Τό κατὰ Ιωάννην ἅγιον εὐαγγέλιον

Κεφάλαιον Α' (1)

1 ἐν ἀρχη̨̃ ἠ̃ν ὁ λόγος καὶ ὁ λόγος ἠ̃ν πρòς τòν θεόν καὶ θεòς ἠ̃ν ὁ λόγος

2 οὑ̃τος ἠ̃ν ἐν ἀρχη̨̃ πρòς τòν θεόν

3 πάντα δι' αὐτου̃ ἐγένετο καὶ χωρὶς αὐτου̃ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν

4 ἐν αὐτω̨̃ ζωὴ ἠ̃ν καὶ ἡ ζωὴ ἠ̃ν τò φω̃ς τω̃ν ἀνθρώπων

5 καὶ τò φω̃ς ἐν τη̨̃ σκοτία̨ φαίνει καὶ ἡ σκοτία αὐτò οὐ κατέλαβεν

6 ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεου̃ ὄνομα αὐτω̨̃ Ιωάννης

7 οὑ̃τος ἠ̃λθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήση̨ περὶ του̃ φωτός ἵνα πάντες πιστεύσωσιν δι' αὐτου̃

8 οὐκ ἠ̃ν ἐκει̃νος τò φω̃ς ἀλλ' ἵνα μαρτυρήση̨ περὶ του̃ φωτός

9 ἠ̃ν τò φω̃ς τò ἀληθινόν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τòν κόσμον

10 ἐν τω̨̃ κόσμω̨ ἠ̃ν καὶ ὁ κόσμος δι' αὐτου̃ ἐγένετο καὶ ὁ κόσμος αὐτòν οὐκ ἔγνω

11 εἰς τὰ ἴδια ἠ̃λθεν καὶ οἱ ἴδιοι αὐτòν οὐ παρέλαβον

12 ὅσοι δὲ ἔλαβον αὐτόν ἔδωκεν αὐτοι̃ς ἐξουσίαν τέκνα θεου̃ γενέσθαι τοι̃ς πιστεύουσιν εἰς τò ὄνομα αὐτου̃

13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκòς οὐδὲ ἐκ θελήματος ἀνδρòς ἀλλ' ἐκ θεου̃ ἐγεννήθησαν

14 καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμι̃ν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτου̃ δόξαν ὡς μονογενου̃ς παρὰ πατρός πλήρης χάριτος καὶ ἀληθείας

15 Ιωάννης μαρτυρει̃ περὶ αὐτου̃ καὶ κέκραγεν λέγων οὑ̃τος ἠ̃ν ὃν εἰ̃πον ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν ὅτι πρω̃τός μου ἠ̃ν

16 ὅτι ἐκ του̃ πληρώματος αὐτου̃ ἡμει̃ς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος

17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ιησου̃ Χριστου̃ ἐγένετο

18 θεòν οὐδεὶς ἑώρακεν πώποτε μονογενὴς θεòς ὁ ὢν εἰς τòν κόλπον του̃ πατρòς ἐκει̃νος ἐξηγήσατο

19 καὶ αὕτη ἐστὶν ἡ μαρτυρία του̃ Ιωάννου ὅτε ἀπέστειλαν πρòς αὐτòν οἱ Ιουδαι̃οι ἐξ Ιεροσολύμων ἱερει̃ς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν σὺ τίς εἰ̃

20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός

21 καὶ ἠρώτησαν αὐτόν τί οὐ̃ν σύ Ηλίας εἰ̃ καὶ λέγει οὐκ εἰμί ὁ προφήτης εἰ̃ σύ καὶ ἀπεκρίθη οὔ

22 εἰ̃παν οὐ̃ν αὐτω̨̃ τίς εἰ̃ ἵνα ἀπόκρισιν δω̃μεν τοι̃ς πέμψασιν ἡμα̃ς τί λέγεις περὶ σεαυτου̃

23 ἔφη ἐγὼ φωνὴ βοω̃ντος ἐν τη̨̃ ἐρήμω̨ εὐθύνατε τὴν ὁδòν κυρίου καθὼς εἰ̃πεν Ησαΐας ὁ προφήτης

24 καὶ ἀπεσταλμένοι ἠ̃σαν ἐκ τω̃ν Φαρισαίων

25 καὶ ἠρώτησαν αὐτòν καὶ εἰ̃παν αὐτω̨̃ τί οὐ̃ν βαπτίζεις εἰ σὺ οὐκ εἰ̃ ὁ Χριστòς οὐδὲ Ηλίας οὐδὲ ὁ προφήτης

26 ἀπεκρίθη αὐτοι̃ς ὁ Ιωάννης λέγων ἐγὼ βαπτίζω ἐν ὕδατι μέσος ὑμω̃ν ἕστηκεν ὃν ὑμει̃ς οὐκ οἴδατε

27 ὁ ὀπίσω μου ἐρχόμενος οὑ̃ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτου̃ τòν ἱμάντα του̃ ὑποδήματος

28 ταυ̃τα ἐν Βηθανία̨ ἐγένετο πέραν του̃ Ιορδάνου ὅπου ἠ̃ν ὁ Ιωάννης βαπτίζων

29 τη̨̃ ἐπαύριον βλέπει τòν Ιησου̃ν ἐρχόμενον πρòς αὐτόν καὶ λέγει ἴδε ὁ ἀμνòς του̃ θεου̃ ὁ αἴρων τὴν ἁμαρτίαν του̃ κόσμου

30 οὑ̃τός ἐστιν ὑπὲρ οὑ̃ ἐγὼ εἰ̃πον ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν ὅτι πρω̃τός μου ἠ̃ν

31 κἀγὼ οὐκ ἤ̨δειν αὐτόν ἀλλ' ἵνα φανερωθη̨̃ τω̨̃ Ισραὴλ διὰ του̃το ἠ̃λθον ἐγὼ ἐν ὕδατι βαπτίζων

32 καὶ ἐμαρτύρησεν Ιωάννης λέγων ὅτι τεθέαμαι τò πνευ̃μα καταβαι̃νον ὡς περιστερὰν ἐξ οὐρανου̃ καὶ ἔμεινεν ἐπ' αὐτόν

33 κἀγὼ οὐκ ἤ̨δειν αὐτόν ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκει̃νός μοι εἰ̃πεν ἐφ' ὃν ἂν ἴδη̨ς τò πνευ̃μα καταβαι̃νον καὶ μένον ἐπ' αὐτόν οὑ̃τός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίω̨

34 κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὑ̃τός ἐστιν ὁ υἱòς του̃ θεου̃

35 τη̨̃ ἐπαύριον πάλιν εἱστήκει ὁ Ιωάννης καὶ ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ δύο

36 καὶ ἐμβλέψας τω̨̃ Ιησου̃ περιπατου̃ντι λέγει ἴδε ὁ ἀμνòς του̃ θεου̃

37 καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτου̃ λαλου̃ντος καὶ ἠκολούθησαν τω̨̃ Ιησου̃

38 στραφεὶς δὲ ὁ Ιησου̃ς καὶ θεασάμενος αὐτοὺς ἀκολουθου̃ντας λέγει αὐτοι̃ς τί ζητει̃τε οἱ δὲ εἰ̃παν αὐτω̨̃ ῥαββί ὃ λέγεται μεθερμηνευόμενον διδάσκαλε που̃ μένεις

39 λέγει αὐτοι̃ς ἔρχεσθε καὶ ὄψεσθε ἠ̃λθαν οὐ̃ν καὶ εἰ̃δαν που̃ μένει καὶ παρ' αὐτω̨̃ ἔμειναν τὴν ἡμέραν ἐκείνην ὥρα ἠ̃ν ὡς δεκάτη

40 ἠ̃ν Ανδρέας ὁ ἀδελφòς Σίμωνος Πέτρου εἱ̃ς ἐκ τω̃ν δύο τω̃ν ἀκουσάντων παρὰ Ιωάννου καὶ ἀκολουθησάντων αὐτω̨̃

41 εὑρίσκει οὑ̃τος πρω̃τον τòν ἀδελφòν τòν ἴδιον Σίμωνα καὶ λέγει αὐτω̨̃ εὑρήκαμεν τòν Μεσσίαν ὅ ἐστιν μεθερμηνευόμενον Χριστός

42 ἤγαγεν αὐτòν πρòς τòν Ιησου̃ν ἐμβλέψας αὐτω̨̃ ὁ Ιησου̃ς εἰ̃πεν σὺ εἰ̃ Σίμων ὁ υἱòς Ιωάννου σὺ κληθήση̨ Κηφα̃ς ὃ ἑρμηνεύεται Πέτρος

43 τη̨̃ ἐπαύριον ἠθέλησεν ἐξελθει̃ν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτω̨̃ ὁ Ιησου̃ς ἀκολούθει μοι

44 ἠ̃ν δὲ ὁ Φίλιππος ἀπò Βηθσαϊδά ἐκ τη̃ς πόλεως Ανδρέου καὶ Πέτρου

45 εὑρίσκει Φίλιππος τòν Ναθαναὴλ καὶ λέγει αὐτω̨̃ ὃν ἔγραψεν Μωϋση̃ς ἐν τω̨̃ νόμω̨ καὶ οἱ προφη̃ται εὑρήκαμεν Ιησου̃ν υἱòν του̃ Ιωσὴφ τòν ἀπò Ναζαρέτ

46 καὶ εἰ̃πεν αὐτω̨̃ Ναθαναήλ ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθòν εἰ̃ναι λέγει αὐτω̨̃ ὁ Φίλιππος ἔρχου καὶ ἴδε

47 εἰ̃δεν ὁ Ιησου̃ς τòν Ναθαναὴλ ἐρχόμενον πρòς αὐτòν καὶ λέγει περὶ αὐτου̃ ἴδε ἀληθω̃ς Ισραηλίτης ἐν ὡ̨̃ δόλος οὐκ ἔστιν

48 λέγει αὐτω̨̃ Ναθαναήλ πόθεν με γινώσκεις ἀπεκρίθη Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ πρò του̃ σε Φίλιππον φωνη̃σαι ὄντα ὑπò τὴν συκη̃ν εἰ̃δόν σε

49 ἀπεκρίθη αὐτω̨̃ Ναθαναήλ ῥαββί σὺ εἰ̃ ὁ υἱòς του̃ θεου̃ σὺ βασιλεὺς εἰ̃ του̃ Ισραήλ

50 ἀπεκρίθη Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ ὅτι εἰ̃πόν σοι ὅτι εἰ̃δόν σε ὑποκάτω τη̃ς συκη̃ς πιστεύεις μείζω τούτων ὄψη̨

51 καὶ λέγει αὐτω̨̃ ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὄψεσθε τòν οὐρανòν ἀνεω̨γότα καὶ τοὺς ἀγγέλους του̃ θεου̃ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τòν υἱòν του̃ ἀνθρώπου

 

Κεφάλαιον Β' (2)

1 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ γάμος ἐγένετο ἐν Κανὰ τη̃ς Γαλιλαίας καὶ ἠ̃ν ἡ μήτηρ του̃ Ιησου̃ ἐκει̃

2 ἐκλήθη δὲ καὶ ὁ Ιησου̃ς καὶ οἱ μαθηταὶ αὐτου̃ εἰς τòν γάμον

3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ του̃ Ιησου̃ πρòς αὐτόν οἰ̃νον οὐκ ἔχουσιν

4 καὶ λέγει αὐτη̨̃ ὁ Ιησου̃ς τί ἐμοὶ καὶ σοί γύναι οὔπω ἥκει ἡ ὥρα μου

5 λέγει ἡ μήτηρ αὐτου̃ τοι̃ς διακόνοις ὅ τι ἂν λέγη̨ ὑμι̃ν ποιήσατε

6 ἠ̃σαν δὲ ἐκει̃ λίθιναι ὑδρίαι ἓξ κατὰ τòν καθαρισμòν τω̃ν Ιουδαίων κείμεναι χωρου̃σαι ἀνὰ μετρητὰς δύο ἢ τρει̃ς

7 λέγει αὐτοι̃ς ὁ Ιησου̃ς γεμίσατε τὰς ὑδρίας ὕδατος καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω

8 καὶ λέγει αὐτοι̃ς ἀντλήσατε νυ̃ν καὶ φέρετε τω̨̃ ἀρχιτρικλίνω̨ οἱ δὲ ἤνεγκαν

9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τò ὕδωρ οἰ̃νον γεγενημένον καὶ οὐκ ἤ̨δει πόθεν ἐστίν οἱ δὲ διάκονοι ἤ̨δεισαν οἱ ἠντληκότες τò ὕδωρ φωνει̃ τòν νυμφίον ὁ ἀρχιτρίκλινος

10 καὶ λέγει αὐτω̨̃ πα̃ς ἄνθρωπος πρω̃τον τòν καλòν οἰ̃νον τίθησιν καὶ ὅταν μεθυσθω̃σιν τòν ἐλάσσω σὺ τετήρηκας τòν καλòν οἰ̃νον ἕως ἄρτι

11 ταύτην ἐποίησεν ἀρχὴν τω̃ν σημείων ὁ Ιησου̃ς ἐν Κανὰ τη̃ς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτου̃ καὶ ἐπίστευσαν εἰς αὐτòν οἱ μαθηταὶ αὐτου̃

12 μετὰ του̃το κατέβη εἰς Καφαρναοὺμ αὐτòς καὶ ἡ μήτηρ αὐτου̃ καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ οἱ μαθηταὶ αὐτου̃ καὶ ἐκει̃ ἔμειναν οὐ πολλὰς ἡμέρας

13 καὶ ἐγγὺς ἠ̃ν τò πάσχα τω̃ν Ιουδαίων καὶ ἀνέβη εἰς Ιεροσόλυμα ὁ Ιησου̃ς

14 καὶ εὑ̃ρεν ἐν τω̨̃ ἱερω̨̃ τοὺς πωλου̃ντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους

15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ του̃ ἱερου̃ τά τε πρόβατα καὶ τοὺς βόας καὶ τω̃ν κολλυβιστω̃ν ἐξέχεεν τò κέρμα καὶ τὰς τραπέζας ἀνέτρεψεν

16 καὶ τοι̃ς τὰς περιστερὰς πωλου̃σιν εἰ̃πεν ἄρατε ταυ̃τα ἐντευ̃θεν μὴ ποιει̃τε τòν οἰ̃κον του̃ πατρός μου οἰ̃κον ἐμπορίου

17 ἐμνήσθησαν οἱ μαθηταὶ αὐτου̃ ὅτι γεγραμμένον ἐστίν ὁ ζη̃λος του̃ οἴκου σου καταφάγεταί με

18 ἀπεκρίθησαν οὐ̃ν οἱ Ιουδαι̃οι καὶ εἰ̃παν αὐτω̨̃ τί σημει̃ον δεικνύεις ἡμι̃ν ὅτι ταυ̃τα ποιει̃ς

19 ἀπεκρίθη Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς λύσατε τòν ναòν του̃τον καὶ ἐν τρισὶν ἡμέραις ἐγερω̃ αὐτόν

20 εἰ̃παν οὐ̃ν οἱ Ιουδαι̃οι τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναòς οὑ̃τος καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερει̃ς αὐτόν

21 ἐκει̃νος δὲ ἔλεγεν περὶ του̃ ναου̃ του̃ σώματος αὐτου̃

22 ὅτε οὐ̃ν ἠγέρθη ἐκ νεκρω̃ν ἐμνήσθησαν οἱ μαθηταὶ αὐτου̃ ὅτι του̃το ἔλεγεν καὶ ἐπίστευσαν τη̨̃ γραφη̨̃ καὶ τω̨̃ λόγω̨ ὃν εἰ̃πεν ὁ Ιησου̃ς

23 ὡς δὲ ἠ̃ν ἐν τοι̃ς Ιεροσολύμοις ἐν τω̨̃ πάσχα ἐν τη̨̃ ἑορτη̨̃ πολλοὶ ἐπίστευσαν εἰς τò ὄνομα αὐτου̃ θεωρου̃ντες αὐτου̃ τὰ σημει̃α ἃ ἐποίει

24 αὐτòς δὲ Ιησου̃ς οὐκ ἐπίστευεν αὐτòν αὐτοι̃ς διὰ τò αὐτòν γινώσκειν πάντας

25 καὶ ὅτι οὐ χρείαν εἰ̃χεν ἵνα τις μαρτυρήση̨ περὶ του̃ ἀνθρώπου αὐτòς γὰρ ἐγίνωσκεν τί ἠ̃ν ἐν τω̨̃ ἀνθρώπω̨

 

Κεφάλαιον Γ' (3)

1 ἠ̃ν δὲ ἄνθρωπος ἐκ τω̃ν Φαρισαίων Νικόδημος ὄνομα αὐτω̨̃ ἄρχων τω̃ν Ιουδαίων

2 οὑ̃τος ἠ̃λθεν πρòς αὐτòν νυκτòς καὶ εἰ̃πεν αὐτω̨̃ ῥαββί οἴδαμεν ὅτι ἀπò θεου̃ ἐλήλυθας διδάσκαλος οὐδεὶς γὰρ δύναται ταυ̃τα τὰ σημει̃α ποιει̃ν ἃ σὺ ποιει̃ς ἐὰν μὴ ἠ̨̃ ὁ θεòς μετ' αὐτου̃

3 ἀπεκρίθη Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μή τις γεννηθη̨̃ ἄνωθεν οὐ δύναται ἰδει̃ν τὴν βασιλείαν του̃ θεου̃

4 λέγει πρòς αὐτòν ὁ Νικόδημος πω̃ς δύναται ἄνθρωπος γεννηθη̃ναι γέρων ὤν μὴ δύναται εἰς τὴν κοιλίαν τη̃ς μητρòς αὐτου̃ δεύτερον εἰσελθει̃ν καὶ γεννηθη̃ναι

5 ἀπεκρίθη Ιησου̃ς ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μή τις γεννηθη̨̃ ἐξ ὕδατος καὶ πνεύματος οὐ δύναται εἰσελθει̃ν εἰς τὴν βασιλείαν του̃ θεου̃

6 τò γεγεννημένον ἐκ τη̃ς σαρκòς σάρξ ἐστιν καὶ τò γεγεννημένον ἐκ του̃ πνεύματος πνευ̃μά ἐστιν

7 μὴ θαυμάση̨ς ὅτι εἰ̃πόν σοι δει̃ ὑμα̃ς γεννηθη̃ναι ἄνωθεν

8 τò πνευ̃μα ὅπου θέλει πνει̃ καὶ τὴν φωνὴν αὐτου̃ ἀκούεις ἀλλ' οὐκ οἰ̃δας πόθεν ἔρχεται καὶ που̃ ὑπάγει οὕτως ἐστὶν πα̃ς ὁ γεγεννημένος ἐκ του̃ πνεύματος

9 ἀπεκρίθη Νικόδημος καὶ εἰ̃πεν αὐτω̨̃ πω̃ς δύναται ταυ̃τα γενέσθαι

10 ἀπεκρίθη Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ σὺ εἰ̃ ὁ διδάσκαλος του̃ Ισραὴλ καὶ ταυ̃τα οὐ γινώσκεις

11 ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλου̃μεν καὶ ὃ ἑωράκαμεν μαρτυρου̃μεν καὶ τὴν μαρτυρίαν ἡμω̃ν οὐ λαμβάνετε

12 εἰ τὰ ἐπίγεια εἰ̃πον ὑμι̃ν καὶ οὐ πιστεύετε πω̃ς ἐὰν εἴπω ὑμι̃ν τὰ ἐπουράνια πιστεύσετε

13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τòν οὐρανòν εἰ μὴ ὁ ἐκ του̃ οὐρανου̃ καταβάς ὁ υἱòς του̃ ἀνθρώπου

14 καὶ καθὼς Μωϋση̃ς ὕψωσεν τòν ὄφιν ἐν τη̨̃ ἐρήμω̨ οὕτως ὑψωθη̃ναι δει̃ τòν υἱòν του̃ ἀνθρώπου

15 ἵνα πα̃ς ὁ πιστεύων ἐν αὐτω̨̃ ἔχη̨ ζωὴν αἰώνιον

16 οὕτως γὰρ ἠγάπησεν ὁ θεòς τòν κόσμον ὥστε τòν υἱòν τòν μονογενη̃ ἔδωκεν ἵνα πα̃ς ὁ πιστεύων εἰς αὐτòν μὴ ἀπόληται ἀλλ' ἔχη̨ ζωὴν αἰώνιον

17 οὐ γὰρ ἀπέστειλεν ὁ θεòς τòν υἱòν εἰς τòν κόσμον ἵνα κρίνη̨ τòν κόσμον ἀλλ' ἵνα σωθη̨̃ ὁ κόσμος δι' αὐτου̃

18 ὁ πιστεύων εἰς αὐτòν οὐ κρίνεται ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται ὅτι μὴ πεπίστευκεν εἰς τò ὄνομα του̃ μονογενου̃ς υἱου̃ του̃ θεου̃

19 αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τò φω̃ς ἐλήλυθεν εἰς τòν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μα̃λλον τò σκότος ἢ τò φω̃ς ἠ̃ν γὰρ αὐτω̃ν πονηρὰ τὰ ἔργα

20 πα̃ς γὰρ ὁ φαυ̃λα πράσσων μισει̃ τò φω̃ς καὶ οὐκ ἔρχεται πρòς τò φω̃ς ἵνα μὴ ἐλεγχθη̨̃ τὰ ἔργα αὐτου̃

21 ὁ δὲ ποιω̃ν τὴν ἀλήθειαν ἔρχεται πρòς τò φω̃ς ἵνα φανερωθη̨̃ αὐτου̃ τὰ ἔργα ὅτι ἐν θεω̨̃ ἐστιν εἰργασμένα

22 μετὰ ταυ̃τα ἠ̃λθεν ὁ Ιησου̃ς καὶ οἱ μαθηταὶ αὐτου̃ εἰς τὴν Ιουδαίαν γη̃ν καὶ ἐκει̃ διέτριβεν μετ' αὐτω̃ν καὶ ἐβάπτιζεν

23 ἠ̃ν δὲ καὶ ὁ Ιωάννης βαπτίζων ἐν αἰνὼν ἐγγὺς του̃ Σαλείμ ὅτι ὕδατα πολλὰ ἠ̃ν ἐκει̃ καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο

24 οὔπω γὰρ ἠ̃ν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ιωάννης

25 ἐγένετο οὐ̃ν ζήτησις ἐκ τω̃ν μαθητω̃ν Ιωάννου μετὰ Ιουδαίου περὶ καθαρισμου̃

26 καὶ ἠ̃λθον πρòς τòν Ιωάννην καὶ εἰ̃παν αὐτω̨̃ ῥαββί ὃς ἠ̃ν μετὰ σου̃ πέραν του̃ Ιορδάνου ὡ̨̃ σὺ μεμαρτύρηκας ἴδε οὑ̃τος βαπτίζει καὶ πάντες ἔρχονται πρòς αὐτόν

27 ἀπεκρίθη Ιωάννης καὶ εἰ̃πεν οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲ ἓν ἐὰν μὴ ἠ̨̃ δεδομένον αὐτω̨̃ ἐκ του̃ οὐρανου̃

28 αὐτοὶ ὑμει̃ς μοι μαρτυρει̃τε ὅτι εἰ̃πον ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός ἀλλ' ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου

29 ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν ὁ δὲ φίλος του̃ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτου̃ χαρα̨̃ χαίρει διὰ τὴν φωνὴν του̃ νυμφίου αὕτη οὐ̃ν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται

30 ἐκει̃νον δει̃ αὐξάνειν ἐμὲ δὲ ἐλαττου̃σθαι

31 ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν ὁ ὢν ἐκ τη̃ς γη̃ς ἐκ τη̃ς γη̃ς ἐστιν καὶ ἐκ τη̃ς γη̃ς λαλει̃ ὁ ἐκ του̃ οὐρανου̃ ἐρχόμενος ἐπάνω πάντων ἐστίν

32 ὃ ἑώρακεν καὶ ἤκουσεν του̃το μαρτυρει̃ καὶ τὴν μαρτυρίαν αὐτου̃ οὐδεὶς λαμβάνει

33 ὁ λαβὼν αὐτου̃ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεòς ἀληθής ἐστιν

34 ὃν γὰρ ἀπέστειλεν ὁ θεòς τὰ ῥήματα του̃ θεου̃ λαλει̃ οὐ γὰρ ἐκ μέτρου δίδωσιν τò πνευ̃μα

35 ὁ πατὴρ ἀγαπα̨̃ τòν υἱόν καὶ πάντα δέδωκεν ἐν τη̨̃ χειρὶ αὐτου̃

36 ὁ πιστεύων εἰς τòν υἱòν ἔχει ζωὴν αἰώνιον ὁ δὲ ἀπειθω̃ν τω̨̃ υἱω̨̃ οὐκ ὄψεται ζωήν ἀλλ' ἡ ὀργὴ του̃ θεου̃ μένει ἐπ' αὐτόν

 

Κεφάλαιον Δ' (4)

1 ὡς οὐ̃ν ἔγνω ὁ Ιησου̃ς ὅτι ἤκουσαν οἱ Φαρισαι̃οι ὅτι Ιησου̃ς πλείονας μαθητὰς ποιει̃ καὶ βαπτίζει ἢ Ιωάννης

2 καίτοιγε Ιησου̃ς αὐτòς οὐκ ἐβάπτιζεν ἀλλ' οἱ μαθηταὶ αὐτου̃

3 ἀφη̃κεν τὴν Ιουδαίαν καὶ ἀπη̃λθεν πάλιν εἰς τὴν Γαλιλαίαν

4 ἔδει δὲ αὐτòν διέρχεσθαι διὰ τη̃ς Σαμαρείας

5 ἔρχεται οὐ̃ν εἰς πόλιν τη̃ς Σαμαρείας λεγομένην Συχὰρ πλησίον του̃ χωρίου ὃ ἔδωκεν Ιακὼβ τω̨̃ Ιωσὴφ τω̨̃ υἱω̨̃ αὐτου̃

6 ἠ̃ν δὲ ἐκει̃ πηγὴ του̃ Ιακώβ ὁ οὐ̃ν Ιησου̃ς κεκοπιακὼς ἐκ τη̃ς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τη̨̃ πηγη̨̃ ὥρα ἠ̃ν ὡς ἕκτη

7 ἔρχεται γυνὴ ἐκ τη̃ς Σαμαρείας ἀντλη̃σαι ὕδωρ λέγει αὐτη̨̃ ὁ Ιησου̃ς δός μοι πει̃ν

8 οἱ γὰρ μαθηταὶ αὐτου̃ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσιν

9 λέγει οὐ̃ν αὐτω̨̃ ἡ γυνὴ ἡ Σαμαρι̃τις πω̃ς σὺ Ιουδαι̃ος ὢν παρ' ἐμου̃ πει̃ν αἰτει̃ς γυναικòς Σαμαρίτιδος οὔσης οὐ γὰρ συγχρω̃νται Ιουδαι̃οι Σαμαρίταις

10 ἀπεκρίθη Ιησου̃ς καὶ εἰ̃πεν αὐτη̨̃ εἰ ἤ̨δεις τὴν δωρεὰν του̃ θεου̃ καὶ τίς ἐστιν ὁ λέγων σοι δός μοι πει̃ν σὺ ἂν ἤ̨τησας αὐτòν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζω̃ν

11 λέγει αὐτω̨̃ ἡ γυνή κύριε οὔτε ἄντλημα ἔχεις καὶ τò φρέαρ ἐστὶν βαθύ πόθεν οὐ̃ν ἔχεις τò ὕδωρ τò ζω̃ν

12 μὴ σὺ μείζων εἰ̃ του̃ πατρòς ἡμω̃ν Ιακώβ ὃς ἔδωκεν ἡμι̃ν τò φρέαρ καὶ αὐτòς ἐξ αὐτου̃ ἔπιεν καὶ οἱ υἱοὶ αὐτου̃ καὶ τὰ θρέμματα αὐτου̃

13 ἀπεκρίθη Ιησου̃ς καὶ εἰ̃πεν αὐτη̨̃ πα̃ς ὁ πίνων ἐκ του̃ ὕδατος τούτου διψήσει πάλιν

14 ὃς δ' ἂν πίη̨ ἐκ του̃ ὕδατος οὑ̃ ἐγὼ δώσω αὐτω̨̃ οὐ μὴ διψήσει εἰς τòν αἰω̃να ἀλλὰ τò ὕδωρ ὃ δώσω αὐτω̨̃ γενήσεται ἐν αὐτω̨̃ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον

15 λέγει πρòς αὐτòν ἡ γυνή κύριε δός μοι του̃το τò ὕδωρ ἵνα μὴ διψω̃ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλει̃ν

16 λέγει αὐτη̨̃ ὕπαγε φώνησον τòν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε

17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἰ̃πεν αὐτω̨̃ οὐκ ἔχω ἄνδρα λέγει αὐτη̨̃ ὁ Ιησου̃ς καλω̃ς εἰ̃πας ὅτι ἄνδρα οὐκ ἔχω

18 πέντε γὰρ ἄνδρας ἔσχες καὶ νυ̃ν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ του̃το ἀληθὲς εἴρηκας

19 λέγει αὐτω̨̃ ἡ γυνή κύριε θεωρω̃ ὅτι προφήτης εἰ̃ σύ

20 οἱ πατέρες ἡμω̃ν ἐν τω̨̃ ὄρει τούτω̨ προσεκύνησαν καὶ ὑμει̃ς λέγετε ὅτι ἐν Ιεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνει̃ν δει̃

21 λέγει αὐτη̨̃ ὁ Ιησου̃ς πίστευέ μοι γύναι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τω̨̃ ὄρει τούτω̨ οὔτε ἐν Ιεροσολύμοις προσκυνήσετε τω̨̃ πατρί

22 ὑμει̃ς προσκυνει̃τε ὃ οὐκ οἴδατε ἡμει̃ς προσκυνου̃μεν ὃ οἴδαμεν ὅτι ἡ σωτηρία ἐκ τω̃ν Ιουδαίων ἐστίν

23 ἀλλὰ ἔρχεται ὥρα καὶ νυ̃ν ἐστιν ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τω̨̃ πατρὶ ἐν πνεύματι καὶ ἀληθεία̨ καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητει̃ τοὺς προσκυνου̃ντας αὐτόν

24 πνευ̃μα ὁ θεός καὶ τοὺς προσκυνου̃ντας αὐτòν ἐν πνεύματι καὶ ἀληθεία̨ δει̃ προσκυνει̃ν

25 λέγει αὐτω̨̃ ἡ γυνή οἰ̃δα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός ὅταν ἔλθη̨ ἐκει̃νος ἀναγγελει̃ ἡμι̃ν ἅπαντα

26 λέγει αὐτη̨̃ ὁ Ιησου̃ς ἐγώ εἰμι ὁ λαλω̃ν σοι

27 καὶ ἐπὶ τούτω̨ ἠ̃λθαν οἱ μαθηταὶ αὐτου̃ καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικòς ἐλάλει οὐδεὶς μέντοι εἰ̃πεν τί ζητει̃ς ἤ τί λαλει̃ς μετ' αὐτη̃ς

28 ἀφη̃κεν οὐ̃ν τὴν ὑδρίαν αὐτη̃ς ἡ γυνὴ καὶ ἀπη̃λθεν εἰς τὴν πόλιν καὶ λέγει τοι̃ς ἀνθρώποις

29 δευ̃τε ἴδετε ἄνθρωπον ὃς εἰ̃πέν μοι πάντα ὅσα ἐποίησα μήτι οὑ̃τός ἐστιν ὁ Χριστός

30 ἐξη̃λθον ἐκ τη̃ς πόλεως καὶ ἤρχοντο πρòς αὐτόν

31 ἐν τω̨̃ μεταξὺ ἠρώτων αὐτòν οἱ μαθηταὶ λέγοντες ῥαββί φάγε

32 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ἐγὼ βρω̃σιν ἔχω φαγει̃ν ἣν ὑμει̃ς οὐκ οἴδατε

33 ἔλεγον οὐ̃ν οἱ μαθηταὶ πρòς ἀλλήλους μή τις ἤνεγκεν αὐτω̨̃ φαγει̃ν

34 λέγει αὐτοι̃ς ὁ Ιησου̃ς ἐμòν βρω̃μά ἐστιν ἵνα ποιήσω τò θέλημα του̃ πέμψαντός με καὶ τελειώσω αὐτου̃ τò ἔργον

35 οὐχ ὑμει̃ς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμòς ἔρχεται ἰδοὺ λέγω ὑμι̃ν ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμω̃ν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρòς θερισμόν ἤδη

36 ὁ θερίζων μισθòν λαμβάνει καὶ συνάγει καρπòν εἰς ζωὴν αἰώνιον ἵνα ὁ σπείρων ὁμου̃ χαίρη̨ καὶ ὁ θερίζων

37 ἐν γὰρ τούτω̨ ὁ λόγος ἐστὶν ἀληθινòς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων

38 ἐγὼ ἀπέστειλα ὑμα̃ς θερίζειν ὃ οὐχ ὑμει̃ς κεκοπιάκατε ἄλλοι κεκοπιάκασιν καὶ ὑμει̃ς εἰς τòν κόπον αὐτω̃ν εἰσεληλύθατε

39 ἐκ δὲ τη̃ς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτòν τω̃ν Σαμαριτω̃ν διὰ τòν λόγον τη̃ς γυναικòς μαρτυρούσης ὅτι εἰ̃πέν μοι πάντα ἃ ἐποίησα

40 ὡς οὐ̃ν ἠ̃λθον πρòς αὐτòν οἱ Σαμαρι̃ται ἠρώτων αὐτòν μει̃ναι παρ' αὐτοι̃ς καὶ ἔμεινεν ἐκει̃ δύο ἡμέρας

41 καὶ πολλω̨̃ πλείους ἐπίστευσαν διὰ τòν λόγον αὐτου̃

42 τη̨̃ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν ὅτι οὑ̃τός ἐστιν ἀληθω̃ς ὁ σωτὴρ του̃ κόσμου

43 μετὰ δὲ τὰς δύο ἡμέρας ἐξη̃λθεν ἐκει̃θεν εἰς τὴν Γαλιλαίαν

44 αὐτòς γὰρ Ιησου̃ς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τη̨̃ ἰδία̨ πατρίδι τιμὴν οὐκ ἔχει

45 ὅτε οὐ̃ν ἠ̃λθεν εἰς τὴν Γαλιλαίαν ἐδέξαντο αὐτòν οἱ Γαλιλαι̃οι πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ιεροσολύμοις ἐν τη̨̃ ἑορτη̨̃ καὶ αὐτοὶ γὰρ ἠ̃λθον εἰς τὴν ἑορτήν

46 ἠ̃λθεν οὐ̃ν πάλιν εἰς τὴν Κανὰ τη̃ς Γαλιλαίας ὅπου ἐποίησεν τò ὕδωρ οἰ̃νον καὶ ἠ̃ν τις βασιλικòς οὑ̃ ὁ υἱòς ἠσθένει ἐν Καφαρναούμ

47 οὑ̃τος ἀκούσας ὅτι Ιησου̃ς ἥκει ἐκ τη̃ς Ιουδαίας εἰς τὴν Γαλιλαίαν ἀπη̃λθεν πρòς αὐτòν καὶ ἠρώτα ἵνα καταβη̨̃ καὶ ἰάσηται αὐτου̃ τòν υἱόν ἤμελλεν γὰρ ἀποθνή̨σκειν

48 εἰ̃πεν οὐ̃ν ὁ Ιησου̃ς πρòς αὐτόν ἐὰν μὴ σημει̃α καὶ τέρατα ἴδητε οὐ μὴ πιστεύσητε

49 λέγει πρòς αὐτòν ὁ βασιλικός κύριε κατάβηθι πρὶν ἀποθανει̃ν τò παιδίον μου

50 λέγει αὐτω̨̃ ὁ Ιησου̃ς πορεύου ὁ υἱός σου ζη̨̃ ἐπίστευσεν ὁ ἄνθρωπος τω̨̃ λόγω̨ ὃν εἰ̃πεν αὐτω̨̃ ὁ Ιησου̃ς καὶ ἐπορεύετο

51 ἤδη δὲ αὐτου̃ καταβαίνοντος οἱ δου̃λοι αὐτου̃ ὑπήντησαν αὐτω̨̃ λέγοντες ὅτι ὁ παι̃ς αὐτου̃ ζη̨̃

52 ἐπύθετο οὐ̃ν τὴν ὥραν παρ' αὐτω̃ν ἐν ἡ̨̃ κομψότερον ἔσχεν εἰ̃παν οὐ̃ν αὐτω̨̃ ὅτι ἐχθὲς ὥραν ἑβδόμην ἀφη̃κεν αὐτòν ὁ πυρετός

53 ἔγνω οὐ̃ν ὁ πατὴρ ὅτι ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ ἐν ἡ̨̃ εἰ̃πεν αὐτω̨̃ ὁ Ιησου̃ς ὁ υἱός σου ζη̨̃ καὶ ἐπίστευσεν αὐτòς καὶ ἡ οἰκία αὐτου̃ ὅλη

54 του̃το δὲ πάλιν δεύτερον σημει̃ον ἐποίησεν ὁ Ιησου̃ς ἐλθὼν ἐκ τη̃ς Ιουδαίας εἰς τὴν Γαλιλαίαν

 

Κεφάλαιον Ε' (5)

1 μετὰ ταυ̃τα ἠ̃ν ἑορτὴ τω̃ν Ιουδαίων καὶ ἀνέβη Ιησου̃ς εἰς Ιεροσόλυμα

2 ἔστιν δὲ ἐν τοι̃ς Ιεροσολύμοις ἐπὶ τη̨̃ προβατικη̨̃ κολυμβήθρα ἡ ἐπιλεγομένη Εβραϊστὶ Βηθζαθά πέντε στοὰς ἔχουσα

3 ἐν ταύταις κατέκειτο πλη̃θος τω̃ν ἀσθενούντων τυφλω̃ν χωλω̃ν ξηρω̃ν

5 ἠ̃ν δέ τις ἄνθρωπος ἐκει̃ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τη̨̃ ἀσθενεία̨ αὐτου̃

6 του̃τον ἰδὼν ὁ Ιησου̃ς κατακείμενον καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει λέγει αὐτω̨̃ θέλεις ὑγιὴς γενέσθαι

7 ἀπεκρίθη αὐτω̨̃ ὁ ἀσθενω̃ν κύριε ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθη̨̃ τò ὕδωρ βάλη̨ με εἰς τὴν κολυμβήθραν ἐν ὡ̨̃ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρò ἐμου̃ καταβαίνει

8 λέγει αὐτω̨̃ ὁ Ιησου̃ς ἔγειρε ἀ̃ρον τòν κράβαττόν σου καὶ περιπάτει

9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἠ̃ρεν τòν κράβαττον αὐτου̃ καὶ περιεπάτει ἠ̃ν δὲ σάββατον ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨

10 ἔλεγον οὐ̃ν οἱ Ιουδαι̃οι τω̨̃ τεθεραπευμένω̨ σάββατόν ἐστιν καὶ οὐκ ἔξεστίν σοι ἀ̃ραι τòν κράβαττόν σου

11 ὁ δὲ ἀπεκρίθη αὐτοι̃ς ὁ ποιήσας με ὑγιη̃ ἐκει̃νός μοι εἰ̃πεν ἀ̃ρον τòν κράβαττόν σου καὶ περιπάτει

12 ἠρώτησαν αὐτόν τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι ἀ̃ρον καὶ περιπάτει

13 ὁ δὲ ἰαθεὶς οὐκ ἤ̨δει τίς ἐστιν ὁ γὰρ Ιησου̃ς ἐξένευσεν ὄχλου ὄντος ἐν τω̨̃ τόπω̨

14 μετὰ ταυ̃τα εὑρίσκει αὐτòν ὁ Ιησου̃ς ἐν τω̨̃ ἱερω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἴδε ὑγιὴς γέγονας μηκέτι ἁμάρτανε ἵνα μὴ χει̃ρόν σοί τι γένηται

15 ἀπη̃λθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλεν τοι̃ς Ιουδαίοις ὅτι Ιησου̃ς ἐστιν ὁ ποιήσας αὐτòν ὑγιη̃

16 καὶ διὰ του̃το ἐδίωκον οἱ Ιουδαι̃οι τòν Ιησου̃ν ὅτι ταυ̃τα ἐποίει ἐν σαββάτω̨

17 ὁ δὲ Ιησου̃ς ἀπεκρίνατο αὐτοι̃ς ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι

18 διὰ του̃το οὐ̃ν μα̃λλον ἐζήτουν αὐτòν οἱ Ιουδαι̃οι ἀποκτει̃ναι ὅτι οὐ μόνον ἔλυεν τò σάββατον ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τòν θεόν ἴσον ἑαυτòν ποιω̃ν τω̨̃ θεω̨̃

19 ἀπεκρίνατο οὐ̃ν ὁ Ιησου̃ς καὶ ἔλεγεν αὐτοι̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν οὐ δύναται ὁ υἱòς ποιει̃ν ἀφ' ἑαυτου̃ οὐδὲν ἐὰν μή τι βλέπη̨ τòν πατέρα ποιου̃ντα ἃ γὰρ ἂν ἐκει̃νος ποιη̨̃ ταυ̃τα καὶ ὁ υἱòς ὁμοίως ποιει̃

20 ὁ γὰρ πατὴρ φιλει̃ τòν υἱòν καὶ πάντα δείκνυσιν αὐτω̨̃ ἃ αὐτòς ποιει̃ καὶ μείζονα τούτων δείξει αὐτω̨̃ ἔργα ἵνα ὑμει̃ς θαυμάζητε

21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζω̨οποιει̃ οὕτως καὶ ὁ υἱòς οὓς θέλει ζω̨οποιει̃

22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πα̃σαν δέδωκεν τω̨̃ υἱω̨̃

23 ἵνα πάντες τιμω̃σι τòν υἱòν καθὼς τιμω̃σι τòν πατέρα ὁ μὴ τιμω̃ν τòν υἱòν οὐ τιμα̨̃ τòν πατέρα τòν πέμψαντα αὐτόν

24 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι ὁ τòν λόγον μου ἀκούων καὶ πιστεύων τω̨̃ πέμψαντί με ἔχει ζωὴν αἰώνιον καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ του̃ θανάτου εἰς τὴν ζωήν

25 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι ἔρχεται ὥρα καὶ νυ̃ν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσουσιν τη̃ς φωνη̃ς του̃ υἱου̃ του̃ θεου̃ καὶ οἱ ἀκούσαντες ζήσουσιν

26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτω̨̃ οὕτως καὶ τω̨̃ υἱω̨̃ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτω̨̃

27 καὶ ἐξουσίαν ἔδωκεν αὐτω̨̃ κρίσιν ποιει̃ν ὅτι υἱòς ἀνθρώπου ἐστίν

28 μὴ θαυμάζετε του̃το ὅτι ἔρχεται ὥρα ἐν ἡ̨̃ πάντες οἱ ἐν τοι̃ς μνημείοις ἀκούσουσιν τη̃ς φωνη̃ς αὐτου̃

29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωη̃ς οἱ δὲ τὰ φαυ̃λα πράξαντες εἰς ἀνάστασιν κρίσεως

30 οὐ δύναμαι ἐγὼ ποιει̃ν ἀπ' ἐμαυτου̃ οὐδέν καθὼς ἀκούω κρίνω καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν ὅτι οὐ ζητω̃ τò θέλημα τò ἐμòν ἀλλὰ τò θέλημα του̃ πέμψαντός με

31 ἐὰν ἐγὼ μαρτυρω̃ περὶ ἐμαυτου̃ ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής

32 ἄλλος ἐστὶν ὁ μαρτυρω̃ν περὶ ἐμου̃ καὶ οἰ̃δα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρει̃ περὶ ἐμου̃

33 ὑμει̃ς ἀπεστάλκατε πρòς Ιωάννην καὶ μεμαρτύρηκεν τη̨̃ ἀληθεία̨

34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω ἀλλὰ ταυ̃τα λέγω ἵνα ὑμει̃ς σωθη̃τε

35 ἐκει̃νος ἠ̃ν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων ὑμει̃ς δὲ ἠθελήσατε ἀγαλλιαθη̃ναι πρòς ὥραν ἐν τω̨̃ φωτὶ αὐτου̃

36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω του̃ Ιωάννου τὰ γὰρ ἔργα ἃ δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά αὐτὰ τὰ ἔργα ἃ ποιω̃ μαρτυρει̃ περὶ ἐμου̃ ὅτι ὁ πατήρ με ἀπέσταλκεν

37 καὶ ὁ πέμψας με πατὴρ ἐκει̃νος μεμαρτύρηκεν περὶ ἐμου̃ οὔτε φωνὴν αὐτου̃ πώποτε ἀκηκόατε οὔτε εἰ̃δος αὐτου̃ ἑωράκατε

38 καὶ τòν λόγον αὐτου̃ οὐκ ἔχετε ἐν ὑμι̃ν μένοντα ὅτι ὃν ἀπέστειλεν ἐκει̃νος τούτω̨ ὑμει̃ς οὐ πιστεύετε

39 ἐραυνα̃τε τὰς γραφάς ὅτι ὑμει̃ς δοκει̃τε ἐν αὐται̃ς ζωὴν αἰώνιον ἔχειν καὶ ἐκει̃ναί εἰσιν αἱ μαρτυρου̃σαι περὶ ἐμου̃

40 καὶ οὐ θέλετε ἐλθει̃ν πρός με ἵνα ζωὴν ἔχητε

41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω

42 ἀλλὰ ἔγνωκα ὑμα̃ς ὅτι τὴν ἀγάπην του̃ θεου̃ οὐκ ἔχετε ἐν ἑαυτοι̃ς

43 ἐγὼ ἐλήλυθα ἐν τω̨̃ ὀνόματι του̃ πατρός μου καὶ οὐ λαμβάνετέ με ἐὰν ἄλλος ἔλθη̨ ἐν τω̨̃ ὀνόματι τω̨̃ ἰδίω̨ ἐκει̃νον λήμψεσθε

44 πω̃ς δύνασθε ὑμει̃ς πιστευ̃σαι δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ του̃ μόνου θεου̃ οὐ ζητει̃τε

45 μὴ δοκει̃τε ὅτι ἐγὼ κατηγορήσω ὑμω̃ν πρòς τòν πατέρα ἔστιν ὁ κατηγορω̃ν ὑμω̃ν Μωϋση̃ς εἰς ὃν ὑμει̃ς ἠλπίκατε

46 εἰ γὰρ ἐπιστεύετε Μωϋσει̃ ἐπιστεύετε ἂν ἐμοί περὶ γὰρ ἐμου̃ ἐκει̃νος ἔγραψεν

47 εἰ δὲ τοι̃ς ἐκείνου γράμμασιν οὐ πιστεύετε πω̃ς τοι̃ς ἐμοι̃ς ῥήμασιν πιστεύσετε

 

Κεφάλαιον ΣΤ' (6)

1 μετὰ ταυ̃τα ἀπη̃λθεν ὁ Ιησου̃ς πέραν τη̃ς θαλάσσης τη̃ς Γαλιλαίας τη̃ς Τιβεριάδος

2 ἠκολούθει δὲ αὐτω̨̃ ὄχλος πολύς ὅτι ἐθεώρουν τὰ σημει̃α ἃ ἐποίει ἐπὶ τω̃ν ἀσθενούντων

3 ἀνη̃λθεν δὲ εἰς τò ὄρος Ιησου̃ς καὶ ἐκει̃ ἐκάθητο μετὰ τω̃ν μαθητω̃ν αὐτου̃

4 ἠ̃ν δὲ ἐγγὺς τò πάσχα ἡ ἑορτὴ τω̃ν Ιουδαίων

5 ἐπάρας οὐ̃ν τοὺς ὀφθαλμοὺς ὁ Ιησου̃ς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρòς αὐτòν λέγει πρòς Φίλιππον πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὑ̃τοι

6 του̃το δὲ ἔλεγεν πειράζων αὐτόν αὐτòς γὰρ ἤ̨δει τί ἔμελλεν ποιει̃ν

7 ἀπεκρίθη αὐτω̨̃ ὁ Φίλιππος διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκου̃σιν αὐτοι̃ς ἵνα ἕκαστος βραχύ τι λάβη̨

8 λέγει αὐτω̨̃ εἱ̃ς ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ Ανδρέας ὁ ἀδελφòς Σίμωνος Πέτρου

9 ἔστιν παιδάριον ὡ̃δε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια ἀλλὰ ταυ̃τα τί ἐστιν εἰς τοσούτους

10 εἰ̃πεν ὁ Ιησου̃ς ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσει̃ν ἠ̃ν δὲ χόρτος πολὺς ἐν τω̨̃ τόπω̨ ἀνέπεσαν οὐ̃ν οἱ ἄνδρες τòν ἀριθμòν ὡς πεντακισχίλιοι

11 ἔλαβεν οὐ̃ν τοὺς ἄρτους ὁ Ιησου̃ς καὶ εὐχαριστήσας διέδωκεν τοι̃ς ἀνακειμένοις ὁμοίως καὶ ἐκ τω̃ν ὀψαρίων ὅσον ἤθελον

12 ὡς δὲ ἐνεπλήσθησαν λέγει τοι̃ς μαθηται̃ς αὐτου̃ συναγάγετε τὰ περισσεύσαντα κλάσματα ἵνα μή τι ἀπόληται

13 συνήγαγον οὐ̃ν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τω̃ν πέντε ἄρτων τω̃ν κριθίνων ἃ ἐπερίσσευσαν τοι̃ς βεβρωκόσιν

14 οἱ οὐ̃ν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημει̃ον ἔλεγον ὅτι οὑ̃τός ἐστιν ἀληθω̃ς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τòν κόσμον

15 Ιησου̃ς οὐ̃ν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτòν ἵνα ποιήσωσιν βασιλέα ἀνεχώρησεν πάλιν εἰς τò ὄρος αὐτòς μόνος

16 ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτου̃ ἐπὶ τὴν θάλασσαν

17 καὶ ἐμβάντες εἰς πλοι̃ον ἤρχοντο πέραν τη̃ς θαλάσσης εἰς Καφαρναούμ καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει πρòς αὐτοὺς ὁ Ιησου̃ς

18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο

19 ἐληλακότες οὐ̃ν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωρου̃σιν τòν Ιησου̃ν περιπατου̃ντα ἐπὶ τη̃ς θαλάσσης καὶ ἐγγὺς του̃ πλοίου γινόμενον καὶ ἐφοβήθησαν

20 ὁ δὲ λέγει αὐτοι̃ς ἐγώ εἰμι μὴ φοβει̃σθε

21 ἤθελον οὐ̃ν λαβει̃ν αὐτòν εἰς τò πλοι̃ον καὶ εὐθέως ἐγένετο τò πλοι̃ον ἐπὶ τη̃ς γη̃ς εἰς ἣν ὑπη̃γον

22 τη̨̃ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τη̃ς θαλάσσης εἰ̃δον ὅτι πλοιάριον ἄλλο οὐκ ἠ̃ν ἐκει̃ εἰ μὴ ἕν καὶ ὅτι οὐ συνειση̃λθεν τοι̃ς μαθηται̃ς αὐτου̃ ὁ Ιησου̃ς εἰς τò πλοι̃ον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτου̃ ἀπη̃λθον

23 ἄλλα ἠ̃λθεν πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς του̃ τόπου ὅπου ἔφαγον τòν ἄρτον εὐχαριστήσαντος του̃ κυρίου

24 ὅτε οὐ̃ν εἰ̃δεν ὁ ὄχλος ὅτι Ιησου̃ς οὐκ ἔστιν ἐκει̃ οὐδὲ οἱ μαθηταὶ αὐτου̃ ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἠ̃λθον εἰς Καφαρναοὺμ ζητου̃ντες τòν Ιησου̃ν

25 καὶ εὑρόντες αὐτòν πέραν τη̃ς θαλάσσης εἰ̃πον αὐτω̨̃ ῥαββί πότε ὡ̃δε γέγονας

26 ἀπεκρίθη αὐτοι̃ς ὁ Ιησου̃ς καὶ εἰ̃πεν ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ζητει̃τέ με οὐχ ὅτι εἴδετε σημει̃α ἀλλ' ὅτι ἐφάγετε ἐκ τω̃ν ἄρτων καὶ ἐχορτάσθητε

27 ἐργάζεσθε μὴ τὴν βρω̃σιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρω̃σιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον ἣν ὁ υἱòς του̃ ἀνθρώπου ὑμι̃ν δώσει του̃τον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός

28 εἰ̃πον οὐ̃ν πρòς αὐτόν τί ποιω̃μεν ἵνα ἐργαζώμεθα τὰ ἔργα του̃ θεου̃

29 ἀπεκρίθη ὁ Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς του̃τό ἐστιν τò ἔργον του̃ θεου̃ ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκει̃νος

30 εἰ̃πον οὐ̃ν αὐτω̨̃ τί οὐ̃ν ποιει̃ς σὺ σημει̃ον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι τί ἐργάζη̨

31 οἱ πατέρες ἡμω̃ν τò μάννα ἔφαγον ἐν τη̨̃ ἐρήμω̨ καθώς ἐστιν γεγραμμένον ἄρτον ἐκ του̃ οὐρανου̃ ἔδωκεν αὐτοι̃ς φαγει̃ν

32 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν οὐ Μωϋση̃ς δέδωκεν ὑμι̃ν τòν ἄρτον ἐκ του̃ οὐρανου̃ ἀλλ' ὁ πατήρ μου δίδωσιν ὑμι̃ν τòν ἄρτον ἐκ του̃ οὐρανου̃ τòν ἀληθινόν

33 ὁ γὰρ ἄρτος του̃ θεου̃ ἐστιν ὁ καταβαίνων ἐκ του̃ οὐρανου̃ καὶ ζωὴν διδοὺς τω̨̃ κόσμω̨

34 εἰ̃πον οὐ̃ν πρòς αὐτόν κύριε πάντοτε δòς ἡμι̃ν τòν ἄρτον του̃τον

35 εἰ̃πεν αὐτοι̃ς ὁ Ιησου̃ς ἐγώ εἰμι ὁ ἄρτος τη̃ς ζωη̃ς ὁ ἐρχόμενος πρός ἐμὲ οὐ μὴ πεινάση̨ καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε

36 ἀλλ' εἰ̃πον ὑμι̃ν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε

37 πα̃ν ὃ δίδωσίν μοι ὁ πατὴρ πρòς ἐμὲ ἥξει καὶ τòν ἐρχόμενον πρòς ἐμὲ οὐ μὴ ἐκβάλω ἔξω

38 ὅτι καταβέβηκα ἀπò του̃ οὐρανου̃ οὐχ ἵνα ποιω̃ τò θέλημα τò ἐμòν ἀλλὰ τò θέλημα του̃ πέμψαντός με

39 του̃το δέ ἐστιν τò θέλημα του̃ πέμψαντός με ἵνα πα̃ν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτου̃ ἀλλὰ ἀναστήσω αὐτò ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨

40 του̃το γάρ ἐστιν τò θέλημα του̃ πατρός μου ἵνα πα̃ς ὁ θεωρω̃ν τòν υἱòν καὶ πιστεύων εἰς αὐτòν ἔχη̨ ζωὴν αἰώνιον καὶ ἀναστήσω αὐτòν ἐγὼ ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨

41 ἐγόγγυζον οὐ̃ν οἱ Ιουδαι̃οι περὶ αὐτου̃ ὅτι εἰ̃πεν ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ του̃ οὐρανου̃

42 καὶ ἔλεγον οὐχ οὑ̃τός ἐστιν Ιησου̃ς ὁ υἱòς Ιωσήφ οὑ̃ ἡμει̃ς οἴδαμεν τòν πατέρα καὶ τὴν μητέρα πω̃ς νυ̃ν λέγει ὅτι ἐκ του̃ οὐρανου̃ καταβέβηκα

43 ἀπεκρίθη Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς μὴ γογγύζετε μετ' ἀλλήλων

44 οὐδεὶς δύναται ἐλθει̃ν πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύση̨ αὐτόν κἀγὼ ἀναστήσω αὐτòν ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨

45 ἔστιν γεγραμμένον ἐν τοι̃ς προφήταις καὶ ἔσονται πάντες διδακτοὶ θεου̃ πα̃ς ὁ ἀκούσας παρὰ του̃ πατρòς καὶ μαθὼν ἔρχεται πρòς ἐμέ

46 οὐχ ὅτι τòν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ του̃ θεου̃ οὑ̃τος ἑώρακεν τòν πατέρα

47 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον

48 ἐγώ εἰμι ὁ ἄρτος τη̃ς ζωη̃ς

49 οἱ πατέρες ὑμω̃ν ἔφαγον ἐν τη̨̃ ἐρήμω̨ τò μάννα καὶ ἀπέθανον

50 οὑ̃τός ἐστιν ὁ ἄρτος ὁ ἐκ του̃ οὐρανου̃ καταβαίνων ἵνα τις ἐξ αὐτου̃ φάγη̨ καὶ μὴ ἀποθάνη̨

51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζω̃ν ὁ ἐκ του̃ οὐρανου̃ καταβάς ἐάν τις φάγη̨ ἐκ τούτου του̃ ἄρτου ζήσει εἰς τòν αἰω̃να καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τη̃ς του̃ κόσμου ζωη̃ς

52 ἐμάχοντο οὐ̃ν πρòς ἀλλήλους οἱ Ιουδαι̃οι λέγοντες πω̃ς δύναται οὑ̃τος ἡμι̃ν δου̃ναι τὴν σάρκα αὐτου̃ φαγει̃ν

53 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ἐὰν μὴ φάγητε τὴν σάρκα του̃ υἱου̃ του̃ ἀνθρώπου καὶ πίητε αὐτου̃ τò αἱ̃μα οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοι̃ς

54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τò αἱ̃μα ἔχει ζωὴν αἰώνιον κἀγὼ ἀναστήσω αὐτòν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨

55 ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρω̃σις καὶ τò αἱ̃μά μου ἀληθής ἐστιν πόσις

56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τò αἱ̃μα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτω̨̃

57 καθὼς ἀπέστειλέν με ὁ ζω̃ν πατὴρ κἀγὼ ζω̃ διὰ τòν πατέρα καὶ ὁ τρώγων με κἀκει̃νος ζήσει δι' ἐμέ

58 οὑ̃τός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανου̃ καταβάς οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον ὁ τρώγων του̃τον τòν ἄρτον ζήσει εἰς τòν αἰω̃να

59 ταυ̃τα εἰ̃πεν ἐν συναγωγη̨̃ διδάσκων ἐν Καφαρναούμ

60 πολλοὶ οὐ̃ν ἀκούσαντες ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ εἰ̃παν σκληρός ἐστιν ὁ λόγος οὑ̃τος τίς δύναται αὐτου̃ ἀκούειν

61 εἰδὼς δὲ ὁ Ιησου̃ς ἐν ἑαυτω̨̃ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτου̃ εἰ̃πεν αὐτοι̃ς του̃το ὑμα̃ς σκανδαλίζει

62 ἐὰν οὐ̃ν θεωρη̃τε τòν υἱòν του̃ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἠ̃ν τò πρότερον

63 τò πνευ̃μά ἐστιν τò ζω̨οποιου̃ν ἡ σὰρξ οὐκ ὠφελει̃ οὐδέν τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμι̃ν πνευ̃μά ἐστιν καὶ ζωή ἐστιν

64 ἀλλ' εἰσὶν ἐξ ὑμω̃ν τινες οἳ οὐ πιστεύουσιν ἤ̨δει γὰρ ἐξ ἀρχη̃ς ὁ Ιησου̃ς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν

65 καὶ ἔλεγεν διὰ του̃το εἴρηκα ὑμι̃ν ὅτι οὐδεὶς δύναται ἐλθει̃ν πρός με ἐὰν μὴ ἠ̨̃ δεδομένον αὐτω̨̃ ἐκ του̃ πατρός

66 ἐκ τούτου πολλοὶ ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ ἀπη̃λθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ' αὐτου̃ περιεπάτουν

67 εἰ̃πεν οὐ̃ν ὁ Ιησου̃ς τοι̃ς δώδεκα μὴ καὶ ὑμει̃ς θέλετε ὑπάγειν

68 ἀπεκρίθη αὐτω̨̃ Σίμων Πέτρος κύριε πρòς τίνα ἀπελευσόμεθα ῥήματα ζωη̃ς αἰωνίου ἔχεις

69 καὶ ἡμει̃ς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἰ̃ ὁ ἅγιος του̃ θεου̃

70 ἀπεκρίθη αὐτοι̃ς ὁ Ιησου̃ς οὐκ ἐγὼ ὑμα̃ς τοὺς δώδεκα ἐξελεξάμην καὶ ἐξ ὑμω̃ν εἱ̃ς διάβολός ἐστιν

71 ἔλεγεν δὲ τòν Ιούδαν Σίμωνος Ισκαριώτου οὑ̃τος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν εἱ̃ς ἐκ τω̃ν δώδεκα

 

Κεφάλαιον Ζ' (7)

1 καὶ μετὰ ταυ̃τα περιεπάτει ὁ Ιησου̃ς ἐν τη̨̃ Γαλιλαία̨ οὐ γὰρ ἤθελεν ἐν τη̨̃ Ιουδαία̨ περιπατει̃ν ὅτι ἐζήτουν αὐτòν οἱ Ιουδαι̃οι ἀποκτει̃ναι

2 ἠ̃ν δὲ ἐγγὺς ἡ ἑορτὴ τω̃ν Ιουδαίων ἡ σκηνοπηγία

3 εἰ̃πον οὐ̃ν πρòς αὐτòν οἱ ἀδελφοὶ αὐτου̃ μετάβηθι ἐντευ̃θεν καὶ ὕπαγε εἰς τὴν Ιουδαίαν ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σου̃ τὰ ἔργα ἃ ποιει̃ς

4 οὐδεὶς γάρ τι ἐν κρυπτω̨̃ ποιει̃ καὶ ζητει̃ αὐτòς ἐν παρρησία̨ εἰ̃ναι εἰ ταυ̃τα ποιει̃ς φανέρωσον σεαυτòν τω̨̃ κόσμω̨

5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτου̃ ἐπίστευον εἰς αὐτόν

6 λέγει οὐ̃ν αὐτοι̃ς ὁ Ιησου̃ς ὁ καιρòς ὁ ἐμòς οὔπω πάρεστιν ὁ δὲ καιρòς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος

7 οὐ δύναται ὁ κόσμος μισει̃ν ὑμα̃ς ἐμὲ δὲ μισει̃ ὅτι ἐγὼ μαρτυρω̃ περὶ αὐτου̃ ὅτι τὰ ἔργα αὐτου̃ πονηρά ἐστιν

8 ὑμει̃ς ἀνάβητε εἰς τὴν ἑορτήν ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην ὅτι ὁ ἐμòς καιρòς οὔπω πεπλήρωται

9 ταυ̃τα δὲ εἰπὼν αὐτòς ἔμεινεν ἐν τη̨̃ Γαλιλαία̨

10 ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτου̃ εἰς τὴν ἑορτήν τότε καὶ αὐτòς ἀνέβη οὐ φανερω̃ς ἀλλὰ ὡς ἐν κρυπτω̨̃

11 οἱ οὐ̃ν Ιουδαι̃οι ἐζήτουν αὐτòν ἐν τη̨̃ ἑορτη̨̃ καὶ ἔλεγον που̃ ἐστιν ἐκει̃νος

12 καὶ γογγυσμòς περὶ αὐτου̃ ἠ̃ν πολὺς ἐν τοι̃ς ὄχλοις οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν ἄλλοι δὲ ἔλεγον οὔ ἀλλὰ πλανα̨̃ τòν ὄχλον

13 οὐδεὶς μέντοι παρρησία̨ ἐλάλει περὶ αὐτου̃ διὰ τòν φόβον τω̃ν Ιουδαίων

14 ἤδη δὲ τη̃ς ἑορτη̃ς μεσούσης ἀνέβη Ιησου̃ς εἰς τò ἱερòν καὶ ἐδίδασκεν

15 ἐθαύμαζον οὐ̃ν οἱ Ιουδαι̃οι λέγοντες πω̃ς οὑ̃τος γράμματα οἰ̃δεν μὴ μεμαθηκώς

16 ἀπεκρίθη οὐ̃ν αὐτοι̃ς ὁ Ιησου̃ς καὶ εἰ̃πεν ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ του̃ πέμψαντός με

17 ἐάν τις θέλη̨ τò θέλημα αὐτου̃ ποιει̃ν γνώσεται περὶ τη̃ς διδαχη̃ς πότερον ἐκ του̃ θεου̃ ἐστιν ἢ ἐγὼ ἀπ' ἐμαυτου̃ λαλω̃

18 ὁ ἀφ' ἑαυτου̃ λαλω̃ν τὴν δόξαν τὴν ἰδίαν ζητει̃ ὁ δὲ ζητω̃ν τὴν δόξαν του̃ πέμψαντος αὐτόν οὑ̃τος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτω̨̃ οὐκ ἔστιν

19 οὐ Μωϋση̃ς δέδωκεν ὑμι̃ν τòν νόμον καὶ οὐδεὶς ἐξ ὑμω̃ν ποιει̃ τòν νόμον τί με ζητει̃τε ἀποκτει̃ναι

20 ἀπεκρίθη ὁ ὄχλος δαιμόνιον ἔχεις τίς σε ζητει̃ ἀποκτει̃ναι

21 ἀπεκρίθη Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε

22 διὰ του̃το Μωϋση̃ς δέδωκεν ὑμι̃ν τὴν περιτομήν οὐχ ὅτι ἐκ του̃ Μωϋσέως ἐστὶν ἀλλ' ἐκ τω̃ν πατέρων καὶ ἐν σαββάτω̨ περιτέμνετε ἄνθρωπον

23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτω̨ ἵνα μὴ λυθη̨̃ ὁ νόμος Μωϋσέως ἐμοὶ χολα̃τε ὅτι ὅλον ἄνθρωπον ὑγιη̃ ἐποίησα ἐν σαββάτω̨

24 μὴ κρίνετε κατ' ὄψιν ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε

25 ἔλεγον οὐ̃ν τινες ἐκ τω̃ν Ιεροσολυμιτω̃ν οὐχ οὑ̃τός ἐστιν ὃν ζητου̃σιν ἀποκτει̃ναι

26 καὶ ἴδε παρρησία̨ λαλει̃ καὶ οὐδὲν αὐτω̨̃ λέγουσιν μήποτε ἀληθω̃ς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὑ̃τός ἐστιν ὁ Χριστός

27 ἀλλὰ του̃τον οἴδαμεν πόθεν ἐστίν ὁ δὲ Χριστòς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν

28 ἔκραξεν οὐ̃ν ἐν τω̨̃ ἱερω̨̃ διδάσκων ὁ Ιησου̃ς καὶ λέγων κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί καὶ ἀπ' ἐμαυτου̃ οὐκ ἐλήλυθα ἀλλ' ἔστιν ἀληθινòς ὁ πέμψας με ὃν ὑμει̃ς οὐκ οἴδατε

29 ἐγὼ οἰ̃δα αὐτόν ὅτι παρ' αὐτου̃ εἰμι κἀκει̃νός με ἀπέστειλεν

30 ἐζήτουν οὐ̃ν αὐτòν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτòν τὴν χει̃ρα ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτου̃

31 ἐκ του̃ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν καὶ ἔλεγον ὁ Χριστòς ὅταν ἔλθη̨ μὴ πλείονα σημει̃α ποιήσει ὡ̃ν οὑ̃τος ἐποίησεν

32 ἤκουσαν οἱ Φαρισαι̃οι του̃ ὄχλου γογγύζοντος περὶ αὐτου̃ ταυ̃τα καὶ ἀπέστειλαν οἱ ἀρχιερει̃ς καὶ οἱ Φαρισαι̃οι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν

33 εἰ̃πεν οὐ̃ν ὁ Ιησου̃ς ἔτι χρόνον μικρòν μεθ' ὑμω̃ν εἰμι καὶ ὑπάγω πρòς τòν πέμψαντά με

34 ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν

35 εἰ̃πον οὐ̃ν οἱ Ιουδαι̃οι πρòς ἑαυτούς που̃ οὑ̃τος μέλλει πορεύεσθαι ὅτι ἡμει̃ς οὐχ εὑρήσομεν αὐτόν μὴ εἰς τὴν διασπορὰν τω̃ν Ελλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Έλληνας

36 τίς ἐστιν ὁ λόγος οὑ̃τος ὃν εἰ̃πεν ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν

37 ἐν δὲ τη̨̃ ἐσχάτη̨ ἡμέρα̨ τη̨̃ μεγάλη̨ τη̃ς ἑορτη̃ς εἱστήκει ὁ Ιησου̃ς καὶ ἔκραξεν λέγων ἐάν τις διψα̨̃ ἐρχέσθω πρός με καὶ πινέτω

38 ὁ πιστεύων εἰς ἐμέ καθὼς εἰ̃πεν ἡ γραφή ποταμοὶ ἐκ τη̃ς κοιλίας αὐτου̃ ῥεύσουσιν ὕδατος ζω̃ντος

39 του̃το δὲ εἰ̃πεν περὶ του̃ πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν οὔπω γὰρ ἠ̃ν πνευ̃μα ὅτι Ιησου̃ς οὐδέπω ἐδοξάσθη

40 ἐκ του̃ ὄχλου οὐ̃ν ἀκούσαντες τω̃ν λόγων τούτων ἔλεγον οὑ̃τός ἐστιν ἀληθω̃ς ὁ προφήτης

41 ἄλλοι ἔλεγον οὑ̃τός ἐστιν ὁ Χριστός οἱ δὲ ἔλεγον μὴ γὰρ ἐκ τη̃ς Γαλιλαίας ὁ Χριστòς ἔρχεται

42 οὐχ ἡ γραφὴ εἰ̃πεν ὅτι ἐκ του̃ σπέρματος Δαυίδ καὶ ἀπò Βηθλέεμ τη̃ς κώμης ὅπου ἠ̃ν Δαυίδ ἔρχεται ὁ Χριστòς

43 σχίσμα οὐ̃ν ἐγένετο ἐν τω̨̃ ὄχλω̨ δι' αὐτόν

44 τινὲς δὲ ἤθελον ἐξ αὐτω̃ν πιάσαι αὐτόν ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτòν τὰς χει̃ρας

45 ἠ̃λθον οὐ̃ν οἱ ὑπηρέται πρòς τοὺς ἀρχιερει̃ς καὶ Φαρισαίους καὶ εἰ̃πον αὐτοι̃ς ἐκει̃νοι διὰ τί οὐκ ἠγάγετε αὐτόν

46 ἀπεκρίθησαν οἱ ὑπηρέται οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος

47 ἀπεκρίθησαν οὐ̃ν αὐτοι̃ς οἱ Φαρισαι̃οι μὴ καὶ ὑμει̃ς πεπλάνησθε

48 μή τις ἐκ τω̃ν ἀρχόντων ἐπίστευσεν εἰς αὐτòν ἢ ἐκ τω̃ν Φαρισαίων

49 ἀλλὰ ὁ ὄχλος οὑ̃τος ὁ μὴ γινώσκων τòν νόμον ἐπάρατοί εἰσιν

50 λέγει Νικόδημος πρòς αὐτούς ὁ ἐλθὼν πρòς αὐτòν τò πρότερον εἱ̃ς ὢν ἐξ αὐτω̃ν

51 μὴ ὁ νόμος ἡμω̃ν κρίνει τòν ἄνθρωπον ἐὰν μὴ ἀκούση̨ πρω̃τον παρ' αὐτου̃ καὶ γνω̨̃ τί ποιει̃

52 ἀπεκρίθησαν καὶ εἰ̃παν αὐτω̨̃ μὴ καὶ σὺ ἐκ τη̃ς Γαλιλαίας εἰ̃ ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τη̃ς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται

53 καὶ ἐπορεύθησαν ἕκαστος εἰς τòν οἰ̃κον αὐτου̃

 

Κεφάλαιον Η' (8)

1 Ιησου̃ς δὲ ἐπορεύθη εἰς τò ὄρος τω̃ν ἐλαιω̃ν

2 ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τò ἱερόν καὶ πα̃ς ὁ λαòς ἤρχετο πρòς αὐτόν καὶ καθίσας ἐδίδασκεν αὐτούς

3 ἄγουσιν δὲ οἱ γραμματει̃ς καὶ οἱ Φαρισαι̃οι γυναι̃κα ἐπὶ μοιχεία̨ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσω̨

4 λέγουσιν αὐτω̨̃ διδάσκαλε αὕτη ἡ γυνὴ κατείληπται ἐπ' αὐτοφώρω̨ μοιχευομένη

5 ἐν δὲ τω̨̃ νόμω̨ ἡμι̃ν Μωϋση̃ς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν σὺ οὐ̃ν τί λέγεις

6 του̃το δὲ ἔλεγον πειράζοντες αὐτόν ἵνα ἔχωσιν κατηγορει̃ν αὐτου̃ ὁ δὲ Ιησου̃ς κάτω κύψας τω̨̃ δακτύλω̨ κατέγραφεν εἰς τὴν γη̃ν

7 ὡς δὲ ἐπέμενον ἐρωτω̃ντες αὐτόν ἀνέκυψεν καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ἀναμάρτητος ὑμω̃ν πρω̃τος ἐπ' αὐτὴν βαλέτω λίθον

8 καὶ πάλιν κατακύψας ἔγραφεν εἰς τὴν γη̃ν

9 οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἱ̃ς καθ' εἱ̃ς ἀρξάμενοι ἀπò τω̃ν πρεσβυτέρων καὶ κατελείφθη μόνος καὶ ἡ γυνὴ ἐν μέσω̨ οὐ̃σα

10 ἀνακύψας δὲ ὁ Ιησου̃ς εἰ̃πεν αὐτη̨̃ γύναι που̃ εἰσιν οὐδείς σε κατέκρινεν

11 ἡ δὲ εἰ̃πεν οὐδείς κύριε εἰ̃πεν δὲ ὁ Ιησου̃ς οὐδὲ ἐγώ σε κατακρίνω πορεύου καὶ ἀπò του̃ νυ̃ν μηκέτι ἁμάρτανε

12 πάλιν οὐ̃ν αὐτοι̃ς ἐλάλησεν ὁ Ιησου̃ς λέγων ἐγώ εἰμι τò φω̃ς του̃ κόσμου ὁ ἀκολουθω̃ν ἐμοὶ οὐ μὴ περιπατήση̨ ἐν τη̨̃ σκοτία̨ ἀλλ' ἕξει τò φω̃ς τη̃ς ζωη̃ς

13 εἰ̃πον οὐ̃ν αὐτω̨̃ οἱ Φαρισαι̃οι σὺ περὶ σεαυτου̃ μαρτυρει̃ς ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής

14 ἀπεκρίθη Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς κἂν ἐγὼ μαρτυρω̃ περὶ ἐμαυτου̃ ἀληθής ἐστιν ἡ μαρτυρία μου ὅτι οἰ̃δα πόθεν ἠ̃λθον καὶ που̃ ὑπάγω ὑμει̃ς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ που̃ ὑπάγω

15 ὑμει̃ς κατὰ τὴν σάρκα κρίνετε ἐγὼ οὐ κρίνω οὐδένα

16 καὶ ἐὰν κρίνω δὲ ἐγώ ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν ὅτι μόνος οὐκ εἰμί ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με πατήρ

17 καὶ ἐν τω̨̃ νόμω̨ δὲ τω̨̃ ὑμετέρω̨ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν

18 ἐγώ εἰμι ὁ μαρτυρω̃ν περὶ ἐμαυτου̃ καὶ μαρτυρει̃ περὶ ἐμου̃ ὁ πέμψας με πατήρ

19 ἔλεγον οὐ̃ν αὐτω̨̃ που̃ ἐστιν ὁ πατήρ σου ἀπεκρίθη Ιησου̃ς οὔτε ἐμὲ οἴδατε οὔτε τòν πατέρα μου εἰ ἐμὲ ἤ̨δειτε καὶ τòν πατέρα μου ἂν ἤ̨δειτε

20 ταυ̃τα τὰ ῥήματα ἐλάλησεν ἐν τω̨̃ γαζοφυλακίω̨ διδάσκων ἐν τω̨̃ ἱερω̨̃ καὶ οὐδεὶς ἐπίασεν αὐτόν ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτου̃

21 εἰ̃πεν οὐ̃ν πάλιν αὐτοι̃ς ἐγὼ ὑπάγω καὶ ζητήσετέ με καὶ ἐν τη̨̃ ἁμαρτία̨ ὑμω̃ν ἀποθανει̃σθε ὅπου ἐγὼ ὑπάγω ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν

22 ἔλεγον οὐ̃ν οἱ Ιουδαι̃οι μήτι ἀποκτενει̃ ἑαυτόν ὅτι λέγει ὅπου ἐγὼ ὑπάγω ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν

23 καὶ ἔλεγεν αὐτοι̃ς ὑμει̃ς ἐκ τω̃ν κάτω ἐστέ ἐγὼ ἐκ τω̃ν ἄνω εἰμί ὑμει̃ς ἐκ τούτου του̃ κόσμου ἐστέ ἐγὼ οὐκ εἰμὶ ἐκ του̃ κόσμου τούτου

24 εἰ̃πον οὐ̃ν ὑμι̃ν ὅτι ἀποθανει̃σθε ἐν ται̃ς ἁμαρτίαις ὑμω̃ν ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι ἀποθανει̃σθε ἐν ται̃ς ἁμαρτίαις ὑμω̃ν

25 ἔλεγον οὐ̃ν αὐτω̨̃ σὺ τίς εἰ̃ εἰ̃πεν αὐτοι̃ς ὁ Ιησου̃ς τὴν ἀρχὴν ὅ τι καὶ λαλω̃ ὑμι̃ν

26 πολλὰ ἔχω περὶ ὑμω̃ν λαλει̃ν καὶ κρίνειν ἀλλ' ὁ πέμψας με ἀληθής ἐστιν κἀγὼ ἃ ἤκουσα παρ' αὐτου̃ ταυ̃τα λαλω̃ εἰς τòν κόσμον

27 οὐκ ἔγνωσαν ὅτι τòν πατέρα αὐτοι̃ς ἔλεγεν

28 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ Ιησου̃ς ὅταν ὑψώσητε τòν υἱòν του̃ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι καὶ ἀπ' ἐμαυτου̃ ποιω̃ οὐδέν ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταυ̃τα λαλω̃

29 καὶ ὁ πέμψας με μετ' ἐμου̃ ἐστιν οὐκ ἀφη̃κέν με μόνον ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτω̨̃ ποιω̃ πάντοτε

30 ταυ̃τα αὐτου̃ λαλου̃ντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν

31 ἔλεγεν οὐ̃ν ὁ Ιησου̃ς πρòς τοὺς πεπιστευκότας αὐτω̨̃ Ιουδαίους ἐὰν ὑμει̃ς μείνητε ἐν τω̨̃ λόγω̨ τω̨̃ ἐμω̨̃ ἀληθω̃ς μαθηταί μού ἐστε

32 καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμα̃ς

33 ἀπεκρίθησαν πρòς αὐτόν σπέρμα Αβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε πω̃ς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε

34 ἀπεκρίθη αὐτοι̃ς ὁ Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι πα̃ς ὁ ποιω̃ν τὴν ἁμαρτίαν δου̃λός ἐστιν τη̃ς ἁμαρτίας

35 ὁ δὲ δου̃λος οὐ μένει ἐν τη̨̃ οἰκία̨ εἰς τòν αἰω̃να ὁ υἱòς μένει εἰς τòν αἰω̃να

36 ἐὰν οὐ̃ν ὁ υἱòς ὑμα̃ς ἐλευθερώση̨ ὄντως ἐλεύθεροι ἔσεσθε

37 οἰ̃δα ὅτι σπέρμα Αβραάμ ἐστε ἀλλὰ ζητει̃τέ με ἀποκτει̃ναι ὅτι ὁ λόγος ὁ ἐμòς οὐ χωρει̃ ἐν ὑμι̃ν

38 ἃ ἐγὼ ἑώρακα παρὰ τω̨̃ πατρὶ λαλω̃ καὶ ὑμει̃ς οὐ̃ν ἃ ἠκούσατε παρὰ του̃ πατρòς ποιει̃τε

39 ἀπεκρίθησαν καὶ εἰ̃παν αὐτω̨̃ ὁ πατὴρ ἡμω̃ν Αβραάμ ἐστιν λέγει αὐτοι̃ς ὁ Ιησου̃ς εἰ τέκνα του̃ Αβραάμ ἐστε τὰ ἔργα του̃ Αβραὰμ ἐποιει̃τε

40 νυ̃ν δὲ ζητει̃τέ με ἀποκτει̃ναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμι̃ν λελάληκα ἣν ἤκουσα παρὰ του̃ θεου̃ του̃το Αβραὰμ οὐκ ἐποίησεν

41 ὑμει̃ς ποιει̃τε τὰ ἔργα του̃ πατρòς ὑμω̃ν εἰ̃παν οὐ̃ν αὐτω̨̃ ἡμει̃ς ἐκ πορνείας οὐ γεγεννήμεθα ἕνα πατέρα ἔχομεν τòν θεόν

42 εἰ̃πεν αὐτοι̃ς ὁ Ιησου̃ς εἰ ὁ θεòς πατὴρ ὑμω̃ν ἠ̃ν ἠγαπα̃τε ἂν ἐμέ ἐγὼ γὰρ ἐκ του̃ θεου̃ ἐξη̃λθον καὶ ἥκω οὐδὲ γὰρ ἀπ' ἐμαυτου̃ ἐλήλυθα ἀλλ' ἐκει̃νός με ἀπέστειλεν

43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε ὅτι οὐ δύνασθε ἀκούειν τòν λόγον τòν ἐμόν

44 ὑμει̃ς ἐκ του̃ πατρòς του̃ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας του̃ πατρòς ὑμω̃ν θέλετε ποιει̃ν ἐκει̃νος ἀνθρωποκτόνος ἠ̃ν ἀπ' ἀρχη̃ς καὶ ἐν τη̨̃ ἀληθεία̨ οὐκ ἔστηκεν ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτω̨̃ ὅταν λαλη̨̃ τò ψευ̃δος ἐκ τω̃ν ἰδίων λαλει̃ ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτου̃

45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω οὐ πιστεύετέ μοι

46 τίς ἐξ ὑμω̃ν ἐλέγχει με περὶ ἁμαρτίας εἰ ἀλήθειαν λέγω διὰ τί ὑμει̃ς οὐ πιστεύετέ μοι

47 ὁ ὢν ἐκ του̃ θεου̃ τὰ ῥήματα του̃ θεου̃ ἀκούει διὰ του̃το ὑμει̃ς οὐκ ἀκούετε ὅτι ἐκ του̃ θεου̃ οὐκ ἐστέ

48 ἀπεκρίθησαν οἱ Ιουδαι̃οι καὶ εἰ̃παν αὐτω̨̃ οὐ καλω̃ς λέγομεν ἡμει̃ς ὅτι Σαμαρίτης εἰ̃ σὺ καὶ δαιμόνιον ἔχεις

49 ἀπεκρίθη Ιησου̃ς ἐγὼ δαιμόνιον οὐκ ἔχω ἀλλὰ τιμω̃ τòν πατέρα μου καὶ ὑμει̃ς ἀτιμάζετέ με

50 ἐγὼ δὲ οὐ ζητω̃ τὴν δόξαν μου ἔστιν ὁ ζητω̃ν καὶ κρίνων

51 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ἐάν τις τòν ἐμòν λόγον τηρήση̨ θάνατον οὐ μὴ θεωρήση̨ εἰς τòν αἰω̃να

52 εἰ̃πον οὐ̃ν αὐτω̨̃ οἱ Ιουδαι̃οι νυ̃ν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις Αβραὰμ ἀπέθανεν καὶ οἱ προφη̃ται καὶ σὺ λέγεις ἐάν τις τòν λόγον μου τηρήση̨ οὐ μὴ γεύσηται θανάτου εἰς τòν αἰω̃να

53 μὴ σὺ μείζων εἰ̃ του̃ πατρòς ἡμω̃ν Αβραάμ ὅστις ἀπέθανεν καὶ οἱ προφη̃ται ἀπέθανον τίνα σεαυτòν ποιει̃ς

54 ἀπεκρίθη Ιησου̃ς ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν ἡ δόξα μου οὐδέν ἐστιν ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με ὃν ὑμει̃ς λέγετε ὅτι θεòς ἡμω̃ν ἐστιν

55 καὶ οὐκ ἐγνώκατε αὐτόν ἐγὼ δὲ οἰ̃δα αὐτόν κἂν εἴπω ὅτι οὐκ οἰ̃δα αὐτόν ἔσομαι ὅμοιος ὑμι̃ν ψεύστης ἀλλὰ οἰ̃δα αὐτòν καὶ τòν λόγον αὐτου̃ τηρω̃

56 Αβραὰμ ὁ πατὴρ ὑμω̃ν ἠγαλλιάσατο ἵνα ἴδη̨ τὴν ἡμέραν τὴν ἐμήν καὶ εἰ̃δεν καὶ ἐχάρη

57 εἰ̃πον οὐ̃ν οἱ Ιουδαι̃οι πρòς αὐτόν πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Αβραὰμ ἑώρακας

58 εἰ̃πεν αὐτοι̃ς Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν πρὶν Αβραὰμ γενέσθαι ἐγὼ εἰμί

59 ἠ̃ραν οὐ̃ν λίθους ἵνα βάλωσιν ἐπ' αὐτόν Ιησου̃ς δὲ ἐκρύβη καὶ ἐξη̃λθεν ἐκ του̃ ἱερου̃

 

Κεφάλαιον Θ' (9)

1 καὶ παράγων εἰ̃δεν ἄνθρωπον τυφλòν ἐκ γενετη̃ς

2 καὶ ἠρώτησαν αὐτòν οἱ μαθηταὶ αὐτου̃ λέγοντες ῥαββί τίς ἥμαρτεν οὑ̃τος ἢ οἱ γονει̃ς αὐτου̃ ἵνα τυφλòς γεννηθη̨̃

3 ἀπεκρίθη Ιησου̃ς οὔτε οὑ̃τος ἥμαρτεν οὔτε οἱ γονει̃ς αὐτου̃ ἀλλ' ἵνα φανερωθη̨̃ τὰ ἔργα του̃ θεου̃ ἐν αὐτω̨̃

4 ἡμα̃ς δει̃ ἐργάζεσθαι τὰ ἔργα του̃ πέμψαντός με ἕως ἡμέρα ἐστίν ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι

5 ὅταν ἐν τω̨̃ κόσμω̨ ὠ̃ φω̃ς εἰμι του̃ κόσμου

6 ταυ̃τα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλòν ἐκ του̃ πτύσματος καὶ ἐπέχρισεν αὐτου̃ τòν πηλòν ἐπὶ τοὺς ὀφθαλμοὺς

7 καὶ εἰ̃πεν αὐτω̨̃ ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν του̃ Σιλωάμ ὃ ἑρμηνεύεται ἀπεσταλμένος ἀπη̃λθεν οὐ̃ν καὶ ἐνίψατο καὶ ἠ̃λθεν βλέπων

8 οἱ οὐ̃ν γείτονες καὶ οἱ θεωρου̃ντες αὐτòν τò πρότερον ὅτι προσαίτης ἠ̃ν ἔλεγον οὐχ οὑ̃τός ἐστιν ὁ καθήμενος καὶ προσαιτω̃ν

9 ἄλλοι ἔλεγον ὅτι οὑ̃τός ἐστιν ἄλλοι ἔλεγον οὐχί ἀλλὰ ὅμοιος αὐτω̨̃ ἐστιν ἐκει̃νος ἔλεγεν ὅτι ἐγώ εἰμι

10 ἔλεγον οὐ̃ν αὐτω̨̃ πω̃ς οὐ̃ν ἠνεώ̨χθησάν σου οἱ ὀφθαλμοί

11 ἀπεκρίθη ἐκει̃νος ὁ ἄνθρωπος ὁ λεγόμενος Ιησου̃ς πηλòν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἰ̃πέν μοι ὅτι ὕπαγε εἰς τòν Σιλωὰμ καὶ νίψαι ἀπελθὼν οὐ̃ν καὶ νιψάμενος ἀνέβλεψα

12 καὶ εἰ̃παν αὐτω̨̃ που̃ ἐστιν ἐκει̃νος λέγει οὐκ οἰ̃δα

13 ἄγουσιν αὐτòν πρòς τοὺς Φαρισαίους τόν ποτε τυφλόν

14 ἠ̃ν δὲ σάββατον ἐν ἡ̨̃ ἡμέρα̨ τòν πηλòν ἐποίησεν ὁ Ιησου̃ς καὶ ἀνέω̨ξεν αὐτου̃ τοὺς ὀφθαλμούς

15 πάλιν οὐ̃ν ἠρώτων αὐτòν καὶ οἱ Φαρισαι̃οι πω̃ς ἀνέβλεψεν ὁ δὲ εἰ̃πεν αὐτοι̃ς πηλòν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς καὶ ἐνιψάμην καὶ βλέπω

16 ἔλεγον οὐ̃ν ἐκ τω̃ν Φαρισαίων τινές οὐκ ἔστιν οὑ̃τος παρὰ θεου̃ ὁ ἄνθρωπος ὅτι τò σάββατον οὐ τηρει̃ ἄλλοι δὲ ἔλεγον πω̃ς δύναται ἄνθρωπος ἁμαρτωλòς τοιαυ̃τα σημει̃α ποιει̃ν καὶ σχίσμα ἠ̃ν ἐν αὐτοι̃ς

17 λέγουσιν οὐ̃ν τω̨̃ τυφλω̨̃ πάλιν τί σὺ λέγεις περὶ αὐτου̃ ὅτι ἠνέω̨ξέν σου τοὺς ὀφθαλμούς ὁ δὲ εἰ̃πεν ὅτι προφήτης ἐστίν

18 οὐκ ἐπίστευσαν οὐ̃ν οἱ Ιουδαι̃οι περὶ αὐτου̃ ὅτι ἠ̃ν τυφλòς καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονει̃ς αὐτου̃ του̃ ἀναβλέψαντος

19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες οὑ̃τός ἐστιν ὁ υἱòς ὑμω̃ν ὃν ὑμει̃ς λέγετε ὅτι τυφλòς ἐγεννήθη πω̃ς οὐ̃ν βλέπει ἄρτι

20 ἀπεκρίθησαν οὐ̃ν οἱ γονει̃ς αὐτου̃ καὶ εἰ̃παν οἴδαμεν ὅτι οὑ̃τός ἐστιν ὁ υἱòς ἡμω̃ν καὶ ὅτι τυφλòς ἐγεννήθη

21 πω̃ς δὲ νυ̃ν βλέπει οὐκ οἴδαμεν ἢ τίς ἤνοιξεν αὐτου̃ τοὺς ὀφθαλμοὺς ἡμει̃ς οὐκ οἴδαμεν αὐτòν ἐρωτήσατε ἡλικίαν ἔχει αὐτòς περὶ ἑαυτου̃ λαλήσει

22 ταυ̃τα εἰ̃παν οἱ γονει̃ς αὐτου̃ ὅτι ἐφοβου̃ντο τοὺς Ιουδαίους ἤδη γὰρ συνετέθειντο οἱ Ιουδαι̃οι ἵνα ἐάν τις αὐτòν ὁμολογήση̨ Χριστόν ἀποσυνάγωγος γένηται

23 διὰ του̃το οἱ γονει̃ς αὐτου̃ εἰ̃παν ὅτι ἡλικίαν ἔχει αὐτòν ἐπερωτήσατε

24 ἐφώνησαν οὐ̃ν τòν ἄνθρωπον ἐκ δευτέρου ὃς ἠ̃ν τυφλòς καὶ εἰ̃παν αὐτω̨̃ δòς δόξαν τω̨̃ θεω̨̃ ἡμει̃ς οἴδαμεν ὅτι οὑ̃τος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν

25 ἀπεκρίθη οὐ̃ν ἐκει̃νος εἰ ἁμαρτωλός ἐστιν οὐκ οἰ̃δα ἓν οἰ̃δα ὅτι τυφλòς ὢν ἄρτι βλέπω

26 εἰ̃πον οὐ̃ν αὐτω̨̃ τί ἐποίησέν σοι πω̃ς ἤνοιξέν σου τοὺς ὀφθαλμούς

27 ἀπεκρίθη αὐτοι̃ς εἰ̃πον ὑμι̃ν ἤδη καὶ οὐκ ἠκούσατε τί πάλιν θέλετε ἀκούειν μὴ καὶ ὑμει̃ς θέλετε αὐτου̃ μαθηταὶ γενέσθαι

28 καὶ ἐλοιδόρησαν αὐτòν καὶ εἰ̃πον σὺ μαθητὴς εἰ̃ ἐκείνου ἡμει̃ς δὲ του̃ Μωϋσέως ἐσμὲν μαθηταί

29 ἡμει̃ς οἴδαμεν ὅτι Μωϋσει̃ λελάληκεν ὁ θεός του̃τον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν

30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἰ̃πεν αὐτοι̃ς ἐν τούτω̨ γὰρ τò θαυμαστόν ἐστιν ὅτι ὑμει̃ς οὐκ οἴδατε πόθεν ἐστίν καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς

31 οἴδαμεν ὅτι ἁμαρτωλω̃ν ὁ θεòς οὐκ ἀκούει ἀλλ' ἐάν τις θεοσεβὴς ἠ̨̃ καὶ τò θέλημα αὐτου̃ ποιη̨̃ τούτου ἀκούει

32 ἐκ του̃ αἰω̃νος οὐκ ἠκούσθη ὅτι ἠνέω̨ξέν τις ὀφθαλμοὺς τυφλου̃ γεγεννημένου

33 εἰ μὴ ἠ̃ν οὑ̃τος παρὰ θεου̃ οὐκ ἠδύνατο ποιει̃ν οὐδέν

34 ἀπεκρίθησαν καὶ εἰ̃παν αὐτω̨̃ ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμα̃ς καὶ ἐξέβαλον αὐτòν ἔξω

35 ἤκουσεν Ιησου̃ς ὅτι ἐξέβαλον αὐτòν ἔξω καὶ εὑρὼν αὐτòν εἰ̃πεν σὺ πιστεύεις εἰς τòν υἱòν του̃ ἀνθρώπου

36 ἀπεκρίθη ἐκει̃νος καὶ εἰ̃πεν καὶ τίς ἐστιν κύριε ἵνα πιστεύσω εἰς αὐτόν

37 εἰ̃πεν αὐτω̨̃ ὁ Ιησου̃ς καὶ ἑώρακας αὐτòν καὶ ὁ λαλω̃ν μετὰ σου̃ ἐκει̃νός ἐστιν

38 ὁ δὲ ἔφη πιστεύω κύριε καὶ προσεκύνησεν αὐτω̨̃

39 καὶ εἰ̃πεν ὁ Ιησου̃ς εἰς κρίμα ἐγὼ εἰς τòν κόσμον του̃τον ἠ̃λθον ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται

40 ἤκουσαν ἐκ τω̃ν Φαρισαίων ταυ̃τα οἱ μετ' αὐτου̃ ὄντες καὶ εἰ̃πον αὐτω̨̃ μὴ καὶ ἡμει̃ς τυφλοί ἐσμεν

41 εἰ̃πεν αὐτοι̃ς ὁ Ιησου̃ς εἰ τυφλοὶ ἠ̃τε οὐκ ἂν εἴχετε ἁμαρτίαν νυ̃ν δὲ λέγετε ὅτι βλέπομεν ἡ ἁμαρτία ὑμω̃ν μένει

 

Κεφάλαιον Ι' (10)

1 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὁ μὴ εἰσερχόμενος διὰ τη̃ς θύρας εἰς τὴν αὐλὴν τω̃ν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκει̃νος κλέπτης ἐστὶν καὶ λη̨στής

2 ὁ δὲ εἰσερχόμενος διὰ τη̃ς θύρας ποιμήν ἐστιν τω̃ν προβάτων

3 τούτω̨ ὁ θυρωρòς ἀνοίγει καὶ τὰ πρόβατα τη̃ς φωνη̃ς αὐτου̃ ἀκούει καὶ τὰ ἴδια πρόβατα φωνει̃ κατ' ὄνομα καὶ ἐξάγει αὐτά

4 ὅταν τὰ ἴδια πάντα ἐκβάλη̨ ἔμπροσθεν αὐτω̃ν πορεύεται καὶ τὰ πρόβατα αὐτω̨̃ ἀκολουθει̃ ὅτι οἴδασιν τὴν φωνὴν αὐτου̃

5 ἀλλοτρίω̨ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ' αὐτου̃ ὅτι οὐκ οἴδασιν τω̃ν ἀλλοτρίων τὴν φωνήν

6 ταύτην τὴν παροιμίαν εἰ̃πεν αὐτοι̃ς ὁ Ιησου̃ς ἐκει̃νοι δὲ οὐκ ἔγνωσαν τίνα ἠ̃ν ἃ ἐλάλει αὐτοι̃ς

7 εἰ̃πεν οὐ̃ν πάλιν ὁ Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι ἐγώ εἰμι ἡ θύρα τω̃ν προβάτων

8 πάντες ὅσοι ἠ̃λθον πρò ἐμου̃ κλέπται εἰσὶν καὶ λη̨σταί ἀλλ' οὐκ ἤκουσαν αὐτω̃ν τὰ πρόβατα

9 ἐγώ εἰμι ἡ θύρα δι' ἐμου̃ ἐάν τις εἰσέλθη̨ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει

10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψη̨ καὶ θύση̨ καὶ ἀπολέση̨ ἐγὼ ἠ̃λθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσòν ἔχωσιν

11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός ὁ ποιμὴν ὁ καλòς τὴν ψυχὴν αὐτου̃ τίθησιν ὑπὲρ τω̃ν προβάτων

12 ὁ μισθωτòς καὶ οὐκ ὢν ποιμήν οὑ̃ οὐκ ἔστιν τὰ πρόβατα ἴδια θεωρει̃ τòν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει

13 ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτω̨̃ περὶ τω̃ν προβάτων

14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά

15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τòν πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τω̃ν προβάτων

16 καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τη̃ς αὐλη̃ς ταύτης κἀκει̃να δει̃ με ἀγαγει̃ν καὶ τη̃ς φωνη̃ς μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη εἱ̃ς ποιμήν

17 διὰ του̃τό με ὁ πατὴρ ἀγαπα̨̃ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ἵνα πάλιν λάβω αὐτήν

18 οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμου̃ ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτου̃ ἐξουσίαν ἔχω θει̃ναι αὐτήν καὶ ἐξουσίαν ἔχω πάλιν λαβει̃ν αὐτήν ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ του̃ πατρός μου

19 σχίσμα πάλιν ἐγένετο ἐν τοι̃ς Ιουδαίοις διὰ τοὺς λόγους τούτους

20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτω̃ν δαιμόνιον ἔχει καὶ μαίνεται τί αὐτου̃ ἀκούετε

21 ἄλλοι ἔλεγον ταυ̃τα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου μὴ δαιμόνιον δύναται τυφλω̃ν ὀφθαλμοὺς ἀνοι̃ξαι

22 ἐγένετο τότε τὰ ἐγκαίνια ἐν τοι̃ς Ιεροσολύμοις χειμὼν ἠ̃ν

23 καὶ περιεπάτει ὁ Ιησου̃ς ἐν τω̨̃ ἱερω̨̃ ἐν τη̨̃ στοα̨̃ του̃ Σολομω̃νος

24 ἐκύκλωσαν οὐ̃ν αὐτòν οἱ Ιουδαι̃οι καὶ ἔλεγον αὐτω̨̃ ἕως πότε τὴν ψυχὴν ἡμω̃ν αἴρεις εἰ σὺ εἰ̃ ὁ Χριστός εἰπὲ ἡμι̃ν παρρησία̨

25 ἀπεκρίθη αὐτοι̃ς ὁ Ιησου̃ς εἰ̃πον ὑμι̃ν καὶ οὐ πιστεύετε τὰ ἔργα ἃ ἐγὼ ποιω̃ ἐν τω̨̃ ὀνόματι του̃ πατρός μου ταυ̃τα μαρτυρει̃ περὶ ἐμου̃

26 ἀλλὰ ὑμει̃ς οὐ πιστεύετε ὅτι οὐκ ἐστὲ ἐκ τω̃ν προβάτων τω̃ν ἐμω̃ν

27 τὰ πρόβατα τὰ ἐμὰ τη̃ς φωνη̃ς μου ἀκούουσιν κἀγὼ γινώσκω αὐτά καὶ ἀκολουθου̃σίν μοι

28 κἀγὼ δίδωμι αὐτοι̃ς ζωὴν αἰώνιον καὶ οὐ μὴ ἀπόλωνται εἰς τòν αἰω̃να καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τη̃ς χειρός μου

29 ὁ πατήρ μου ὃ δέδωκέν μοι πάντων μει̃ζόν ἐστιν καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τη̃ς χειρòς του̃ πατρός

30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν

31 ἐβάστασαν πάλιν λίθους οἱ Ιουδαι̃οι ἵνα λιθάσωσιν αὐτόν

32 ἀπεκρίθη αὐτοι̃ς ὁ Ιησου̃ς πολλὰ ἔργα καλὰ ἔδειξα ὑμι̃ν ἐκ του̃ πατρός διὰ ποι̃ον αὐτω̃ν ἔργον ἐμὲ λιθάζετε

33 ἀπεκρίθησαν αὐτω̨̃ οἱ Ιουδαι̃οι περὶ καλου̃ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιει̃ς σεαυτòν θεόν

34 ἀπεκρίθη αὐτοι̃ς ὁ Ιησου̃ς οὐκ ἔστιν γεγραμμένον ἐν τω̨̃ νόμω̨ ὑμω̃ν ὅτι ἐγὼ εἰ̃πα θεοί ἐστε

35 εἰ ἐκείνους εἰ̃πεν θεοὺς πρòς οὓς ὁ λόγος του̃ θεου̃ ἐγένετο καὶ οὐ δύναται λυθη̃ναι ἡ γραφή

36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τòν κόσμον ὑμει̃ς λέγετε ὅτι βλασφημει̃ς ὅτι εἰ̃πον υἱòς του̃ θεου̃ εἰμι

37 εἰ οὐ ποιω̃ τὰ ἔργα του̃ πατρός μου μὴ πιστεύετέ μοι

38 εἰ δὲ ποιω̃ κἂν ἐμοὶ μὴ πιστεύητε τοι̃ς ἔργοις πιστεύετε ἵνα γνω̃τε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τω̨̃ πατρί

39 ἐζήτουν οὐ̃ν αὐτòν πάλιν πιάσαι καὶ ἐξη̃λθεν ἐκ τη̃ς χειρòς αὐτω̃ν

40 καὶ ἀπη̃λθεν πάλιν πέραν του̃ Ιορδάνου εἰς τòν τόπον ὅπου ἠ̃ν Ιωάννης τò πρω̃τον βαπτίζων καὶ ἔμεινεν ἐκει̃

41 καὶ πολλοὶ ἠ̃λθον πρòς αὐτòν καὶ ἔλεγον ὅτι Ιωάννης μὲν σημει̃ον ἐποίησεν οὐδέν πάντα δὲ ὅσα εἰ̃πεν Ιωάννης περὶ τούτου ἀληθη̃ ἠ̃ν

42 καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτòν ἐκει̃

 

Κεφάλαιον ΙΑ' (11)

1 ἠ̃ν δέ τις ἀσθενω̃ν Λάζαρος ἀπò Βηθανίας ἐκ τη̃ς κώμης Μαρίας καὶ Μάρθας τη̃ς ἀδελφη̃ς αὐτη̃ς

2 ἠ̃ν δὲ Μαριὰμ ἡ ἀλείψασα τòν κύριον μύρω̨ καὶ ἐκμάξασα τοὺς πόδας αὐτου̃ ται̃ς θριξὶν αὐτη̃ς ἡ̃ς ὁ ἀδελφòς Λάζαρος ἠσθένει

3 ἀπέστειλαν οὐ̃ν αἱ ἀδελφαὶ πρòς αὐτòν λέγουσαι κύριε ἴδε ὃν φιλει̃ς ἀσθενει̃

4 ἀκούσας δὲ ὁ Ιησου̃ς εἰ̃πεν αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρòς θάνατον ἀλλ' ὑπὲρ τη̃ς δόξης του̃ θεου̃ ἵνα δοξασθη̨̃ ὁ υἱòς του̃ θεου̃ δι' αὐτη̃ς

5 ἠγάπα δὲ ὁ Ιησου̃ς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτη̃ς καὶ τòν Λάζαρον

6 ὡς οὐ̃ν ἤκουσεν ὅτι ἀσθενει̃ τότε μὲν ἔμεινεν ἐν ὡ̨̃ ἠ̃ν τόπω̨ δύο ἡμέρας

7 ἔπειτα μετὰ του̃το λέγει τοι̃ς μαθηται̃ς ἄγωμεν εἰς τὴν Ιουδαίαν πάλιν

8 λέγουσιν αὐτω̨̃ οἱ μαθηταί ῥαββί νυ̃ν ἐζήτουν σε λιθάσαι οἱ Ιουδαι̃οι καὶ πάλιν ὑπάγεις ἐκει̃

9 ἀπεκρίθη Ιησου̃ς οὐχὶ δώδεκα ὡ̃ραί εἰσιν τη̃ς ἡμέρας ἐάν τις περιπατη̨̃ ἐν τη̨̃ ἡμέρα̨ οὐ προσκόπτει ὅτι τò φω̃ς του̃ κόσμου τούτου βλέπει

10 ἐὰν δέ τις περιπατη̨̃ ἐν τη̨̃ νυκτί προσκόπτει ὅτι τò φω̃ς οὐκ ἔστιν ἐν αὐτω̨̃

11 ταυ̃τα εἰ̃πεν καὶ μετὰ του̃το λέγει αὐτοι̃ς Λάζαρος ὁ φίλος ἡμω̃ν κεκοίμηται ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν

12 εἰ̃παν οὐ̃ν οἱ μαθηταὶ αὐτω̨̃ κύριε εἰ κεκοίμηται σωθήσεται

13 εἰρήκει δὲ ὁ Ιησου̃ς περὶ του̃ θανάτου αὐτου̃ ἐκει̃νοι δὲ ἔδοξαν ὅτι περὶ τη̃ς κοιμήσεως του̃ ὕπνου λέγει

14 τότε οὐ̃ν εἰ̃πεν αὐτοι̃ς ὁ Ιησου̃ς παρρησία̨ Λάζαρος ἀπέθανεν

15 καὶ χαίρω δι' ὑμα̃ς ἵνα πιστεύσητε ὅτι οὐκ ἤμην ἐκει̃ ἀλλὰ ἄγωμεν πρòς αὐτόν

16 εἰ̃πεν οὐ̃ν Θωμα̃ς ὁ λεγόμενος Δίδυμος τοι̃ς συμμαθηται̃ς ἄγωμεν καὶ ἡμει̃ς ἵνα ἀποθάνωμεν μετ' αὐτου̃

17 ἐλθὼν οὐ̃ν ὁ Ιησου̃ς εὑ̃ρεν αὐτòν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τω̨̃ μνημείω̨

18 ἠ̃ν δὲ ἡ Βηθανία ἐγγὺς τω̃ν Ιεροσολύμων ὡς ἀπò σταδίων δεκαπέντε

19 πολλοὶ δὲ ἐκ τω̃ν Ιουδαίων ἐληλύθεισαν πρòς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ του̃ ἀδελφου̃

20 ἡ οὐ̃ν Μάρθα ὡς ἤκουσεν ὅτι Ιησου̃ς ἔρχεται ὑπήντησεν αὐτω̨̃ Μαριὰμ δὲ ἐν τω̨̃ οἴκω̨ ἐκαθέζετο

21 εἰ̃πεν οὐ̃ν ἡ Μάρθα πρòς τòν Ιησου̃ν κύριε εἰ ἠ̃ς ὡ̃δε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου

22 ἀλλὰ καὶ νυ̃ν οἰ̃δα ὅτι ὅσα ἂν αἰτήση̨ τòν θεòν δώσει σοι ὁ θεός

23 λέγει αὐτη̨̃ ὁ Ιησου̃ς ἀναστήσεται ὁ ἀδελφός σου

24 λέγει αὐτω̨̃ ἡ Μάρθα οἰ̃δα ὅτι ἀναστήσεται ἐν τη̨̃ ἀναστάσει ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨

25 εἰ̃πεν αὐτη̨̃ ὁ Ιησου̃ς ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνη̨ ζήσεται

26 καὶ πα̃ς ὁ ζω̃ν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνη̨ εἰς τòν αἰω̃να πιστεύεις του̃το

27 λέγει αὐτω̨̃ ναί κύριε ἐγὼ πεπίστευκα ὅτι σὺ εἰ̃ ὁ Χριστòς ὁ υἱòς του̃ θεου̃ ὁ εἰς τòν κόσμον ἐρχόμενος

28 καὶ του̃το εἰπου̃σα ἀπη̃λθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτη̃ς λάθρα̨ εἰπου̃σα ὁ διδάσκαλος πάρεστιν καὶ φωνει̃ σε

29 ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρòς αὐτόν

30 οὔπω δὲ ἐληλύθει ὁ Ιησου̃ς εἰς τὴν κώμην ἀλλ' ἠ̃ν ἔτι ἐν τω̨̃ τόπω̨ ὅπου ὑπήντησεν αὐτω̨̃ ἡ Μάρθα

31 οἱ οὐ̃ν Ιουδαι̃οι οἱ ὄντες μετ' αὐτη̃ς ἐν τη̨̃ οἰκία̨ καὶ παραμυθούμενοι αὐτήν ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξη̃λθεν ἠκολούθησαν αὐτη̨̃ δόξαντες ὅτι ὑπάγει εἰς τò μνημει̃ον ἵνα κλαύση̨ ἐκει̃

32 ἡ οὐ̃ν Μαριὰμ ὡς ἠ̃λθεν ὅπου ἠ̃ν Ιησου̃ς ἰδου̃σα αὐτòν ἔπεσεν αὐτου̃ πρòς τοὺς πόδας λέγουσα αὐτω̨̃ κύριε εἰ ἠ̃ς ὡ̃δε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός

33 Ιησου̃ς οὐ̃ν ὡς εἰ̃δεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτη̨̃ Ιουδαίους κλαίοντας ἐνεβριμήσατο τω̨̃ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν

34 καὶ εἰ̃πεν που̃ τεθείκατε αὐτόν λέγουσιν αὐτω̨̃ κύριε ἔρχου καὶ ἴδε

35 ἐδάκρυσεν ὁ Ιησου̃ς

36 ἔλεγον οὐ̃ν οἱ Ιουδαι̃οι ἴδε πω̃ς ἐφίλει αὐτόν

37 τινὲς δὲ ἐξ αὐτω̃ν εἰ̃παν οὐκ ἐδύνατο οὑ̃τος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς του̃ τυφλου̃ ποιη̃σαι ἵνα καὶ οὑ̃τος μὴ ἀποθάνη̨

38 Ιησου̃ς οὐ̃ν πάλιν ἐμβριμώμενος ἐν ἑαυτω̨̃ ἔρχεται εἰς τò μνημει̃ον ἠ̃ν δὲ σπήλαιον καὶ λίθος ἐπέκειτο ἐπ' αὐτω̨̃

39 λέγει ὁ Ιησου̃ς ἄρατε τòν λίθον λέγει αὐτω̨̃ ἡ ἀδελφὴ του̃ τετελευτηκότος Μάρθα κύριε ἤδη ὄζει τεταρται̃ος γάρ ἐστιν

40 λέγει αὐτη̨̃ ὁ Ιησου̃ς οὐκ εἰ̃πόν σοι ὅτι ἐὰν πιστεύση̨ς ὄψη̨ τὴν δόξαν του̃ θεου̃

41 ἠ̃ραν οὐ̃ν τòν λίθον ὁ δὲ Ιησου̃ς ἠ̃ρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἰ̃πεν πάτερ εὐχαριστω̃ σοι ὅτι ἤκουσάς μου

42 ἐγὼ δὲ ἤ̨δειν ὅτι πάντοτέ μου ἀκούεις ἀλλὰ διὰ τòν ὄχλον τòν περιεστω̃τα εἰ̃πον ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας

43 καὶ ταυ̃τα εἰπὼν φωνη̨̃ μεγάλη̨ ἐκραύγασεν Λάζαρε δευ̃ρο ἔξω

44 ἐξη̃λθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χει̃ρας κειρίαις καὶ ἡ ὄψις αὐτου̃ σουδαρίω̨ περιεδέδετο λέγει αὐτοι̃ς ὁ Ιησου̃ς λύσατε αὐτòν καὶ ἄφετε αὐτòν ὑπάγειν

45 πολλοὶ οὐ̃ν ἐκ τω̃ν Ιουδαίων οἱ ἐλθόντες πρòς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν ἐπίστευσαν εἰς αὐτόν

46 τινὲς δὲ ἐξ αὐτω̃ν ἀπη̃λθον πρòς τοὺς Φαρισαίους καὶ εἰ̃παν αὐτοι̃ς ἃ ἐποίησεν Ιησου̃ς

47 συνήγαγον οὐ̃ν οἱ ἀρχιερει̃ς καὶ οἱ Φαρισαι̃οι συνέδριον καὶ ἔλεγον τί ποιου̃μεν ὅτι οὑ̃τος ὁ ἄνθρωπος πολλὰ ποιει̃ σημει̃α

48 ἐὰν ἀφω̃μεν αὐτòν οὕτως πάντες πιστεύσουσιν εἰς αὐτόν καὶ ἐλεύσονται οἱ ῥωμαι̃οι καὶ ἀρου̃σιν ἡμω̃ν καὶ τòν τόπον καὶ τò ἔθνος

49 εἱ̃ς δέ τις ἐξ αὐτω̃ν Καϊάφας ἀρχιερεὺς ὢν του̃ ἐνιαυτου̃ ἐκείνου εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς οὐκ οἴδατε οὐδέν

50 οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμι̃ν ἵνα εἱ̃ς ἄνθρωπος ἀποθάνη̨ ὑπὲρ του̃ λαου̃ καὶ μὴ ὅλον τò ἔθνος ἀπόληται

51 του̃το δὲ ἀφ' ἑαυτου̃ οὐκ εἰ̃πεν ἀλλὰ ἀρχιερεὺς ὢν του̃ ἐνιαυτου̃ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ιησου̃ς ἀποθνή̨σκειν ὑπὲρ του̃ ἔθνους

52 καὶ οὐχ ὑπὲρ του̃ ἔθνους μόνον ἀλλ' ἵνα καὶ τὰ τέκνα του̃ θεου̃ τὰ διεσκορπισμένα συναγάγη̨ εἰς ἕν

53 ἀπ' ἐκείνης οὐ̃ν τη̃ς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν

54 ὁ οὐ̃ν Ιησου̃ς οὐκέτι παρρησία̨ περιεπάτει ἐν τοι̃ς Ιουδαίοις ἀλλὰ ἀπη̃λθεν ἐκει̃θεν εἰς τὴν χώραν ἐγγὺς τη̃ς ἐρήμου εἰς Εφραὶμ λεγομένην πόλιν κἀκει̃ ἔμεινεν μετὰ τω̃ν μαθητω̃ν

55 ἠ̃ν δὲ ἐγγὺς τò πάσχα τω̃ν Ιουδαίων καὶ ἀνέβησαν πολλοὶ εἰς Ιεροσόλυμα ἐκ τη̃ς χώρας πρò του̃ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς

56 ἐζήτουν οὐ̃ν τòν Ιησου̃ν καὶ ἔλεγον μετ' ἀλλήλων ἐν τω̨̃ ἱερω̨̃ ἑστηκότες τί δοκει̃ ὑμι̃ν ὅτι οὐ μὴ ἔλθη̨ εἰς τὴν ἑορτήν

57 δεδώκεισαν δὲ οἱ ἀρχιερει̃ς καὶ οἱ Φαρισαι̃οι ἐντολὰς ἵνα ἐάν τις γνω̨̃ που̃ ἐστιν μηνύση̨ ὅπως πιάσωσιν αὐτόν

 

Κεφάλαιον ΙΒ' (12)

1 ὁ οὐ̃ν Ιησου̃ς πρò ἓξ ἡμερω̃ν του̃ πάσχα ἠ̃λθεν εἰς Βηθανίαν ὅπου ἠ̃ν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρω̃ν Ιησου̃ς

2 ἐποίησαν οὐ̃ν αὐτω̨̃ δει̃πνον ἐκει̃ καὶ ἡ Μάρθα διηκόνει ὁ δὲ Λάζαρος εἱ̃ς ἠ̃ν ἐκ τω̃ν ἀνακειμένων σὺν αὐτω̨̃

3 ἡ οὐ̃ν Μαριὰμ λαβου̃σα λίτραν μύρου νάρδου πιστικη̃ς πολυτίμου ἤλειψεν τοὺς πόδας του̃ Ιησου̃ καὶ ἐξέμαξεν ται̃ς θριξὶν αὐτη̃ς τοὺς πόδας αὐτου̃ ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τη̃ς ὀσμη̃ς του̃ μύρου

4 λέγει δὲ Ιούδας ὁ Ισκαριώτης εἱ̃ς ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ ὁ μέλλων αὐτòν παραδιδόναι

5 διὰ τί του̃το τò μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοι̃ς

6 εἰ̃πεν δὲ του̃το οὐχ ὅτι περὶ τω̃ν πτωχω̃ν ἔμελεν αὐτω̨̃ ἀλλ' ὅτι κλέπτης ἠ̃ν καὶ τò γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν

7 εἰ̃πεν οὐ̃ν ὁ Ιησου̃ς ἄφες αὐτήν ἵνα εἰς τὴν ἡμέραν του̃ ἐνταφιασμου̃ μου τηρήση̨ αὐτό

8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτω̃ν ἐμὲ δὲ οὐ πάντοτε ἔχετε

9 ἔγνω οὐ̃ν ὁ ὄχλος πολὺς ἐκ τω̃ν Ιουδαίων ὅτι ἐκει̃ ἐστιν καὶ ἠ̃λθον οὐ διὰ τòν Ιησου̃ν μόνον ἀλλ' ἵνα καὶ τòν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρω̃ν

10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερει̃ς ἵνα καὶ τòν Λάζαρον ἀποκτείνωσιν

11 ὅτι πολλοὶ δι' αὐτòν ὑπη̃γον τω̃ν Ιουδαίων καὶ ἐπίστευον εἰς τòν Ιησου̃ν

12 τη̨̃ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν ἀκούσαντες ὅτι ἔρχεται ὁ Ιησου̃ς εἰς Ιεροσόλυμα

13 ἔλαβον τὰ βαΐα τω̃ν φοινίκων καὶ ἐξη̃λθον εἰς ὑπάντησιν αὐτω̨̃ καὶ ἐκραύγαζον ὡσαννά εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου καὶ ὁ βασιλεὺς του̃ Ισραήλ

14 εὑρὼν δὲ ὁ Ιησου̃ς ὀνάριον ἐκάθισεν ἐπ' αὐτό καθώς ἐστιν γεγραμμένον

15 μὴ φοβου̃ θυγάτηρ Σιών ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πω̃λον ὄνου

16 ταυ̃τα οὐκ ἔγνωσαν αὐτου̃ οἱ μαθηταὶ τò πρω̃τον ἀλλ' ὅτε ἐδοξάσθη Ιησου̃ς τότε ἐμνήσθησαν ὅτι ταυ̃τα ἠ̃ν ἐπ' αὐτω̨̃ γεγραμμένα καὶ ταυ̃τα ἐποίησαν αὐτω̨̃

17 ἐμαρτύρει οὐ̃ν ὁ ὄχλος ὁ ὢν μετ' αὐτου̃ ὅτε τòν Λάζαρον ἐφώνησεν ἐκ του̃ μνημείου καὶ ἤγειρεν αὐτòν ἐκ νεκρω̃ν

18 διὰ του̃το καὶ ὑπήντησεν αὐτω̨̃ ὁ ὄχλος ὅτι ἤκουσαν του̃το αὐτòν πεποιηκέναι τò σημει̃ον

19 οἱ οὐ̃ν Φαρισαι̃οι εἰ̃παν πρòς ἑαυτούς θεωρει̃τε ὅτι οὐκ ὠφελει̃τε οὐδέν ἴδε ὁ κόσμος ὀπίσω αὐτου̃ ἀπη̃λθεν

20 ἠ̃σαν δὲ Έλληνές τινες ἐκ τω̃ν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τη̨̃ ἑορτη̨̃

21 οὑ̃τοι οὐ̃ν προση̃λθον Φιλίππω̨ τω̨̃ ἀπò Βηθσαϊδὰ τη̃ς Γαλιλαίας καὶ ἠρώτων αὐτòν λέγοντες κύριε θέλομεν τòν Ιησου̃ν ἰδει̃ν

22 ἔρχεται ὁ Φίλιππος καὶ λέγει τω̨̃ Ανδρέα̨ ἔρχεται Ανδρέας καὶ Φίλιππος καὶ λέγουσιν τω̨̃ Ιησου̃

23 ὁ δὲ Ιησου̃ς ἀποκρίνεται αὐτοι̃ς λέγων ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθη̨̃ ὁ υἱòς του̃ ἀνθρώπου

24 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ἐὰν μὴ ὁ κόκκος του̃ σίτου πεσὼν εἰς τὴν γη̃ν ἀποθάνη̨ αὐτòς μόνος μένει ἐὰν δὲ ἀποθάνη̨ πολὺν καρπòν φέρει

25 ὁ φιλω̃ν τὴν ψυχὴν αὐτου̃ ἀπολλύει αὐτήν καὶ ὁ μισω̃ν τὴν ψυχὴν αὐτου̃ ἐν τω̨̃ κόσμω̨ τούτω̨ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν

26 ἐὰν ἐμοί τις διακονη̨̃ ἐμοὶ ἀκολουθείτω καὶ ὅπου εἰμὶ ἐγὼ ἐκει̃ καὶ ὁ διάκονος ὁ ἐμòς ἔσται ἐάν τις ἐμοὶ διακονη̨̃ τιμήσει αὐτòν ὁ πατήρ

27 νυ̃ν ἡ ψυχή μου τετάρακται καὶ τί εἴπω πάτερ σω̃σόν με ἐκ τη̃ς ὥρας ταύτης ἀλλὰ διὰ του̃το ἠ̃λθον εἰς τὴν ὥραν ταύτην

28 πάτερ δόξασόν σου τò ὄνομα ἠ̃λθεν οὐ̃ν φωνὴ ἐκ του̃ οὐρανου̃ καὶ ἐδόξασα καὶ πάλιν δοξάσω

29 ὁ οὐ̃ν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι ἄλλοι ἔλεγον ἄγγελος αὐτω̨̃ λελάληκεν

30 ἀπεκρίθη Ιησου̃ς καὶ εἰ̃πεν οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι' ὑμα̃ς

31 νυ̃ν κρίσις ἐστὶν του̃ κόσμου τούτου νυ̃ν ὁ ἄρχων του̃ κόσμου τούτου ἐκβληθήσεται ἔξω

32 κἀγὼ ἐὰν ὑψωθω̃ ἐκ τη̃ς γη̃ς πάντας ἑλκύσω πρòς ἐμαυτόν

33 του̃το δὲ ἔλεγεν σημαίνων ποίω̨ θανάτω̨ ἤμελλεν ἀποθνή̨σκειν

34 ἀπεκρίθη οὐ̃ν αὐτω̨̃ ὁ ὄχλος ἡμει̃ς ἠκούσαμεν ἐκ του̃ νόμου ὅτι ὁ Χριστòς μένει εἰς τòν αἰω̃να καὶ πω̃ς λέγεις σὺ ὅτι δει̃ ὑψωθη̃ναι τòν υἱòν του̃ ἀνθρώπου τίς ἐστιν οὑ̃τος ὁ υἱòς του̃ ἀνθρώπου

35 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ Ιησου̃ς ἔτι μικρòν χρόνον τò φω̃ς ἐν ὑμι̃ν ἐστιν περιπατει̃τε ὡς τò φω̃ς ἔχετε ἵνα μὴ σκοτία ὑμα̃ς καταλάβη̨ καὶ ὁ περιπατω̃ν ἐν τη̨̃ σκοτία̨ οὐκ οἰ̃δεν που̃ ὑπάγει

36 ὡς τò φω̃ς ἔχετε πιστεύετε εἰς τò φω̃ς ἵνα υἱοὶ φωτòς γένησθε ταυ̃τα ἐλάλησεν Ιησου̃ς καὶ ἀπελθὼν ἐκρύβη ἀπ' αὐτω̃ν

37 τοσαυ̃τα δὲ αὐτου̃ σημει̃α πεποιηκότος ἔμπροσθεν αὐτω̃ν οὐκ ἐπίστευον εἰς αὐτόν

38 ἵνα ὁ λόγος Ησαΐου του̃ προφήτου πληρωθη̨̃ ὃν εἰ̃πεν κύριε τίς ἐπίστευσεν τη̨̃ ἀκοη̨̃ ἡμω̃ν καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη

39 διὰ του̃το οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἰ̃πεν Ησαΐας

40 τετύφλωκεν αὐτω̃ν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτω̃ν τὴν καρδίαν ἵνα μὴ ἴδωσιν τοι̃ς ὀφθαλμοι̃ς καὶ νοήσωσιν τη̨̃ καρδία̨ καὶ στραφω̃σιν καὶ ἰάσομαι αὐτούς

41 ταυ̃τα εἰ̃πεν Ησαΐας ὅτι εἰ̃δεν τὴν δόξαν αὐτου̃ καὶ ἐλάλησεν περὶ αὐτου̃

42 ὅμως μέντοι καὶ ἐκ τω̃ν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται

43 ἠγάπησαν γὰρ τὴν δόξαν τω̃ν ἀνθρώπων μα̃λλον ἤπερ τὴν δόξαν του̃ θεου̃

44 Ιησου̃ς δὲ ἔκραξεν καὶ εἰ̃πεν ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τòν πέμψαντά με

45 καὶ ὁ θεωρω̃ν ἐμὲ θεωρει̃ τòν πέμψαντά με

46 ἐγὼ φω̃ς εἰς τòν κόσμον ἐλήλυθα ἵνα πα̃ς ὁ πιστεύων εἰς ἐμὲ ἐν τη̨̃ σκοτία̨ μὴ μείνη̨

47 καὶ ἐάν τίς μου ἀκούση̨ τω̃ν ῥημάτων καὶ μὴ φυλάξη̨ ἐγὼ οὐ κρίνω αὐτόν οὐ γὰρ ἠ̃λθον ἵνα κρίνω τòν κόσμον ἀλλ' ἵνα σώσω τòν κόσμον

48 ὁ ἀθετω̃ν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τòν κρίνοντα αὐτόν ὁ λόγος ὃν ἐλάλησα ἐκει̃νος κρινει̃ αὐτòν ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨

49 ὅτι ἐγὼ ἐξ ἐμαυτου̃ οὐκ ἐλάλησα ἀλλ' ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω

50 καὶ οἰ̃δα ὅτι ἡ ἐντολὴ αὐτου̃ ζωὴ αἰώνιός ἐστιν ἃ οὐ̃ν ἐγὼ λαλω̃ καθὼς εἴρηκέν μοι ὁ πατήρ οὕτως λαλω̃

 

Κεφάλαιον ΙΓ' (13)

1 πρò δὲ τη̃ς ἑορτη̃ς του̃ πάσχα εἰδὼς ὁ Ιησου̃ς ὅτι ἠ̃λθεν αὐτου̃ ἡ ὥρα ἵνα μεταβη̨̃ ἐκ του̃ κόσμου τούτου πρòς τòν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τω̨̃ κόσμω̨ εἰς τέλος ἠγάπησεν αὐτούς

2 καὶ δείπνου γινομένου του̃ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοι̃ αὐτòν Ιούδας Σίμωνος Ισκαριώτου

3 εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτω̨̃ ὁ πατὴρ εἰς τὰς χει̃ρας καὶ ὅτι ἀπò θεου̃ ἐξη̃λθεν καὶ πρòς τòν θεòν ὑπάγει

4 ἐγείρεται ἐκ του̃ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν

5 εἰ̃τα βάλλει ὕδωρ εἰς τòν νιπτη̃ρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τω̃ν μαθητω̃ν καὶ ἐκμάσσειν τω̨̃ λεντίω̨ ὡ̨̃ ἠ̃ν διεζωσμένος

6 ἔρχεται οὐ̃ν πρòς Σίμωνα Πέτρον λέγει αὐτω̨̃ κύριε σύ μου νίπτεις τοὺς πόδας

7 ἀπεκρίθη Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ ὃ ἐγὼ ποιω̃ σὺ οὐκ οἰ̃δας ἄρτι γνώση̨ δὲ μετὰ ταυ̃τα

8 λέγει αὐτω̨̃ Πέτρος οὐ μὴ νίψη̨ς μου τοὺς πόδας εἰς τòν αἰω̃να ἀπεκρίθη Ιησου̃ς αὐτω̨̃ ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ' ἐμου̃

9 λέγει αὐτω̨̃ Σίμων Πέτρος κύριε μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χει̃ρας καὶ τὴν κεφαλήν

10 λέγει αὐτω̨̃ ὁ Ιησου̃ς ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι ἀλλ' ἔστιν καθαρòς ὅλος καὶ ὑμει̃ς καθαροί ἐστε ἀλλ' οὐχὶ πάντες

11 ἤ̨δει γὰρ τòν παραδιδόντα αὐτόν διὰ του̃το εἰ̃πεν ὅτι οὐχὶ πάντες καθαροί ἐστε

12 ὅτε οὐ̃ν ἔνιψεν τοὺς πόδας αὐτω̃ν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτου̃ καὶ ἀνέπεσεν πάλιν εἰ̃πεν αὐτοι̃ς γινώσκετε τί πεποίηκα ὑμι̃ν

13 ὑμει̃ς φωνει̃τέ με ὁ διδάσκαλος καὶ ὁ κύριος καὶ καλω̃ς λέγετε εἰμὶ γάρ

14 εἰ οὐ̃ν ἐγὼ ἔνιψα ὑμω̃ν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος καὶ ὑμει̃ς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας

15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμι̃ν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμι̃ν καὶ ὑμει̃ς ποιη̃τε

16 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν οὐκ ἔστιν δου̃λος μείζων του̃ κυρίου αὐτου̃ οὐδὲ ἀπόστολος μείζων του̃ πέμψαντος αὐτόν

17 εἰ ταυ̃τα οἴδατε μακάριοί ἐστε ἐὰν ποιη̃τε αὐτά

18 οὐ περὶ πάντων ὑμω̃ν λέγω ἐγὼ οἰ̃δα τίνας ἐξελεξάμην ἀλλ' ἵνα ἡ γραφὴ πληρωθη̨̃ ὁ τρώγων μου τòν ἄρτον ἐπη̃ρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτου̃

19 ἀπ' ἄρτι λέγω ὑμι̃ν πρò του̃ γενέσθαι ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι

20 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὁ λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τòν πέμψαντά με

21 ταυ̃τα εἰπὼν ὁ Ιησου̃ς ἐταράχθη τω̨̃ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἰ̃πεν ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι εἱ̃ς ἐξ ὑμω̃ν παραδώσει με

22 ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει

23 ἠ̃ν ἀνακείμενος εἱ̃ς ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ ἐν τω̨̃ κόλπω̨ του̃ Ιησου̃ ὃν ἠγάπα ὁ Ιησου̃ς

24 νεύει οὐ̃ν τούτω̨ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὑ̃ λέγει

25 ἀναπεσὼν οὐ̃ν ἐκει̃νος οὕτως ἐπὶ τò στη̃θος του̃ Ιησου̃ λέγει αὐτω̨̃ κύριε τίς ἐστιν

26 ἀποκρίνεται ὁ Ιησου̃ς ἐκει̃νός ἐστιν ὡ̨̃ ἐγὼ βάψω τò ψωμίον καὶ δώσω αὐτω̨̃ βάψας οὐ̃ν τò ψωμίον λαμβάνει καὶ δίδωσιν Ιούδα̨ Σίμωνος Ισκαριώτου

27 καὶ μετὰ τò ψωμίον τότε εἰση̃λθεν εἰς ἐκει̃νον ὁ Σατανα̃ς λέγει οὐ̃ν αὐτω̨̃ ὁ Ιησου̃ς ὃ ποιει̃ς ποίησον τάχιον

28 του̃το δὲ οὐδεὶς ἔγνω τω̃ν ἀνακειμένων πρòς τί εἰ̃πεν αὐτω̨̃

29 τινὲς γὰρ ἐδόκουν ἐπεὶ τò γλωσσόκομον εἰ̃χεν Ιούδας ὅτι λέγει αὐτω̨̃ ὁ Ιησου̃ς ἀγόρασον ὡ̃ν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν ἢ τοι̃ς πτωχοι̃ς ἵνα τι δω̨̃

30 λαβὼν οὐ̃ν τò ψωμίον ἐκει̃νος ἐξη̃λθεν εὐθύς ἠ̃ν δὲ νύξ

31 ὅτε οὐ̃ν ἐξη̃λθεν λέγει Ιησου̃ς νυ̃ν ἐδοξάσθη ὁ υἱòς του̃ ἀνθρώπου καὶ ὁ θεòς ἐδοξάσθη ἐν αὐτω̨̃

32 εἰ ὁ θεòς ἐδοξάσθη ἐν αὐτω̨̃ καὶ ὁ θεòς δοξάσει αὐτòν ἐν αὐτω̨̃ καὶ εὐθὺς δοξάσει αὐτόν

33 τεκνία ἔτι μικρòν μεθ' ὑμω̃ν εἰμι ζητήσετέ με καὶ καθὼς εἰ̃πον τοι̃ς Ιουδαίοις ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν καὶ ὑμι̃ν λέγω ἄρτι

34 ἐντολὴν καινὴν δίδωμι ὑμι̃ν ἵνα ἀγαπα̃τε ἀλλήλους καθὼς ἠγάπησα ὑμα̃ς ἵνα καὶ ὑμει̃ς ἀγαπα̃τε ἀλλήλους

35 ἐν τούτω̨ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις

36 λέγει αὐτω̨̃ Σίμων Πέτρος κύριε που̃ ὑπάγεις ἀπεκρίθη αὐτω̨̃ Ιησου̃ς ὅπου ὑπάγω οὐ δύνασαί μοι νυ̃ν ἀκολουθη̃σαι ἀκολουθήσεις δὲ ὕστερον

37 λέγει αὐτω̨̃ ὁ Πέτρος κύριε διὰ τί οὐ δύναμαί σοι ἀκολουθη̃σαι ἄρτι τὴν ψυχήν μου ὑπὲρ σου̃ θήσω

38 ἀποκρίνεται Ιησου̃ς τὴν ψυχήν σου ὑπὲρ ἐμου̃ θήσεις ἀμὴν ἀμὴν λέγω σοι οὐ μὴ ἀλέκτωρ φωνήση̨ ἕως οὑ̃ ἀρνήση̨ με τρίς

 

Κεφάλαιον ΙΔ' (14)

1 μὴ ταρασσέσθω ὑμω̃ν ἡ καρδία πιστεύετε εἰς τòν θεόν καὶ εἰς ἐμὲ πιστεύετε

2 ἐν τη̨̃ οἰκία̨ του̃ πατρός μου μοναὶ πολλαί εἰσιν εἰ δὲ μή εἰ̃πον ἂν ὑμι̃ν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμι̃ν

3 καὶ ἐὰν πορευθω̃ καὶ ἑτοιμάσω τόπον ὑμι̃ν πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμα̃ς πρòς ἐμαυτόν ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμει̃ς ἠ̃τε

4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε τὴν ὁδόν

5 λέγει αὐτω̨̃ Θωμα̃ς κύριε οὐκ οἴδαμεν που̃ ὑπάγεις πω̃ς δυνάμεθα τὴν ὁδòν εἰδέναι

6 λέγει αὐτω̨̃ ὁ Ιησου̃ς ἐγώ εἰμι ἡ ὁδòς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή οὐδεὶς ἔρχεται πρòς τòν πατέρα εἰ μὴ δι' ἐμου̃

7 εἰ ἐγνώκατέ με καὶ τòν πατέρα μου γνώσεσθε καὶ ἀπ' ἄρτι γινώσκετε αὐτòν καὶ ἑωράκατε αὐτόν

8 λέγει αὐτω̨̃ Φίλιππος κύριε δει̃ξον ἡμι̃ν τòν πατέρα καὶ ἀρκει̃ ἡμι̃ν

9 λέγει αὐτω̨̃ ὁ Ιησου̃ς τοσούτω̨ χρόνω̨ μεθ' ὑμω̃ν εἰμι καὶ οὐκ ἔγνωκάς με Φίλιππε ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τòν πατέρα πω̃ς σὺ λέγεις δει̃ξον ἡμι̃ν τòν πατέρα

10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τω̨̃ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμι̃ν ἀπ' ἐμαυτου̃ οὐ λαλω̃ ὁ δὲ πατὴρ ἐν ἐμοὶ μένων ποιει̃ τὰ ἔργα αὐτου̃

11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τω̨̃ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί εἰ δὲ μή διὰ τὰ ἔργα αὐτὰ πιστεύετε

12 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιω̃ κἀκει̃νος ποιήσει καὶ μείζονα τούτων ποιήσει ὅτι ἐγὼ πρòς τòν πατέρα πορεύομαι

13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τω̨̃ ὀνόματί μου του̃το ποιήσω ἵνα δοξασθη̨̃ ὁ πατὴρ ἐν τω̨̃ υἱω̨̃

14 ἐάν τι αἰτήσητέ με ἐν τω̨̃ ὀνόματί μου ἐγὼ ποιήσω

15 ἐὰν ἀγαπα̃τέ με τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε

16 κἀγὼ ἐρωτήσω τòν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμι̃ν ἵνα μεθ' ὑμω̃ν εἰς τòν αἰω̃να ἠ̨̃

17 τò πνευ̃μα τη̃ς ἀληθείας ὃ ὁ κόσμος οὐ δύναται λαβει̃ν ὅτι οὐ θεωρει̃ αὐτò οὐδὲ γινώσκει ὑμει̃ς γινώσκετε αὐτό ὅτι παρ' ὑμι̃ν μένει καὶ ἐν ὑμι̃ν ἔσται

18 οὐκ ἀφήσω ὑμα̃ς ὀρφανούς ἔρχομαι πρòς ὑμα̃ς

19 ἔτι μικρòν καὶ ὁ κόσμος με οὐκέτι θεωρει̃ ὑμει̃ς δὲ θεωρει̃τέ με ὅτι ἐγὼ ζω̃ καὶ ὑμει̃ς ζήσετε

20 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ γνώσεσθε ὑμει̃ς ὅτι ἐγὼ ἐν τω̨̃ πατρί μου καὶ ὑμει̃ς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμι̃ν

21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρω̃ν αὐτὰς ἐκει̃νός ἐστιν ὁ ἀγαπω̃ν με ὁ δὲ ἀγαπω̃ν με ἀγαπηθήσεται ὑπò του̃ πατρός μου κἀγὼ ἀγαπήσω αὐτòν καὶ ἐμφανίσω αὐτω̨̃ ἐμαυτόν

22 λέγει αὐτω̨̃ Ιούδας οὐχ ὁ Ισκαριώτης κύριε καὶ τί γέγονεν ὅτι ἡμι̃ν μέλλεις ἐμφανίζειν σεαυτòν καὶ οὐχὶ τω̨̃ κόσμω̨

23 ἀπεκρίθη Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ ἐάν τις ἀγαπα̨̃ με τòν λόγον μου τηρήσει καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν καὶ πρòς αὐτòν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτω̨̃ ποιησόμεθα

24 ὁ μὴ ἀγαπω̃ν με τοὺς λόγους μου οὐ τηρει̃ καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμòς ἀλλὰ του̃ πέμψαντός με πατρός

25 ταυ̃τα λελάληκα ὑμι̃ν παρ' ὑμι̃ν μένων

26 ὁ δὲ παράκλητος τò πνευ̃μα τò ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τω̨̃ ὀνόματί μου ἐκει̃νος ὑμα̃ς διδάξει πάντα καὶ ὑπομνήσει ὑμα̃ς πάντα ἃ εἰ̃πον ὑμι̃ν ἐγώ

27 εἰρήνην ἀφίημι ὑμι̃ν εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμι̃ν οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμι̃ν μὴ ταρασσέσθω ὑμω̃ν ἡ καρδία μηδὲ δειλιάτω

28 ἠκούσατε ὅτι ἐγὼ εἰ̃πον ὑμι̃ν ὑπάγω καὶ ἔρχομαι πρòς ὑμα̃ς εἰ ἠγαπα̃τέ με ἐχάρητε ἄν ὅτι πορεύομαι πρòς τòν πατέρα ὅτι ὁ πατὴρ μείζων μού ἐστιν

29 καὶ νυ̃ν εἴρηκα ὑμι̃ν πρὶν γενέσθαι ἵνα ὅταν γένηται πιστεύσητε

30 οὐκέτι πολλὰ λαλήσω μεθ' ὑμω̃ν ἔρχεται γὰρ ὁ του̃ κόσμου ἄρχων καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν

31 ἀλλ' ἵνα γνω̨̃ ὁ κόσμος ὅτι ἀγαπω̃ τòν πατέρα καὶ καθὼς ἐνετείλατο μοι ὁ πατήρ οὕτως ποιω̃ ἐγείρεσθε ἄγωμεν ἐντευ̃θεν

 

Κεφάλαιον ΙΕ' (15)

1 ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν

2 πα̃ν κλη̃μα ἐν ἐμοὶ μὴ φέρον καρπόν αἴρει αὐτό καὶ πα̃ν τò καρπòν φέρον καθαίρει αὐτò ἵνα καρπòν πλείονα φέρη̨

3 ἤδη ὑμει̃ς καθαροί ἐστε διὰ τòν λόγον ὃν λελάληκα ὑμι̃ν

4 μείνατε ἐν ἐμοί κἀγὼ ἐν ὑμι̃ν καθὼς τò κλη̃μα οὐ δύναται καρπòν φέρειν ἀφ' ἑαυτου̃ ἐὰν μὴ μένη̨ ἐν τη̨̃ ἀμπέλω̨ οὕτως οὐδὲ ὑμει̃ς ἐὰν μὴ ἐν ἐμοὶ μένητε

5 ἐγώ εἰμι ἡ ἄμπελος ὑμει̃ς τὰ κλήματα ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτω̨̃ οὑ̃τος φέρει καρπòν πολύν ὅτι χωρὶς ἐμου̃ οὐ δύνασθε ποιει̃ν οὐδέν

6 ἐὰν μή τις μένη̨ ἐν ἐμοί ἐβλήθη ἔξω ὡς τò κλη̃μα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τò πυ̃ρ βάλλουσιν καὶ καίεται

7 ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμι̃ν μείνη̨ ὃ ἐὰν θέλητε αἰτήσασθε καὶ γενήσεται ὑμι̃ν

8 ἐν τούτω̨ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπòν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί

9 καθὼς ἠγάπησέν με ὁ πατήρ κἀγὼ ὑμα̃ς ἠγάπησα μείνατε ἐν τη̨̃ ἀγάπη̨ τη̨̃ ἐμη̨̃

10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε μενει̃τε ἐν τη̨̃ ἀγάπη̨ μου καθὼς ἐγὼ τὰς ἐντολὰς του̃ πατρός μου τετήρηκα καὶ μένω αὐτου̃ ἐν τη̨̃ ἀγάπη̨

11 ταυ̃τα λελάληκα ὑμι̃ν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμι̃ν ἠ̨̃ καὶ ἡ χαρὰ ὑμω̃ν πληρωθη̨̃

12 αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή ἵνα ἀγαπα̃τε ἀλλήλους καθὼς ἠγάπησα ὑμα̃ς

13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτου̃ θη̨̃ ὑπὲρ τω̃ν φίλων αὐτου̃

14 ὑμει̃ς φίλοι μού ἐστε ἐὰν ποιη̃τε ἃ ἐγὼ ἐντέλλομαι ὑμι̃ν

15 οὐκέτι λέγω ὑμα̃ς δούλους ὅτι ὁ δου̃λος οὐκ οἰ̃δεν τί ποιει̃ αὐτου̃ ὁ κύριος ὑμα̃ς δὲ εἴρηκα φίλους ὅτι πάντα ἃ ἤκουσα παρὰ του̃ πατρός μου ἐγνώρισα ὑμι̃ν

16 οὐχ ὑμει̃ς με ἐξελέξασθε ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμα̃ς καὶ ἔθηκα ὑμα̃ς ἵνα ὑμει̃ς ὑπάγητε καὶ καρπòν φέρητε καὶ ὁ καρπòς ὑμω̃ν μένη̨ ἵνα ὅ τι ἂν αἰτήσητε τòν πατέρα ἐν τω̨̃ ὀνόματί μου δω̨̃ ὑμι̃ν

17 ταυ̃τα ἐντέλλομαι ὑμι̃ν ἵνα ἀγαπα̃τε ἀλλήλους

18 εἰ ὁ κόσμος ὑμα̃ς μισει̃ γινώσκετε ὅτι ἐμὲ πρω̃τον ὑμω̃ν μεμίσηκεν

19 εἰ ἐκ του̃ κόσμου ἠ̃τε ὁ κόσμος ἂν τò ἴδιον ἐφίλει ὅτι δὲ ἐκ του̃ κόσμου οὐκ ἐστέ ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμα̃ς ἐκ του̃ κόσμου διὰ του̃το μισει̃ ὑμα̃ς ὁ κόσμος

20 μνημονεύετε του̃ λόγου οὑ̃ ἐγὼ εἰ̃πον ὑμι̃ν οὐκ ἔστιν δου̃λος μείζων του̃ κυρίου αὐτου̃ εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμα̃ς διώξουσιν εἰ τòν λόγον μου ἐτήρησαν καὶ τòν ὑμέτερον τηρήσουσιν

21 ἀλλὰ ταυ̃τα πάντα ποιήσουσιν εἰς ὑμα̃ς διὰ τò ὄνομά μου ὅτι οὐκ οἴδασιν τòν πέμψαντά με

22 εἰ μὴ ἠ̃λθον καὶ ἐλάλησα αὐτοι̃ς ἁμαρτίαν οὐκ εἴχοσαν νυ̃ν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τη̃ς ἁμαρτίας αὐτω̃ν

23 ὁ ἐμὲ μισω̃ν καὶ τòν πατέρα μου μισει̃

24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοι̃ς ἃ οὐδεὶς ἄλλος ἐποίησεν ἁμαρτίαν οὐκ εἴχοσαν νυ̃ν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τòν πατέρα μου

25 ἀλλ' ἵνα πληρωθη̨̃ ὁ λόγος ὁ ἐν τω̨̃ νόμω̨ αὐτω̃ν γεγραμμένος ὅτι ἐμίσησάν με δωρεάν

26 ὅταν ἔλθη̨ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμι̃ν παρὰ του̃ πατρός τò πνευ̃μα τη̃ς ἀληθείας ὃ παρὰ του̃ πατρòς ἐκπορεύεται ἐκει̃νος μαρτυρήσει περὶ ἐμου̃

27 καὶ ὑμει̃ς δὲ μαρτυρει̃τε ὅτι ἀπ' ἀρχη̃ς μετ' ἐμου̃ ἐστε

 

Κεφάλαιον ΙΣΤ' (16)

1 ταυ̃τα λελάληκα ὑμι̃ν ἵνα μὴ σκανδαλισθη̃τε

2 ἀποσυναγώγους ποιήσουσιν ὑμα̃ς ἀλλ' ἔρχεται ὥρα ἵνα πα̃ς ὁ ἀποκτείνας ὑμα̃ς δόξη̨ λατρείαν προσφέρειν τω̨̃ θεω̨̃

3 καὶ ταυ̃τα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τòν πατέρα οὐδὲ ἐμέ

4 ἀλλὰ ταυ̃τα λελάληκα ὑμι̃ν ἵνα ὅταν ἔλθη̨ ἡ ὥρα αὐτω̃ν μνημονεύητε αὐτω̃ν ὅτι ἐγὼ εἰ̃πον ὑμι̃ν ταυ̃τα δὲ ὑμι̃ν ἐξ ἀρχη̃ς οὐκ εἰ̃πον ὅτι μεθ' ὑμω̃ν ἤμην

5 νυ̃ν δὲ ὑπάγω πρòς τòν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμω̃ν ἐρωτα̨̃ με που̃ ὑπάγεις

6 ἀλλ' ὅτι ταυ̃τα λελάληκα ὑμι̃ν ἡ λύπη πεπλήρωκεν ὑμω̃ν τὴν καρδίαν

7 ἀλλ' ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμι̃ν συμφέρει ὑμι̃ν ἵνα ἐγὼ ἀπέλθω ἐὰν γὰρ μὴ ἀπέλθω ὁ παράκλητος οὐκ ἐλεύσεται πρòς ὑμα̃ς ἐὰν δὲ πορευθω̃ πέμψω αὐτòν πρòς ὑμα̃ς

8 καὶ ἐλθὼν ἐκει̃νος ἐλέγξει τòν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως

9 περὶ ἁμαρτίας μέν ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ

10 περὶ δικαιοσύνης δέ ὅτι πρòς τòν πατέρα ὑπάγω καὶ οὐκέτι θεωρει̃τέ με

11 περὶ δὲ κρίσεως ὅτι ὁ ἄρχων του̃ κόσμου τούτου κέκριται

12 ἔτι πολλὰ ἔχω ὑμι̃ν λέγειν ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι

13 ὅταν δὲ ἔλθη̨ ἐκει̃νος τò πνευ̃μα τη̃ς ἀληθείας ὁδηγήσει ὑμα̃ς ἐν τη̨̃ ἀληθεία̨ πάση̨ οὐ γὰρ λαλήσει ἀφ' ἑαυτου̃ ἀλλ' ὅσα ἀκούσει λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελει̃ ὑμι̃ν

14 ἐκει̃νος ἐμὲ δοξάσει ὅτι ἐκ του̃ ἐμου̃ λήμψεται καὶ ἀναγγελει̃ ὑμι̃ν

15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν διὰ του̃το εἰ̃πον ὅτι ἐκ του̃ ἐμου̃ λαμβάνει καὶ ἀναγγελει̃ ὑμι̃ν

16 μικρòν καὶ οὐκέτι θεωρει̃τέ με καὶ πάλιν μικρòν καὶ ὄψεσθέ με

17 εἰ̃παν οὐ̃ν ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ πρòς ἀλλήλους τί ἐστιν του̃το ὃ λέγει ἡμι̃ν μικρòν καὶ οὐ θεωρει̃τέ με καὶ πάλιν μικρòν καὶ ὄψεσθέ με καί ὅτι ὑπάγω πρòς τòν πατέρα

18 ἔλεγον οὐ̃ν τί ἐστιν του̃το ὃ λέγει τò μικρόν οὐκ οἴδαμεν τί λαλει̃

19 ἔγνω ὁ Ιησου̃ς ὅτι ἤθελον αὐτòν ἐρωτα̃ν καὶ εἰ̃πεν αὐτοι̃ς περὶ τούτου ζητει̃τε μετ' ἀλλήλων ὅτι εἰ̃πον μικρòν καὶ οὐ θεωρει̃τέ με καὶ πάλιν μικρòν καὶ ὄψεσθέ με

20 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμει̃ς ὁ δὲ κόσμος χαρήσεται ὑμει̃ς λυπηθήσεσθε ἀλλ' ἡ λύπη ὑμω̃ν εἰς χαρὰν γενήσεται

21 ἡ γυνὴ ὅταν τίκτη̨ λύπην ἔχει ὅτι ἠ̃λθεν ἡ ὥρα αὐτη̃ς ὅταν δὲ γεννήση̨ τò παιδίον οὐκέτι μνημονεύει τη̃ς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τòν κόσμον

22 καὶ ὑμει̃ς οὐ̃ν νυ̃ν μὲν λύπην ἔχετε πάλιν δὲ ὄψομαι ὑμα̃ς καὶ χαρήσεται ὑμω̃ν ἡ καρδία καὶ τὴν χαρὰν ὑμω̃ν οὐδεὶς αἴρει ἀφ' ὑμω̃ν

23 καὶ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ἄν τι αἰτήσητε τòν πατέρα ἐν τω̨̃ ὀνόματί μου δώσει ὑμι̃ν

24 ἕως ἄρτι οὐκ ἠ̨τήσατε οὐδὲν ἐν τω̨̃ ὀνόματί μου αἰτει̃τε καὶ λήμψεσθε ἵνα ἡ χαρὰ ὑμω̃ν ἠ̨̃ πεπληρωμένη

25 ταυ̃τα ἐν παροιμίαις λελάληκα ὑμι̃ν ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμι̃ν ἀλλὰ παρρησία̨ περὶ του̃ πατρòς ἀπαγγελω̃ ὑμι̃ν

26 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἐν τω̨̃ ὀνόματί μου αἰτήσεσθε καὶ οὐ λέγω ὑμι̃ν ὅτι ἐγὼ ἐρωτήσω τòν πατέρα περὶ ὑμω̃ν

27 αὐτòς γὰρ ὁ πατὴρ φιλει̃ ὑμα̃ς ὅτι ὑμει̃ς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ του̃ θεου̃ ἐξη̃λθον

28 ἐξη̃λθον παρὰ του̃ πατρòς καὶ ἐλήλυθα εἰς τòν κόσμον πάλιν ἀφίημι τòν κόσμον καὶ πορεύομαι πρòς τòν πατέρα

29 λέγουσιν οἱ μαθηταὶ αὐτου̃ ἴδε νυ̃ν ἐν παρρησία̨ λαλει̃ς καὶ παροιμίαν οὐδεμίαν λέγεις

30 νυ̃ν οἴδαμεν ὅτι οἰ̃δας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτα̨̃ ἐν τούτω̨ πιστεύομεν ὅτι ἀπò θεου̃ ἐξη̃λθες

31 ἀπεκρίθη αὐτοι̃ς Ιησου̃ς ἄρτι πιστεύετε

32 ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθη̃τε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφη̃τε καὶ οὐκ εἰμὶ μόνος ὅτι ὁ πατὴρ μετ' ἐμου̃ ἐστιν

33 ταυ̃τα λελάληκα ὑμι̃ν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε ἐν τω̨̃ κόσμω̨ θλι̃ψιν ἔχετε ἀλλὰ θαρσει̃τε ἐγὼ νενίκηκα τòν κόσμον

 

Κεφάλαιον ΙΖ' (17)

1 ταυ̃τα ἐλάλησεν Ιησου̃ς καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτου̃ εἰς τòν οὐρανòν εἰ̃πεν πάτερ ἐλήλυθεν ἡ ὥρα δόξασόν σου τòν υἱόν ἵνα ὁ υἱòς δοξάση̨ σέ

2 καθὼς ἔδωκας αὐτω̨̃ ἐξουσίαν πάσης σαρκός ἵνα πα̃ν ὃ δέδωκας αὐτω̨̃ δώση̨ αὐτοι̃ς ζωὴν αἰώνιον

3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή ἵνα γινώσκωσιν σὲ τòν μόνον ἀληθινòν θεòν καὶ ὃν ἀπέστειλας Ιησου̃ν Χριστόν

4 ἐγώ σε ἐδόξασα ἐπὶ τη̃ς γη̃ς τò ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω

5 καὶ νυ̃ν δόξασόν με σύ πάτερ παρὰ σεαυτω̨̃ τη̨̃ δόξη̨ ἡ̨̃ εἰ̃χον πρò του̃ τòν κόσμον εἰ̃ναι παρὰ σοί

6 ἐφανέρωσά σου τò ὄνομα τοι̃ς ἀνθρώποις οὓς ἔδωκάς μοι ἐκ του̃ κόσμου σοὶ ἠ̃σαν κἀμοὶ αὐτοὺς ἔδωκας καὶ τòν λόγον σου τετήρηκαν

7 νυ̃ν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σου̃ εἰσιν

8 ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοι̃ς καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθω̃ς ὅτι παρὰ σου̃ ἐξη̃λθον καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας

9 ἐγὼ περὶ αὐτω̃ν ἐρωτω̃ οὐ περὶ του̃ κόσμου ἐρωτω̃ ἀλλὰ περὶ ὡ̃ν δέδωκάς μοι ὅτι σοί εἰσιν

10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά καὶ δεδόξασμαι ἐν αὐτοι̃ς

11 καὶ οὐκέτι εἰμὶ ἐν τω̨̃ κόσμω̨ καὶ αὐτοὶ ἐν τω̨̃ κόσμω̨ εἰσίν κἀγὼ πρòς σὲ ἔρχομαι πάτερ ἅγιε τήρησον αὐτοὺς ἐν τω̨̃ ὀνόματί σου ὡ̨̃ δέδωκάς μοι ἵνα ὠ̃σιν ἓν καθὼς ἡμει̃ς

12 ὅτε ἤμην μετ' αὐτω̃ν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τω̨̃ ὀνόματί σου ὡ̨̃ δέδωκάς μοι καὶ ἐφύλαξα καὶ οὐδεὶς ἐξ αὐτω̃ν ἀπώλετο εἰ μὴ ὁ υἱòς τη̃ς ἀπωλείας ἵνα ἡ γραφὴ πληρωθη̨̃

13 νυ̃ν δὲ πρòς σὲ ἔρχομαι καὶ ταυ̃τα λαλω̃ ἐν τω̨̃ κόσμω̨ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοι̃ς

14 ἐγὼ δέδωκα αὐτοι̃ς τòν λόγον σου καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς ὅτι οὐκ εἰσὶν ἐκ του̃ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ του̃ κόσμου

15 οὐκ ἐρωτω̃ ἵνα ἄρη̨ς αὐτοὺς ἐκ του̃ κόσμου ἀλλ' ἵνα τηρήση̨ς αὐτοὺς ἐκ του̃ πονηρου̃

16 ἐκ του̃ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ του̃ κόσμου

17 ἁγίασον αὐτοὺς ἐν τη̨̃ ἀληθεία̨ ὁ λόγος ὁ σòς ἀλήθειά ἐστιν

18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τòν κόσμον κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τòν κόσμον

19 καὶ ὑπὲρ αὐτω̃ν ἐγὼ ἁγιάζω ἐμαυτόν ἵνα ὠ̃σιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθεία̨

20 οὐ περὶ τούτων δὲ ἐρωτω̃ μόνον ἀλλὰ καὶ περὶ τω̃ν πιστευόντων διὰ του̃ λόγου αὐτω̃ν εἰς ἐμέ

21 ἵνα πάντες ἓν ὠ̃σιν καθὼς σύ πάτερ ἐν ἐμοὶ κἀγὼ ἐν σοί ἵνα καὶ αὐτοὶ ἐν ἡμι̃ν ὠ̃σιν ἵνα ὁ κόσμος πιστεύη̨ ὅτι σύ με ἀπέστειλας

22 κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοι̃ς ἵνα ὠ̃σιν ἓν καθὼς ἡμει̃ς ἕν

23 ἐγὼ ἐν αὐτοι̃ς καὶ σὺ ἐν ἐμοί ἵνα ὠ̃σιν τετελειωμένοι εἰς ἕν ἵνα γινώσκη̨ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας

24 πάτερ ὃ δέδωκάς μοι θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκει̃νοι ὠ̃σιν μετ' ἐμου̃ ἵνα θεωρω̃σιν τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι ὅτι ἠγάπησάς με πρò καταβολη̃ς κόσμου

25 πάτερ δίκαιε καὶ ὁ κόσμος σε οὐκ ἔγνω ἐγὼ δέ σε ἔγνων καὶ οὑ̃τοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας

26 καὶ ἐγνώρισα αὐτοι̃ς τò ὄνομά σου καὶ γνωρίσω ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοι̃ς ἠ̨̃ κἀγὼ ἐν αὐτοι̃ς

 

Κεφάλαιον ΙΗ' (18)

1 ταυ̃τα εἰπὼν Ιησου̃ς ἐξη̃λθεν σὺν τοι̃ς μαθηται̃ς αὐτου̃ πέραν του̃ χειμάρρου του̃ Κεδρὼν ὅπου ἠ̃ν κη̃πος εἰς ὃν εἰση̃λθεν αὐτòς καὶ οἱ μαθηταὶ αὐτου̃

2 ἤ̨δει δὲ καὶ Ιούδας ὁ παραδιδοὺς αὐτòν τòν τόπον ὅτι πολλάκις συνήχθη Ιησου̃ς ἐκει̃ μετὰ τω̃ν μαθητω̃ν αὐτου̃

3 ὁ οὐ̃ν Ιούδας λαβὼν τὴν σπει̃ραν καὶ ἐκ τω̃ν ἀρχιερέων καὶ ἐκ τω̃ν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκει̃ μετὰ φανω̃ν καὶ λαμπάδων καὶ ὅπλων

4 Ιησου̃ς οὐ̃ν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ' αὐτòν ἐξη̃λθεν καὶ λέγει αὐτοι̃ς τίνα ζητει̃τε

5 ἀπεκρίθησαν αὐτω̨̃ Ιησου̃ν τòν Ναζωραι̃ον λέγει αὐτοι̃ς ἐγώ εἰμι εἱστήκει δὲ καὶ Ιούδας ὁ παραδιδοὺς αὐτòν μετ' αὐτω̃ν

6 ὡς οὐ̃ν εἰ̃πεν αὐτοι̃ς ἐγώ εἰμι ἀπη̃λθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί

7 πάλιν οὐ̃ν ἐπηρώτησεν αὐτούς τίνα ζητει̃τε οἱ δὲ εἰ̃παν Ιησου̃ν τòν Ναζωραι̃ον

8 ἀπεκρίθη Ιησου̃ς εἰ̃πον ὑμι̃ν ὅτι ἐγώ εἰμι εἰ οὐ̃ν ἐμὲ ζητει̃τε ἄφετε τούτους ὑπάγειν

9 ἵνα πληρωθη̨̃ ὁ λόγος ὃν εἰ̃πεν ὅτι οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτω̃ν οὐδένα

10 Σίμων οὐ̃ν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τòν του̃ ἀρχιερέως δου̃λον καὶ ἀπέκοψεν αὐτου̃ τò ὠτάριον τò δεξιόν ἠ̃ν δὲ ὄνομα τω̨̃ δούλω̨ μάλχος

11 εἰ̃πεν οὐ̃ν ὁ Ιησου̃ς τω̨̃ Πέτρω̨ βάλε τὴν μάχαιραν εἰς τὴν θήκην τò ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό

12 ἡ οὐ̃ν σπει̃ρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τω̃ν Ιουδαίων συνέλαβον τòν Ιησου̃ν καὶ ἔδησαν αὐτòν

13 καὶ ἤγαγον πρòς Άνναν πρω̃τον ἠ̃ν γὰρ πενθερòς του̃ Καϊάφα ὃς ἠ̃ν ἀρχιερεὺς του̃ ἐνιαυτου̃ ἐκείνου

14 ἠ̃ν δὲ Καϊάφας ὁ συμβουλεύσας τοι̃ς Ιουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανει̃ν ὑπὲρ του̃ λαου̃

15 ἠκολούθει δὲ τω̨̃ Ιησου̃ Σίμων Πέτρος καὶ ἄλλος μαθητής ὁ δὲ μαθητὴς ἐκει̃νος ἠ̃ν γνωστòς τω̨̃ ἀρχιερει̃ καὶ συνειση̃λθεν τω̨̃ Ιησου̃ εἰς τὴν αὐλὴν του̃ ἀρχιερέως

16 ὁ δὲ Πέτρος εἱστήκει πρòς τη̨̃ θύρα̨ ἔξω ἐξη̃λθεν οὐ̃ν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστòς του̃ ἀρχιερέως καὶ εἰ̃πεν τη̨̃ θυρωρω̨̃ καὶ εἰσήγαγεν τòν Πέτρον

17 λέγει οὐ̃ν τω̨̃ Πέτρω̨ ἡ παιδίσκη ἡ θυρωρός μὴ καὶ σὺ ἐκ τω̃ν μαθητω̃ν εἰ̃ του̃ ἀνθρώπου τούτου λέγει ἐκει̃νος οὐκ εἰμί

18 εἱστήκεισαν δὲ οἱ δου̃λοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες ὅτι ψυ̃χος ἠ̃ν καὶ ἐθερμαίνοντο ἠ̃ν δὲ καὶ ὁ Πέτρος μετ' αὐτω̃ν ἑστὼς καὶ θερμαινόμενος

19 ὁ οὐ̃ν ἀρχιερεὺς ἠρώτησεν τòν Ιησου̃ν περὶ τω̃ν μαθητω̃ν αὐτου̃ καὶ περὶ τη̃ς διδαχη̃ς αὐτου̃

20 ἀπεκρίθη αὐτω̨̃ Ιησου̃ς ἐγὼ παρρησία̨ λελάληκα τω̨̃ κόσμω̨ ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγη̨̃ καὶ ἐν τω̨̃ ἱερω̨̃ ὅπου πάντες οἱ Ιουδαι̃οι συνέρχονται καὶ ἐν κρυπτω̨̃ ἐλάλησα οὐδέν

21 τί με ἐρωτα̨̃ς ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοι̃ς ἴδε οὑ̃τοι οἴδασιν ἃ εἰ̃πον ἐγώ

22 ταυ̃τα δὲ αὐτου̃ εἰπόντος εἱ̃ς παρεστηκὼς τω̃ν ὑπηρετω̃ν ἔδωκεν ῥάπισμα τω̨̃ Ιησου̃ εἰπών οὕτως ἀποκρίνη̨ τω̨̃ ἀρχιερει̃

23 ἀπεκρίθη αὐτω̨̃ Ιησου̃ς εἰ κακω̃ς ἐλάλησα μαρτύρησον περὶ του̃ κακου̃ εἰ δὲ καλω̃ς τί με δέρεις

24 ἀπέστειλεν οὐ̃ν αὐτòν ὁ Άννας δεδεμένον πρòς Καϊάφαν τòν ἀρχιερέα

25 ἠ̃ν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος εἰ̃πον οὐ̃ν αὐτω̨̃ μὴ καὶ σὺ ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ εἰ̃ ἠρνήσατο ἐκει̃νος καὶ εἰ̃πεν οὐκ εἰμί

26 λέγει εἱ̃ς ἐκ τω̃ν δούλων του̃ ἀρχιερέως συγγενὴς ὢν οὑ̃ ἀπέκοψεν Πέτρος τò ὠτίον οὐκ ἐγώ σε εἰ̃δον ἐν τω̨̃ κήπω̨ μετ' αὐτου̃

27 πάλιν οὐ̃ν ἠρνήσατο Πέτρος καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν

28 ἄγουσιν οὐ̃ν τòν Ιησου̃ν ἀπò του̃ Καϊάφα εἰς τò πραιτώριον ἠ̃ν δὲ πρωΐ καὶ αὐτοὶ οὐκ εἰση̃λθον εἰς τò πραιτώριον ἵνα μὴ μιανθω̃σιν ἀλλὰ φάγωσιν τò πάσχα

29 ἐξη̃λθεν οὐ̃ν ὁ Πιλα̃τος ἔξω πρòς αὐτοὺς καὶ φησίν τίνα κατηγορίαν φέρετε κατὰ του̃ ἀνθρώπου τούτου

30 ἀπεκρίθησαν καὶ εἰ̃παν αὐτω̨̃ εἰ μὴ ἠ̃ν οὑ̃τος κακòν ποιω̃ν οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν

31 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ Πιλα̃τος λάβετε αὐτòν ὑμει̃ς καὶ κατὰ τòν νόμον ὑμω̃ν κρίνατε αὐτόν εἰ̃πον αὐτω̨̃ οἱ Ιουδαι̃οι ἡμι̃ν οὐκ ἔξεστιν ἀποκτει̃ναι οὐδένα

32 ἵνα ὁ λόγος του̃ Ιησου̃ πληρωθη̨̃ ὃν εἰ̃πεν σημαίνων ποίω̨ θανάτω̨ ἤμελλεν ἀποθνή̨σκειν

33 εἰση̃λθεν οὐ̃ν πάλιν εἰς τò πραιτώριον ὁ Πιλα̃τος καὶ ἐφώνησεν τòν Ιησου̃ν καὶ εἰ̃πεν αὐτω̨̃ σὺ εἰ̃ ὁ βασιλεὺς τω̃ν Ιουδαίων

34 ἀπεκρίθη Ιησου̃ς ἀπò σεαυτου̃ σὺ του̃το λέγεις ἢ ἄλλοι εἰ̃πόν σοι περὶ ἐμου̃

35 ἀπεκρίθη ὁ Πιλα̃τος μήτι ἐγὼ Ιουδαι̃ός εἰμι τò ἔθνος τò σòν καὶ οἱ ἀρχιερει̃ς παρέδωκάν σε ἐμοί τί ἐποίησας

36 ἀπεκρίθη Ιησου̃ς ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ του̃ κόσμου τούτου εἰ ἐκ του̃ κόσμου τούτου ἠ̃ν ἡ βασιλεία ἡ ἐμή οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν ἵνα μὴ παραδοθω̃ τοι̃ς Ιουδαίοις νυ̃ν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντευ̃θεν

37 εἰ̃πεν οὐ̃ν αὐτω̨̃ ὁ Πιλα̃τος οὐκου̃ν βασιλεὺς εἰ̃ σύ ἀπεκρίθη ὁ Ιησου̃ς σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγὼ εἰς του̃το γεγέννημαι καὶ εἰς του̃το ἐλήλυθα εἰς τòν κόσμον ἵνα μαρτυρήσω τη̨̃ ἀληθεία̨ πα̃ς ὁ ὢν ἐκ τη̃ς ἀληθείας ἀκούει μου τη̃ς φωνη̃ς

38 λέγει αὐτω̨̃ ὁ Πιλα̃τος τί ἐστιν ἀλήθεια καὶ του̃το εἰπὼν πάλιν ἐξη̃λθεν πρòς τοὺς Ιουδαίους καὶ λέγει αὐτοι̃ς ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτω̨̃ αἰτίαν

39 ἔστιν δὲ συνήθεια ὑμι̃ν ἵνα ἕνα ἀπολύσω ὑμι̃ν ἐν τω̨̃ πάσχα βούλεσθε οὐ̃ν ἀπολύσω ὑμι̃ν τòν βασιλέα τω̃ν Ιουδαίων

40 ἐκραύγασαν οὐ̃ν πάλιν λέγοντες μὴ του̃τον ἀλλὰ τòν Βαραββα̃ν ἠ̃ν δὲ ὁ Βαραββα̃ς λη̨στής

 

Κεφάλαιον ΙΘ' (19)

1 τότε οὐ̃ν ἔλαβεν ὁ Πιλα̃τος τòν Ιησου̃ν καὶ ἐμαστίγωσεν

2 καὶ οἱ στρατιω̃ται πλέξαντες στέφανον ἐξ ἀκανθω̃ν ἐπέθηκαν αὐτου̃ τη̨̃ κεφαλη̨̃ καὶ ἱμάτιον πορφυρου̃ν περιέβαλον αὐτόν

3 καὶ ἤρχοντο πρòς αὐτòν καὶ ἔλεγον χαι̃ρε ὁ βασιλεὺς τω̃ν Ιουδαίων καὶ ἐδίδοσαν αὐτω̨̃ ῥαπίσματα

4 καὶ ἐξη̃λθεν πάλιν ἔξω ὁ Πιλα̃τος καὶ λέγει αὐτοι̃ς ἴδε ἄγω ὑμι̃ν αὐτòν ἔξω ἵνα γνω̃τε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτω̨̃

5 ἐξη̃λθεν οὐ̃ν ὁ Ιησου̃ς ἔξω φορω̃ν τòν ἀκάνθινον στέφανον καὶ τò πορφυρου̃ν ἱμάτιον καὶ λέγει αὐτοι̃ς ἰδοὺ ὁ ἄνθρωπος

6 ὅτε οὐ̃ν εἰ̃δον αὐτòν οἱ ἀρχιερει̃ς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες σταύρωσον σταύρωσον λέγει αὐτοι̃ς ὁ Πιλα̃τος λάβετε αὐτòν ὑμει̃ς καὶ σταυρώσατε ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτω̨̃ αἰτίαν

7 ἀπεκρίθησαν αὐτω̨̃ οἱ Ιουδαι̃οι ἡμει̃ς νόμον ἔχομεν καὶ κατὰ τòν νόμον ὀφείλει ἀποθανει̃ν ὅτι υἱòν θεου̃ ἑαυτòν ἐποίησεν

8 ὅτε οὐ̃ν ἤκουσεν ὁ Πιλα̃τος του̃τον τòν λόγον μα̃λλον ἐφοβήθη

9 καὶ εἰση̃λθεν εἰς τò πραιτώριον πάλιν καὶ λέγει τω̨̃ Ιησου̃ πόθεν εἰ̃ σύ ὁ δὲ Ιησου̃ς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτω̨̃

10 λέγει οὐ̃ν αὐτω̨̃ ὁ Πιλα̃τος ἐμοὶ οὐ λαλει̃ς οὐκ οἰ̃δας ὅτι ἐξουσίαν ἔχω ἀπολυ̃σαί σε καὶ ἐξουσίαν ἔχω σταυρω̃σαί σε

11 ἀπεκρίθη αὐτω̨̃ Ιησου̃ς οὐκ εἰ̃χες ἐξουσίαν κατ' ἐμου̃ οὐδεμίαν εἰ μὴ ἠ̃ν δεδομένον σοι ἄνωθεν διὰ του̃το ὁ παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει

12 ἐκ τούτου ὁ Πιλα̃τος ἐζήτει ἀπολυ̃σαι αὐτόν οἱ δὲ Ιουδαι̃οι ἐκραύγασαν λέγοντες ἐὰν του̃τον ἀπολύση̨ς οὐκ εἰ̃ φίλος του̃ Καίσαρος πα̃ς ὁ βασιλέα ἑαυτòν ποιω̃ν ἀντιλέγει τω̨̃ Καίσαρι

13 ὁ οὐ̃ν Πιλα̃τος ἀκούσας τω̃ν λόγων τούτων ἤγαγεν ἔξω τòν Ιησου̃ν καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον λιθόστρωτον Εβραϊστὶ δὲ Γαββαθα

14 ἠ̃ν δὲ παρασκευὴ του̃ πάσχα ὥρα ἠ̃ν ὡς ἕκτη καὶ λέγει τοι̃ς Ιουδαίοις ἴδε ὁ βασιλεὺς ὑμω̃ν

15 ἐκραύγασαν οὐ̃ν ἐκει̃νοι ἀ̃ρον ἀ̃ρον σταύρωσον αὐτόν λέγει αὐτοι̃ς ὁ Πιλα̃τος τòν βασιλέα ὑμω̃ν σταυρώσω ἀπεκρίθησαν οἱ ἀρχιερει̃ς οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα

16 τότε οὐ̃ν παρέδωκεν αὐτòν αὐτοι̃ς ἵνα σταυρωθη̨̃ παρέλαβον οὐ̃ν τòν Ιησου̃ν

17 καὶ βαστάζων ἑαυτω̨̃ τòν σταυρòν ἐξη̃λθεν εἰς τòν λεγόμενον κρανίου τόπον ὃ λέγεται Εβραϊστὶ Γολγοθα

18 ὅπου αὐτòν ἐσταύρωσαν καὶ μετ' αὐτου̃ ἄλλους δύο ἐντευ̃θεν καὶ ἐντευ̃θεν μέσον δὲ τòν Ιησου̃ν

19 ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλα̃τος καὶ ἔθηκεν ἐπὶ του̃ σταυρου̃ ἠ̃ν δὲ γεγραμμένον Ιησου̃ς ὁ Ναζωραι̃ος ὁ βασιλεὺς τω̃ν Ιουδαίων

20 του̃τον οὐ̃ν τòν τίτλον πολλοὶ ἀνέγνωσαν τω̃ν Ιουδαίων ὅτι ἐγγὺς ἠ̃ν ὁ τόπος τη̃ς πόλεως ὅπου ἐσταυρώθη ὁ Ιησου̃ς καὶ ἠ̃ν γεγραμμένον Εβραϊστί Ρωμαϊστί Ελληνιστί

21 ἔλεγον οὐ̃ν τω̨̃ Πιλάτω̨ οἱ ἀρχιερει̃ς τω̃ν Ιουδαίων μὴ γράφε ὁ βασιλεὺς τω̃ν Ιουδαίων ἀλλ' ὅτι ἐκει̃νος εἰ̃πεν βασιλεύς εἰμι τω̃ν Ιουδαίων

22 ἀπεκρίθη ὁ Πιλα̃τος ὃ γέγραφα γέγραφα

23 οἱ οὐ̃ν στρατιω̃ται ὅτε ἐσταύρωσαν τòν Ιησου̃ν ἔλαβον τὰ ἱμάτια αὐτου̃ καὶ ἐποίησαν τέσσαρα μέρη ἑκάστω̨ στρατιώτη̨ μέρος καὶ τòν χιτω̃να ἠ̃ν δὲ ὁ χιτὼν ἄραφος ἐκ τω̃ν ἄνωθεν ὑφαντòς δι' ὅλου

24 εἰ̃παν οὐ̃ν πρòς ἀλλήλους μὴ σχίσωμεν αὐτόν ἀλλὰ λάχωμεν περὶ αὐτου̃ τίνος ἔσται ἵνα ἡ γραφὴ πληρωθη̨̃ ἡ λέγουσα διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοι̃ς καὶ ἐπὶ τòν ἱματισμόν μου ἔβαλον κλη̃ρον οἱ μὲν οὐ̃ν στρατιω̃ται ταυ̃τα ἐποίησαν

25 εἱστήκεισαν δὲ παρὰ τω̨̃ σταυρω̨̃ του̃ Ιησου̃ ἡ μήτηρ αὐτου̃ καὶ ἡ ἀδελφὴ τη̃ς μητρòς αὐτου̃ Μαρία ἡ του̃ Κλωπα̃ καὶ Μαρία ἡ Μαγδαληνή

26 Ιησου̃ς οὐ̃ν ἰδὼν τὴν μητέρα καὶ τòν μαθητὴν παρεστω̃τα ὃν ἠγάπα λέγει τη̨̃ μητρί γύναι ἴδε ὁ υἱός σου

27 εἰ̃τα λέγει τω̨̃ μαθητη̨̃ ἴδε ἡ μήτηρ σου καὶ ἀπ' ἐκείνης τη̃ς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια

28 μετὰ του̃το εἰδὼς ὁ Ιησου̃ς ὅτι ἤδη πάντα τετέλεσται ἵνα τελειωθη̨̃ ἡ γραφή λέγει διψω̃

29 σκευ̃ος ἔκειτο ὄξους μεστόν σπόγγον οὐ̃ν μεστòν του̃ ὄξους ὑσσώπω̨ περιθέντες προσήνεγκαν αὐτου̃ τω̨̃ στόματι

30 ὅτε οὐ̃ν ἔλαβεν τò ὄξος ὁ Ιησου̃ς εἰ̃πεν τετέλεσται καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τò πνευ̃μα

31 οἱ οὐ̃ν Ιουδαι̃οι ἐπεὶ παρασκευὴ ἠ̃ν ἵνα μὴ μείνη̨ ἐπὶ του̃ σταυρου̃ τὰ σώματα ἐν τω̨̃ σαββάτω̨ ἠ̃ν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου του̃ σαββάτου ἠρώτησαν τòν Πιλα̃τον ἵνα κατεαγω̃σιν αὐτω̃ν τὰ σκέλη καὶ ἀρθω̃σιν

32 ἠ̃λθον οὐ̃ν οἱ στρατιω̃ται καὶ του̃ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ του̃ ἄλλου του̃ συσταυρωθέντος αὐτω̨̃

33 ἐπὶ δὲ τòν Ιησου̃ν ἐλθόντες ὡς εἰ̃δον ἤδη αὐτòν τεθνηκότα οὐ κατέαξαν αὐτου̃ τὰ σκέλη

34 ἀλλ' εἱ̃ς τω̃ν στρατιωτω̃ν λόγχη̨ αὐτου̃ τὴν πλευρὰν ἔνυξεν καὶ ἐξη̃λθεν εὐθὺς αἱ̃μα καὶ ὕδωρ

35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν καὶ ἀληθινὴ αὐτου̃ ἐστιν ἡ μαρτυρία καὶ ἐκει̃νος οἰ̃δεν ὅτι ἀληθη̃ λέγει ἵνα καὶ ὑμει̃ς πιστεύσητε

36 ἐγένετο γὰρ ταυ̃τα ἵνα ἡ γραφὴ πληρωθη̨̃ ὀστου̃ν οὐ συντριβήσεται αὐτου̃

37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει ὄψονται εἰς ὃν ἐξεκέντησαν

38 μετὰ δὲ ταυ̃τα ἠρώτησεν τòν Πιλα̃τον Ιωσὴφ ὁ ἀπò Αριμαθαίας ὢν μαθητὴς του̃ Ιησου̃ κεκρυμμένος δὲ διὰ τòν φόβον τω̃ν Ιουδαίων ἵνα ἄρη̨ τò σω̃μα του̃ Ιησου̃ καὶ ἐπέτρεψεν ὁ Πιλα̃τος ἠ̃λθεν οὐ̃ν καὶ ἠ̃ρεν τò σω̃μα αὐτου̃

39 ἠ̃λθεν δὲ καὶ Νικόδημος ὁ ἐλθὼν πρòς αὐτòν νυκτòς τò πρω̃τον φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν

40 ἔλαβον οὐ̃ν τò σω̃μα του̃ Ιησου̃ καὶ ἔδησαν αὐτò ὀθονίοις μετὰ τω̃ν ἀρωμάτων καθὼς ἔθος ἐστὶν τοι̃ς Ιουδαίοις ἐνταφιάζειν

41 ἠ̃ν δὲ ἐν τω̨̃ τόπω̨ ὅπου ἐσταυρώθη κη̃πος καὶ ἐν τω̨̃ κήπω̨ μνημει̃ον καινòν ἐν ὡ̨̃ οὐδέπω οὐδεὶς ἠ̃ν τεθειμένος

42 ἐκει̃ οὐ̃ν διὰ τὴν παρασκευὴν τω̃ν Ιουδαίων ὅτι ἐγγὺς ἠ̃ν τò μνημει̃ον ἔθηκαν τòν Ιησου̃ν

 

Κεφάλαιον Κ' (20)

1 τη̨̃ δὲ μια̨̃ τω̃ν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ σκοτίας ἔτι οὔσης εἰς τò μνημει̃ον καὶ βλέπει τòν λίθον ἠρμένον ἐκ του̃ μνημείου

2 τρέχει οὐ̃ν καὶ ἔρχεται πρòς Σίμωνα Πέτρον καὶ πρòς τòν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ιησου̃ς καὶ λέγει αὐτοι̃ς ἠ̃ραν τòν κύριον ἐκ του̃ μνημείου καὶ οὐκ οἴδαμεν που̃ ἔθηκαν αὐτόν

3 ἐξη̃λθεν οὐ̃ν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής καὶ ἤρχοντο εἰς τò μνημει̃ον

4 ἔτρεχον δὲ οἱ δύο ὁμου̃ καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον του̃ Πέτρου καὶ ἠ̃λθεν πρω̃τος εἰς τò μνημει̃ον

5 καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια οὐ μέντοι εἰση̃λθεν

6 ἔρχεται οὐ̃ν καὶ Σίμων Πέτρος ἀκολουθω̃ν αὐτω̨̃ καὶ εἰση̃λθεν εἰς τò μνημει̃ον καὶ θεωρει̃ τὰ ὀθόνια κείμενα

7 καὶ τò σουδάριον ὃ ἠ̃ν ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ οὐ μετὰ τω̃ν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον

8 τότε οὐ̃ν εἰση̃λθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρω̃τος εἰς τò μνημει̃ον καὶ εἰ̃δεν καὶ ἐπίστευσεν

9 οὐδέπω γὰρ ἤ̨δεισαν τὴν γραφὴν ὅτι δει̃ αὐτòν ἐκ νεκρω̃ν ἀναστη̃ναι

10 ἀπη̃λθον οὐ̃ν πάλιν πρòς αὐτοὺς οἱ μαθηταί

11 Μαρία δὲ εἱστήκει πρòς τω̨̃ μνημείω̨ ἔξω κλαίουσα ὡς οὐ̃ν ἔκλαιεν παρέκυψεν εἰς τò μνημει̃ον

12 καὶ θεωρει̃ δύο ἀγγέλους ἐν λευκοι̃ς καθεζομένους ἕνα πρòς τη̨̃ κεφαλη̨̃ καὶ ἕνα πρòς τοι̃ς ποσίν ὅπου ἔκειτο τò σω̃μα του̃ Ιησου̃

13 καὶ λέγουσιν αὐτη̨̃ ἐκει̃νοι γύναι τί κλαίεις λέγει αὐτοι̃ς ὅτι ἠ̃ραν τòν κύριόν μου καὶ οὐκ οἰ̃δα που̃ ἔθηκαν αὐτόν

14 ταυ̃τα εἰπου̃σα ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρει̃ τòν Ιησου̃ν ἑστω̃τα καὶ οὐκ ἤ̨δει ὅτι Ιησου̃ς ἐστιν

15 λέγει αὐτη̨̃ Ιησου̃ς γύναι τί κλαίεις τίνα ζητει̃ς ἐκείνη δοκου̃σα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτω̨̃ κύριε εἰ σὺ ἐβάστασας αὐτόν εἰπέ μοι που̃ ἔθηκας αὐτόν κἀγὼ αὐτòν ἀρω̃

16 λέγει αὐτη̨̃ Ιησου̃ς Μαριάμ στραφει̃σα ἐκείνη λέγει αὐτω̨̃ Εβραϊστί ραββουνι ὃ λέγεται διδάσκαλε

17 λέγει αὐτη̨̃ Ιησου̃ς μή μου ἅπτου οὔπω γὰρ ἀναβέβηκα πρòς τòν πατέρα πορεύου δὲ πρòς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοι̃ς ἀναβαίνω πρòς τòν πατέρα μου καὶ πατέρα ὑμω̃ν καὶ θεόν μου καὶ θεòν ὑμω̃ν

18 ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ ἀγγέλλουσα τοι̃ς μαθηται̃ς ὅτι ἑώρακα τòν κύριον καὶ ταυ̃τα εἰ̃πεν αὐτη̨̃

19 οὔσης οὐ̃ν ὀψίας τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τη̨̃ μια̨̃ σαββάτων καὶ τω̃ν θυρω̃ν κεκλεισμένων ὅπου ἠ̃σαν οἱ μαθηταὶ διὰ τòν φόβον τω̃ν Ιουδαίων ἠ̃λθεν ὁ Ιησου̃ς καὶ ἔστη εἰς τò μέσον καὶ λέγει αὐτοι̃ς εἰρήνη ὑμι̃ν

20 καὶ του̃το εἰπὼν ἔδειξεν τὰς χει̃ρας καὶ τὴν πλευρὰν αὐτοι̃ς ἐχάρησαν οὐ̃ν οἱ μαθηταὶ ἰδόντες τòν κύριον

21 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ Ιησου̃ς πάλιν εἰρήνη ὑμι̃ν καθὼς ἀπέσταλκέν με ὁ πατήρ κἀγὼ πέμπω ὑμα̃ς

22 καὶ του̃το εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοι̃ς λάβετε πνευ̃μα ἅγιον

23 ἄν τινων ἀφη̃τε τὰς ἁμαρτίας ἀφέωνται αὐτοι̃ς ἄν τινων κρατη̃τε κεκράτηνται

24 θωμα̃ς δὲ εἱ̃ς ἐκ τω̃ν δώδεκα ὁ λεγόμενος Δίδυμος οὐκ ἠ̃ν μετ' αὐτω̃ν ὅτε ἠ̃λθεν Ιησου̃ς

25 ἔλεγον οὐ̃ν αὐτω̨̃ οἱ ἄλλοι μαθηταί ἑωράκαμεν τòν κύριον ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ἐὰν μὴ ἴδω ἐν ται̃ς χερσὶν αὐτου̃ τòν τύπον τω̃ν ἥλων καὶ βάλω τòν δάκτυλόν μου εἰς τòν τύπον τω̃ν ἥλων καὶ βάλω μου τὴν χει̃ρα εἰς τὴν πλευρὰν αὐτου̃ οὐ μὴ πιστεύσω

26 καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἠ̃σαν ἔσω οἱ μαθηταὶ αὐτου̃ καὶ Θωμα̃ς μετ' αὐτω̃ν ἔρχεται ὁ Ιησου̃ς τω̃ν θυρω̃ν κεκλεισμένων καὶ ἔστη εἰς τò μέσον καὶ εἰ̃πεν εἰρήνη ὑμι̃ν

27 εἰ̃τα λέγει τω̨̃ Θωμα̨̃ φέρε τòν δάκτυλόν σου ὡ̃δε καὶ ἴδε τὰς χει̃ράς μου καὶ φέρε τὴν χει̃ρά σου καὶ βάλε εἰς τὴν πλευράν μου καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός

28 ἀπεκρίθη Θωμα̃ς καὶ εἰ̃πεν αὐτω̨̃ ὁ κύριός μου καὶ ὁ θεός μου

29 λέγει αὐτω̨̃ ὁ Ιησου̃ς ὅτι ἑώρακάς με πεπίστευκας μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες

30 πολλὰ μὲν οὐ̃ν καὶ ἄλλα σημει̃α ἐποίησεν ὁ Ιησου̃ς ἐνώπιον τω̃ν μαθητω̃ν αὐτου̃ ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τω̨̃ βιβλίω̨ τούτω̨

31 ταυ̃τα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ιησου̃ς ἐστιν ὁ Χριστòς ὁ υἱòς του̃ θεου̃ καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τω̨̃ ὀνόματι αὐτου̃

 

Κεφάλαιον ΚΑ' (21)

1 μετὰ ταυ̃τα ἐφανέρωσεν ἑαυτòν πάλιν ὁ Ιησου̃ς τοι̃ς μαθηται̃ς ἐπὶ τη̃ς θαλάσσης τη̃ς Τιβεριάδος ἐφανέρωσεν δὲ οὕτως

2 ἠ̃σαν ὁμου̃ Σίμων Πέτρος καὶ Θωμα̃ς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπò Κανὰ τη̃ς Γαλιλαίας καὶ οἱ του̃ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ δύο

3 λέγει αὐτοι̃ς Σίμων Πέτρος ὑπάγω ἁλιεύειν λέγουσιν αὐτω̨̃ ἐρχόμεθα καὶ ἡμει̃ς σὺν σοί ἐξη̃λθον καὶ ἐνέβησαν εἰς τò πλοι̃ον καὶ ἐν ἐκείνη̨ τη̨̃ νυκτὶ ἐπίασαν οὐδέν

4 πρωΐας δὲ ἤδη γενομένης ἔστη Ιησου̃ς εἰς τòν αἰγιαλόν οὐ μέντοι ἤ̨δεισαν οἱ μαθηταὶ ὅτι Ιησου̃ς ἐστιν

5 λέγει οὐ̃ν αὐτοι̃ς ὁ Ιησου̃ς παιδία μή τι προσφάγιον ἔχετε ἀπεκρίθησαν αὐτω̨̃ οὔ

6 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς βάλετε εἰς τὰ δεξιὰ μέρη του̃ πλοίου τò δίκτυον καὶ εὑρήσετε ἔβαλον οὐ̃ν καὶ οὐκέτι αὐτò ἑλκύσαι ἴσχυον ἀπò του̃ πλήθους τω̃ν ἰχθύων

7 λέγει οὐ̃ν ὁ μαθητὴς ἐκει̃νος ὃν ἠγάπα ὁ Ιησου̃ς τω̨̃ Πέτρω̨ ὁ κύριός ἐστιν Σίμων οὐ̃ν Πέτρος ἀκούσας ὅτι ὁ κύριός ἐστιν τòν ἐπενδύτην διεζώσατο ἠ̃ν γὰρ γυμνός καὶ ἔβαλεν ἑαυτòν εἰς τὴν θάλασσαν

8 οἱ δὲ ἄλλοι μαθηταὶ τω̨̃ πλοιαρίω̨ ἠ̃λθον οὐ γὰρ ἠ̃σαν μακρὰν ἀπò τη̃ς γη̃ς ἀλλὰ ὡς ἀπò πηχω̃ν διακοσίων σύροντες τò δίκτυον τω̃ν ἰχθύων

9 ὡς οὐ̃ν ἀπέβησαν εἰς τὴν γη̃ν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον

10 λέγει αὐτοι̃ς ὁ Ιησου̃ς ἐνέγκατε ἀπò τω̃ν ὀψαρίων ὡ̃ν ἐπιάσατε νυ̃ν

11 ἀνέβη οὐ̃ν Σίμων Πέτρος καὶ εἵλκυσεν τò δίκτυον εἰς τὴν γη̃ν μεστòν ἰχθύων μεγάλων ἑκατòν πεντήκοντα τριω̃ν καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τò δίκτυον

12 λέγει αὐτοι̃ς ὁ Ιησου̃ς δευ̃τε ἀριστήσατε οὐδεὶς δὲ ἐτόλμα τω̃ν μαθητω̃ν ἐξετάσαι αὐτόν σὺ τίς εἰ̃ εἰδότες ὅτι ὁ κύριός ἐστιν

13 ἔρχεται Ιησου̃ς καὶ λαμβάνει τòν ἄρτον καὶ δίδωσιν αὐτοι̃ς καὶ τò ὀψάριον ὁμοίως

14 του̃το ἤδη τρίτον ἐφανερώθη Ιησου̃ς τοι̃ς μαθηται̃ς ἐγερθεὶς ἐκ νεκρω̃ν

15 ὅτε οὐ̃ν ἠρίστησαν λέγει τω̨̃ Σίμωνι Πέτρω̨ ὁ Ιησου̃ς Σίμων Ιωάννου ἀγαπα̨̃ς με πλέον τούτων λέγει αὐτω̨̃ ναί κύριε σὺ οἰ̃δας ὅτι φιλω̃ σε λέγει αὐτω̨̃ βόσκε τὰ ἀρνία μου

16 λέγει αὐτω̨̃ πάλιν δεύτερον Σίμων Ιωάννου ἀγαπα̨̃ς με λέγει αὐτω̨̃ ναί κύριε σὺ οἰ̃δας ὅτι φιλω̃ σε λέγει αὐτω̨̃ ποίμαινε τὰ πρόβατά μου

17 λέγει αὐτω̨̃ τò τρίτον Σίμων Ιωάννου φιλει̃ς με ἐλυπήθη ὁ Πέτρος ὅτι εἰ̃πεν αὐτω̨̃ τò τρίτον φιλει̃ς με καὶ λέγει αὐτω̨̃ κύριε πάντα σὺ οἰ̃δας σὺ γινώσκεις ὅτι φιλω̃ σε λέγει αὐτω̨̃ ὁ Ιησου̃ς βόσκε τὰ πρόβατά μου

18 ἀμὴν ἀμὴν λέγω σοι ὅτε ἠ̃ς νεώτερος ἐζώννυες σεαυτòν καὶ περιεπάτεις ὅπου ἤθελες ὅταν δὲ γηράση̨ς ἐκτενει̃ς τὰς χει̃ράς σου καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις

19 του̃το δὲ εἰ̃πεν σημαίνων ποίω̨ θανάτω̨ δοξάσει τòν θεόν καὶ του̃το εἰπὼν λέγει αὐτω̨̃ ἀκολούθει μοι

20 ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τòν μαθητὴν ὃν ἠγάπα ὁ Ιησου̃ς ἀκολουθου̃ντα ὃς καὶ ἀνέπεσεν ἐν τω̨̃ δείπνω̨ ἐπὶ τò στη̃θος αὐτου̃ καὶ εἰ̃πεν κύριε τίς ἐστιν ὁ παραδιδούς σε

21 του̃τον οὐ̃ν ἰδὼν ὁ Πέτρος λέγει τω̨̃ Ιησου̃ κύριε οὑ̃τος δὲ τί

22 λέγει αὐτω̨̃ ὁ Ιησου̃ς ἐὰν αὐτòν θέλω μένειν ἕως ἔρχομαι τί πρòς σέ σύ μοι ἀκολούθει

23 ἐξη̃λθεν οὐ̃ν οὑ̃τος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκει̃νος οὐκ ἀποθνή̨σκει οὐκ εἰ̃πεν δὲ αὐτω̨̃ ὁ Ιησου̃ς ὅτι οὐκ ἀποθνή̨σκει ἀλλ' ἐὰν αὐτòν θέλω μένειν ἕως ἔρχομαι τί πρòς σέ

24 οὑ̃τός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρω̃ν περὶ τούτων καὶ ὁ γράψας ταυ̃τα καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτου̃ ἡ μαρτυρία ἐστίν

25 ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ιησου̃ς ἅτινα ἐὰν γράφηται καθ' ἕν οὐδ' αὐτòν οἰ̃μαι τòν κόσμον χωρη̃σαι τὰ γραφόμενα βιβλία