨̃ ψυχη̨̃ κοινωνίαν τη̨̃ ἡμετέρα̨ πρὸ αὐτω̃ν εἴρηται ὡσ οὐκ ἄμεινον τη̨̃ ψυχη̨̃: τὸ δὲ ἀπὸ τη̃σ ἡμετέρασ καὶ τὴν του̃ παντὸσ λαμβάνειν ὅμοιον, ὡσ εἴ τισ τὸ τω̃ν χυτρέων ἢ χαλκέων λαβὼν γένοσ ἐν πόλει εὐ̃ οἰκουμένη̨ τὴν ἅπασαν ψέγοι. Δει̃ δὲ τὰσ διαφορὰσ λαμβάνειν τὰσ τη̃σ ὅλησ ὅπωσ διοικει̃, ὅτι μὴ ὁ αὐτὸσ τρόποσ μηδ' ἐνδεδεμένη. Πρὸσ γὰρ αὐ̃ ται̃σ ἄλλαισ διαφοραι̃σ, αἳ μυρίαι εἴρηνται ἐν ἄλλοισ, κἀκει̃νο ἐνθυμει̃σθαι ἔδει ὅτι ἡμει̃σ μὲν ὑπὸ του̃ σώματοσ δεδέμεθα ἤδη δεσμου̃ γεγενημένου. 'Εν γὰρ τη̨̃ πάση̨ ψυχη̨̃ ἡ του̃ σώματοσ φύσισ δεδεμένη ἤδη συνδει̃ ὃ ἂν περιλάβη̨: αὐτὴ δὲ ἡ του̃ παντὸσ ψυχὴ οὐκ ἂν δέοιτο ὑπὸ τω̃ν ὑπ' αὐτη̃σ δεδεμένων: ἄρχει γὰρ ἐκείνη. Διὸ καὶ ἀπαθὴσ πρὸσ αὐτω̃ν, ἡμει̃σ δὲ τούτων οὐ κύριοι: τὸ δ' ὅσοναὐτη̃σ πρὸσ τὸ θει̃ον τὸ ὑπεράνω ἀκέραιον μένει καὶ οὐκ ἐμποδίζεται, ὅσον δὲ αὐτη̃σ δίδωσι τω̨̃ σώματι ζωὴν οὐδὲν παρ' αὐτου̃ προσλαμβάνει. 'Όλωσ γὰρ τὸ μὲν ἄλλου πάθημα τὸ ἐν αὐτω̨̃ ἐξ ἀνάγκησ δέχεται, ὃ δ' αὐτὸ ἐκείνω̨ οὐκέτι τὸ αὐτου̃ δίδωσιν οἰκείαν ζωὴν ἔχοντι: οἱ̃ον εἰ ἐγκεντρισθέν τι εἴη ἐν ἄλλω̨, παθόντοσ μὲν του̃ ἐν ὡ̨̃ συμπέπονθεν, αὐτὸ δὲ ξηρανθὲν εἴασεν ἐκει̃νο τὴν αὐτου̃ ζωὴν ἔχειν. 'Επεὶ οὐδ' ἀποσβεννυμένου του̃ ἐν σοὶ πυρὸσ τὸ ὅλον πυ̃ρ ἀπέσβη: ἐπεὶ οὐδ' εἰ τὸ πα̃ν πυ̃ρ ἀπόλοιτο, πάθοι ἄν τι ἡ ψυχὴ ἡ ἐκει̃, ἀλλ' ἡ του̃ σώματοσ σύστασισ, καὶ εἰ οἱ̃όν τε εἴη διὰ τω̃ν λοιπω̃ν κόσμον τινὰ εἰ̃ναι, οὐδὲν ἂν μέλοι τη̨̃ ψυχη̨̃ τη̨̃ ἐκει̃. 'Επεὶ οὐδὲ ἡ σύστασισ ὁμοίωσ τω̨̃ παντὶ καὶ ζώ̨ω̨ ἑκάστω̨: ἀλλ' ἐκει̃ οἱ̃ον ἐπιθει̃ κελεύσασα μένειν, ἐνταυ̃θα δὲ ὡσ ὑπεκφεύγοντα εἰσ τὴν τάξιν τὴν ἑαυτω̃ν δέδεται δεσμω̨̃ δευτέρω̨: ἐκει̃ δὲ οὐκ ἔχει ὅπου φύγη̨. Οὔτε οὐ̃ν ἐντὸσ δει̃ κατέχειν οὔτε ἔξωθεν πιέζουσαν εἰσ τὸ εἴσω ὠθει̃ν, ἀλλ' ὅπου ἠθέλησεν ἐξ ἀρχη̃σ αὐτη̃σ ἡ φύσισ μένει. 'Εὰν δέ πού τι αὐτω̃ν κατὰ φύσιν κινηθη̨̃, οἱ̃σ οὐκ ἔστι κατὰ φύσιν, ταυ̃τα πάσχει, αὐτὰ δὲ καλω̃σ φέρεται ὡσ του̃ ὅλου: τὰ δὲ φθείρεται οὐ δυνάμενα τὴν του̃ ὅλου τάξιν φέρειν, οἱ̃ον εἰ χορου̃ μεγάλου ἐν τάξει φερομένου ἐν μέση̨ τη̨̃ πορεία̨ αὐτου̃ χελώνη ληφθει̃σα πατοι̃το οὐ δυνηθει̃σα φυγει̃ν τὴν τάξιν του̃ χορου̃: εἰ μέντοι μετ' ἐκείνησ τάξειεν ἑαυτήν, οὐδὲν ἂν ὑπὸ τούτων οὐδ' αὐτὴ πάθοι.

7. τὸ δὲ διὰ τί ἐποίησε κόσμον ταὐτὸν τω̨̃ διὰ τί ἔστι ψυχὴ καὶ διὰ τί ὁ δημιουργὸσ ἐποίησεν. 'Ό πρω̃τον μὲν ἀρχὴν λαμβανόντων ἐστὶ του̃ ἀεί: ἔπειτα οἴονται τραπένταἔκ τινοσ εἴσ τι καὶ μεταβάλλοντα αἴτιον τη̃σ δημιουργίασ γεγονέναι. Διδακτέον οὐ̃ν αὐτούσ, εἰ εὐγνωμόνωσ ἀνέχοιντο, τίσ ἡ φύσισ τούτων, ὡσ αὐτοὺσ παύσασθαι τη̃σ εἰσ τὰ τίμια λοιδορίασ ἣν εὐχερω̃σ ποιου̃νται ἀντὶ πολλη̃σ προσηκόντωσ ἂν γενομένησ εὐλαβείασ. 'Επεὶ οὐδὲ του̃ παντὸσ τὴν διοίκησιν ὀρθω̃σ ἄν τισ μέμψαιτο πρω̃τον μὲν ἐνδεικνυμένην τη̃σ νοητη̃σ φύσεωσ τὸ μέγεθοσ. Εἰ γὰρ οὕτωσ εἰσ τὸ ζη̃ν παρελήλυθεν, ὡσ μὴ ζωὴν ἀδιάρθρωτον ἔχειν- ὁποι̃α τὰ σμικρότερα τω̃ν ἐν αὐτω̨̃, ἃ τη̨̃ πολλη̨̃ ζωη̨̃ τη̨̃ ἐν αὐτω̨̃ ἀεὶ νύκτωρ καὶ μεθ' ἡμέραν γεννα̃ται-ἀλλ' ἔστι συνεχὴσ καὶ ἐναργὴσ καὶ πολλὴ καὶ πανταχου̃ ζωὴ σοφίαν ἀμήχανον ἐνδεικνυμένη, πω̃σ οὐκ ἄν τισ <ἄγαλμα> ἐναργὲσ καὶ καλὸν <τω̃ν νοητω̃ν θεω̃ν> εἴποι; Εἰ δὲ μιμούμενον μή ἐστιν ἐκει̃νο, αὐτὸ του̃το κατὰ φύσιν ἔχει: οὐ γὰρ ἠ̃ν ἔτι μιμούμενον. Τὸ δὲ ἀνομοίωσ μεμιμη̃σθαι ψευ̃δοσ: οὐδὲν γὰρ παραλέλειπται ὡ̃ν οἱ̃όν τε ἠ̃ν καλὴν εἰκόνα φυσικὴν ἔχειν. 'Αναγκαι̃ον μὲν γὰρ ἠ̃ν εἰ̃ναι οὐκ ἐκ διανοίασ καὶ ἐπιτεχνήσεωσ τὸ μίμημα: οὐ γὰρ οἱ̃όν τε ἠ̃ν ἔσχατον τὸ νοητὸν εἰ̃ναι. Εἰ̃ναι γὰρ αὐτου̃ ἐνέργειαν ἔδει διττήν, τὴν μὲν ἐν ἑαυτω̨̃, τὴν δὲ εἰσ ἄλλο. 'Έδει οὐ̃ν εἰ̃ναί τι μετ' αὐτό: ἐκείνου γὰρ μόνου οὐδέν ἐστιν ἔτι πρὸσ τὸ κάτω, ὃ τω̃ν πάντων ἀδυνατώτατόν ἐστι. Δύναμισ δὲ θαυμαστὴ ἐκει̃ θει̃: ὥστε καὶ εἰργάσατο. Εἰ μὲν δὴ ἄλλοσ κόσμοσ ἔστι τούτου ἀμείνων, τίσ οὑ̃τοσ; Εἰ δὲ ἀνάγκη εἰ̃ναι, ἄλλοσ δὲ οὐκ ἔστιν, οὑ̃τόσ ἐστιν ὁ τὸ μίμημα ἀποσώ̨ζων ἐκείνου. Γη̃ μὲν δὴ πα̃σα ζώ̨ων ποικίλων πλήρησ καὶ ἀθανάτων καὶ μέχρισ οὐρανου̃ μεστὰ πάντα: ἄστρα δὲ τά τε ἐν ται̃σ ὑποκάτω σφαίραισ τά τε ἐν τω̨̃ ἀνωτάτω διὰ τί οὐ θεοὶ ἐν τάξει φερόμενα καὶ κόσμω̨ περιιόντα; Διὰ τίγὰρ οὐκ ἀρετὴν ἕξουσιν ἢ τί κώλυμα πρὸσ κτη̃σιν ἀρετη̃σ αὐτοι̃σ; Οὐ γὰρ δὴ ταυ̃τά ἐστιν ἐκει̃, ἅπερ τοὺσ ἐνταυ̃θα ποιει̃ κακούσ, οὐδ' ἡ του̃ σώματοσ κακία ἐνοχλουμένη καὶ ἐνοχλου̃σα. Διὰ τί δὲ οὐ συνια̃σιν ἐπὶ σχολη̃σ ἀεὶ καὶ ἐν νω̨̃ λαμβάνουσι τὸν θεὸν καὶ τοὺσ ἄλλουσ τοὺσ νοητοὺσ θεούσ, ἀλλ' ἡμι̃ν σοφία βελτίων ἔσται τω̃ν ἐκει̃; Ταυ̃τα τίσ ἂν μὴ ἔκφρων γεγενημένοσ ἀνάσχοιτο; 'Επεὶ καὶ αἱ ψυχαὶ εἰ μὲν βιασθει̃σαι ὑπὸ τη̃σ του̃ παντὸσ ψυχη̃σ ἠ̃λθον, πω̃σ βελτίουσ αἱ βιασθει̃σαι; 'Εν γὰρ ψυχαι̃σ τὸ κρατη̃σαν κρει̃ττον. Εἰ δ' ἑκου̃σαι, τί μέμφεσθε εἰσ ὃν ἑκόντεσ ἤλθετε διδόντοσ καὶ ἀπαλλάττεσθαι, εἴ τισ μὴ ἀρέσκοιτο; Εἰ δὲ δὴ καὶ τοιου̃τόν ἐστι τόδε τὸ πα̃ν, ὡσ ἐξει̃ναι ἐν αὐτω̨̃ καὶ σοφίαν ἔχειν καὶ ἐνταυ̃θα ὄντασ βιου̃ν κατ' ἐκει̃να, πω̃σ οὐ μαρτυρει̃ ἐξηρτη̃σθαι τω̃ν ἐκει̃;

8. πλούτουσ δὲ καὶ πενίασ εἴ τισ μέμφοιτο καὶ τὸ οὐκ ἴσον ἐν τοι̃σ τοιούτοισ ἅπασι, πρω̃τον μὲν ἀγνοει̃, ὡσ ὁ σπουδαι̃οσ ἐν τούτοισ τὸ ἴσον οὐ ζητει̃, οὐδέ τι νομίζει τοὺσ πολλὰ κεκτημένουσ πλέον ἔχειν, οὐδὲ τοὺσ δυναστεύοντασ τω̃ν ἰδιωτω̃ν, ἀλλὰ τὴν τοιαύτην σπουδὴν ἄλλουσ ἐα̨̃ ἔχειν, καὶ καταμεμάθηκεν ὡσ διττὸσ ὁ ἐνθάδε βίοσ, ὁ μὲν τοι̃σ σπουδαίοισ, ὁ δὲ τοι̃σ πολλοι̃σ τω̃ν ἀνθρώπων, τοι̃σ μὲν σπουδαίοισ πρὸσ τὸ ἀκρότατον καὶ τὸ ἄνω, τοι̃σ δὲ ἀνθρωπικωτέροισ διττὸσ αὐ̃ ὢν ὁ μὲν μεμνημένοσ ἀρετη̃σ μετίσχει ἀγαθου̃ τινοσ, ὁ δὲ φαυ̃λοσ ὄχλοσ οἱ̃ον χειροτέχνησ τω̃ν πρὸσ ἀνάγκην τοι̃σ ἐπιεικεστέροισ. Εἰ δὲ φονεύει τισ ἢ ἡττα̃ται τω̃ν ἡδονω̃ν ὑπὸ ἀδυναμίασ, τί θαυμαστὸν καὶ ἁμαρτίασ εἰ̃ναι οὐ νω̨̃, ἀλλὰ ψυχαι̃σ ὥσπερπαισὶν ἀνήβοισ; Εἰ δὲ γυμνάσιον εἴη νικώντων καὶ ἡττωμένων, πω̃σ οὐ καὶ ταύτη̨ καλω̃σ ἔχει; Εἰ δ' ἀδικει̃, τί δεινὸν τω̨̃ ἀθανάτω̨; Καὶ εἰ φονεύει, ἔχεισ ὃ θέλεισ. Εἰ δὲ ἤδη μέμφη̨, πολιτεύεσθαι ἀνάγκην οὐκ ἔχεισ. 'Ομολογει̃ται δὲ καὶ δίκασ εἰ̃ναι ἐνθάδε καὶ κολάσεισ. Πω̃σ οὐ̃ν ὀρθω̃σ ἔχει μέμφεσθαι πόλει διδούση̨ ἑκάστω̨ τὴν ἀξίαν; Οὑ̃ καὶ ἀρετὴ τετίμηται, καὶ κακία τὴν προσήκουσαν ἀτιμίαν ἔχει, καὶ θεω̃ν οὐ μόνον ἀγάλματα, ἀλλὰ καὶ αὐτοὶ ἄνωθεν ἐφορω̃ντεσ, οἳ <ῥηιδίωσ> αἰτίασ, φησίν, <ἀποφεύξονται> πρὸσ ἀνθρώπων, πάντα ἄγοντεσ τάξει ἐξ ἀρχη̃σ εἰσ τέλοσ μοι̃ραν ἑκάστω̨ τὴν προσήκουσαν διδόντεσ κατὰ ἀμοιβὰσ βίων τοι̃σ πρου+πηργμένοισ ἀκόλουθον: ἣν ὁ ἀγνοω̃ν προπετέστεροσ ἀνθρώπων περὶ πραγμάτων θείων ἀγροικιζόμενοσ. 'Αλλὰ χρὴ ὡσ ἄριστον μὲν αὐτὸν πειρα̃σθαι γίνεσθαι, μὴ μόνον δὲ αὐτὸν νομίζειν ἄριστον δύνασθαι γενέσθαι-οὕτω γὰρ οὔπω ἄριστοσ-ἀλλὰ καὶ ἀνθρώπουσ ἄλλουσ ἀρίστουσ, ἔτι καὶ δαίμονασ ἀγαθοὺσ εἰ̃ναι, πολὺ δὲ μα̃λλον θεοὺσ τούσ τε ἐν τω̨̃δε ὄντασ κἀκει̃ βλέποντασ, πάντων δὲ μάλιστα τὸν ἡγεμόνα του̃δε του̃ παντόσ, ψυχὴν μακαριωτάτην: ἐντευ̃θεν δὲ ἤδη καὶ τοὺσ νοητοὺσ ὑμνει̃ν θεούσ, ἐφ' ἅπασι δὲ ἤδη τὸν μέγαν τὸν ἐκει̃ βασιλέα καὶ ἐν τω̨̃ πλήθει μάλιστα τω̃ν θεω̃ν τὸ μέγα αὐτου̃ ἐνδεικνυμένουσ: οὐ γὰρ τὸ συστει̃λαι εἰσ ἕν, ἀλλὰ τὸ δει̃ξαι πολὺ τὸ θει̃ον, ὅσον ἔδειξεν αὐτόσ, του̃τό ἐστι δύναμιν θεου̃ εἰδότων, ὅταν μένων ὅσ ἐστι πολλοὺσ ποιη̨̃ πάντασ εἰσ αὐτὸν ἀνηρτημένουσ καὶ δι' ἐκει̃νον καὶ παρ' ἐκείνου ὄντασ. Καὶ ὁ κόσμοσ δὲ ὅδε δι'ἐκει̃νόν ἐστι κἀκει̃ βλέπει, καὶ πα̃σ καὶ θεω̃ν ἕκαστοσ καὶ τὰ ἐκείνου προφητεύει ἀνθρώποισ καὶ χρω̃σιν ἃ ἐκείνοισ φίλα. Εἰ δὲ μὴ του̃τό εἰσιν, ὃ ἐκει̃νόσ ἐστιν, αὐτὸ του̃το κατὰ φύσιν ἔχει. Εἰ δ' ὑπερορα̃ν θέλεισ καὶ σεμνύνεισ σαυτὸν ὡσ οὐ χείρων, πρω̃τον μέν, ὅσω̨ τισ ἄριστοσ, πρὸσ πάντασ εὐμενω̃σ ἔχει καὶ πρὸσ ἀνθρώπουσ: ἔπειτα σεμνὸν δει̃ εἰσ μέτρον μετὰ οὐκ ἀγροικίασ, ἐπὶ τοσου̃τον ἰόντα ἐφ' ὅσον ἡ φύσισ δύναται ἡμω̃ν, ἀνιέναι, τοι̃σ δ' ἄλλοισ νομίζειν εἰ̃ναι χώραν παρὰ τω̨̃ θεω̨̃ καὶ μὴ αὐτὸν μόνον μετ' ἐκει̃νον τάξαντα ὥσπερ ὀνείρασι πέτεσθαι ἀποστερου̃ντα ἑαυτὸν καὶ ὅσον ε& #787;στὶ δυνατὸν ψυχη̨̃ ἀνθρώπου θεω̨̃ γενέσθαι: δύναται δὲ εἰσ ὅσον νου̃σ ἄγει: τὸ δ' ὑπὲρ νου̃ν ἤδη ἐστὶν ἔξω νου̃ πεσει̃ν. Πείθονται δὲ ἄνθρωποι ἀνόητοι τοι̃σ τοιούτοισ τω̃ν λόγων ἐξαίφνησ ἀκούοντεσ ὡσ σὺ ἔση̨ βελτίων ἁπάντων οὐ μόνον ἀνθρώπων, ἀλλὰ καὶ θεω̃ν -πολλὴ γὰρ ἐν ἀνθρώποισ ἡ αὐθάδεια-καὶ ὁ πρότερον ταπεινὸσ καὶ μέτριοσ καὶ ἰδιώτησ ἀνήρ, εἰ ἀκούσειε: σὺ εἰ̃ θεου̃ παι̃σ, οἱ δ' ἄλλοι, οὓσ ἐθαύμαζεσ, οὐ παι̃δεσ, οὐδ' ἃ τιμω̃σιν ἐκ πατέρων λαβόντεσ, σὺ δὲ κρείττων καὶ του̃ οὐρανου̃ οὐδὲν πονήσασ-εἰ̃τα καὶ συνεπηχω̃σιν ἄλλοι; Οἱ̃ον εἰ ἐν πλείστοισ ἀριθμει̃ν οὐκ εἰδόσιν ἀριθμει̃ν οὐκ εἰδὼσ πήχεων χιλίων εἰ̃ναι ἀκούοι, [μόνον δὲ φαντάζοιτο ὡσ τὰ χίλια ἀριθμὸσ μέγασ] τί ἄν, εἰ χιλιόπηχυσ εἰ̃ναι νομίζοι, τοὺσ [δ'] ἄλλουσ πενταπήχεισ; [εἰ̃ναιἀκούοι; μόνον δὲ φαντάζοιτο ὡσ τὰ χίλια ἀριθμὸσ μέγασ.] Εἰ̃τ' ἐπὶ τούτοισ ὑμω̃ν προνοει̃ ὁ θεόσ, του̃ δὲ κόσμου παντὸσ ἐν ὡ̨̃ καὶ αὐτοὶ διὰ τί ἀμελει̃; Εἰ μὲν γάρ, ὅτι οὐ σχολὴ αὐτω̨̃ πρὸσ αὐτὸν βλέπειν, οὐδὲ θέμισ αὐτω̨̃ πρὸσ τὸ κάτω: καὶ πρὸσ αὐτοὺσ βλέπων διὰ τί οὐκ ἔξω βλέπει καὶ πρὸσ τὸν κόσμον δὲ βλέπει ἐν ὡ̨̃ εἰσιν; Εἰ δὲ μὴ ἔξω, ἵνα μὴ τὸν κόσμον ἐφορα̨̃, οὐδὲ αὐτοὺσ βλέπει. 'Αλλ' οὐδὲν δέονται αὐτου̃: ἀλλ' ὁ κόσμοσ δει̃ται καὶ οἰ̃δε τὴν τάξιν αὐτου̃ καὶ οἱ ἐν αὐτω̨̃ ὅπωσ ἐν αὐτω̨̃ καὶ ὅπωσ ἐκει̃, καὶ ἀνδρω̃ν οἳ ἂν θεω̨̃ ὠ̃σι φίλοι, πράωσ μὲν τὰ παρὰ του̃ κόσμου φέροντεσ, εἴ τι ἐκ τη̃σ τω̃ν πάντων φορα̃σ ἀναγκαι̃ον αὐτοι̃σ συμβαίνει: οὐ γὰρ πρὸσ τὸ ἑκάστω̨ καταθύμιον, ἀλλὰ πρὸσ τὸ πα̃ν δει̃ βλέπειν: τιμω̃ν δὲ ἑκάστουσ κατ' ἀξίαν, σπεύδων δ' ἀεὶ οὑ̃ πάντα σπεύδει τὰ δυνάμενα -πολλὰ δὲ εἰ̃ναι τὰ σπεύδοντα ἐκει̃ [πάντα], καὶ τὰ μὲν τυγχάνοντα μακάρια, τὰ δὲ ὡσ δυνατὸν ἔχει τὴν προσήκουσαν αὐτοι̃σ μοι̃ραν-οὐχ αὑτω̨̃ μόνω̨ διδοὺσ τὸ δύνασθαι: οὐ γάρ, ἡ̨̃ ἐπαγγέλλει, τὸ ἔχειν, ὃ λέγει τισ ἔχειν, ἀλλὰ πολλὰ καὶ εἰδότεσ ὅτι μὴ ἔχουσι, λέγουσιν ἔχειν καὶ οἴονται ἔχειν οὐκ ἔχοντεσ καὶ μόνοι ἔχειν, ὃ αὐτοὶ μόνοι οὐκ ἔχουσι.

9. πολλὰ μὲν οὐ̃ν καὶ ἄλλα, μα̃λλον δὲ πάντα ἄν τισ ἐξετάζων ἀφθονίαν ἔχοι ἂν καθ' ἕκαστον λόγον δεικνὺσ ὡσ ἔχει. Αἰδὼσ γάρ τισ ἡμα̃σ ἔχει πρόσ τινασ τω̃ν φίλων, οἳ τούτω̨ τω̨̃ λόγω̨ ἐντυχόντεσ πρότερον ἢ ἡμι̃ν φίλοι γενέσθαι οὐκ οἰ̃δ' ὅπωσ ἐπ' αὐτου̃ μένουσι. Καίτοι αὐτοὶ οὐκ ὀκνου̃σι-τὰ αὐτω̃ν ἐθέλοντεσ δοκει̃ν εἰ̃ναι ἀληθη̃ ἀξιοπίστωσ ἢ καὶ οἰόμενοι τὰ αὐτω̃ν οὕτωσ ἔχειν-λέγειν ἃ δὴ λέγουσιν: ἀλλ' ἡμει̃σ πρὸσ τοὺσ γνωρίμουσ, οὐ πρὸσ αὐτοὺσ λέγοντεσ- πλέον γὰρ οὐδὲν ἂν γίγνοιτο πρὸσ τὸ πείθειν αὐτούσ-ἵνα μὴ πρὸσ αὐτω̃ν ἐνοχλοι̃ντο οὐκ ἀποδείξεισ κομιζόντων- πω̃σ γάρ; -ἀλλ' ἀπαυθαδιζομένων, ταυ̃τα εἰρήκαμεν, ἄλλου ὄντοσ τρόπου, καθ' ὃν ἄν τισ γράφων ἠμύνατο τοὺσ διασύρειν τὰ τω̃ν παλαιω̃ν καὶ θείων ἀνδρω̃ν καλω̃σ καὶ τη̃σ ἀληθείασ ἐχομένωσ εἰρημένα τολμω̃ντασ. 'Εκείνωσ μὲν οὐ̃ν ἐατέον ἐξετάζειν: καὶ γὰρ τοι̃σ ταυ̃τα ἀκριβω̃σ λαβου̃σι τὰ νυ̃ν εἰρημένα ἔσται καὶ περὶ τω̃ν ἄλλων ἁπάντων ὅπωσ ἔχει εἰδέναι: ...ἐκει̃νο _δὲ εἰπόντα ἐατέον τὸν λόγον, ὃ δὴ καὶ πάντα ὑπερβέβληκεν ἀτοπία̨, εἰ δει̃ ἀτοπίαν του̃το λέγειν. Ψυχὴν γὰρ εἰπόντεσ νευ̃σαι κάτω καὶ σοφίαν τινά, εἴτε τη̃σ ψυχη̃σ ἀρξάσησ, εἴτε τη̃σ τοιαύτησ αἰτίασ γενομένησ σοφίασ, εἴτε ἄμφω ταὐτὸν θέλουσιν εἰ̃ναι, τὰσ μὲν ἄλλασ ψυχὰσ συγκατεληλυθέναι λέγοντεσ καὶ μέλη τη̃σ σοφίασ ταύτασ μὲν ἐνδυ̃ναι λέγουσι σώματα, οἱ̃ον τὰ ἀνθρώπων: ἡ̃σ δὲ χάριν καὶ αὐταὶ κατη̃λθον, ἐκείνην λέγουσι πάλιν αὐ̃ μὴ κατελθει̃ν, οἱ̃ον μὴ νευ̃σαι, ἀλλ' ἐλλάμψαι μόνον τω̨̃ σκότω̨, εἰ̃τ' ἐκει̃θεν εἴδωλον ἐν τη̨̃ ὕλη̨ γεγονέναι. Εἰ̃τα του̃ εἰδώλου εἴδωλον πλάσαντεσ ἐνταυ̃θά που δι' ὕλησ ἢ ὑλότητοσ ἢ ὅ τι ὀνομάζειν θέλουσι, τὸ μὲν ἄλλο, τὸ δ' ἄλλο λέγοντεσ, καὶ πολλὰ ἄλλα ὀνόματα εἰπόντεσ οὑ̃ λέγουσιν εἰσ ἐπισκότησιν, τὸν λεγόμενον παρ' αὐτοι̃σ δημιουργὸν γεννω̃σι καὶ ἀποστάντα τη̃σ μητρὸσ ποιήσαντεσ τὸν κόσμονπαρ' αὐτου̃ ἕλκουσιν ἐπ' ἔσχατα εἰδώλων, ἵνα σφόδρα λοιδορήσηται ὁ του̃το γράψασ.

10. πρω̃τον μὲν οὐ̃ν, εἰ μὴ κατη̃λθεν, ἀλλ' ἐνέλαμψε τὸ σκότοσ, πω̃σ ἂν ὀρθω̃σ λέγοιτο νενευκέναι; Οὐ γάρ, εἴ τι παρ' αὐτη̃σ ἔρρευσεν οἱ̃ον φω̃σ, ἤδη νενευκέναι αὐτὴν λέγειν προσήκει: εἰ μή που τὸ μὲν ἔκειτό που ἐν τω̨̃ κάτω, ἡ δὲ ἠ̃λθε τοπικω̃σ πρὸσ αὐτὸ καὶ ἐγγὺσ γενομένη ἐνέλαμψεν. Εἰ δ' ἐφ' αὑτη̃σ μένουσα ἐνέλαμψε μηδὲν εἰσ του̃το ἐργασαμένη, διὰ τί μόνη αὐτὴ ἐνέλαμψεν, ἀλλ' οὐ τὰ δυνατώτερα αὐτη̃σ ἐν τοι̃σ οὐ̃σιν; Εἰ δὲ τω̨̃ λογισμὸν λαβει̃ν αὐτη̨̃ κόσμου ἠδυνήθη ἐλλάμψαι ἐκ του̃ λογισμου̃, διὰ τί οὐχ ἅμα ἐλλάμψασα καὶ κόσμον ἐποίησεν, ἀλλ' ἔμεινε τὴν τω̃ν εἰδώλων γένεσιν; 'Έπειτα καὶ ὁ λογισμὸσ ὁ του̃ κόσμου, ἡ γη̃ αὐτοι̃σ ἡ ξένη λεγομένη γενομένη ὑπὸ τω̃ν μειζόνων, ὡσ λέγουσιν αὐτοί, οὐ κατήγαγεν εἰσ νευ̃σιν τοὺσ ποιήσαντασ. 'Έπειτα πω̃σ ἡ ὕλη φωτισθει̃σα εἴδωλα ψυχικὰ ποιει̃, ἀλλ' οὐ σωμάτων φύσιν; Ψυχη̃σ δὲ εἴδωλον οὐδὲν ἂν δέοιτο σκότουσ ἢ ὕλησ, ἀλλὰ γενόμενον, εἰ γίνεται, παρακολουθοι̃ ἂν τω̨̃ ποιήσαντι καὶ συνηρτημένον ἔσται. 'Έπειτα πότερον οὐσία του̃το ἤ, ὥσ φασιν, ἐννόημα; Εἰ μὲν γὰρ οὐσία, τίσ ἡ διαφορὰ πρὸσ τὸ ἀφ' οὑ̃; Εἰ δ' ἄλλο εἰ̃δοσ ψυχη̃σ, εἰ ἐκείνη λογική, τάχ' ἂν φυτικὴ καὶ γεννητικὴ αὕτη: εἰ δὲ του̃το, πω̃σ ἂν ἔτι, ἵνα τιμω̨̃το, καὶ πω̃σ δι' ἀλαζονείαν καὶ τόλμαν ποιει̃; Καὶ ὅλωσ τὸ διὰ φαντασίασ καὶ ἔτι μα̃λλον του̃ λογίζεσθαι ἀνή̨ρηται. Τί δ' ἔτι ἔδει ἐμποιει̃ν ἐξ ὕλησ καὶ εἰδώλου τὸν ποιήσαντα; Εἰ δ' ἐννόημα, πρω̃τον τὸ ὄνομα ἐπισημαντέον ὅθεν: ἔπειτα πω̃σ ἐστιν, εἰ μὴ τω̨̃ ἐννοήματι δώσει τὸ ποιει̃ν; 'Αλλὰ πρὸσ τω̨̃πλάσματι πω̃σ ἡ ποίησισ; Τουτὶ μὲν πρω̃τον, ἄλλο δὲ μετ' ἐκει̃νο, ἀλλ' ὡσ ἐπ' ἐξουσίασ λέγοντεσ. Διὰ τί δὲ πρω̃τον πυ̃ρ;

11. καὶ ἄρτι γενόμενον πω̃σ ἐπιχειρει̃; Μνήμη̨ ὡ̃ν εἰ̃δεν. 'Αλλ' ὅλωσ οὐκ ἠ̃ν, ἵνα ἂν καὶ εἰ̃δεν, οὔτε αὐτὸσ οὔτε ἡ μήτηρ, ἣν διδόασιν αὐτω̨̃. Εἰ̃τα πω̃σ οὐ θαυμαστὸν αὐτοὺσ μὲν οὐκ εἴδωλα ψυχω̃ν ἐνθάδε ἐλθόντασ εἰσ τὸν κόσμον τόνδε, ἀλλὰ ἀληθινὰσ ψυχάσ, μόλισ καὶ ἀγαπητω̃σ ἕνα ἢ δύο αὐτω̃ν ἐκ του̃ κόσμου κινηθη̃ναι [καὶ] ἐλθόντασ εἰσ ἀνάμνησιν μόλισ ἀναπόλησιν λαβει̃ν ὡ̃ν ποτε εἰ̃δον, τὸ δὲ εἴδωλον του̃το, εἰ καὶ ἀμυδρω̃σ, ὡσ λέγουσιν, ἀλλ' οὐ̃ν ἄρτι γενόμενον ἐνθυμηθη̃ναι ἐκει̃να ἢ καὶ τὴν μητέρα αὐτου̃, εἴδωλον ὑλικόν, καὶ μὴ μόνον ἐνθυμηθη̃ναι ἐκει̃να καὶ κόσμου [ἐκείνου] λαβει̃ν ἔννοιαν καὶ [κόσμου ἐκείνου], ἀλλὰ καὶ μαθει̃ν ἐξ ὡ̃ν ἂν γένοιτο; Πόθεν δὴ καὶ πρω̃τον πυ̃ρ ποιη̃σαι; Οἰηθέντα δει̃ν του̃το πρω̃τον; Διὰ τί γὰρ οὐκ ἄλλο; 'Αλλ' εἰ ἐδύνατο ποιει̃ν ἐνθυμηθεὶσ πυ̃ρ, διὰ τί ἐνθυμηθεὶσ κόσμον -πρω̃τον μὲν γὰρ ἔδει ἐνθυμηθη̃ναι τὸ ὅλον-οὐ κόσμον ἀθρόωσ ἐποίει; 'Εμπεριείχετο γὰρ κἀκει̃να ἐν τη̨̃ ἐνθυμήσει. Φυσικώτερον γὰρ πάντωσ, ἀλλ' οὐχ ὡσ αἱ τέχναι ἐποίει: ὕστεραι γὰρ τη̃σ φύσεωσ καὶ του̃ κόσμου αἱ τέχναι. 'Επεὶ καὶ νυ̃ν καὶ τὰ κατὰ μέροσ γινόμενα ὑπὸ τω̃ν φύσεων οὐ πρω̃τον πυ̃ρ, εἰ̃θ' ἕκαστον, εἰ̃τα φύρασισ τούτων, ἀλλὰ περιβολὴ καὶ περιγραφὴ τυπου̃σα ἐπὶ τοι̃σ καταμηνίοισ παντὸσ του̃ ζώ̨ου. Διὰ τί οὐ̃ν οὐ κἀκει̃ ἡ ὕλη περιεγράφετο τύπω̨ κόσμου, ἐν ὡ̨̃ τύπω̨ καὶ γη̃ καὶ πυ̃ρ καὶ τὰ ἄλλα; 'Αλλ' ἴσωσαὐτοὶ οὕτω κόσμον ἐποίησαν ὡσ ἂν ἀληθεστέρα̨ ψυχη̨̃ χρώμενοι, ἐκει̃νοσ δὲ οὕτωσ ἠγνόει ποιη̃σαι. Καίτοι προιδει̃ν καὶ μέγεθοσ οὐρανου̃, μα̃λλον δὲ τοσου̃τον εἰ̃ναι, καὶ τὴν λόξωσιν τω̃ν ζω̨δίων καὶ τω̃ν ὑπ' αὐτὸν τὴν φορὰν καὶ τὴν γη̃ν οὕτωσ, ὡσ ἔχειν εἰπει̃ν αἰτίασ δι' ἃσ οὕτωσ, οὐκ εἰδώλου ἠ̃ν, ἀλλὰ πάντωσ ἀπὸ τω̃ν ἀρίστων τη̃σ δυνάμεωσ ἐλθούσησ: ὃ καὶ αὐτοὶ ἄκοντεσ ὁμολογου̃σιν. 'Η γὰρ ἔλλαμψισ ἡ εἰσ τὸ σκότοσ ἐξετασθει̃σα ποιήσει ὁμολογει̃ν τὰσ ἀληθει̃σ του̃ κόσμου αἰτίασ. Τί γὰρ ἐλλάμπειν ἔδει, εἰ μὴ πάντωσ ἔδει; 'Ή γὰρ κατὰ φύσιν ἢ παρὰ φύσιν ἀνάγκη. 'Αλλ' εἰ μὲν κατὰ φύσιν, ἀεὶ οὕτωσ: εἰ δὲ παρὰ φύσιν, καὶ ἐν τοι̃σ ἐκει̃ ἔσται τὸ παρὰ φύσιν, καὶ τὰ κακὰ πρὸ του̃ κόσμου του̃δε, καὶ οὐχ ὁ κόσμοσ αἴτιοσ τω̃ν κακω̃ν, ἀλλὰ τἀκει̃ τούτω̨, καὶ τη̨̃ ψυχη̨̃ οὐκ ἐντευ̃θεν, ἀλλὰ παρ' αὐτη̃σ ἐνταυ̃θα: καὶ ἥξει ὁ λόγοσ ἀναφέρων τὸν κόσμον ἐπὶ τὰ πρω̃τα. Εἰ δὲ δή, καὶ ἡ ὕλη, ὅθεν φανείη. 'Η γὰρ ψυχὴ ἡ νεύσασα ἤδη ὂν τὸ σκότοσ, φασίν, εἰ̃δε καὶ κατέλαμψε. Πόθεν οὐ̃ν του̃το; Εἰ δ' αὐτὴν φήσουσι ποιη̃σαι νεύσασαν, οὐκ ἠ̃ν δηλονότι ὅπου ἂν ἔνευσεν, οὐδ' αὐτὸ τὸ σκότοσ αἴτιον τη̃σ νεύσεωσ, ἀλλ' αὐτὴ ἡ ψυχη̃σ φύσισ. Του̃το δὲ ταὐτὸν ται̃σ προηγησαμέναισ ἀνάγκαισ: ὥστε ἐπὶ τὰ πρω̃τα ἡ αἰτία.

12. 'Ο ἄρα μεμφόμενοσ τη̨̃ του̃ κόσμου φύσει οὐκ οἰ̃δεν ὅ τι ποιει̃, οὐδ' ὅπου τὸ θράσοσ αὐτου̃ του̃το χωρει̃. Του̃το δέ, ὅτι οὐκ ἴσασι τάξιν τω̃ν ἐφεξη̃σ πρώτων καὶ δευτέρων καὶ τρίτων καὶ ἀεὶ μέχρι τω̃ν ἐσχάτων, καὶ ὡσ οὐ λοιδορητέον τοι̃σ χείροσι τω̃ν πρώτων, ἀλλὰ πράωσ συγχωρητέον τη̨̃ πάντων φύσει αὐτὸν θέοντα πρὸσ τὰ πρω̃τα παυσάμενον τη̃σ τραγω̨δίασ τω̃ν φοβερω̃ν, ὡσ οἴονται, ἐν ται̃σ του̃ κόσμουσφαίραισ, αἳ δὴ <πάντα μείλιχα τεύχουσιν> αὐτοι̃σ: τί γὰρ φοβερὸν ἔχουσιν αὑ̃ται, ὡσ φοβου̃σι τοὺσ ἀπείρουσ λόγων καὶ πεπαιδευμένησ ἀνηκόουσ καὶ ἐμμελου̃σ γνώσεωσ; Οὐ γάρ, εἰ πύρινα τὰ σώματα αὐτω̃ν, φοβει̃σθαι δει̃ συμμέτρωσ πρὸσ τὸ πα̃ν καὶ πρὸσ τὴν γη̃ν ἔχοντα, εἰσ δὲ τὰσ ψυχὰσ αὐτω̃ν βλέπειν, αἱ̃σ καὶ αὐτοὶ δήπουθεν ἀξιου̃σι τίμιοι εἰ̃ναι. Καίτοι καὶ τὰ σώματα αὐτω̃ν μεγέθει καὶ κάλλει διαφέροντα συμπράττοντα καὶ συνεργου̃ντα τοι̃σ κατὰ φύσιν γιγνομένοισ, ἃ οὐκ ἂν οὐ γένοιτό ποτε ἔστ' ἂν ἠ̨̃ τὰ πρω̃τα, συμπληρου̃ντα δὲ τὸ πα̃ν καὶ μεγάλα μέρη ὄντα του̃ παντόσ. Εἰ δ' ἄνθρωποι τίμιόν τι παρ' ἄλλα ζω̨̃α, πολλω̨̃ μα̃λλον ταυ̃τα οὐ τυραννίδοσ ἕνεκα ἐν τω̨̃ παντὶ ὄντα, ἀλλὰ κόσμον καὶ τάξιν παρέχοντα. 'Ά δὲ λέγεται γίνεσθαι παρ' αὐτω̃ν, σημει̃α νομίζειν τω̃ν ἐσομένων εἰ̃ναι, γίνεσθαι δὲ τὰ γινόμενα διάφορα καὶ τύχαισ-οὐ γὰρ οἱ̃όν τε ἠ̃ν ταὐτὰ περὶ ἑκάστουσ συμβαίνειν-καὶ καιροι̃σ γενέσεων καὶ τόποισ πλει̃στον ἀφεστηκόσι καὶ διαθέσεσι ψυχω̃ν. Καὶ οὐκ ἀπαιτητέον πάλιν ἀγαθοὺσ πάντασ, οὐδ' ὅτι μὴ του̃το δυνατόν, μέμφεσθαι προχείρωσ πάλιν ἀξιου̃σι μηδὲν διαφέρειν ταυ̃τα ἐκείνων, τό τε κακὸν μὴ νομίζειν ἄλλο τι ἢ τὸ ἐνδεέστερον εἰσ φρόνησιν καὶ ἔλαττον ἀγαθὸν καὶ ἀεὶ πρὸσ τὸ μικρότερον: οἱ̃ον εἴ τισ τὴν φύσιν κακὸν λέγοι, ὅτι μὴ αἴσθησίσ ἐστι, καὶ τὸ αἰσθητικόν, ὅτι μὴ λόγοσ. Εἰ δὲ μή, κἀκει̃ τὰ κακὰ ἀναγκασθήσονται λέγειν εἰ̃ναι: καὶ γὰρ ἐκει̃ ψυχὴ χει̃ρον νου̃ καὶ οὑ̃τοσ ἄλλου ἔλαττον.

13. μάλιστα δὲ αὐτοὶ καὶ ἄλλωσ ποιου̃σιν οὐκ ἀκήρατα τὰ ἐκει̃. 'Όταν γὰρ ἐπαοιδὰσ γράφωσιν ὡσ πρὸσ ἐκει̃να λέγοντεσ, οὐ μόνον πρὸσ ψυχήν, ἀλλὰ καὶ τὰ ἐπάνω, τί ποιου̃σιν ἢ γοητείασ καὶ θέλξεισ καὶ πείσεισ λέγουσι καὶ λόγω̨ ὑπακούειν καὶ ἄγεσθαι, εἴ τισ ἡμω̃ν τεχνικώτεροσ εἰπει̃ν ταδὶ καὶ οὑτωσὶ μέλη καὶ ἤχουσ καὶ προσπνεύσεισ καὶ σιγμοὺσ τη̃σ φωνη̃σ καὶ τὰ ἄλλα, ὅσα ἐκει̃ μαγεύειν γέγραπται. Εἰ δὲ μὴ βούλονται του̃το λέγειν, ἀλλὰ πω̃σ φωναι̃σ τὰ ἀσώματα; 'Ώστε οἳ σεμνοτέρουσ αὐτω̃ν τοὺσ λόγουσ ποιου̃σι φαίνεσθαι, τούτοισ λελήθασιν αὑτοὺσ τὸ σεμνὸν ἐκείνων ἀφαιρούμενοι. Καθαίρεσθαι δὲ νόσων λέγοντεσ αὐτούσ, λέγοντεσ μὲν ἂν σωφροσύνη̨ καὶ κοσμία̨ διαίτη̨, ἔλεγον ἂν ὀρθω̃σ, καθάπερ οἱ φιλόσοφοι λέγουσι: νυ̃ν δὲ ὑποστησάμενοι τὰσ νόσουσ δαιμόνια εἰ̃ναι καὶ ταυ̃τα ἐξαιρει̃ν λόγω̨ φάσκοντεσ δύνασθαι καὶ ἐπαγγελλόμενοι σεμνότεροι μὲν ἂν εἰ̃ναι δόξαιεν παρὰ τοι̃σ πολλοι̃σ, οἳ τὰσ παρὰ τοι̃σ μάγοισ δυνάμεισ θαυμάζουσι, τοὺσ μέντοι εὐ̃ φρονου̃ντασ οὐκ ἂν πείθοιεν, ὡσ οὐχ αἱ νόσοι τὰσ αἰτίασ ἔχουσιν ἢ καμάτοισ ἢ πλησμοναι̃σ ἢ ἐνδείαισ ἢ σήψεσι καὶ ὅλωσ μεταβολαι̃σ ἢ ἔξωθεν τὴν ἀρχὴν ἢ ἔνδοθεν λαβούσαισ. Δηλου̃σι δὲ καὶ αἱ θεραπει̃αι αὐτω̃ν. Γαστρὸσ γὰρ ῥυείσησ ἢ φαρμάκου δοθέντοσ διεχώρησε κάτω εἰσ τὸ ἔξω τὸ νόσημα καὶ αἵματοσ ἀφη̨ρημένου, καὶ ἔνδεια δὲ ἰάσατο. 'Ή πεινήσαντοσ του̃ δαιμονίου καὶ του̃ φαρμάκου ποιήσαντοστήκεσθαι, ποτὲ δὲ ἀθρόωσ ἐξελθόντοσ, ἢ μένοντοσ ἔνδον; 'Αλλ' εἰ μὲν ἔτι μένοντοσ, πω̃σ ἔνδον ὄντοσ οὐ νοσει̃ ἔτι; Εἰ δὲ ἐξελήλυθε, διὰ τί; Τί γὰρ αὐτὸ πέπονθεν; 'Ή ὅτι ἐτρέφετο ὑπὸ τη̃σ νόσου. '~Ην ἄρα ἡ νόσοσ ἑτέρα οὐ̃σα του̃ δαίμονοσ. 'Έπειτα, εἰ οὐδενὸσ ὄντοσ αἰτίου εἴσεισι, διὰ τί οὐκ ἀεὶ νοσει̃; Εἰ δὲ γενομένου αἰτίου, τί δει̃ του̃ δαίμονοσ πρὸσ τὸ νοσει̃ν; Τὸ γὰρ αἴτιον τὸν πυρετὸν αὔταρκέσ ἐστιν ἐργάσασθαι. Γελοι̃ον δὲ τὸ ἅμα τὸ αἴτιον γενέσθαι καὶ εὐθέωσ ὥσπερ παρυποστη̃ναι τω̨̃ αἰτίω̨ τὸ δαιμόνιον ἕτοιμον ὄν. 'Αλλὰ γάρ, ὅπωσ καὶ ταυ̃τα εἴρηται αὐτοι̃σ καὶ ὅτου χάριν, δη̃λον: τούτου γὰρ ἕνεκα οὐχ ἡ̃ττον καὶ τούτων τω̃ν δαιμονίων ἐμνήσθημεν. Τὰ δ' ἄλλα ὑμι̃ν καταλείπω ἀναγινώσκουσιν ἐπισκοπει̃σθαι καὶ θεωρει̃ν ἐκει̃νο πανταχου̃, ὡσ τὸ μὲν παρ' ἡμω̃ν εἰ̃δοσ φιλοσοφίασ μεταδιωκόμενον πρὸσ τοι̃σ ἄλλοισ ἅπασιν ἀγαθοι̃σ καὶ τὴν ἁπλότητα του̃ ἤθουσ μετὰ του̃ φρονει̃ν καθαρω̃σ ἐνδείκνυται, τὸ σεμνόν, οὐ τὸ αὔθαδεσ μεταδιώκουσα, τὸ θαρραλέον μετὰ λόγου καὶ μετ' ἀσφαλείασ πολλη̃σ καὶ εὐλαβείασ καὶ πλείστησ περιωπη̃σ ἔχουσα: τὰ δὲ ἄλλα τω̨̃ τοιούτω̨ παραβάλλειν. Τὸ δὲ παρὰ τω̃ν ἄλλων ἐναντιώτατα κατεσκεύασται διὰ πάντων: οὐδὲν γὰρ ἂν πλέον: οὕτω γὰρ περὶ αὐτω̃ν λέγειν ἡμι̃ν ἂν πρέποι.

14. 'Εκει̃νο δὲ μάλιστα δει̃ μὴ λανθάνειν ἡμα̃σ, τί ποτε ποιου̃σιν οὑ̃τοι οἱ λόγοι εἰσ τὰσ ψυχὰσ τω̃ν ἀκουόντων καὶ του̃ κόσμου καὶ τω̃ν ἐν αὐτω̨̃ καταφρονει̃ν πεισθέντων. Δυοι̃ν γὰρ οὐσω̃ν αἱρέσεων του̃ τυχει̃ν του̃ τέλουσ, μια̃σ μὲν τη̃σ ἡδονὴν τὴν του̃ σώματοσ τέλοσ τιθεμένησ, ἑτέρασ δὲτη̃σ τὸ καλὸν καὶ τὴν ἀρετὴν αἱρουμένησ, οἱ̃σ καὶ ἐκ θεου̃ καὶ εἰσ θεὸν ἀνήρτηται ἡ ὄρεξισ, ὡσ δὲ ἐν ἄλλοισ θεωρητέον, ὁ μὲν 'Επίκουροσ τὴν πρόνοιαν ἀνελὼν τὴν ἡδονὴν καὶ τὸ ἥδεσθαι, ὅπερ ἠ̃ν λοιπόν, του̃το διώκειν παρακελεύεται: ὁ δὲ λόγοσ οὑ̃τοσ ἔτι νεανικώτερον τὸν τη̃σ προνοίασ κύριον καὶ αὐτὴν τὴν πρόνοιαν μεμψάμενοσ καὶ πάντασ νόμουσ τοὺσ ἐνταυ̃θα ἀτιμάσασ καὶ τὴν ἀρετὴν τὴν ἐκ παντὸσ του̃ χρόνου ἀνηυρημένην τό τε σωφρονει̃ν του̃το ἐν γέλωτι θέμενοσ, ἵνα μηδὲν καλὸν ἐνταυ̃θα δὴ ὀφθείη ὑπάρχον, ἀνει̃λε τὸ σωφρονει̃ν καὶ τὴν ἐν τοι̃σ ἤθεσι σύμφυτον δικαιοσύνην τὴν τελειουμένην ἐκ λόγου καὶ ἀσκήσεωσ καὶ ὅλωσ καθ' ἃ σπουδαι̃οσ ἄνθρωποσ ἂν γένοιτο. 'Ώστε αὐτοι̃σ καταλείπεσθαι τὴν ἡδονὴν καὶ τὸ περὶ αὐτοὺσ καὶ τὸ οὐ κοινὸν πρὸσ ἄλλουσ ἀνθρώπουσ καὶ τὸ τη̃σ χρείασ μόνον, εἰ μή τισ τη̨̃ φύσει τη̨̃ αὐτου̃ κρείττων εἴη τω̃ν λόγων τούτων: τούτων γὰρ οὐδὲν αὐτοι̃σ καλόν, ἀλλὰ ἄλλο τι, ὅ ποτε μεταδιώξουσι. Καίτοι ἐχρη̃ν τοὺσ ἤδη ἐγνωκότασ ἐντευ̃θεν διώκειν, διώκοντασ δὲ πρω̃τα κατορθου̃ν ταυ̃τα ἐκ θείασ φύσεωσ ἥκοντασ: ἐκείνησ γὰρ τη̃σ φύσεωσ καλου̃ ἐπαίειν, τὴν ἡδονὴν του̃ σώματοσ ἀτιμαζούσησ. Οἱ̃σ δὲ ἀρετη̃σ μὴ μέτεστιν, οὐκ ἂν εἰ̃εν τὸ παράπαν κινηθέντεσ πρὸσ ἐκει̃να. Μαρτυρει̃ δὲ αὐτοι̃σ καὶ τόδε τὸ μηδένα λόγον περὶ ἀρετη̃σ πεποιη̃σθαι, ἐκλελοιπέναι δὲ παντάπασι τὸν περὶ τούτων λόγον, καὶ μήτε τί ἐστιν εἰπει̃ν μήτε πόσα μήτε ὅσα τεθεώρηται πολλὰ καὶ καλὰ τοι̃σ τω̃ν παλαιω̃ν λόγοισ, μήτε ἐξ ὡ̃ν περιέσται καὶ κτήσεται, μήτε ὡσ θεραπεύεται ψυχὴ μήτε ὡσ καθαίρεται. Οὐ γὰρδὴ τὸ εἰπει̃ν "βλέπε πρὸσ θεόν" προὔργου τι ἐργάζεται, ἐὰν μὴ πω̃σ καὶ βλέψη̨ διδάξη̨. Τί γὰρ κωλύει, εἴποι τισ ἄν, βλέπειν καὶ μηδεμια̃σ ἀπέχεσθαι ἡδονη̃σ, ἢ ἀκρατη̃ θυμου̃ εἰ̃ναι μεμνημένον μὲν ὀνόματοσ του̃ "θεόσ", συνεχόμενον δὲ ἅπασι πάθεσι, μηδὲν δὲ αὐτω̃ν πειρώμενον ἐξαιρει̃ν; 'Αρετὴ μὲν οὐ̃ν εἰσ τέλοσ προιου̃σα καὶ ἐν ψυχη̨̃ ἐγγενομένη μετὰ φρονήσεωσ θεὸν δείκνυσιν: ἄνευ δὲ ἀρετη̃σ ἀληθινη̃σ θεὸσ λεγόμενοσ ὄνομά ἐστιν.

15. οὐδ' αὐ̃ τὸ καταφρονη̃σαι κόσμου καὶ θεω̃ν τω̃ν ἐν αὐτω̨̃ καὶ τω̃ν ἄλλων καλω̃ν ἀγαθόν ἐστι γενέσθαι. Καὶ γὰρ πα̃σ κακὸσ καὶ πρὸ του̃ καταφρονήσειεν ἂν θεω̃ν, καὶ μὴ πρότερον [πα̃σ κακὸσ] καταφρονήσασ, καὶ εἰ τὰ ἄλλα μὴ πάντα κακὸσ εἴη, αὐτω̨̃ τούτω̨ ἂν γεγονὼσ εἴη. Καὶ γὰρ ἂν καὶ ἡ πρὸσ τοὺσ νοητοὺσ θεοὺσ λεγομένη αὐτοι̃σ τιμὴ ἀσυμπαθὴσ ἂν γένοιτο: ὁ γὰρ τὸ φιλει̃ν πρὸσ ὁτιου̃ν ἔχων καὶ τὸ συγγενὲσ πα̃ν οὑ̃ φιλει̃ ἀσπάζεται καὶ τοὺσ παι̃δασ ὡ̃ν τὸν πατέρα ἀγαπα̨̃: ψυχὴ δὲ πα̃σα πατρὸσ ἐκείνου. Ψυχαὶ δὲ καὶ ἐν τούτοισ καὶ νοεραὶ καὶ ἀγαθαὶ καὶ συναφει̃σ τοι̃σ ἐκει̃ πολὺ μα̃λλον ἢ αἱ ἡμω̃ν. Πω̃σ γὰρ ἂν ἀποτμηθεὶσ ὅδε ὁ κόσμοσ ἐκείνου ἠ̃ν; πω̃σ δὲ οἱ ἐν αὐτω̨̃ θεοί; 'Αλλὰ ταυ̃τα μὲν καὶ πρότερον: νυ̃ν δέ, ὅτι καὶ τω̃ν συγγενω̃ν ἐκείνοισ καταφρονου̃ντεσ, [ὅτι] μηδὲ ἐκει̃να ἴσασιν, ἀλλ' ἢ λόγω̨. 'Επεὶ καὶ τὸ πρόνοιαν μὴ διικνει̃σθαι εἰσ τὰ τη̨̃δε ἢ εἰσ ὁτιου̃ν, πω̃σ εὐσεβέσ; Πω̃σ δὲ σύμφωνον ἑαυτοι̃σ; Λέγουσι γὰρ αὐτω̃ν προνοει̃ν αὐ̃ μόνων. Πότερα δὲ ἐκει̃ γενομένων ἢ καὶ ἐνθάδε ὄντων; Εἰ μὲν γὰρ ἐκει̃, πω̃σ ἠ̃λθον; Εἰ δὲ ἐνθάδε, πω̃σ ἔτι εἰσὶν ἐνθάδε; Πω̃σ δὲ οὐ καὶ αὐτόσ ἐστιν ἐνθάδε; Πόθεν γὰρ γνώσεται, ὅτι εἰσὶν ἐνθάδε; Πω̃σ δέ, ὅτι ἐνθάδε ὄντεσ οὐκ ἐπελάθοντο αὐτου̃ καὶ ἐγένοντο κακοί; Εἰ δὲ γινώσκει τοὺσ μὴ γενομένουσ κακούσ, καὶ τοὺσ γενομένουσ γινώσκει, ἵνα διακρίνη̨ ἀπ' ἐκείνων αὐτούσ. Πα̃σιν οὐ̃ν παρέσται καὶ ἔσται ἐν τω̨̃ κόσμω̨ τω̨̃δε, ὅστισ ὁ τρόποσ: ὥστε καὶ μεθέξει αὐτου̃ ὁ κόσμοσ. Εἰ δ' ἄπεστι του̃ κόσμου, καὶ ὑμω̃ν ἀπέσται, καὶ οὐδ' ἂν ἔχοιτέ τι λέγειν περὶ αὐτου̃ οὐδὲ τω̃ν μετ' αὐτόν. 'Αλλ' εἴτε ὑμι̃ν πρόνοιά τισ ἔρχεται ἐκει̃θεν, εἴτε ὅ τι βούλεσθε, ἀλλ' ὅ γε κόσμοσ ἐκει̃θεν ἔχει καὶ οὐκ ἀπολέλειπται οὐδ' ἀπολειφθήσεται. Πολὺ γὰρ μα̃λλον τω̃ν ὅλων ἢ τω̃ν μερω̃ν ἡ πρόνοια καὶ ἡ μέθεξισ κἀκείνησ τη̃σ ψυχη̃σ πολὺ μα̃λλον: δηλοι̃ δὲ καὶ τὸ εἰ̃ναι καὶ τὸ ἐμφρόνωσ εἰ̃ναι. Τίσ γὰρ οὕτω τεταγμένοσ ἢ ἔμφρων τω̃ν ὑπερφρονούντων ἀφρόνωσ, ὡσ τὸ πα̃ν; 'Ή παραβάλλειν καὶ γελοι̃ον καὶ πολλὴν τὴν ἀτοπίαν ἔχει, καὶ ὅ γε μὴ του̃ λόγου ἕνεκα παραβάλλων οὐκ ἔξω ἂν του̃ ἀσεβει̃ν γένοιτο: οὐδὲ τὸ ζητει̃ν περὶ τούτων ἔμφρονοσ, ἀλλὰ τυφλου̃ τινοσ καὶ παντάπασιν οὔτε αἴσθησιν οὔτε νου̃ν ἔχοντοσ καὶ πόρρω του̃ νοητὸν κόσμον ἰδει̃ν ὄντοσ, ὃσ του̃τον οὐ βλέπει. Τίσ γὰρ ἂν μουσικὸσἀνὴρ εἴη, ὃσ τὴν ἐν νοητω̨̃ ἁρμονίαν ἰδὼν οὐ κινήσεται τη̃σ ἐν φθόγγοισ αἰσθητοι̃σ ἀκούων; 'Ή τίσ γεωμετρίασ καὶ ἀριθμω̃ν ἔμπειροσ, ὃσ τὸ σύμμετρον καὶ ἀνάλογον καὶ τεταγμένον ἰδὼν δι' ὀμμάτων οὐχ ἡσθήσεται; Εἴπερ οὐχ ὁμοίωσ τὰ αὐτὰ βλέπουσιν οὐδ' ἐν ται̃σ γραφαι̃σ οἱ δι' ὀμμάτων ...τὰ _τη̃σ τέχνησ βλέποντεσ, ἀλλ' ἐπιγινώσκοντεσ μίμημα ἐν τω̨̃ αἰσθητω̨̃ του̃ ἐν νοήσει κειμένου οἱ̃ον θορυβου̃νται καὶ εἰσ ἀνάμνησιν ἔρχονται του̃ ἀληθου̃σ: ἐξ οὑ̃ δὴ πάθουσ καὶ κινου̃νται οἱ ἔρωτεσ. 'Αλλ' ὁ μὲν ἰδὼν κάλλοσ ἐν προσώπω̨ εὐ̃ ...μεμιμημένον _φέρεται ἐκει̃, ἀργὸσ δὲ τίσ οὕτωσ ἔσται τὴν γνώμην και ;̀ εἰσ οὐδὲν ἄλλο κινήσεται, ὥστε ὁρω̃ν σύμπαντα μὲν τὰ ἐν αἰσθητω̨̃ κάλλη, σύμπασαν δὲ συμμετρίαν καὶ τὴν μεγάλην εὐταξίαν ταύτην καὶ τὸ ἐμφαινόμενον ἐν τοι̃σ ἄστροισ εἰ̃δοσ καὶ πόρρωθεν οὐ̃σιν οὐκ ἐντευ̃θεν ἐνθυμει̃ται, καὶ σέβασ αὐτὸν λαμβάνει, οἱ̃α ἀφ' οἵων; Οὐκ ἄρα οὔτε ταυ̃τα κατενόησεν, οὔτε ἐκει̃να εἰ̃δεν.

16. καίτοι, εἰ καὶ μισει̃ν αὐτοι̃σ ἐπή̨ει τὴν του̃ σώματοσ φύσιν, διότι ἀκηκόασι Πλάτωνοσ πολλὰ μεμψαμένου τω̨̃ σώματι οἱ̃α ἐμπόδια παρέχει τη̨̃ ψυχη̨̃-καὶ πα̃σαν τὴν σωματικὴν φύσιν εἰ̃πε χείρονα-ἐχρη̃ν ταύτην περιελόντασ τη̨̃ διανοία̨ ἰδει̃ν τὸ λοιπόν, σφαι̃ραν νοητὴν τὸ ἐπὶ τω̨̃ κόσμω̨ εἰ̃δοσ ἐμπεριέχουσαν, ψυχὰσ ἐν τάξει, ἄνευ τω̃ν σωμάτων μέγεθοσ δούσασ κατὰ τὸ νοητὸν εἰσ διάστασιν προαγαγούσασ, ὡσ τω̨̃ μεγέθει του̃ γενομένου τω̨̃ ἀμερει̃ τὸ του̃ παραδείγματοσ εἰσ δύναμιν ἐξισωθη̃ναι: τὸ γὰρ ἐκει̃ μέγα ἐν δυνάμει ἐνταυ̃θα ἐν ὄγκω̨. Καὶ εἴτε κινουμένην ταύτην τὴν σφαι̃ραν ἐβούλοντο νοει̃ν περιαγομένην ὑπὸ θεου̃ δυνάμεωσ ἀρχὴν καὶ μέσα καὶ τέλοσ τη̃σ πάσησ ἔχοντοσ, εἴτε ἑστω̃σαν ὡσ οὔπω καὶ ἄλλο τι διοικούσησ, καλω̃σ ἂν εἰ̃χεν εἰσ ἔννοιαν τη̃σ τόδε τὸ πα̃ν ψυχη̃σ διοικούσησ. 'Ενθέντασ δὲ ἤδη καὶ τὸ σω̃μα αὐτη̨̃, ὡσ οὐδὲν ἂν παθούσησ, δούσησ δὲ ἑτέρω̨, ὅτι μὴ θέμισ φθόνον ἐν τοι̃σ θεοι̃σ εἰ̃ναι, ἔχειν, εἴ τι δύναται λαμβάνειν ἕκαστα, οὕτωσ αὐτοὺσ διανοει̃σθαι κατὰ κόσμον, τοσούτω̨ διδόντασ τη̨̃ του̃ κόσμου ψυχη̨̃ δυνάμεωσ, ὅσω̨ τὴν σώματοσ φύσιν οὐ καλὴν οὐ̃σαν ἐποίησεν, ὅσον ἠ̃ν αὐτη̨̃ καλλύνεσθαι, μετέχειν κάλλουσ: ὃ καὶ αὐτὸ τὰσ ψυχὰσ θείασ οὔσασ κινει̃. Εἰ μὴ ἄρα αὐτοὶ φαι̃εν μὴ κινει̃σθαι, μηδὲ διαφόρωσ αἰσχρὰ καὶ καλὰ ὁρα̃ν σώματα: ἀλλ' οὕτωσ οὐδὲ διαφόρωσ αἰσχρὰ καὶ καλὰ ἐπιτηδεύματα οὐδὲ καλὰ μαθήματα, οὐδὲ θεωρίασ τοίνυν: οὐδὲ θεὸν τοίνυν. Καὶ γὰρ διὰ τὰ πρω̃τα ταυ̃τα. Εἰ οὐ̃ν μὴ ταυ̃τα, οὐδὲ ἐκει̃να: μετ' ἐκει̃να τοίνυν ταυ̃τα καλά. 'Αλλ' ὅταν λέγωσι καταφρονει̃ν του̃ τη̨̃δε κάλλουσ, καλω̃σ ἂν ποιοι̃εν του̃ ἐν παισὶ καὶ γυναιξὶ καταφρονου̃ντεσ, ὡσ μὴ εἰσ ἀκολασίαν ἡττα̃σθαι. 'Αλλ' εἰδέναι δει̃, ὅτι οὐκ ἂν σεμνύνοιντο, εἰ αἰσχρου̃ καταφρονοι̃εν, ἀλλ' ὅτι καταφρονου̃σι πρότερον εἰπόντεσ καλόν: καὶ πω̃σ διατιθέντεσ; 'Έπειτα, ὅτι οὐ ταὐτὸν κάλλοσ ἐπὶ μέρει καὶ ὅλω̨ καὶ πα̃σι καὶ παντί: εἰ̃θ' ὅτι ἐστὶ τοιαυ̃τα κάλλη καὶ ἐν αἰσθητοι̃σ καὶ τοι̃σ ἐν μέρει, οἱ̃α δαιμόνων, ὡσ θαυμάσαι τὸν πεποιηκότα καὶ πιστευ̃σαι, ὡσ ἐκει̃θεν, καὶ ἐντευ̃θεν<ἀμήχανον> τὸ ἐκει̃ <κάλλοσ> εἰπει̃ν, οὐκ ἐχόμενον τούτων, ἀλλ' ἀπὸ τούτων ἐπ' ἐκει̃να ἰόντα, μὴ λοιδορούμενον δὲ τούτοισ: καὶ εἰ μὲν καὶ τὰ ἔνδον καλά, σύμφωνα ἀλλήλοισ εἰ̃ναι λέγειν: εἰ δὲ τἄνδον φαυ̃λα, τοι̃σ βελτίοσιν ἠλαττω̃σθαι. Μήποτε δὲ οὐδὲ ἔστιν ὄντωσ τι καλὸν ὂν τὰ ἔξω αἰσχρὸν εἰ̃ναι τἄνδον: οὑ̃ γὰρ τὸ ἔξω πα̃ν καλόν, κρατήσαντόσ ἐστι του̃ ἔνδον. Οἱ δὲ λεγόμενοι καλοὶ τἄνδον αἰσχροὶ ψευ̃δοσ καὶ τὸ ἔξω κάλλοσ ἔχουσιν. Εἰ δέ τισ φήσει ἑωρακέναι καλοὺσ ὄντωσ ὄντασ, αἰσχροὺσ δὲ τἄνδον, οἰ̃μαι μὲν αὐτὸν μὴ ἑωρακέναι, ἀλλ' ἄλλουσ εἰ̃ναι νομίζειν τοὺσ καλούσ: εἰ δ' ἄρα, τὸ αἰσχρὸν αὐτοι̃σ ἐπίκτητον εἰ̃ναι καλοι̃σ τὴν φύσιν οὐ̃σι: πολλὰ γὰρ ἐνθάδε τὰ κωλύματα εἰ̃ναι ἐλθει̃ν εἰσ τέλοσ. Τω̨̃ δὲ παντὶ καλω̨̃ ὄντι τί ἐμπόδιον ἠ̃ν εἰ̃ναι καλω̨̃ καὶ τἄνδον; Καὶ μὴν οἱ̃σ μὴ τὸ τέλειον ἀπέδωκεν ἐξ ἀρχη̃σ ἡ φύσισ, τούτο&# 953;σ τάχ' ἂν οὐκ ἐλθει̃ν εἰσ τέλοσ γένοιτο, ὥστε καὶ φαύλοισ ἐνδέχεσθαι γενέσθαι, τω̨̃ δὲ παντὶ οὐκ ἠ̃ν ποτε παιδὶ ὣσ ἀτελει̃ εἰ̃ναι οὐδὲ προσεγίνετο αὐτω̨̃ προσιόν τι καὶ προσετίθετο εἰσ σω̃μα. Πόθεν γάρ; Πάντα γὰρ εἰ̃χεν. 'Αλλ' οὐδὲ εἰσ ψυχὴν πλάσειεν ἄν τισ. Εἰ δ' ἄρα του̃τό τισ αὐτοι̃σ χαρίσαιτο, ἀλλ' οὐ κακόν τι.

17. 'Αλλ' ἴσωσ φήσουσιν ἐκείνουσ μὲν τοὺσ λόγουσ φεύγειν τὸ σω̃μα ποιει̃ν πόρρωθεν μισου̃ντασ, τοὺσ δὲ ἡμετέρουσ κατέχειν τὴν ψυχὴν πρὸσ αὐτω̨̃. Του̃το δὲ ὅμοιον ἂν εἴη, ὥσπερ ἂν εἰ δύο οἰ̃κον καλὸν τὸν αὐτὸν οἰκούντων, του̃ μὲν ψέγοντοσ τὴν κατασκευὴν καὶ τὸν ποιήσαντα καὶ μένοντοσ οὐχ ἡ̃ττον ἐν αὐτω̨̃, του̃ δὲ μὴψέγοντοσ, ἀλλὰ τὸν ποιήσαντα τεχνικώτατα πεποιηκέναι λέγοντοσ, τὸν δὲ χρόνον ἀναμένοντοσ ἕωσ ἂν ἥκη̨, ἐν ὡ̨̃ ἀπαλλάξεται, οὑ̃ μηκέτι οἴκου δεήσοιτο, ὁ δὲ σοφώτεροσ οἴοιτο εἰ̃ναι καὶ ἑτοιμότεροσ ἐξελθει̃ν, ὅτι οἰ̃δε λέγειν ἐκ λίθων ἀψύχων τοὺσ τοίχουσ καὶ ξύλων συνεστάναι καὶ πολλου̃ δει̃ν τη̃σ ἀληθινη̃σ οἰκήσεωσ, ἀγνοω̃ν ὅτι τω̨̃ μὴ φέρειν τὰ ἀναγκαι̃α διαφέρει, εἴπερ καὶ μὴ ποιει̃ται δυσχεραίνειν ἀγαπω̃ν ἡσυχη̨̃ τὸ κάλλοσ τω̃ν λίθων. Δει̃ δὲ μένειν μὲν ἐν οἴκοισ σω̃μα ἔχοντασ κατασκευασθει̃σιν ὑπὸ ψυχη̃σ ἀδελφη̃σ ἀγαθη̃σ πολλὴν δύναμιν εἰσ τὸ δημιουργει̃ν ἀπόνωσ ἐχούσησ. 'Ή ἀδελφοὺσ μὲν καὶ τοὺσ φαυλοτάτουσ ἀξιου̃σι προσεννέπειν, ἥλιον δὲ καὶ τοὺσ ἐν τω̨̃ οὐρανω̨̃ ἀπαξιου̃σιν ἀδελφοὺσ λέγειν οὐδὲ τὴν κόσμου ψυχὴν <στόματι μαινομένω̨>; Φαύλουσ μὲν οὐ̃ν ὄντασ οὐ θεμιτὸν εἰσ συγγένειαν συνάπτειν, ἀγαθοὺσ δὲ γενομένουσ καὶ μὴ σώματα ὄντασ, ἀλλὰ ψυχὰσ ἐν σώμασι καὶ οὕτωσ οἰκει̃ν δυναμένουσ ἐν αὐτοι̃σ, ὡσ ἐγγυτάτω εἰ̃ναι οἰκήσεωσ ψυχη̃σ του̃ παντὸσ ἐν σώματι τω̨̃ ὅλω̨. 'Έστι δὲ του̃το τὸ μὴ κρούειν, μηδὲ ὑπακούειν τοι̃σ ἔξωθεν προσπίπτουσιν ἡδέσιν ἢ ὁρωμένοισ, μηδ' εἴ τι σκληρόν, ταράττεσθαι. 'Εκείνη μὲν οὐ̃ν οὐ πλήττεται: οὐ γὰρ ἔχει ὑπὸ του̃: ἡμει̃σδὲ ἐνθάδε ὄντεσ ἀρετη̨̃ τὰσ πληγὰσ ἀπωθοίμεθ' ἂν ἤδη ὑπὸ μεγέθουσ γνώμησ τὰσ μὲν ἐλάττουσ, τὰσ δὲ οὐδὲ πληττούσασ ὑπὸ ἰσχύοσ γενομένασ. 'Εγγὺσ δὲ γενόμενοι του̃ ἀπλήκτου μιμοίμεθ' ἂν τὴν του̃ σύμπαντοσ ψυχὴν καὶ τὴν τω̃ν ἄστρων, εἰσ ἐγγύτητα δὲ ὁμοιότητοσ ἐλθόντεσ σπεύδοιμεν ἂν πρὸσ τὸ αὐτὸ καὶ τὰ αὐτὰ ἂν ἐν θέα̨ καὶ ἡμι̃ν εἴη ἅτε καλω̃σ καὶ αὐτοι̃σ παρεσκευασμένοισ φύσεσι καὶ ἐπιμελείαισ: τοι̃σ δὲ ἐξ ἀρχη̃σ ὑπάρχει. Οὐ δή, εἰ μόνοι λέγοιεν θεωρει̃ν δύνασθαι, πλέον ἂν θεωρει̃ν αὐτοι̃σ γίνοιτο, οὐδ' ὅτι αὐτοι̃σ φασιν εἰ̃ναι ἐξελθει̃ν ἀποθανου̃σι, τοι̃σ δὲ μή, ἀεὶ τὸν οὐρανὸν κοσμου̃σιν: ἀπειρία̨ γὰρ ἂν του̃ ἔξω ὅ τι ποτέ ἐστι του̃το ἂν λέγοιεν καὶ του̃ ὃν τρόπον <ψυχὴ παντὸσ ἐπιμελει̃ται ἡ ὅλη του̃ ἀψύχου>. 'Έξεστιν οὐ̃ν καὶ μὴ φιλοσωματει̃ν καὶ καθαροι̃σ γίνεσθαι καὶ του̃ θανάτου καταφρονει̃ν καὶ τὰ ἀμείνω εἰδέναι κἀκει̃να διώκειν καὶ τοι̃σ ἄλλοισ τοι̃σ δυναμένοισ διώκειν καὶ διώκουσιν ἀεὶ μὴ φθονει̃ν ὡσ οὐ διώκουσι, μηδὲ τὸ αὐτὸ πάσχειν τοι̃σ οἰομένοισ τὰ ἄστρα μὴ θει̃ν, ὅτι αὐτοι̃σ ἡ αἴσθησισ ἑστάναι αὐτὰ λέγει. Διὰ του̃το γὰρ καὶ αὐτοὶ οὐκ οἴονται τὰ ἔξω βλέπειν τὴν τω̃ν ἄστρων φύσιν, ὅτι οὐχ ὁρω̃σι τὴν ψυχὴν αὐτω̃ν ἔξωθεν οὐ̃σαν.